Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Μικρὰ Κατήχησις

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις Α΄ έως Ι΄

Εισαγωγικές διδασκαλίες για τον διαρκή πνευματικό αγώνα, την τήρηση των μοναχικών υποσχέσεων, την ετοιμότητα ενώπιον της θείας κρίσεως και την ερμηνεία των δεσποτικών εορτών της Αναλήψεως και της Πεντηκοστής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 1 από 13

ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΑΙ ΟΜΟΛΟΓΗΤΟΥ ΘΕΟΔΩΡΟΥ ΗΓΟΥΜΕΝΟΥ ΤΩΝ ΣΤΟΥΔΙΟΥ ΚΑΤΗΧΗΣΕΙΣ ΠΡΟΣ ΤΟΥΣ ΕΑΥΤΟΥ ΜΑΘΗΤΑΣ ΚΑΤΗΧΗΣΙΣ Αʹ ΠΕΡΙ ΤΟΥ ΕΝΑΓΩΝΙΩΣ ΔΙΑΝΥΕΙΝ ΤΟΝ ΟΛΟΝ ΗΜΩΝ ΒΙΟΝ Ἀδελφοὶ καὶ πατέρες, ἐπειδὴ ἠξιώθημεν χάριτι Χριστοῦ τὸ ἅγιον πάσχα ἀποπληρῶσαι, πάλιν ἐχώμεθα τῶν ἔργων ἡμῶν, ὁμοῦ μὲν ἐργαζόμενοι, ὁμοῦ δὲ καὶ ὑπομιμνησκόμενοι τῶν ζωοποιῶν παθημάτων τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μηδὲ γὰρ, ὅτι τὸ πάσχα παρῆλθε, συμπαρέλθοι ἡμῖν καὶ ἡ τούτου μνήμη, ἀλλ’ ἀεὶ ὑπ’ ὄψιν ἄγωμεν τὰ σωτήρια παθήματα, τὴν σταύρωσιν, τὴν ταφὴν, τὴν ἀνάστασιν, ὅπως τῇ τούτων ἀδολεσχίᾳ ἀνάλωτοι ὦμεν τοῖς πάθεσιν· εἰ δὲ καὶ ἁλῶμεν ἐξ ἀπροσεξίας ποτὲ, θᾶττον ἀναθεωρήσωμεν τὸν ἐσταυρωμένον Ἰησοῦν Κύριον τῆς δόξης, καὶ εὐθὺς ἀνατελεῖ ἴασις ταῖς ψυχαῖς ἡμῶν. Ἐπεὶ καὶ πάλαι ὁ Ἰσραὴλ, ὁπηνίκα ἐδάκνετο ὑπὸ τῶν ὄφεων, βλέπων τὸν χαλκοῦν ὄφιν ἐθεραπεύετο. Ἴστε γὰρ ὅτι οἱ πονηροὶ λογισμοὶ δίκην ὄφεων δάκνουσιν ἐνιέντες ἰὸν τῇ ψυχῇ, ὃν ἐξαιρετέον πάσῃ σπουδῇ ὅταν γένηται, ἵνα μὴ ἡ ἐπιμονὴ χαλεπὸν τὸ ἕλκος ἀπεργάσηται. Βλέπετε τὸ ἔαρ ὅτι γεννητικόν ἐστιν αἵματος· «Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, καὶ τὸ πνεῦμα κατὰ τῆς σαρκὸς,» καὶ ἡ θατέρου πρόσθεσις θατέρου ὑφαίρεσις γίνεται.

Σκοπῶμεν οὖν λοιπὸν μεμετρημένως τὴν τροφὴν, τὴν πόσιν, τὸν ὕπνον, εἴ τι ἄλλο, ὡς μὴ καταδυναστεύεσθαι τὴν ψυχὴν, ἀλλ’ ἔχειν κατὰ τοῦ σώματος τὰ νικητήρια. Ὁ τρέχων ἐν σταδίῳ οὐχὶ, ἂν ἓν στάδιον ἢ δύο δράμῃ, νικητὴς ἀναγορεύεται, ἀλλ’ ὅταν ὅλους τοὺς διαύλους ἀνύσῃ· καὶ ἡμεῖς τοίνυν οὐχ ὅτι τὴν τεσσαρακοστὴν ἢ τὴν πεντηκοστὴν, ἀλλ’ εἰ μὴ τὸν ὅλον ἡμῶν βίον ἐναγώνιον σχοίημεν, οὐκ ἂν διαφύγοιμεν τὰς παγίδας τοῦ διαβόλου, οὐκ ἂν νίκης ἆθλον ἄροιμεν. Τοιγαροῦν, ὦ ἀδελφοὶ, ἔτι ἀγωνισώμεθα τὸν καλὸν ἀγῶνα, ἔτι ἱδρώσωμεν ὑπὲρ ἀρετῆς, ἔτι ὑπωπιάσωμεν τὴν σάρκα, ἔτι δουλαγωγήσωμεν τὸ σῶμα, ἔτι τροπωσώμεθα τὰ πάθη, «πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, πάντοτε τὸ ἀπόκριμα τοῦ θανάτου ἐν ἑαυτοῖς ἔχοντες.» Ἤδη γὰρ καὶ ἡμεῖς πάντως ἀποθανούμεθα, καθὼς οἱ πατέρες καὶ ἀδελφοὶ ἡμῶν, καὶ μεταναστεύσομεν τῶν τῇδε, καὶ ἀπελευσόμεθα εἰς τόπους ξένους, καὶ ὀψόμεθα ὁράματα ἅ ποτε οὐχ ἑωράκαμεν· καὶ φοβερὸν τὸ λαλούμενον, καὶ ἐκστάσεως ἀνάπλεων τῷ γε νοῦν ἔχοντι.

Οὐκοῦν ἔντρομοι ἀεὶ καὶ ἔμφοβοι ἐσώμεθα συστέλλοντες ἑαυτοὺς ἀπὸ τῶν αἰσθήσεων, ἀπὸ ἀκοῆς ματαίας, ἀπὸ ὁράσεως βλαβερᾶς, ἀπὸ ὀσφρήσεως θηλυνούσης, ἀπὸ παντὸς πονηροῦ ἐπιτηδεύματος, ὅλους δι’ ὅλου ἑαυτοὺς ἀνατιθέμενοι τῷ ἁγίῳ Θεῷ, ὅπως εὐαρεστοῦντες αὐτῷ κληρονόμοι γενώμεθα τῶν αἰωνίων ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Βʹ ΟΤΙ ΧΡΗ ΑΠΟΘΝΗΣΚΕΙΝ ΗΜΑΣ ΑΕΙ ΤΟΝ ΠΡΟΑΙΡΕΤΙΚΟΝ ΘΑΝΑΤΟΝ ΚΑΙ ΠΕΡΙ ΕΥΤΑΞΙΑΣ Ἀδελφοὶ καὶ πατέρες, τὸ πάσχα παρῆλθε καὶ ἡ ἑορτὴ συνετελέσθη· οὐ μὴν τὸ χαίρειν ἢ ἑορτάζειν, εἴγε βουλοίμεθα, παρελήλυθεν, ἔξεστι γὰρ ἡμῖν ἀεὶ χαίρειν καὶ ἑορτάζειν πνευματικῶς, κατὰ τὸ εἰρημένον· «Χαίρετε ἐν Κυρίῳ πάντοτε, καὶ πάλιν ἐρῶ· χαίρετε.» Ἔσται δὲ τοῦτο πῶς; Ἐάνπερ νεάζουσαν ἔχωμεν ἀεὶ τὴν μνήμην τῶν παθημάτων τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· ὅτι ὁ Κύριος τῆς δόξης ὑπὲρ ἡμῶν ἐσταυρώθη, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἠγέρθη τῇ τρίτῃ ἡμέρᾳ, συνεγείρας καὶ συζωοποιήσας ἡμᾶς ἑαυτῷ, «ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶμεν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι,» ὡς καὶ θαρροῦντας ἡμᾶς λέγειν μετὰ τοῦ Ἀποστόλου· «Ζῶ δὲ, οὐκέτι ἐγώ· ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.» Τοῦτο ἔστι τοῦ μυστηρίου τὸ συμπέρασμα νεκροὺς εἶναι τῷ κόσμῳ, ζῶντας δὲ τῷ Θεῷ· καὶ διὰ τοῦτο ὀφείλομεν καὶ μετὰ τὸ πάσχα νήφειν καὶ ἐγρηγορέναι, προσεύχεσθαι καὶ κατανύσσεσθαι, δακρύειν καὶ φωτίζεσθαι, «πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι» περιφέρειν, καθ’ ἑκάστην ἀποθνήσκειν τῇ προθέσει, «ἀεὶ ἐκδημεῖν ἐκ τοῦ σώματος, καὶ ἐνδημεῖν πρὸς τὸν Κύριον, διὰ τῆς ἀναχωρήσεως τῶν τῆς σαρκὸς φρονημάτων.»

Μὴ εἴπῃς· «ἄρτι τεσσαρακοστὴ οὐκ ἔστιν.» Ἀεὶ τεσσαρακοστή ἐστι τῷ νήφοντι. Μὴ εἴπῃς· «ἐχρόνισα ἐν τῇ ἀσκήσει, καὶ δεῖ ἀναπαύσεως.» Οὐκ ἔστιν ἀνάπαυσις ἐνταῦθα.

Μὴ εἴπῃς· «γεγήρακα ἐν τῇ ἀρετῇ καὶ οὐ φοβοῦμαι.» Φόβος ἀεὶ τροπῆς· καὶ πολλοὺς γεγηρακότας ἐν ἀρετῇ, ἐν μιᾷ καιροῦ ῥοπῇ κατέσπασεν ὁ Σατανᾶς εἰς βάραθρον ἁμαρτίας. «Ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ», καὶ ὁ δοκῶν πεφυλάχθαι βλεπέτω μὴ ἀφυλακτήσῃ. Ἔστω οὖν καὶ φυλακὴ καὶ προσοχὴ καὶ μέτρον, καὶ καθ’ ὕπνον, καὶ κατὰ βρῶσιν, καὶ κατὰ πόσιν, καὶ κατὰ πᾶν ὁτιοῦν ἄλλο, ἵνα ὑπωπιάζηται καὶ δουλαγωγῆται τὸ σῶμα, ἵνα μὴ, ὥσπερ πῶλος εὐπαθῶν καὶ ἐνδακὼν τὸν χαλινὸν, ὤσειεν ἡμᾶς κατὰ κρημνοῦ ἁμαρτίας.

