Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Μικρὰ Κατήχησις

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΝΑ΄ έως Ξ΄

Διδαχές για την ουσία της αληθινής νηστείας και της αποκοπής του ιδίου θελήματος. Ο συγγραφέας προτρέπει σε πνευματική εγρήγορση, μετριοπάθεια στην άσκηση και ετοιμότητα για την αιφνίδια έξοδο από την παρούσα ζωή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 6 από 13

ΚΑΤΗΧΗΣΙΣ ΝΑʹ ΠΕΡΙ ΤΟΥ ΕΥΘΑΡΣΟΥΣ ΚΑΙ ΑΝΔΡΕΙΟΥΣ ΕΙΝΑΙ ΕΝ Τῼ ΠΑΡΟΝΤΙ ΔΙΩΓΜῼ ΠΕΡΙ ΤΟΥ ΕΥΘΑΡΣΟΥΣ ΚΑΙ ΑΝΔΡΕΙΟΥΣ ΕΙΝΑΙ ΕΝ Τῼ ΠΑΡΟΝΤΙ ΔΙΩΓΜῼ Ἀδελφοὶ καὶ πατέρες, πρόκειται ἡμῖν σήμερον περὶ ἐγκρατείας διαλεχθῆναι, καθότι ἐπὶ θύραις ἡ ἁγία τεσσαρακοστή· ἀλλ’ ὅμως τὰ θρυλλούμενα οὐκ ἀφίησιν ἡμᾶς τοῦτο ποιῆσαι, ἐπ’ ἄλλο τοῦ λογισμοῦ καὶ τοῦ λόγου ἡμῶν μεταφερομένου· ἤδη γὰρ ἀνήγγειλα ὑμῖν ἐν τῇ προλαβούσῃ κατηχήσει, ὅτι ὁ κρατῶν ἐπισκήπτων ἐστὶ τὰ καθ’ ἡμᾶς, καὶ νῦν, ὥς φασι, διὰ τοῦ Νικομηδέως ἀπειλὰς ἀπειλεῖ, πρὸς ἃς εἰ θεοπρεπῶς ἀπαντήσοιμεν, οὐκ οἴσει πάντως, ἀλλὰ δράσειε τὰ παριστάμενα αὐτῷ. Τί οὖν ἔστι πρὸς ταῦτα εἰπεῖν; ὅτι τὸ πάλιν διωχθῆναι, πάλιν ἐστὶ στεφανωθῆναι· καὶ ὅπου πλεονάζουσι τὰ παθήματα, ἐκεῖ πλεονάζουσι καὶ αἱ παρακλήσεις τοῦ ἁγίου Πνεύματος· φησὶ γὰρ ὁ Ἀπόστολος· «Ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν.

Εἴτε δὲ θλιβόμεθα ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν, καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν· εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως.» Ἴδε ἐν τούτοις ἔδειξεν ἡμᾶς κοινωνοῦντας ἀλλήλοις ἐν τοῖς παθήμασι καὶ ἐν ταῖς παρακλήσεσιν, ὡς «ἓν σῶμα ὄντας καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθημεν ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ἡμῶν.» Μὴ τοίνυν λοιπὸν, ἀδελφοὶ, καταπέσωμεν μηδὲ ἀθυμήσωμεν, ἀλλὰ διαναστῶμεν πάντες ὁμοῦ, ὡς καλοὶ στρατιῶται Χριστοῦ, φέροντες τὰ ὅπλα ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ, πρὸς καθαίρεσιν ὀχυρωμάτων, τουτέστι τὴν φρόνησιν, τὴν ἀνδρείαν, τὴν σωφροσύνην, τὴν δικαιοσύνην· κἀν τούτοις ἀποπληροῦντες τὸ ὑπὸ τοῦ Θεοῦ εἰρημένον· «Ὅταν διώκωσιν ὑμᾶς ἐν ταύτῃ τῇ πόλει, φεύγετε εἰς τὴν ἄλλην.» Κἀκεῖ δὲ ἀπιόντες μὴ μεριμνήσωμεν «Τί φάγωμεν ἢ τί πίωμεν ἢ τί περιβαλώμεθα.» «Αὐτὸς γὰρ εἴρηκεν· Οὐ μή σε ἀνῶ οὐδ’ οὐ μή σε ἐγκαταλίπω.» Ὥστε κἀκεῖ εἴη ἀνοίξων ἡμῖν θύραν καὶ ἐπὶ πᾶσιν ἐπικουρήσων ἡμῖν. Οὐ χαίρομεν τοίνυν τοιαύτας ἐπαγγελίας ἔχοντες; οὐ σκιρτῶμεν ὅτι μαθητιῶμεν τῷ Κυρίῳ;

Οὕτως ἐδίωξαν καὶ τοὺς ἁγίους ἀποστόλους, πρὸς οὕς φησιν ὁ Κύριος· «Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ· χαίρετε καὶ σκιρτήσατε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.» Οὐκοῦν χαρᾶς καὶ σκιρτήσεως τὰ παρόντα· προξενεῖ γὰρ ἡμῖν τὴν χαρὰν τὴν ἀνεκλάλητον καὶ τὴν ζωὴν τὴν αἰώνιον καὶ τὴν βασιλείαν τὴν ἀτελεύτητον. «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, φησὶ, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε.» Τοῦτο ληπτέον πρὸς τοὺς αἱρετικούς· μὴ τοίνυν εἰσέλθωμεν εἰς τὰς ἐκκλησίας αὐτῶν μηδὲ εἰς τὰς οἰκίας αὐτῶν· ἀλλ’ ὅπου περ ἂν εἴη υἱὸς εἰρήνης, σπέρμα εὐσεβείας, ἐκεῖ καταλύωμεν κἀντεῦθεν διατρεφώμεθα, ὥσπερ ἐν τοῖς προλαβοῦσι χρόνοις. Φυλαξώμεθα ἀπὸ τῶν ὑποκρινομένων τὴν ἀλήθειαν, ἀπὸ τῶν λεγόντων εἶναι ἑαυτοὺς καθηγουμένους, καὶ οὐκ εἰσὶ καθηγούμενοι, ἀλλὰ πλανῆται πλανῶντες καὶ πλανώμενοι, φρεναπατῶντες καὶ φρεναπατώμενοι, «ὧν τὸ κρῖμα ἔνδικόν ἐστι·» φυλάξωμεν τὴν πίστιν ἀκλινῆ καὶ τὸν βίον σῶον μὴ λυμαινόμενοι θάτερον θατέρῳ, ἀλλ’ ἑκατέρωθεν ὄντες σῶοι καὶ τέλειοι. Τὸ προκείμενον τῆς ὁμολογίας περὶ τῆς ἐνανθρωπήσεώς ἐστι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Ὅστις οὖν οὐχ ὁμολογεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐξεικονίζεσθαι ἐν γραφῇ, οὗτος οὐχ ὁμολογεῖ αὐτὸν ὀφθῆναι ἐν σαρκί· ταυτὸν γάρ ἐστιν ὀφθῆναι ἐν σαρκὶ καὶ ἐξεικονισθῆναι ἐν γραφῇ. Ὅστις οὐ προσκυνεῖ τὴν ἁγίαν αὐτοῦ εἰκόνα, οὐ προσκυνεῖ τὸν Κύριον· ἐν γὰρ τῇ εἰκόνι τὸ πρωτότυπον, καὶ ἡ εἰκὼν ἐν τῷ πρωτοτύπῳ ἑκάστου τοῦ εἰκονιζομένου ἐκφαίνεται καὶ προσκυνεῖται. Κἂν λέγωσιν οἱ Εἰκονομάχοι προσκυνεῖν, διαψεύδονται· «Θεὸν γὰρ, φησὶν, ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται.» Ἡμεῖς οὖν προσκυνοῦμεν τὸν Χριστὸν καὶ τὴν εἰκόνα αὐτοῦ, προσκυνοῦμεν τὴν Θεοτόκον καὶ τὴν εἰκόνα αὐτῆς, τοὺς ἁγίους καὶ τὰς εἰκόνας αὐτῶν. Καὶ αὕτη ἐστὶν ἡ ἀποστολικὴ διδασκαλία, ἣν παρειλήφαμεν ἀπὸ τῶν ἁγίων πατέρων ἡμῶν· καὶ ταύτην τὴν παρακαταθήκην παρατίθεμαι ὑμῖν, τέκνα καὶ ἀδελφοὶ, διὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ὑμῖν, φυλάξασθαι αὐτὴν ἄτρωτόν τε καὶ ἀδιάστροφον. Τὸ λοιπὸν προσεύχεσθε περὶ ἡμῶν τῶν ταπεινῶν, «ἵνα δῴη ἡμῖν ὁ Κύριος λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν,» κατὰ λόγον ἀπαντῆσαι, καὶ ἵνα μὴ καταισχυνθῶμεν ἀπὸ τῆς προσδοκίας ἡμῶν, καὶ ἵνα σὺν ὑμῖν ἀκαταγνώστως τὸν προκείμενον ἀγῶνα διατελέσωμεν καὶ πάντες τύχωμεν βασιλείας οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΝΒʹ ΠΕΡΙ ΕΓΚΡΑΤΕΙΑΣ ΚΑΙ ΠΡΟΣΕΥΧΗΣ ΡΗΘΕΙΣΑ Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ ΤΥΡΟΦΑΓΟΥ Ἀδελφοὶ καὶ πατέρες, πολλάκις μακαρίζων ὑμῶν τὸν βίον οὐ κολακείᾳ τοῦτο, ἀλλ’ ἀληθείᾳ ποιοῦμαι, οὐδὲ ταλανίζειν τοὺς ἐν τῷ κόσμῳ βουλόμενος, ἀλλὰ προθυμοτέρους ὑμᾶς ἀπεργάσασθαι ἐφιέμενος. Ἐπεὶ καὶ σήμερον ἴστε οἷα τὰ κατὰ τὸν κόσμον τελούμενα, κραιπάλαι τε καὶ μέθαι, κῶμοί τε καὶ πότοι, βοαί τε καὶ ἐξάλματα, καὶ ὅσα ἄλλα τῆς τοῦ πονηροῦ ἐστιν ἐνεργείας ἀποτελέσματα, «ὧν τὸ κρῖμα ἔνδικόν ἐστιν,» ὡς γέγραπται. Ἡμῶν δὲ τὸ πολίτευμα οὐ τοιοῦτον. Ἀλλὰ τί; νύκτωρ καὶ μεθ’ ἡμέραν αἰνοῦμεν τὸν Κύριον κατὰ τὴν παραδεδομένην ἡμῖν ὑπὸ τῶν ἁγίων πατέρων ἡμῶν νομοθεσίαν. Ψαλμῳδία τὴν ψαλμῳδίαν διαδέχεται, ἀνάγνωσις τὴν ἀνάγνωσιν, προσευχὴ τὴν προσευχήν. Κατὰ διάνοιαν ἐπιστασία λογισμῶν, ἐν καρδίᾳ μελέτη θείων λογίων, ἡσυχία εὔκαιρος, λαλιὰ πρόσφορος. Ἀλλήλοις δουλεύομεν, ἀλλήλων ἀντεχόμεθα, πάντα σταθμῷ τε καὶ μέτρῳ κανονίζεται, κἄν τι δέῃ σωματικῶς παρακληθῆναι ἐν ἑορτῇ, οὐδὲ τοῦτο ἀπᾷδον· ἄκουσον γὰρ τί φησιν ὁ Κύριος πρὸς τὸν Ἰούδαν· «Ὃ ποιεῖς, ποίησον τάχιον.

Τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ· τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ὁ Ἰούδας, ὅτι λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ.» Ὁρᾷς ὅτι καὶ τῆς ἑορτῆς καὶ τῶν πτωχῶν λόγος ἐν αὐτοῖς ἐφροντίζετο; ὅπερ καὶ ἡμεῖς οἱ ταπεινοὶ, ὡς ὁρᾶτε, δοκιμάζομεν κατορθοῦν. Ἀλλ’ εὐλόγητος ὁ Θεὸς, ὃς ἠξίωσεν ἡμᾶς τοιούτῳ βίῳ προσληφθῆναι, «Οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ὧν ἐποιήσαμεν·» οὐ γὰρ ἐποιήσαμέν τι ἀγαθὸν ἐπὶ τῆς γῆς, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον δωρεὰν ἡ κλῆσις. Ὅθεν ὀφειλέτης ἐστὶν εἷς ἕκαστος ἡμῶν ἐν συντετριμμένῃ καρδίᾳ ἀεὶ λέγειν· «Τίς εἰμι ἐγὼ, Κύριέ μου, Κύριε, καὶ τίς ὁ οἶκος τοῦ πατρός μου, ὅτι ἠγάπησάς με;» Καὶ τὸ μὲν ἡμέτερον τοιοῦτον· σπάνιον δὲ ἐπὶ τοῦ κόσμου τὰ τοιαῦτα εὑρεθῆναι. Διότι ἡ ἡμέρα τὴν νύκτα διαδέχεται ἐν τῇ μερίμνῃ τοῦ αἰῶνος τούτου, ἐν τῇ ἀπάτῃ τοῦ πλούτου, ἐν ταῖς λοιπαῖς φροντίσιν, ὡς μηδὲ ἀναπνεῖν δύνασθαι τὸν ἄνθρωπον. Συμφοράζεται ἕτερος πρὸς τὸν ἕτερον, διαπληκτίζεται ἅλλος πρὸς ἄλλον. «Μοιχεία καὶ κλοπὴ καὶ ἀρὰ καὶ ψεῦδος κέχυται ἐπὶ τῆς γῆς,» προφητικῶς εἰπεῖν, καὶ ὅσα ἄλλα οὐδὲ ῥᾴδιόν ἐστιν ἐπεξιέναι. Ὧν ἁπάντων μνήμην λαμβάνων ὁ μακάριος Χρυσόστομος ἔφθη εἰπὼν «Μόλις σώζεσθαι τὸ πολλοστὸν τοῦ κόσμου.» Καὶ ὁ μὲν λόγος φοβερός, πλὴν ὅτι ἀληθής.

Οὗ ἕνεκεν πενθεῖν ἐστι καὶ σκυθρωπάζειν τόν γε ὡς ἀληθῶς ἔχοντα αἴσθησιν ἐπὶ τῇ τοιαύτῃ ἀποφάσει. Μὴ γὰρ οὐκ, ἀδελφοὶ, ἐσμὲν ἀλλήλων ἅπαντες; οὐκ ἐξ ἑνὸς αἵματος; οὐ τοῦ αὐτοῦ χοός; οὐχὶ καὶ κτῆνος ὁρῶν τις ἐπὶ κρημνοῦ φερόμενον οἶκτον λαμβάνει; πόσῳ γε μᾶλλον ἐπ’ ἀδελφῶν καὶ ὁμοπίστων; Ἐντεῦθεν ὁ μακάριος Ἀπόστολος ἔκλαιε «τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ,» ἐν ἀδιαλείπτῳ ὀδύνῃ τῆς καρδίας προσευχόμενος· ἐντεῦθεν Ἱερεμίας ὁ προφήτης ἐθρήνει τὸν Ἰσραήλ, καὶ τοὺς θρήνους ἐν γραφῇ ποικίλους καταλέλοιπεν· ἐντεῦθεν ὁ μέγας Μωϋσῆς ἐβόα πρὸς τὸν Θεόν· «Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου σου.» Καὶ δὴ ἕκαστος τῶν ἁγίων τῆς αὐτῆς συμπαθείας ἐχόμενος ὑπερεδέετο τῶν ἄλλων.

Οὐκοῦν καὶ ἡμεῖς, εἴπερ κατόπιν αὐτῶν φιλοῦμεν βαδίζειν, μὴ τὸ καθ’ ἑαυτοὺς μόνον σκοπῶμεν, ἀλλὰ καὶ ὑπὲρ τοῦ κόσμου προσευχώμεθα ἐλεοῦντες καὶ οἰκτείροντες τοὺς ἐν διαστρόφῳ βίῳ ζῶντας, τοὺς ἐν αἱρέσεσιν ἐνισχυμένους, τοὺς ἐν πλάνῃ ἀπηγμένους, τοὺς ἐν ἔθνεσιν ἐσκοτισμένους, ἁπλῶς τοὺς πάντας ἀνθρώπους, κατὰ τὸ προστεταγμένον ἡμῖν ὑπὸ τοῦ Ἀποστόλου· «δεήσεις καὶ προσευχὰς ποιεῖσθαι.» Οὕτω γὰρ πρὸ τῶν ἄλλων ἑαυτοὺς ὠφελήσομεν κατανυσσόμενοι καὶ καθαιρόμενοι τῆς περιπαθοῦς ἕξεως· ἧς καὶ ἀπαλλαγέντες ἀξιωθείημεν τυχεῖν ζωῆς αἰωνίου, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΝΓʹ ΠΕΡΙ ΝΗΣΤΕΙΑΣ ΚΑΙ ΟΤΙ ΤΟΥ ΑΛΗΘΙΝΟΥ ΥΠΗΚΟΟΥ ΚΑΙ ΥΠΟΤΑΚΤΙΚΟΥ ΑΛΗΘΗΣ ΝΗΣΤΕΙΑ ΕΣΤΙΝ Η ΕΚΚΟΠΗ ΤΟΥ ΟΙΚΕΙΟΥ ΘΕΛΗΜΑΤΟΣ Ἀδελφοὶ καὶ πατέρες, ὁ ἀγαθὸς ἡμῶν Θεὸς ὁ διδοὺς ἡμῖν τὸ ζῆν καὶ ἐξ ἐνιαυτοῦ εἰς ἐνιαυτὸν ἄγων ἤγαγεν ἡμᾶς καὶ ἐν τῷ παρόντι χρόνῳ τῆς νηστείας φιλανθρώπως, ἐφ’ ᾧ ἕκαστος τῶν σπουδαίων, καθὼς προαιρεῖται, διαγωνίζεται, ὁ μὲν περὶ ἐγκράτειαν καταγινόμενος διπλᾶς ἢ τριπλᾶς διανύων· ὁ δὲ περὶ ἀγρυπνίαν τόσον ἢ τόσον διαγρυπνῶν, ἄλλος εἰς γονυκλισίας ἀσχολούμενος περισσοτέρως, καὶ ἄλλος ἐν ἄλλῳ τινὶ τῶν κατορθωμάτων.

