Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Μικρὰ Κατήχησις

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΜΑ΄ έως Ν΄

Αυστηρές παραινέσεις για τη διατήρηση της κοινοβιακής ευταξίας, την αποφυγή των ερίδων και των χειροδικιών. Τονίζεται η σημασία της εγκράτειας και της προετοιμασίας για την τελική κρίση κατά την περίοδο του Τριωδίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 5 από 13

ΚΑΤΗΧΗΣΙΣ ΜΑʹ ΠΕΡΙ ΤΟΥ ΑΝΑΘΕΩΡΕΙΝ ΗΜΑΣ ΤΟΥΣ ΒΙΟΥΣ ΤΩΝ ΠΑΤΕΡΩΝ ΠΡΟΣ ΤΟ ΖΗΛΟΥΝ ΤΑ ΤΟΥΤΩΝ ΚΑΤΟΡΘΩΜΑΤΑ ΠΡΟΣ ΤΟ ΖΗΛΟΥΝ ΤΑ ΤΟΥΤΩΝ ΚΑΤΟΡΘΩΜΑΤΑ Ἀδελφοὶ καὶ πατέρες, ἐν ταύταις ταῖς ἡμέραις ἐπειδὴ ἀναγινώσκομεν τοὺς βίους τῶν ἁγίων πατέρων ἡμῶν, ὅσης ὠφελείας ἀπολαύομεν καὶ ὁπόσης εὐφροσύνης μεταλαμβάνομεν οὐδὲ ἔστιν εἰπεῖν. Τί γὰρ γλυκύτερον, εἰπέ μοι, τοῦ ἀναθεωρεῖν τὰς τούτων ἀθανάτους πράξεις τά τε θαύματα καὶ τὰ κατὰ τῶν δαιμόνων νικητήρια; Ἐμοὶ δοκεῖν καὶ λίθους ἐπαισθάνεσθαι τῆς ὠφελείας, μὴ ὅτι γε λογικὸν ἄνθρωπον. Ἐντεῦθεν οὖν φωτίζεται νοῦς ἀνθρώπου ἀποτιθέμενος τὸ τῆς σαρκὸς ζοφῶδες φρόνημα· ἐντεῦθεν κατανύσσεται ψυχὴ ἀναπτερουμένη πρὸς θεῖον ἔρωτα. Καὶ εἰ δεῖ τἀληθέστερον εἰπεῖν, οὗτοί εἰσιν ὁ ἐν Ἐδὲμ παράδεισος τοῦ Θεοῦ, οὐκ ἐνύλοις φυτοῖς, ἀλλὰ τοῖς καρποῖς τοῦ Πνεύματος ποικιλλόμενός τε καὶ ὡραϊζόμενος· ἔνθα πνοὴ ζωῆς εὐωδιάζουσα, καὶ οὖ ὁ ὄφις οὐκ ἔτρωσεν, ἀλλ’ ἐτρώθη· οὐδὲ ἔξωσεν, ἀλλ’ ἐξωστρακίσθη, ὥσπερ ἦν ἄξιον. Καὶ εἰ κατὰ τὸν λόγον τοῦ Κυρίου, «Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν,» οὐκ ἄν τις ἁμάρτοι καὶ βασιλείαν οὐρανῶν αὐτοὺς ἀποκαλέσας, ἐν οἷς ὁ ἀγαθὸς Θεὸς ἡμῶν ἀναπαυσάμενος, οἷά τις βασιλεὺς φιλόδωρος, τοῖς ἑαυτοῦ θεράπουσι διανέμει τὰ χαρίσματα. Τί μοι λοιπὸν πρὸς ταῦτα τὰ κάτω βασίλεια καὶ τὸ κενὸν δοξάριον καὶ ἡ καταργουμένη κοιλία;

Τί δὲ ὁ χρυσὸς καὶ ὁ ἄργυρος καὶ τὰ διαφανῆ περιβλήματα καὶ ὅσα ἄλλα σητός ἐστι δαπανήματα; Τί δὲ ὁ κρότος καὶ ὁ θόρυβος καὶ τῆς ἄνω καὶ κάτω περιφορᾶς ἡ ματαιοπονία;

Ἄρα οὐδὲ παραβολῆς εἰσιν ἄξια, ἢ ὅσον φῶς πρὸς σκότος καὶ ζωὴ πρὸς θάνατον καὶ ἀλήθεια πρὸς ὀνείρατα. Οὐκοῦν ἐπεὶ ταῦτα οὕτω, χαίρωμεν, ἀδελφοὶ, «χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ,» ὅτι τῆς κρείττονος μοίρας ἐτύχομεν, καὶ ὅτι τοιούτου γένους σπέρμα χρηματίζομεν, γένους τοῦ ἐκλεκτοῦ καὶ τῇ θείᾳ εὐγενείᾳ ὑπεραστράπτοντος. Οὐ μὴν ἀλλὰ καὶ ζηλοτυπῶμεν καθ’ ὅσον οἷόν τε τὰ ἐκείνων κατορθώματα, ὡς ἂν μὴ κενὸν ὄνομα φέρωμεν, «Μόρφωσιν μὲν εὐσεβείας ἔχοντες, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι.» Τοιγαροῦν ὥσπερ ἐν ἰατρείῳ <τις> ἕκαστος πρὸς τὴν οἰκείαν ἀσθένειαν τὸ φάρμακον ἐκλέγεται· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς πρὸς τοὺς ὁμοταγεῖς ἀποβλέποντες, ἐντεῦθεν ποριζώμεθα τὸ ὠφέλιμον. Τοίνυν ἐγὼ ὁ ἀνάξιος πρὸς τοὺς ἀξιοθέως ποιμάναντας, ὁ οἰκονόμος πρὸς τοὺς πιστῶς καὶ φρονίμως οἰκονομήσαντας, ὁ κελλαρίτης πρὸς τοὺς εὐδιακρίτως καὶ εὐσυνειδότως κελλαρεύσαντας· οὕτως ὁ κανονάρχης καὶ ὁ ξενοδόχος· οὕτως ὁ ὀψοποιὸς καὶ ὁ ἀριστητάριος· οὕτως ἕκαστος ἐν ἑκάστῃ διακονίᾳ ταττόμενος. Ἔχομεν γὰρ, εἰ βουλοίμεθα, τὰ παραδείγματα.

Μή τις οὖν ἐπὶ πᾶσι παρακοή· ἀλλ’ ἐκ πρώτης κλήσεως ἡ ἀπάντησις· τὸ γὰρ λέγειν· «Μικρὸν καὶ πάρειμι·» καὶ τοῦτο ἐπὶ τοῦ οἰκονόμου, τῶν ὑπευθύνων τέ ἐστι καὶ κατακρίτων. Μή τις παραίτησις διακονίας· ἀλλὰ μέχρι θανάτου ἡ εὐπείθεια· τοῦτο γὰρ ἡ μοναχικὴ τελειότης. Μή τις μεμψίμοιρος, τὸν τῇδε τόπον καταιτιώμενος ὡς οὐκ ἔχοντα τοῦτο κἀκεῖνο. Ὁ γὰρ τοιοῦτος ὑπόδικός ἐστι τῷ κρίματι τῶν γογγυσάντων ἐν τῇ ἐρήμῳ, ὧν ἐξαίσιος ὁ ὄλεθρος. Ἀλλὰ τίνες ταῦτα; οἱ ἀπαίδευτοι, οἱ ἀκαρτέρητοι καὶ ταῖς φρεσὶ νηπιάζοντες, οἷς καὶ τὸ ἀναπνεῖν τὸν ἀέρα οὐκ ἄξιον, μὴ ὅτι γε τοσοῦτον ἀπολαύειν ἀναπαύσεων. Πλὴν ὁ ἀγαθὸς Θεὸς ἡμῶν καὶ τοὺς ἄφρονας σωφρονίσειε, καὶ τοὺς πεπαιδευμένους ἔτι συνετίσειε, καὶ πάντας σώσειεν εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΜΒʹ ΟΤΙ ΟΥΔΕΝ ΤΩΝ ΕΝ ΑΝΘΡΩΠΟΙΣ ΜΑΚΑΡΙΟΝ ΠΛΗΝ ΤΗΣ ΑΡΕΤΗΣ ΑΥΤΗ ΓΑΡ ΜΟΝΗ ΑΞΙΑ ΜΑΚΑΡΙΣΜΟΥ Ἀδελφοὶ καὶ πατέρες, τῶν ἀνθρώπων οἱ μὲν [τὸν] πλοῦτον μακαρίζουσιν, οἱ δὲ δυναστείαν, ἕτεροι τρυφήν, ἄλλοι ἡδονήν· τούτων δὲ οὐδὲν μακάριον, ὅτι μὴ τὴν διαμονὴν εἰσαεὶ ἔχει, ἀλλὰ τῷ παρόντι αἰῶνι συνδιαφθείρεται. Πολλοῖς δὲ οὐδὲ ἐνταῦθα ἐπήρκεσεν, ἀλλ’ ὁμοῦ τε ὤφθη καὶ δίκην ὀνείρου ἀπέπτη τῶν κατεχόντων· μόνη δὲ ἡ ἀρετὴ ἀξία μακαρισμοῦ, ὡς ἀθάνατόν τι χρῆμα ὑπάρχουσα, καὶ τοὺς μετόχους αὐτῆς μακαρίους ἀποφαίνουσα. Ἐνθυμηθῶμεν γὰρ ὅσοι δυνάσται καὶ τρυφηταὶ ἐξ αἰῶνος ἐγένοντο, καὶ οὐδενὸς τὸ μνημόσυνον μετ’ ἐγκωμίου· τῶν δέ γε ἐναρέτων ἄσβεστον τὸ κλέος· καὶ τοῦτο δῆλον ἐξ ὧν πράττομεν. Χθὲς ἐνεκωμιάσαμεν τὸν μακάριον Χρυσόστομον, σήμερον Ἐφραὶμ τὸν ἀοίδιμον, καὶ τῇ ἑξῆς ἕτερον τῶν ἁγίων· καὶ οὕτω δι’ ἔτους, καθάπερ φωστῆρες ἀνατέλλοντες, ἐν τοῖς οἰκείοις μνημοσύνοις, ἀνοίγουσιν ἡμῶν πρὸς εὐφημίαν τὰ στόματα καὶ φωτίζουσιν ἡμῶν τὰ κατὰ Θεὸν διαβήματα. Ἀληθὴς οὖν ὁ ἱερὸς λόγος· «Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσεν· οὓς δὲ ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε. Τί οὖν ἐροῦμεν ἡμεῖς πρὸς ταῦτα;»