Παρήγγειλα ὑμῖν, ἐν προλαβούσῃ κατηχήσει, μὴ ἀφιδιάζειν καὶ ἀπομονοῦσθαι εἰς τόπους κρυπτοτέρους· καὶ πάλιν τινὲς ἐν τοῖς αὐτοῖς ἐστε. Τί θέλετε; «Ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραότητος;» Ὅλως ἐλάλησα καὶ οὐκ εἰσηκούσθην· ὅλως εἴδετε ἀδελφὸν ὑμῶν εἰς αὐτὸ τοῦτο ἐπιτιμηθέντα, καὶ οὐ συνεστάλητε. Προσέχετε ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας. Οὐκ εἰκῆ καὶ μάτην αἱ κατηχήσεις γίνονται. «Οὐκ ἔστιν ἀκαταστασίας ὁ Θεὸς, ἀλλ’ εἰρήνης, ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.» Διὸ «πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω,» ἵνα ἐν πᾶσι δοξάζηται ὁ Κύριος ἐν ἡμῖν. Οἱ ἐντεῦθεν καὶ ἐντεῦθεν παραβάλλοντες, ἀδελφοὶ, προσέχετε ἑαυτοῖς ποῦ καὶ πῶς καθέζεσθε καὶ ἀναστρέφεσθε· μὴ ὡς ἄφετοι, ἀλλ’ ὡς δεδεμένοι τῷ πνεύματι· μὴ ὡς ἀνεπίσκοποι, ἀλλ’ ὡς ἐπισκοπούμενοι ὑπὸ Κυρίου τοῦ ἐφορῶντος πᾶσαν κίνησιν καὶ πρᾶξιν ὑμῶν· μὴ ὧδε κἀκεῖσε περιακτικῶς ἀγόμενοι, ἀλλ’ ἡσυχάζοντες ἐν ταῖς ξενίαις ὑμῶν, προσέχοντες τῷ ἐργοχείρῳ καὶ ταῖς προσευχαῖς καὶ ψαλμῳδίαις ὑμῶν· μὴ θησαυρίζοντες ἑαυτοῖς φιλαργυρικῶς τι, ἀλλ’ ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν· «Οὐ μή σε ἀνῶ, οὐδ’ οὐ μή σε ἐγκαταλίπω·» ὥστε θαρροῦντας ἡμᾶς λέγειν· «Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.

Μνημονεύετε τῶν ἀδελφῶν ὑμῶν, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν.» Τοιοῦτος ὁ μακάριος Δομετιανὸς ὃν ἀνυμνήσαμεν, καὶ οὗ τὸ μνημόσυνον μετὰ τῶν ἁγίων. Ἡλίκην πραγματείαν ἐπραγματεύσατο, ἡλίκην πολιτείαν ἐξήνυσε πόνοις ὀλίγοις καὶ ἀγῶσι κληρωσάμενος γέρας αἰώνιον, ἄνθρωπος εὐτελὴς κατὰ σάρκα, ἀλλ’ ἐπειδὴ εἵλετο ἀρετὴν καὶ ἠγάπησεν Θεὸν, ὕψωσεν αὐτὸν ὁ Θεὸς, κατὰ τὸ γεγραμμένον· «Ὅτι τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμασθήσεται.» Χαίρειν οὖν ἔστι καὶ ἀγάλλεσθαι ἐν τοῖς τοιούτοις ἀδελφοῖς· ἀλλ’ οὐδὲν ὄφελος ἐὰν μὴ καὶ τὰ παρ’ ἑαυτῶν συνεισενέγκωμεν· συνεισφέροντες δὲ κατὰ τὸ δύνατον ἕξομεν καὶ ἡμεῖς μερίδα μετὰ τῶν ἁγίων, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Γʹ ΟΤΙ ΔΕΙ ΠΕΡΙΠΑΤΕΙΝ ΗΜΑΣ ΑΞΙΩΣ ΤΟΥ ΜΟΝΑΔΙΚΟΥ ΕΠΑΓΓΕΛΜΑΤΟΣ ΟΤΙ ΔΕΙ ΠΕΡΙΠΑΤΕΙΝ ΗΜΑΣ ΑΞΙΩΣ ΤΟΥ ΜΟΝΑΔΙΚΟΥ ΕΠΑΓΓΕΛΜΑΤΟΣ ΚΑΙ ΤΟΥ ΔΙΩΓΜΟΥ ΟΥ ΔΕΔΙΩΓΜΕΘΑ ΔΙΑ ΚΥΡΙΟΝ Ἀδελφοὶ καὶ πατέρες, χαρᾷ χαίρομεν οἱ ταπεινοὶ ὁρῶντες ὑμᾶς δι’ ἔτους ἀφικνουμένους ἐνταῦθα, καὶ οἱονεὶ δεύτερον πάσχα πασχάζομεν τὴν συνέλευσιν ὑμῶν· ἀλλ’ ἐπειδὴ ἡμῖν ὑμεῖς ἐπιφέρεσθε τὰ σαρκικὰ, ἄλλος ἄλλο καθότι ἂν ἔχοι ἡ χεὶρ εὐπορεῖν· φέρε καὶ ἡμεῖς ὑμῖν ὡς οἷόν τε ἀντεισοίσομεν τὰ πνευματικά.

Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, περιπατῆσαι ἀξίως τοῦ μοναδικοῦ ἐπαγγέλματος, τῆς ὁμολογίας ἧς ὡμολογήσαμεν, τοῦ διωγμοῦ οὖ δεδιώγμεθα διὰ Κύριον· «τὴν ἀναστροφὴν ὑμῶν ἔχοντες καλὴν ἐν τῷ κόσμῳ, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἐν Χριστῷ ἀγαθὴν ἀναστροφήν.» Εἰσὶ γάρ, εἰσί τινες οἳ μωμοσκοποῦσι τὴν ὁμολογίαν τοῦ Χριστοῦ ὡς παραίτιον εἶναι πορνείας· ὃ καὶ φρίττω λέγειν. Καί φασι· «κρεῖσσόν ἐστι κοινωνῆσαι τῇ αἱρέσει, ἢ ἑλέσθαι τὸν ὑπὲρ Χριστοῦ διωγμόν·» ὧν τὸ κρίμα ἔνδικον, καὶ ἡ βουλὴ κατὰ τὴν βουλὴν Βαλαὰμ τοῦ θέντος σκάνδαλον ἐν τοῖς υἱοῖς Ἰσραήλ. Δύο τοίνυν εἰσὶ πορνεῖαι· μία μὲν ἡ ἐπὶ τῇ πίστει, ἑτέρα δὲ ἡ ἐπὶ τῷ σώματι. Ὁ γοῦν ἁλοὺς τῇ αἱρετικῇ κοινωνίᾳ, οὗτός ἐστιν ὁ ἐκπορνεύσας εἰς Θεὸν, καὶ συνεκπορνεύειν δύναται καὶ τῷ σώματι. Οὐκοῦν πλανῆται οἱ τὰ τοιαῦτα λέγοντες καὶ φρεναπάται, παγιδεύοντες τὰς ἀστηρίκτους ψυχάς. Ἡμεῖς δὲ, ἀδελφοὶ, καὶ δι’ ἡμᾶς αὐτοὺς καὶ διὰ τοὺς ἐναντιουμένους τῇ ἀληθείᾳ, ἀσφαλέστερον τὸν βίον ἡμῶν καταστησώμεθα, ἀγαθαῖς ἀναστροφαῖς ἀναστρεφόμενοι, καὶ καλοῖς ἐπιτηδεύμασι κανονιζόμενοι. «Ἕκαστος ὑμῶν, φησὶ, ψαλμὸν ἔχει, διδαχὴν ἔχει, ἀποκάλυψιν ἔχει, γλῶσσαν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω.»

Εἴτε πρόοδος ἐξ ἀναγκαίου γένοιτο, προέλθωμεν εὐλαβῶς, ὡς ἂν ἀπολάμπῃ τὸ πρόσωπον ἡμῶν χάριν εἰς ὠφέλειαν τῶν ὁρώντων· εἴτε συμβαίη συντυχεῖν γυναικὶ, συντύχωμεν σὺν πολλῇ προσοχῇ συστέλλοντες τοὺς ὀφθαλμοὺς ἀπὸ τοῦ βλεμματίζειν, ὡς ἂν μὴ λάβωμεν κέντρον καὶ βέλος ἐν τῇ καρδίᾳ· καὶ ἁπαξαπλῶς, πάντα εἰς δόξαν Θεοῦ ποιητέον τοῦ ἀγαπήσαντος ἡμᾶς, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἡμῶν, οὗ ἡ ἀγάπη ἐξίστησι τὸν ἐραστὴν οὐκ ἐῶσα αὐτὸν ἑαυτοῦ εἶναι, ἀλλὰ τοῦ ἐρωμένου. Καὶ τοῦτο κατίδοι τις ἂν παρὰ τῶν σαρκικῶς ἐρώντων· καὶ γὰρ ὁπηνίκα ἀνὴρ ἐρᾷ γυναικὸς, ὅλον ἑαυτὸν ἐμπαρέχει τῇ ἐρωμένῃ, ἐκείνην ἀναπνέων κἀκείνην φανταζόμενος· κἂν ἥλιόν τις εἴποι, οὐκ ἐθέλει τὸν ἥλιον ὁρᾶν, ἀλλὰ τὴν ποθουμένην· κἂν τράπεζάν τις προβάλλοιτο, οὐχ αἱρεῖται ταύτης μετασχεῖν, ἀλλὰ τῆς ἐρωμένης. Τί οὖν ὡραιότερον τοῦ Δεσπότου Χριστοῦ; Τί δὲ γλυκύτερον τῆς μακαρίας αὐτοῦ ἀγάπης; Οὐχ οὗτός ἐστιν «ὁ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων;» Οὐκ αὐτός ἐστιν «ὁ γλυκασμὸς καὶ ὅλος ἐπιθυμία,» κατὰ τὰ λόγια;

Καὶ τοῦτο δηλοῦντες οἱ ἅγιοι, ἤγουν τὸ θέρμον τῆς πρὸς αὐτὸν ἀγάπης, ὁ μέν φησιν· «Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων· οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός·» ἕτερος δέ· «Ὁ ἐμὸς ἔρως ἐσταύρωται Χριστός·» καὶ ἄλλος πάλιν· «Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς κρίναντας τοῦτο, ὅτι <εἰ> εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι».

