Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Μικρὰ Κατήχησις

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΡΑ΄ έως ΡΙ΄

Νουθεσίες για την τήρηση των ευαγγελικών εντολών, την άξια συμμετοχή στη Θεία Ευχαριστία και την πνευματική καθοδήγηση. Παρομοιάζεται ο ανθρώπινος βίος με ποντοπορία που απαιτεί εγρήγορση έναντι της ραθυμίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 11 από 13

ΚΑΤΗΧΗΣΙΣ ΡΑʹ ΠΕΡΙ ΤΗΣ ΕΝΑΝΘΡΩΠΗΣΕΩΣ ΤΟΥ ΔΕΣΠΟΤΟΥ ΧΡΙΣΤΟΥ ΑΠΟΚΛΑΥΣΕΩΣ ΤΕ ΤΩΝ ΑΠΟΣΤΑΤΗΣΑΝΤΩΝ ΑΔΕΛΦΩΝ ΗΜΩΝ ΚΑΙ ΔΙΔΑΣΚΑΛΙΑ ΠΕΡΙ ΤΗΣ ΕΑΥΤΩΝ ΑΣΦΑΛΕΙΑΣ Ἀδελφοὶ καὶ πατέρες, ὀλίγον τὸ ἀκροατήριον τῶν τινων ἀδελφῶν ἀποδημησάντων· ἀλλ’ ὅμως καὶ ἑνὸς παρόντος ἀκροωμένου οὐκ ἀμελητέον. Λέγει γὰρ ὁ Κύριος· «Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν· Ὅτι οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.» «Ἦλθε γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός.» Βαβαὶ τῆς ἀφάτου φιλανθρωπίας! Ἐλήλυθεν ὁ δεσπότης πρὸς τὸν δραπετεύσαντα δοῦλον ἐν δουλικῷ σχήματι, ἵνα αὐτὸν τῆς τοῦ διαβόλου δουλείας ἐλευθερώσειεν· ἦλθε τὸ φῶς τὸ ἀληθινὸν ἐκζητῶν τὴν ἀπολλυμένην δραχμὴν, ἵνα αὐτὸν ἐκ τοῦ σκότους τῆς ἁμαρτίας ἀνακαλέσηται. Οὐκοῦν ἀναγκαῖον καὶ ἡμῖν τοῖς ταπεινοῖς τῇ τοῦ ἀγαθοῦ μιμήσει ὑπὲρ ἑνὸς ἑκάστου ὑμῶν καὶ πονεῖν καὶ διαλέγεσθαι, καὶ αὐτὴν τιθέναι τὴν ψυχήν. Εἴθε δὲ ἐγενόμην ὑπόπτερος, ὥστε πετασθῆναί με καὶ καταπαῦσαι ἐφ’ ἑκάστῃ συνοδίᾳ εἰς τὸ κἀκείνους ἰδεῖν καὶ φθέγξασθαι τὰ προσήκοντα· καὶ οὐ μόνον ἐκείνους, ἀλλὰ γὰρ καὶ τοὺς τῇ ὁδῷ τοῦ Κάϊν καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ πορευομένους. Τίνας δὴ λέγω τούτους; Λεόντιον λέγω καὶ Ἑρμείαν καὶ Νεκτάριον τοὺς ἀποστατήσαντας καὶ ἀφ’ ἡμῶν καὶ ἀπὸ τῆς πίστεως, καὶ μισθὸν τῆς ἀποστασίας τὴν προεδρίαν κομισαμένους.

Οὓς εἰ εἶδον καὶ διειλέχθην, εἰ μή τι ἄλλο, ἀλλά γε τὴν ἐμαυτοῦ ψυχὴν παρεμυθησάμην ἂν ὁ ταπεινός. Ἐβουλόμην ἰδεῖν καὶ τοὺς τὸ ἅγιον σχῆμα κατὰ τὰς ἁμαρτίας μου ἀπορριψαμένους, καὶ ἐνδυσαμένους τὴν ἀνομίαν καὶ τὴν ἁμαρτίαν, ἵνα καὶ πλέον ἀπεκλαυσάμην. Ὧν εἷς Πηγάσιος ἐκεῖνος, ὥς φασιν, εἰς τοσαύτην κακίαν προήχθη, ὡς καὶ λαοῦ αὐτὸν κατάρξαι βασιλικῷ ἀξιώματι, καὶ πολέμους κινῆσαι καὶ σφαγὰς κατεργάσασθαι, καί γε σφαγῇ τῆς ἑαυτοῦ ζωῆς ἀπορραγῆναι. Ὢ τῆς συμφορᾶς! εἰς οἷον ὄλισθον κατεκυλίσθη ὁ οἴκτιστος! Πρότερον ἀπεπήδησε τῆς ἀδελφότητος· εἶτα ἐπορεύθη ὀπίσω τῶν ἐπιθυμιῶν αὐτοῦ ὧδέ τε κἀκεῖσε, ὡς ἄλογον ζῶον διαφθειρόμενος· ἔπειτα ἀπεδύσατο τὸν μοναχόν· εἶθ’ οὕτως ἐτέλεσε τὴν τραγῳδίαν, ἣν ἠκούσαμεν. Διὸ παρακαλῶ ὑπὲρ μὲν ἐκείνων προσεύχεσθαι· ἑαυτοὺς δὲ ἀσφαλίσασθαι μή τι ὑφεῖναι τῆς ἀσκητικῆς ἐνστάσεως. Τῇ γὰρ κατὰ μικρὸν ὑφέσει καὶ ὑποχαυνώσει κατάγεται ἡ ψυχὴ εἰς ἀπώλειαν· καὶ διὰ τοῦτο καὶ τοὺς ἄρτι μεμονωμένως ζῶντας ἐλεῶ καὶ δακρύω, ὡς ἐξ ἑτοίμου τῷ διαβόλῳ θήραμα προκειμένους. Εἰ γὰρ ἐκ μάνδρας ἀφαρπάζει λύκος πρόβατον, πόσῳ γε μᾶλλον εἰ ἔξω τῆς ποίμνης εὕροι ἀλώμενον ὀλέσειεν. Οὐκ ἴστε πηλίκην μανίαν ἔχει καθ’ ἡμῶν ὁ διάβολος;

Πᾶσι μὲν γὰρ ἀνθρώποις ἐπέρχεται, οὐ μὴν ὡς τοῖς ταπεινοῖς μοναχοῖς. Καὶ χαίρει μὲν τῇ τῶν πολλῶν ἀπωλείᾳ· οὐχ οὕτω δὲ ἥδεται, ὡς εἰ ἕνα μοναχὸν ὑποσκελίσειεν· ἐφ’ ᾧ καὶ πυκτεύει καὶ παρεδρεύει καὶ διαγωνίζεται ὑποτακτίτην ἀποσπάσαι τῆς ὑποταγῆς, ἡσυχαστὴν τῆς ἡσυχίας, στυλίτην τοῦ στύλου, ἔγκλειστον τοῦ ἐγκλείστρου, ἵνα τῇ μετακινήσει χειρωσάμενος ὤσειεν ὡς βούλεται· ὥστε οἱ μένοντες ἐν τοῖς οἰκείοις μέτροις καὶ τόποις τῆς ἀρετῆς ἀχείρωτοι τῷ διαβόλῳ τυγχάνουσιν ὑπεράνω τῶν παγίδων αὐτοῦ φερόμενοι. Διὸ καὶ ἡμεῖς, ἀδελφοὶ, τῇ ὑπὸ Θεοῦ δοθείσῃ ἡμῖν δυνάμει κατ’ αὐτοῦ κεχρημένοι τροπώμεθα τὸν πολέμιον, τῷ θείῳ φόβῳ τειχιζόμενοι, λογισμοῖς αὐτὸν βάλλοντες οὐρανίοις· ἀλλὰ μὴ ὑπὸ τῶν παρ’ αὐτοῦ λογισμῶν κατακυριευόμενοι, ἵνα ἐντεῦθεν νίκην ἀποφερόμενοι τὸν τῆς δικαιοσύνης στέφανον κομισώμεθα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΒʹ ΠΕΡΙ ΤΗΣ ΠΑΝΟΥΡΓΙΑΣ ΤΟΥ ΔΟΛΕΡΟΥ ΟΦΕΩΣ ΠΕΡΙ ΤΗΣ ΠΑΝΟΥΡΓΙΑΣ ΤΟΥ ΔΟΛΕΡΟΥ ΟΦΕΩΣ ΚΑΙ ΟΤΙ Τῌ ΑΛΗΘΙΝῌ ΤΑΠΕΙΝΩΣΕΙ ΚΑΙ ΒΑΣΙΛΙΚῌ ΟΔῼ ΠΟΡΕΥΟΜΕΝΟΙ ΔΙΑΦΥΓΟΙΜΕΝ ΑΥΤΟΥ ΤΑΣ ΠΟΛΥΜΟΡΦΟΥΣ ΜΗΧΑΝΑΣ Ἀδελφοὶ καὶ πατέρες, πᾶσι μὲν ἀπαιτεῖ με ἡ παροῦσα ἡμέρα διαλεχθῆναι· οὐ μὴν τοσοῦτον ὅσον τοῖς ἄρτι παραγενομένοις ὡς ἀπὸ χρόνου ἀνηκόοις οὖσι τοῦ ταπεινοῦ μου λόγου. Τίς δὲ ὁ λόγος; ἵνα ἄξιον τοῦ κατὰ Χριστὸν διωγμοῦ «Βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι,» «ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ἡμῶν ἐπιθυμίαις,» μηδὲ ὑποχαυνούμενοι τοῦ τόνου τῆς ἀσκητικῆς ἡμῶν ἐνστάσεως.

