Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Μικρὰ Κατήχησις

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΡΚΑ΄ έως ΡΛΔ΄

Ολοκλήρωση της συλλογής με θεμελιώδεις μοναχικές αρχές: την απόλυτη υπακοή, την εξαγόρευση των λογισμών και την κατά Θεόν λύπη. Τονίζεται η αποκλειστική αρμοδιότητα της Εκκλησίας στα δογματικά ζητήματα έναντι της κοσμικής εξουσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 13 από 13

ΚΑΤΗΧΗΣΙΣ ΡΚΑʹ ΠΕΡΙ ΜΝΗΜΗΣ ΘΑΝΑΤΟΥ ΚΑΙ ΠΕΡΙ ΓΕΡΟΝΤΟΣ ΤΙΝΟΣ ΤΙΜΙΟΥ ΤΕΛΕΥΤΗΣΑΝΤΟΣ Ἀδελφοὶ καὶ πατέρες, πολλῶν οὐσῶν ἐπωφελῶν διηγήσεων, ἐν αἷς ψυχὴ κατανύσσεσθαι πέφυκεν, ἐν οὐδεμίᾳ τοσοῦτον ἔχει τὸ ὠφέλιμον, ὅσον ἐν τῇ τοῦ θανάτου ἀγγελίᾳ. Θάνατος γὰρ τὸ φοβερὸν μυστήριον καὶ λεγόμενον καὶ ἐννοούμενον. Ἐπεὶ οὖν καὶ νῦν κεκοίμηται γέρων τίμιος, ἀναγκαῖον λοιπὸν περὶ αὐτοῦ βραχέα διαλεχθῆναι πρὸς τὸ κοινῇ συμφέρον. Αὐτὸ μὴν οὖν τὸ ἀπὸ νεότητος μέχρι γήρως βαθέος δουλεῦσαι αὐτὸν τῷ Κυρίῳ ἐν τῇ μοναχικῇ πολιτείᾳ ἱκανὸν ἐγκώμιον τῷ γέροντι· ἔπειτα ὅτι καὶ τῶν ὁμολογητῶν ὁ ἀνὴρ ὑπὸ τοῦ ἀσεβοῦς Λέοντος κρατηθεὶς καὶ τιμωρηθεὶς ἱκανῶς· τριακοσίαις γὰρ μάστιξι κατέκοψαν αὐτοῦ τὸν νῶτον καὶ τὰ στέρνα, πυγμαῖς τε καὶ ῥαπίσμασι συνέτριψαν αὐτοῦ τὸ πρόσωπον, ὡς καὶ δύο τῶν ὀδόντων ἀπορρυῆναι· εἶθ’ οὕτω μετά τινας χρόνους ἐξενεγκὼν αὐτὸν τῆς φυλακῆς εἴασεν ἄφετον. Ὁ δὲ κατὰ τὴν προτέραν ἀναστροφὴν, ἐπειδὴ καὶ στυλίτης ἐγεγόνει, πάλιν κατεῖρξεν ἑαυτὸν ἐν κέλλῃ· κἀκεῖσε ἐν ὑπομονῇ πολλῇ καὶ στενοχωρίᾳ ἥξαντος ἤδη καὶ τοῦ τελευταίου χρόνου τῆς ζωῆς αὐτοῦ παρέδωκε τὸ πνεῦμα. Καὶ ὁ μὲν ἀσεβὴς ἠνόμησε διακενῆς· ὁ δὲ ἀθλητὴς ἀνῆλθε πρὸς Θεὸν ἐστεμμένος τῇ ὁμολογίᾳ. Ἡμεῖς δὲ τί ποιήσωμεν, ἀδελφοί; τί διανοηθῶμεν;

Πόσον δὲ ἐπιβιώσωμεν χρόνον; Πολὺν ἆρα ἢ βραχύν; Καὶ τίς οἶδε «Τί τέξεται ἡ ἐπιοῦσα;» Ἱκανὸν οὖν παιδευτήριον ὁ θάνατος· ὅπερ γὰρ ἑωράκαμεν ἐν τῷ ἀδελφῷ, τοῦτο ἐν ἡμῖν αὐτοῖς οὐ μετὰ πολὺ γενήσεται· οὐ γάρ ἐστιν ὃς ὑπερβήσεται τὸ τοῦ θανάτου ὁροθέσιον. Μὴ τοίνυν λοιπὸν ἀμνημονήσωμεν τοῦ θανάτου ποτὲ, ὦ ἀδελφοὶ, ἵνα μὴ θάνατος ἡμᾶς καταλάβῃ αἰώνιος· μηδὲ ἀγαπήσωμεν τὸν νῦν αἰῶνα, ἵνα μὴ ἐχθράνωμεν πρὸς Θεόν· γέγραπται γάρ· «Ὃς ἐὰν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθέστηκεν.» Ἣ ἀγνοεῖτε ὅτι ἡ φιλία τοῦ κόσμου τούτου οὐκ ἐᾷ τὴν ψυχὴν ἐπιθυμητικῶς ἔχειν πρὸς τὴν ἀπὸ τοῦ σώματος ἔξοδον; Καὶ γὰρ ὥσπερ ὁ Ἰσραὴλ κατηπείγετο ἐκ τῆς αἰγυπτιακῆς δουλείας ἀπαλλαγῆναι καὶ εἰσελθεῖν εἰς τὴν γῆν τῆς ἐπαγγελίας· τὸν αὐτὸν δὴ τρόπον προσήκει καὶ ἡμᾶς σπουδάζειν τῆς ἐν φθορᾷ δουλείας τοῦδε τοῦ σώματος ἐκβεβηκέναι, καὶ εἰσελθεῖν «Εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς·» τουτέστιν εἰς τὰ ἀγαθὰ τῆς ἄνω Ἱερουσαλήμ.

Οὐκοῦν μισήσωμεν ἔτι τὴν τοῦ κόσμου ματαιότητα, κτησώμεθα τὰς ἀρετὰς ἐν ἐπιθυμίᾳ, πλουτήσωμεν τὰ θεῖα μεγαλεμπόρως, προσευχάς, δάκρυα, καθαρμόν, φωτισμόν, ἀπάθειαν, ἅτινά ἐστιν ἐφόδια τῆς αἰωνίου ζωῆς· βρῶμα δὲ καὶ πόμα καὶ ἱμάτιον καὶ ὅσα ἄλλα ἐπιτήδεια τοῦ σώματος τοσοῦτον ἀσπασώμεθα, ὅσον πρὸς τὸ ζῆν καὶ ἐξυπηρετεῖν ταῖς ἐντολαῖς τοῦ Θεοῦ. Ἐὰν οὕτω διαμείβωμεν τὸν χρόνον, πᾶσα ἡμέρα ἑορτή, καθ’ ἑκάστην θυμηδία, ἀφοβία θανάτου· κἂν μυρία θλιβερὰ συμβῇ ἐπαχθῆναι, οὐδέν ἐστι τὸ δυνάμενον καταβαπτίσαι τὸ χρηστὸν συνειδός. Εἰ δὲ ἐν κακίᾳ καὶ φθόνῳ καὶ σκληρότητι καὶ τῇ λοιπῇ πονηρίᾳ ἀναστρεφόμεθα, φεῦ τῆς ἀπάτης! καθημερινὸς θάνατος, καὶ πρὸ κρίσεως κρίσις.