Τοιαύτῃ οὖν ἀγαπήσει ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, καὶ οὕτως ἠγαπήθη ὑπὸ τῶν ἁγίων σφοδρῶς τε καὶ ἀκαθέκτως. Ἡμεῖς δὲ ἐπειδὴ χλιαρῶς ἀγαπῶμεν αὐτὸν, διὰ τοῦτο ἁλισκόμεθα τοῖς πονηροῖς λογισμοῖς καὶ ταῖς ἐπιθυμίαις τῆς σαρκὸς, ἀσπαζόμενοι ὀδύνην ἀνθ’ ἡδονῆς, καὶ πικρίαν ἀντὶ γλυκύτητος, καὶ ταραχὴν ἀντὶ εἰρήνης. Ἀλλ’ ἀνανηπτέον, ἀδελφοὶ, καὶ καθαρτέον τὴν ψυχὴν ἐκ τῶν τοιούτων ὀλεθρίων ἐπιθυμιῶν, ὡς ἂν ἔχωμεν τὸν Χριστὸν ἔνοικον. Ὅπου γὰρ καθαρότης, ἐκεῖ ὁ Χριστός· καὶ αὕτη ἐστὶν ἡ μακαρία καὶ ἐπέραστος ζωή· καὶ οὕτω πολιτευόμενοι κληρονομήσομεν βασιλείαν οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Δʹ ΠΕΡΙ ΤΟΥ ΠΡΟΣΕΧΕΙΝ ΕΑΥΤΟΙΣ ΚΑΙ ΦΕΥΓΕΙΝ ΤΟΥΣ ΟΛΕΘΡΙΟΥΣ ΤΟΠΟΥΣ ΚΑΙ ΤΡΟΠΟΥΣ ΤΗΣ ΑΜΑΡΤΙΑΣ Ἀδελφοὶ καὶ πατέρες, καιρὸς ἡμᾶς καλεῖ μετὰ τὴν ἑορτὴν πάλιν πρὸς διάλεξιν ἐλθεῖν, καὶ τὸ σύνηθες ἀποδοῦναι τῆς κατηχήσεως· καί γε ἥκομεν σὺν προθυμίᾳ εἰδότες ὅτι εἰς τοῦτο κείμεθα, καὶ οὐαὶ ἡμῖν ἐστιν ἐὰν μὴ διαλεγώμεθα ὑμῖν ὅσον ἐνδέχεται. Τί οὖν ἔστιν εἰπεῖν ἐν τοῖς φθάσασιν; ὅτι καθάπερ τις ἔμπορος, ἕκαστος ὑμῶν, ἐν τῇ ἁγίᾳ τεσσαρακοστῇ, συναθροίσας ἑαυτῷ πλοῦτον πνευματικὸν ἐλήλυθεν ὥσπερ εἰς λιμένα τὸ ἅγιον πάσχα, πολλὰ καὶ καλὰ τὰ ἀγώγιμα τῆς ἀρετῆς ἐπιφερόμενος, τουτέστι· νηστείαν, ἀγρυπνίαν, προσευχὴν, φιλεργίαν, ὅσα ἄλλα τῆς ὁσιότητος σπουδάσματα. Φροντίδος οὖν οὐ τῆς τυχούσης τὸ ταῦτα διασώσασθαι· οὐ γὰρ ὥσπερ ἐπὶ τοῦ αἰσθητοῦ λιμένος ἔχει, οὕτω καὶ ἐπὶ τοῦ νοητοῦ ὑπολαμβάνειν ἔστιν· ἐκεῖ μὲν γὰρ ἐπειδάν τις καθορμισθῇ ἀπραξίαν ἄγει, καὶ ἀμεριμνίαν τῶν θαλασσίων κυμάτων τε καὶ περιστάσεων· ἐνταῦθα δὲ τοὐναντίον τῇ ἀνέσει τῆς σαρκὸς ἀγριαίνουσι μᾶλλον τὰ πάθη, καὶ συνεισβάλλουσιν ὥσπερ τινὲς καταιγίδες τὰ τῆς πονηρίας πνεύματα, πνεῦμα πορνείας, πνεῦμα γαστριμαργίας, πνεῦμα φιλαργυρίας, πνεῦμα ἀκηδίας, πνεῦμα λύπης, πνεῦμα ὑπερηφανίας· καὶ δέος μὴ ἐν τῷ λιμένι ὑποβρύχιοι γενώμεθα.

Εἶδεν οὖν ποτε ὁ ἅγιος Δαυὶδ ἀφυλάκτως εἰς τὴν τοῦ Οὐρίου, καὶ ὃ πέπονθεν ἴσασιν οἱ ἀναγινώσκοντες. «Ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισε, φησὶν, ὁ ἠγαπημένος.» Ἥψατό τις ἀβουλήτως, καὶ ἀναφλεχθεὶς πρὸς ἐπιθυμίαν ἀπέτεκεν ἀνομίαν. Πρόσεχε ὁ εἰσακούων· φεῦγε τοὺς ὀλεθρίους τόπους καὶ τρόπους τῆς ἁμαρτίας, κανόνιζε σεαυτὸν καὶ ὀφθαλμῷ, καὶ ἀκοῇ, καὶ ὀσφρήσει, καὶ γεύσει, καὶ ἁφῇ, βρώσει τε καὶ πόσει, καὶ ὕπνῳ, ἵνα ἀκαταβάπτιστος μένῃς τῷ κλύδωνι τῶν παθῶν. Ἐκεῖνό γε μὴν γνωστέον· ὅτι ὁ τὴν αἰσθητὴν θάλασσαν διαπλέων ἀβουλήτως ὑφίσταται τὰς ζάλας καὶ τὰς τρικυμίας· ὁ δέ γε τὴν νοητὴν ὑγρὰν διερχόμενος κύριός ἐστι τῆς ζάλης καὶ τῆς γαλήνης. Εἰ μὲν γὰρ τοὺς ἐκτόπους λογισμοὺς ἀποσείεται ἀνδρικῶς, ἐμπίπλαται γαλήνης συνέμπορον ἔχων τὸ Πνεῦμα τὸ ἅγιον, ὥσπερ ἱστόρηται ἐπὶ τοῦ ἁγίου Ἀρσενίου· ὁ δὲ ἀνειμένας ἔχων τὰς αἰσθήσεις, καὶ τὰς ἐπιθυμίας δίκην ῥευμάτων εἰσοικιζόμενος, αὐτὸς ἑαυτῷ κλύδωνα διεγείρει πονηρότατον.

Ὃς, εἰ μὴ ταχὺ καταστορέσει τοὺς κυμαίνοντας λογισμοὺς, φθάζοι ἂν εἰπεῖν ἐκείνην τὴν ἐλεεινὴν φωνήν· «Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.» Τοιγαροῦν ἐπιστατείτω ὁ λογισμὸς, καὶ μὴ καθελκέσθω τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος, ἀλλὰ δεσποτευέτω τὸ πνεῦμα καὶ ἀγέτω πρὸς τὰ κρείττονα.

Ἢ οὐκ ἴστε τί εἰργάσατο ἡ ἁμαρτία; οὐχὶ θάνατον εἰς τὸν κόσμον εἰσήγαγεν; οὐχὶ τὴν γῆν κατέφθειρεν; οὐχὶ τὴν οἰκουμένην ἐπλήρωσε πολυανδρίων καὶ τάφων, ἐξ αἰῶνος μέχρι τοῦ δεῦρο; Ἐπεὶ ἄφθαρτος ἦν ὁ ἄνθρωπος πρὸ τῆς παραβάσεως, καὶ οὐδὲν τῶν προειρημένων ἔσχεν ἂν ἀρχὴν, μένοντος τοῦ πρωτοπλάστου ἐν τῇ δοθείσῃ ἐντολῇ ἀπεριτρέπτου. Αὕτη καὶ τῶν αἰωνίων κολάσεων ὑπαίτιος, αὕτη καὶ τοῦ ἀσβέστου πυρὸς τῆς γεέννης ὑπέκκαυμα, αὕτη τοῦ ἀτελευτήτου σκώληκος κατάβρωμα, αὕτη τὸν ἄνθρωπον ἐν τιμῇ ὄντα παρασυμβληθῆναι τοῖς κτήνεσι τοῖς ἀνοήτοις πεποίηκεν.