Μή τι ἄμοιροί ἐσμεν τῆς τοιαύτης κλήσεώς τε καὶ δόξης; οὐδαμῶς. Καὶ ἡμῖν τοῖς ταπεινοῖς πρόσεστι καὶ βίος σταυροφόρος καὶ γέρας μακαρισμοῦ, εἴπερ ἄχρι τῆς ἄρτι ὥρας τὸν ὑπὲρ Χριστοῦ διωγμὸν διανύομεν, μετὰ καὶ τῶν προλαβόντων τῆς καλῆς ὁμολογίας αὐχημάτων· καὶ ὢ τῆς θαυμασίας ἀρετῆς! οἷα χαρίζεται τοῖς ἀντεχομένοις αὐτῆς! Ἀλλὰ ταῦτα μὲν ἐνταῦθα· τί δὲ ἐν τῷ μέλλοντι αἰῶνι; καὶ τίς διηγήσοιτο τὴν μακαριότητά τε καὶ δόξαν ἐκείνην, περὶ ἧς φησιν ὁ Κύριος; «Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος·» ἐπειδὴ γὰρ αὐτός ἐστιν ὁ τῆς δικαιοσύνης ἥλιος, ἡλιοειδῶς καὶ τοὺς δικαίους, ὡς συμμόρφους αὐτοῦ, ἐκλάμψειν ἐπηγγείλατο· «Εἴπερ συμπάσχομεν, φησὶν, ἵνα καὶ συνδοξασθῶμεν.» Λέγει δὲ καὶ ἐν ἑτέρῳ· «Πάτερ, οὓς δέδωκάς μοι θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ, κἀκεῖνοι ὦσι μετ’ ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν, ἣν δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.» Ὁρᾶτε ποῦ ἀπελευσόμεθα; «οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος·» οὗ ἡ χαρὰ καὶ ἡ ἀγαλλίασις, ἔνθα ἀγγέλων χοροστασία, «ἐκκλησία πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων·» ὅπου οἱ ὁμοταγεῖς ἀδελφοὶ καὶ πατέρες, ἐκεῖ μικρὸν ὕστερον ἀπελευσόμεθα. «Ἐκεῖ εὐφρανθησόμεθα ἐπ’ αὐτῷ τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος,» καθὼς ᾄδει ὁ μακάριος Δαυὶδ, οὐ χιλιοστὸν οὐδὲ μυριοστὸν ἔτος, ἀλλ’ εἰς ἀγήρω αἰῶνα πέρας οὐκ ἔχοντα.

Καὶ πρὸς ταῦτα τίς ἱκανός; τίς σπουδαῖος νήφειν καὶ γρηγορεῖν πᾶσαν ἡμέραν, πᾶσαν ὥραν, ὡς ἂν μὴ ἀπονυστάξαι κατὰ διάνοιαν; ἐκ γὰρ τοῦ ἀπονυστάζειν ἐπέρχονται ἡμῖν τὰ πάθη, ὥσπερ θῆρες, δραττόμενα ἡμῶν τῆς ψυχῆς· ἕως δ’ ἂν ὦμεν ἐπὶ τῆς φυλακῆς ἡμῶν ἀγρυπνοῦντες, οὐ συλᾷ ὁ λῃστής, οὐχ ἁρπάζει ὁ δράκων. Οὐκοῦν γρηγορητέον καὶ ἀναθεωρητέον τὰ προειρημένα, καὶ μὴν καὶ τὰ ἐξεναντίας τοῖς ἐναντίοις ἠπειλημένα κολαστήρια, τὸ πῦρ τὸ ἄσβεστον, τὸ σκότος τὸ ἐξώτερον, τὸν σκώληκα τὸν ἀτελεύτητον, καὶ ὅσα ἄλλα· ὅπως τοῖς τοιούτοις διαλογισμοῖς ἐνειλούμενοι καὶ συνεχόμενοι δυνηθείημεν ἔτι ἔξω τῶν παγίδων τοῦ ἐχθροῦ γενέσθαι, ἀκαταγνώστως τε τῶν ἐνθένδε ἀπᾶραι καὶ τυχεῖν βασιλείας οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΜΓʹ ΠΕΡΙ ΕΥΕΡΓΕΣΙΑΣ ΘΕΟΥ ΚΑΙ ΑΝΑΓΩΓΗΣ ΤΟΥ ΘΕΟΛΗΠΤΟΥ ΚΑΙ ΩΡΑΙΟΥ ΗΜΩΝ ΒΙΟΥ Ἀδελφοὶ καὶ πατέρες, ἀεὶ τῶν εὐεργεσιῶν τοῦ Θεοῦ ἀπολαύοντες ἀεὶ καὶ εὐχαριστεῖν αὐτῷ ὀφείλομεν, ἐν ζεούσῃ καρδίᾳ καὶ δεήσει ἐκτενεῖ, ὡς ἂν περισσοτέρως αὐτοῦ ἐπισπώμεθα τὴν εὔνοιαν. Ὁρᾶτε γὰρ καὶ νῦν οἵα ἡ εὐεργεσία. Οὐχὶ δέει τῶν Ἀγαρηνῶν ἐκπεφευγότας ἡμᾶς τῆς ξενίας διέθρεψεν, ὡς ἐν ἐρήμῳ, ἐν ᾧ παρερρίφημεν τόπῳ, καὶ τοῦτο ἐπὶ πολλαῖς ἡμέραις;

Οὐχὶ ἐνταῦθα ἤνοιξεν ἡμῖν θύραν ἀναπαύσεως, ἐφ’ ᾧ καὶ ναὸς περικαλλὴς καὶ οἰκήματα εὐπρεπῆ, αὐτός τε ὁ ὑποδεξάμενος σύμψυχος ἀδελφός; Ὡς πολλὴ ἡ τοῦ ἀγαθοῦ Θεοῦ ἡμῶν κηδεμονία! Τί γὰρ ἔδει ποιῆσαι καὶ οὐκ ἐποίησεν; Ἐπ’ αὐτῇ τῇ φυγῇ ἄρτους ἡμῖν ἔβλυσεν, οἴνους, ἰχθύας, ὅσα ἄλλα κατὰ χρείαν, ἀλλὰ γὰρ καὶ ὑπὲρ τὴν χρείαν· ὡς ἐκστῆναι τοὺς ὁρῶντας. Ἀνθ’ ὧν οὐχ ἁπλῶς εὐχαριστεῖν, ἀλλὰ καὶ τὴν ψυχὴν θεῖναι μέχρις αἵματος ὀφειλέται ἐσμὲν οἱ ταπεινοί. Διὸ, παρακαλῶ, ἀνάψωμεν εἰς αὐτὸν ἀγάπην κραταιοτέραν· κολληθῶμεν αὐτῷ ἐξ ὁλοκλήρου· ἀνταποδῶμεν αὐτῷ ἀνταπόδοσιν φιλτάτην. Τίς δὲ ἡ ἀνταπόδοσις; τὸ κἀνταῦθα εἰς δόξαν τοῦ προσκυνητοῦ αὐτοῦ ὀνόματος ἐπιβιῶναι, ὡς ἂν πληρωθῇ τὸ ὑπ’ αὐτοῦ εἰρημένον· «Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Λέγει δὲ καὶ ὁ Ἀπόστολος ὧδέ που· «Χάρις τῷ Θεῷ τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι’ ἡμῶν ἐν παντὶ τόπῳ, ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ, ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις.» Ὁρᾷς ὅτι εὐωδία Θεοῦ ἐστιν ὁ ἐνάρετος, ὅπου περ ἂν εἴη ἀναστρεφόμενος; Οὐ γὰρ ἔχει φύσιν ἡ ἀρετὴ κρύπτεσθαι· ἀλλ’ ὁ ταύτην μετιὼν πᾶσι κατάδηλος γίνεται, ἐπεὶ καὶ γέγραπται· «Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὅρους κειμένη.»