Εἶτα ἐπελεύσεται ὁ θάνατος, ὥσπερ τις λέων ὠρυόμενος, καὶ ὡς ἄρκτος ἀπορουμένη. Καὶ πῶς οἴσει ἡ ἐλεεινὴ ψυχὴ τὸν αἰώνιον ὄλεθρον; Φησὶ γάρ· «Εἰ τὸ κρῖμα πρῶτον ἀφ’ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ εὐαγγελίῳ; Καὶ εἰ ὁ δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;» «Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ, ἔμφοβοι καὶ ἐναγώνιοι ὦμεν ἀεὶ, ἑδραῖοί τε καὶ ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Θεοῦ πάντοτε, εἰδότες ὅτι ὁ κόπος ἡμῶν οὐκ ἔστι κενὸς ἐν Κυρίῳ.» Περὶ δὲ τοῦ ἀδελφοῦ Σωκράτους οἴδατε ὅτι ἐλήλυθεν ἀπὸ ἀνατολῆς συνιστῶν τὴν ὑποταγὴν αὐτοῦ, καὶ ἀπολογούμενος ὑπὲρ τῆς βραδύτητος· ὃν ἐβουλόμεθα ἐνταῦθα κατέχειν ὡς δόκιμον ἀδελφόν. Ἀλλ’ ἐπειδὴ γέγραπται· «Μακάριος ὃς ἔχει σπέρμα ἐν Σιὼν, καὶ οἰκείους ἐν Ἱερουσαλήμ,» κεκρίκαμεν πάλιν ἀνθυποστρέφειν αὐτὸν, ὡς ἂν δι’ αὐτοῦ τύχωμεν ἐλέους. Καί γε ὀφείλομεν χαίρειν, ἀδελφοὶ, ὅτι ἐκ τοῦ πληρώματος τῆς ἀδελφότητος ἡμῶν ἐν τῇ ἁγίᾳ Σιὼν τῇ μητρὶ τῶν ἐκκλησιῶν κατεστάθη ἱερατεύων καὶ οἰκονομῶν παρὰ τοῦ ἐκεῖσε ἁγιωτάτου πατριάρχου.

Τὸ λοιπὸν οὖν ὁ ἅγιος Θεὸς καὶ αὐτὸν καὶ ἡμᾶς περιφυλάξῃ, «Καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει, ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν ἡμῖν, καὶ ἡμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ·» ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΚΒʹ ΠΕΡΙ ΤΟΥ ΕΠΙΜΟΝΩΣ ΚΑΙ ΕΥΨΥΧΩΣ ΔΟΥΛΕΥΕΙΝ Τῼ ΚΥΡΙῼ ΚΑΙ ΤΟΥ ΕΥΤΟΝΩΣ ΔΙΑΝΥΕΙΝ ΤΟΝ ΔΡΟΜΟΝ ΤΗΣ ΑΣΚΗΣΕΩΣ ΗΜΩΝ Ἀδελφοὶ καὶ πατέρες, καλὸν τὸ ἐπιτήδευμα, ὅτι ἀπὸ τῆς ἀγρυπνίας ἐπὶ τὴν ἀκρόασιν τοῦ λόγου κατέστημεν, «ἐκ δυνάμεως εἰς δύναμιν» μετερχόμενοι. Εἰ γὰρ καὶ μὴ ἐπιρρεῖ ἡμῖν αὐτάρκως ὁ λόγος πρὸς τὸ διαλέγεσθαι· ἀλλ’ ὅμως ὅτι κατὰ μίμησιν τῶν ἁγίων πατέρων ἐστὶ τὸ γινόμενον, οὐκ ἀλυσιτελὲς, ἀλλὰ καὶ πάνυ ὠφέλιμον. Καὶ γὰρ οἱ πατέρες ἡμῶν ἐκοπίων ἐν λόγῳ καὶ διδασκαλίᾳ μιμούμενοι τὸν μακάριον Ἀπόστολον, ὅς φησιν ἐν ταῖς Πράξεσι· «Τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον ὑμῶν.» Καθὼς καὶ ἐν ἑτέρῳ λέγει· «Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ· λέγει γὰρ ἡ γραφή· «Βοῦν ἀλοῶντα οὐ φιμώσεις·» καί· «Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ.»» Ὁρᾶτε ὡς ἀναγκαία ἡ διδασκαλία; Ὡς γὰρ τὰ φυτὰ δεῖται τῆς τοῦ ὕδατος ἐπιρροῆς πρὸς καρποφορίαν, οὕτω καὶ οἱ μαθητευόμενοι τῆς τοῦ διδασκάλου ὑποφωνήσεως πρὸς ἀγαθοεργίαν· καὶ ὥσπερ ἐκεῖνα μὴ ἀρδευόμενα ἀποξηραίνεται, οὕτω καὶ οὗτοι μὴ διδασκόμενοι ἀπαχρειοῦνται. Διὰ τοῦτο κἀγὼ ὁ ταπεινὸς προθυμοῦμαι παρακαλεῖν, νουθετεῖν, ἔσθ’ ὅτε ἐλέγχειν καὶ ἐπιτιμᾶν, εἴ πως δυνηθῶ σὺν ἐμοὶ καὶ ὑμᾶς περισώσασθαι.

Ὑμεῖς δὲ, «ἀδελφοί μου, ἐνδυναμοῦσθε ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ· ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου·» ὅτι οὐ καθεύδει, ἀλλ’ ἀγρυπνεῖ καθ’ ἡμῶν, καὶ τοσοῦτον μᾶλλον ὅσον βλέπει ψυχὰς ἀγωνιζομένας.

Ἐπὰν οὖν ἐπιστῇ (καὶ γὰρ ἐφίσταται νύκτωρ καὶ μεθ’ ἡμέραν) στῶμεν γενναίως· προσδράμωμεν πρὸς τὸν δυνάμενον σώζειν ἐκ θανάτου ἁμαρτίας, μετὰ δεήσεως ἐκτενοῦς καὶ δακρύων θερμῶν· καὶ θᾶττον ὁ πολέμιος οἰχήσεται· εἴρηται γὰρ ἐν ψαλμοῖς· «Ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.» Ἔτρωσεν ὁ ἐχθρός; ἀλλ’ ὁ Κύριος ἐξιάσατο.

Ἐτάραξεν ἐκεῖνος; ἀλλ’ ὁ εἰπὼν τῇ θαλάσσῃ· «Σιώπα, πεφίμωσο,» κατεστόρεσε καὶ τοὺς ἐν ἡμῖν κλυδωνίζοντας λογισμούς. Καὶ, ὢ τῆς εὐεργεσίας! οὐ φθάνομεν ἐπικαλεῖσθαι αὐτὸν, καὶ ὁ ἀγαθὸς προφθάνει ἐν ἐλέει καὶ οἰκτιρμοῖς, καὶ δίδωσιν εὐχὴν τῷ εὐχομένῳ, καὶ τῆς λύπης τὸ νέφος διασκεδάζει, καὶ φῶς διὰ τῶν ἀγαθῶν λογισμῶν ἐνίησι τῇ καρδίᾳ. Καὶ τί γὰρ οὐ ποιεῖ; Εἰ γὰρ ὑπὲρ ἡμῶν ἑαυτὸν παρέδωκε μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, «Πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;» Διὸ ἐπιμείνωμεν, ἀδελφοὶ, δουλεύοντες αὐτῷ εὐψύχως, ἀνακαλούμενοι ἑαυτοὺς ἀπὸ τῶν ὑποπτώσεων, τρέχοντες εὐτόνως ἐν τῷ δρόμῳ τῆς ἀσκήσεως· εἰδότες ὅτι ἐπὶ τέλει τῶν ἀγώνων οἱ στέφανοι ταμιεύονται. Τοιγαροῦν χρησώμεθα τῇ ἐξαγορεύσει μᾶλλον· ὅτι ἡ ἐξαγόρευσις χαλινός ἐστι πρὸς τὸ ἁμαρτάνειν· χρησώμεθα τῇ ταπεινοφροσύνῃ, ὅτι ἐν ταύτῃ συντρίβονται «τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα·» χρησώμεθα τῇ πίστει, ὅτι «χωρὶς πίστεως ἀδύνατον εὐαρεστῆσαι» Θεῷ. Τάχα ἀποροῦμεν καὶ ἐξαποροῦμεν πῶς καίπερ ἀγωνιζόμενοι ἁλισκόμεθα ὑπὸ τῶν ἐκτόπων λογισμῶν· ἀλλὰ τοῦτο πανθάνομεν διὰ τὴν ἐν Ἀδὰμ παράβασιν. «Ἐβασίλευσε γὰρ, φησὶν, ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ·» καὶ νενόσηκεν ἡ φύσις ἡμῶν τὸ φιλήδονον ἄγαν.

