Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Μικρὰ Κατήχησις

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΞΑ΄ έως Ο΄

Αναπτύσσονται θέματα σχετικά με τη μίμηση των παθών του Χριστού, το μαρτύριο των ορθοδόξων και τη σημασία των δεσποτικών εορτών του Ευαγγελισμού και του Πάσχα ως προτύπων της αιώνιας ζωής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 7 από 13

ΚΑΤΗΧΗΣΙΣ ΞΑʹ ΟΤΙ ΟΥ ΔΕΙ ΥΠΟΒΑΛΛΕΙΝ ΕΑΥΤΟΥΣ ΕΝ ΤΟΙΣ ΠΕΙΡΑΣΜΟΙΣ ΚΑΙ ΠΕΡΙ ΝΗΣΤΕΙΑΣ Ἀδελφοὶ καὶ πατέρες, χθὲς ταραχὴ, καὶ σήμερον γαλήνη· χθὲς διαθήκη, καὶ σήμερον ἠρεμία· ἀλλ’ εὐλογητὸς ὁ Θεὸς, ὃς καὶ τὸν πειρασμὸν διεσκέδασε καὶ ὑμᾶς ἐνεδυνάμωσεν ἀτρέπτους διαμεῖναι ἐν τῇ προσδοκίᾳ τῶν ἀπειλουμένων. Τοῦτο χριστιανῶν ἀληθινῶν, τοῦτο μοναχῶν ἀψευδῶν, ἀεὶ παρεσκευασμένως ἔχειν πρὸς τοὺς ὑπὲρ ἀρετῆς κινδύνους καὶ μηδὲν τῆς τοῦ Θεοῦ ἐντολῆς ἡγεῖσθαι προτιμότερον. Οἱ μὲν οὖν ἐληλυθότες εἶπον ἃ εἶπον, καὶ ἀπῆλθον οὐ μᾶλλον καταπλήξαντες ἢ αἰδεσθέντες· ὑμῖν δὲ ὁ Κύριος τὸν μισθὸν, ἀνθ’ ὧν προείλεσθε ὑπὲρ αὐτοῦ διωχθῆναι, παράσχοι αὐτοτελῆ· καὶ γὰρ πλούσιος ὢν ἐν ἐλέει οἶδε καὶ ἀπὸ προθέσεως μόνης στεφανοῦν τὸν προαιρούμενον τὸ ἀγαθόν. Οὐ μὴν ὁ πειρασμὸς διεσκεδάσθη, ἀλλ’ ἔτι καὶ ἔτι ἐπιμένει καὶ μάλιστα, ὅτι καὶ πανταχοῦ διατάγματα ὑπὸ τῶν κρατούντων, μηδένα ὑπολειφθῆναι ἀμέτοχον τῆς αἱρετικῆς κοινωνίας. Διὸ ἀκουσώμεθα τοῦ Ἀποστόλου λέγοντος· «Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω τὸν καιρὸν ἐξαγοραζόμενοι. Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.» Ἐν τούτοις γὰρ διδάσκει ἡμᾶς μήτε ὡς ἔτυχεν ἑαυτοὺς εἰς πειρασμοὺς ὑποβάλλειν μήτε πάλιν ὑποσιωπᾶν τὸν τοῦ Θεοῦ λόγον· «Ἐὰν γὰρ ὑποστείληται, φησὶν, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.»

Καὶ περὶ μὲν τούτων ἱκανῶς.

Ἤδη δὲ ἡ νηστεία προέκοψε καὶ ἐπιβάλλει ἡμῖν, ἀδελφοὶ, ἔτι καὶ ἔτι προθύμως εἰς τὸ ἑξῆς ἐπείγεσθαι, «Καθὼς προαιρεῖταί τις, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ νηστευτὴν ἀγαπᾷ ὁ Θεός.» Πλὴν ὅτι ὁ κοινοβιακὸς κανὼν οὐκ ἀφίησιν ἕκαστον ἰδιοθελῶς ἄγεσθαι· ἀλλὰ τοῦτο κοινὸς ὅρος ἐγκρατείας ὑπηκόοις, ἡ τοῦ οἰκείου θελήματος ἐκκοπή. Καλὸν οὖν ἡ νηστεία, ὅτι δαμάζει τὰ πάθη καὶ ὑποτάσσει τὴν σάρκα τῷ πνεύματι· καλὸν τὸ δάκρυον, ὅτι ἀποσμήχει καὶ ἀποπλύνει τὴν καρδίαν ἀπὸ ἁμαρτιῶν, καὶ καθαρὰν αὐτὴν παρίστησι τῷ Κυρίῳ· καλὸν ἡ προσευχὴ, ὅτι πτεροῖ τὸν νοῦν καὶ συνόμιλον Θεῷ ἀπεργάζεται· καλὸν ἡ ἀγάπη, ὅτι πανταχοῦ τὸ καθ’ ἑαυτὴν παρορᾷ πρὸς τὸ τοῦ πλησίον συμφέρον· καλὸν ἡ προθυμία, ὅτι κουφίζει τοὺς πόνους, καὶ νεαροποιεῖ τὸ πνεῦμα, ὡς τὸν γέροντα νεάζειν παρασκευάζουσα. Τοιγαροῦν εὔθυμοι γενώμεθα, πρόθυμοι ἐσώμεθα. Καιρὸς ψαλμῳδίας; προέλθωμεν σπουδαίως· καιρὸς ἐργασίας; ἐργασώμεθα συντόνως· καιρὸς ἡσυχίας; ἡσυχάσωμεν εὐλόγως· καιρὸς λαλιᾶς; λαλήσωμεν ἐμμελῶς· καὶ ἁπλῶς εἰπεῖν, «Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν» ποιοῦντες, καθὼς προστετάγμεθα, ἔξω τε θορύβου καὶ πάσης ἐρεσχελίας διαμένωμεν. Τὸ γοῦν μέτρον τῶν γονυκλισιῶν ἐπιτελείσθω, καὶ ἡ συνήθεια τῆς στιχολογίας ἐκπληρούσθω, κατὰ τὴν ἑκάστου δύναμιν, συντηρουμένης καὶ τῆς ὑγείας τοῦ σώματος.

Καὶ ὁ Θεὸς τῆς εἰρήνης ἀγάγοι ἡμᾶς καὶ εἰς τὴν κυρίαν τῶν ἡμερῶν εἰς τὴν ἀνάστασιν τοῦ Χριστοῦ, ἀξιώσειέ τε τῆς βασιλείας τῶν οὐρανῶν, ὅπου οὐκ ἔνι «βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ, καθὼς γέγραπται, ἐν Πνεύματι ἁγίῳ·» ὧν μεταλάβοιμεν πλουσίως, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΞΒʹ ΠΕΡΙ ΤΟΥ ΜΙΜΕΙΣΘΑΙ ΗΜΑΣ ΤΑ ΤΟΥ ΚΥΡΙΟΥ ΠΑΘΗΜΑΤΑ Ἀδελφοὶ καὶ πατέρες, ὡς καλὸν ἡμῖν ἐγένετο ἡ ἀπὸ τοῦ τῇδε μοναστηρίου διάστασις! «Ἱνατί γὰρ ἡ ἐλευθερία ἡμῶν κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;» Καὶ ἱνατί πρὸς τὸ μηδὲν ὠφελεῖν ἔτι καὶ ἑαυτοὺς λυμαινόμεθα; ᾨκονομήσαμεν οὖν ἐφ’ ὅσον ἐξῆν καὶ ὁ καιρὸς παρεχώρει· νῦν δὲ ἐπειδὴ καιροῦ καλοῦντος οὐ προείλοντο τὸν ὑπὲρ Χριστοῦ διωγμὸν, ὡς καί τινες ἄλλοι, ἀναγκαῖον ἀκούειν τοῦ προφήτου λέγοντος· «Ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε,» λέγει Κύριος. Εἰ δὲ ἄλλοι ἄλλως πράττουσιν ἐπὶ τῶν τοιούτων, αὐτοὶ ὑφέξουσι λόγον τῷ Κυρίῳ, ἐν ἡμέρᾳ κρίσεως· ἐμοὶ γὰρ δοκεῖ, τὸ τούτοις συνυπάγεσθαι ἴσον ἐστὶ τῷ πρὸς τοὺς αἱρετικοὺς ἀδιαφορεῖν. Βλέπετε δὲ ὅτι ἡ διαστολὴ αὕτη συστέλλει ἡμᾶς ἀπὸ τοῦ κόσμου καὶ συνελαύνει πρὸς θλῖψιν, πρὸς στενοχωρίαν, πρὸς λιμόν, πρὸς διωγμόν, πρὸς φυλακήν, πρὸς θάνατον· «ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικᾶν ὀφείλομεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς Θεοῦ·» ὃς ὅταν ἴδῃ ψυχὴν διψῶσαν αὐτὸν, νευροῖ αὐτὴν εἰς τὸ δύνασθαι ὑπενεγκεῖν τὰ ὑπὲρ αὐτοῦ παθήματα· καὶ μαρτυροῦσι μετὰ τῶν ἄλλων καὶ οἱ ἅγιοι τεσσαράκοντα μάρτυρες, ὧν τὴν μνήμην ἀρτίως πεποιήμεθα· οὐ γὰρ ἔχομεν λέγειν ὅτι ἄλλης ἔτυχον φύσεως παρ’ ἣν ἔχομεν.