Ἐπεὶ οὖν τοιαύτη καὶ τηλικαύτη, ὀλέθριος καὶ θανάσιμος, φευκτέον αὐτὴν, ἀδελφοὶ, ὅση δύναμις, καὶ αἱρετέον τὴν ἀρετὴν ἥτις τοὺς ἀνθρώπους ἀγγέλους ἀναδείκνυσι, καὶ τοῦ θανάτου κατεξανίσταται, καὶ τοῖς δαίμοσιν ἀντικαθίσταται, καὶ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ὑπεράλλεται, καὶ τέλος βασιλείαν οὐρανῶν μνηστεύεται, ἧς καὶ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Εʹ ΠΕΡΙ ΤΟΥ ΦΟΒΕΡΟΥ ΚΡΙΤΗΡΙΟΥ ΚΑΙ ΠΕΡΙ ΤΟΥ ΑΣΦΑΛΩΣ ΔΙΑΜΕΙΒΕΙΝ ΤΑΣ ΗΜΕΡΑΣ ΤΗΣ ΠΑΡΟΥΣΗΣ ΗΜΩΝ ΖΩΗΣ Ἀδελφοὶ καὶ πατέρες, ἡ ἐπιμονὴ τῆς παρούσης ζωῆς μὴ ῥᾳθυμίαν ὑμῖν ἐμποιείτω μηδὲ ἔκλυσιν μηδὲ ὀλιγωρίαν, ἀλλ’ ἀγωνίαν μᾶλλον, καὶ σπουδαιοτέραν ἐπιμέλειαν τῆς πρὸς Θεὸν εὐαρεστήσεως, ὡς καὶ ἐγγίζουσι τῷ θανάτῳ. Οὐδεὶς γὰρ ἂν δοῦλος ἐγγίζων τῷ κυρίῳ αὐτοῦ δοῦναι λόγον ἢ ἀπόστολος τῷ πέμψαντι αὐτὸν, ἀμελῶς διατελοίη· ἀλλὰ τοσοῦτον ἐναγώνιος γίνεται, ὡς δοκεῖν ἐξεστηκέναι παρ’ αὐτῷ. Τί οὖν; καὶ ἡμεῖς ἐγγίζομεν τῷ Κυρίῳ ἡμῶν, μᾶλλον δὲ ἐγγίζει ὁ Κύριος, καὶ τὸ φοβερὸν λογοθέσιον, ἐφ’ ᾧ πάντες παραστησόμεθα γυμνοὶ καὶ τετραχηλισμένοι, ἀποδιδόντες λόγον τῶν βεβιωμένων ἡμῖν, καὶ κομιζόμενοι ἢ βασιλείαν οὐρανῶν ἢ τιμωρίαν αἰωνίαν. Καὶ πρὸς ταῦτα τίς ἱκανός; τίς δὲ ὁ ῥᾳθυμεῖν δυνάμενος, καὶ οὐχὶ μᾶλλον πυρὸς σφοδρότερον ἐπειγόμενος ποιεῖν τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ; ἵνα μὴ εὑρεθῇ ὡς ὁ δοῦλος ἐκεῖνος ὁ δεθεὶς χεῖρας καὶ πόδας, καὶ ἀπορριφεὶς τοῦ νυμφῶνος. Εἰ δὲ μὴ ταῦτα τὰ ὑποδείγματα φοβεῖ ἡμᾶς, κἂν ἀπὸ τῶν παρόντων τεκμαιρώμεθα τὰ μέλλοντα. Οὐχ ὁρῶμεν τοὺς ἐχθροὺς τοῦ βασιλέως, πῶς οἱ μὲν φυλακαῖς ταλαιπωροῦνται, οἱ δὲ μάστιξιν ἀνετάζονται, οἱ δὲ ἐξορίαις παραπέμπονται, ἄλλοι τοὺς ὀφθαλμοὺς ἀπολλύουσιν, ἕτεροι δὲ περὶ αὐτὴν τὴν ζωὴν κινδυνεύουσιν;

οἱ δὲ μὴ προσκεκρουκότες, πῶς καὶ αὐτοὶ φόβῳ παρίστανται, τρόμῳ λειτουργοῦσιν, ὧδέ τε κἀκεῖσε πεμπόμενοι εἰς πολέμους καὶ δυσφόρους ὑποθέσεις; καὶ οὐδεὶς ὁ ἀντιλέγων, οὐδεὶς ὁ ἀπειθῶν. Εἰ δὲ ἐπὶ βασιλέως φθαρτοῦ οὕτω, πόσῳ μᾶλλον ἐπὶ τοῦ ἀφθάρτου καὶ μόνου Βασιλέως καὶ Κυρίου τῶν κυρίων, μετὰ φόβου καὶ τρόμου ὀφείλει ταῦτα γίνεσθαι, καὶ μηδὲν παρὰ τὸ διατεταγμένον πράττειν. «Ἦ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καταφρονεῖς, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας, ὥς φησι τὸ ἱερὸν γράμμα; ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει· κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Ταῦτα φοβείτω ἡμᾶς, καὶ πᾶσαν ἡμέραν ἀσφαλῶς καὶ τετηρημένως διαμείβωμεν εὐθὺς τὸ πρωῒ ἐξανιστάμενοι προθύμως, καὶ τὸν ὕπνον ἀποτινασσόμενοι, καὶ νήψει προσευχόμενοι, ἐπὰν αἱ ὧραι οὐ ψάλλωνται διὰ τὴν ἀνάστασιν, ὡς ἂν εὔθετοι ἀπαντῶμεν πρὸς τὰ ἔργα, εἴτε ὁ κελλαρίτης ἐν τῷ κελλαρίῳ, εἴτε ὁ μάγειρος ἐν τῷ μαγειρείῳ, εἴτε ὁ διακονῶν ἐν τῇ διακονίᾳ, εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει, ἁπλῶς πάντες ἐν πᾶσιν εἰρηνικῶς διεξερχόμενοι.

Μηδαμοῦ γογγυσμὸς, μηδαμοῦ παρακοὴ, μηδαμοῦ κραυγὴ, μηδαμοῦ ἀντιλογία, μήτε κακία ὑποκρατουμένη ὡς φαίνεσθαι ἔξωθεν μὲν εἰρηνικόν, ἔσω δὲ τρέφειν τὴν κακίαν καὶ ἐπὶ καιροῦ δάκνειν ὡς ὄφις ἣ ὡς κάμηλος μνησικακοῦσα. Ἐγένετο ὀνειδισμὸς καὶ παρῆλθεν.

Ἐγένετο μετάνοια; ἐξ εἰλικρινείας ᾖ ἄφεσις, μὴ πάλιν λογισμοῖς ἀναπτόμενοι «μηδὲ, κατὰ τὸ γεγραμμένον, ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ μηδὲ λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δὲ εὐλογοῦντες, εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε.

Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς, κατὰ τὸ γεγραμμένον, παυσάσθω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον. Ἐκκλινάτω ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν· ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν, ὅτι ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν· πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά.» Ταῦτα ἐλαχιστότερα· τί δὲ τὰ μείζονα; «Πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ αἰῶνος τούτου» ἡ πάλη ἡμῖν, πρὸς τὸν παριστάμενον διωγμὸν, ὃς ἀπειλῶν ἀπειλεῖ τοῦτο κἀκεῖνο, ὡς ἀκούομεν. Εἰ οὖν ἐν τοῖς ἐλάττοσιν ἀνεύθετοι ὦμεν, πῶς ἐν τοῖς μείζοσιν εὐδοκιμήσομεν; «Ὁ ἐν ὀλίγῳ πιστὸς, καὶ ἐν πολλῷ πιστός ἐστι,» καθά φησιν ὁ Κύριος. Ἐπεὶ οὖν ὑμεῖς καὶ ἐν πολλῷ καὶ ἐν ὀλίγῳ, χάριτι Χριστοῦ, πιστοὶ ὤφθητε καὶ καθ’ ὑποταγὴν καὶ καθ’ ὁμολογίαν, μηδετέρως σκάζοιτε· ἀλλ’ ἀμφοτέρωθεν τέλειοι γίνοισθε, κατηρτισμένοι εἰς πᾶν ἔργον ἀγαθόν, «ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία·» ἀλλ’ εὐαρεστοῦντες τῷ Κυρίῳ ἐν πᾶσιν, ἵνα κληρονομήσητε βασιλείαν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Ϛʹ ΟΤΙ ΔΕΙ ΕΥΩΔΙΑΖΕΙΝ ΕΑΥΤΟΥΣ ΔΙΑ ΤΗΣ ΤΩΝ ΑΡΕΤΩΝ ΑΝΑΛΗΨΕΩΣ Ἀδελφοὶ καὶ πατέρες, τῇ Χριστοῦ ἀναστάσει καὶ ἡ κτίσις, ὥσπερ τινὰ νεκρότητα, τὴν χειμερινὴν κατήφειαν ἀποθεμένη ἀναθάλλει πάλιν καὶ οἷον ἀναβιοῖ. Καὶ γοῦν ὁρῶμεν τὴν γῆν χλοηφοροῦσαν, τὰ φυτὰ τεθηλότα, τὰ ζῶα περισκιρτῶντα, τὴν θάλασσαν ἡμερουμένην, τὰ πάντα εἰς τὸ βέλτιον μεταποιούμενα.

Ἀλλ’ οὗ χάριν ταῦτά μοι εἴρηται, τοῦτο λεκτέον· ὅτι εἰ τὰ ἄψυχα καὶ τὰ ἄλογα οὕτω συμφαιδρύνεται καὶ συνωραΐζεται τῇ ὑπερλάμπρῳ ἀναστάσει, πόσῳ γε μᾶλλον ὀφείλομεν ἡμεῖς οἱ λόγῳ καὶ εἰκόνι Θεοῦ τετιμημένοι ἀγλαΐζειν ἑαυτοὺς τῷ βίῳ καὶ εὐωδιάζειν τῷ πνεύματι. Εὐωδία γάρ ἐστι Χριστοῦ τῷ ὄντι ὁ ἀρετῆς μεταποιούμενος, καὶ μαρτυρεῖ ὁ Ἀπόστολος λέγων· «Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις· οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν.» Καὶ πρὸς ταῦτα κἀκεῖνο ἔστι λέγειν· ὅτι καὶ ὁ Ἀδὰμ πρὸ τῆς παραβάσεως εὐωδία ἦν Θεῷ ἀθανασίᾳ τε καὶ ἀφθαρσίᾳ κατηγλαϊσμένος καὶ ταῖς οὐρανίαις θεωρίαις ἐνασχολούμενος· διὸ καὶ, ὥσπερ τις λειμὼν εὐώδης καὶ πολυανθὴς, καταλλήλως ἐν τῷ παραδείσῳ ηὐλίζετο διαπνέων τὰς ἀρετάς.