Βλέπετε γὰρ, ἀδελφοὶ, ὅτι «Ὁ διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τινα καταπίῃ·» καὶ ἐπειδὴ ἄρτι ὁρᾷ ἡμᾶς τῷ διωγμῷ διῃρημένους, σφοδρότερον ἐπιτίθεται ἁρπάσαι ψυχὴν γλιχόμενος. Ἀλλ’ ἡμεῖς ἐν παντὶ καιρῷ καὶ τόπῳ γρηγορῶμεν καὶ νήφωμεν περιπεφραγμένοι τοῖς θείοις ἐντάλμασι· καὶ αὐτὸς τόπον μὴ εὑρίσκων ἐφ’ ἡμῖν ἄπεισι κατῃσχυμμένος. Ἐὰν γὰρ εὕρῃ τόπον, ἔτι ἐπεμβαίνει, καὶ οὐκ ἄν ποτε λήξῃ, ἕως ἂν θύσῃ καὶ ἀπολέσῃ. Ἢ ἀγνοοῦμεν πόσους ἀπώλεσεν ἀπὸ καταβολῆς κόσμου; Οὐχὶ τὸν πρῶτον ἄνθρωπον δι’ ἡδονῆς ὑφελόμενος ἐξωστράκισε τοῦ παραδείσου; Οὐ τὸν Κάϊν ἐξώπλισε πρὸς ἀδελφοκτονίαν;

Οὐ τὸν Ἰούδαν ἀπέτεμε τοῦ ἀποστολικοῦ χοροῦ, προδότην αὐτὸν τῆς ζωῆς τῶν ἁπάντων ἐργασάμενος; Οὐκ ἄλλους πολλοὺς, ὧν οὐκ ἔστιν ἀριθμὸς, τῷ θανάτῳ παραδέδωκεν; Αὐτὸς οὖν ἐστι καὶ νῦν ὁ ἐνεργῶν καὶ ἐφεδρεύων καὶ ἀπατῶν καὶ σχεδὸν καταπίνων τὴν οἰκουμένην, ὃν διαφυγεῖν ἐργῶδες καὶ λίαν προσεκτικόν.

Καί γε πειρᾶται, οὐ μόνον δι’ ἀνειμένου βίου καὶ χθαμαλοῦ, ἀλλὰ καὶ δι’ ἐπιτεταμένης ἀσκήσεως σκελίζειν καὶ ἀπάγειν ἡμᾶς εἰς τοὐναντίον, ποικιλλόμενος καὶ μετασχηματιζόμενος τέχναις πολλαῖς καὶ ἀπάταις, καὶ πολλὰς τὰς καθ’ ἡμῶν παγίδας ἐξαπλῶν ἐπὶ γῆς, κατὰ τὴν ἀποκάλυψιν τοῦ μακαρίου Ἀντωνίου· ἃς καὶ διαφεύγει μόνη ἡ ταπείνωσις, ὡς ὁ λόγος.

Οὐκοῦν καὶ ἡμεῖς τῇ ταπεινώσει χρώμενοι διαφύγωμεν αὐτοῦ τὰς παρατροπάς τε καὶ παρεκβάσεις, ὁδῷ βασιλικῇ πορευόμενοι καὶ μὴ ἐκκλίνοντες τῇδε καὶ τῇδε, ἀλλὰ τῷ κανόνι στοιχοῦντες τῆς παραδοθείσης ἡμῖν ἁγίας ἐντολῆς καὶ τοῖς ἴχνεσιν ἑπόμενοι τῶν προηγησαμένων πατέρων, ὧν «τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει.» Τοιγαροῦν ἔστω ὁ νοῦς διαστελλόμενος ἀπὸ πονηρῶν ἐνθυμημάτων, ἡ καρδία μελετάτω τὰ θεῖα λόγια, τὸ στόμα ἀνοιγέσθω πρὸς δοξολογίαν Θεοῦ, ὁ ὀφθαλμὸς βλεπέτω ὀρθά, τὸ οὖς μὴ παραδεχέσθω ματαίαν ἀκοήν, αἱ χεῖρες πρὸς ἔργα κινούμεναι, οἱ πόδες εὔτακτα βαίνοντες, τροφὴ καὶ πόσις μεμετρημένη, ὕπνος κεκανονισμένος, μήπου πρόοδος παρὰ τὸ προσῆκον, μηδέ τις παρρησία θάνατον φέρουσα, μηδ’ ἄλλο τι τῶν ἐκτόπων ἐν ἡμῖν ἐνεργούμενον· ἀλλὰ πάντα ὁσίως καὶ ἐμφρόνως τελούμενα. Καὶ ἡ προθεσμία οὐκ εἰς μακράν, καὶ τὸ πέρας τῶν ἀγώνων ἐγγύς. Καὶ τίς ἡ ἄμειψις τῶν πόνων; Βασιλεία οὐρανῶν, ὑπὲρ ἧς, ὦ ἀδελφοὶ, ἔτι καὶ ἔτι ἀγωνισώμεθα, πυκτεύσωμεν· κἂν ὠκλάσαμεν, ἀλλὰ πάλιν διαναστῶμεν· κἂν ὑπνώσαμεν, ἀλλ’ αὖθις γρηγορήσωμεν. Βιασώμεθα τὴν φύσιν, νεκρώσωμεν «τὰ μέλη τὰ ἐπὶ τῆς γῆς·» κτησώμεθα τὰς ἀρετάς.

Ταῦτα καὶ ὑπὲρ ἐμαυτοῦ λέγω· ἐπειδὴ καὶ αὐτὸς ἀσθένειαν περίκειμαι, τῆς ἴσης ὑμῶν ὑπάρχων φύσεως δηλονότι, ἵνα ἅπαντες εἰλικρινῶς καὶ ἀπροσκόπως τῶν τῇδε μεταναστάντες τύχωμεν ζωῆς αἰωνίου ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΓʹ ΠΕΡΙ ΤΟΥ ΦΥΛΑΤΤΕΙΝ ΤΑΣ ΘΕΙΑΣ ΕΝΤΟΛΑΣ ΚΑΙ ΤΗΣ ΔΙΚΑΙΑΣ ΑΠΕΙΛΗΣ ΤΩΝ ΑΜΕΛΩΣ ΔΙΑΚΕΙΜΕΝΩΝ Ἀδελφοὶ καὶ πατέρες, ὁ πλάσας ἡμᾶς Θεὸς καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, ὡς ἐν διδασκαλείῳ ἔθετο ἡμᾶς ἐν τῷδε τῷ βίῳ, ἵνα μαθητευθῶμεν τὸ εὐαγγέλιον τῆς βασιλείας αὐτοῦ. Διὸ καὶ τοὺς μαθητὰς ἀποστέλλων ἐπὶ τὸ κήρυγμα παρηγγυᾶτο λέγων· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν.» Τίνα δέ ἐστιν ἃ ἐνετείλατο; Κατὰ μὲν τὴν παλαιὰν διαθήκην, ὡς ἐκ μέρους εἰπεῖν· τὸ «Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις·» κατὰ δὲ τὴν νέαν, τὰ τούτων ἔτι ὑψηλότερά τε καὶ ἀκριβέστερα. «Ἐρρήθη γὰρ, φησὶ, τοῖς ἀρχαίοις· Οὐ φονεύσεις· ὃς δ’ ἂν φονεύσῃ ἔνοχος ἔσται τῇ κρίσει. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ ἔνοχος ἔσται τῇ κρίσει.» Πάλιν «ἐρρήθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.» Πάλιν «ἐρρήθη· Οὐκ ἐπιορκήσεις.

Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως.» Πάλιν «ἐρρήθη· Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου. Ἐγὼ δὲ λέγω ὑμῖν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς.» Ὁρᾷς ὅσον τὸ διάφορον ἑκατέρων τῶν διαθηκῶν; τῆς μὲν αὐτὰς τὰς πράξεις ἀπαγορευούσης, τῆς δὲ καὶ τὰς ἀφορμὰς, ἐξ ὧν αἱ πράξεις, ὡς ἂν μὴ ἐντεῦθεν ῥιζωθῇ ἡ ἁμαρτία. Ἐὰν οὖν ἡμεῖς εὑρεθῶμεν μήτε νομικῶς μήτε εὐαγγελικῶς, ἀλλ’, οἷον εἰπεῖν, ἐθνικῶς ζῶντες, τί πεισόμεθα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ; «Μὴ πλανᾶσθε, φησὶν, οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε πλεονέκται οὔτε κλέπται οὔτε μέθυσοι οὐ λοιδοροὶ οὐχ ἅρπαγες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι.» Καὶ διὰ τοῦτο, ὡς πολλάκις καὶ νῦν ἀσφαλιζόμενος διαγγέλλω μὴ μεμονωμένως τινὰ ζῆν, μὴ ἀδιαφόρως φέρεσθαι, μὴ θησαυρίζειν χρυσίον, μὴ κεκτῆσθαι δοῦλον· μὴ εἶναι ἱπποτρόφον, μὴ ὑπάρχειν βοοτρόφον, μή τι ἄλλο πρακτικεύεσθαι παρὰ τὸν τοῦ διωγμοῦ κανόνα· ἐξ ὧν προέρχονται τὰ μείζονα καὶ χαλεπώτερα ἁμαρτήματα.