Εἶτα ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ «διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου» ῥωσθεῖσα ἀνέδραμεν εἰς τὸ κατ’ ἀρχάς· ἀλλ’ ἐπειδὴ ἅπαξ ἠσθένησεν, ἔμαθε τὸ νοσεῖν, κἀντεῦθεν ἐξ ὀλιγωρίας ὀλισθαίνει πρὸς τὸ φιλήδονον.

Ὅμως ὅτι οἱ ἅγιοι τοσοῦτον ἐστόμωσαν ἑαυτοὺς τῷ τε φόβῳ καὶ τῇ ἀγάπῃ τοῦ Θεοῦ, ὡς μὴ μόνον ἐπαρκεῖν ἑαυτοῖς πρὸς ἀσφάλειαν· ἀλλὰ καὶ ἄλλοις χεῖρα ὀρέγειν, δαιμόνιά τε διώκειν, καὶ μυρία θαύματα ἀπεργάζεσθαι. Ὧν εἰ καὶ πορρωτέρω ἐσμὲν τῆς πολιτείας, ἀλλὰ καθ’ ὅσον οἷόν τε, ἀδελφοί μου, σπουδάσωμεν μιμήσασθαι αὐτούς. Καὶ ὁ ἀγαθὸς ἡμῶν Θεὸς δέχεται τὴν μικρὰν ἡμῶν προσφορὰν, ὡς ἐκείνων τὰ μεγάλα κατορθώματα· καὶ σὺν αὐτοῖς παράσχῃ ἡμῖν τὴν βασιλείαν αὐτοῦ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΚΓʹ ΠΕΡΙ ΤΟΥ ΑΟΚΝΩΣ ΒΑΙΝΕΙΝ ΕΙΣ ΤΗΝ ΠΝΕΥΜΑΤΙΚΗΝ ΠΟΡΕΙΑΝ ΗΜΩΝ ΜΙΣΕΙΝ ΤΕ ΤΑ ΗΔΕΑ ΤΟΥ ΤῌΔΕ ΒΙΟΥ ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΜΑΚΑΡΙΑΣ ΜΟΝΗΣ ΗΜΩΝ Ἀδελφοὶ καὶ πατέρες, σύνηθες τοῖς ὁδοιποροῦσιν ἀλλήλους διεγείρειν, καὶ προθυμεῖσθαι περὶ τῆς προκειμένης ὁδοιπορίας, καὶ μήτε δεξιᾷ μήτε ἀριστερᾷ ἐκκλίνειν, ἀλλ’ ὁδῷ βασιλικῇ πορεύεσθαι· οὐ μὴν ἀλλὰ καὶ μετρίως ἐσθίειν, καὶ πίνειν, καὶ καθεύδειν, ὡς ἂν τῷ συμμέτρῳ τῆς διαίτης κουφοτέραν ἑαυτοῖς τὴν ἐκ τῆς ὁδοιπορίας ἀχθηδόνα περιποιήσωνται. Τί οὖν μοι βούλεται τὸ προοίμιον; Πάντως καὶ ἀφ’ ἑαυτῶν ἴστε, ὅτι καὶ ἡμεῖς ὁδοιπόροι τυγχάνομεν ἐν τῷδε τῷ βίῳ πορείαν στειλάμενοι μυρίων πόνων γέμουσαν· οἳ καὶ ὀφείλομεν ἀλλήλους παρακαλεῖν καὶ παραθαρρύνειν ἐν τοῖς ἀγῶσιν, ἀπλανῶς τε βαδίζειν, καὶ ἐγκρατῶς ἔχειν περί τε βρῶσιν καὶ πόσιν καὶ ὕπνον, ὡς μὴ ἐντεῦθεν βαρυνομένους, ὀκνηροτέρους γίνεσθαι πρὸς τὴν πορείαν· ἀλλὰ γὰρ καὶ ἀνεπιστρόφως διακεῖσθαι πρὸς τὰ ἡδέα τοῦ τῇδε βίου· οὐδὲ γὰρ οἱ ὁδοιποροῦντες ἐπιστρέφεσθαι πεφύκασιν ἐντεῦθεν καὶ ἐντεῦθεν, δεξιοῖς ἢ ἀριστεροῖς· μόνης δὲ ἐχόμενοι τῆς ὁδοιπορίας ἀποσκοποῦσι πρὸς ὅπερ ἐπείγονται κατάλυμα. Ἀλλ’ εὖγε τοῦ ἡμετέρου καταλύματος! μᾶλλον δὲ εὖγε τῆς μακαρίας μονῆς!

ὅτι οὐ πρόσκαιρός ἐστιν, ἀλλ’ αἰώνιος· οὐδὲ ἐν φθαρτοῖς, ἀλλ’ ἐν ἀφθάρτοις ἀπῳκισμένη· ἔνθα χαρὰ, εἰρήνη καὶ ἀγαλλίασις· περὶ ἧς ὁ Κύριος ἐν τοῖς εὐαγγελίοις τάδε φησίν· «Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν. Εἰ δὲ μή, εἶπον ἂν ὑμῖν·

Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· καὶ ἐὰν πορευθῶ, ἑτοιμάσω τόπον· πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτὸν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε· καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε.» Ὁρᾷς ἐπαγγελίαν ἄφατον καὶ ἀνεκδιήγητον;

Τίς λοιπὸν οὐ διανασταίη; τίς δὲ οὐ δράμῃ; τίς δὲ οὐκ ἐπιθυμήσῃ προφθάσαι εἰς τὰς αἰωνίους σκηνὰς ἐκείνας; ἃς καὶ ὁ μακάριος Δαυὶδ ἐπιθυμητικῶς ἔχων ἔψαλλεν· «Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων! ἐπιποθεῖ, καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου.» Ἀληθῶς γὰρ ἐκεῖναί εἰσιν ἐπιθυμηταὶ διατριβαί. Ἐνταῦθα δὲ ἐν καταδίκῃ ἐσμὲν, καὶ ἡ ὑπόστασις τῆς ζωῆς ἡμῶν ὀλιγοστή· ἐπεὶ καὶ πᾶς ὁ νῦν αἰὼν πρὸς τοὺς μέλλοντας αἰῶνας ἡμέρα μία λελόγισται. Τί οὖν λοιπὸν ἡμῖν φιλιάζειν τῷ κόσμῳ; τί δὲ κεχηνέναι τοῖς παροῦσι; τί δὲ καὶ ἐπιστρέφεσθαι, οὐ λέγω πρὸς τήνδε καὶ τήνδε τὴν ἐπιθυμίαν, ἀλλὰ γὰρ οὐδὲ πρὸς αὐτὸν τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας, καὶ ὅσα ἄλλα τῶν ὁρατῶν; Ἃ γὰρ μικρὸν ὕστερον καταλείψομεν, τί μάτην τούτοις προσκείμεθα; «Μίαν, φησὶν, ᾑρετισάμην παρὰ Κυρίου, ταύτην ζητήσω, τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ.» Εἰς ἢν ὁ καταξιωθεὶς φθάσαι, ἐρρύσθη ἀπὸ τῆς πονηρᾶς ἡμέρας ἐκείνης, περὶ ἧς φησί τις τῶν προφητῶν· «Ἱνατί ὑμεῖς ζητεῖτε τὴν ἡμέραν Κυρίου· καὶ αὕτη ἐστὶ σκότος, καὶ οὐ φῶς.»