Ἀλλ’ ἐπειδὴ ἠγάπησαν τὸν Θεὸν ἐν ἀληθινῇ καρδίᾳ, ἐνεδυναμώθησαν ἐν τῇ ἀσθενείᾳ αὐτῶν σαρκὶ καταπαλαῖσαι τὸν ἀόρατον ἐχθρὸν, καὶ τὸν τοιοῦτον καὶ τηλικοῦτον διατελέσαι ἀγῶνα, ὃν ᾄδουσι πάντες χριστιανοί. Καί γε μακάριος ὁ καταξιωθεὶς κοινωνῆσαι τοῖς τοῦ Χριστοῦ παθήμασι, κἂν πόσως γοῦν· ὁ δεδιωγμένος, ὅτι καὶ αὐτὸς ἐδιώχθη· ὁ συλληφθεὶς, ὅτι καὶ αὐτὸς συνελήφθη· ὁ ὀνειδισθεὶς, ὅτι καὶ αὐτὸς ὠνειδίσθη· ὁ μαστιχθεὶς, ὅτι καὶ αὐτὸς ἐμαστίχθη· ὁ φυλακισθεὶς, ὅτι καὶ αὐτὸς ἐφυλακίσθη· ἴδε καὶ πρὸς τί γέγραπται· «Εἰ συναπεθάνομεν, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται.» Ὁρᾶτε τὰς ἐπαγγελίας καὶ τὰς ἀπειλὰς οἶαι καὶ ἡλίκαι; Λοιπὸν οὖν, ἀδελφοὶ, σπεύσωμεν, ἀγωνισώμεθα μὴ καταισχῦναι τὰ προδιηνυσμένα ἐν χάριτι Χριστοῦ, τὰς ἐξορίας, τὰς φυλακάς, τὰς μάστιγας. Καίτοι γε οὐ πάντες ἐφυλακίσθημεν οὐδὲ πάντες ἐμαστίχθημεν· ἀλλ’ ὅμως αὕτη ἡ κοινωνία τοῦ βίου, κοινωνία τῶν παθημάτων γίνεται· «Εἴτε γὰρ πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη.»

Καὶ εἴημέν γε ἐπὶ τὸ πλεῖον «Ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθημεν ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ἡμῶν,» κεφαλὴν ἔχοντες τὸν Χριστὸν εἰς τὸ εὐαρεστεῖν Θεῷ, εἰς τὸ τυχεῖν βασιλείας οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΞΓʹ ΙΣΤΟΡΙΚΗ ΠΕΡΙ ΤΩΝ ΑΝΑΙΡΕΘΕΝΤΩΝ ΕΝ ΒΟΥΛΓΑΡΙᾼ ΧΡΙΣΤΙΑΝΩΝ ΕΝ Τῌ ΑΓΙᾼ ΤΕΣΣΑΡΑΚΟΣΤῌ ΕΝΕΚΑ ΤΗΣ ΚΡΕΩΦΑΓΙΑΣ Ἀδελφοὶ καὶ πατέρες, ἐν τῇ παρούσῃ κατηχήσει βούλομαι ὑμᾶς ἀπὸ διηγήματός τινος προτρέψασθαι εἰς παράκλησιν. Τὸ δὲ διήγημά ἐστι τοιοῦτον· ἐν τῇ Βουλγαρίᾳ, ὡς ἀπήγγειλαν οἱ ἀκριβῶς εἰδότες, ἐξῆλθε δόγμα πονηρὸν παρὰ τοῦ ἐκεῖσε κρατοῦντος· τοὺς ἐν αἰχμαλωσίᾳ χριστιανοὺς καὶ ἀδελφοὺς ἡμῶν κατὰ τὰς ἡμέρας τῆς ἁγίας τεσσαρακοστῆς κρεωφαγῆσαι· καὶ πειθομένους μὲν ἔχειν τὸ ζῆν, ἀπειθοῦντας δὲ ἀποκτέννεσθαι. Καὶ ὁ λόγος τοῦ δυσσεβοῦς ὑπερίσχυσε, καὶ ὁ λαὸς συνηθροίσθη, καὶ κλαυθμὸς καὶ ὀδυρμὸς σὺν γυναιξὶ καὶ τέκνοις πολύς, πῆ μὲν ἀντεχομένων τοῦ χριστιανικοῦ νόμου, πῆ δὲ ὑποδειλιώντων τὸν τῆς σαρκὸς θάνατον· τέλος, φεῦ τῆς ἐλεεινῆς ἐπαγγελίας! ἡττήθησαν ὑποκλιθέντες τῷ ἀσεβεῖ προστάγματι. Δεκατέσσαρες γοῦν ἐξ αὐτῶν ἀπορραγέντες ἔστησαν ἀπ’ ἐναντίας λέγοντες, μὴ εἴκειν μηδὲ πείθεσθαι μηδὲ παρὰ τὸν χριστιανικὸν νόμον κρεωφαγεῖν. Ἐν τούτοις προσβολαὶ, παρακλήσεις ὑπὸ τοῦ λαοῦ· εἶξαι τῇ ἀνάγκῃ, μὴ ἀποθανεῖν ἁπλῶς, καὶ πάλιν διὰ μετανοίας ἀνακληθῆναι. Τοὺς δὲ οὐδὲν ἦν τὸ πεῖθον καὶ μαλακίζον ἀποσκοποῦντας εἰς Θεὸν καὶ τὴν ἐν ἐπαγγελίαις ἀποκειμένην μακαριότητα.

Ὁ γοῦν Σκύθης ἐπεὶ εἶδεν ἀμείλικτον τὴν ἔνστασιν τῶν ἀνδρῶν, ἐσκόπησε δι’ ἑνὸς χειρώσασθαι τοὺς ἄλλους, καὶ τοῦτον κτείνας εὐθὺς τὰ τέκνα αὐτοῦ καὶ τὴν γυναῖκα διένειμε τοῖς Σκύθαις δουλικῶς, ὣς ἂν ἐντεῦθεν καταμαλακισθέντες ἑλκυσθῶσιν οἱ ἄλλοι· οἱ δὲ ἔμενον μᾶλλον ἀκαμπεῖς ἐπιβοῶντες· Χριστιανοί ἐσμεν καὶ τῆς μερίδος τοῦ τεθνηκότος ἀδελφοῦ ἡμῶν. Ταύτῃ γοῦν τῇ ὁμολογίᾳ ἀπετυμπανίσθησαν καὶ αὐτοὶ τελειωθέντες ἐν Κυρίῳ. Ὁρᾶτε τοίνυν, ἀδελφοὶ, καὶ νῦν ἐνεργούμενον τὸ εὐαγγέλιον τῆς βασιλείας τοῦ Θεοῦ. «Ὁ φιλῶν, φησὶ, πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ἢ γυναῖκα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.» Καὶ πάλιν· «Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.»