Καὶ ἁπλῶς, πολλὴν ἔστιν ὁρᾶν ἐν ταύταις ταῖς ἁγίαις ἡμέραις τὴν σπουδὴν καὶ ἐπιμέλειαν. Ὁ δέ γε ἀληθινὸς ὑπήκοος καθ’ ὑπακοὴν τελῶν οὐκ ἐν χρόνῳ τινὶ, ἀλλ’ ἀεὶ τὸν αὐτὸν ἀγῶνα ἔχει. Τίς δὲ ὁ ἀγών; τὸ μὴ τῷ οἰκείῳ θελήματι περιπατεῖν, ἀλλὰ τῇ τοῦ καθοδηγοῦντος αὐτὸν διατυπώσει κανονίζεσθαι· ὅπερ ἐστὶν ὑπέρτερον πάντων τῶν ἄλλων σπουδασμάτων καὶ μαρτυρίου ἔχον διάδημα· πλὴν ὅτι καὶ ὑμῖν ὑπαλλαγὴ βρωμάτων καὶ γονυκλισιῶν ἔκτασις καὶ ψαλμῳδιῶν ἐπαύξησις, κατὰ τὴν διατυπωθεῖσαν ἐξ ἀρχῆς παράδοσιν. Διὸ παρακαλῶ, ἀσμένως ὑποδεξώμεθα τὸ δῶρον τῶν νηστειῶν μὴ κατασκυθρωπάζοντες, καθὼς διδασκόμεθα, ἀλλ’ ἱλαρότητι καρδίας διεξερχώμεθα ἄκακοι, ἀκατάλαλοι, ἀόργητοι, ἀπόνηροι, ἄφθονοι· μᾶλλον μὲν οὖν εἰρηνικοὶ πρὸς ἀλλήλους καὶ ἀγαπητικοί, ἐπιεικεῖς, εὐπειθεῖς, μεστοὶ ἐλέους καὶ καρπῶν ἀγαθῶν· ἕλκοντες εὔκαιρον ἡσυχίαν, ἐπειδὴ τὸ θορυβῶδες βλαβερὸν ἐν συνοδίᾳ· φθεγγόμενοι λόγον προσήκοντα, ἐπειδήπερ ἡ ἄλογος ἡσυχία ἀνωφελής· πρό γε πάντων περὶ τὴν τῶν λογισμῶν ἐπιστασίαν ἀγρύπνως ἔχοντες, μὴ ἀνοίγοντες θύραν τοῖς πάθεσι, μὴ διδόντες τόπον τῷ διαβόλῳ. «Ἐὰν, φησὶν, ἀναβῇ πνεῦμα τοῦ ἐξουσιάζοντος ἐπὶ σέ, τόπον σου μὴ εὕρῃ·» ὥστε ἐξουσιάζει ὑποβάλλειν ὁ ἐχθρὸς, οὐ μὴν εἰσέρχεσθαι.

Ἡμεῖς ἑαυτῶν ἐσμεν κύριοι· μὴ ἀνοίξωμεν θύραν τῷ διαβόλῳ· μᾶλλον μὲν οὖν τὴν ψυχὴν περιφρουρήσωμεν ὡς νύμφην Χριστοῦ, ἀπερικτύπητον καὶ ἀτραυμάτιστον ἐκ τῆς τῶν λογισμῶν κατατοξεύσεως· οὕτω γὰρ δυνάμεθα γενέσθαι κατοικητήριον Θεοῦ ἐν Πνεύματι. Οὕτως ἀξιωθῶμεν ἀκούειν· «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Καὶ ἁπλῶς, «Ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος,» ἀποστολικῶς εἰπεῖν, πράττοιτε· «καὶ ὁ Θεὸς εἰρήνης ἔσται μετὰ πάντων ὑμῶν,» ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΝΔʹ ΠΕΡΙ ΝΗΣΤΕΙΑΣ ΚΑΙ ΑΠΑΘΕΙΑΣ ΡΗΘΕΙΣΑ ΕΝ ΑΡΧῌ ΤΩΝ ΝΗΣΤΕΙΩΝ Ἀδελφοὶ καὶ πατέρες, ὁ τῆς τεσσαρακοστῆς καιρὸς πρὸς ὅλον τὸν ἐνιαυτὸν συγκρινόμενος ἔοικε λιμένι τινὶ ἀκλυδωνίστῳ, ἐφ’ ᾧ συρρέοντες πάντες ἄνθρωποι ἀπολαύουσι γαλήνης πνευματικῆς.

Οὐ γὰρ μόνον μοναχοῖς, ἀλλὰ καὶ λαϊκοῖς, μικροῖς τε καὶ μεγάλοις, ἄρχουσί τε καὶ ἀρχομένοις, βασιλεῦσί τε καὶ ἱερεῦσι, παντί τε γένει καὶ πάσῃ ἡλικίᾳ σωτήριός ἐστιν ὁ προκείμενος καιρός· αἵ τε γὰρ πόλεις καὶ κῶμαι μᾶλλον συστέλλονται θορύβων καὶ ταραχῶν· ἀντανίσχουσι δὲ ψαλμῳδίαι καὶ δοξολογίαι, προσευχαί τε καὶ ἐντεύξεις, ὑφ’ ὧν ἱλεούμενος ὁ ἀγαθὸς ἡμῶν Θεὸς εἰρηναγωγεῖ μὲν τὰ πνεύματα ἡμῶν, συγχωρεῖ δὲ τὰ παραπτώματα ἡμῶν, εἴπερ ἐξ εἰλικρινοῦς καρδίας σὺν φόβῳ τε καὶ τρόμῳ προσπέσωμεν καὶ προσκλαύσωμεν αὐτῷ τὴν πρὸς τὸ ἑξῆς βελτίωσιν ἐπαγγελλόμενοι. Ἀλλὰ τοῖς μὲν βιωτικοῖς οἱ τῶν ἐκκλησιῶν ἔφοροι ὁμιλείτωσαν τὰ προσήκοντα· δέονται γὰρ, ὥσπερ οἱ ἐν σταδίῳ τρέχοντες, τῆς τῶν συναγωνιστῶν ὑποφωνήσεως· οὕτως οἱ νηστεύοντες τῆς τῶν διδασκάλων παρακλήσεως. Ἐγὼ δὲ ἐπειδὴ ὑμῶν τῶν τιμιωτάτων κατέστην εἰς κεφαλήν, ὑμῖν καὶ διαλέξομαι, καὶ ταῦτα διὰ βραχέων. Ἡ νηστεία τοιγαροῦν ἀνακαινισμός ἐστι ψυχῆς· λέγει γὰρ ὁ ἱερὸς Ἀπόστολος· «Ὅσον ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.» Εἰ δὲ καὶ ἀνακαινοῦται, δηλονότι καὶ ὡραΐζεται κατὰ τὸ ἀρχέτυπον κάλλος· ὡραϊζομένη δὲ πρὸς ἑαυτὴν ἐπισπᾶται ἀγαπητικῶς τὸν εἰπόντα· Ἐγὼ καὶ ὁ Πατὴρ «ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν.»