Καὶ ὅμως εἰσί τινες ἐξ ὑμῶν οἱ ἀπειθοῦντες ἀπειθεῖτε, καὶ ἐρίζοντες ἐρίζετε τῇ ἀληθείᾳ· κἀγὼ ὁ ταπεινὸς «Καθαρὸς ἀπὸ τοῦ αἵματος ὑμῶν· οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι» ὑμῖν τὸ δικαίωμα τοῦ Θεοῦ, οὐδὲ ὑπεσιώπησα μὴ φανερῶσαι τὴν ἐρχομένην ῥομφαίαν «ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.» «Ἢ παραζηλοῦμεν τὸν Κύριον; Μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;» «Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.» Οὐ φοβεῖσθε τὸ ὑπόδειγμα; οὐ τρέμετε τὴν ἀπειλήν; οὐ δεδοίκατε τὸν θάνατον, ὃν μικρὸν ὕστερον ὑποστησόμεθα; Πῶς ἴδωμεν τοὺς φοβεροὺς ἀγγέλους ἐρχομένους ἆραι ἡμᾶς τοῦ σώματος;

Πῶς ὁδεύσωμεν τὴν ὁδὸν ἐκείνην τὴν μακρὰν καὶ ἄπειρον, μὴ τὰ ἐφόδια αὐτῆς κεκτημένοι; Πῶς παραστησώμεθα τῷ βήματι τοῦ Χριστοῦ, ᾧ «Κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται,» ἔχοντες συνειδὸς πονηρόν; Οὐκοῦν ἀνάγκη ἀποπεμφθῆναι ἡμᾶς ἐκεῖ, ὅπου τὸ πῦρ οὐ σβέννυται, καὶ ὁ σκώληξ οὐ τελευτᾷ· ἔνθα ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

Ἀλλ’ ἵνα, ἀδελφοὶ, τοῦτο μὴ γένηται, «Δεῦρο, προσκυνήσωμεν καὶ προσκλαύσωμεν τῷ ἀγαθῷ Θεῷ ἡμῶν· προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει,» ἐν δεήσει, ἐν κατανύξει, ἐν δάκρυσιν, ἐν προσευχαῖς, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν πάσῃ ἀγαθῇ ἀναστροφῇ. «Καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν·» καὶ αὐτὸς οὐ συνέκλεισεν ἔτι καθ’ ἡμῶν, καὶ αὐτὸς οὐκ ἀποστρέφεται τὸν ἐπιστρέφοντα, ἀλλὰ προσίεται ὡς τὴν πόρνην, ὡς τὸν ἄσωτον, ὡς τὸν λῃστήν. Ναὶ, ἀδελφοὶ, παρακαλῶ, διαναστῶμεν, διεγερθῶμεν, διαγωνισώμεθα, ἵνα ὡς παῖδες εὐμαθεῖς τῆς σχολῆς ἀπολυόμενοι, χαίροντες οἴκαδε πορεύονται· οὕτω καὶ ἡμεῖς ὡς γνήσιοι μαθηταὶ τοῦ εὐαγγελίου τοῦ τῇδε βίου ἀπολυθέντες περιχαρῶς χωρήσωμεν εἰς τὴν ζωὴν τὴν αἰώνιον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΔʹ ΠΕΡΙ ΤΗΣ ΕΙΛΙΚΡΙΝΟΥΣ ΚΑΙ ΑΛΗΘΙΝΗΣ ΑΓΑΠΗΣ ΚΑΙ ΥΠΟΤΑΓΗΣ ΠΡΟΣ ΤΟΝ ΚΑΘΗΓΟΥΜΕΝΟΝ ΚΑΙ ΤΗΣ ΦΟΒΕΡΑΣ ΕΤΑΣΕΩΣ ΤΟΥ ΔΙΚΑΙΟΥ ΚΡΙΤΟΥ Ἀδελφοὶ καὶ πατέρες, ἃ μὲν οὖν διειλέχθην ἐν τῇ προτέρᾳ κατηχήσει διὰ τοὺς τηνικαῦτα παρόντας, πονῶν καὶ ἀλγυνόμενος διειλέχθην· ἃ δὲ νῦν ἔχω λέγειν περὶ ὑμῶν τὰ κρείττονά ἐστι καὶ ἐχόμενα σωτηρίας. Διότι τῇ χάριτι τοῦ ὑπεραγάθου θεοῦ πείθεσθε καὶ ὑπείκετε τῇ ταπεινώσει μου, μηδὲν ποιοῦντες παρὰ τὸ διατεταγμένον ὑμῖν· ὅπερ ἐστὶ χαρὰ καὶ στέφανος, οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ ὑμῖν πρὸ ἐμοῦ τοῖς τὴν ἀρετὴν προελομένοις. Καὶ τί γὰρ ἂν εἴη γλυκύτερον καὶ θυμηρέστερον καὶ χαριέστερον τοῦ κατ’ ἐντολὴν ζῆν, καὶ μηδὲν ἰδιοθελῶς πράττειν τὸν ὑπήκοον;

Τοῦτο ἔστιν ἡ ἀληθινὴ ὑποταγή· αὕτη ἐστὶν ἡ μακαρία ζωή· τοῦτο ἔστι τὸ πολύλυπον καὶ ἄλυπον, ὡς ἄν τις εἴποι, διαγώνισμα· πολύλυπον μὲν τῷ ἔτι ἐγκρατουμένῳ τοῖς θελήμασιν· ἄλυπον δὲ τῷ φθάσαντι κόψαι τὸ οἰκεῖον θέλημα· ὃς καὶ παρρησιάσεται ἀποστολικῶς φάναι· «Ζῶ δὲ οὐκέτι ἐγώ· ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Ἐπὰν γὰρ οὐ τῷ οἰκείῳ θελήματι ζῇ, διὰ μέσου τοῦ καθηγουμένου τῷ Θεῷ ζῇ, «Ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενος καὶ τὴν αὐτὴν εἰκόνα μεταμορφούμενος ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος,» ὡς γέγραπται. Ὁ τοιοῦτος ἀμέριμνός ἐστιν ἀπὸ τοῦ κόσμου, ἀφόβητός ἐστιν ἀπὸ θανάτου· ὁ τοιοῦτος ἄλυπον καὶ ἀνενόχλητον βίον διάγει ὅλος διόλου ἀνακείμενος τῷ Θεῷ. Ὁ δὲ τοῖς οἰκείοις θελήμασιν ἐπερειδόμενος, κἀντεῦθεν τοὺς τῆς ὑποταγῆς ἀκρωτῃριάζων νόμους αὐτοθελῶν τε καὶ αὐταρεσκῶν, οὗτος ὀδυνηρὸν ἕλκει βίον, «ἐζωγρημένος ὑπὸ τοῦ διαβόλου εἰς τὸ ἐκείνου θέλημα·» κἂν δοκῇ τυχὸν νηστεύειν ἢ ἀγρυπνεῖν ἤ τι ἄλλο ἀγαθοεργεῖν, ἀδόκιμόν ἐστι. Διότι «πᾶν ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστί·» καὶ ὃ μὴ κατὰ τὸν κοινὸν κανόνα γίνεται, τοῦτο τοῦ μὲν ποιοῦντός ἐστιν ἴδιον, τῆς δὲ θεοσεβείας ἀλλότριον.

Καὶ διὰ τοῦτο ἐκείνους μὲν ἐπέπληξα εἰκότως· ὑμᾶς δὲ ἐπαινῶ καὶ παρακαλῶ ἔτι ἐπιμένειν τῇ καλλίστῃ ὑποταγῇ, τῇ ὑπομονῇ, τῇ κοπῇ τοῦ θελήματος, τῇ πίστει, τῇ ἐλπίδι, τῇ ἀγάπῃ, τοῖς ἄλλοις ὑποτακτικοῖς σπουδάσμασιν εἰς οἰκείαν σωτηρίαν, εἰς καλὸν ὑπόδειγμα ὅλῃ τῇ ἀδελφότητι. Ναὶ, ἀδελφοί μου, παρακαλῶ· «Ἔτι γὰρ ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ·» ἥξει ἡ τελευταία ἡμέρα· ἐν ᾗ ἀποκαλύπτεται τὰ ἔργα τοῦ σκότους καὶ φανεροῦνται αἱ βουλαὶ τῶν καρδιῶν· ἥξει ὁ φοβερὸς καὶ ἀπαραλόγιστος δικαστὴς, ὃς ἄξει ὑποτακτίτην πρὸς ὑποτακτίτην, ἡγούμενόν τε πρὸς ἡγούμενον, ἐπίσκοπόν τε πρὸς ἐπίσκοπον, ἄρχοντά τε πρὸς ἄρχοντα, βασιλέα τε πρὸς βασιλέα, ἑκάτερον ἐξ ἑκατέρου διελέγχων καὶ διευθύνων, καὶ ἀποδιδοὺς «Ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ἐπιζητοῦσι, ζωὴν αἰώνιον· τοῖς δὲ ἐξ ἐριθείας, καὶ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργὴ, θλῖψις καὶ στενοχωρία,» κατὰ τὸ ᾀδόμενον. Ὃ φοβητέον καὶ πάσῃ σπουδῇ σπουδαστέον μὴ ἐρήμους καταληφθῆναι ἡμᾶς τῶν ἀγαθῶν ἔργων ἐν καιρῷ τοῦ θανάτου· ἀλλ’ ἐγκάρπους ὀφθῆναι τοῖς ἀγαθοῖς κατορθώμασιν.