Ὑπήκουσαν τοίνυν τῶν εὐαγγελικῶν προσταγμάτων, ἐπειθάρχησαν Κυρίῳ, καὶ ἀνεδήσαντο στέφανον μαρτυρίου μιμησάμενοι τοὺς ἁγίους Μακκαβαίους καὶ διπλασιάσαντες τὸν ἀριθμόν, εἴπερ ἐκεῖνοι μὲν ἑπτὰ, οἱ δὲ δεκατέσσαρες· κἀκεῖνοι μὲν ὑπὲρ τοῦ μὴ γεύσασθαι ὑείων κρεῶν παρὰ τὸν νόμον, οἱ δὲ ὑπὲρ τοῦ μὴ μετασχεῖν τοῦ τυχόντος κρέατος παρὰ τὸν χριστιανικὸν κανόνα· ὅπερ δοκεῖ πως καὶ ἀκριβέστερον εἶναι, ὅτι ἐκείνοις μὲν πάντη ἀπηγόρευτο μετασχεῖν ὑός· τοῖς δὲ ἐξῆν κατὰ ἀνάγκην μεταλαβεῖν τοῦ τυχόντος κρέατος, καὶ μὴ κατακριθῆναι, καθὼς λέγει ὁ ἅγιος Βασίλειος. Ἀλλ’ ἐπειδὴ παρὰ Σκυθῶν ἡ προσταγὴ ἀποβλέπουσα πρὸς ἀθέτησιν πίστεως, οὐκ ἠνέσχοντο· ἀλλὰ πάντα δεύτερα ἡγήσαντο ὑπὲρ τῆς τοῦ Χριστοῦ ἀγάπης. Ὢ μακαρίων ἀνδρῶν! ὢ μακαρίας πραγματείας, ἐν μιᾷ καιροῦ ῥοπῇ ἀνταλλάξασθαι αἰωνίους ἀναπαύσεις! Τί φήσουσι πρὸς ταῦτα οἱ τὴν αἱρετικὴν κοινωνίαν μὴ λέγοντες εἶναι ἀθέτησιν; Εἰ γὰρ ἐκεῖ ἀθέτησις τοῦ λαοῦ ἐπὶ τῇ κρεωφαγίᾳ, πόσῳ γε μᾶλλον ὧδε ἐπὶ τῇ ἀσεβοθύτῳ κοινωνίᾳ. Ποῦ δὲ καὶ οἱ λέγοντες· μὴ εἶναι μαρτύριον ἐν τῇ Χριστοῦ εἰκόνι; Εἰ γὰρ ἐκεῖ μαρτύριον τοῖς μὴ κρεωφαγήσασι, πόσῳ γε ὦδε λαμπρότερον τὸ μαρτύριον τοῖς μὴ ἐξαρνησαμένοις.

Ἀλλ’ ἐκεῖνοι μὲν ὡς σκοτεινοὶ ὄντες σκοτεινὰ καὶ φθέγγονται τοῖς οἰκείοις συμπτώμασι συμποδίζειν καὶ ἄλλους πειρώμενοι. Ἡμεῖς δὲ, ἀδελφοὶ, δοξάσωμεν τὸν ἀγαθὸν Θεὸν ἡμῶν τὸν δοξάζοντα τοὺς δοξάζοντας αὐτόν, ὃς καὶ ἐν τῇ γενεᾷ ταύτῃ ἀναδείκνυσι μάρτυρας, ἐκεῖνο ἐπιλογισάμενοι, ὅτι εἰ ἄνθρωποι εὐτελεῖς τὸ φαινόμενον, ὀλιγομαθεῖς, ὑπογύναιοι καὶ ὑπότεκνοι πάντα προεῖντο ὑπὲρ τῆς Χριστοῦ ἀγάπης· πόσῳ γε μᾶλλον ὀφείλομεν ἡμεῖς οἱ ἄζυγες καὶ ἔξω τοῦ κόσμου, καιροῦ καλοῦντος, ὁμόζηλοι τῶν ἁγίων γενέσθαι. Ἀλλὰ τοῦτο μὲν μιᾷ ἡμέρᾳ, καὶ ὅτε Χριστὸς καλέσει· νῦν δὲ στῶμεν πρὸς τὸ κατὰ συνείδησιν διηνεκὲς μαρτύριον. Μὴ κάμψωμεν γόνυ τῇ Βάαλ, ἀδελφοὶ, μηδὲ ἐνδώσωμεν τυπτόμενοι ὑπὸ τῶν λογισμῶν· μᾶλλον μὲν οὖν κατασβεννύωμεν τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ τοῖς δάκρυσι, ταῖς δεήσεσι, ταῖς κατανύξεσι, τοῖς ἄλλοις ὑπωπιασμοῖς τοῦ σώματος, ἵνα ἐξῇ καὶ ἡμῖν σὺν τῷ Ἀποστόλῳ λέγειν· «Καθ’ ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἢν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.» Καὶ μετὰ τοῦ ἁγίου Δαυίδ· «Ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.» Μεθ’ ὧν καταξιωθείημεν κληρονόμοι γενέσθαι τῆς βασιλείας τῶν οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΞΔʹ ΠΕΡΙ ΤΗΣ ΕΝΣΑΡΚΟΥ ΟΙΚΟΝΟΜΙΑΣ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΚΑΙ ΟΤΙ ΔΕΙ ΠΝΕΥΜΑΤΙΚΩΣ ΕΟΡΤΑΖΕΙΝ ΡΗΘΕΙΣΑ ΕΝ Τῌ ΗΜΕΡᾼ ΤΟΥ ΕΥΑΓΓΕΛΙΣΜΟΥ Ἀδελφοὶ καὶ πατέρες, ὁ εὐαγγελισμὸς πάρεστι καὶ τῶν δεσποτικῶν ἑορτῶν ἐστιν ἡ πρώτη, καὶ ὀφείλομεν ἑορτάζειν οὐχ ἁπλῶς κατὰ τοὺς πολλούς, ἀλλὰ μετὰ κατανοήσεως καὶ σεβάσματος τοῦ μυστηρίου. Τί δὲ τὸ μυστήριον; ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ υἱὸς ἀνθρώπου γίνεται μεσίτιδι ἁγίᾳ Παρθένῳ χρησάμενος, ἐν αὐτῇ τε οἰκήσας καὶ ἐξ αὐτῆς ἑαυτῷ ναὸν ἀναπλάσας καὶ τέλειος γενόμενος ἄνθρωπος. Διὰ τί; «Ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, καθὼς γέγραπται, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν·» ἵνα μηκέτι ὦμεν δοῦλοι, ἀλλ’ ἐλεύθεροι· μηκέτι ἐμπαθεῖς, ἀλλ’ ἀπαθεῖς· μηκέτι φιλόκοσμοι, ἀλλὰ φιλόθεοι· μηκέτι κατὰ σάρκα περιπατοῦντες, ἀλλὰ κατὰ πνεῦμα. «Οἱ γὰρ κατὰ σάρκα περιπατοῦντες τὰ τῆς σαρκὸς φρονοῦσιν· οἱ δὲ κατὰ πνεῦμα, τὰ τοῦ πνεύματος· τὸ γὰρ φρόνημα τῆς σαρκὸς, θάνατος· τὸ δὲ φρόνημα τοῦ πνεύματος, ζωὴ καὶ εἰρήνη. Διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται. Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται.»

Αὕτη ἐστὶν, ὡς ἐν συντόμῳ εἰπεῖν, τοῦ μυστηρίου ἡ δύναμις, καὶ διὰ ταῦτα ὀφείλομεν πνευματικῶς ἑορτάζειν καὶ πνευματικῶς ἀναστρέφεσθαι ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, ἐν ἀγάπῃ, ἐν πραότητι, ἐν εἰρήνῃ, «ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι ἁγίῳ,» ὡς ἂν μὴ κενὴν καὶ ἄπρακτον τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἰκονομίαν τὸ καθ’ ἑαυτοὺς δεικνύωμεν. Οὐ μὴν ἀλλὰ ὀφείλομεν καὶ προσεύχεσθαι καὶ λυπεῖσθαι ὑπὲρ τοῦ κόσμου. Διὰ τί; ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἦλθεν ἵνα σώσῃ τὸν κόσμον, καὶ ὁ κόσμος ἀθετεῖ αὐτόν· ἀτεθοῦσιν αὐτὸν φυλαὶ καὶ γλῶσσαι· ἀθετοῦσιν αὐτὸν τὰ βάρβαρα ἔθνη· ἀθετοῦσιν αὐτὸν οἱ τὸ ὄνομα αὐτοῦ ἐπικεκλημένοι τὸ ἅγιον. οἱ μὲν διὰ πίστεως ἐνδιαστρόφου, οἱ δὲ διὰ πονηροῦ βίου, Τί ἔδει ποιῆσαι καὶ οὐκ ἐποίησε; Θεὸς ὢν ἄνθρωπος γέγονεν, «Ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ,» ἔδωκεν ἡμῖν ἐσθίειν τὸ σῶμα αὐτοῦ καὶ πίνειν τὸ αἷμα αὐτοῦ, ἠξίωσεν ἡμῶν καλεῖσθαι πατήρ, ἀδελφός, κεφαλή, διδάσκαλος, νυμφίος, συγκληρονόμος, τὰ ἄλλα πάντα, ἃ οὐκ ἔστιν εὔκαιρον λέγειν· καὶ ὅμως ἀθετεῖται, καὶ ὅμως φέρει. «Οὐ γὰρ ἦλθον, φησὶν, ἵνα κρίνω τὸν κόσμον· ἀλλ’ ἵνα σώσω τὸν κόσμον.» Τί οὖν ἔστιν ἐν τούτοις εἰπεῖν, ἀδελφοί;