Εἰ τοίνυν τοιαύτη ἡ χάρις τῆς νηστείας πέφυκεν, ὡς κατοικητήριον Θεοῦ ἡμᾶς ἀπεργάσασθαι, περιχαρῶς ὀφείλομεν, ἀδελφοὶ, ὑποδέξασθαι αὐτὴν μὴ ἀχθόμενοι ἐπὶ τῇ λιτότητι τῆς διαίτης, εἰδότες ὅτι ὁ Κύριος, καίπερ δυνατὸς ὢν πολυτελῶς τρέφειν, ἄρτῳ καὶ ὕδατι τὰς ἐν ἐρήμῳ χιλιάδας ἐδεξιώσατο· ἔπειτα ὅτι καὶ τὸ ἄηθες τῇ προθυμίᾳ εὐμαρισθὲν ἄλυπον γενήσεται. Νηστεία δὲ οὐκ ἐν βρώμασι μόνοις ὁρίζεται, ἀλλ’ ἐν πάσῃ κακῶν ἀποχῇ, ὡς οἱ θεῖοι ἡμῶν πατέρες διηγορεύκασιν.

Ἀποσχώμεθα οὖν, παρακαλῶ, ἀκηδίας, ῥᾳθυμίας, ὄκνου, φθόνου, ἔριδος, κακοηθείας, αὐταρεσκείας, ἰδιορυθμίας· καί γε ἀποσχώμεθα τῆς ὀλεθρίου ἐπιθυμίας, ὅτι καὶ νηστεύουσιν ἡμῖν ἐπιτίθεται ὁ πολύμορφος ὄφις. Ἀκούωμεν τοῦ λέγοντος· «Ὡραῖος ἦν εἰς ὅρασιν καὶ καλὸς εἰς βρῶσιν ὁ ἐμὲ θανατώσας καρπός.» Καὶ σκόπει ὅτι ὡραῖον εἶπε τῇ ὁράσει, οὐ τῇ φύσει. Ὡς γὰρ εἴ τις ῥοιὰν λεπύρῳ ἐρυθρῷ διηνθισμένην κατασχὼν εὑρήσει σαπρίαν· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ ἡδονὴ ὑποκρινομένη γλυκύτητα ἀμύθητον, ἐπειδὰν ληφθῇ, πικρότερον χολῆς εὑρίσκεται, καὶ ἠκονημένης μᾶλλον μαχαίρας διστόμου κατεσθίουσα τὴν ἁλοῦσαν ψυχήν. Ὅπερ πέπονθεν ὁ προπάτωρ ἡμῶν Ἀδὰμ δελεασθεὶς ὑπὸ τοῦ ὄφεως· ἐπειδὴ γὰρ ἥψατο τῆς ἀπειρημένης βρώσεως, εὗρεν ἀντὶ ζωῆς θάνατον. Τοῦτο πεπόνθασι καὶ πάντες οἱ ἔκτοτε καὶ μέχρι τοῦ δεῦρο ὁμοιοτρόπως ὑπὸ τοῦ δράκοντος ἐξαπατώμενοι.

Ὡς γὰρ αὐτὸς σκότος ὢν «μετασχηματίζεται εἰς ἄγγελον φωτός·» οὕτω δὴ μετασχηματίζειν οἶδε καὶ τὸ κακὸν εἰς καλόν, τὸ πικρὸν εἰς γλυκύ, τὸ σκοτεινὸν εἰς φωτεινόν, τὸ ἄσχημον εἰς εὔσχημον, τὸ θανάσιμον εἰς ζωηρόν· κἀντεῦθεν πλανῶν τὸν κόσμον ἑκάστοτε οὐ διαλιμπάνει ὁ παμπόνηρος. Ἀλλ’ ἡμεῖς γε, ἀδελφοὶ, μὴ πλανηθῶμεν ταῖς ποικίλαις αὐτοῦ ἀπάταις μηδὲ ταυτὸν πάθωμεν τοῖς πετεινοῖς, ἃ τῷ φαινομένῳ βρώματι λίχνως προσιόντα ἐμπίπτει εἰς παγίδα τοῦ θηρεύοντος· ἀλλὰ σκυβαλίζοντες τὰ ἐπικαλύμματα τῆς κακίας διανοητικῶς γυμνὸν τὸ κακὸν κατίδωμεν, καὶ φευξόμεθα ἀπ’ αὐτοῦ σφόδρα. Πρὸς τούτοις εὐαπάντητοι ὦμεν εἰς τὰς κατὰ καιρὸν ψαλμῳδίας, πρόθυμοι πρὸς τὰς ὑμνολογίας, προσεχεῖς πρὸς τὰς ἀναγνώσεις, γονυκλιτοῦντες κατὰ τὸ δεδομένον μέτρον ἐφ’ ἑκάστῃ ὥρᾳ· «ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν,» ὅτι καλὸν τὸ ἐργάζεσθαι, καὶ ὅτι ὁ μὴ ἐργαζόμενος οὐδὲ τοῦ φαγεῖν ἐκρίθη ἄξιος· ἀλλήλων τὰ βάρη βαστάζοντες, ὅτι ὁ μὲν ἀσθενὴς, ὁ δὲ ἰσχυρός· βρώσει τε καὶ πόσει καὶ τοῖς ἄλλοις ἐπιτηδείοις <μετρίως χρώμενοι>, ὥστε μὴ παραζηλοῦν ἐν πονηρευομένοις, ἀλλὰ ζηλοῦν ἐν καλῷ· ἐπὶ πᾶσι, χρηστοὶ εἰς ἀλλήλους, εὔσπλαγχνοι, ἐπιεικεῖς, εὐπειθεῖς, μεστοὶ ἐλέους καὶ καρπῶν ἀγαθῶν, «Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν.»

Καὶ νῦν μὲν ἀξιωθείητε ἀκαταγνώστως προφθάσαι τὴν κυρίαν ἡμέραν τῆς ἀναστάσεως, ἐν δὲ τῷ μέλλοντι αἰῶνι εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν τυχεῖν βασιλείας οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΝΕʹ ΠΕΡΙ ΤΟΥ ΚΑΤΑΚΟΣΜΕΙΝ ΤΗΝ ΑΦΘΑΡΤΟΝ ΗΜΩΝ ΟΙΚΙΑΝ ΔΙΑ ΤΗΣ ΤΩΝ ΑΡΕΤΩΝ ΑΝΑΛΗΨΕΩΣ Ἀδελφοὶ καὶ πατέρες, βιωτικοὶ μὲν ἄνδρες ὁπηνίκα οἰκίαν ἐγείρωσι πολυτελῆ, οὐ διδόασιν ἑαυτοῖς ἄνεσιν νύκτωρ καὶ μεθ’ ἡμέραν πονοῦντες, φροντίζοντες, κάμνοντες, ἕως ἂν εἰς τέλος ἐνέγκωσι τὸ σπουδαζόμενον· καί γε τοσοῦτος αὐτοῖς περίεστι πόθος, ὡς ὅλον τὸν νοῦν ἐκεῖσε διατρίβειν καὶ ἀναθεωρεῖν πῶς μὲν ἡ ὀροφὴ εὐστεγὴς γένηται, πῶς δὲ τὸ ἔδαφος μαρμάροις ποικιλθὲν σὺν τῇ λοιπῇ εὐπρεπείᾳ ὄψιν ἥδιστον παρέξει τοῖς φιλοθεάμοσιν. Ἀλλὰ γὰρ καὶ εἴ τις αὐτοὺς ἐθελήσειεν ἀποσπάσαι τῆς φροντίδος ἐκείνης, δυσχεράνοιεν ἂν ὡς τὰ μέγιστα ἠδικημένοι. Ἡμεῖς δὲ ἐπειδὴ οὐ φθαρτὴν οἰκίαν, ἀλλ’ ἄφθαρτον οἰκοδομοῦμεν, οὐδὲ τὴν ἐκ λίθων καὶ ξύλων συντεθειμένην, ἀλλὰ τὴν ἐκ χαρίτων πνευματικῶν φιλοτεχνουμένην, ῥᾳθυμήσωμεν ἆρα καὶ τῆς ἐκείνων σπουδῆς κατόπιν ἔλθωμεν; Καὶ πῶς οὐκ ἂν εἴη τοῦτο τῶν ἀδικιῶν ἡ μεγίστη;

Καίτοι γε ἐκείνη μὲν ἀνθρώπους φιλοσάρκους ὑποδεχομένη, πολλούς τε δεσπότας ἀμείψουσα τελευταῖον καταλυθήσεται καὶ ἐρημωθήσεται· ἡ δὲ τὸ ἅγιον Πνεῦμα ξενίζειν οἶδεν, εἴπερ «Ναὸς Θεοῦ ἐσμεν ζῶντος, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ἡμῖν,» ὥς φησιν ὁ θεῖος Ἀπόστολος. Ἀλλὰ γὰρ καὶ ἀπαίρουσι τῶν ἐνθένδε συναποδημεῖ μένουσα ἐν οὐρανοῖς ἀκατάλυτος, αἰώνιος. Τίς δὲ ἡ ὕλη τῆς οἰκοδομῆς ταύτης; τῶν ἀρετῶν ἡ ἀνάληψις. Καί γε λάβε μοι πρῶτον τὸν τοῦ Θεοῦ φόβον, ὥσπερ τινὰ θεμέλιον κείμενον, εἴπερ «Ἀρχὴ σοφίας φόβος Κυρίου.» Ἔπειτα τὴν φρόνησιν, τὴν ἀνδρείαν, τὴν σωφροσύνην, τὴν δικαιοσύνην· ἐφ’ ᾧ μία τῆς μιᾶς ἐχομένη καὶ τῷ συνδέσμῳ τῆς ἀγάπης συναρμολογουμένη καὶ συμβιβαζομένη «αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ,» καθὼς γέγραπται.