Ἀλλὰ γὰρ καὶ ὁ μακάριος Ἀπόστολος ἡμέραν ὀργῆς αὐτὴν ἀπεκάλεσεν εἰπών· «Θησαυρίζεις γὰρ, φησὶ, σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ· ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Καὶ ἵνα ἐξ ὑποδείγματος ἐκ τῶν καθ’ ἡμᾶς εἰκασίαν τινὰ τῆς πονηρᾶς ἡμέρας ἐκείνης παραστήσωμεν, ἀναμνησθῶ, εἰ βούλεσθε, τοῦ πρὸ μικροῦ φοιτήσαντος ἐνταῦθα ἀνδρός, ὃς ὑπὸ δαίμονος πληγεὶς συνεπνίγετο ὑπ’ αὐτοῦ κατακαιόμενος ἀδημονῶν τε καὶ βοῶν νύκτωρ καὶ μεθ’ ἡμέραν, καὶ μηδεμίαν ἔχων σύστασιν ἢ ἄνεσιν τὸ καθόλου. Ἀνεκτὴν ἄρα οἴεσθε τὴν τιμωρίαν τοῦ ἀνδρός; οὐμενοῦν. Ἐπειδὴ δὲ αὕτη ὄναρ πρὸς τὴν μέλλουσαν, πῶς οἴσομεν, ἀδελφοί μου, ἐκείνην, τὸ πῦρ τὸ ἄσβεστον, τὸν σκώληκα τὸν ἀτελεύτητον, τὰ μυρία ἄλλα αἰώνια βασανιστήρια; Ἀλλὰ μὴ ἡμῖν Κύριε, μὴ ἡμῖν· γένοιτο δὲ ἡμᾶς ἐλέει Θεοῦ καὶ εὐχαῖς ἁγίων καὶ τοῦ μακαρίου πατρὸς ἡμῶν, τούτων ἁπάντων ῥυσθέντας τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΚΔʹ ΠΕΡΙ ΤΟΥ ΜΗ ΑΝΟΙΓΕΙΝ ΗΜΑΣ ΘΥΡΑΝ ΤΟΙΣ ΠΑΘΕΣΙΝ ΠΕΡΙ ΤΟΥ ΜΗ ΑΝΟΙΓΕΙΝ ΗΜΑΣ ΘΥΡΑΝ ΤΟΙΣ ΠΑΘΕΣΙΝ ΑΛΛ’ ΕΞΩ ΤΩΝ ΑΤΟΠΩΝ ΕΠΙΘΥΜΙΩΝ ΥΠΑΡΧΕΙΝ Ἀδελφοὶ καὶ πατέρες, ἱκανὸς χρόνος παρελήλυθεν ἀφ’ οὗπερ διεκόπημεν τῆς συνήθους κατηχήσεως, καὶ τῆς ἐν τοῖς ἀλλήλοις εὐταξίας, ἐκ τοῦ ὧδε κἀκεῖσε περιφέρεσθαι τῇ τῶν Ἀγαρηνῶν ἐπιδρομῇ. Ἀλλ’ ἐπειδὴ προστετάγμεθα «εὐλογεῖν τὸν Κύριον ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ,» μηδὲ ἐνταῦθα ἀμελῶς διακείμεθα· ἀλλὰ καθ’ ὅσον οἷόν τε ἐχώμεθα καὶ καταστάσεως καὶ μελέτης καὶ ἐργασίας καὶ τῆς ἐν τοῖς ἄλλοις ἀγαθῆς ἀναστροφῆς λαμβάνοντες ὑποδείγματα τῶν ἀοράτων τὰ ὁρώμενα. Εἰ γὰρ δέει τοῦ μὴ ἐμπεσεῖν ἡμᾶς εἰς χεῖρας τῶν Ἀγαρηνῶν ἀπεδράσαμεν ὧδέ που διατρίβοντες· πόσῳ γε μᾶλλον ὀφείλομεν φόβῳ τοῦ μὴ ὑποχειρίους ἡμᾶς γενέσθαι τοῖς ἀοράτοις ἐχθροῖς ἀναχωρῆσαι πολλῷ μακρότερόν τε καὶ ἀσφαλέστερον. Τίς δὲ ἡ ἀναχώρησις;

Ἡ ἁμαρτίας φυγή· ἐφ’ ᾗ ὡς ἐν ῥομφαίᾳ πᾶσαν ψυχὴν σπεύδει ὁ διάβολος κατέδεσθαι· ἣν φύγωμεν, ἀδελφοί μου, ὅτι μάλιστα καὶ μέχρι διαλογισμῶν· ἐκ γὰρ διαλογισμῶν πρόεισιν εἰς λόγους, καὶ ἀπὸ λόγων τελευτᾷ εἰς ἐνέργειαν πρακτικήν.

Χαλεπὸν δὲ καὶ δυστέκμαρτον μὴ ἁλῶναι ἐν διαλογισμοῖς ἀτόποις· ἀλλ’ εἰ καὶ καταληφθῶμεν, θᾶττον σπεύδωμεν αὐτοὺς ἀποσκευάζεσθαι διὰ προσευχῶν, διὰ δακρύων, διὰ πόνων καρδιακῶν τῶν ἐκ φόβου Θεοῦ τικτομένων, ὡς ἂν μὴ τῇ παρατάσει ἀπεργάσωνται θάνατον, καὶ τοῦτο καθ’ ἑκάστην. Ἀεὶ γὰρ ἀκήρυκτος ἐν ἡμῖν ὁ πόλεμος· καὶ οὐκ ἐνὸν διαφυγεῖν ἄλλως, ἢ τῇ πολλῇ καὶ ἀνενδότῳ ἐπιστασίᾳ τοῦ νοῦ μετὰ τῆς ἄνωθεν ἐπικουρίας. Οὐχ ὁρῶμεν οἷος ἐν ταῖς τρισὶν ἡμεραῖς ταύταις διηγέρθη ὁ ἐν θαλάσσῃ κλύδων; Οὕτως ἐστὶ καὶ ὁ τῶν παθῶν, καὶ πολλῷ γε μᾶλλον χαλεπώτερος, ὅσον καὶ περὶ ψυχὴν τὸ συμβαῖνον ναυάγιον. Ἀλλ’ ἐκείνου μὲν αἴτιος ὁ Θεὸς, ὃς πρὸς τὸ συμφέρον ἐπάγει τοὺς ἀνέμους κατὰ καιρὸν ἐν τῇ θαλάσσῃ· τοῦδε ἡμεῖς αὐτοί ἐσμεν αἴτιοι. Ἔξεστι γὰρ ἡμῖν ὡς ἐν λιμένι καὶ εὐδίᾳ διάγειν μὴ ἀνοίγουσι θύραν τοῖς πάθεσιν· ἐὰν δὲ ἀνοίξωμεν, πνέουσιν ἐφ’ ἡμῖν τὰ πνεύματα τῆς πονηρίας, καὶ διεγείρεται ὁ κλύδων μέγας, καὶ οὐκ ἂν τύχοιμεν σωτηρίας, εἰ μὴ θᾶττον καταστείλαιμεν τὴν ταραχήν.

Τίς οὖν χρεία ταράττεσθαι καὶ κλυδωνίζεσθαι ἡμᾶς καὶ ὑποφόβους τυγχάνειν ναυαγίου; Τί δὲ οὐκ ἀπολαύομεν εἰρήνης γαληνιαίας, ἀλλ’ αὐθαίρετον ἑαυτοῖς ἐπισπώμεθα περιστατικὸν ὄλεθρον; Οὐχὶ ἀφροσύνης γραφόμεθα τοὺς ἐν καιρῷ τοῦ κλύδωνος ἐκβαίνοντας ἀπὸ λιμένος καὶ καταποντιζομένους τοῖς κύμασι;