Πόλις οὖν ἐστιν ἡ ψυχὴ τοῦ ἀνθρώπου· ὄρος, τὸ τῶν ἀρετῶν ὕψωμα, ἐφ’ ᾧ οἱ ἀναβεβηκότες λάμπουσιν, «ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἑαυτοῖς εἰς ἡμέραν Χριστοῦ.» Τοιγαροῦν, ὦ ἀδελφοὶ, καὶ ἡμεῖς ἀναβῶμεν ἐν τῷ ἁγίῳ ὄρει τούτῳ. Οὐκ ἂν δὲ δυνηθείημεν ἀνιέναι μὴ πρότερον τὰ κάτω καταλιπόντες, ἅτινά ἐστι τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, αἱ ὀλλύμεναι ἡδοναὶ τοῦ τῇδε βίου· ὧν ἡ ἀναχώρησις ἄνοδός ἐστι τῆς ἀρετῆς. Οὐκοῦν ἁγνιζέσθω ἡ καρδία ἀπὸ ῥυπαρῶν διαλογισμῶν, σωφρονιζέσθω ὁ ὀφθαλμὸς ὀρθὰ βλέπειν, κεκλείσθω τὸ οὖς ἀπὸ ἀκοῆς πονηρᾶς, εἰργέσθω ἡ γλῶσσα μάταια λαλεῖν, συστελλέσθω ἡ χεὶρ ἅπτεσθαι ἃ μὴ δεῖ, κατευθυνέσθω ὁ ποὺς εἰς ὁδὸν εἰρήνης, πάντα τὰ μέλη παιδαγωγείσθωσαν καὶ ἁγιαζέσθωσαν εἰς ὡραϊσμὸν Χριστοῦ· ὡραΐζεται γὰρ ὅτι μάλιστα Χριστὸς ἐπὶ ψυχῇ κεκαθαρμένῃ παθῶν. Καὶ γὰρ ὁ μὲν κάτω βασιλεὺς τὸν περικαλλῆ σώματι ἀσπάζεται· ὁ δὲ τῶν οὐρανῶν βασιλεὺς καὶ Θεὸς τὸν ὡραϊσμένον τῷ πνεύματι, κἂν εὐτελὴς τὸ φαινόμενον κἂν τυφλὸς κἂν ξηρὸς κἂν χωλὸς κἂν ὁτιοῦν ἄλλο τῶν δοκούντων εἶναι ἐν ἀνθρώποις ἐπονειδίστων.

Ἐντεῦθεν οἱ ἀγενεῖς εὐγενεῖς, οἱ ἄδοξοι ἔνδοξοι, οἱ πτωχοὶ πλούσιοι· ἐντεῦθεν οἱ μακάριοι ἀπόστολοι ἐξ ἀλιέων ἄρχοντες ἐπὶ πάσης τῆς γῆς· ἐντεῦθεν ὁ ἅγιος Ἀντώνιος ἀγράμματος ὢν τῶν σοφῶν σοφώτερος· ἐντεῦθεν, ἵν’ οἰκειότερον τὸ παράδειγμα λάβωμεν, ὁ ἡμέτερος Θαδδαῖος ἐκ σκυθικοῦ γένους καὶ ζυγοῦ δουλείας, ὡς ἴστε, ἀναβεβηκὼς εἰς ὕψος ὁμολογίας Χριστοῦ καὶ περιφανὴς τῷ κόσμῳ γενόμενος.

Καὶ ὢ τῆς ἀφάτου φιλανθρωπίας τοῦ ἀγαθοῦ Θεοῦ ἡμῶν! πῶς ῥᾴστην ἡμῖν τὴν πρὸς αὐτὸν εἴσοδον ἐχαρίσατο! Οὐ γὰρ δεδέηταί τις μεσίτου οὔτε χρημάτων οὔτε τινὸς ἀνθρωπίνης περιπετείας· ἀλλὰ θελῆσαι δεῖ μόνον, καὶ τὸ πᾶν ἤνυσται· παντὸς γὰρ τοῦ προαιρουμένου τὸ ἀγαθὸν καὶ μικροῦ καὶ μεγάλου καὶ σοφοῦ καὶ ἀσόφου, ὡς καὶ τὸ βούλεσθαι ὁρᾶν τὸν ἥλιον ἔχει.

Βούλει οὖν μέγας εἶναι ἐν οὐρανοῖς; ἑλοῦ τὸ ἐνταῦθα ἔσχατον. Βούλει υἱὸς Θεοῦ κληθῆναι; εἰρήνευσον τὴν ψυχὴν ἀπὸ τῶν παθῶν. Βούλει ὑπὸ τῶν ὀφθαλμῶν τοῦ Θεοῦ ἐποπτεύεσθαι; ἀντέχου δικαιοσύνης. Καὶ πρὸς ταῦτα τίς ἱκανός; <ὅστις> γοργὸς δράξασθαι παιδείας, ἐργάσασθαι δικαιοσύνην, πλουτῆσαι τὰ θεῖα.

Ἀλλὰ γένοιτο καὶ ἡμᾶς ἐν τοιαύτῃ διαθέσει ἐνεργοῦντας τὰς ζωοποιοὺς ἐντολὰς τυχεῖν βασιλείας οὐρανῶν, σὺν πᾶσι τοῖς ἁγίοις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΜΔʹ ΠΕΡΙ ΤΟΥ ΜΗ ΚΑΤΑ ΠΡΟΣΚΛΙΣΙΝ ΠΟΙΕΙΝ ΤΙ ΠΡΟΣ ΤΗΝ ΑΔΕΛΦΟΤΗΤΑ ΤΟΝ ΤΕ ΟΙΚΟΝΟΜΟΝ ΚΑΙ ΕΙ ΤΙΝΑ ΑΛΛΟΝ ΕΝ Τῌ ΕΜΠΙΣΤΕΥΘΕΙΣῌ ΑΥΤῼ ΔΙΑΚΟΝΙᾼ ΑΛΛΑ ΣΥΜΠΑΘΩΣ ΚΑΙ ΦΙΛΑΔΕΛΦΩΣ ΩΣ ΑΝ ΔΟΞΑΖΗΤΑΙ ΘΕΟΣ Ἀδελφοὶ καὶ πατέρες, ἴσως ἐλύπησεν ὑμᾶς ἡ προλαβοῦσα κατήχησις καθαψαμένη ὑμῶν τῆς τιμιότητος· ἀλλὰ καὶ τοῦτο λυσιτελές· ἡ γὰρ κατὰ Θεὸν λύπη χαρᾶς ἐστι ποιητικὴ καὶ ἡ ἐξ ἀγάπης ἐπίπληξις διορθωτική ἐστι τῶν προσηκόντων· καὶ πληροῦται λοιπὸν τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· «Διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας.» Καὶ γὰρ ἀμφοτέροις διοικούμεθα καὶ ἐξ ἀναγκαίου ἀμφότερα ὀφείλομεν φέρειν, καὶ μήτε ἐν τοῖς ἐπαίνοις χαυνοῦσθαι μήτε ἐν ταῖς ἐπιπλήξεσι καταπίπτειν. Ἐγὼ δὲ πάλιν ἐπὶ τὸν αὐτὸν εἶμι λόγον· τίνα τοῦτον;

Ὅτι ἐπίσης τῷ διακονουμένῳ καὶ ὁ διακονῶν ὀφείλει ἐναγώνιος εἶναι ἐν τῇ διακονίᾳ· ὁ οἰκονόμος δὴ λέγω, ὁ παροικονόμος, ὁ κελλαρίτης, ὁ ὀψοποιός, ὁ τραπεζοποιός, καὶ εἴ τις ἄλλος ἐν διακονίᾳ, ὡς ἂν μὴ ὑποπέσῃ τῇ κατάρᾳ τοῦ εἰπόντος· «Ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς·» ἀλλ’ ἵνα μᾶλλον ἄξιος γένηται τῆς ἀποδοχῆς τοῦ Κυρίου εἰρηκότος· «Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ, τοῦ δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως· ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.» Εἶδες πόσην καὶ ἡλίκην τιμὴν δίδωσι τῷ καλῶς διακονοῦντι; Οὐκοῦν καὶ τῷ κακῶς διακονοῦντι τὴν ἐναντίαν ἀποίσει ψῆφον· καὶ διὰ τοῦτο, παρακαλῶ ὑμᾶς, ἀδελφοὶ, ἕκαστος τὴν ἐμπιστευθεῖσαν αὐτῷ διακονίαν εὐσυνειδότως ἐχέτω, καὶ ἐν αὐτῇ δοξαζέτω τὸν Θεὸν καὶ κατακτάσθω τὴν οἰκείαν σωτηρίαν. Ὁ οἰκονόμος οἰκονομείτω τὰς σωματικὰς χρείας διδοὺς ἑκάστῳ τὸ προσῆκον, μὴ ἐν προσωποληψίᾳ μηδὲ κατὰ πρόσκλισιν ποιῶν τι, ἀλλὰ συμπαθῶς καὶ φιλαδέλφως.

Ὁ κελλαρίτης βλεπέτω πῶς περιποιεῖται τὰ βρώματα τῇ ἀδελφότητι, ἐν εἰλικρινείᾳ καὶ ἐφέσει ἀναπαύσεως αὐτῶν, μή τι παρεωραμένον ἢ φθειρόμενον ἔχων ἐν τῷ κελλαρίῳ· ὁ ὀψοποιὸς τηρείτω συνείδησιν ἐν τοῖς παροψήμασι καὶ παραρτύμασιν, ὡς Θεῷ ἀναφέρων τὴν λειτουργίαν αὐτοῦ· ὁ τραπεζοποιὸς καθαιρέτω τὴν τράπεζαν καὶ τὰ ὑπουργικὰ σκεύη ὑπουργῶν τοῖς ἀδελφοῖς, ὡς τῷ Κυρίῳ· ὁμοίως οἱ ἄλλοι ἐν ταῖς ἄλλαις διακονίαις. Καὶ ταῦτα λέγω, οὐχὶ τοῖς διακονοῦσι τοὺς διακονουμένους ἐπανιστῶν, ἀλλ’ ἵνα ἕκαστος ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ πληροφορῇ τὴν διακονίαν αὐτοῦ πρὸς Θεὸν βλέπων, παρ’ οὖ καὶ ἡ ἀποκαραδοκία τῆς μισθαποδοσίας. Ἢ οὐχὶ καὶ αὐτὸς ἐγὼ ὁ ταπεινὸς οἰκονομίαν πεπίστευμαι; καί γε τὴν μείζονα.

