Σκεψώμεθα, εἰ δοκεῖ, καὶ περὶ ἡμῶν αὐτῶν. Ἆρ’ οὐχὶ μικρὸν ὕστερον ἀποχωρήσομεν καὶ ἡμεῖς τῶν τῇδε, καὶ ὑφ’ ἑτέρων μνησθησόμεθα, ὡς νῦν ἀναμιμνησκόμεθα τῶν προλαβόντων;
Ναὶ, ἀδελφοὶ, οὕτως ὁ καθ’ ἡμᾶς οἰκονομεῖται βίος, καὶ ἄνθρωποί ἐσμεν θνητοὶ, οἵτινες οὐκ ἐπιστάμεθα τὸ αὔριον. «Ποία γὰρ ἡ ζωὴ ἡμῶν; ἀτμὶς, κατὰ τὸ γεγραμμένον, ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα δὲ ἀφανιζομένη·» ἄνθος ἐαρινὸν ἀνθοῦν τὸ πρωῒ καὶ παραυτὰ ἀπομαραινόμενον· «ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει·» «ἄνθρωπος ματαιότητι ὡμοιώθη, αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι.» «Πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου·» «Ἀνέτειλεν ὁ ἥλιος σὺν τῷ καύσωνι, καὶ ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο.» Οὕτω μαρανθησόμεθα, οὕτω μεταβησόμεθα τῶν ἐνθένδε, ὡς ἔφησαν οἱ ἅγιοι. Αὐτῶν γὰρ ἐκείνων εἰσὶ τὰ προειρημένα παραδείγματα· ἀλλὰ μακάριος ὁ συνιών, μακάριος ὁ ἐκζητῶν τὸν Θεόν, μακάριος ὁ ἑαυτὸν καθ’ ἑκάστην βιαζόμενος ἐν τοῖς τῆς ὑποταγῆς ἀγωνίσμασιν, ὁ ἀναντιλόγητος, ὁ ἀγόγγυστος, ὁ εὐήκοος, ὁ πρόθυμος ἐν τοῖς ἔργοις, ὁ ἀνολίγωρος κατὰ τὴν διακονίαν, ὁ κατανυκτικός, ὁ εὐμείλικτος, ὁ εὐπρόσιτος, ὁ προσηνής, ὁ ἑτοιμαζόμενος πρὸς τὰ τῆς ἐξόδου.