Πολλῷ οὖν μᾶλλον ἡμᾶς αὐτοὺς ἀφρονεστέρους ἡγησώμεθα ἐπαφιέντας ἑαυτοὺς τῷ τῶν παθῶν κλύδωνι. Ποῖον γὰρ οὐκ ἂν διεγείρῃ κλύδωνα ἡ πονηρὰ ἐπιθυμία ἐμπνέουσα ἡμῶν ἐν τῇ καρδίᾳ; Οὐχὶ περιφέρει ἡμᾶς ὧδε κἀκεῖσε συμπνίγουσα οἱονεὶ καὶ ὑποβρυχίους ἀπεργαζομένη; Οὐχὶ τὸ αὐτὸ ὁ φθόνος ἐξίστησι τὸν νοῦν, τιτρώσκων τὴν καρδίαν σὺν τῷ σώματι; Οὐχὶ τὸ αὐτὸ ἡ ἀπιστία σκοτοῖ τὴν ψυχὴν, πάρετον αὐτὴν ποιουμένη; Οὐχὶ ἁπλῶς ἓν ἕκαστον τῶν ἄλλων παθῶν τῆς κατὰ φύσιν ἕξεως ἀλλοιοῖ καὶ ἀλογωδέστερον τὸν ἄνθρωπον παρίστησι; Φύγωμεν οὖν, ἀδελφοί μου, λοιπὸν, φύγωμεν τὰ ὀλέθρια πάθη· ὡς ἂν μὴ ῥηθείη καὶ περὶ ἡμῶν ἐκεῖνο ὅ φησιν ὁ Θεός· «Οὐ μὴ μείνῃ τὸ πνεῦμά μου ἐν αὐτοῖς διὰ τὸ εἶναι αὐτοὺς σάρκας.» Σάρκας δὲ οὐχ ἁπλῶς εἴρηκεν, ἐπεὶ καὶ αὐτὸς ὁ Θεὸς «Λόγος σὰρξ ἐγένετο·» ἀλλὰ τὸ σαρκικὸν δηλονότι φρόνημα τὸ ἐμπεπαρμένον ἐν ταῖς ἀτόποις ἐπιθυμίαις δίκην κτηνῶν, καὶ μὴ τὴν ἔφεσιν ἐπὶ Θεὸν ἀναφέρον· ὅπερ ἡμεῖς Θεῷ ἀναθέντες κατὰ τὸ «ἡμῶν πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει» γεγραμμένον, ἀκουσώμεθα μᾶλλον·

Ὑμεῖς οὐκ ἐστὲ «ἐκ τοῦ κόσμου τούτου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.» Οὗ τί ἂν εἴη μακαριώτερον, οὐ μόνον κατὰ τὸν μέλλοντα αἰῶνα, ἀλλὰ καὶ κατὰ τὸν παρόντα, ἔξω ἀτόπων ἐπιθυμιῶν ὑπάρχειν καὶ μὴ ὑπὸ σαρκὸς διοικεῖσθαι, ἀλλὰ πνεύματι ἄγεσθαι; Τοῦτο ἡ μακαριότης· τοῦτο ἡ γλυκύτης· τοῦτο ἡ εὐδαιμονία· τοῦτο ἡ ἀγγελικὴ πολιτεία. Ὁ τοιοῦτος ἐν κόσμῳ λόγον ζωῆς ἐπέχων· ὁ τοιοῦτος καὶ τοῖς τὰ διαδήματα φοροῦσιν αἰδέσιμος· ὁ τοιοῦτος δεσπότης κόσμου, ἐμφορούμενος θείαις ἐμφάσεσιν· ἕτοιμος πρὸς τὴν ἔξοδον, ἀφόβητος ἀπὸ θανάτου.

Οὕτως οὖν καὶ ἡμεῖς, ἀδελφοὶ, καθ’ ὅσον οἷόν τε ἀγωνισώμεθα γενέσθαι· δυνατὸν γὰρ, εἰ ὁλοτελῶς θελήσομεν· καὶ οὕτω γινόμενοι κἀνταῦθα ἀπολαύσομεν θυμηδίας ἐφ’ ὅλῃ τῇ ζωῇ ἡμῶν, κἂν ὁπόσα καὶ πηλίκα θλιπτικὰ κατὰ σάρκα συμπίπτωσιν· ἔν τε τῷ μέλλοντι αἰῶνι κληρονομήσομεν βασιλείαν οὐρανῶν, σὺν πᾶσι τοῖς ἁγίοις ἀπολαύοντες τῶν αἰωνίων ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΚΕʹ ΠΕΡΙ ΥΠΑΚΟΗΣ ΚΑΙ ΤΟΥ ΜΕΤΑ ΠΙΣΤΕΩΣ ΚΑΙ ΕΝ ΚΑΡΔΙᾼ ΚΑΘΑΡᾼ ΕΠΙ ΠΑΣῌ ΔΙΑΚΟΝΙᾼ ΠΡΟΘΥΜΕΙΣΘΑΙ Ἀδελφοὶ καὶ πατέρες, δεδοικὼς τὸ κρῖμα τοῦ τὸ τάλαντον ἐν τῇ γῇ κρύψαντος, πρὸς ὅν φησιν ὁ Κύριος· «Δοῦλε πονηρὲ καὶ ὀκνηρέ, ἔδει σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ,» ἀναγκαίως φθέγγομαι ταῦτα τὰ βραχέα ῥήματα. Ὑμῶν δέ ἐστι λοιπὸν τῶν καλῶν τραπεζιτῶν εἰς ἔργον προαγαγεῖν τὰ λεγόμενα· ἅπερ χάριτι Θεοῦ καὶ προηγάγετε καὶ προάγετε διὰ τῆς ἀγαθῆς ὑμῶν ὑποταγῆς· ὅμως ὅτι εἰσὶν ἐν ὑμῖν τινες, οἵτινες οὐ μόνον τὸ δοθὲν προσεξεργάζονται, ἀλλὰ καὶ ὅπερ ἔχουσι μικροῦ δεῖν ἀπολλύουσι.

Τίνες δ’ ἂν εἶεν οὖτοι; οἱ τὰς διακονίας παραιτούμενοι, καὶ τὸ συγχώρησον ἀντί τινος δικαιώματος προβαλλόμενοι. Τί λέγεις, ἀδελφέ; Μέχρι θανάτου τὴν ὑπακοὴν ἐπηγγείλω, καὶ νῦν παραιτῇ τὴν διακονίαν, περὶ ἣν εὐφυῶς ἔχεις ἐκ χάριτος Θεοῦ!

Οὐκοῦν ἀνατέτραπται ἡ ὑποταγή. Ἀλλ’ ὅτι, φησὶ, δέδοικα διαπλεῖν τὴν θάλασσαν. Δέδοικας διαπλεῖν τὴν θάλασσαν ἐξ ἀπιστίας, ἐκεῖ φοβούμενος φόβον, οὗ οὐκ ἔστι φόβος. Εἰ γὰρ πεποιθὼς ἦς τῇ ὑπακοῇ, οὐ μόνον διαπλεῖν τὴν θάλασσαν, ἀλλὰ καὶ γυμνὸς τῷ σώματι χωρεῖν κατὰ τοῦ ὕδατος, μιμούμενος τὸν ἀοίδιμον ἐκεῖνον ὑποτακτίτην, ὃς τῇ πατρικῇ ἐντολῇ ἐπερειδόμενος, οὐκ ἔδεισε τὸν φοβερὸν ἐκεῖνον ποταμὸν περάσαι, ἀλλὰ διαπεράσας ἔμεινε μηδὲν παθὼν, ὡς ἐκστῆσαι τοὺς ἐπιβλέποντας.

Ὑπακοὴ τοίνυν καὶ θηρία ὑποτάσσειν οἶδε· καὶ μάρτυς τοῦ λόγου, ὁ ἐκ πατρικῆς προσταγῆς δεσμεύσας τὴν ὕαιναν· ὑπακοὴ καὶ ἐν νεκροῖς θαυματουργεῖ· καὶ τοῦτο δέδειχεν ὁ ἐκ τάφου φωνήσας Ἀκάκιος. Καὶ τί λέγω τοῦτο κἀκεῖνο; Αὐτὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ «ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ,» τὴν σωτήριον τοῦ κόσμου οἰκονομίαν ἀπειργάσατο. Καὶ τοιαῦτα μὲν τὰ τῆς ὑπακοῆς κατορθώματα· τὰ δὲ τῆς ἀπειθείας ἐγκλήματα βούλει μαθεῖν; Ἐννόησον τὸν Ἀδὰμ, ὃς ἐπειδὴ παρήκουσε Θεοῦ, τῆς ἀπειρημένης βρώσεως ἀπογευσάμενος, θάνατον εἰς τὸν κόσμον εἰσήγαγεν. Ἐννόησον τὸν Σαούλ· καὶ εὑρήσεις καὶ αὐτὸν παρακούσαντα τοῦ ἁγίου Σαμουήλ, καὶ ὁμοῦ μὲν τὴν βασιλείαν, ὁμοῦ δὲ καὶ τὴν ζωὴν ἐν ὄρει τῷ Γελβουὲ ἀπορρήξαντα.