ὅτι οἱ γνήσιοι μαθηταὶ ἐν ταῖς ἀθετήσεσι τῶν συμμαθητῶν λυποῦνται δεικνύντες τό τε πρὸς τὸν διδάσκαλον καὶ τὸ πρὸς τοὺς μαθητὰς ἀγαπητικόν· ὡσαύτως καὶ οἱ γνήσιοι δοῦλοι ἐν ταῖς ἀποστασίαις τῶν ὁμοδούλων τὸ αὐτὸ πάσχουσι. Διὰ τοῦτο προστάσσει ὁ μέγας Ἀπόστολος «Ποιεῖσθαι ἡμᾶς δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων, ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων,» αὐτὸ τοῦτο περὶ αὐτοῦ ἀλλαχοῦ λέγων· «Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ, ὅτι λύπη μοί ἐστι μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου· ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ, ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν κατὰ σάρκα.» Εἶδες ἀγάπης δύναμιν; εἶδες ὕψος φιλίας; Τοῦτο καὶ ὁ Μωσῆς φαίνεται πρὸς τὸν Θεὸν λέγων· «Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας.» Οὕτως οὖν καὶ ἡμεῖς, ὡς γνήσιοι μαθηταὶ καὶ οὐ νόθοι, οὐ μόνον ὀφείλομεν τὸ καθ’ ἑαυτοὺς σκοπεῖν, ἀλλὰ καὶ ὑπὲρ τῶν ἀδελφῶν καὶ παντὸς τοῦ κόσμου καὶ λυπεῖσθαι καὶ προσεύχεσθαι· οὕτω γὰρ τὰ ἀρεστὰ Κυρίῳ ποιοῦντες κληρονόμοι γενησόμεθα ζωῆς αἰωνίου, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΞΕʹ ΚΑΤΗΧΗΣΙΣ ΞΕʹ ΠΕΡΙ ΠΑΡΘΕΝΙΑΣ Ἀδελφοὶ καὶ πατέρες, ἐπειδὴ ὁ εὐαγγελισμὸς πάρεστιν, ἐκ τοῦ εὐαγγελισμοῦ ὑμῖν βραχέα τινὰ πειράσομαι διαλεχθῆναι, δεικνὺς ἐντεῦθεν ὡς μέγιστόν ἐστι τὸ τῆς παρθενίας ἐπάγγελμα, ὅπερ ἀσπάσασθαι κατηξιώθημεν. Τίνι γὰρ ὁ ἄγγελος Γαβριὴλ εἴρηκε· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ;» Οὐχὶ τῇ ἁγίᾳ παρθένῳ Μαρίᾳ; Καὶ ἐκ τίνος σαρκωθεὶς ἐνηνθρώπησεν αὐτὸς ὁ Θεὸς καὶ Λόγος; Οὐκ ἐξ αὐτῆς τῆς μακαρίας Παρθένου; Παρθενία τοιγαροῦν ἐστιν ἡ βλαστήσασα τὴν ζωὴν τῶν ἁπάντων· παρθενία ἐστὶν ἡ βασίλισσα τῶν ἀρετῶν· παρθενία ἐστὶν ἡ νύμφη καὶ μεριμνήτρια Χριστοῦ. Καὶ εἰ βούλεσθε, ἀκουσώμεθα τοῦ μακαρίου Παύλου λέγοντος· «Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικί. Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος· ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρί.» Ὁρᾶτε τοῦ λόγου τὴν δύναμιν, πῶς οὐκ ἄγει σχολὴν ὁ γάμος μεριμνᾶν τὰ τοῦ Κυρίου, ἀλλὰ τὰ τοῦ κόσμου; Τῇ παρθενίᾳ οὖν ἡ ἀγαθὴ μερὶς ἀποκεκλήρωται.

Ἀλλὰ γὰρ καὶ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν παρθενία τὰ πρωτεῖα φέρεται· καὶ γοῦν γέγραπται ἐν τῇ Ἀποκαλύψει τοῦ ἁγίου Ἰωάννου τάδε· «Οὗτοί εἰσιν οἱ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν· οὖτοί εἰσιν οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ὑπάγει.» Βαβαὶ τῆς προεδρίας, ἧς ἠξιώθησαν οἱ τὴν παρθενίαν ἑλόμενοι, οἱ συνεπόμενοι Χριστῷ καὶ συνευφραινόμενοι! Ἀλλὰ σκοπήσωμεν, ἀδελφοὶ, ὅτι καθ’ ὅσον μέγα καὶ ὑπερφυὲς τὸ κατόρθωμα, κατὰ τοσοῦτον καὶ ὁ λυμεὼν τῆς ζωῆς ἡμῶν διάβολος ὑπὲρ πάντα τὰ πάθη ἐν τούτῳ πειρᾶται ἡμᾶς καταβαλεῖν. Καὶ ὅσους μὲν κατέβαλεν ἐξ αἰῶνος, τίς ἂν καὶ ἐξαριθμήσειεν; Ὡς δὲ ἐγὼ ἤκουσα παρὰ τοῦ εὖ εἰδότος, ὅτι καὶ νῦν ἐν τῇ Ἀσίᾳ ἄνδρα πολλοῖς ἔτεσιν ἐξησκηκότα καὶ θαυμαστὸν τῷ βίῳ τοσοῦτον ἴσχυσεν ὑποσκελίσαι ὁ δράκων, ὡς μὴ μόνον ἔξαρνον αὐτὸν γενέσθαι τοῦ ἁγίου σχήματος, ἀλλὰ καὶ γυναῖκα περιάγειν μοιχικῶς. Οὖ τί ἂν γένοιτο ἐλεεινότερον;