Τοῦτον δὴ τὸν ναὸν, ὦ ἀδελφοὶ, οἰκοδομῶμεν ἑκάστοτε, καὶ τοῦτον κοσμεῖν τῷ κάλλει τῶν ἀρετῶν μὴ ἐλλείψωμεν, ὡς ἂν ἔνοικον τὸ Πνεῦμα τὸ ἅγιον ἔχοιμεν, ὡς ἂν καὶ ἀγγέλους καὶ ἀνθρώπους πρὸς ἑαυτοὺς ἐπιστρέφοιμεν τῇ τοῦ βίου τερπνότητι.

Ἀλλ’ ἐπειδὴ τῶν ἀρετῶν μία ἐστὶ καὶ ἡ ἐγκράτεια, καὶ περὶ ταύτην μᾶλλον ἀρτίως καταγινόμεθα, δῶμεν δόξαν τῷ Θεῷ, ὅτι τὸ ἓν αὐτῆς στάδιον διηνύσαμεν. Τὰ πρόσωπα ὑμῶν ἠλλοιώθησαν παρὰ τὸ πρότερον, ἀλλὰ τὴν καλὴν ἀλλοίωσιν, τὴν ἐκ τῆς ἐγκρατείας ὠχρότητα ἐπιλάμποντα· τὰ στόματα ὑμῶν ἐπικράνθησαν τῇ βραδυφαγίᾳ ἐκχολούμενα, ἀλλὰ τὰ πνεύματα ὑμῶν ἐγλυκάνθησαν τῇ ἐλπίδι πτερούμενα. Καί γε ταῦτα ἀντίκεινται ἀλλήλοις, καὶ τῇ τοῦ ἑνὸς ἐπικρατήσει θάτερον ἀσθενεῖν πέφυκεν· ὥστε χαίρωμεν τῷ κρείττονι προστιθέμενοι. Εἴποι τις ἂν ἴσως, ὡς τὸ καθ’ ἑκάστην ἐσθίειν ἐλλειπές ἐστι τελειότητος. Ἀλλ’ οὐδαμῶς· ἢ γὰρ ἂν οὐκ ἂν ὁ Κύριος τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον ἑκάστοτε αἰτεῖν ἡμᾶς προσέταξεν· οὐκ ἂν Ἡλίας ὁ προφήτης καθ’ ἑκάστην ἐν ἐρήμῳ ὑπὸ κόρακος διετρέφετο· οὐκ ἂν Παῦλος ὁ πρὸ τοῦ θείου Ἀντωνίου τὴν ἔρημον οἰκήσας ἡμερήσιον τὸν ἄρτον θεόθεν ἀπεδέχετο· οὐδ’ ἂν αὐτὸς ὁ μέγας Ἀντώνιος τῆς ὑπερημερησίου καὶ ἑβδομαρησίου νηστείας τὸ καθ’ ἑκάστην ἡμέραν ἐσθίειν παρὰ μικρὸν τῆς χρείας προέκρινε.

Καί μοι δοκεῖ διὰ τόνδε τὸν τρόπον· ἐπειδὴ γὰρ τὸ σῶμα ἡμῶν δι’ ὅλης τῆς ἡμέρας κάμνον ταῖς αἰσθήσεσιν ἀτονεῖ, ὥσπερ τις δρομεὺς πῶλος, καὶ δεῖται ἀναπαύσεως, ἀναγκαίως ὁ τῆς φύσεως δημιουργὸς τῇ ἐφημέρῳ τροφῇ συγκρατεῖσθαι αὐτὸ ᾠκονόμησεν, ὡς ἂν εἴη πρὸς τὸ ἑξῆς εὔδρομον, ἀλλὰ μὴ ἔκλυτόν τε καὶ ἐξίτηλον· ὅπερ πάσχουσιν οἱ τὰς διπλᾶς καὶ τριπλᾶς καὶ πενταπλᾶς ἕλκοντες. Οὔτε γὰρ συχνότερον γονυκλιτεῖν δύναιντ’ ἂν, οὔτε ἐν ψαλμῳδίαις γεγωνότερον φθέγγεσθαι, οὔτε τὰς ἄλλας διακονίας εὐμαρῶς ἐπιτελεῖν, εἰ μή τι ἄρα ὑπερφυές ἐστι τὸ γινόμενον.

Οὔκουν τῶν ἀτελῶν λοιπὸν ἡ ἐφημερήσιος τροφή, ἀλλὰ καὶ πάνυ τῶν τελείων τῷ ἀποδοθέντι ὅρῳ καὶ κανόνι. Καὶ εὖ γε ὅτι πατρικῶς κεκανόνισται τὰ καθ’ ἡμᾶς. Καὶ χαρισθείη ὑμῖν ἔτι καὶ ἔτι καὶ ὑγεία σώματος καὶ ῥῶσις πνεύματος, εἰς τὸ «δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ καὶ ἀναμένειν» τὴν τελευταίαν ἡμέραν, ἐν ᾗ σὺν ἁγίοις ἐκλάμψοιτε ὡς ὁ ἥλιος κληρονομοῦντες βασιλείαν οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΝϚʹ ΚΑΤΗΧΗΣΙΣ ΝϚʹ ΠΕΡΙ ΤΟΥ ΜΗ ΥΠΕΡ ΔΥΝΑΜΙΝ ΕΚΤΕΙΝΕΣΘΑΙ ΗΜΑΣ ΕΝ ΤΟΙΣ ΚΑΤΑ ΘΕΟΝ ΣΠΟΥΔΑΣΜΑΣΙ ΚΑΙ ΤΟΥ ΔΙΑΤΡΕΦΕΙΝ ΤΗΝ ΨΥΧΗΝ ΕΝ ΤΟΙΣ ΠΝΕΥΜΑΤΙΚΟΙΣ ΘΕΩΡΗΜΑΣΙΝ Ἀδελφοὶ καὶ πατέρες, ἐπειδὴ πᾶσα ἀρχὴ δύσκολος, καὶ ἡ ἀπαρχὴ τῆς νηστείας, κατὰ τὴν ὑπαλλαγὴν τῶν βρωμάτων τε καὶ σπουδασμάτων, δυσκολίαν τινὰ καὶ τραχύτητα ἐμποιεῖ· τῇ ἐπιμονῇ δὲ καὶ ἐντριβῇ καταρραΐζεται καὶ καταλεαίνεται· διὰ τοῦτο καὶ γέγραπται· «Πᾶσα παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι’ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης.» Διὸ καὶ ἡμεῖς ἀξιωθέντες παραβιβάσαι τὴν μίαν τῆς νηστείας ἑβδομάδα, προθυμότεροι πρὸς τὸ ἑξῆς διὰ τῆς πείρας γενώμεθα, εἰδότες ὅτι προθυμία ῥώννυσι καὶ ψυχὴν καὶ σῶμα τὰ βαρέα κοῦφα ἐργαζομένη καὶ τὰ δυσχερῆ εὐχερῆ· ὥσπερ τοὐναντίον ἡ ῥᾳθυμία τὰ κοῦφα βαρέα καὶ τὰ εὐχερῆ δυσχερῆ ποιοῦσα. Μὴ μέντοι ὑπὲρ δύναμιν τεινώμεθα ἐν τοῖς σπουδάσμασιν, ἀλλὰ μετὰ τοῦ πνευματικοῦ συντηρῶμεν καὶ τὸ ὑγιὲς τοῦ σώματος. Τί γὰρ ὄφελος ἐξ ὑπαρχῆς σφοδρῶς βαδίζειν καὶ θᾶττον καταπίπτειν, ἀλλ’ ἢ μᾶλλον τετηρημένως πρὸς τὴν διάτασιν ἀποσκοποῦντα τοῦ καταλύματος;