Εἰ δὲ ὅτι ἀντικείμενος ἡμῖν ἐστιν ὁ ἐχθρὸς πρὸς τὸ ἀγαθοεργεῖν, ὁμολογουμένως· —«Ἐκεῖνος γὰρ ἀνθρωποκτόνος ἐστὶν ἀπ’ ἀρχῆς· καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι ἀλήθεια οὐκ ἔστιν ἐν αὐτῷ,» ὡς ὁ Κύριος ἔφησεν· —ἀλλ’ ἔτι ἡμεῖς χρησώμεθα κατ’ αὐτοῦ τῇ ἀνδρείᾳ, τῇ μεγαλοψυχίᾳ, καταβαλλόμενοι πόνους, μόχθους, προσευχὰς, δεήσεις, δάκρυα· κἀκεῖνος ἐξασθενήσειε, τοῦ Κυρίου συναιρομένου ἡμῖν τὸ ἀγώνισμα, καὶ συναντιλαμβανομένου τῆς ἀσθενείας ἡμῶν νίκην τε ἡμῖν παρέχοντος αἰώνιον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΕʹ ΠΕΡΙ ΤΟΥ ΚΑΘΑΙΡΕΙΝ ΕΑΥΤΟΥΣ ΑΠΟ ΤΩΝ ΠΑΘΩΝ ΚΑΙ ΑΝΑΛΑΜΒΑΝΕΙΝ ΤΟΥΣ ΤΗΣ ΑΡΕΤΗΣ ΠΟΝΟΥΣ Ἀδελφοὶ καὶ πατέρες, τάχα δόξειέ τις λέγειν οὐδὲν ἀπόνασθαι, ἡμᾶς ἀπὸ τῶν κατηχήσεων τούτων· ἀλλ’, ὡς ἐμοί γε δοκεῖ, καὶ πάνυ ὠφελούμεθα. Ὅπερ γάρ ἐστι τῇ γῇ τὸ ἄροτρον, καὶ τῷ διψῶντι τὸ ὕδωρ, τοῦτο ὁ κατηχητικὸς λόγος τῷ εὐαισθήτως ἀκούοντι.

Πόθεν γὰρ πέφυκε κακύνεσθαι ψυχή; πόθεν πόλεμοι καὶ μάχαι καὶ διχοστασίαι ἐν ἀδελφότησιν; Οὐκ ἐντεῦθεν, ἐκ τοῦ μὴ εἶναι διδασκαλίαν καὶ νουθεσίαν; Οὗ δὲ διδασκαλία καὶ νουθεσία, ἐκεῖ εἰρήνη καὶ εὐστάθεια· οὗ δὲ εἰρήνη καὶ εὐστάθεια, ἐκεῖ τὸ Πνεῦμα τὸ ἅγιον ἀναπέπαυται. Οὗ χάριν κἀγὼ ὁ ταπεινὸς σὺν φόβῳ καὶ πόθῳ ἐπείγομαι διαλέγεσθαι, νουθετεῖν τε καὶ παρακαλεῖν καὶ ὑπομιμνήσκειν, εἴ πως δυνηθῶ ἐμαυτόν τε καὶ ὑμᾶς διασώσασθαι ἀπὸ τῶν ποικίλων πειρατηρίων τοῦ διαβόλου.

Ὁμολογῶ δὲ ὅτι καὶ αὐτοὶ συμβάλλεσθέ μοι τὰ μέγιστα, καὶ μάλιστα οἱ προέχοντες ἐν τῇ ἀδελφότητι, καὶ ὅτι συνεργοὺς ὑμᾶς ἔχω εἰς τὸ ἀγαθὸν ἅπαντας· «Ἐγὼ, φησὶν, ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν· ὁ δὲ Θεὸς ηὔξανεν·» ὥστε οὐ μόνον ἐμοῦ, ἀλλὰ καὶ ὑμῶν τὸ κατόρθωμα, μᾶλλον δὲ Θεοῦ· παρ’ οὗ πᾶν ἀνθρώποις τὸ κατορθούμενον. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, κατὰ τὴν δεδομένην ἑκάστῳ διακονίαν, ἐπείγεσθαι πρὸς τὸ κοινῇ συμφέρον, «Καὶ συνοικοδομεῖσθαι εἰς κατοικητήριον Θεοῦ ἐν πνεύματι.» Φησὶ γὰρ ὁ Ἀπόστολος· «Εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται. Ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει.» Σκοπήσωμεν τί λέγει· πῶς παρεικάζει τὴν ἀρετὴν χρυσῷ καὶ ἀργύρῳ καὶ λίθοις τιμίοις, τὴν δὲ κακίαν ξύλοις καὶ χόρτῳ καὶ καλάμῃ· ἅπερ ὑπὸ τοῦ κριτικοῦ πυρὸς δοκιμαζόμενα, τὰ μὲν φρυγανώδη κατακαήσεται, τὰ δὲ στερέμνια σωθήσεται· ὅθεν φοβερώτερον κατασκευάζων τὸν λόγον ἐπιφέρει· «Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;

Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν· οἵτινές ἐστε ὑμεῖς.» Πηλίκη ἡ δωρεὰ, ὅτι ναὸς Θεοῦ ἠξιώμεθα καλεῖσθαι! Πηλίκη δὲ καὶ ἡ ἀπειλὴ, ὅτι εἰ φθείρομεν τὸν ναὸν τοῦ Θεοῦ, φθαρησόμεθα ὑπὸ τοῦ Θεοῦ! Μὴ δὴ οὖν φθείρωμεν τὸν ναὸν τοῦ Θεοῦ, ἀδελφοί μου, μηδὲ ἀξιωθέντες ἔνοικον τὸ Πνεῦμα τὸ ἅγιον ἔχειν, κατοικητήριον γενώμεθα τῶν παθῶν· μηδὲ ἐλευθερωθέντες τῆς ἁμαρτίας ὑποδουλωθῶμεν πάλιν τῷ διαβόλῳ· ἀλλὰ στῶμεν «Εἰλικρινεῖς καὶ ἀπρόσκοποι, πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ,» καθὼς γέγραπται. Ἔστω οὖν ἡ καρδία ἡμῶν γρηγοροῦσα καὶ ἔμπονος ἀεὶ, ἀπὸ φόβου Θεοῦ, καὶ ἐννοίας διηνεκοῦς τοῦ θανάτου πεποιωμένη· ὅπου γὰρ πόνος τοιοῦτος πάρεστιν, ἐκεῖ οὐκ ἔχει χώραν εἰσδύειν ἡ ἁμαρτία.

Ὁπόταν δὲ ἄπονος καὶ ἀνάλγητος ᾗ ἡ καρδία, τηνικαῦτα ὑποσπείρεται ἡ ἐπιθυμία ἐξοιστρῶσα καὶ ταράσσουσα ἡμᾶς, καὶ οὐκ ἐῶσα ἕως ἂν εἰς τὴν προτέραν ἀναδράμωμεν κατάστασιν. Οὐκοῦν ἑλώμεθα τὸ πονεῖν ὑπὲρ ἀρετῆς, ἵνα εὕρωμεν τὸ εὖ βιοῦν· ἑλώμεθα κοπιᾶν ὑπὲρ τοῦ ἀγαθοῦ, ἵνα εὕρωμεν ἀνάπαυσιν διαρκῆ· ἑλώμεθα τὸ κλαίειν, ἵνα εὕρωμεν τὸ χαίρειν ἐν Κυρίῳ· ἑλώμεθα τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν ὁδεύειν, ἵνα εὕρωμεν τὴν ἐντεῦθεν τικτομένην ζωὴν ἀπήμονα. Καὶ αὕτη τῶν πραγματειῶν ἡ μεγίστη καὶ τῶν ἐπιτυχιῶν ἡ κρατίστη ἐπιτυχία· μικροῖς πόνοις καὶ ἀγῶσι τοῖς ὑπὲρ ἀρετῆς ἀνταλλάξασθαι τὰ ἄπειρα καὶ αἰώνια ἀγαθά· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡϚʹ ΠΕΡΙ ΤΟΥ ΝΗΦΑΛΕΩΣ ΚΑΙ ΕΓΡΗΓΟΡΟΤΩΣ ΔΙΑΚΥΒΕΡΝΑΝ ΤΟΝ ΠΛΟΥΝ ΤΗΣ ΖΩΗΣ ΗΜΩΝ Ἀδελφοὶ καὶ πατέρες, ἄλλη τίς ἐστι θάλασσα ὁ βίος ὁ ἀνθρώπινος, ἐν ᾗ πάντες, ὡς ἐν πλοίῳ τινὶ, εἰς τόδε τὸ σῶμα ἐμβεβηκότες νοητῶς διαπλέομεν. Καὶ διαπλέομεν οὐχ ὡρισμένῳ τινὶ χρόνῳ, καθάπερ οἱ τὴν αἰσθητὴν θάλασσαν διαπλέοντες· ὅτι πῆ μὲν πλέουσι, πῆ δὲ εἴσω λιμένος ἐγκαθορμίζονται· ἀλλ’ ἀεὶ πλέομεν καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν, καὶ ἐν χειμῶνι καὶ ζάλῃ, καὶ πέλαγος χαλεπόν· καὶ οὐ μόνον χαλεπὸν, ἀλλὰ καὶ μακρὸν λίαν τῷ διαστήματι τῆς ζωῆς ἡμῶν συμπαρεκτεινόμενον· ἐν ᾧ ὅσαι καταιγίδες ἐκ τῶν πνευμάτων τῆς πονηρίας ἐπεισφρήσουσι· καὶ ὅσοι πειραταὶ δαίμονες καταποντίσαι ἡμᾶς προσβάλλουσιν, οὐδὲ ἔστιν εἰπεῖν.