Ἀλλὰ γὰρ καὶ Ἰσαὰκ ὁ πατριάρχης ἐπὶ Ἰακὼβ τῷ υἱῷ ὀσμὴν ἡδεῖαν ὀσφραινόμενος ἔλεγεν· «Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ ἀγροῦ πλήρους, ὃν εὐλόγησε Κύριος·» δηλαδὴ τῆς ὀσμῆς πνευματικῶς μεταλαμβανομένης. Τοιγαροῦν, ὦ ἀδελφοὶ, καὶ ἡμεῖς εὐωδιάσωμεν εὐωδίαν πνευματικὴν, ἣν ἕκαστος ἑαυτῷ μυρουργεῖ τῇ συνθέσει τῶν ἀρετῶν, ὡς ὄντως μυρεψὸς ἄριστος.

Τοῦτο τὸ μύρον εὐλογημένον· τοῦτο τὸ μύρον ἡδὺ τῷ Θεῷ· τοῦτο τὸ μύρον ἐπιστρέφει μὲν ἀγγέλους, ἀποστρέφει δὲ δαίμονας. Τούτῳ τῷ μύρῳ ἔδραμον ὀπίσω τοῦ Ἰησοῦ γυναῖκες, κατὰ τὸ ἐν ᾄσμασιν ᾀδόμενον· τούτῳ τῷ μύρῳ καὶ ἡμεῖς ἔτι δράμωμεν ἑορτάζοντες τὴν ἐπὶ θύραις ἁγίαν μεσοπεντηκοστὴν εἰλικρινῶς, ἐπείπερ γέγραπται· «Ἤδη τῆς ἑορτῆς μεσούσης, ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκε, καὶ ἐθαύμαζον οἱ Ἰουδαῖοι λέγοντες· Πῶς οὗτος οἶδε γράμματα μὴ μεμαθηκώς;» Ἀλλὰ ταῦτα μὲν πρὸ τοῦ πάθους· νῦν δὲ μετὰ τὴν ἀνάστασιν ὀπτανόμενος καὶ συναλιζόμενος τοῖς ἁγίοις ἀποστόλοις μυῶν τε αὐτοὺς τὰ μυστικώτερά τε καὶ ἀπορρητότερα, καὶ ὢ τῆς ἀφάτου συγκαταβάσεως! ὅτι μετὰ τὴν ἀνάστασιν βρώσεως ἥψατο, καίτοι μὴ δεομένης τῆς ἁγίας σαρκὸς αὐτοῦ· ἀλλ’ ὅμως ἵνα τὴν ἀνάστασιν πιστώσηται, καὶ ἔφαγε καὶ ἔπιε καὶ ἐψηλαφήθη τὴν πλευρὰν, καὶ τοῖς νομίσασιν αὐτὸν πνεῦμα εἶναι τάδε φησίν· «Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.» Τί φῂς πρὸς ταῦτα, ὦ χριστομάχε;

Εἰ σάρκα καὶ ὀστέα ἔχει, οὐκ ἔχει καὶ τὸ ἐξεικονίζεσθαι; Εἰ οὖν τὸ δεύτερον οὐκ ἔχει, οὐδὲ τὸ πρότερον ἔσχεν. Ἀλλὰ μὴν αὐτὸς ἑαυτῷ μαρτυρεῖ καὶ τὸ ἐξεικονίζεσθαι κατὰ τὸ σιωπώμενον· ἑκάτερα γὰρ ἀλλήλων ὁμολογητικὰ πέφυκεν εἶναι. Ἀλλ’ οἱ μὲν Εἰκονομάχοι ἴσα τῶν Μανιχαίων φρονοῦντες ἴσην καὶ «τίσουσι δίκην ὄλεθρον αἰώνιον,» ὡς γέγραπται· ἡμεῖς δὲ, ἀδελφοὶ, ὀρθοδόξῳ φρονήματι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν εἰκόνι καὶ ὁρᾶν καὶ προσκυνεῖν πιστεύοντες, ἀξίαν τῆς πίστεως τὴν πολιτείαν ἐπιδειξώμεθα καθαρὰν, ἀνεπίληπτον, ἀνένοχον· ὡς ἂν μὴ θατέρῳ σκάζωμεν, ἀλλὰ κατ’ ἀμφότερα εὐδοκιμοῦντες τύχωμεν βασιλείας οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Ζʹ ΠΕΡΙ ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ ΤΟΥ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΚΑΙ ΤΟΥ ΘΕΑΡΕΣΤΩΣ ΑΝΑΣΤΡΕΦΕΣΘΑΙ ΕΝ ΕΑΥΤΟΙΣ Ἀδελφοὶ καὶ πατέρες, ἑορτῶν ἑορτὴ ἡμῖν ἡ ἐν προθύροις ἀνάληψις τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ μυστήριον ἡλίκον τε καὶ ὑπερφυές· ἀναλαμβάνεται γὰρ ἡ φύσις ἡμῶν εἰς τὰ ἐπέκεινα οὐρανοῦ, καθώς ἐστι γεγραμμένον· «Χάριτί ἐστε σεσωσμένοι· καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις, ἐν Χριστῷ Ἰησοῦ,» «ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ,» «ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ, ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου.» Ὁρᾶτε τοίνυν εἰς οἷον ὕψος δόξης ἤρθη τὸ ἀνθρώπινον; Οὐκ ἀπὸ γῆς εἰς οὐρανόν; Οὐκ ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν; Πόσα ἄν τις κάμοι, ἵνα γένηται προσφιλὴς τῷ κάτω καὶ φθαρτῷ βασιλεῖ; ἀλλ’ ὅμως ἡμεῖς καίτοι ὄντες ἀπηλλοτριωμένοι καὶ ἐχθροὶ τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς οὐ μόνον ἀποκατηλλάγημεν τῷ Θεῷ καὶ Πατρὶ, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀλλὰ καὶ εἰς υἱότητα ἀνεδράμομεν, καὶ νῦν ἐστιν ἡ φύσις ἡμῶν ἐν τοῖς οὐρανοῖς ὑπὸ πάσης ὁρατῆς τε καὶ ἀοράτου κτίσεως προσκυνουμένη.

Τοιοῦτον δὴ τὸ μεγαλεῖον τῆς ἀφάτου φιλανθρωπίας τοῦ ἀγαθοῦ ἡμῶν Θεοῦ, καὶ τοῦτο ἐννοήσας ὁ μακάριος Ἀπόστολος ἐξεβόησε· «Τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ;» Τί γὰρ καὶ γέγονεν; Ἐλήλυθε πρὸς ἡμᾶς ὁ ὑπεράγαθος διὰ γεννήσεως παρθενικῆς, ἐδούλευσε τοῖς καθήκουσι νόμοις τῆς φύσεως, ἀνῆλθεν ἐπὶ τοῦ σταυροῦ προσηλώσας ἐν αὐτῷ τὸ καθ’ ἡμῶν χειρόγραφον, κατῆλθεν ἐν τοῖς κατωτάτοις τῆς γῆς λύσας τὰς ὠδῖνας τοῦ θανάτου καὶ συναναστήσας ἑαυτῷ τὸ ἀνθρώπινον, ἀνελήφθη ἐν δόξῃ, τὸ τελευταῖον, ἐμφανίσας ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ Θεῷ καὶ Πατρί.

Ταῦτα οὖν ἐστιν, ὡς ἐν βραχέσιν εἰπεῖν, τὰ τῆς ἁγίας ἑορτῆς· καὶ ταῦτα ἀναθεωροῦντες, ἀδελφοὶ, καὶ ὅτι σῶμα Χριστοῦ ἐσμεν, αἰδεσθῶμεν τὴν δωρεάν, φυλάξωμεν τὴν εὐγένειαν, μὴ προδῶμεν τὴν χάριν, μὴ ποιήσωμεν τὰ τοῦ Χριστοῦ μέλη πόρνης μέλη· ἀλλ’ ἔτι ἁγνίσωμεν ἑαυτοὺς καὶ τοῖς λογισμοῖς καὶ ταῖς πράξεσιν, ἔτι ἀποσχώμεθα «τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς,» τὴν ἀναστροφὴν ἡμῶν ἔχοντες καλὴν ἐν ἑαυτοῖς, εἰρηνικήν, εὐπειθῆ, εὐήκοον, εὐταπείνωτον, εὐκατάστατον. Καὶ αὕτη ἐστὶν ἡ μακαρία ζωή· τρυφὰς δὲ καὶ παίγνια, γέλωτάς τε καὶ ἀκρασίας καὶ ὅσα ἔκτοπα παραπεμπτέον τοῖς φιλοσάρκοις καὶ φιλοζώοις, οἳ βλέποντες οὐ βλέπουσι καὶ ἀκούοντες οὐκ ἀκούουσι πεπωρωμένην ἔχοντες τὴν καρδίαν καὶ βεβαρημένα τὰ ὦτα εἰς τὸ μὴ διακρίνειν τὸ καλὸν ἀπὸ τοῦ κακοῦ, τὸ φῶς ἀπὸ τοῦ σκότους, τὴν ζωὴν ἀπὸ τοῦ θανάτου· ἀλλ’ ἐφ’ ἕτοιμον βαδίζειν τὸ πῦρ. Πῦρ γάρ ἐστιν ἡ ἐπιθυμία τῆς σαρκός, καὶ ὅμως ἀχαλίνως τρέχουσι πρὸς αὐτήν· βόθρος ἐστὶν ἡ φιλαργυρία, καὶ ὅμως βοθριζόμενοι οὐ καταλήγουσιν αὐθαίρετον ἐφ’ ἑαυτοὺς ἐπισπώμενοι δαίμονα, καὶ ταλανίζεσθαι μᾶλλον ἢ μακαρίζεσθαι ὄντες ἔνδικοι, ὅτι τὰ ὄντως ἀγαθὰ παρωσάμενοι τὰς ὀλλυμένας φθορὰς ἀντασπάζονται.