Οὐκοῦν ὡς ἐμοὶ προσήκει φροντίζειν καὶ ἀγρυπνεῖν ὑπὲρ τῶν ψυχῶν ὑμῶν παρακαλεῖν τε καὶ νουθετεῖν ἕνα ἕκαστον, ἰδίᾳ τε καὶ δημοσίᾳ, ἀναγγέλλειν τε τὸ δικαίωμα τοῦ Θεοῦ καὶ τὴν ἐρχομένην ῥομφαίαν· οὕτως ἀνολιγώρως καὶ ὑμῖν ἔξεστι τὰς διακονίας ἐπιτελεῖν. Καὶ γενώμεθα, ἀδελφοί μου, ἔτι καὶ ἔτι «ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθημεν ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ἡμῶν» ἀλλήλους ἀγαπῶντες ὡς ἀλλήλων μέλη, ἀλλήλων ἀνεχόμενοι. ἀλλήλους περιέποντες, ἀλλήλων τὰ βάρη βαστάζοντες. Καὶ μήποτε φθάσωμεν εἰς ὑστεροβουλίαν ἐλθεῖν. ὡς ἂν ἐν καιρῷ ἐξόδου ἀνακαλεῖσθαι τὸν παρελθόντα χρόνον ἐν ἀμελείᾳ· ἀλλ’ ἀεὶ ὦμεν ἐμπαράσκευοι, ἕτοιμοι, εὐέλπιδες, εἰλικρινεῖς, ἀπρόσκοποι, ἵνα εὐσυνειδότως τῶν ἐνθένδε μεταναστάντες τύχωμεν βασιλείας οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΜΕʹ ΠΕΡΙ ΑΤΑΚΤΗΣΑΝΤΩΝ ΑΔΕΛΦΩΝ ΕΠΙΤΙΜΗΣΙΣ ΚΑΙ ΔΙΔΑΣΚΑΛΙΑ ΠΑΡΑΙΝΕΤΙΚΗ ΠΕΡΙ ΕΥΤΑΞΙΑΣ Ἀδελφοὶ καὶ πατέρες, μικρὸν ἀπεδημήσαμεν ἀφ’ ὑμῶν καὶ αὖθις ἐπιστάντες εὕρομεν ἐν ὑμῖν ἀταξίαν· (δεῖ γὰρ καὶ ἐπὶ τοῦ κοινοῦ φανερῶσαι αὐτήν), καὶ τοσαύτην ἀταξίαν, ὥστε τινὰς καὶ χεῖρας ἐκτεῖναι καὶ ἀλλήλων δράξασθαι μανικῶς, καί γε μετὰ θυμοῦ καὶ κραυγῆς. Καὶ ἐπὶ μὲν τοῦ ἑνὸς, οὐ πολὺ τὸ ξένον, διότι λαϊκὸς καὶ οὔπω κατατεταγμένος ἐν τῇ ἀδελφότητι· ἐπὶ δὲ τοῦ ἑτέρου, καὶ πάνυ ξένον, ὅτι ὁ μονάζων, ὁ ἐσταυρωμένος τῷ κόσμῳ, ὁ καθηλωμένας ἔχων τὰς σάρκας τοῦτο πέπραχε. Πότε οὖν, ἐρωτῶ ἀδελφὲ, καταβέβηκας ἀπὸ τοῦ σταυροῦ; πότε δὲ τῶν ἥλων ἀφεθεὶς ἐπέβαλες τὰς χεῖρας ἰουδαϊκῶς ἐπὶ τὸν Ἰησοῦν; «Ὁ γὰρ ποιήσας, φησὶν, ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων ἐμοὶ ἐποίησεν.» Οὐκ ἐφοβήθης ἀπὸ προσώπου τοῦ ταῦτα λέγοντος; οὐκ ᾐδέσθης τὸν φύλακα τῆς ζωῆς σου ἄγγελον; οὐκ ἠρυθρίασας τοὺς ὁρῶντας ἀδελφοὺς καὶ ἐπιξενουμένους; «Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν, φησὶν, ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Σοῦ δὲ τοὐναντίον τοσοῦτον ἐσκότασε τὸ κακὸν ἔργον, ὥστε βλασφημηθῆναι τὸ ὄνομα τοῦ Θεοῦ διὰ σέ. Οἴμοι τῷ ἀμαρτωλῷ! εἰς οἷον ὕψος πολιτείας ἐκλήθημεν καὶ ποῦ καταβεβλήμεθα ἴσα κακοτρόποις λαϊκοῖς ἐνασχημονοῦντες!

Ἀλλ’ ὅτι, φησὶ, προκατήρξατο ἐκεῖνος τῆς μάχης. Εἶτα οὐκ ἤκουσας τοῦ Κυρίου εἰρηκότος πρὸς τὸν ῥαπίσαντα αὐτὸν ὑπηρέτην; «Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;» Καὶ πάλιν ἐπὶ τοῦ σταυροῦ· «Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν· οὐ γὰρ οἴδασι τί ποιοῦσιν.» Ἀνθ’ ὧν ὀφείλεις καὶ λοιδορούμενος εὐλογεῖν καὶ τυπτόμενος ὑπερεύχεσθαι καὶ βλασφημούμενος παρακαλεῖν· σὺ δὲ τὸν ἀγαθὸν μὴ μιμούμενος ὅρα τίνος ἐγένου μίμημα. Αὕτη ἐστὶν ἡ ἀσφάλεια τῶν κατηχήσεων; τοῦτο ἔστι τὸ παράγγελμα ὃ παραγγέλλει ὁ μακάριος Ἀπόστολος· «Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ,» ὅτι ὑμεῖς καὶ εἰς χεῖρας ἔρχεσθε καὶ τρίχας τίλλετε καὶ ἀλλήλους ἀποπνίγετε;

Οὐκοῦν καταπεφρόνηται ὁ νόμος τοῦ Θεοῦ, καὶ «εἰς κενὸν ἀργυροκόπος, προφητικῶς εἰπεῖν, ἀργυροκοπεῖ,» καὶ εἰκῆ καὶ μάτην ὁ ταπεινὸς κοπιῶ. Ὅμως οὐδ’ οὕτως ἀφέξομαι τὸ ἐμαυτοῦ ποιεῖν ἄλλως τε ἔχων καὶ πολλοὺς τοὺς ἀκούοντάς μου ἐμμελῶς.

Πόθεν οὖν τὸ αἴτιον τῆσδε τῆς ἀταξίας; —Δεῖ γὰρ μὴ μόνον κατηγορῆσαι τῆς ἁμαρτίας, ἀλλὰ καὶ τὴν θεραπείαν ἐπιδείξασθαι. — Κακὸν συνειδὸς τὸ ταῦτα καινοτομοῦν, φρόνημα ὑπέρογκον, καρδίας πονηρᾶς ἐμμελέτημα. Ἐὰν, φησὶν, εἴπῃ μοι τόδε, ἀνταποκριθήσομαι αὐτῷ ἐκεῖνο· ἐὰν δράσῃ μοι τάδε, ἀντιδράσω τὰ ἰσόρροπα· εἶτα φθάσαντος ἐρεθισμοῦ διά τινος ὑποπεσούσης προφάσεως, τηνικαῦτα τὰ ἐν τῷ κρυπτῷ βουλευόμενα εἰς τοὐμφανὲς ἐκφέρομεν· ἀψευδὴς γάρ ἐστιν ὁ εἰπών· «Ἐκ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα. Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά.» Οὐκοῦν θησαυρὸς ἡμῖν ἔστω ἡ καρδία ἀγαθῶν βουλευμάτων, καὶ οὐ μόνον οὐκ ἐκβαλοῦμεν πονηρὰ οὐδὲ μαχεσόμεθα, ἀλλὰ καὶ ἐάν τις ἡμῶν τὴν δεξιὰν σιαγόνα ῥαπίσῃ, ἐμπαρέξομεν αὐτῷ καὶ τὴν ἑτέραν, καὶ πᾶν ὁτιοῦν ἄλλο ὑποίσομεν εὐαγγελικῷ προστάγματι πειθόμενοι.

Καὶ ἱνατί ἀποθνήσκομεν, οἶκος Ἰσραήλ; κἀνταῦθα ἔστιν εἰπεῖν· καὶ ἱνατί ἀμείβομεν ἡμέραν ἐξ ἡμέρας τὴν ζωὴν ἡμῶν εἰκῆ καὶ μάτην; ἐν μὲν ταῖς ὀψοφαγίαις καὶ οἰνοποσίαις δόκιμοι ὄντες καὶ εὐχαρεῖς· ἐν δὲ ταῖς ἐργασίαις τῶν ἐντολῶν τοῦ Θεοῦ ἀδόκιμοι καὶ ἀχαρεῖς; Οὐκ ἀσφαλισόμεθα οὖν μὴ πικραίνεσθαι μὴ θυμοῦσθαι μὴ ὀργίζεσθαι μὴ κραυγάζειν; ἐξ ὧν προάγονται, ὥσπερ τινὰ βέλη, αἱ ὕβρεις καὶ τὰ τούτων ἔτι χαλεπώτερα. «Ἰδοὺ παραγγέλλω ὑμῖν, ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα, καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, τηρῆσαι ὑμᾶς τὴν ἐντολὴν, καθὼς βοᾷ ὁ Ἀπόστολος, ἄσπιλον, ἀνεπίληπτον,» ἵνα μὴ ἀναγκάσητέ με ὑποβαλεῖν ὑμᾶς ἐν ἐπιτιμίοις βαρυτάτοις, ἀλλ’ ἵνα μᾶλλον εὐτακτοῦντες καὶ ἀσχημονοῦντες κἀμὲ τὸν ἁμαρτωλὸν ἀναπαύσητε καὶ τὸν Θεὸν θεραπεύσητε καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτεύξησθε, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΜϚʹ ΠΕΡΙ ΕΙΡΗΝΗΣ ΚΑΙ ΠΡΑΟΤΗΤΟΣ ΕΠΙΕΙΚΕΙΑΣ ΤΕ ΚΑΙ ΠΑΡΘΕΝΙΑΣ Ἀδελφοὶ καὶ πατέρες, οὔτε ἐγὼ ὀφείλω κόρον λαμβάνειν τῆς σωτηρίου διαλέξεως οὔτε ὑμεῖς τῆς ἐπωφελοῦς ἀκροάσεως· ἀλλ’ ἀμφότεροι περὶ ἑκάτερα οὕτως ἐπιθυμητικῶς ἔχειν, ὡς οἱ διψῶντες ἀρύσασθαι ὕδωρ. Καὶ τοῦτο ἔστι σημεῖον προκοπῆς, καὶ αὕτη ἐστὶ σωτήριος ὑπόθεσις· ὁδοποιοῦσι γὰρ οἱ λόγοι πρὸς τὰ πράγματα, οἵ τε ἀγαθοὶ πρὸς τὰ ἀγαθά, οἵ τε ἐναντίοι πρὸς τὰ ἐναντία. Οὐκοῦν ἐπειδὴ ἡμεῖς ἐφιέμεθα τὰ ἀγαθὰ πράττειν, ἀγαθοῖς λόγοις καὶ χρησταῖς ὁμιλίαις ἀναστρεφώμεθα, ὡς ἂν μὴ διαμάρτοιμεν τοῦ δέοντος· αὐτὸς γὰρ τοῦτο διδάσκων ὁ Ἀπόστολος τάδε φησί· «Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ’ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι· καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.» Καὶ πάλιν λέγει· «Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ· γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν.» Ὁρᾶτε τί παραγγέλλει; πόση ἡ ἀκριβολογία τῆς ἐντολῆς; καὶ ταῦτα τίσι διαλεγόμενος; οὐ μονάζουσιν, ἀλλ’ ἁπλῶς πᾶσι βιωτικοῖς.