Καὶ τοιαῦτα μὲν τὰ παρὰ τοῦ διαβόλου τεχνάσματά τε καὶ ἀποτελέσματα. Ἡμεῖς δὲ, παρακαλῶ, ἀδελφοὶ, φυλάξωμεν ἑαυτοὺς, ὡς κόρην ὀφθαλμοῦ, αἰδούμενοι τὸν νυμφίον ἡμῶν Χριστόν, μὴ προδιδόντες τὸν ἐμπιστευθέντα θησαυρὸν τῆς παρθενίας, μηδὲ ταυτὸν πάθοιμεν τοῖς ἰχθύσιν, οἳ δελεάσματι σαρκὸς τὸ ἄγκιστρον καταπίνοντες τὸν θάνατον εὑρίσκουσιν· ἄγκιστρον γάρ ἐστιν ἡ ἡδονὴ, φθείρουσα οὐχ ἡδύνουσα, θανατοῦσα οὐ ζωογονοῦσα· ἧς ῥυσθείημεν δυνάμει Θεοῦ δυναμούμενοι, καὶ πρὸς τὸ ἑξῆς ὀφθείημεν εἰλικρινεῖς καὶ ἀπρόσκοποι, ἕως ἂν ἐμπνέωμεν, ἵνα νικητικῶς τῶν ἐνθένδε μεταχωροῦντες τύχωμεν βασιλείας οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΞϚʹ ΟΤΙ ΤΟ ΠΑΣΧΑ ΤΟΥΤΟ ΤΥΠΟΣ ΕΣΤΙ ΠΡΟΣ ΤΟ ΜΕΛΛΟΝ ΚΑΙ ΑΙΩΝΙΟΝ ΠΑΣΧΑ ΚΑΙ ΠΕΡΙ ΥΠΟΜΟΝΗΣ ΚΑΙ ΑΝΔΡΕΙΑΣ Ἀδελφοὶ καὶ πατέρες, ἡ τεσσαρακοστὴ ἤδη παριππεύει, καὶ χαίρει ἡ ψυχὴ διὰ τὴν ἐπιστασίαν τοῦ πάσχα, ὡς ἐν αὐτῷ ἀναπαυσομένη καὶ τῶν πολλῶν κόπων ἀνεθησομένη. Τί οὖν μοι ὁ λόγος οὗτος προήχθη; ὅτι καὶ πᾶσα ἡμῶν ἡ ζωὴ οἱονεὶ λόγον ἐπέχει πρὸς τὸ αἰώνιον πάσχα ἀφορῶσα· τὸ γὰρ πάσχα τοῦτο εἰ καὶ μέγα καὶ σεβάσμιον, ἀλλ’ ὅμως, ὡς οἱ πατέρες ἡμῶν διαγορεύουσι, τύπος ἐστὶν ἐκείνου τοῦ πάσχα. Τοῦτο γὰρ τὸ πάσχα μιᾷ ἡμέρᾳ καὶ παρέρχεται· ἐκεῖνο δὲ ἀδιάδοχον τὸ πάσχα. Ἔνθεν ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός· ἔνθα χαρὰ καὶ εὐφροσύνη καὶ ἀγαλλίασις αἰώνιος· ἔνθα ἦχος ἑορταζόντων καὶ χορὸς πανηγυριζόντων καὶ φωτὸς ἀϊδίου θεωρία· ὅπου τὸ μακάριον ἄριστον Χριστοῦ, ἡ πλήθουσα τράπεζα τῶν αἰωνίων ἀγαθῶν καὶ τὸ καινὸν πόμα περὶ οὖ ἔφη Χριστός· «Οὐ μὴ πίω ἀπάρτι ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ταύτης, ἕως ἂν αὐτὸ πίω καινὸν μεθ’ ὑμῶν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου.» Περὶ ταύτης μέλλων ἀπαίρειν εἰς οὐρανοὺς τοῖς ἑαυτοῦ μαθηταῖς ἔφη· «Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν, καὶ ἐὰν πορευθῶ, ἑτοιμάσω ὑμῖν τόπον· πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε· καὶ ὅπου ὑπάγω ἐγὼ οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε.»

Καὶ ἑτέρωθι πάλιν· «Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ Πατρί μου, καὶ ὑμεῖς ἐν ἐμοί, καὶ ἐγὼ ἐν ὑμῖν.» Καὶ ἀλλαχοῦ· «Πάτερ, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ αὐτοὶ ὦσι μετ’ ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν ἣν ἔδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.» Ὅτι δὲ οὐ περὶ τῶν ἀποστόλων μόνον, ἀλλὰ καὶ περὶ ἡμῶν ταῦτα, αὐτὸς πάλιν ἔφη· «Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, ἵνα πάντες ἓν ὦσι, καθὼς σὺ Πάτερ ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι.» Τί τούτων τῶν λόγων παρακλητικώτερον; Τί δὲ δυσωπητικώτερον;

Ποίαν οὐ δύνανται μαλάξαι ψυχήν; ποίαν δὲ καρδίαν οὐ κατανύξαι, καὶ λιθίνην τυχὸν εἴποι τις ἂν φύσιν, μὴ ὅτι γε ἀνθρώπου καρδίαν; Ταῦτα ἐννοοῦντες οἱ ἅγιοι ἤνεγκαν ἅπερ ἤνεγκαν ἡγούμενοι τὰς θλίψεις ὡς εὐφροσύνας, τὰς στενοχωρίας ὡς εὐρυχωρίας, τὰς ἀθλήσεις ὡς τρυφάς, τὰς ἀσκήσεις ὡς ἀπολαύσεις, τοὺς θανάτους ὡς ζωάς. Οὐκοῦν καὶ ἡμεῖς ἐπεὶ πρὸς τὴν αὐτὴν ἐπειγόμεθα ἔφεσιν καὶ τὸ αὐτὸ ζητοῦμεν πάσχα, ἐνέγκωμεν, παρακαλῶ, ἀδελφοί μου, εὐψύχως καὶ ἀνδρείως τὰ παρόντα μὴ καταπίπτοντες μὴ ἀκηδιῶντες, μᾶλλον μὲν οὖν διεγειρόμενοι θερμότερον, ἐπισκοποῦντες καὶ τὸν ὄφιν τὸν πονηρὸν τὸν ποικιλλόμενον ἐν τοῖς παθήμασι καθ’ ἡμῶν, τὸν μετασχηματιζόμενον εἰς ἄγγελον φωτός, καὶ μετασχηματίζοντα τὰ πράγματα παρ’ ὅ εἰσι· τὸ σκότος δεικνύει φῶς, τὸ πικρὸν γλυκύ. Οὕτω τὸν προπάτορα ἡμῶν ἐδελέασε γοητεύσας αὐτοῦ τὴν ὅρασιν, καὶ ὑποδείξας ὡραῖον τὸ μὴ ὡραῖον, κἀντεῦθεν διὰ τῆς βρώσεως ἐκβαλὼν αὐτὸν τοῦ παραδείσου.

Ἀλλ’ ἡμεῖς τῆς πείρᾳ ἐγνωκότες αὐτὸν οἷός ἐστιν ἀπατητής, τοῦ παραδείσου τῶν ἐντολῶν τοῦ Θεοῦ μὴ ἐξέλθωμεν· μηδὲ, ἡνίκα ὑποδεικνύει ἡμῖν ὡραῖον τὸν καρπόν, ἀφήσωμεν τὸ ὄμμα τῆς ψυχῆς ἢ τοῦ σώματος ἐκεῖσε, ἐπεὶ δελεαζόμεθα· ἀλλὰ παντὶ τρόπῳ ἀποφεύγωμεν τοῦ βλέπειν. Τίς δὲ ὁ καρπὸς ὁ δοκῶν ὡραῖος; ὁ ἔρως τῆς σαρκός, ἡ πονηρὰ ἐπιθυμία ἑνὸς ἑκάστου τῶν ὀλεθρίων παθῶν· ὧν φυγόντες, ἀδελφοί μου, τὴν πεῖραν σωθησόμεθα καὶ πασχάσομεν εἰς αἰῶνα αἰῶνος, σὺν πᾶσι τοῖς ἁγίοις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΞΖʹ ΟΤΙ ΕΝ Τῌ ΝΕΚΡΩΣΕΙ ΤΩΝ ΠΑΘΩΝ ΚΑΙ Τῌ ΑΝΑΣΤΑΣΕΙ ΤΩΝ ΑΡΕΤΩΝ ΤΟΥΤΟ ΕΣΤΙ ΤΟ ΕΟΡΤΑΖΕΙΝ ΚΑΘ’ ΕΚΑΣΤΗΝ ΚΑΙ ΠΑΣΧΑΖΕΙΝ ΚΥΡΙῼ Τῼ ΘΕῼ Ἀδελφοὶ καὶ πατέρες, ἐγγίζει ἡ ἡμέρα τοῦ πάσχα, ἐπὰν σὺν Θεῷ τὸ μέσον τῆς νηστείας ὑπερέβημεν. Ἀλλὰ τί, ὅτι ἐπειγόμεθα προφθάσαι τὸ πάσχα τὸ γινόμενον καὶ ἀπογινόμενον; Οὐχὶ ἐν πολλαῖς ἐτῶν περιόδοις τοῦτο ἐπετελέσαμεν; Καὶ τὸ παρὸν οὖν πάσχα παρελεύσεται· οὐδὲν γὰρ μόνιμον τῶν ἐν τῷ παρόντι αἰῶνι· ἀλλ’ «Αἱ ἡμέραι ἡμῶν ὡσεὶ σκιὰ παράγουσι,» καὶ ὁ βίος ἡμῶν, ὡς ἱππεὺς ταχυδρόμος πορεύεται, ἕως ἂν ἡμᾶς εἰς τὸ πέρας τῆς ζωῆς συνελάσῃ. Τί οὖν, φησὶν, οὐκ ἐπιθυμητὸν τὸ πάσχα; Ἐπιθυμητὸν μὲν οὖν ὅτι μάλιστα. Πῶς γὰρ οὔ; ἀλλὰ τὸ καθ’ ἑκάστην ἡμέραν ἐπιτελούμενον πάσχα. Καὶ τί τοῦτο; Ὁ καθαρισμὸς τῶν ἁμαρτιῶν, ὁ συντριμμὸς τῆς καρδίας, τὸ τῆς κατανύξεως δάκρυον, τὸ τοῦ συνειδότος καθαρόν, ἡ νέκρωσις «Τῶν ἐπὶ τῆς γῆς μελῶν, πορνείας, ἀκαθαρσίας, πάθους, ἐπιθυμίας κακῆς», καὶ εἴ τινος ἄλλης ἐνεργουμένης πονηρίας. Ὁ γὰρ ἐν τούτοις καταξιωθεὶς γενέσθαι, οὐχ ἅπαξ τοῦ ἐνιαυτοῦ, ἀλλ’ ὡς ἔπος εἰπεῖν, καθ’ ἑκάστην πασχάζει καὶ ἑορτάζει τῷ Κυρίῳ ἑορτὴν πολύευκτον.