Ὅθεν τοῦτο εἰδὼς ὁ ἅγιος Δαυὶδ εὐκτικῶς ἔλεγε· «Ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων, μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός, μηδὲ συσχέτω ἐπ’ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ.» Εἰ δὲ Δαυὶδ ὁ τοιοῦτος καὶ τηλικοῦτος ἐφοβεῖτο καὶ προσηύχετο μὴ καταποντισθῆναι, ὅπερ ποτὲ καὶ ἀπονυστάξας πέπονθε· τί δ’ ἂν εἴποιμεν ἡμεῖς οἱ ταπεινοί; καὶ ὅσον ὀφείλομεν φοβεῖσθαι καὶ προσεύχεσθαι μὴ τὸ αὐτὸ πεπονθέναι! Καὶ γοῦν ὁ νοῦς ἡμῶν ἔοικε κυβερνήτῃ, ὃς ὅταν γρηγορῇ καὶ νήφῃ διωθεῖται τὴν ζάλην τῶν παθῶν, μικρὰ παρὰ τῶν προσρησσόντων αὐτῷ διαλογισμῶν ῥαντιζόμενος· ὁπηνίκα δὲ ῥᾴθυμος ᾗ καὶ κατημελημένος εἰσδέχεται τὸ πάθος ὥσπερ τι ῥεῦμα ἐπικλύζον. Εἶτα ὑπέραντλος γενόμενος ναυαγεῖ τὸ μέγα τῆς ἁμαρτίας ναυάγιον· ὅπερ καὶ ἀκουόμενον ἐλεεινὸν, καὶ ἐννοούμενον ἐλεεινότερον. Τοιοῦτος δὴ οὖν ἐπίφοβος καὶ ἐπικίνδυνος ὁ πλοῦς τῆς ζωῆς ἡμῶν· καὶ διὰ τοῦτο νηφαλέως καὶ ἐγρηγορότως σχοίημεν τὴν κυβέρνησιν διωθούμενοι τὰ πάθη πόρρωθεν· καὶ ἀποσκευαζόμενοι εὐθὺς τοὺς εἰσβάλλοντας ἐκτόπους λογισμοὺς, ὡς ἂν μὴ τῇ ἐπιμονῇ ἐσώμεθα ὑποβρύχιοι.

Ταῦτα δέ μοι εἴρηται οὐ πρὸς τοὺς νεωτέρους μόνον, ἀλλὰ καὶ πρὸς τοὺς πρεσβυτέρους, καί γε τοὺς χρονοτριβήσαντας ἐν τῇ ἀσκήσει· οὐδὲ γὰρ τούτους ὁ διάβολος ἀφίησιν ἀνεπιχειρήτους, περὶ ὧν πού φησιν ὁ μέγας καὶ θεοφόρος Βασίλειος· «Ἐλεεινότατον θέαμα, μετὰ ἀγρυπνίαν, μετὰ σκληραγωγίαν, μετὰ προσευχὴν ἐκτενῆ, μετὰ δάκρυον δαψιλὲς, μετὰ ἐγκράτειαν ἐτῶν εἴκοσί που ἢ τριάκοντα, διὰ ἀπροσεξίαν ψυχῆς καὶ ἀμέλειαν γυμνὸν ἁπάντων γενέσθαι!» Τοῦτο ἐγὼ ὁ ταπεινὸς καὶ ἀκήκοα καὶ ἑώρακα, καὶ ἀπέκλαυσα καὶ ἀποκλαίω, ἐννοούμενος πῶς ὁ τοσοῦτος πλοῦτος τῶν ἀρετῶν καὶ ἐν τοσούτοις ἔτεσιν ἀθροισθεὶς ἐν μιᾷ καιροῦ ῥοπῇ ὑπὸ τῆς τοῦ διαβόλου ἐπηρείας ᾤχετο, καταλιπὼν τὸν ἀσκητὴν τῆς εὐσεβείας ἔρημον καὶ ἄχρηστον.

Οὕτω μέγα τὸ τῆς σωτηρίας ἡμῶν μυστήριον, καὶ τοσαύτη ἡ τοῦ διαβόλου δυσμένεια ὁρῶντος ἡμᾶς ἀνερχομένους εἰς οὐρανὸν, ἐξ οὗπερ ἐκεῖνος ἀποπέπτωκεν. Ἀλλ’ ἐκεῖνος μὲν τοιοῦτος, καὶ μετὰ τοσαύτης ἡμῖν τῆς μανίας ἐπιστρατευόμενος. Ἡμεῖς δὲ, ἀδελφοὶ, μικροί τε καὶ μεγάλοι, νεώτεροί τε καὶ γεγηρακότες πάντες ὁμοθυμαδὸν ἀσφαλισώμεθα σὺν Θεῷ τὰ πολλοῖς πόνοις καὶ ἀγῶσι κτηθέντα ἡμῖν μὴ ἀπολέσαι δι’ ἀπροσεξίας. Λέγω δὴ τὴν ἀποταγήν, τὴν ὑποταγήν, τὴν σωφροσύνην, τὸ δάκρυον, τὴν ὁμολογίαν τὴν προτέραν καὶ ὑστέραν· ἀλλ’ ἔτι γρηγορήσωμεν, ἔτι ἀγρυπνήσωμεν, τὸ ἱστίον ἡμῶν τῆς ἐλπίδος ἀναπεπταμένον ἔχοντες, καὶ ταῖς αὔραις τοῦ Πνεύματος κατευθυνόμενοι, ἕως ἂν φθάσωμεν εἰς τὸ πέρας τοῦ βίου, εἰς τὸν λιμένα τῆς ἀθανασίας, ὅπως τοῖς τῆς ἀρετῆς ἀγωγίμοις κομισώμεθα βασιλείαν οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΖʹ ΠΕΡΙ ΜΝΗΜΗΣ ΘΑΝΑΤΟΥ ΚΑΙ ΤΟΥ ΜΗ ΑΜΕΛΩΣ ΔΙΑΚΕΙΣΘΑΙ ΕΝ Τῌ ΜΕΤΑΛΗΨΕΙ ΤΩΝ ΑΓΙΑΣΜΑΤΩΝ Ἀδελφοὶ καὶ πατέρες, χθὲς ἐπειδὴ ἐλήλυθε βασιλικὸς, εὐθέως ἐταράχθημεν, καὶ ἠδημονήσαμεν τῷ ἀπροσδοκήτῳ τῆς ἐπιστασίας· ἐπειδὴ δὲ διέγνωμεν μὴ δι’ ἡμᾶς εἶναι τὴν ἄφιξιν αὐτοῦ, θᾶττον ἀπελύθημεν τῆς ἀγωνίας. Πυνθάνομαι οὖν τίνι λόγῳ ἠγωνιάσαμεν, ἢ δηλονότι ὡς μὴ ὄντες ἠσμενισμένοι τῷ βασιλεῖ διὰ τὴν παρισταμένην ὁμολογίαν, ἀλλ’ ἔχθιστοι καὶ ἀπόπτυστοι; ἐπεὶ εἰ ἦμεν φίλοι καὶ γνησιεύοντες ἐχάρημεν ἂν μάλα εἰδότες ἐπὶ καλῷ αὐτὸν πάντως ἀφῖχθαι πρὸς ἡμᾶς. Τί οὖν βούλεταί μοι τὸ προοίμιον δηλοῦν; ὅτι καὶ ψυχὴ ἡ ἀξιωθεῖσα δι’ ἀγαθοῦ βίου εὐμενῆ τὸν Θεὸν ἔχειν ἐν καιρῷ τῆς ἐξόδου, ἀπὸ τοῦ ἀποστελλομένου ἀγγέλου παρὰ τοῦ τῶν ἁπάντων βασιλέως ἐπ’ αὐτὴν, οὐ φοβηθήσεται· ἀλλ’ ἡδέως αὐτὸν προσβλέψει, καὶ ἵλεως χωρήσει πρὸς τὸν Δεσπότην. Ἡ δὲ μὴ οὕτως εὑρεθεῖσα ταραχθήσεται δηλονότι καὶ ἀδημονήσει ὑπόστασιν μὴ ἔχουσα ἐν ἑαυτῇ, μηδὲ παραμύθιόν ποθεν. Ὦδε γὰρ καὶ φίλος καὶ ἀδελφὸς οἶδε ψυχαγωγεῖν καὶ διακρούεσθαι τὴν ἀγωνίαν· ἐκεῖ δὲ πάντων τούτων ἐρημία, ἀποτόμως καὶ αὐστηρῶς αἴροντος τοῦ ἀγγέλου τὴν ἐλεεινὴν ψυχήν. Καὶ τάχα ἐδείσαμεν ἐπὶ τῷ λόγῳ. Εἰ δὲ ἡ ἀκοὴ δέος ἐνεποίησε, τί δ’ ἂν, εἰ ἐπ’ αὐτῶν γενοίμεθα τῶν πραγμάτων, πάθοιμεν; Πῶς δ’ ἂν ἡ ψυχὴ ἐκείνη παρασταίη τῷ βήματι τοῦ Χριστοῦ; «