Ἐπειδὴ δὲ τόνον ἔχουσα ἡ ἡμέρα ἀκηδίαν ἐμποιεῖν εἴωθεν, ἀγαθαῖς ἀσχολίαις καὶ θεωρήμασι πνευματικοῖς διατρέφωμεν τὴν ψυχήν, μὴ ἐν τοῖς κατὰ κόσμον, ἐν οἷς ματαιότης, σύγχυσις, ταλαιπωρία καὶ πικρία, ἀλλ’ ἐν οἷς γλυκύτης καὶ εὐφροσύνη. «Ἐμνήσθην τοῦ Θεοῦ, φησὶ, καὶ εὐφράνθην.» Ἐπὶ Θεὸν οὖν ὁ νοῦς ἡμῶν, ἐπὶ τὰ οὐράνια θεάματα, ἐπὶ τὰ κάλλη τοῦ παραδείσου, ἐπὶ τὰς μονὰς τὰς ἀϊδίους, ἐπὶ τὰς ἀγγελικὰς χοροστασίας, ἐπὶ τὴν ἐκεῖσε διαγωγήν, ποῦ ποτέ εἰσιν αἱ ψυχαὶ νῦν τῶν τε δικαίων καὶ ἁμαρτωλῶν, πῶς ἡ ἐπιφάνεια τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενήσεται, «Ἐν ᾗ, κατὰ τὸ ἱερὸν λόγιον, οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσεται, γῆ δὲ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται·» εἶτα πῶς μέλλει ἑκάστη ψυχὴ τὸ συζυγὲς σῶμα ἀναλαμβάνειν, ποταπὴ ἡ συναγωγὴ ἐκείνη ἡ ἀπὸ Ἀδὰμ μέχρι συντελείας πολυάνθρωπος, πηλίκον τὸ τοῦ Χριστοῦ φοβερὸν καὶ ὑπὲρ ἡλίου αὐγὴν πρόσωπον, ποταπῆς αὐτοῦ φωνῆς ἀκούσομεν· τέλος, τίς ἡ ἀποκατάστασις τῶν τε δικαίων προσλαμβανομένων εἰς βασιλείαν οὐρανῶν καὶ τῶν ἁμαρτωλῶν ἀποπεμπομένων εἰς τὰς αἰωνίους τιμωρίας.

Ταῦτα ἡμᾶς προσήκει, ἀδελφοὶ, μεριμνᾶν καὶ λογίζεσθαι, καὶ ἐν τούτοις ἀναστρέφεσθαι ὡς ἔξω κόσμου ὄντας, ὡς τὸ πολίτευμα ἐν οὐρανοῖς ἔχοντας καὶ οὐδὲν κοινὸν πρὸς τοὺς κατὰ σάρκα ζῶντας· ἐν οἷς ἔστι κατανύσσεσθαι καὶ δακρύειν καὶ φωτίζεσθαι, τήν τε ἐντεῦθεν ζωὴν εἰρηνικὴν διάγειν, καὶ ἐλπίδα ἔχειν τῶν μελλόντων αἰωνίων ἀγαθῶν ἐπιτεύξεσθαι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΝΖʹ ΠΕΡΙ ΤΟΥ ΦΥΛΑΤΤΕΙΝ ΤΗΝ ΨΥΧΗΝ ΑΠΟ ΤΩΝ ΦΘΟΡΟΠΟΙΩΝ ΠΑΘΩΝ Ἀδελφοὶ καὶ πατέρες, ἐπειδὴ ἐνηστεύσαμεν τὴν πρώτην ἑβδομάδα, ἄλλο τι παρ’ ὃ ἦμεν ἐφάνημεν ἀλλήλοις ἰσχνότεροί τε καὶ ὠχρότεροι. «Ἀλλ’ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, καθὼς λέγει ὁ Ἀπόστολος, ἀλλ’ ὁ ἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.» Ὅπερ γὰρ ἔστιν ὁρᾶν τὸ σῶμα ὑπὸ τρυφῆς εὔχρουν τε καὶ λελιπασμένον· τοῦτο διὰ τῆς ἐγκρατείας κατὰ ψυχὴν ἀκόλουθον ἔστιν ὑπολαμβάνειν· ὥστε ταπεινώσαντες τὸ σῶμα τὸ τῆς ψυχῆς κάλλος περιεποιησάμεθα, κάλλος ἐκεῖνο ὃ ποθῶν ὁ ἅγιος Δαυὶδ ηὔχετο· «Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν.» Τούτῳ δὴ οὖν τῷ κάλλει καὶ ὁ μακάριος Παῦλος ἡρμόσθαι ἡμᾶς τῷ Χριστῷ βεβαιοῖ· «Ἡρμοσάμην γὰρ ὑμᾶς ἐνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ· φοβοῦμαι δὲ μή πως, ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν.» Ὁρᾷς τῆς δωρεᾶς τὸ μέγεθος, ὅτι τὸν Χριστὸν νυμφίον ἔχειν ἠξιώμεθα; Βλέπεις τὸν ἁρμοστὴν πῶς δεδοικώς ἐστιν ὑπὲρ τῆς ἡμετέρας ἀσφαλείας; Τοίνυν ἔοικεν ἡ ψυχὴ ἡμῶν κόρῃ τινὶ θαλαμευομένῃ.

Ὥσπερ οὖν ἐκείνη ἐγκρατεύεται ἀπὸ ὄψεως ἀρρένων, εἴσω θαλάμων ἑαυτὴν ἐπέχουσα πᾶσάν τε σπουδὴν ποιουμένη εἰς τὸ ἄφθορον ἑαυτὴν διατηρῆσαι, ἄχρις οὗ ἔλθῃ ὁ καιρὸς τῆς νυμφεύσεως αὐτῆς· τὸν αὐτὸν δὴ τρόπον ὀφείλει καὶ ἡ ψυχὴ πάσῃ σπουδῇ φυλάττειν ἑαυτὴν καθαρὰν ἀπὸ τῶν φθοροποιῶν παθῶν τῆς ἁμαρτίας, μέχρις αὐτῆς ἐξόδου· ἐφ’ ᾗ ὥσπερ ἀπό τινος θαλάμου τοῦ σώματος ἐξιοῦσα, εἰ μὲν εὐειδὴς εἴη ταῖς ἀγαθαῖς πράξεσιν ἀπολάμπουσα, εὐφράνοι ἂν τοὺς ἁγίους ἀγγέλους, καὶ μάλα εἰκότως· εἰ δὲ δυσειδὴς τῇ κακίᾳ, ἐπίχαρμα ἔσται τοῖς δαίμοσιν εἰς ὀνειδισμὸν τοῦ Χριστοῦ· ὅπερ ἐλεεινὸν καὶ λεγόμενον καὶ νοούμενον. Τούτου οὖν ἕνεκα ὁ ὑπωπιασμὸς τοῦ σώματος πάρεστι· διὰ ταῦτα ἡ σκληραγωγία, καθάπερ τις χαλινὸς ἀνακόπτουσα τὰς τῆς σαρκὸς ὁρμάς, ἵνα μὴ τὸν ἡνίοχον νοῦν κάτω βάλλοι, οὐ κατὰ τὸν παρόντα καιρὸν μόνον, ἀλλὰ καὶ διὰ παντὸς τοῦ βίου. Τί γάρ ἐστιν ἡ ἀσκητικὴ ζωή, ἀλλ’ ἡ ἐγκράτεια παθῶν, ἐπιστασία τε λογισμῶν καὶ διηνεκὴς πάλη πρὸς τοὺς ἀοράτους ἐχθρούς; Καὶ θλιπτικὰ μὲν ταῦτα πῶς οὐχὶ τῇ σαρκί; Ἀλλὰ «Τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν, καθὰ γέγραπται, καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα.»