Ἐννόησον πρὸς τούτοις καὶ τὸν ἄνθρωπον τοῦ Θεοῦ ἐκεῖνον, ὃς τῇ ἀπάτῃ τοῦ ψευδοπροφήτου εἰς παρακοῆς ἔγκλημα ἐμπεπτωκὼς λέοντι κατάβρωμα παραδίδοται. Τί δὲ Πέτρος ὁ μακάριος ἀπόστολος; Οὐχὶ παραιτησάμενος νίψασθαι ὑπὸ τοῦ Κυρίου δι’ εὐλάβειαν, ἀκούει· «Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ;» Τί δὲ ὁ ἐν τῷ ἁγίῳ Εὐθυμίῳ τὴν τοῦ κτηνίτου διακονίαν ἀπαναινόμενος, δι’ ἃς ἐδόκει εὐλόγους προφάσεις, οὐχὶ παρ’ αὐτὰ ἤφρισε δαίμονα κληρωσάμενος; Τοιοῦτον τὸ κρῖμα τοῦ παραιτουμένου τὴν διδομένην διακονίαν; <οἷον> τοῦ ἀντιλέγοντος· ἀντιλογίας γὰρ ἐγείρει πᾶς κακὸς ὑποτακτίτης· ὁ δὲ Κύριος ἄγγελον ἀνελεήμονα εἰκότως πέμπει αὐτῷ. Ὅλως ἐπειδὴ «Ἓν σῶμά ἐσμεν οἱ πολλοὶ, ὁ δὲ καθ’ εἷς ἀλλήλων μέλη,» καὶ ὁ μὲν ἐπέχει τόπον ὀφθαλμοῦ, ὁ δὲ ὠτός, ὁ δὲ ῥινός, ἄλλος γλώσσης, ἕτερος χειρός, καὶ ἄλλος ποδός. Ἐὰν οὖν μὴ πάντα τὰ μέλη τὰ οἰκεῖα ἐνεργῇ, ἀλλὰ φιλονεικοίη ὁ ὀφθαλμὸς ἀκούειν, καὶ τὸ οὖς ὀσφραίνεσθαι, καὶ ἡ ῥὶς φθέγγεσθαι, καὶ ἡ γλῶσσα χειραπτεῖν, καὶ ἡ χεὶρ βαδίζειν· οὐχὶ τὸ ὅλον σῶμα οἰχήσεται καὶ διαφθαρήσεται;

Οὐκοῦν ἐπεὶ ταῦτα οὕτως ἔχει, ἕκαστος τὴν διακονίαν αὐτοῦ πληροφορείτω· καὶ ὃ ἔλαβε χάρισμα παρὰ Θεοῦ λυσιτελείτω πρὸς τὸ κοινῇ συμφέρον, ἐννοῶν ὅτι ἐν χειρὶ Θεοῦ τὰ ἡμέτερα· καὶ οὔτε διὰ τὸ ἐν θαλάσσῃ πλεῖν, πάντως ἐκεῖ ἔστι τελευτᾶν, οὔτε διὰ τὸ ἐν τῇ ξηρᾷ διατρίβειν, ἐκεῖ ἔστι θνήσκειν· ἀλλὰ καθὼς ὁ ἀγαθὸς ἡμῶν Θεὸς πρὸ καταβολῆς κόσμου ὥρισε καὶ χρόνον καὶ τόπον καὶ τρόπον, τὸ ἑκάστου ἀποβήσεται τέλος. Καὶ ταῦτα διῆλθον, οὐ τοσοῦτον διὰ τοὺς περὶ ὧν ὁ λόγος· (ἤδη γὰρ ἔλαβον αὐτοὺς δι’ ὑπακοῆς,) ἀλλὰ διὰ πάντας τοὺς ἀκροωμένους, ἵνα προσέχωμεν ἀσφαλῶς· καὶ ἃς ἐπαγγελίας ὑπὸ μάρτυρι Θεῷ καὶ τοῖς ἐκλεκτοῖς ἀγγέλοις ἐδώκαμεν, ταύτας ἐνεργῶς ἀποπληρῶμεν, καὶ μὴ ἀναδύεσθαι κἂν θανάσιμόν ἐστι τὸ ἐπιταττόμενον. Οὕτω γὰρ κελεύουσιν οἱ Πατέρες, καὶ πρό γε πάντων ὁ μέγας Βασίλειος· καὶ οὕτω διαζῶντες, οὐκ ἀποθανούμεθα τῇ ἁμαρτίᾳ, ἀλλὰ ζήσομεν τῇ δικαιοσύνῃ· καὶ τύχωμεν βασιλείας οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΚϚʹ ΟΤΙ ΔΕΙ ΤΟΙΣ ΕΣΤΑΥΡΩΜΕΝΟΙΣ Τῼ ΚΟΣΜῼ ΔΙΑ ΤΗΣ ΑΛΗΘΙΝΗΣ ΑΠΟΤΑΓΗΣ ΤΕ ΚΑΙ ΥΠΟΤΑΓΗΣ ΠΕΡΙΧΑΡΩΣ ΕΧΕΙΝ ΤΗΝ ΔΙΑΖΕΥΞΙΝ ΤΟΥ ΣΩΜΑΤΟΣ Ἀδελφοὶ καὶ πατέρες, βραχὺ μὲν ἠσθένησα ἐπὶ τοῦ παρόντος· ὅμως ὅτι ἐσαλεύθη μου ἡ καρδία, καὶ ἔδοξα χωρίζεσθαι ἀφ’ ὑμῶν. Τί γὰρ ἔτι καὶ πόσον ἐπιβιώσομαι χρόνον ὁ ταπεινός; Ὁρᾶτε ὅτι καὶ τὸ γῆρας κατεπείγει, καὶ οἱ σύγχρονοί μου παρῆλθον, καὶ κατὰ τὸ ἀκόλουθον τὸ ἐμὸν τέλος παρίσταται. Τί οὖν; λυπηθῶμεν ἐν τούτῳ; μὴ γένοιτο.

Λυπείσθωσαν μὲν γὰρ, εἰ βούλοιντο, οἱ κατὰ σάρκα ζῶντες, χωριζόμενοι γυναικῶν τε καὶ τέκνων, παίδων τε καὶ παιδισκῶν, κτημάτων τε καὶ χρημάτων καὶ τῶν λοιπῶν ἐπιθυμιῶν τοῦ τῇδε βίου, ὑφ’ ὧν καὶ ἁλίσκονται. Ἡμῖν δὲ, οἷς ὁ κόσμος ἐσταύρωται, καὶ μόνος ὁ σταυρὸς περίεστι διὰ τῆς ἀληθινῆς ἀποταγῆς τε καὶ ὑποταγῆς, οὐ λυπηρὸν, ἀλλὰ χαροποιὸν ὀφείλει εἶναι τὸ τῆς κοιμήσεως μυστήριον. Καὶ τί λέγω «ἡμῖν»; ἀλλὰ γὰρ καὶ πᾶσι χριστιανοῖς ὀφειλόμενόν ἐστι περιχαρῶς ἔχειν τὴν διάζευξιν. Πρὸ μὲν γὰρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, κατακρατῶν ὁ θάνατος καὶ βασιλεύων τοῦ γένους <ἡμῶν> διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, φοβερὸς ἦν καὶ δυσάντητος καὶ αὐτοῖς τοῖς ἁγίοις· ἀφ’ οὗ δὲ Χριστὸς ἡ πάντων ζωὴ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, «ἐγκαινίσας ἡμῖν ὁδὸν ζῶσαν καὶ πρόσφατον διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ,» καθὼς γέγραπται, «κατεπόθη ὁ θάνατος εἰς νῖκος·» καὶ οὐκέτι τελευτῶντες καταγόμεθα εἰς ᾅδου βασίλεια· ἀλλ’ ἀνακομιζόμεθα εἰς βασιλείαν οὐρανῶν· οὔτε μὴν καθεύδομεν ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου, ἀλλὰ πορευόμεθα εἰς φῶς ἀτελεύτητον καὶ εἰς ζωὴν ἀπήμονα, ἣν ἐπηγγείλατο ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Οὔκουν φευκτὴ ἡ μετάστασις· ἀλλὰ καὶ λίαν ἀσπαστή· καὶ τοσοῦτον, ὅσον ἂν εἴημεν ἐν ἑτοιμασίᾳ καρδίας παρεσκευασμένοι.