Ἡμεῖς δὲ, ἀδελφοὶ, κρατῶμεν τῆς ὁμολογίας «ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ,» ἐχώμεθα τῆς ἀσκήσεως ἧς ἐξήσκησαν οἱ ἅγιοι καί γε ὁ νῦν ὑμνούμενος Παχώμιος ὁ μακάριος· ὑγιῶς βλέπωμεν, ὑγιῶς ἀκούωμεν, ὑγιῶς ἁπτώμεθα, πᾶσι τοῖς μέλεσιν ὑγιῶς κεχρημένοι, ὡς ἂν ὑπὸ τοῦ λόγου ἀγόμενοι καὶ τοῦ λόγου θεραπευταὶ ὑπάρχοντες κληρονόμοι γενώμεθα κατ’ ἐπαγγελίαν ζωῆς αἰωνίου, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοῦς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Ηʹ ΟΤΙ ΔΕΙ ΜΕΤΑ ΚΑΘΑΡΟΥ ΣΥΝΕΙΔΟΤΟΣ ΜΕΤΕΧΕΙΝ ΤΩΝ ΑΓΙΑΣΜΑΤΩΝ ΡΗΘΕΙΣΑ ΕΝ Τῌ ΑΝΑΛΗΨΙΜῼ ΡΗΘΕΙΣΑ ΕΝ Τῌ ΑΝΑΛΗΨΙΜῼ Ἀδελφοὶ καὶ πατέρες, ἡ ἀναλήψιμος πάρεστι, καὶ ἡ ἑορτὴ συμπέρασμά ἐστι τῆς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἰκονομίας· πάντα γὰρ πληρώσας, κατὰ τὸ πατρικὸν θέλημα, «ἀνελήφθη ἐν δόξῃ,» «καὶ συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις,» διὰ τῆς ἁγίας σαρκὸς αὐτοῦ. «Καὶ τίς ὁ πλοῦτος τῆς δόξης αὐτοῦ, καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ;» ὅτι τὴν ταπεινὴν καὶ οὐδαμινὴν ἡμῶν φύσιν εἰς τὸν βασιλικὸν θρόνον ἀνήγαγεν ὑπὸ πάσης ἐπουρανίου δυνάμεως προσκυνουμένην. Τοῦτο οὖν ἐννοοῦντες φρίξωμεν, ἀδελφοὶ, καὶ σεβασθῶμεν τὸ μέγεθος τῆς δωρεᾶς καὶ ἀξίως τῆς κεφαλῆς ἡμῶν πολιτευσώμεθα, ὡς μέλη Χριστοῦ, ὡς σύσσωμοι, καὶ συμμέτοχοι, καὶ συγκληρονόμοι αὐτοῦ, «ἐν ἀγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ,» διὰ πάσης ὑπακοῆς καὶ ταπεινοφροσύνης, διὰ πάσης ἐπιμελείας καὶ προσοχῆς, μηδὲν ἐπιφερόμενοι ἔκτοπον μηδὲ παρ’ ἐντολήν τι πράττοντες.

Ὁ γοῦν ῥυπαίνων τὴν σάρκα οὐκ ἔστι μέλος Χριστοῦ, ὁ μνησικακῶν οὐκ ἔστι μέλος Χριστοῦ, ὁ ἄλλῳ τινὶ πάθει ἐνεργούμενος οὐκ ἔστι μέλος Χριστοῦ, οὐ μὴν οὐδὲ ἄξιος μετέχειν τῶν ἁγιασμάτων· φησὶ γὰρ ὁ Ἀπόστολος· «Δοκιμαζέτω δὲ ἕκαστος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω· ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί· εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν». Ὥστε ὁσιώμεθα καὶ καθαιρώμεθα, ἵνα ἀξίως μέλη Χριστοῦ καλώμεθα καὶ τῶν ἁγιασμάτων μετέχωμεν· εἰ δὲ ἔτι συμβαίνει ἀνάπτεσθαι ἡμῖν ἐξ ἀπροσεξίας ἐπιθυμίαν πονηρὰν ἢ ὀργὴν ἢ φθόνον ἢ μῖσος ἤ τι ἄλλο τῶν μισουμένων Θεῷ, οὐ θαυμαστόν· ἀλλ’ ἵνα τάχιον ἀποκαθιστώμεθα πάλιν εἰς τὴν ἀρχαίαν ἕξιν καὶ ὑγιαζώμεθα καὶ μὴ ἐπιμένωμεν τῇ κακίᾳ· τὸ γὰρ ἐπιμένειν ἀπαραίτητον ἔχει τὸ κρίμα. Ἢ οὐχὶ καὶ ὁ θάνατος αἰφνιδίως ἐπέρχεται; Ἰδοὺ χθὲς ἐπεσκεψάμεθα ἀσθενοῦντα τὸν ἐπίσκοπον καὶ εὕρομεν αὐτὸν ἐν δεινοῖς ὅλον ἐκδεδαπανημένον ὑπὸ τοῦ πυρετοῦ, ὅλον ἠπορημένον ἐξ ἀθυμίας, ἐντεῦθεν καὶ ἐντεῦθεν βλέποντα, καὶ μηδαμοῦ βοήθειαν εὑρίσκοντα, ἀλλ’ ἢ μόνον τὸ συνειδὸς εἴτε ἀγαθὸν εἴτε κακόν.

Τί οὖν; Οὐχὶ καὶ ἡμεῖς τὰ αὐτὰ πεισόμεθα; Τί δέ; Οὐχὶ ταῦτα ὄναρ καὶ σκιὰ πρὸς τὰ μέλλοντα κολαστήρια; Τὸ πῦρ ἐκεῖνο οὐ σβέννυται, ὁ σκώληξ οὐ τελευτᾷ, τὸ σκότος οὐ διασκεδάζεται, τὰ δεσμὰ οὐ διαλύεται, τὰ τάρταρα οὐ καταλήγει, ὁ βρυγμὸς τῶν ὀδόντων οὐκ ἀποπαύει, τὰ ἀλλὰ πάντα βασανιστήρια διαιωνίζονται. Ταῦτα οὖν ἀναλογιζόμενοι ἐναργῶς, ἀδελφοὶ, μήτε φιλοπαθῶμεν μήτε φθονῶμεν μήτε βασκαίνωμεν μήτε ὀργιζώμεθα μήτε καταλαλῶμεν μήτε ψευδολογῶμεν μήτε τι ἄλλο ἐναντιοπραγῶμεν· ἀλλὰ καὶ εἰρηνεύωμεν καὶ εὐσταθῶμεν καὶ κατανυσσώμεθα καὶ ἀγαθυνώμεθα καὶ θεοφιλῶς ἀγαπῶμεν ἀλλήλους καὶ πάντα τὰ προστεταγμένα πράττωμεν, ἵνα καὶ τὴν κόλασιν διαφύγωμεν καὶ ζωῆς αἰωνίου τύχωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Θʹ ΠΕΡΙ ΤΗΣ ΚΑΘΟΔΟΥ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ ΚΑΙ ΤΟΥ ΘΑΝΑΤΟΥ ΤΟΥ ΤΑΠΕΙΝΟΥ ΕΥΠΡΕΠΙΑΝΟΥ Ἀδελφοὶ καὶ πατέρες, ἐπὶ τῇ πεντηκοστῇ πάρεσμεν, ἐπὶ τῇ καθόδῳ τοῦ ἁγίου Πνεύματος, φησὶ γὰρ ὁ Κύριος· «Συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς, καὶ ἐλθὼν ἐκεῖνος ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν.» Βαβαὶ τῆς ἐπαγγελίας καὶ τῆς ἀξιώσεως! Οὐκ ἄγγελον οὐκ ἄνθρωπον πέμψειν ἐπηγγείλατο, ἀλλ’ αὐτὸ τὸ συμφυὲς Πνεῦμα. Ἄνεισι τοίνυν ἐν τοῖς οὐρανοῖς ὁ μονογενὴς Υἱὸς τὸ πατρικὸν ἀποπληρώσας ἔργον· κάτεισι τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἄλλος Θεός, μὴ γένοιτο! ἄλλος δὲ παράκλητος, καθὼς γέγραπται, καὶ, ὢ τῆς ἀφάτου φιλανθρωπίας! παράκλησις ἡμῖν ὁ Θεὸς γίνεται. Παρακαλεῖ τοίνυν τὴν τεθλιμμένην καὶ τετρυχωμένην ψυχὴν μὴ ἐκκακεῖν ἐν ταῖς περιστάσεσι· καὶ μαρτυρεῖ ὁ ἱερὸς Ἀπόστολος λέγων· «Ἔξωθεν μάχαι, ἔσωθεν φόβοι· ἀλλ’ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐν τῇ παρουσίᾳ Τίτου.» Παρακαλεῖ τὴν ἐπτοημένην ἐκ τῶν δαιμονικῶν δειμάτων καρδίαν ἀνακομίζων αὐτὴν διὰ θάρσους εἰς ἀνδρίαν ἀκατάσχετον. Καὶ μαρτυρεῖ ὁ ἅγιος Δαυὶδ λέγων· «Ὅτι σὺ Κύριε ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.» Παρακαλεῖ τὸν ἐχθραίνοντα νοῦν εἰρήνην ἄγειν καὶ ἡσυχίαν.