Ποταμὸς πυρὸς, φησὶ κατὰ τὸν προφήτην Δανιήλ, ἕλκει ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες παρίστανται αὐτῷ, καὶ μύριαι μυριάδες λειτουργοῦσιν αὐτῷ·» καὶ ὁ κριτὴς φοβερὸς καὶ ἀπαραλόγιστος, καὶ ἡ ἀπολογία μέχρι καὶ ῥήματος ἀργοῦ, καθὼς λέλεκται ἐν τῷ εὐαγγελίῳ. Καὶ πῶς οἴσει ἡ ψυχὴ τηνικαῦτα; Καὶ ὄντως «φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος·» φοβερώτερον δὲ μᾶλλον ὁπηνίκα ἀκούσῃ τῆς δικαιοτάτης ἀποφάσεως παραδιδομένη τῇ ἀπεράντῳ κολάσει. Οὗ ἕνεκεν, ἀδελφοί μου, παρακαλῶ καὶ δέομαι, καταλλαγῶμεν τῷ Θεῷ πρὸ θανάτου· κτησώμεθα αὐτὸν εὐμενῆ· κτησώμεθα τοὺς μέλλοντας φοιτᾶν πρὸς ἡμᾶς ἀγγέλους φίλους. Σχῶμεν τὸ ὄμμα τῆς διανοίας ἄγρυπνον· σχῶμεν τὸν νοῦν ἀκαταμάχητον ἀπὸ τῆς πρὸς τὰ πάθη ἐνστάσεως μὴ ὑποκλίνοντες· ἀλλ’ εἰ καὶ μικρὸν ὀλισθήσομεν, θᾶττον ἀνιστάμενοι, πολλοῖς τε δάκρυσι τὰ πεπυρωμένα βέλη τοῦ ἐχθροῦ σβεννύοντες καὶ ἀντανίσχοντες τὸν πόθον τοῦ Χριστοῦ. «Πολλὰ ἰσχύει, φησὶ, δέησις δικαίου ἐνεργουμένη.» Ὥστε χρῄζομεν ἀλλήλων τὰς εὐχάς, ἀλλήλων τὰς ὑπομνήσεις.

Πολλὰ ἰσχύει τὰ δάκρυα, ἡ κατάνυξις, καί γε πρὸ πάντων καὶ μετὰ πάντων ἡ μετάληψις τῶν ἁγιασμάτων, περὶ ἣν οὐκ οἶδ’ ὅπως ὁρῶν ὑμᾶς ἀμελῶς διακειμένους λίαν θαυμάζω, κἂν μὲν παρῇ κυριακὴ, προσερχομένους τοῖς μυστηρίοις· ἂν δὲ ἐν ἑτέρᾳ ἡμέρᾳ γένηται σύναξις, οὐδαμῶς ὑπαντῶντας. Καίτοι ἐν τῷ μοναστηρίῳ καθ’ ἑκάστην ἡμέραν ἐξὸν ἦν τῷ βουλομένῳ κοινωνεῖν, νῦν δὲ καὶ σπανιώτερον καὶ οὐδαμοῦ ἡ ὑπάντησις. Καὶ ταῦτα λέγω, οὐχ ἁπλῶς καὶ ὡς ἔτυχε βουλόμενος ὑμᾶς προσιέναι· γέγραπται γάρ· «Δοκιμαζέτω ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω· ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου.» Οὐ τοῦτο οὖν λέγω, μὴ γένοιτο· ἀλλ’ ἵνα τῇ ἐπιθυμίᾳ τῆς κοινωνίας, ὅσον ἐνδέχεται, καθαίρωμεν ἑαυτοὺς, καὶ ἀξιώμεθα τοῦ δώρου· ζωῆς γὰρ μετουσία ἐστὶν ὁ προκείμενος ἄρτος. Φησὶ γὰρ ὁ Κύριος· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς τὸν αἰῶνα· καὶ ὁ ἄρτος, ὃν ἐγὼ δώσω, ἡ σάρξ μοῦ ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.» Καὶ πάλιν· «Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.» Εἶδες δωρεὰν ἄφατον καὶ ἄπειρον; Οὐ μόνον ὑπὲρ ἡμῶν ἀπέθανεν, ἀλλὰ καὶ ἑαυτὸν προὔθηκεν ἡμῖν εἰς ἑστίασιν. Τί τούτου δεικτικώτερον πρὸς ἀγάπησιν κραταιάν;

Τί δὲ σωτηριωδέστερον τῇ ψυχῇ; Εἶτα βρώματος μὲν ἢ πόματος κοινοῦ προκειμένου οὐδείς ἐστιν ὁ ἀπολιμπανόμενος καθ’ ἑκάστην ἡμέραν τοῦ μὴ μετέχειν· ἀλλ’ εἰ καὶ μὴ μετασχοίη δυσχεράνοι ἂν τὰ μέγιστα. Ἐπειδὴ δὲ οὐκ ἄρτος κοινὸς, ἀλλ’ ὁ ἄρτος τῆς ζωῆς, καὶ ποτήριον οὐ κοινὸν, ἀλλὰ τὸ ποτήριον τῆς ἀθανασίας, ἀδιάφορον ἡγούμεθα τὸ πρᾶγμα, καὶ οὐ πάντως ἀναγκαῖον. Καὶ πόσης οὐκ ἂν εἴη τοῦτο ἀλογίας καὶ ἀνοίας; Ἀλλ’ εἰ καὶ γέγονε, πρὸς γοῦν τὸ ἐφεξῆς, παρακαλῶ, ἀσφαλισώμεθα, εἰδότες τὴν δύναμιν τοῦ δωρήματος, καὶ ὅσον ἐνδέχεται καθαιρόμενοι, καὶ μετέχοντες τῶν ἁγιασμάτων. Κἂν τύχῃ ἐργοχείρῳ ἡμᾶς σχολάζειν, ἐπὰν ὁ σημαντὴρ μηνύσῃ, καταλιμπάνειν τὸ ἔργον καὶ μετέχειν τοῦ δώρου ἐν πολλῇ προθυμίᾳ. Καὶ τοῦτο, ὡς οἶμαι, μᾶλλον δὲ ὡς τὸ ἀληθὲς ἔχει, πάνυ βοηθήσειεν ἡμῖν τῇ παρασκευῇ τῆς μεταλήψεως φυλαττομένοις καθαρῶς. Τῇ γὰρ ἀδιαφορίᾳ τοῦ μὴ κοινωνεῖν, πῶς ἂν οὐχ ἁλωσόμεθα τοῖς πάθεσι; Γενήσεται δὲ ἡμῖν καὶ ἐφόδιον τοῦτο ζωῆς αἰωνίου· ἧς ἀξιωθείημεν ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΗʹ ΠΕΡΙ ΤΟΥ ΕΥΚΙΝΗΤΟΥΣ ΕΙΝΑΙ ΠΡΟΣ ΤΑ ΤΗΣ ΑΡΕΤΗΣ ΣΚΑΜΜΑΤΑ Ἀδελφοὶ καὶ πατέρες, ἡ ἀρετὴ ἀεικίνητόν τι πρᾶγμα πέφυκεν εἶναι, οὐδέποτε τῆς ἐπὶ τὰ πρόσω φορᾶς ἱσταμένη· ἀλλ’ ἀεὶ πρὸς τὰ κρείττονα τοὺς μετόχους αὐτῆς μεταβιβάζουσα. Καὶ τοῦτο δηλῶν ὁ Ἀπόστολος λέγει· «Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι· διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήφθην ὑπὸ τοῦ Χριστοῦ Ἰησοῦ.» Καὶ πάλιν λέγει· «Τὰ μὲν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ·» ὥστε οὐδεμία στάσις ἐπὶ τῷ καλῷ. Ἡ γὰρ στάσις ἐπὶ τοῦ καλοῦ ἀρχὴ τοῦ κακοῦ γίνεται. Οὐκοῦν μηδὲ ἡμεῖς στῶμεν, ἀδελφοὶ, τοῦ δρόμου τῆς ἀρετῆς, ἀλλ’ ἀεὶ ὦμεν εὐκίνητοι, νεόκτιστοι, μεταταττόμενοι ἐκ δυνάμεως εἰς δύναμιν, ἕως ἂν φθάσωμεν «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.» Ἔσται δὲ τοῦτο πῶς; Ἐὰν πᾶσαν ἡμέραν εὐθύμως διατελῶμεν· οἷον φέρε εἰπεῖν· πάρεστιν ὁ ὄρθρος· τάχει τοῦ ὕπνου διανιστώμεθα τῇ προσευχῇ παριστάμενοι. Μετήλθομεν ἐντεῦθεν· προθύμως τοῦ ἔργου ἐπιλαβώμεθα, ὁμοῦ μὲν ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ἡμῶν τῷ Κυρίῳ, ὁμοῦ δὲ ταῖς χερσὶν ἐργαζόμενοι.