Ὃς δὲ οὐκ ἔχει τὰ προειρημένα, ἀλλ’ ὑπὸ παθῶν κεκράτηται, οὗτος οὐκ ἔχει τὸ ἑορτάζειν. Πῶς γὰρ ἑορτάζειν δύναται ὁ Θεὸν ἔχων τὴν κοιλίαν; πῶς δὲ ὁ τῇ ἐπιθυμίᾳ τῆς σαρκὸς φλεγόμενος; πῶς ὁ τῇ βασκανίᾳ τηκόμενος; πῶς ὁ τῇ φιλαργυρίᾳ βυθιζόμενος; πῶς ὁ τῇ κενοδοξίᾳ δουλούμενος; πῶς ὁ τοῖς ἄλλοις πάθεσιν ἐνειλούμενος; εἰ μὴ ἄρα γε λέγοι τις καὶ τὸν πυρέττοντα ἀναπαύεσθαι καὶ τὸν ναυαγοῦντα εὐπλοεῖν· ἀλλ’ οὐκ ἐνδέχεται· οὐ γὰρ ἔστι τὸν σκοτιζόμενον φωτίζεσθαι, οὐδὲ τὸν ἐνεργούμενον ἁμαρτήμασιν ἑορτάζειν. Πεποίθαμεν δὲ περὶ ὑμῶν, ἀδελφοὶ, τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας· οὐ γὰρ ἄλλο ἐστὶν ὁ βίος ἡμῶν ἢ παρασκευὴ ἑορτῆς. Ὅρα γὰρ τὸ γινόμενον· ψαλμῳδία τὴν ψαλμῳδίαν διαδέχεται, ἀνάγνωσις τὴν ἀνάγνωσιν, μελέτη τὴν μελέτην, προσευχὴ τὴν προσευχήν, καθάπερ τις κύκλος ἄγων καὶ συνάπτων ἡμᾶς τῷ Θεῷ. Ὡς καλὸς οὗτος ὁ βίος ὄντως καὶ ὑπέρκαλος! ὡς μακαρία ἡ ζωὴ καὶ τρισμακάριστος! Οὐκοῦν ἐπεὶ ὑπεδείχθη ἡμῖν τὸ ζητούμενον πάσχα, πρὸς τοῦτο ἐπειγώμεθα, ἀδελφοὶ τιμιώτατοι, καὶ τοῦτο, ὅση δύναμις, ἑορτάζωμεν ἑκάστοτε, <διὰ> τὴν νέκρωσιν τῶν παθῶν, τὴν ἀνάστασιν τῶν ἀρετῶν, κατὰ μίμησιν τοῦ Κυρίου, «Ὅτι καὶ αὐτὸς ἔπαθεν ὑπὲρ ἡμῶν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσωμεν τοῖς ἴχνεσιν αὐτοῦ.»

Καὶ ταῦτα λέγω, οὐχ ἵνα κριταὶ τῶν ἄλλων γενώμεθα· «Ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει·» Ἀλλ’ ἵνα αἰσθανόμενοι τῆς δοθείσης ἡμῖν χάριτος ὑπὸ Θεοῦ, εὐχαριστῶμεν τῷ δεδωκότι, δοξάζωμεν τὸν εὐεργέτην, ἀμειβώμεθα τὸν δεσπότην, ὃς οὐ μόνον τὰ παρόντα παρέσχεν, ἀλλὰ γνησίως δουλεύουσιν αὐτῷ μέχρι τέλους δώσειε καὶ τὰ ἐν ἐπαγγελίαις ἀγαθά, τὸ αἰώνιον ἐκεῖνο καὶ οὐράνιον πάσχα· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΞΗʹ ΟΤΙ ΔΕΙ ΗΜΑΣ ΑΝΑΚΑΙΝΙΖΕΣΘΑΙ ΕΠΙ ΤΑ ΠΡΟΣΩ ΔΙ’ ΥΠΟΜΟΝΗΣ ΤΩΝ ΠΡΟΣΠΙΠΤΟΝΤΩΝ ΗΜΙΝ ΟΡΩΜΕΝΩΝ ΤΕ ΚΑΙ ΑΟΡΑΤΩΝ ΠΕΙΡΑΣΜΩΝ Ἀδελφοὶ καὶ πατέρες, ὅτι ὁ χειμὼν παρῆλθε καὶ τὸ ἔαρ εἰσῆλθεν, ὁρῶμεν τὴν κτίσιν ἀναθάλλουσαν· ἤγουν τὰ φυτὰ ἀνθοφοροῦντα, τὴν γῆν χλοηφοροῦσαν, τὰ πετεινὰ κελαδοῦντα, τὰ ἄλλα πάντα ἀνανεούμενα· καὶ ἐν τούτοις ἡδόμεθα καὶ δοξάζομεν τὸν ἀριστοτέχνην Θεὸν τὸν μετασκευάζοντα καὶ μεταποιοῦντα κατ’ ἔτος τὴν κτίσιν, καὶ εἰκότως. «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.» Δεῖ δὲ ἡμᾶς μὴ μέχρι τούτου μόνον στῆναι, ἀλλὰ καὶ περαιτέρω προελθεῖν καὶ εἰς ἑαυτοὺς ἀναθεωρῆσαι τὸν τῆς κτίσεως λόγον. Πῶς; ὅτι ὁ ἀνακαινισμὸς οὖτος αἴτιον ἔχει τὸν χειμῶνα. Οὐκ ἂν γὰρ εἰς ἀκμὴν προελήλυθεν, εἰ μὴ πρότερον ὑπέστη νιφετοὺς καὶ ὄμβρους καὶ ἀνέμους. Οὕτω καὶ ἐπὶ τῆς ψυχῆς· εἰ μὴ πρότερον ἐχιονώθη ταῖς θλίψεσι καὶ ταῖς στενοχωρίαις καὶ ταῖς περιστάσεσιν, οὐκ ἀνθοφορήσει οὐδὲ καρποφορήσει· ἐνεγκοῦσα δὲ καὶ καρποφορεῖ καὶ μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ, καθὼς γέγραπται· «Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ’ αὐτῇ πολλάκις ἐρχόμενον ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ.»

Οὐκοῦν καὶ ἡμεῖς, ἀδελφοὶ, ἐνέγκωμεν πᾶσαν θλῖψιν, πᾶσαν στενοχωρίαν, πάντα πειρασμὸν ὁρωμένως τε καὶ ἀοράτως προσβάλλοντα, αὐτὴν ἢν ἕλκομεν νηστείαν, πεινῶντες καὶ διψῶντες καὶ ὡς ἄλλως ταλαιπωρούμενοι, ἵνα καρποφορήσωμεν καὶ μεταλάβωμεν τῆς εὐλογίας τοῦ Θεοῦ· οὐ μόνον δὲ, ἀλλ’ ἵνα καὶ θρέψωμεν τὸν Ἰησοῦν καὶ ξενίσωμεν. Ὡς γὰρ ἡμεῖς τερπόμεθα τῇ θέᾳ τῆς κτίσεως· οὕτω καὶ αὐτὸς τῇ ὥρᾳ τῆς ψυχῆς ἡμῶν. Τίνες δὲ οἱ καρποί; «Ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια.» Τούτοις τρέφεται, τούτοις δεξιοῦται. Καὶ μακάριος ὁ τρέφων αὐτὸν, ὅτι ὑπ’ αὐτοῦ τραφήσεται τοῖς αἰωνίοις ἀγαθοῖς· καὶ μακάριος ὁ ξενίζων αὐτὸν, ὅτι ὑπ’ αὐτοῦ ξενισθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν! Οὐά! ὧδε βασιλέα ἐάν τις ὑφέστιον λάβῃ, χαίρει καὶ εὐφραίνεται μεγάλως· πόσῳ γε μᾶλλον ὁ τὸν βασιλέα τῶν βασιλευόντων καὶ κύριον τῶν κυριευόντων λαμβάνων ὑφέστιον. Ὅτι δὲ λαμβάνεται, δῆλον ἀφ’ ὧν αὐτὸς εἴρηκεν· «Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν.» Καὶ πάλιν· «Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.»