Ἐπὶ δὲ τῶν μοναζόντων ἐκεῖνα ἔστι λέγειν· «Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις,» ὡσανεὶ ἀνενέργητοι ὄντες τῆς καθ’ ἁμαρτίαν πράξεως. Εἰ δὲ ταῦτα οὕτως ἔχει, σκοπείτωσαν οἱ νῦν μαχεσάμενοι ποίας εἰσὶ καταδίκης ἄξιοι, οἳ οὐ μόνον ἐμαχέσαντο, ἀλλὰ καὶ χεῖρας ἐπέβαλον εἰς ἀλλήλους.

Ἐκτείνεις ὅλως χεῖρα, εἰπέ μοι, εἰς μονάζοντα ὁ ἔτι ἐν λαϊκοῖς κατηριθμημένος· σὺ δὲ ὁ μονάζων τολμᾷς ῥάβδῳ παῖσαι τὸν στοιχειούμενον πρὸς τὴν ὑποταγήν. Οὐκοῦν οὐκ εἶ μοναχὸς, ἀλλὰ μονομάχος· οὐδὲ ἀσκητὴς, ἀλλὰ λῃστής· οὐδὲ υἱὸς εἰρήνης, ἀλλὰ τέκνον ὀργῆς. Μὴ γὰρ οὐχὶ ἀπὸ ὕβρεων προῆλθον πληγαὶ καὶ ταῖς πληγαῖς ἐπηκολούθησαν θάνατοι; Οἱ μὲν οὖν οὕτω πράξαντες ὑποβληθήσονται τῇ προσηκούσῃ ἐπιτιμίᾳ, ὡς ἂν μὴ εἰς τὰ χείρονα προέλθοιεν· ὑμεῖς δὲ, ὦ ἠγαπημένοι, ὡς μαθηταὶ τοῦ πράου καὶ εἰρηνοδώρου Δεσπότου, πράως καὶ ἐπιεικῶς ἐμπολιτεύεσθε «εἰρήνην διωκόντες μετὰ πάντων καὶ τὸν ἁγιασμὸν, οὖ χωρὶς, οὐδεὶς ὄψεται τὸν Κύριον», ἄλλως τε αἰδούμενοι καὶ τὸ δεσποτικὸν σῶμά τε καὶ αἷμα, οὖ μεταλαμβάνειν ἠξιώμεθα. Μὴ τοίνυν ἡ ὑποδεχομένη τὰ ἄχραντα δῶρα ψυχὴ ὑποδεχέσθω ταραχάς τε καὶ μανίας καὶ ἔκτοπα ἐπιθυμήματα, μηδὲ τὸ στόμα τὸ ἀρυόμενον τῆς ἀθανάτου πηγῆς ἐκφερέτω βορβορώδεις λόγους καὶ κενὰ ἀμαρεύματα, μηδὲ οἱ καθαγιασθέντες ὀφθαλμοὶ τῷ τιμίῳ αἵματι τεθηριωμένα βλεπέτωσαν καὶ πορνικὰ ἀναζωγραφείτωσαν θεάματα, μηδὲ ἡ χεὶρ θησαυρίζουσα τὰ θεῖα ἁπτέσθω ἃ μὴ θέμις· ἀλλὰ πάντα τὰ μέλη ὡς Χριστοῦ μέλη φυλακτέα καὶ σωστέα.

Μέγα μὲν οὖν ἅπαν κατόρθωμα, καὶ εὐχῆς τῆς ἀνωτάτω κατακτήσασθαι· οὐμενοῦν τοσοῦτον ὅσον τὸ τῆς παρθενίας. Παρθενία γάρ ἐστιν ἡ ἐν παραδείσῳ πρώτιστα ἐκλάμψασα πρὶν ἢ τοὺς προπάτορας ἡμῶν κατασοφισθῆναι ὑπὸ τοῦ ὄφεως. Παρθενία ἐστὶν ἡ μήτηρ Χριστοῦ χρηματίσασα· παρθενία ἐστὶν ἡ τοὺς ἀνθρώπους ἀγγέλους ἀπεργαζομένη, εἴπερ ὁ μὲν γάμος ἐκ φθορᾶς ἄρχεται καὶ εἰς φθορὰν καταλήγει· ἡ δὲ παρθενία εἰς ἀφθαρσίαν τὸν κόσμον ἀνίστησι. Πῶς οὖν αὐτὴν κτησόμεθα, εἴποι τις ἄν; πῶς δ’ ἂν ἄλλως ἢ ἐν μυρίοις πόνοις τε καὶ ἱδρῶσιν; Ὅπου γὰρ μέγα τὸ κατόρθωμα, ἐκεῖ μεγίστης καὶ σπουδῆς χρεία. Τοίνυν καθάπερ μάχαιρα ὀξεῖα τέμνειν οἶδε τοὺς προσβάλλοντας· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ ψυχὴ τῷ θείῳ φόβῳ, ὥσπερ τινὶ πυρὶ χαλκευθεῖσα καὶ τῷ τῶν δακρύων ὕδατι στομωθεῖσα, τεμνέτω καὶ σκυλευέτω τοὺς δαιμονιώδεις λογισμούς· κἂν τύχῃ ἀμβλυνθῆναι, πάλιν στομούσθω πατάσσουσα οὐκ ἐν χιλιάσι μόνον, ἀλλὰ καὶ «ἐν μυριάσι,» κατὰ τὸ ἐν Δαυὶδ ᾀδόμενον· εἴπερ πολλοὶ οἱ πολεμοῦντες ἡμᾶς ἀπὸ ὕψους, καὶ μυρία τὰ καθ’ ἡμῶν στρατευόμενα τῆς πονηρίας πνεύματα, οἷς τὸ ἀντιτάσσεσθαι μέχρι τέλους στρατιώτην ἀναδείκνυσι τοῦ Χριστοῦ καὶ στεφανίτην, ὡς ἀληθῶς, ἀπαράγραπτον.

Γένοιτο δὲ ἐλέει Θεοῦ καὶ τοῖς ἁμαρτήσασι συγχώρησις, καὶ ὑμῖν τοῖς εὐδρομοῦσι προθυμία πρὸς τὸ ἔτι διαπράξασθαι πᾶσαν ἐντολὴν Θεοῦ καὶ τυχεῖν βασιλείας οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΜΖʹ ΟΤΙ ΟΥ ΔΕΙ ΕΑΝ ΤΟΥΣ ΠΟΝΗΡΟΥΣ ΛΟΓΙΣΜΟΥΣ ΕΓΧΡΟΝΙΖΕΙΝ ΕΝ ΗΜΙΝ ΚΑΙ ΠΕΡΙ ΤΟΥ ΜΗ ΤΥΠΤΕΙΝ Ἀδελφοὶ καὶ πατέρες, οὐ μέγα τι ποιοῦμεν κατὰ μίαν σαββάτων, ἤτοι δὶς ἢ τρὶς διαλεγόμενοι ὑμῖν· ἀλλ’ εἰ δυνατὸν καὶ καθ’ ἑκάστην ἡμέραν τοῦτο ποιεῖν ὑπῆρξεν ἂν ἡμῖν οὐκ εἰς μικρὰν λυσιτέλειαν. Καὶ γὰρ πταίομεν ἅπαντες καθ’ ἑκάστην καὶ χρῄζομεν τῆς ἀλλήλων ὑπομνήσεώς τε καὶ ἀντιλήψεως, πρὸς τὸ ἐπανάγεσθαι καὶ ἀνατρέχειν εἰς τὴν προτέραν στάσιν· στάσις γάρ ἐστιν ἡ ἀρετή, καὶ ἡ ταύτης ἔκκλισις κακία καὶ ἔστι καὶ ὀνομάζεται.