Συμπεπέρασται ἡ ἡμέρα· μετὰ εὐχαριστίας καὶ κατανύξεως ἐπὶ τὸν ὕπνον ἴωμεν, ὡς ἂν τῇ τοιαύτῃ διαδοχῇ πληρῶται τὸ ὑπὸ τοῦ ἁγίου Δαυὶδ εἰρημένον· «Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.» Μὴ ἡ ἡμέρα ἐν ἀδιαφορίαις καὶ αἰχμαλωσίαις, μηδὲ ἡ νὺξ ἐν κοίταις καὶ ἀσελγείαις, οὐ λέγω πραγματικῶς· μὴ γένοιτο! ἀλλὰ μηδὲ διανοηματικῶς. Ἐπειδὴ καθάπερ τὸ σῶμα, οὕτω καὶ τὴν ψυχὴν ἁγνεύειν ὁ λόγος τῆς ἀληθείας ἐπιζητεῖ. Ἀλλ’ ἐπιθυμοῦμεν ἐπιθυμίαν; καὶ τί ἐπιθυμητικώτερον τῆς ἀρετῆς, ἧς ἡ ἡδονὴ γλυκεῖα καὶ ἀκόρεστος; Ἀλλ’ ἐρῶμεν κάλλους; καὶ τί ἐρασμιώτερον τοῦ Κυρίου, οὗ τῷ κάλλει τὰ πάντα ὡραΐζεται; Πονηραὶ δὲ ἐπιθυμίαι ἐξοιστροῦσαι τὴν ψυχὴν, θηρίου παντὸς χαλεπώτερον αὐτὴν κατεσθίουσιν· ὥστε οὐχ ἡδονὴ αὕτη, ἀλλ’ ὀδυνηρὰ ζωή. Μὴ πλανᾶσθε, φησὶ, «Σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ.» Τίνα οὖν, εἰπέ μοι, ἡ ἁμαρτία λαβοῦσα οὐκ ἠτίμωσε καὶ τεταπείνωκε καὶ τῷ θανάτῳ παρέδωκε;

Τίνα δὲ ἡ ἀρετὴ συλλαβοῦσα οὐχ ὕψωσε, καὶ θαυμαστὸν τῷ κόσμῳ ἀπέφηνε; Λάβε μοι ἐκ πολλῶν δύο· τὸν Ἀμνὼν καὶ τὸν Ἰωσήφ. Οὐχὶ τὸν μὲν ἡ ἐπὶ τῇ ἀδελφῇ πορνεία ἐφονοκτόνησε· τὸν δὲ ἡ ἐπὶ τῇ Αἰγυπτίᾳ ἁγνεία ἐβασίλευσεν; Οὕτως ἡ ἀρετὴ ἐραστὴ καὶ ἐφετὴ καὶ σωτήριος τυγχάνει· ἡ δὲ κακία κακίστη καὶ φευκτὴ καὶ ὀλέθριος ὑπάρχει· ἀλλ’ ὅμως οἱ ἄνθρωποι πλανώμεθα πλάνην μεγάλην, ἀντὶ ζωῆς θάνατον αἱρούμενοι, καὶ ἀντὶ φωτὸς σκότος ἀσπαζόμενοι, καὶ ἀντὶ ἀφθαρσίας φθορὰν φιλοῦντες. Οὗ τί ἂν γένοιτο ἐλεεινότερον; Πόθεν οὖν, φησὶ, θέλοντες εἶναι ἐρασταὶ τοῦ καλοῦ οὐ δυνάμεθα; Ὅτι μὴ ἀληθινῷ θελήματι θέλομεν, ἀλλ’ ἐπιπλάστῳ· ἐπεὶ αὐτεξούσιοι ὄντες, πάντως ὃ θέλομεν τοῦτο καὶ αἱρούμεθα. Ἀλλ’ ὡς ἔοικεν, ἡ ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος διατριβὴ ἕξιν ἐνεποίησεν ἡμῖν δυσαπόσπαστον τῶν παθῶν. Ἀλλὰ τί φησιν ὁ Ἀπόστολος; «Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν· ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν·» τουτέστιν, ἀντίρροπον σπουδὴν ἐπιδείξασθαι δεῖ ἡμᾶς τῇ ἀρετῇ.

Διὸ ἐπιμείνωμεν, ἀδελφοί μου, ἔτι κρούοντες, καὶ πάντως ἀνοίξει ἡμῖν θύραν ὁ ἀγαθὸς ἡμῶν Θεὸς, ποιῶν ἐν ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ, καὶ διδοὺς ἡμῖν ζωὴν αἰώνιον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΘʹ ΠΕΡΙ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΟΥ ΑΔΕΛΦΟΥ ΘΕΟΣΩΣΤΟΥ ΚΑΙ ΤΟΥ ΕΥΣΕΒΩΣ ΚΑΙ ΟΣΙΩΣ ΔΙΑΒΙΩΝΑΙ Ἀδελφοὶ καὶ πατέρες, ἄρτι ἐντελῶς μεμαθήκαμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν Θεοσώστου, ὅτι κεκοίμηται· καὶ δεῖ περὶ αὐτοῦ μικρόν τι φάναι· ὅτι ὁ ἀνὴρ τῶν δοκίμων ἦν, οὗ ὁ ἔπαινος ἐν πολλοῖς καὶ μοναχοῖς καὶ λαϊκοῖς· ὃς καὶ ὑπετάγη καὶ ὑπέταξεν· ἐξ ὧν πέπονθε πειρασθεὶς δυνάμενος, ἀποστολικῶς εἰπεῖν, τοῖς πειραζομένοις βοηθῆσαι, κἀντεῦθεν πολλὰ τὰ κατὰ Θεὸν τέκνα καὶ δόκιμα κτησάμενος· ὃς καὶ ὑπέστη ὑπὲρ ἀληθείας θλίψεις καὶ στενοχωρίας, διωγμοὺς καὶ πειρασμοὺς οὐ τοὺς τυχόντας, ἐφ’ οἷς καὶ τελειωθεὶς ἐνεδήμησε πρὸς Κύριον. Τίνος οὖν ἕνεκεν εἴρηταί μοι ταῦτα; Ἵνα ἐν τῷ ἀδελφῷ ἡμῶν καὶ ἡμεῖς τὰ καθ’ ἡμᾶς θεωρήσωμεν, ἀδελφοί· ὅτι εἰ καλῶς καὶ ὁσίως πολιτευσόμεθα, ὁμοίως ἐπαινεθησόμεθα μετὰ θάνατον ὑφ’ ἑτέρου, ζήλου ἀγαθοῦ πρόξενοι τοῖς μεταγενεστέροις προκείμενοι. Εἰ δὲ οὐ καλῶς, οὐ μόνον οὐκ ἐπαινεθησόμεθα, ἀλλὰ καὶ δίκας ὑφέξομεν τιμωρίας ἀθανάτου· ὅπερ φοβερόν ἐστι καὶ ἐννοεῖν καὶ λέγειν. Σὺ δέ μοι σκόπει πῶς εἷς καθ’ εἷς μεταβαίνομεν ἐντεῦθεν, καὶ ποῦ πορευόμεθα, καὶ τίς ἡ ἐνταῦθα οἰκονομουμένη ζωὴ ἡμῶν ἐπ’ ὀλίγαις ἡμέραις, ὅσον εἰς πεῖραν καὶ βάσανον ἀρετῆς ἐπιβιῶναι· εἶθ’ οὕτω μεταβῆναι ἔνθα διαμενοῦμεν εἰσαεί.

Εὐφρόνων τοιγαροῦν ἐστι ταῦτα διανοεῖσθαι· καὶ ὁ ταῦτα διανοούμενος τρέμει καὶ δέδοικεν, ἀεὶ καθ’ ἡμέραν ἀποθνήσκων τῇ προθέσει, καθ’ ἡμέραν ἀπεκδεχόμενος τὴν ἀπολύτρωσιν τοῦ σώματος αὐτοῦ, κἀντεῦθεν προθυμούμενος εἰς τὸ προκείμενον ἔργον, εἰς τὴν ἐμπιστευθεῖσαν αὐτῷ διακονίαν, καὶ τοσοῦτον ὡς πόνοις πόνους προστιθέναι ἀεννάως. Πόθεν γὰρ οἱ ὑπερφυεῖς ἀγῶνες τῶν ἁγίων; πόθεν τὸ πολυχρόνιον τῆς ὑπομονῆς; πόθεν τὸ διαρκὲς τῆς ὑπακοῆς; πόθεν τὸ ἕως γήρως ὑποτακτικόν, καὶ τὰ ἔτι τούτων μείζονα; Πόθεν τὰ ἆθλα τῶν μαρτύρων; πόθεν αἱ τῶν μελῶν συγκοπαί; πόθεν αἱ τῶν αἱμάτων ἐκχύσεις;

Οὐκ ἐντεῦθεν, ἐκ τοῦ ἐπιλογίζεσθαι αὐτοὺς τὸ ἐπίκηρον τοῦ βίου καὶ ὠκύμορον τῆς ζωῆς, τό τε παραστατικὸν τοῦ φοβεροῦ κριτηρίου, καὶ τὸ ἀτελεύτητον τῶν αἰωνίων βασανιστηρίων; Ἐντεῦθεν οὖν οἰστὰ αὐτοῖς πάντα· ἐντεῦθεν ὡς ἐπ’ ἀλλοτρίοις σώμασι τῶν ἀνηκέστων βασάνων ἡ ὑπομονή. Καί γε μακαρία ἡ ψυχὴ ἡ ταῦτα νυκτὸς καὶ ἡμέρας ἐπιλογιζομένη, ἡ ὡς ξένη καὶ παρεπίδημος διαμείβουσα τὸν βίον, ἡ ἀπεκδεχομένη τὴν μακαρίαν ἐκείνην ζωὴν καὶ ἀπήμονα, περὶ ἧς φησιν ὁ Ἀπόστολος· «Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται· τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα· ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ’ ἐλπίδι· ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.» Ὁρᾷς ὅτι εἰς ἀφθαρσίαν μεταποιηθήσεσθαι τὸ πᾶν ἐπαγγέλλεται, καὶ ἐκ δουλείας εἰς ἐλευθερίαν μεταστοιχειωθῆναι τὴν κτίσιν; Ἡλίκη λοιπὸν ἡ ἡμέρα ἐκείνη, περὶ ἧς φησιν ὁ ἅγιος Δαυίδ· «Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου, ὑπὲρ χιλιάδας.» Καὶ πάλιν ὁ κορυφαῖος τῶν ἀποστόλων· «Ἡμέρα Κυρίου ὡς χίλια ἔτη.» Καὶ ὁ ἀπόστολος Παῦλός φησι· «Συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ, εἴπως καταντήσω εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν.»