Οὐκοῦν ἐπεὶ τοιαῦται αἱ ἐπαγγελίαι, μὴ μόνον ἐνέγκωμεν, ἀλλὰ καὶ μετὰ χαρᾶς ὑποίσωμεν πάντα τά τε παρόντα, καὶ τὰ ὑπολαλούμενα καὶ τὰ προσδοκώμενα, ἀκούοντες τοῦ Ἀποστόλου λέγοντος· «Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου, ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ Ἐκκλησία·» καὶ πάλιν τοῦ ἁγίου Ἰακώβου φάσκοντος· «Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν. Ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι.» Ὁρᾷς ὅτι ἐν τοῖς πειρασμοῖς ἡ χαρά, καὶ ἐν ταῖς θλίψεσιν ἡ θυμηδία; Οὕτω γάρ ἐστι τὰ κατὰ Θεὸν ἀνταλλαττόμενα· καὶ οὕτως οἱ ἅγιοι ἐπολιτεύσαντο· οὕτω καὶ ἡμεῖς βιαζόμενοι ἑαυτοὺς καὶ ἐκβιαζόμενοι καὶ κατ’ ἴχνος αὐτῶν πολιτευόμενοι, κληρονομήσομεν βασιλείαν οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΞΘʹ ΟΤΙ ΟΙ ΕΝ ΘΛΙΨΕΣΙ ΚΑΙ ΣΤΕΝΟΧΩΡΙΑΙΣ ΤΟΝ ΒΙΟΝ ΔΙΑΜΕΙΨΑΝΤΕΣ ΑΛΥΠΟΥ ΤΙΝΟΣ ΚΑΙ ΑΡΡΗΤΟΥ ΗΔΟΝΗΣ ΑΠΟΛΛΥΟΥΣΙΝ Ἀδελφοὶ καὶ πατέρες, παντὶ ἀνθρώπῳ ἀρχομένῳ καὶ λόγου καὶ πράγματος ἐν ἀρχῇ μὲν θλῖψις καὶ δυσχέρεια, ἐπὶ τέλει δὲ τοῦ ἀγωνίσματος χαρὰ καὶ εὐφροσύνη. Καὶ γοῦν γεωργὸς σπείρει μὲν ἐν δάκρυσι κατὰ τὸ ᾀδόμενον, θερίζει δὲ ἐν ἀγαλλιάσει. Καὶ στρατιώτης ἀπαίρων εἰς πόλεμον στυγνάζειν πέφυκεν· ἐπανιὼν δὲ τοῦ πολέμου περιχαρῶς ἔχει. Τοίνυν καὶ ἡμεῖς ἐπὶ τῷ τέλει τῆς ἐγκρατείας ἐληλυθότες οὐκέτι μνημονεύομεν τοῦ ὑπωπιασμοῦ τῶν προτέρων ἀγωνισμάτων· ἀλλὰ χαίρομεν τοῖς παροῦσι καὶ δοξάζομεν τὸν Δεσπότην. Εἴη δὲ καὶ πρὸς τὸ ἑξῆς ἐν ἀγαθοῖς ἀγωνίσμασι διαπρέπειν ὑμᾶς· μαρτυρῶ γὰρ ὑμῖν, ὅτι δεξιῶς τὸν χρόνον τῆς νηστείας διηνύσατε ἄμαχον, ἀτάραχον, εὐήκοον, εὐκατάνυκτον, ἕκαστος τῇ ἰδίᾳ διακονίᾳ αὐτάρκως ἐξυπηρετησάμενος.

Καὶ χάρις τῷ δυνατῷ Θεῷ, ὃς ἐδυνάμωσεν ὑμᾶς τὴν συμπλήρωσιν ποιήσασθαι. Τοῦτο οὖν τὸ ὑπόδειγμα λάβωμεν, ἀδελφοὶ, καὶ ἐπὶ συντελείᾳ τοῦ τῇδε βίου, ὅταν καταπαύσωμεν ἕκαστος ἀπὸ τῶν ἔργων αὐτοῦ, «Ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ἡμῶν,» «Ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί, καθὼς γέγραπται· ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν·» ὅτι καὶ τότε οὐ λήψονται αἴσθησιν τῶν ὑπὲρ ἀρετῆς παθημάτων τε καὶ ἀγωνισμάτων οἱ ἅγιοι· ἀλλ’ ἀλύπου τινὸς καὶ ἀρρήτου ἡδονῆς ἀπολαύσουσιν αἰωνίως. Καὶ τίνες οὗτοι; Οἱ πρὸ νόμου καὶ ἐν νόμῳ κλεινοὶ πατέρες καὶ προφῆται, οἱ κατὰ τὸν Ἁβραάμ, οἱ κατὰ τὸν Μωσέα· ἐν τῇ χάριτι, οἱ μακάριοι ἀπόστολοι, οἱ νικηφόροι μάρτυρες, σύμπας ὁ τῶν ἁγίων χορός· ἐπὶ τούτοις καὶ πρὸ τούτων ὁ μέγας Πρόδρομος, οὗ μιμητὴς ἠξιώθη γενέσθαι ἐν τῷ ἐλεγμῷ τοῦ μοιχεύσαντος βασιλέως Πλάτων ὁ ὅσιος πατὴρ ἡμῶν, οὗ καὶ τὴν μνήμην σήμερον ἑορτάζειν ἠξιώμεθα· ἀλλ’ ἐπειδὴ καλοῦ διδασκάλου καλοὶ καὶ οἱ μαθητευόμενοι ὀφείλουσιν εἶναι, ὡς ἂν ἐκ τοῦ καρποῦ τὸ δένδρον γινώσκηται, παρακαλῶ καὶ δέομαι, τῷ αὐτῷ κανόνι, τοῖς αὐτοῖς ἴχνεσιν, οἷς κἀκεῖνος καὶ οἱ λοιποὶ πατέρες καὶ ἀδελφοὶ ἡμῶν περιεπάτησαν, περιπατήσωμεν καὶ ἡμεῖς μηδὲν ὑφιέντες τῆς ἀσκήσεως μηδὲ τῆς προκειμένης ὁμολογίας.

Ἤδη γὰρ πάντως ἠκούσατε τί πέπραχεν Ἀλέξανδρος ὁ δύστηνος· ἐξηρνήσατο καὶ τὴν ὑποταγὴν καὶ τὴν ὁμολογίαν. Καὶ πόθεν τοῦτο πέπονθεν, ἀλλ’ ἢ ἐκ τοῦ εἶναι αὐτὸν μεμονωμένον, —ὃ πολλάκις ἐγκαλῶ τοῖς μεμονωμένοις, —ἐκ τοῦ φιλάργυρον γενέσθαι κατὰ τὸν Ἰούδαν; Ἀμφότεροι οὖν προέδωκαν τὸν Κύριον τῆς δόξης· ὁ μὲν τοῖς Ἰουδαίοις, ὁ δὲ τοῖς ὁμόφροσι τῶν Ἰουδαίων Εἰκονομάχοις.