Ἀλλ’ ὁ μὲν ῥᾴθυμος καὶ κατημελημένος τοῦτο κρίνει ἁμάρτημα τὸ αὐτοτελὲς τῆς πράξεως, ἤγουν πορνείας, μοιχείας, ἀσελγείας, ἀκαθαρσίας, εἴ τινος ἄλλης πονηρίας, ὧν καὶ ὁ νόμος βαρύς· ὁ δὲ σπουδαῖός τε καὶ ἠκριβωμένος οὐδὲ τὰς ἀπρεπεῖς φαντασίας τοῦ νοῦ καὶ τοὺς ἐντεῦθεν γινομένους γαργαλισμοὺς τῷ σώματι ἀνευθύνους λογίζεται· ἀλλὰ σπεύδει πάντα ἀφανίζειν καὶ ἡσυχίαν ἄγειν ἀπὸ τῶν ὀλεθρίων παθῶν, ὅπερ ἐστὶ τὸ εἰρήνην ἔχειν ἡμᾶς «πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,» καθώς φησιν ὁ Ἀπόστολος· πρὸς ἣν γενομένη ἡ ψυχὴ χαίρει χαρὰν μεγάλην ὡς ἀληθῶς, καὶ ἥδεται ἡδονὴν ἀκόρεστον ἐμφιλοχωροῦσα ταῖς περὶ Θεοῦ ἐννοίαις καὶ ἐμβαθύνουσα ταῖς θεωρίαις τῶν ἀπορρήτων αὐτοῦ μεγαλείων, ὡς καὶ ἑαυτῆς ἐπιλανθάνεσθαι. Ὁπόταν δὲ ἀποστῇ τῆς τοιαύτης καταστάσεως καὶ ὑποσυρῇ ταῖς ἀλόγοις ἐπιθυμίαις, ταράττεταί τε καὶ κλυδωνίζεται, καθάπερ σκάφος χειμαζόμενον ὑπὸ θαλάσσης κυμαινομένης, καὶ εἰ μὴ Κύριος ἐπιστῇ βοηθὸς, πάθοι ἂν καὶ τὸ ναυάγιον. Διὸ προσεκτέον, ἀδελφοὶ, μὴ ἐᾶν τοὺς πονηροὺς λογισμοὺς χρονίζειν ἐν ἡμῖν, ἀλλὰ προρρίζους ἀνασπᾶν αὐτούς· ἐπὰν γὰρ εὕρῃ τόπον ὁ ὄφις παρακύψαι καὶ κατὰ μικρὸν εἰσδῦσαι, ὅλως οὐκ ἀνέχεται εἰ μὴ ἀποτέκοι θάνατον.

Διὰ τοῦτό φησιν ἡ γραφή· «Αὐτὸς τηρήσει σου πτέρναν,» τουτέστι τὸ τέλος τῆς πράξεως· «καὶ σὺ τηρήσεις αὐτοῦ κεφαλήν,» τουτέστι τοῦ λογισμοῦ τὴν εἰσβολήν. Οὐκοῦν στῶμεν λοιπὸν γενναίως πρὸς τὰς προσβολάς, καὶ σκυλεύωμεν τοὺς ἐμπύρους λογισμούς, καὶ διακόπτωμεν τὴν ἁλμυρὰν θάλασσαν τῆς ἁμαρτίας, ὡς ἂν ἐξῇ καὶ ἡμῖν μετὰ τοῦ Δαυὶδ λέγειν· «Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.» Ἔστι δὲ οὐ μόνον τὸ πάθος τοῦτο ταράττον καὶ ἀλλοιοῦν τὴν ψυχήν· ἀλλὰ καὶ ὁ θυμὸς ὅτι μάλιστα· «Ἐταράχθη γὰρ, φησὶν, ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου·» καί· «Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως·» καί· «Θυμὸς ἐν κόλποις ἀφρόνων αὐλίζεται·» καί· «Ἡ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ.» Πόθεν οὖν τὸ τοιοῦτον πάθος ἀποτίκτεται, ἀλλ’ ἢ ἀπὸ ἀλαζονικοῦ καὶ ὑπεροπτικοῦ φρονήματος οἰομένου εἶναί τι καὶ κατεξανισταμένου τῶν ὑπὸ χεῖρα; Ἐπεὶ ὁ ταπεινὸς τῇ καρδίᾳ, κατὰ μίμησιν τοῦ Κυρίου, πρᾶός ἐστι καὶ ἡσύχιος, οὐκ ἐρίζων οὐδὲ κραυγάζων· ἀλλ’, εἰ καὶ τύχοι, ὑβρίζεται μᾶλλον ἣ ὑβρίζει· τύπτεται, ἀλλ’ οὐκ ἀντιτύπτει.

Οἱ δὲ περὶ ὧν ὁ λόγος οὐ μόνον θυμικῶς ὑβρίζουσιν, ἀλλὰ καὶ τύπτειν ἐπιχειροῦσι, καὶ ταῦτα ἀδελφοὺς ὁμοσχήμους· εἶτα ἐγκαλούμενοι τὴν προπέτειαν ἀποκρίνονται μὴ ὑπὸ κανόνα ἑαλωκέναι· ἐπειδή, φασιν, οὐ δι’ ἑαυτῶν, ἀλλὰ δι’ ἑτέρων τετύφαμεν, συνηγορίαν τοῦ πάθους τὸ ἐν τῇ Κλίμακι φέροντες ῥησείδιον, οὐκ εἰδότες ὅτι ὁ λόγος ἐκεῖνος βεβιασμένος ἐστὶν οὐκ ἔχων τὸ ἔννομον. Καὶ δηλοῖ αὐτὸς ὁ πατὴρ ὑπομνηματίζων τὰ τοῦ Ἀποστόλου καὶ τάδε λέγων· «Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, οὐ μέντοι καὶ τύψον.» Εἰ οὖν οὐκ εἶπε τύπτειν, τίς ὁ τολμῶν προσθεῖναι ἢ ὑφαιρεῖν τῶν ἀποστολικῶς ἐκδεδομένων; Ἄλλως τε εἰ τὸ μὴ δι’ ἑαυτοῦ, ἀλλὰ δι’ ἑτέρου, τετυφέναι ἀφίησι τοῦ ἐγκλήματος, ἀφείσθωσαν τοῦ φονικοῦ ἐγκλήματος καὶ πάντες οἱ τύραννοι, διότι μὴ δι’ ἑαυτῶν, ἀλλὰ διὰ τῶν σφῶν ὑπηρετῶν ἀπεκτόνασι τούς τε προφήτας καὶ μάρτυρας· καὶ μηδεὶς λεγέτω ὅτι ὁ δεῖνα καὶ ὁ δεῖνα κεκόλακε τόνδε καὶ τόνδε· ἀλλὰ ζητείτω ἐξονομάζειν τοὺς ὑπηρετοῦντας, ὅπερ ἐστὶν ἀσύφηλον. Ποῦ δὲ καὶ ὁ ἀποστολικὸς κανὼν παραθεωρηθήσεται διαγορεύων· «Ἐπίσκοπον ἢ πρεσβύτερον ἢ διάκονον τύπτοντα πιστοὺς ἁμαρτάνοντας ἢ ἀπίστους ἀδικήσαντας καθαιρεῖσθαι προστάσσομεν.» Ἆρα μήπως ἔλαθε τὸ ἅγιον Πνεῦμα ὑπομνηματίσαι τὸ δι’ ἑτέρου τύπτεσθαι; ἀλλ’ ἄπαγε τῆς ληρωδίας.

Ὑποδειγματιζέσθω δὲ ὁ λόγος καὶ ἐπὶ τῶν ἐν χρήμασι χειροτονούντων ἢ χειροτονουμένων· ἆρα ὅτι μὴ δι’ ἑαυτῶν, ἀλλὰ δι’ ἑτέρας χειρὸς ἢ ἔλαβον ἢ δεδώκασιν, ἔξω πίπτουσι τῆς κανονικῆς καθαιρέσεως; ἀλλ’ οὐδαμῶς. Τὸ αὐτὸ δὴ κἀνταῦθα οἰητέον καὶ νομιστέον τοῦ θυμοῦ εἶναι ἔκγονα· ἃ ἀναιρετέον, ὥσπερ καὶ τὴν πονηρὰν ἐπιθυμίαν ἀπὸ τῶν ψυχῶν· καὶ μήτε δεξιᾷ μήτε ἀριστερᾷ, ἀλλ’ ὁδῷ βασιλικῇ, ἤγουν εὐαγγελικῇ καὶ ἀποστολικῇ θεσμοθεσίᾳ ὁδευτέον. Οὕτω γὰρ ἐν ἴχνεσι περιπατοῦντες τῶν ἁγίων καταντήσομεν σὺν αὐτοῖς εἰς ζωὴν αἰώνιον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΜΗʹ ΠΕΡΙ ΥΠΑΚΟΗΣ ΟΜΟΝΟΙΑΣ ΤΕ ΚΑΙ ΕΙΡΗΝΗΣ Ἀδελφοὶ καὶ πατέρες, πάλιν ἐπὶ τῶν αὐτῶν εἰμι λόγων, καὶ μάλιστα ἀκούων τοῦ Ἀποστόλου λέγοντος· «Ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ, ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.» Οὐκοῦν ἐμοὶ μὲν ἀναγκαῖον τὸ λέγειν, ὑμῖν δὲ τὸ ὑπέχειν τὴν ἀκοὴν καὶ εἰς ἔργον προάγειν τὰ διδάγματα. Τί δέ ἐστι τὸ νῦν λεγόμενον; Περὶ τῆς σωματικῆς ἡμῶν διαγωγῆς, ὅτι εἰ καὶ ἐν ἐξορίᾳ ἐσμὲν, ἀλλ’ ὅμως κοινοβιακῶς ζῶμεν, οὐ μεθ’ ἑνὸς ἢ δυοῖν, ἀλλὰ καὶ μετὰ πλειόνων· καὶ τὰ μὲν τοῦ κοινοβίου εὐπόριστα οὐκ ἔχομεν, τὰ δὲ ἐπίπονα παρακερδαίνομεν· παραγίνονται γὰρ ἀεννάως καὶ ἀδελφοὶ καὶ πατέρες καὶ φίλοι καὶ ξένοι καὶ πένητες· καὶ τὸ πᾶσιν ὑπαντᾶν καὶ πᾶσιν ἐπαρκεῖν οὐκ ὀλίγου ἐστὶ τοῦ πνεύματος οὐδὲ ὀλίγης δυσχερείας. Χρὴ οὖν τὸν οἰκονόμον φρόνιμον εἶναι καὶ ἐγρήγορον ὡς Θεοῦ οἰκονόμον.