Δεινὸν γὰρ, ἀδελφοὶ, ἐν καιρῷ ἐξόδου ἀνακαλεῖσθαι τὸν παρεθέντα χρόνον, καὶ ἐπιζητεῖν ἡμέρας ζωῆς πρὸς κτῆσιν κατορθωμάτων. Δεῖνον τοῦτο καὶ παγχάλεπον. Ὁ γὰρ οὕτω καταληφθεὶς δηλονότι ταραχθήσεται καὶ περιστατηθήσεται σφόδρα, οὐκέτι ὡς ἐπὶ ἀμοιβῇ ἀγώνων, ἀλλ’ ὡς εἰς ἔκτισιν ἁμαρτιῶν τοῦ σώματος προερχόμενος. Καὶ φοβερὸν τὸ ὅραμα ἀπαντήσεται αὐτῷ· ὅπερ ἵνα μὴ πάθωμεν ἡμεῖς, ὑπομιμνήσκω καὶ δέομαι, ἕτοιμοι ἀεὶ ὦμεν πρὸς τὴν ἔξοδον, πᾶσαν ἡμέραν τελευταίαν ἡγούμενοι τοῦ βίου ἡμῶν, καθὼς ὑπὸ τοῦ ἁγίου Ἀντωνίου διδασκόμεθα. Εἰ γὰρ οὕτως ὑποτιθέμεθα, οὐδέποτε ἐσόμεθα διαλελυμένοι οὐδὲ παρειμένοι, οὐδὲ ῥᾴθυμοι, οὐδὲ ἄπρακτοι, οὐδὲ ἀντίλογοι, οὐδὲ ἀπειθεῖς, οὔτε ἀφηνιασταί, οὔτε γελωτοποιοί· μᾶλλον μὲν οὖν εὐπειθεῖς καὶ εὐήνιοι, εὐκατάνυκτοι καὶ εὐαίσθητοι, πρᾶοι καὶ εἰρηνικοὶ, εἰλικρινεῖς καὶ ἀπρόσκοποι, εἰς πᾶν ὁτιοῦν ἀγαθὸν προαιρούμενοι κατὰ μίμησιν τῶν ἁγίων· οὕτω γὰρ αὐτοὶ πολιτευσάμενοι ἐπέτυχον τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν. Καὶ ταῦτα διῆλθον οὐχ ὑμᾶς μόνον, ἀλλὰ καὶ ἐμαυτὸν ἀσφαλιζόμενος· ὅπως τῇ τοιαύτῃ παρασκευῇ διαζῶντες, ἐν καιρῷ ἐξόδου εὑρεθῶμεν ἄφοβοί τε καὶ ἀδείλαντοι, ἐπιφθεγγόμενοι τὰ τοῦ Δαυίδ· «Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐεργέτησέ σε.» Καὶ τό· «Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων.»

Ἧς καὶ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΚΖʹ ΠΕΡΙ ΤΟΥ ΘΑΡΣΑΛΕΩΣ ΚΑΙ ΑΝΔΡΕΙΩΣ ΕΝΙΣΤΑΣΘΑΙ ΠΡΟΣ ΤΟΥΣ ΑΝΑΠΤΟΜΕΝΟΥΣ ΑΝΘΡΩΠΙΝΟΥΣ ΠΕΙΡΑΣΜΟΥΣ Ἀδελφοὶ καὶ πατέρες, οὐκ ἄκαιρον τὸ λαλεῖν, καὶ ἀκούειν κοινωφελῶς· οὐδὲ εἰς μάτην ἡμῖν ἡ ὑπὲρ τοῦ καλοῦ προετοιμασία καὶ παρασκευή. Εἰ γὰρ καὶ τοῦτο ποιοῦντες, ἐπειδὴ νῦν τεθρύλληταί τι ἐν ἄστει περὶ τῆς πίστεως, εὐθέως ἐταράχθημέν τε καὶ ἐθορυβήθημεν· πόσῳ γε μᾶλλον, εἰ ἀμελέτητοι ἦμεν, ἐξέστημεν ἂν καὶ ἐξηπορήθημεν περισσοτέρως. Διὰ τοῦτο, καλὸν τὸ διαλέγεσθαι καὶ προκαταρτίζεσθαι, ὡς ἂν σὺν Θεῷ εὔπρακτα ἡμῖν ἀπαντήσοι τὰ ἐπ’ αὐτοῖς τοῖς πράγμασιν ἀγωνίσματα. Τί δὲ τὸ λεγόμενον;

Μετὰ σύνοδον πονηρὰν τὴν προσεχῶς ἐπὶ καταστροφῇ τῆς πίστεως ἐκτελεσθεῖσαν, μετ’ ἀναθεματισμὸν τῶν μακαρίων πατέρων ἡμῶν, μετὰ διωγμὸν δωδεκαετίζοντα, μετ’ ἐξορίας τε καὶ διαρπαγὰς, μετὰ φυλακάς τε καὶ δεσμὰ, μετὰ πληγάς τε καὶ θανάτους καὶ οἰκουμενικὴν περιδόνησιν, ὡς οὐδενὸς ἤδη γεγονότος καινοῦ, ἑλκόμεθα ὑπὸ τῶν κρατούντων συνᾶραι λόγον μετὰ τῶν ἀρχηγῶν τῆς ἀσεβείας· οὐ μόνον δὲ, ἀλλὰ καὶ καταδέξασθαι κριτὰς τῶν μεταξὺ ἀλλήλων λεγομένων τε καὶ ἀντεξαγομένων τοὺς ἐν τέλει προὔχοντας· οἷς οὐ θέμις παρακύπτειν εἰς τὰ ἡμέτερα, ὥς φησί που ὁ θεολόγος Γρηγόριος· μὴ ὅτι γε ἐπὶ τῶν θείων δογμάτων κριτὰς αὐτοὺς προσίεσθαι· Ἄρχουσι μὲν γὰρ μάχαιρα ἀπονενέμηται ὑπὸ τοῦ Θεοῦ· φησὶ γάρ· «Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν.» Καί· «Οὐκ εἰκῆ τὴν μάχαιραν φορεῖ· ἔκδικός ἐστι τῷ τὸ κακὸν πράσσοντι,» ὥσπερ καὶ σύνεργος τοῖς εὖ πράττουσιν. Ἀποστόλοις δὲ τοῖς ἁγίοις ἡ πνευματοκίνητος ἐξουσία τῶν τε θεουργῶν δογμάτων, ἀφορισμῶν τε καὶ λύτρων. Εἰρήκει γὰρ πρὸς αὐτοὺς ὁ Κύριος· «Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται.» Καὶ αὖθις· «Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς· καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς.»

Δῆλον δὲ ὅτι, ὥσπερ αὐτοῖς εἴρηται, καὶ τοῖς αὐτῶν διαδόχοις ἀμοιβαδὸν μέχρι τοῦ δεῦρο συνεκπεφώνηται. Οὐκοῦν τὸ ἐπὶ τῶν τοιούτων ἄρχοντας κριτὰς προσίεσθαι ἀποκρίνειν ἐστὶ τοὺς ἀποστόλους τῆς δεδομένης αὐτοῖς παρὰ τοῦ Πνεύματος ἐξουσίας.