Εἰκότως οὖν ὁ Ἀπόστολος βοᾷ· «Ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.» Βούλομαι δὲ ἐνταῦθα καί τινων ὑμῶν καθάψασθαι οὐκ ἀπεικότως. Διατί; ὅτι ἐπειδὴ φίλαρχος ἦν καὶ φιλοπρωτεύων ἐκεῖνος ὁ μάταιος, συνεπιτιθέμενοι ἦτε αὐτῷ κατὰ παιδιὰν τῷ πράγματι ψηφιζόμενοι αὐτὸν εἰς ἱερέα· κἀκεῖνος τὸ παίγνιον προήγαγεν εἰς ἔργον πηρωθεὶς τῷ διαβόλῳ. Ὢ τί πέπονθεν ὁ δείλαιος! Ἐναυάγησε περὶ τὴν πίστιν, ἀπώλεσε τὰ ἀγώγιμα τῆς ἀρετῆς, ἐλύπησε καὶ ἡμᾶς τοὺς ταπεινούς, ἐσκανδάλισεν ὅσον τὸ καθ’ ἑαυτὸν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Ἀλλ’ ὁ ἀγαθὸς Θεὸς ἡμῶν, ὁ ἀνάγων ἐκ βυθοῦ ἀπωλείας τὴν βυθισθεῖσαν ψυχὴν, ὀψέ ποτε κἀκεῖνον μεταμεληθέντα ἀνακαλέσειε τοῦ πτώματος· ὑμῖν δὲ συγχωρήσειεν ἐπὶ τῇ προπετείᾳ καὶ ματαιολογίᾳ, πάντας τε ἡμᾶς σώσειεν εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Οʹ ΠΕΡΙ ΤΟΥ ΥΠΟΙΣΑΙ ΗΜΑΣ ΠΑΣΑΝ ΒΑΣΑΝΟΝ ΚΑΤΑ ΜΙΜΗΣΙΝ ΤΟΥ ΤΕ ΧΡΙΣΤΟΥ ΚΑΙ ΤΩΝ ΑΓΙΩΝ Ἀδελφοὶ καὶ πατέρες, ἴσως ἐλύπησεν ὑμᾶς ἡ προλαβοῦσα κατήχησις ὑποφήνασα πειρασμοὺς μελετᾶσθαι καθ’ ἡμῶν. «Ἀλλ’ ὅτι ταῦτα λελάληκα ὑμῖν, φησὶν ὁ Κύριος, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν· ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν.» Καὶ πάλιν ὁ Ἀπόστολος· «Ἐμοὶ μὲν τὸ λαλεῖν οὐκ ὀκνηρόν, ὑμῖν δὲ [τὸ] ἀσφαλές.» Ἀσφαλισώμεθα οὖν, παρακαλῶ, πάσῃ ἀσφαλείᾳ πνευματικῇ· καὶ εἰ μὲν εἰς ἔργον προβῇ τὸ λαλούμενον, ὑπαντήσομεν σὺν Θεῷ κάλλιστα· εἰ δὲ μή, καὶ οὕτως οὐκ ἀλυσιτελὲς ἡμῖν γενήσεται, τοῦ ἀγαθοῦ ἡμῶν Θεοῦ τὴν τοιαύτην παρασκευὴν ἀποδεχομένου, καὶ χωρὶς πόνων καὶ πληγῶν στεφανοῦντος τοὺς οὕτω προαιρουμένους. Ἤδη δὲ ἡ τεσσαρακοστὴ ἐπὶ τέλει, καὶ καλὴν ἐπήγαγεν ὁ καιρὸς τὴν κορωνίδα, τουτέστι, τὴν ἀνάμνησιν τῶν ζωοποιῶν παθημάτων τοῦ Σωτῆρος, ἐν οἷς ἔχομεν παρακαλεῖσθαι ὅτι μάλιστα. Εἰ γὰρ ὁ Κύριος καὶ Θεὸς ἡμῶν συνελήφθη διὰ τὰς ἁμαρτίας ἡμῶν, τί μέγα εἰ καὶ ἡμεῖς συλληφθῶμεν δι’ αὐτὸν οἱ ἀχρεῖοι δοῦλοι; καὶ εἰ αὐτὸς ἐδέθη καὶ δεσμώτης ἀπήχθη καὶ ἐφυλακίσθη, τί ξένον εἰ καὶ ἡμεῖς ταυτοπαθήσωμεν τῷ Δεσπότῃ;

μενοῦν γε καὶ λίαν ὀδυνηρὸν τὸ μὴ φθάσαι ἐν τοῖς τοιούτοις· ἀλλὰ γὰρ καὶ εἰ δέοι ἡμᾶς μαστιγωθῆναι, οἴσωμεν τὰς μάστιγας· καὶ εἰ δέοι ῥαπισθῆναι, οἴσωμεν τὰ ῥαπίσματα· καὶ εἰ χρείη ἐμπτυσθῆναι, οἴσωμεν τὰ ἐμπτύσματα· καὶ τέλος, εἰ δέοι θανατωθῆναι, οἴσωμεν τὸν ἀοίδιμον θάνατον. Καὶ εὖ γέ τις ἀξιωθείη κατά τι γοῦν κοινωνὸς γενέσθαι τῶν Χριστοῦ παθημάτων.

Τοῦτο μακαριότης, τοῦτο ἀθανασία. Οὐκ ἀκούομεν τί φησιν ὁ Ἀπόστολος; «Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.» Ὡσανεὶ ἔλεγε· Μηδείς μου καταφρονείτω· ἐγὼ γὰρ τὰ ὡραΐσματα τοῦ παμβασιλέως Χριστοῦ ἐν τῇ σαρκί μου περιφέρω. Τοιοῦτος ἦν καὶ ὁ ἅγιος Ἰγνάτιος Θεοφόρον ἑαυτὸν ἀποκαλέσας, ἐν τῷ φέρειν ἐν ἑαυτῷ τὰ τοῦ Κυρίου παθήματα· τοιοῦτος ἦν καὶ ὁ ἅγιος Εὐστράτιος ἐν αὐταῖς ταῖς βασάνοις βοῶν καὶ λέγων· «Νῦν οἶδα ὅτι ζῇ ἐν ἐμοὶ ὁ Χριστός.» Ὢ μακαρίων φωνῶν καὶ ὢ τρισμακαρίων ψυχῶν! Τίνος οὖν ἐπιτελοῦμεν τὰ μνημόσυνα;

Τίνων δὲ ἑορτάζομεν τὰ γενέθλια; Τίσι δὲ ἀνεγείρομεν ναοὺς ἱερούς, τίνων τε προσκυνοῦμεν τὰ λείψανα; Οὐ τῶν μαρτύρων; Οὐ τῶν ὁμολογητῶν; Οὐ τῶν ὁσίων; Καὶ εἰ ἐνταῦθα τηλικαύτης δόξης ἠξιώθησαν, πόσης ἂν καὶ ἡλίκης λαμπρότητος ἐν τῷ μέλλοντι αἰῶνι ἀπολαύσαιεν; Ἄρρητος καὶ ἀνεπινόητος ὁ λόγος!

Αὕτη ἡ καλὴ πραγματεία, αὕτη ἡ μακαρίστη συναλλαγή, μικροῖς ἀγῶσι καὶ πόνοις ὠνήσασθαι τὰ αἰώνια καὶ ἀτελεύτητα. Μιμησώμεθα οὖν αὐτοὺς καὶ ἡμεῖς, ἀδελφοί· μίξωμεν τὸ αἷμα ἡμῶν μετὰ τοῦ αἵματος τοῦ ἁγίου, δυνατὸν γάρ· οὔτε γὰρ ἡ φύσις παρήλλακται οὔτε ἠλλοίωται ὁ λέγων· «Ἴδετε, ἴδετε ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι.» Ἐξ ἴσου πάντας φιλεῖ, ὑπὲρ πάντων ἀπέθανε, πᾶσι πρόκειται τρυφὴ ἀδαπάνητος, πάντων ἐρᾷ τῆς σωτηρίας, καὶ πλοῦτος αὐτῷ τοῦτο· «Πλουτῶν γὰρ, φησὶν, ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν.» Οὐκοῦν ἐπικαλεσώμεθα αὐτὸν ἐν τοῖς φθάσασι, καὶ «Αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν» ταῖς ψυχαῖς ἡμῶν· περιασπασώμεθα αὐτόν, «Καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν» ὁρωμένους τε καὶ ἀοράτους· ὑπομείνωμεν αὐτόν, καὶ αὐτὸς στεφανώσει ἡμᾶς εἰς ἡμέραν ἐξαναστάσεως τῶν νεκρῶν, εἰς ἡμέραν ἐπιφανείας αὐτοῦ· εἰς ἣν καὶ ἀξιωθείημεν ἀκαταγνώστως φθάσαι καὶ παραστῆναι τῷ βήματι αὐτοῦ ἀκατακρίτως, διδόντες ἀπολογίαν ἀγαθήν, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.