Τοῦτο δὲ οὐδὲν ὀνήσει, εἰ μὴ ἔχοι ὁ οἰκονόμος συμφωνοῦντα καὶ συγγρηγοροῦντα αὐτῷ τὸν παροικονόμον· ἀλλ’ οὐδὲ ὁ παροικονόμος, εἰ μὴ συνεπόμενον ἔχοι τὸν κελλαρίτην· ἀλλ’ οὐδὲ ὁ κελλαρίτης, εἰ μὴ συναντιλαμβανόμενον αὐτῷ ἔχοι τὸν ὀψοποιόν· καὶ οἱ λοιποὶ τοὺς λοιποὺς ὡσαύτως συνδιατιθεμένους· καὶ καθάπερ ἐν ἑνὶ σώματι μέλη πολλά ἐστι, «Τὰ δὲ μέλη πάντα ὑπὲρ ἀλλήλων μεριμνῶσι, καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη·» οὕτω καὶ ἐπὶ τῆς ἀδελφότητος· εἰ μὴ ὁ αὐτὸς λόγος φυλάττοιτο, οὐκ ἂν εἴη κοινόβιον, οὐκ ἂν εἰρήνη καὶ ὁμόνοια· ἀλλὰ στάσις καὶ διάλυσις. Εἰ δὲ τοῦτο οὕτως ἔχει, πῶς τολμᾷ τις ἰδιοθελῶς κινεῖσθαι ἢ τῆς ἡμέρας ἤδη ὑπολαμπούσης μαθήματι σχολάζειν ἰδίῳ ἤ τινι ἐργοχείρῳ, ἀλλ’ οὐχὶ πρὸς τὸ κοινῇ συμφέρον προέρχεται; ἢ πῶς τολμᾷ τις εἰς ἔργον καλούμενος ἀπαναίνεσθαι, καὶ μὴ οὐχὶ ἑαυτὸν καὶ ἐν τοῖς ὑπὲρ δύναμιν ὑποβάλλειν; Οὐκοῦν ὁ τοιοῦτος οὐκ ἔστιν ὑποτακτίτης, ἀλλ’ ἀντιτακτίτης· οὐδὲ ἀδελφὸς, ἀλλὰ ξένος· ἀλλ’ εἰ καὶ οὕτω γέγονε, πρὸς οὖν τὸ ἑξῆς φυλάξασθε, ἵνα μὴ ὁ ἁλοὺς ὑπόδικος γένηται τοῖς τῆς ἀταξίας ἐπιτιμίοις. Οὐκ ἀκούετε τί προστάσσει ὁ Ἀπόστολος; «Γίνεσθε [οὖν] εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν.»

Γενώμεθα οὖν <χρηστοὶ> καὶ ἡμεῖς εἰς ἀλλήλους καὶ «ἐν ἀλλήλοις ἀλλήλων τὰ βάρη βαστάζοντες καὶ οὕτως ἀναπληροῦντες τὸν νόμον τοῦ Χριστοῦ,» καθὼς γέγραπται. Παρεκάλεσα ὑμᾶς ἐν τοῖς προλαβοῦσι, καὶ νῦν ἤδη παρακαλῶ· μὴ ἐκκακῶμεν ἐν ταῖς θλίψεσι τῶν λογισμῶν, ἀλλὰ μετὰ χαρᾶς Πνεύματος ἁγίου διανύωμεν «Τὸν προκείμενον ἀγῶνα τῆς ἀσκήσεως, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν,» ὃς δίδωσιν εὐχὴν τῷ εὐχομένῳ καὶ νίκην τῷ προαιρουμένῳ νικᾶν. Οὐκ ἴστε πῶς πρὸ μικροῦ αἰφνίδιον ἐχείμασε, καὶ πάλιν μετεσκευάσθη ὁ ἀήρ; Οὕτως ἐστὶ καὶ ἐπὶ τῶν λογισμῶν· μικρὸν ταράσσουσι, καὶ πάλιν ἀφίστανται. Εἴθε δὲ μὴ ἡλισκόμεθα ὅλως ὑπ’ αὐτῶν· ἱνατί γὰρ μὴ ἀεὶ τὴν εἰρήνην ἔχωμεν ἐν ψυχαῖς; ἀλλ’ οὐκ ἐνδέχεται, ἐπειδήπερ ἐσμὲν ὑπὸ τροπὴν, καὶ οὐδὲ ἐπὶ μιᾶς ἡμέρας οἱ αὐτοὶ διαμένομεν, πολλοῦ γε εἰπεῖν διαπαντός. Σὺ δέ μοι σκόπει τοῦ διαβόλου τὸ ἀπηνές, ὅτι καὶ ἀποπεμπόμενος πάλιν ἐφίσταται, καὶ σκότος ὑπάρχων «εἰς ἄγγελον φωτὸς μετασχηματίζεται,» ὑφελεῖν ἡμᾶς δι’ ἀπάτης βουλόμενος· ἀλλ’ ἀπείη ἀφ’ ἡμῶν ὁ δράκων, εἴημεν δὲ λέγοντες· οὐκ ἀρνούμεθά σε Χριστέ, οὐ ψευδόμεθα τὴν ὁμολογίαν, οὐ προδώσομεν τὴν παρθενίαν, οὐ προησόμεθα τὴν εὐγένειαν. Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, ἐξ οἵων εἰς οἷα μετεπέσαμεν; οὐκ ἐξ ἀφανείας εἰς ἐμφάνειαν; οὐκ ἐξ ἀγνωσίας εἰς γνῶσιν; οὐκ ἐξ ἀτιμίας εἰς τιμήν;

Καὶ λόγος ἡμῖν πρόσεστι καὶ γνῶσις καὶ κλέος καὶ εὐφυΐα χειρός τε καὶ στόματος. Καὶ υἱοί ἐστε, ὡς ἀληθῶς, τίμιοι καὶ ἀντιτιθέμενοι χρυσίῳ, κατὰ τὴν χρυσῆν ὑμῶν ὑποταγήν. Τί οὖν ἐστι λοιπὸν τὸ λειπόμενον; ἡ ὑπομονή. «Ὑπομονῆς γὰρ, φησὶ, χρείαν ἔχετε, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὰς ἐπαγγελίας.» Τίνες δέ εἰσιν αἱ ἐπαγγελίαι; αὐτὸς ὁ Κύριος εἴρηκε· «Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· καὶ ἐὰν πορευθῶ, ἑτοιμάσω ὑμῖν τόπον. Πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε. Καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε.» «Καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ’ ὑμῶν.» Ταῦτα οὖν ἐννοούμενοι καὶ τὴν μέλλουσαν ἀποκαλύπτεσθαι δόξαν τοῖς ἁγίοις τὴν ἄρρητον καὶ ἀνεκλάλητον προορώμενοι οἴσωμεν, ἀδελφοὶ, πάντα μακροθύμως· κἂν δέῃ λιμῶξαι, λιμώξωμεν· κἂν δέῃ καταξανθῆναι, καταξανθῶμεν· κἂν δέῃ ἀποθανεῖν, ἀποθάνωμεν· ἵνα ζωὴν αἰώνιον κληρονομήσωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΜΘʹ ΠΕΡΙ ΕΓΚΡΑΤΕΙΑΣ ΚΑΙ ΤΗΣ ΠΡΟΚΕΙΜΕΝΗΣ ΗΜΙΝ ΟΜΟΛΟΓΙΑΣ Ἀδελφοὶ καὶ πατέρες, τὰς παρούσας ἡμέρας οἱ πολλοὶ τῶν ἀνθρώπων ἐορτὰς ὀνομάζουσι, διὰ τὸ ἐν αὐταῖς κραιπαλᾶν καὶ παροινεῖσθαι, οὐ συνιέντες ὅτι ἀποχὴν κρεῶν ἐπαγγέλλονται αἱ ἡμέραι, ἀλλ’ οὐχὶ κραιπάλης καὶ μέθης ἀποπλήρωσιν· τοῦτο γὰρ ἑλληνικῆς ἐορτῆς ἴδιον· χριστιανῶν δὲ τὸ τῇ αὐταρκείᾳ κεχρῆσθαι, «καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθαι εἰς ἐπιθυμίας,» καθὼς διδάσκει ὁ Ἀπόστολος. Ἀλλ’ ὅμως τὸ κακὸν εἰς νόμον προελθὸν ἄγει τὸν κόσμον, ὡς βούλεται. Ἡμεῖς δὲ, ἀδελφοὶ, φύγωμεν τὴν ἀκρασίαν καὶ ἐπ’ αὐτῶν τῶν ἤδη συγκεχωρημένων ἡμῖν μεταλαμβάνειν, εἰδότες ὅτι ἡ ἀκρασία μήτηρ ἐστὶ τῆς ἁμαρτίας. Καὶ γὰρ ὁ προπάτωρ ἡμῶν Ἀδὰμ, ἕως μὲν ἦν ἐγκρατῶς ἔχων ἀπὸ τῆς ἀπειρημένης βρώσεως ἐν τῷ παραδείσῳ, ἔχαιρε καὶ εὐφραίνετο θείαις ἐμφάσεσι καὶ μυήσεσιν ἀποπληρούμενος· ἐπὰν δὲ ἀκρατῶς ἔσχε καὶ μετέσχε τοῦ ξύλου τῆς παρακοῆς, εὐθὺς ἐξωρίσθη τῆς τρυφῆς τοῦ παραδείσου, καὶ γέγονεν αὐτῷ ἡ ἀκρασία γεννήτρια θανάτου. Οὕτως οὖν καὶ οἱ Σοδομῖται «ἐν πλησμονῇ ἄρτων» ἀσελγαίνοντες, τὴν ὀργὴν τοῦ Θεοῦ ἐφ’ ἑαυτοὺς ἐπεσπάσαντο πυρὶ καὶ θείῳ κατακλυσθέντες· οὕτω καὶ Ἡσαῦ ὁ μεμισημένος λίχνοις ὀφθαλμοῖς δελεασθεὶς, ἀντὶ μιᾶς βρώσεως, ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ· ἀλλὰ «καὶ ὁ λαὸς τοῦ Θεοῦ ἐκάθισε φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν.»