Οὐκοῦν διὰ τὰ μὴ βλεπόμενα ἀγαθὰ, «εἰς ἃ ἐπιθυμοῦσι καὶ ἄγγελοι παρακύψαι,» διὰ τὸν νυμφίον ὃν ἡρμοσάμεθα Χριστόν, παρακαλῶ καὶ δέομαι, ἀδελφοὶ, καθαρὰν ἑαυτῶν τὴν ψυχὴν διατηρῶμεν ἀπὸ πονηρῶν πράξεων, ἀπὸ λογισμῶν ῥυπαρῶν, οἳ κοινοῦσιν ἡμᾶς, καθὼς εἴρηκεν ὁ Κύριος· μὴ λογιζόμενοι τὸ κακὸν ὅλως· ἐν γὰρ τῷ λογίζεσθαι, ὡς πῦρ ἡ ἐπιθυμία ἀνάπτεται· ἀλλὰ πόρρωθεν τῶν παθῶν ἱστάμενοι, καὶ ἐξ αὐτῆς προσβολῆς ἀποκρουόμενοι τὸν πειράζοντα, τοῖς τε ἀγαθοῖς ἔργοις τὴν ψυχὴν λαμπρύνοντες, αὐτῆς τε τῆς προκειμένης ἐγκρατείας ἐχόμενοι προθυμότερον, ὅπως καθαρῶς τῶν ἐνθένδε μεταχωρήσαντες, ἐν ἀνεκλαλήτῳ χαρᾷ πρὸς οὐρανὸν ἀπάρωμεν, καὶ τῆς χαρᾶς τοῦ ἐπουρανίου νυμφῶνος ἀπολαύσωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΝΗʹ ΠΕΡΙ ΟΜΟΝΟΙΑΣ ΚΑΙ ΑΓΑΠΗΣ ΚΑΙ ΤΟΥ ΥΠΟΙΣΑΙ ΓΕΝΝΑΙΩΣ ΤΑ ΕΠΙΠΟΝΑ ΤΗΣ ΑΡΕΤΗΣ ΥΠΕΡ ΤΟΥ ΤΥΧΕΙΝ ΒΑΣΙΛΕΙΑΣ ΟΥΡΑΝΩΝ Ἀδελφοὶ καὶ πατέρες, χαίρω ἐφ’ ὑμῖν ὁ ταπεινός, ὅτι ἐν ὁμονοίᾳ πορεύεσθε καὶ εἰρηνικῶς διεξάγεσθε καὶ ὑπομονητικῶς τὸν τῆς νηστείας καιρὸν διαφέρετε. Καὶ τοῦτο τῆς σωτηρίας ὑμῶν, καὶ τοῦτο τῆς ἐλπίδος ἡμῶν· ἡλίκον γὰρ ἀγαθὸν ἐν συνοδίᾳ ἡ εἰρήνη καὶ ὁμόνοια, ἤδη ἐκποδὼν τῶν κακῶν γεγενημένων, ἀταξίας καὶ ἀκαταστασίας, ἀντιλογίας καὶ καταλαλιᾶς, ἀνηκοΐας καὶ ὑπερηφανίας καὶ εἴ τινος οὖν ἄλλης πονηρίας! Οἱ τοιοῦτοι, πρῶτον μὲν, αὐτοὶ ἐφ’ ἑαυτοῖς τὸ ἀγαθὸν πορίζονται· ἔπειτα, ἄλλοις προκείμενοι ἀρετῆς ὑπόδειγμα, κἀντεῦθεν κερδαίνουσι τὰ μέγιστα. Ὡς γὰρ οἱ σκανδάλων παραίτιοι τοῦ «Οὐαὶ» κληρονόμοι· οὕτως οἱ τὴν ἀρετὴν παραθήγοντες εὐλογίας κληρονόμοι. Καὶ μήποτε, ἀδελφοί μου, ἀποπέσωμεν τῆς καλῆς καταστάσεως καὶ τῆς ἐπαινουμένης διαγωγῆς, μηδὲ καταλήξωμεν τῆς τοῦ Θεοῦ ἀγαπήσεως· γέγραπται γάρ· «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου.»

Ὁ οὖν οὕτως ἀγαπῶν οὐ κορέννυται, οὐ καταπίπτει, οὐκ ἀκηδίᾳ· μᾶλλον μὲν οὖν πῦρ πυρὶ προσλαμβάνεται, καὶ προθυμίᾳ προθυμίαν ἀνάπτει «ἀναβάσεις ἐν τῇ καρδίᾳ» διατιθέμενος ἀρετῶν καὶ «ἐκ δυνάμεως εἰς δύναμιν» πορευόμενος πνευματικήν· καὶ τοῦτο ἀκαταλήκτως. Οὐχ ὁρᾶτε τοὺς κατὰ σάρκα πονοῦντας πόσα πονοῦσιν ἐπὶ ματαίοις καὶ φθειρομένοις;

Οὐχ ὁρᾶτε τοὺς κατ’ ὀφθαλμοὺς ὑμῶν ἐνταῦθα ναυπηγοῦντας, πῶς ὁλημεροῦσιν ἐν τῷ κόπῳ μηδοτιοῦν διδόντες ἑαυτοῖς ἄνεσιν; Ὑπὲρ τίνος; ἵνα βραχὺ χρυσίον κομίσωνται, ἵνα τοῖς οἰκείοις τὰ κατὰ χρείαν ἀπενέγκωσιν· ἡμεῖς δὲ ὑπὲρ τοῦ τὰ θεῖα πλουτῆσαι, ὑπὲρ τοῦ τυχεῖν βασιλείας οὐρανῶν, ὑπὲρ τοῦ ἀπολαῦσαι τῶν αἰωνίων ἀγαθῶν, ὑπὲρ τοῦ φυγεῖν τὰς αἰωνίους τιμωρίας, οὐχ ὑποίσομεν πάντα μετὰ πάσης προθυμίας καὶ διεγέρσεως, εἰ δέοι καὶ τὸ αἷμα προχεῖν ἑτοίμως αὐτὸ προϊέμενοι διὰ Κύριον; Ναὶ, ἀδελφοί μου, παρακαλῶ, στῶμεν γενναίως, «Τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες,» τοῖς ἐργοχείροις ἡμῶν προσέχοντες, ταῖς ψαλμῳδίαις, ταῖς στιχολογίαις, ταῖς ἀναγνώσεσιν, ἵνα τῇ τοιαύτῃ ἀσχολίᾳ κατέχωμεν τὸν νοῦν ἀποσπῶντες αὐτὸν τῆς ἐπὶ τὰ μάταια διατριβῆς· ἐπειδὴ ἀργία μήτηρ κακίας, ἡ δὲ ἐργασία φυλακὴ νοός.

Μὴ μέντοι διὰ ταῦτα ἐκτρεπόμενοι τῆς καταστάσεως ἡμῶν, προτιμοτέραν δὲ τιθέμενοι τὴν ὑπακοήν, τὴν εὐταξίαν, τὴν τοῦ πλησίον ἀνάπαυσιν, τὰ ἄλλα πάντα ὅσα συντελεῖ εἰς σωτηρίαν τῆς ψυχῆς ἡμῶν· ἐπὶ πᾶσι προσευχόμενοι καὶ ὑπὲρ τῶν ὧδε κἀκεῖσε διεσπαρμένων ἀδελφῶν ἡμῶν· ἐπειδὴ πόνος μοι καὶ περὶ ἐκείνων μὴ ὁρῶντι κατ’ ὀφθαλμοὺς, ὅπως ἕκαστος διασώζεται· οὐ μὴν ἀλλὰ καὶ ὑπὲρ ἐμοῦ αὐτοῦ τοῦ ταπεινοῦ ὑπερευχόμενοι, «Ἵνα μοι δοθῇ λόγος, ἐν ἀνοίξει τοῦ στόματός μου,» καὶ βίος ἀδιάστροφος· ὡς ἂν ἑκατέρωθεν καὶ ἡμεῖς καὶ ὑμεῖς σωζοίμεθα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΝΘʹ ΠΕΡΙ ΤΟΥ ΗΠΙΩΣ ΚΑΙ ΕΥΜΑΡΩΣ ΔΙΑΝΥΕΙΝ ΗΜΑΣ ΤΑΣ ΗΜΕΡΑΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ ΕΠ’ ΕΛΠΙΔΙ ΤΗΣ ΑΤΕΛΕΥΤΗΤΟΥ ΖΩΗΣ Ἀδελφοὶ καὶ πατέρες, καλὴ ἡ νηστεία, ἐὰν ἔχῃ τὰ ἰδιώματα αὐτῆς, ἅτινά ἐστι τὸ εἰρηνικόν, τὸ πρᾶον, τὸ εὐκατάστατον, τὸ εὐήκοον, τὸ ταπεινόν, τὸ συμπαθὲς καὶ ὅσα ἄλλα εἴδη τῆς ἀρετῆς.