Καὶ μαρτυρεῖ ὁ Ἀπόστολος λέγων· «Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ.» Εἶδες συγκατάβασιν ἀνεξιχνίαστον; Εἶδες δωρεὰν ἀνυπέρβλητον; Ἄνω ὁ μονογενὴς Υἱὸς ὑπὲρ ἡμῶν ἐντυγχάνει τῷ Πατρὶ, καθὰ γέγραπται· «Ὃς καὶ ἔστιν ἐν δεξίᾳ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν.» Κάτω τὸ Πνεῦμα τὸ ἅγιον παρακαλεῖ πολυτρόπως. Τί ἀνταποδώσομεν ἐπὶ τούτοις τῷ Κυρίῳ; Τάχα ἐκεῖνο ἡμῖν ἔστιν ἀναλαμβάνειν καὶ λέγειν· «Πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, Κύριε, τίς ὅμοιός σοι;

Ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν.» Καὶ αὖθις· «Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.» Καί· «Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, παρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου.» Καὶ αὖθις· «Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.» Ἐπεὶ οὖν τοιοῦτον ἔχομεν παράκλητον, τὸ Πνεῦμα τὸ ἅγιον, τὴν ἄμαχον δύναμιν, τὸν μέγαν προασπιστὴν καὶ Θεὸν καὶ σύμμαχον, μὴ δειλιάσωμεν, ἀδελφοὶ καὶ πατέρες, ἀπὸ φόβου ἐχθροῦ, μὴ καταπτήξωμεν ἀπὸ τῶν ἀντικειμένων δυνάμεων· ἀλλ’ ὡς αὐτὸν ἔχοντες συναιρόμενον καὶ συνδιαφέροντα ἡμῖν τούς τε ἀσκητικοὺς καὶ ὁμολογητικοὺς ἀγῶνας, γενναίως καὶ σταθερῶς ἔτι ἐπειχθῶμεν διαβιβάζοντες ἡμέραν ἐξ ἡμέρας μὴ δελεαζόμενοι ταῖς ἐξαπατήσεσι τοῦ δράκοντος μὴ ὑποχαυνούμενοι ταῖς ἀλήκτοις αὐτοῦ ἐπιφοραῖς. Σβέσωμεν τὸν ἔρωτα τῆς σαρκὸς ὡς ἐμπυρίζοντα ἡμῶν τὸν οἶκον τῆς ψυχῆς. Οὐκ ἔστιν ἡδονὴ, ἀλλ’ ὀδύνη χαλεπή· οὐκ ἔστι θυμηδία, ἀλλ’ ἔκστασις φρενῶν καὶ ἀλλοίωσις πονηρά. Καὶ τοῦτο ἴσασιν οἱ ἀπονιψάμενοι τὴν τῆς σαρκὸς λύσσαν καὶ τὴν ἔφεσιν ἔχοντες μόνον πρὸς Θεόν. Οὗ τί ἂν γένοιτο γλυκύτερον καὶ εὐπαθέστερον;

Τάχα ὁ τοιοῦτος ἐν σαρκὶ καὶ ὑπὲρ σάρκα, ἐν κόσμῳ καὶ ὑπὲρ κόσμον, ἐν ζωῇ τῇ παρούσῃ καὶ ζῶν ὑπὲρ τὰ ὁρώμενα, ἐν ᾧ τὰ κύματα τῆς χάριτος πραείαις αὔραις τοῦ Πνεύματος κινούμενα γαληνιᾷ τὴν ψυχὴν ὅτι μάλιστα.

Ἀλλὰ τί; ὅτι τὸ φιλήδονον νικῶν ἡμᾶς εἰς τοσοῦτον ἐκτρέπον ἐκτρέπει, καὶ ἀλλοιοῦν ἀλλοιοῖ κάτω νεύοντας εἰς γῆν, εἰς σάρκα, εἰς αἷμα, κἀντεῦθεν παντάπασιν ἀπαλλοτριοῖ ἡμᾶς Θεοῦ τοῦ ἀγαθοῦ. Οὐκ ἠκούσατε τί πέπονθεν ὁ ἐλεεινὸς Εὐπρεπιανός;

Ἄρτι γὰρ ἡμῖν ἀνηγγέλη ὅτι τέθνηκε, καὶ τέθνηκε, φεῦ τῆς ἐμῆς ταλαιπωρίας! οὐ τὸν πρόσκαιρον, ἀλλὰ τὸν αἰώνιον θάνατον, συμπλακεὶς τῇ Εὔᾳ, καὶ ταύτῃ τὸν βίον ἀπορρήξας. Ὢ τί πέπονθεν ὁ τάλας! Ἴστε ὅπως ηὔγει πρότερον ὁ λύχνος, ὑπὲρ κεφαλῆς αὐτοῦ, τῆς τε εὐπιστίας καὶ εὐδρομίας. Οὐχὶ συναπεκλείσθη μοι πάλαι ὁμολογητικῶς; Οὐκ εἰς οἰκονόμου προήχθη βαθμὸν ἐν τῷ Σακκουδίωνι; Οὐκ ἐπὶ τῇ παρούσῃ ὁμολογίᾳ ἀπεδύσατο πρὸς ἀγῶνας, δὶς μαστιχθεὶς καὶ ἐνεγκὼν ἄριστα;

Εἶτα τί; ἔχων ὡς οἰκονόμος τὸ γλωσσόκομον τοῦ μοναστηρίου καὶ τὰ ἐν αὐτῷ βαλλόμενα, θελχθεὶς τῷ χρυσίῳ καὶ περιπαρεὶς τῇ φιλαργυρίᾳ, κατὰ τὸν Ἰούδαν, προὔδωκεν, οἴμοι! τὸν Χριστόν. Τοῦτο μὲν ἀποδυσάμενος τὸ τῆς παρθενίας ἐπάγγελμα· τοῦτο δὲ γιεζικῶς ὠνησάμενος ἀγροὺς καὶ ἀμπελῶνας, βόας καὶ πρόβατα, καὶ κληρονομήσας οὐ τὴν λέπραν ἐκείνου μόνον, ἀλλ’ ὡς οἶμαι, καὶ τὸ δεινότερον. Ἴδε, ἀδελφοί μου, τί εἰργάσατο ἡ φιλαργυρία.

Φύγωμεν τὸ πάθος, παρακαλῶ, ὡς προδοσίας ἐργαστήριον. Ἴδε τί ἐξετέλεσεν ἡ ἀπιστία. Φύγωμεν τὸ σκότος ὡς ἀπορρῆσσον τῆς συναφείας τοῦ Δεσπότου· φύγωμεν καὶ πᾶν ἄλλο πάθος τὸ πολιορκοῦν τὴν ἐλεεινὴν ψυχήν· θυμὸν λέγω, φθόνον, ὀργὴν, φιλαυτίαν, ἰδιογνωμοσύνην, ἀφιδιασμόν. Φεύγετε τὸ μεμονωμένοι τυγχάνειν, ἵνα φύγητε τὴν ἐπηρτημένην παρὰ Κυρίου ἀράν· «Οὐαὶ γὰρ, φησὶ, τῷ μόνῳ, ὅτι ἐὰν πέσῃ οὐκ ἔστιν ὁ ἐγείρων αὐτόν.» Ὅπερ πέπονθε περὶ οὗ ὁ λόγος· εἰ γὰρ ἦν ὁ συνὼν αὐτῷ, κἂν πέπτωκεν, εἶχεν ἂν ἐξ ἐπικουρίας τοῦ συνόντος πάλιν ἀναστῆναι, πάλιν ἀποκλαύσασθαι τὴν ἁμαρτίαν. Ἐπεὶ δὲ οὐκ ἔσχεν, ὤλετο ὁ ἐλεεινὸς πορευθεὶς εἰς τὸν ἴδιον τόπον. Κλαυθμοῦ καὶ ὀδύνης, ἀδελφοὶ, ἄξιον τὸ τραγῴδημα· φόβου καὶ τρόμου, τὸ ὑπόδειγμα. «Ὁ στήκων, φησὶ, βλεπέτω μὴ πέσῃ·» ὁ εὐδρομῶν σκεπτέσθω μὴ ὑποσκελισθῇ ἀναθεωρῶν τὸν σκελισμὸν τοῦ πρὶν εὐδρομήσαντος. Τάχα ἐδόκει τις ἄγγελον πίπτειν ἢ τὸν ἀδελφὸν ἐκεῖνον· ἀλλ’ ὅμως ἀπονυστάξας πέπτωκε· καὶ τὸ αἴτιον, ἡ φιλαργυρία. Οὐκ ἂν δὲ περὶ φιλαργυρίας διελεγόμην ὑμῖν, εἰ μὴ ὅτι ἄρτι τῷ διωγμῷ ἄλλος ἀλλαχοῦ καθιστάμενοι καὶ τὰ ἐφόδια τῆς ζωῆς φροντίζειν ἔχοντες, εἰ μὴ σκέπτοισθε ἀκριβῶς, εἰς τὸ τῆς φιλαργυρίας δέλεαρ περιπεσεῖσθε.

Ἐντεῦθέν τινες οὐδὲ συνοδίαν αἱροῦνται ἔχειν διὰ τὸ χρυσίζεσθαι· ἐντεῦθεν οὐδὲ τὴν ἀδελφικὴν ἀγάπην ἀσπάζονται, διὰ τὸ τὰ πάθη σύνοικα ἔχειν· ἐντεῦθεν οὐδὲ οἱ πόδες ἡσυχάζειν δύνανται, ἀλλ’ ὧδε κἀκεῖσε ὡς κυνίδια περιέρχονται, εἴπου περ ἂν ἀπὸ εὐσεβοῦς ἀργύριον σφετερίσωνται· ἐντεῦθεν οἱ μὲν δούλους οἱ δουλοπαθεῖς ἐκτήσαντο ἀπολέσαντες τὸ δεσποτικὸν ἀξίωμα. Ἄλλοι ἕτερα παρὰ τὰ κατὰ ἀνάγκην ἐπείγοντα εἰς χρείαν συγκομίζονται, πρᾶται καὶ μεταπρᾶται καὶ καπηλικὰ κέρδη ποιούμενοι.