Τοιαῦτα καὶ τὰ κατὰ τὰς παρούσας ἡμέρας γινόμενα· κῶμοι γὰρ καὶ μέθαι, βοαί τε καὶ ἐξάλματα δαιμονικὰ, οὐ μόνον ἐπὶ τῆς ἡμέρας, ἀλλὰ καὶ τὸ πολὺ τῆς νυκτὸς διαμείβουσιν· οὕτω κακὸν ἡ ἀκρασία, καὶ δι’ αὐτῆς θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν. Ἡμεῖς δὲ εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι ἐλυτρώσατο ἡμᾶς ἀπὸ τῆς τοιαύτης ματαίας ἀναστροφῆς, καὶ μετέστησεν εἰς τήνδε τὴν μακαρίαν ζωήν, ἐν ᾗ οὐκ ἀκρασία, ἀλλὰ συμμετρία· οὐδὲ μέθη, ἀλλὰ νῆψις· οὐδὲ ταραχὴ, ἀλλ’ εἰρήνη· οὐδὲ θόρυβος, ἀλλ’ ἡσυχία· οὐδὲ αἰσχρολογία, ἀλλ’ εὐχαριστία· οὐδὲ ἀσέλγεια, ἀλλ’ ἁγνεία τε καὶ ἁγιασμὸς καὶ σωφροσύνη. Ἐκ ταύτης οὖν τῆς ζωῆς ἀνέτειλαν οἱ θεσπέσιοι πατέρες ἡμῶν, οἳ σὺν Θεῷ κατεπάτησαν τὰ πάθη, ἐδίωξαν δαίμονας, συνημιλλήθησαν ἀγγέλοις, εἰργάσαντο θεοσημείας, ἐπέτυχον δόξης οὐρανίου, ἐθαυμαστώθησαν ἐν τῷ κόσμῳ· ὧν εἷς καὶ ὁ μακάριος Ἀντώνιος, οὗ τὸν βίον ἀνέγνωμεν· καὶ ἐπέγνωμεν ὅπως ἐμεγάλυνεν αὐτὸν ὁ Θεὸς ἐν τῇ ὑπ’ οὐρανόν, ὡς καὶ τοὺς βασιλεῖς τῆς γῆς μέγα ἡγεῖσθαι τὸ γράφειν αὐτῷ καὶ παρ’ αὐτοῦ ἀκούειν φωνῆς ἐγγραμμάτου.

Τούτων οὖν τῶν μακαρίων τὴν πολιτείαν καὶ ἡμεῖς μετερχόμεθα οἱ ταπεινοί· καὶ ὅτι ζηλοῦμεν μαρτυρεῖ ἡ μοναχικὴ τελείωσις, ἡ ἄρνησις τοῦ κόσμου, ἡ ἀλλοτρίωσις τῆς πατρίδος, τοῦ γένους, τῶν φίλων, τῶν ἰδίων, ἡ ὑποταγή, ἡ ὑπακοή, αὕτη ἡ προκειμένη ὁμολογία, ὑπὲρ ἧς καὶ δεδιώγμεθα. Οὐκοῦν χαίρωμεν καὶ συγχαίρωμεν ἀλλήλοις, ὅτι ἐχαρίσθη ἡμῖν ταῦτα ὑπὸ Θεοῦ, καὶ ὅτι βίον πνευματικὸν διανύομεν, ἐν ᾧ τὸ ἑορτάζειν πάρεστιν ἡμῖν, εἰ βουλοίμεθα, καθ’ ἑκάστην καὶ τὸ χαίρειν χαρὰν ἀμήρυτον. Διὸ, παρακαλῶ, ἔτι ἐχώμεθα κραταιῶς τῆς ἀσκήσεως ἡμῶν καὶ αὐτῆς τῆς ὁμολογίας, ἐπειδὴ καὶ λόγος ἐξῆλθεν, ὅτι ὁ κρατῶν ἐπισκήπτει τὰ καθ’ ἡμᾶς, καὶ μήπως καὶ βασιλικὸς ἀθρόως ἐλεύσεται. Ἀλλὰ μὴ θροηθῶμεν ἐπὶ τοῖς λαλουμένοις. «Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν;» καὶ εἰ ἐν τοῖς προλαβοῦσιν ἐβοήθησεν ἡμῖν, πῶς οὐχὶ καὶ πρὸς τὸ ἑξῆς βοηθήσειε;

Μόνον στῶμεν γενναίως, μόνον προσέχωμεν ἀσφαλῶς, καὶ αὐτὸς δώσει κράτος ἐπὶ πᾶσι τοῦ εὐαρέστως αὐτῷ πολιτεύσασθαι μέχρι τέλους, καὶ τυχεῖν βασιλείας οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Νʹ ΠΕΡΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΚΑΙ ΕΠΙΦΑΝΟΥΣ ΗΜΕΡΑΣ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΡΗΘΕΙΣΑ ΕΝ Τῌ ΗΜΕΡᾼ ΤΗΣ ΑΠΟΚΡΕΩ Ἀδελφοὶ καὶ πατέρες, νόμος καθολικός ἐστι κατὰ τὴν παροῦσαν ἡμέραν ἀποσιτίζεσθαι τοὺς βιωτικοὺς κρεῶν, καὶ ἴδοι τις ἂν ἐν αὐτοῖς πολλὴν τὴν περὶ τῆς κρεωφαγίας καὶ οἰνοποσίας ἅμιλλαν, προσέτι δὲ καὶ παιγνίων ἐκτόπων θεάματα, ἃ αἰσχρόν ἐστι καὶ λέγειν. Δέον αὐτάρκως μετασχεῖν εὐχαριστῆσαί τε Κυρίῳ ἐπὶ τοῖς φθάσασι καὶ ἀξίαν παρασκευὴν τῆς προκειμένης ἑστιατορίας ποιήσασθαι· οἱ δὲ τοὐναντίον ὑπὸ τῆς τοῦ διαβόλου μεθοδείας ἐνεργούμενοι πράττουσιν, ἄλλον ἀντ’ ἄλλου ὑποδέξασθαι παραδεικνύντες. Τί οὖν ταῦτα εἴρηταί μοι; ἵνα μὴ ἡμεῖς οἱ ταπεινοὶ μοναχοὶ ἐκεῖσε τὸν νοῦν παραπέμπωμεν μήτε τὴν ἐπιθυμίαν αὐτῶν ἐπιθυμῶμεν τὴν οὐκ ἀξίαν ἐπιθυμίας, ἀλλὰ ταλανίσεως· μᾶλλον δὲ ἀπίδωμεν πρὸς τὸ σήμερον ἐξακουτίζεσθαι μέλλον εὐαγγέλιον, ἐφ’ ᾧ καὶ ὁ κανὼν ἔψαλται, ἐννοοῦντες τὴν μεγάλην καὶ ἐπιφανῆ ἡμέραν τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καθ’ ἣν ὁ κριτὴς «τὰ μὲν πρόβατα στήσει ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.»

Καὶ τοῖς μὲν ἐκ δεξιῶν ἐπιφωνήσει τὴν μακαρίαν ἐκείνην καὶ εὐκταιοτάτην ἐπίκλησιν· «Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου·» τοῖς δὲ ἐξ εὐωνύμων ἐπιφθέγξεται τὴν ἀπευκτοτάτην ἐκείνην καὶ ἐλεεινοτάτην ἀπόφασιν· «Πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» Ταῦτα φρίκης καὶ δέους καὶ ἐκστάσεως ἀνάπλεα· ταῦτα δεῖν καὶ ἡμᾶς κἀκείνους ἀναλογιζομένους προσπίπτειν καὶ προσκλαίειν καὶ Θεὸν ἵλεων καθιστᾶν ἑαυτοῖς, πρὶν εἰς πεῖραν ἐληλυθέναι τῶν ἀκουτιζομένων.

Ἀλλ’ ἐπειδὴ ἐκεῖνοι οὕτως, ἡμεῖς, παρακαλῶ, εὐαισθήτως ἀκούωμεν καὶ ἀκουσώμεθα τῶν εὐαγγελικῶν κηρυγμάτων, μετὰ φόβου καὶ τρόμου δουλεύειν τῷ Κυρίῳ ἐπειγόμενοι, πᾶσαν ἀποσκευαζόμενοι ἐκ τῆς ψυχῆς πονηρίαν, πᾶσαν ἀντεισάγοντες ἀγαθοεργίας εἴδησιν, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυμίαν, εἴ τι ἄλλο τῶν καλῶν καὶ ἐπαινουμένων, ἵνα ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτευσάμενοι κληρονόμοι γενώμεθα βασιλείας οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.