Ὁ δὲ διάβολος σπεύδει ἐν τοῖς νηστεύουσι τἀναντία ὑποβάλλειν, καὶ ἀποδεικνύειν θρασεῖς, ὀργίλους, θυμώδεις, πεφυσιωμένους, ἵνα πλέον τοῦ κέρδους τὸ βλάβος ἀπεργάσηται. Ἀλλ’ ἡμεῖς τὰ νοήματα αὐτοῦ μὴ ἀγνοῶμεν· εἰρηνικῶς δὲ καὶ ἠπίως καὶ πράως καὶ εὐσταθῶς διεξερχώμεθα «Ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ,» εἰδότες ὅτι αὕτη εὐπρόσδεκτος Θεῷ· ἐπεὶ οὐδ’ ἂν ὡς κρίκον κάμψῃς τὸν τράχηλόν σου καὶ ὑποστρώσῃς σεαυτῷ σάκκον καὶ σποδὸν, εἴης εὐάρεστος αὐτῷ, ἐκείνων μὴ παρόντων σοι· πάντως δὲ ὅτι καὶ ἡ νηστεία ὑπωπιάζει καὶ μαραίνει τὸ σῶμα, ἀλλὰ τὴν ψυχὴν εὐρύνει καὶ ἀναθάλλειν ποιεῖ· «Ὅσῳ γὰρ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, φησὶ, τοσοῦτον ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.» Καὶ «Τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν.» Ὥστε σκοποῦντες τὴν ἀνταπόδοσιν, φέρωμεν τὰ ἐπίπονα τῆς ἀρετῆς μακροθύμως, «Εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί, ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ.» Οὐχὶ καθ’ ἑκάστην ἡμέραν τοῦ ἀχράντου αὐτοῦ σώματος καὶ αἵματος μεταλαμβάνομεν; Τί δ’ ἂν εἴη τούτου ἡδύτερον καὶ ἀπολαυστικώτερον, εἴπερ τοῖς μετὰ καθαροῦ συνειδότος μετέχουσι ζωὴ αἰώνιος εὑρίσκεται;

Οὐχὶ καθ’ ἑκάστην ὁμιλοῦμεν τῷ θείῳ Δαυὶδ καὶ τοῖς ἄλλοις ἁγίοις πατράσι διὰ τῆς τῶν ἀναγνωσμάτων ἀναλήψεως;

Τί τούτου παραμυθητικώτερον εἴη ἂν τῇ ψυχῇ; Οὐχὶ τῆς τοῦ κόσμου σχέσεως καὶ τῶν κατὰ σάρκα συγγενῶν διερρήγμεθα; Τί πάλιν τούτου μακαριώτερον καὶ ὑψηλότερον; «Ἡμῶν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα.» Ὥστε, ἀδελφοί μου, χαίρωμεν καὶ ἀγαλλώμεθα διαπτύοντες πᾶσαν ἡδονήν· «Πᾶσα γὰρ σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου, ὡς ἄνθος χόρτου.» «Ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε·» τὸ δὲ ἔργον τῆς ἀρετῆς μένει εἰς τὸν αἰῶνα. «Κακοπαθεῖ τις ἐν ὑμῖν; ὥς φησιν ὁ ἀδελφόθεος· προσευχέσθω. Εὐθυμεῖ τις; ψαλλέτω.» Πειράζεταί τις ὑπὸ πονηροῦ πάθους; —ἐπείπερ ἀεὶ ἐνεργεῖ ὁ πειραστής—ὑπομεινάτω ἀκούων τοῦ λέγοντος· «Μακάριος ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν.» «Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά», εἶπεν ὁ Κύριος, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Ξʹ ΠΕΡΙ ΤΗΣ ΕΝΘΕΝΔΕ ΑΘΡΟΑΣ ΜΕΤΑΧΩΡΗΣΕΩΣ ΠΕΡΙ ΤΗΣ ΕΝΘΕΝΔΕ ΑΘΡΟΑΣ ΜΕΤΑΧΩΡΗΣΕΩΣ ΚΑΙ ΔΙΔΑΣΚΑΛΙΑ ΠΕΡΙ ΤΟΥ ΑΣΦΑΛΩΣ ΤΗΡΕΙΝ ΤΑΣ ΕΑΥΤΩΝ ΑΙΣΘΗΣΕΙΣ ΚΑΙ ΤΟΝ ΝΟΥΝ ΑΠΟ ΤΩΝ ΕΚΤΟΠΩΝ ΕΠΙΘΥΜΙΩΝ Ἀδελφοὶ καὶ πατέρες, ἁγίου πατρὸς παρόντος καὶ διδασκάλου, οὐκ ὀφείλομεν διαλεχθῆναι· ἀλλ’ ὅμως διὰ τὴν συνήθειαν μικρόν τι εἴπωμεν. Ἡμέρᾳ καὶ ἡμέρᾳ ἡ ζωὴ ἡμῶν, ὡς ὁρᾶτε, ἀμείβεται, καὶ τῷ θανάτῳ πλησιάζομεν, καὶ δεῖ ἡμᾶς τῶν ἐνθένδε μεταχωρῆσαι καὶ προστεθῆναι τοῖς ἀδελφοῖς καὶ πατράσιν ἡμῶν· ὥστε χρεία νήψεως πολλῆς καὶ προσοχῆς καὶ ἑτοιμασίας καρδίας.

Ἀκούομεν ἀναγινωσκομένης τῆς ἱστορίας τοῦ κατακλυσμοῦ, καὶ τοῦ Κυρίου ἐν εὐαγγελίοις λέγοντος· «Ὥσπερ ἐν ταῖς ἡμέραις τοῦ Νῶε ἤσθιον, ἔπινον, ἐγάμουν, ἠγόραζον, ἐπώλουν,» καὶ αἰφνιδίως ἐπέστη ὁ κατακλυσμός· οὕτω καὶ ἐπὶ τῆς παρουσίας «τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἔσται.» Καὶ τάχα θαυμάζομεν τοὺς τηνικαῦτα, πῶς ἀναλγήτως διέκειντο, καὶ οὐχὶ μᾶλλον ἔντρομοι καὶ ἔμφοβοι ὑπῆρχον. Σκοπῶμεν οὖν μὴ, ὅπερ κατηγοροῦμεν, λάθωμεν ἡμεῖς ἐν τούτῳ τυγχάνοντες. Ἤδη οὐχ ἡ κιβωτὸς κατασκευάζεται ἡ δι’ ἑκατὸν ἐτῶν ἀναπληρουμένη· ἀλλὰ καθ’ ἑκάστην ἡμέραν ὁ τάφος ὁρᾶται πεπληρωμένος, εἰς ὃν εἰσδῦσαι μέλλομεν. Ἤδη καθ’ ἑκάστην ὁ θάνατος ἐνεργεῖται, ἑνὸς ἑκάστου τῶν ἀδελφῶν ἡμῶν ἀπιόντος. Τῶν ἐκεῖσε μᾶλλον τὰ ἐνταῦθα φοβερώτερα· διὰ τοῦτο προσεκτέον. Καὶ οὐ λέγω· μὴ φάγωμεν, μὴ πίωμεν, μὴ περιβαλώμεθα ἱμάτιον· οὐ τοῦτο λέγω· ἀλλ’ «εἴτε ἐσθίομεν εἴτε πίνομεν εἴτε τι ποιοῦμεν, πάντας εἰ δόξαν Θεοῦ ἵνα ποιῶμεν, ἀπρόσκοποι γινόμενοι καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ,» καθὼς διδάσκει ὁ Ἀπόστολος.

Ναὶ παρακαλῶ, ναὶ ἀντιβολῶ, ἀδελφοί μου, «Πληρώσατέ μου τὴν χαράν, καθὼς πάλιν λέγει ὁ Ἀπόστολος, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες, μηδὲν κατ’ ἐριθείαν ἢ κενοδοξίαν· ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν.» Ἀσφαλισώμεθα τὰς αἰσθήσεις ἡμῶν, τὴν ὅρασιν, τὴν ἀκοήν, τὴν ὄσφρησιν, τὴν γεῦσιν, τὴν ἁφήν, δι’ ὧν ἀναβαίνει ὁ θάνατος. Χαλινώσωμεν τὸν νοῦν ἡμῶν μὴ ἐκφέρεσθαι εἰς ἃ μὴ δεῖ, μὴ κενεμβατεῖν εἰς ἔκτοπα, μὴ ἀναζωγραφεῖν τύπους πονηροὺς μηδὲ συλλαμβάνειν ἐπιθυμίας ἁμαρτητικάς, ἐξ ὧν οὐδὲν ὠφελούμεθα οὐδὲ ἡδονευόμεθα· τοὐναντίον δὲ μᾶλλον ὀδυνώμεθα καὶ συντριβόμεθα εἰς οὐδὲν χρήσιμον τελεσφοροῦντες. Μία οὖν ἀνάπαυσις καὶ μία ἡδονή, καθαρεύειν τὴν ψυχὴν καὶ πρὸς ἀπάθειαν ἀποβλέπειν. Καὶ μὴ ἀκηδιῶμεν ἐκκαλούμενοι πρὸς ἀναπαύσεις καὶ χαρὰν ἀπαθείας, ἀλλὰ σπεύδωμεν καὶ διώκωμεν συντόνως ἐπιμελείᾳ κατορθοῦν πᾶν ἐλάττωμα· καὶ Θεὸς βοηθός· ἐγγὺς γὰρ Κύριος τοῖς ὑπομένουσιν αὐτόν. Καὶ οὕτω πολιτευόμενοι τύχωμεν βασιλείας οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.