Ἐκεῖ τοιγαροῦν, ὦ ἀδελφοί μου, καὶ ἡμεῖς τὸν νοῦν καὶ τὴν καρδίαν τείνωμεν· ἐκεῖ τὴν ἐπιθυμίαν μετατάξωμεν· ἐκεῖ τὰ διανοήματα καὶ διαβουλεύματα ἡμῶν μεταποιήσωμεν· ἐκεῖ τὰ ἐπιθυμήματα καὶ τὰ ἐρωτεύματα ἡμῶν ἀνάψωμεν, ὅπως τούτοις ἐνασχολούμενοι λάθωμεν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, τὸν ἐξουσιάζοντα πειράζειν ἡμᾶς, οὐ μὴν ἰσχύοντα καταβάλλειν περιπεφραγμένους ἤδη τοῖς ὅπλοις τῆς ἀσκήσεως· ὃν οὐ μόνον διαφεύγειν, ἀλλὰ καὶ νικᾶν ὑμᾶς εὔχομαι ὁ ταπεινὸς, καὶ στέφανον ἀποῖσαι δικαιοσύνης, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΙʹ ΠΕΡΙ ΤΗΣ ΧΑΡΟΠΟΙΟΥ ΗΜΩΝ ΒΙΟΤΗΣ ΚΑΙ ΤΟΥ ΜΗ ΑΚΗΔΙΑΝ ΕΝ Τῌ ΤΟΥ ΕΧΘΡΟΥ ΠΑΛῌ Ἀδελφοὶ καὶ πατέρες, χαίρειν μὲν ἐν Κυρίῳ πᾶσι καὶ πάντοτε προστάσσει ὁ Ἀπόστολος· χαίρουσι δὲ, ὡς ἔοικε, μόνοι οἱ ἀληθινοὶ μοναχοὶ, οἳ οὐ μεριμνῶσιν οὐ περὶ γυναικὸς, οὐ περὶ τέκνων, οὐ περὶ δούλων, οὐ περὶ χρημάτων, οὐ περὶ κτημάτων, οὐ περί τινος οὖν ἄλλου τῶν τοῖς φιλοσάρκοις σπουδαζομένων.

Μία γὰρ μόνη μέριμνα αὐτοῖς, πῶς ἀρέσουσι τῷ Κυρίῳ. Τὸ δὲ οὕτω μεριμνᾶν χαίρειν ἐστὶν ἐν Κυρίῳ πάντοτε. Ὅπου γὰρ γάμος, καὶ δουλεία καὶ τὰ ἐκ τούτων τικτόμενα ὀχληρά, «ὁ περισπασμὸς οὗτος ὁ πονηρὸς ὃν δέδωκεν ὁ Θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων, τοῦ περισπᾶσθαι ἐν αὐτῷ,» κατὰ τὸ ὑπὸ τοῦ Σολομῶντος εἰρημένον.

Ἐκεῖ δυσχερές ἐστι τὸ χαίρειν ἐν Κυρίῳ, τῶν προειρημένων ἀφελκόντων τὸν νοῦν τῆς τοῦ Θεοῦ ὁσίας μνήμης, ἐφ’ ᾗ ἐστι τὸ χαίρειν. Οὐκοῦν ἐπεὶ τῆς μερίδος τῶν χαιρόντων ἐν Κυρίῳ ἡμεῖς, χαίρωμεν καὶ συγχαίρωμεν ἀλλήλοις, ἀδελφοὶ, προσδεχόμενοι τὴν ὑπὲρ τῆς παρθενίας καὶ ἀκτημοσύνης ἡμῶν ἀμοιβὴν παρὰ τοῦ μισθαποδότου Θεοῦ, ὃς καὶ ὑπὲρ ψυχροῦ ποτηρίου μισθὸν ἐπηγγείλατο δοῦναι, μὴ ὅτι γε ὑπὲρ οὕτω μεγάλων τε καὶ ὑπερφυῶν κατορθωμάτων. Μέγιστον γὰρ καὶ ὑπερφυὲς κατόρθωμα τὸ τῆς παρθενίας, καὶ αὐτῆς ἁπτόμενον τῆς ἀγγελικῆς πολιτείας· εἰς τὸ κατ’ ἀρχὰς ἀνακομίζον τὸν ἄνθρωπον ἐν τῷ παραδείσῳ, ὅτε οὐκ ἦν γάμος, οὔτε δουλεία· ἀλλά τις ζωὴ ἀπήμων, καὶ διαγωγὴ ἄλυπος. Εἰ δέ τις λέγοι μὴ χαίρειν, ἀλλὰ λυπεῖσθαι· δι’ ἣν αἰτίαν, πυνθάνομαι, ἡ λύπη; Ὅτι ἁμαρτίας ἐστὶ πεποιηκώς; ἀλλὰ ταύτας ἀφείθη διὰ τῆς ἀποταγῆς καὶ ὑποταγῆς καὶ ἐξαγορεύσεως. Ἀλλ’ ὅτι τοῖς λογισμοῖς ἐστι τιτρωσκόμενος καθ’ ἑκάστην ἡμέραν; ἀλλὰ καὶ τοῦτο σημεῖον στεφανώσεως· οὐδεὶς γὰρ τὸν ἔξω πολέμου, ἀλλὰ τὸν πολεμιστὴν στεφανοῖ, οὐδὲ μὴν ἀμείβεται δώροις τὸν μὴ κονισάμενον, ἀλλὰ τὸν διηγωνισμένον μάλιστα. Οὐ θεωρεῖτε πῶς ὅθεν λέγομεν λυπεῖσθαι, ἐκεῖθεν ἔχομεν τὸ χαίρειν;

Χαίρωμεν τοιγαροῦν, ἀδελφοὶ, πνευματικῇ ἀγαλλιάσει, ἀντανιστάμενοι καὶ ἀντικαθιστάμενοι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου κραταιότερον, εὐχαῖς μὲν καὶ δεήσεσιν ἀνατρέποντες αὐτοῦ τὰς προσβολάς· ταπεινοφροσύνῃ δὲ καὶ ὑπακοῇ συντρίβοντες αὐτοῦ τὰς παγίδας, δάκρυσι δὲ καὶ κατανύξεσι καταποντίζοντες αὐτὸν ὡς τὸν Φαραώ, ἐξαγορεύσει τε καὶ ἐξομολογήσει ἀποδιώκοντες αὐτὸν πόρρωθεν, τοῖς ἄλλοις πᾶσι κατορθώμασι καταβάλλοντες αὐτὸν δυνάμει Θεοῦ. Τοιγαροῦν ποικίλος ἐστὶ ταῖς μεθοδείαις καὶ πολύτεχνος τῇ κακίᾳ· οἶδε καὶ καιρὸν παρατηρεῖν, ἐφ’ ᾧ ἐπέλθοι ζητῶν τοῦ θανατῶσαι ἡμᾶς· οἶδε καὶ ὑποστέλλεσθαι ὡς δῆθεν ἡττηθεὶς, ἵνα ἀθρόως ἐπιστὰς ἀπαρασκεύαστον εὕροι τὴν ψυχήν, καὶ ἀπεργάσοιτο ὃ βούλοιτο.

Ἀλλ’ ἡμεῖς ἐπὶ τῆς φυλακῆς ἡμῶν ἑστῶτες νήφωμεν, γρηγορῶμεν, ἀκοίμητον τὸ ὄμμα τῆς διανοίας ἔχοντες, ζέουσαν τὴν καρδίαν ἐν ἀγάπῃ Θεοῦ· κἀντεῦθεν ἀκαταγώνιστοι διαμενοῦμεν καὶ ἀπερίτρεπτοι. Ναὶ, παρακαλῶ, μὴ ὀλιγωρήσωμεν ἐν τῷ πολέμῳ, μὴ ἀκηδιάσωμεν ἐν τῇ πρὸς τὸν ἐχθρὸν μάχῃ· ἐγγὺς τὸ πέρας τῶν ἀγώνων· «Ἔτι μικρὸν ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ·» ἢ τῷ ἑκάστου τέλει ἢ τῇ τοῦ παντὸς συντελείᾳ, καθ’ ἣν ἀποκαλυφθήσεται «Ἀπ’ οὐρανοῦ μετ’ ἀγγέλων δυνάμεως ἐν πυρὶ φλογὸς,» καὶ δόξῃ ἀνεκλαλήτῳ. «Καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς, κατὰ τὸ γεγραμμένον, καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν· καὶ κόψονται ἐπ’ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς.» Ὡς φοβερὸν τὸ ὅραμα ἐκεῖνο, καὶ πάσῃ ἐκστάσει ἀνεκδιήγητον! Τότε σκιρτήσουσιν οἱ τὸν καλὸν ἀγῶνα διηγωνισμένοι· οἱ ὑπομεμενηκότες ἐν τοῖς πειρασμοῖς· οἱ τῆς ὁσιότητος ἐρασταί· οἱ τῆς ὑπακοῆς ἐργάται· οἱ τῆς ὑποταγῆς τελειωταί· οἱ ἐν πᾶσιν εὐηρεστηκότες Κυρίῳ.

Ἀλλ’ εἴη καὶ ἡμᾶς σὺν αὐτοῖς συγκαταριθμηθῆναι, καὶ ἀπολαῦσαι τῶν αἰωνίων ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.