Βλέπετε, ἀδελφοὶ, τὸ κρίμα τοῦ Θεοῦ· βλέπετε τὸν ἀκοιμήτως ὁρῶντα ὑμᾶς μέγαν ὀφθαλμὸν τοῦ Θεοῦ, ὃν οὐδεὶς λήσει οὐδὲ ἐν τῷ κρυφίῳ τῆς καρδίας τι ἐργαζόμενος, μὴ ὅτι γε κατὰ τὸν ἔξω ἄνθρωπον. Βλέπετε τὸ ἀπόκριμα τοῦ θανάτου, ὅτι καὶ νῦν ἀδελφοὶ ἡμῶν δύο ἀπεβίωσαν ὅ τε Μίλης καὶ ὁ Βαρνάβας, καὶ ἄλλοι πρὸ τούτων, καὶ εἷς καθ’ εἷς μεταβαίνομεν. Μὴ λάβοι τινὰ ἀπαράσκευον ὁ θάνατος, παρακαλῶ, μὴ δὴ ἀκατάρτιστον. Οὐκ ἔστι μικρὸς ὁ ὄλεθρος ἔκπτωσις Θεοῦ, ἔκπτωσις βασιλείας οὐρανῶν· κρίσις καὶ ἀνταπόδοσις αἰώνιος, ἣν οὐχ ὑποίσει πᾶσα σὰρξ καὶ μόνον ἐννοουμένη, μὴ ὅτι γε εἰς πεῖραν ἐλθοῦσα· φθάσοι δ’ ἂν εἰ μὴ τὰ ἀρεστὰ Θεῷ πράττοιμεν. Ἵν’ οὖν ἡμεῖς οἱ ταπεινοὶ ἐκφυγεῖν δυνηθῶμεν τὴν ἐρχομένην ὀργὴν «ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας,» πράξωμεν, παρακαλῶ, τὰ προστεταγμένα, θεραπεύσωμεν Θεὸν ἤδη ἀπὸ τοῦ νῦν, καθότι ἄν τις ἐπιλαμβάνηται ἑαυτοῦ ἐνδεῶς ἔχων, ἀνακαθαιρέτω ἑαυτόν, ἀνανεούσθω τὴν ψυχὴν εἰς τὸ Θεοῦ θέλημα· «ἐγγὺς γάρ ἐστι πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν,» καὶ καθ’ ἑκάστην ἡμέραν τὴν μετάνοιαν προσίεται καὶ καθ’ ἑκάστην αἴρει τὰς ἁμαρτίας ἡμῶν καὶ εἰσαεὶ παρακαλῶν παρακαλεῖ αἱρεῖσθαι ἡμᾶς τὴν ζωὴν τὴν αἰώνιον, ἧς καὶ καταξιωθείημεν τυχεῖν ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν; ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Ιʹ ΟΤΙ ΟΥΧ ΟΙ ΔΙ’ ΑΙΜΑΤΟΣ ΜΟΝΟΙ ΜΑΡΤΥΡΕΣ ΑΛΛΑ ΚΑΙ ΟΙ ΔΙΑ ΒΙΟΥ ΕΝΘΕΟΥ ΠΟΛΙΤΕΥΟΜΕΝΟΙ Ἀδελφοὶ καὶ πατέρες, ἑορτὴ μὲν ἔστιν ἑορτῶν ἡ ἁγία πεντηκοστὴ, ἥνπερ ἑορτάσαι ἠξιώθημεν· ἑορτὴ δὲ καὶ ἡ τῶν ἁγίων πάντων εἰς ἣν ἤδη προσηγγίσαμεν. Ἀλλ’ ἐπειδὴ ἑορτῆς ἴδιον προσκτήσασθαί τι τῶν ἀγαθῶν δι’ ἐπιλογισμοῦ κρείττονος, ἀναλογίσασθε, εἰ δοκεῖ, πόσοι καὶ ἡλίκοι οἱ ὑπομνηματιζόμενοι ἅγιοι. Καὶ τίς ἂν ἐξαριθμήσειεν ἀστέρας οὐρανοῦ καὶ ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἐκκεχυμένην; Τοσοῦτοι οἱ ἐν ὅλῳ τῷ κόσμῳ μάρτυρες, οἳ διὰ πίστεως κατηγωνίσαντο τῆς ἀντικειμένης δυνάμεως, ἀπεδύσαντο πρὸς τυραννικὰς παρατάξεις, ἐχώρησαν πρὸς πῦρ, πρὸς ξίφος, πρὸς θῆρας, πρὸς πᾶν ὁτιοῦν τῶν δυσχερῶν, ἡγούμενοι τὰς βασάνους ὡς τρυφάς, τὰς αἱματεκχυσίας ὡς εὐφροσύνας. Καί γε ταύτῃ τῇ πεποιθήσει περιεπάτησαν ἐπ’ ἀνθράκων πυρός, ἔσβεσαν πυρκαϊὰς ἀναπτομένας, ἐνήργησαν τὰ ὑπὲρ φύσιν ἐν τῇ φύσει καταπλήττοντες τυράννους, βασιλεῖς.

Τί μαρτυροῦντες; ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ζωὴ αἰώνιος, καθὼς γέγραπται. Ἆρ’ οὖν οἱ δι’ αἵματος μόνοι μάρτυρες; Οὐμενοῦν, ἀλλὰ καὶ οἱ διὰ βίου ἐνθέου πολιτευόμενοι· φησὶ γὰρ ὁ Ἀπόστολος· «περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.» Καὶ μικρὸν ὑποκατιών· «Τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι’ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν.» Ὁρᾷς ὅτι συλλήβδην μάρτυρας ἀπεκάλεσε πάντας τοὺς τῆς ὁσιότητος ἐραστὰς καὶ τὸν δι’ ὑπομονῆς θλιβερὸν βίον ἕλκοντας;

Τοιγαροῦν, ὦ ἀδελφοὶ, καὶ ἡμεῖς ἐν τῷ μαρτυρίῳ τούτῳ καταλελογίσμεθα· ἐν γὰρ τῷ στέργειν ἡμᾶς καὶ ὑπομένειν τὸ πολύθλιπτον τοῦ σταυροφόρου βίου, ἐν τῷ φρουρεῖν ἡμᾶς τὸ παρθενικὸν ἐπάγγελμα, τὸ ἀνεξάρνητον τῆς ἀθλητικῆς ὑποταγῆς, μαρτυροῦμεν ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ· μαρτυροῦμεν ὅτι κρίσις ἔστι καὶ ἀνταπόδοσις· μαρτυροῦμεν ὅτι λόγον ὑφέξομεν, ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, τῶν βεβιωμένων ἡμῖν, ἀντικαθιστάμενοι τῷ διαβόλῳ τῷ ἐχθρῷ τοῦ Χριστοῦ τιμωροῦντι οἱονεὶ καὶ μαστίζοντι ταῖς ἐπιφοραῖς τῶν ἐπαλλήλων λογισμῶν καὶ ὀλλυμένων ἡδονῶν ἐξαρνήσασθαι ἡμᾶς μὴ εἶναι Θεόν· καὶ γὰρ οἱ διαφθειρόμενοι ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν εἴκουσι καὶ συνέπονται τῷ ἀντικειμένῳ, αὐτοῖς πράγμασι λέγοντες μὴ εἶναι Θεὸν, κατὰ τὸ ὑπὸ τοῦ ἁγίου Δαυὶδ εἰρημένον· «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστι Θεός.» Εἰ μὴ γὰρ λήθην ἐμποιήσει Θεοῦ ταῖς ψυχαῖς τῶν ἀνθρώπων καὶ οἱονεὶ ἀπάρνησιν, οὐκ ἂν καταπείσειε τὸν νοῦν χωρῆσαι πρὸς τὴν ἔφεσιν τῆς σαρκός, πρὸς τὴν ἀνάχυσιν τῆς ἁμαρτίας, πρὸς οἰνοφλυγίας, πρὸς ἀσελγείας, πρὸς κώμους, πρὸς πότους, πρὸς πλεονεξίας, πρὸς εἰδωλολατρίας, πρὸς πᾶν ὁτιοῦν ἄλλο τῶν ἐκτόπων· κἀντεῦθεν παραλαβὼν τὴν ψυχὴν ἄγει αὐτὴν κατόπιν αὐτοῦ ἰέναι ἁρπάσας ἀπὸ Θεοῦ καὶ συμπροξενήσας τὸ ἄσβεστον πῦρ τῆς αἰωνίου βασάνου.

Ὡς ἐλεεινὴ ἡ ἀπάτη καὶ δεινοτέρα ἡ τῆς ἀπάτης ἀποπεράτωσις!

Ἀλλ’ ἡμεῖς, ὦ ἀδελφοὶ, ὡς μάρτυρες Χριστοῦ, τὴν καλὴν μαρτυρίαν ἔτι μαρτυρήσωμεν, τὴν καλὴν ὁμολογίαν ἔτι ὁμολογήσωμεν χαίροντες σὺν πᾶσι τοῖς ἁγίοις, ὅτι ἠξιώθημεν μαρτυρεῖν ὑπὲρ Χριστοῦ μὴ κλίνοντες γόνυ τῇ Βάαλ, τῇ ἐπιθυμίᾳ δὴ λέγω τῆς σαρκός, ταῖς λοιπαῖς ἡδοναῖς τοῦ βίου, μὴ πεισθῶμεν αὐτῷ ὑποβάλλοντι τὰς ἀρνητικὰς ἐμφάσεις τῆς ὑποταγῆς, ἀλλὰ καθ’ ἑκάστην οἱονεὶ ὡς ἐπὶ σταδίου ἀνταγωνισώμεθα· πληττόμενοι, ἀλλὰ μὴ ὑποχαυνούμενοι· ἀνδριζόμενοι, ἀλλὰ μὴ ἐκδειματούμενοι. Εἶτα τί τὸ ἐκ τῆς μαρτυρίας κέρδος ἴστε· ὅτι οἱ συνιστάμενοι μάρτυρές τινι κατὰ τὸν βίον κοινωνοὶ τῆς εὐφροσύνης αὐτῷ γίνονται καὶ τῶν ὑπὲρ ὧν μεμαρτυρήκασι πραγμάτων συμμερισταὶ ἀποδείκνυνται. Συναγόμενον οὖν ἐστιν ἐντεῦθεν, ὅτι καὶ οἱ τοῦ Χριστοῦ μάρτυρες ὡς μαρτυρήσαντες αὐτῷ ἐν πᾶσι καὶ ὑπὲρ τῆς ἀληθοῦς μαρτυρίας τὰς ἀνυποίστους βασάνους ἐνεγκόντες, ἐν τῷ μέλλοντι αἰῶνι συγκληρονόμοι αὐτοῦ ἀναδειχθήσονται· φησὶ γὰρ ὁ Ἀπόστολος· «Ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» Μεθ’ ὧν καὶ ἡμεῖς ἔτι τὸ μαρτύριον ἡμῶν ἐπιτελοῦντες, —καὶ γὰρ μακρὸν καὶ διὰ βίου παντός, —ἀξιωθείημεν τῶν αἰωνίων ἀμοιβῶν ἀπολαῦσαι καὶ σὺν Χριστῷ εἰς αἰῶνας ἀγαλλιασθῆναι, ᾧ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.