Πῶς δὲ καὶ δύναιντ’ ἂν ἐφικνεῖσθαι τῶν ὑψηλῶν τῆς ἀληθείας δογμάτων, μὴ ἐν τελειότητι βίου κατηρτισμένοι; Ἀκούοιτ’ ἂν ἤδη τοῦ Ἀποστόλου λέγοντος· «Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην· ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν. Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.» Ὁρᾶτε ὅτι ἄρχοντες τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν; Εἰ τοίνυν καὶ νῦν ἐπὶ τῆς ἀχράντου αὐτοῦ εἰκόνος δοθείη ἀρχοντικὸν κριτήριον, οὐδέν ἐστιν ἄλλο λέγειν, ἢ πάλιν ἰουδαϊσμὸν, καὶ Πιλάτου κριτήριον. Ἀλλὰ γὰρ καὶ τὸ μὴ θέλειν ἡμᾶς εἰς λόγους ἐλθεῖν μετὰ τῶν ἀσεβῶν, καὶ τοῦτο θεόκριτον.

Φησὶ γάρ· «Μὴ δῶτε τὰ ἅγια τοῖς κυσί· καὶ μὴ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων.» Ἑπομένως δὲ ὁ θεσπέσιος Παῦλος παραγγέλλει «μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.» Συνέπεται δὲ καὶ ὁ θεοφόρος Ἰγνάτιος τάδε λέγων· «Προφυλάσσω ὑμᾶς ἀπὸ τῶν θηρίων τῶν ἀνθρωπομόρφων αἱρετικῶν· οὓς οὐ μόνον δεῖ ὑμᾶς μὴ παραδέχεσθαι, ἀλλ’, εἰ δυνατὸν, μηδὲ συναντᾶν.» Καί γε ἕκαστος τῶν ἁγίων, ἵνα μὴ ἐκτείνοιμι τὴν κατήχησιν, τὰ αὐτὰ διαμαρτύρεται. Πῶς οὖν τούτων οὕτω διαγορευομένων τολμήσομεν παραβάται τῶν θείων διαταγῶν γενέσθαι ἐπ’ ἀμφοτέροις τοῖς προβλήμασιν; Οὐδαμῶς, κἂν θάνατος προκέοιτο. Διὰ τοῦτο, ἀδελφοὶ, ἀναγκαίως παραιτούμεθα, οὐχ ὅτι ἠσθενηκὼς ἡμῖν ὁ λόγος τῆς ἀληθείας, ἐπεὶ βουλομένοις τοῖς βασιλεῦσιν «ἕτοιμοί ἐσμεν πρὸς ἀπολογίαν», κατὰ τὴν κελεύουσαν ἐντολὴν τὸν τῆς πίστεως λόγον παραστήσασθαι, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ περιζωννύοντος δύναμιν τοὺς ἀσθενοῦντας, καὶ λόγον διδόντος καὶ τοῖς ἀγλώττοις· τοῦτο ἔστι τὸ θρυλλούμενον δρᾶμα.

Ὑμεῖς δὲ ἀνδρίζεσθε καὶ κραταιοῦσθε τῷ πνεύματι, «μὴ πτυρόμενοι ὑπὸ τῶν ἀντικειμένων·» ἀλλ’ εἴπερ ἐστὲ Χριστοῦ στρατιῶται, περιβαλλόμενοι τὰ ὅπλα τῆς πίστεως ὑμῶν, στήκετε ἑδραῖοι καὶ ἀμετακίνητοι. Καὶ εἰ στρατιώτης ἔχων τὸν στρατηγοῦντα ἐμπειροπόλεμον καὶ τροπαιοῦχον οὐκ οἶδε δειλιᾶν, ἀλλὰ συμπροθυμεῖσθαι καὶ συναγωνίζεσθαι· πόσῳ γε μᾶλλον ἡμεῖς ὀφείλομεν εἶναι θαρσαλεώτεροι, ἔχοντες τὸν τῶν ἄνω δυνάμεων Κύριον καὶ πάσης κτίσεως ἐξουσιαστὴν, συνασπιστὴν, καὶ σύναθλον πρὸς τοὺς ἀναπτομένους ἀνθρωπίνους πειρασμούς; «Θαρσεῖτε, φησὶν ὁ Κύριος· ἐγὼ νενίκηκα τὸν κόσμον.» Θαρσήσωμεν τοιγαροῦν καὶ ἡμεῖς· καὶ πεποιθότες ἐσώμεθα, ὅτι νικήσομεν σὺν αὐτῷ τῷ κατὰ πάντων τὸ κράτος ἔχοντι· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΚΗʹ ΠΕΡΙ ΥΠΟΤΑΓΗΣ ΚΑΙ ΕΚΚΟΠΗΣ ΘΕΛΗΜΑΤΩΝ Ἀδελφοὶ καὶ πατέρες, πλήττειν μὲν οἶδεν ὁ κατηχητικὸς λόγος τοὺς ἐλλιπεῖς ὄντας τῇ ἀρετῇ· ἀλλὰ καὶ θεραπεύειν πάλιν ἐπίσταται. Αὐτὸ γὰρ τοῦτο τὸ λυπεῖσθαι ἐπὶ τῇ ἐλλείψει τῶν ὀφειλόντων κατορθωθῆναι, κατόρθωσιν ἐμποιεῖν πέφυκεν ἀνεπαισθήτως τῇ ψυχῇ. «Ἡ γὰρ κατὰ Θεὸν λύπη, ὥς φησιν ὁ Ἀπόστολος, μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται.» Ἐπισκεψώμεθα δὲ, εἰ δοκεῖ, ἐν τίσιν ἐστὶ τὸ λυποῦν ἡμᾶς. Ὅτι ἐπισυνίστανται ἡμῖν πονηροὶ λογισμοὶ, πολεμίων δίκην, πολιορκεῖν τὴν ψυχὴν ἡμῶν ἐπειγόμενοι; ἀλλὰ γέγραπται· «Ἐὰν παρατάξηται ἐπ’ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ’ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω.» Ἀλλ’ ὅτι βαρὺς ὁ τῆς ὑπακοῆς ζυγός; ἀλλὰ πάλιν γέγραπται· «Ἀγαθὸν ἀνδρὶ, ὅταν ἄρῃ ζυγὸν ἐκ νεότητος αὐτοῦ·» ἐπὶ τὸ αὐτὸ καταμόνας τῷ Κυρίῳ δουλεύσει. Καὶ αὖθις· «Ὁ ζυγός μου χρηστός ἐστι, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.» Ἀλλ’ ὅτι οὐδὲν ἔχει ἰδιόκτητον ἡ ὑποταγή; ἀλλὰ καὶ τοῦτο ἀποστολικόν· «Ἰδοὺ γὰρ ἡμεῖς, φησὶν, ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;» Καὶ ἡ ἐπαγγελία ὡς φοβερά τε καὶ ὑπερένδοξος!

Μὴ γὰρ οὐχ ὁμοίως καὶ ὑμεῖς ἀφέντες πάντα ἠκολουθήσατε τῷ Κυρίῳ; Οὐχ ὁ μὲν κατέλιπε γονεῖς, ὁ δὲ ἀδελφούς, ἕτερος γυναῖκα καὶ τέκνα, ἄλλος οἰκίας, ἕτερος ἀγρούς, οἱ πάντες τὸ μεῖζον πάντων, τὰ θελήματα; ὅπερ ἐστὶ δυσκατόρθωτον ἐν ἀνθρώποις.

Διότι κἂν νηστείαν ἐπιτεταμένην εἴποι τις, κἂν ἀγρυπνίαν, κἂν χαμευνίαν, κἂν ἀλουσίαν, κἂν μόνωσιν, κἂν ὁτιοῦν ἄλλο τῶν θείων σπουδασμάτων, αὐτεξουσίῳ θελήματι γίνεται τοῦ κατεργαζομένου. Τὸ δὲ αὐτεξουσίῳ θελήματι γινόμενον, κἂν φύσει βαρύ ἐστιν, ἀλλ’ οὖν τῷ θελήματι εὐμαρῶς διανύεται. Τὸ δὲ ἐν ἐκκοπῇ τοῦ θελήματος πραττόμενον, εἰ καὶ δόξειεν εἶναι κοῦφον, ὅμως δυσχερῶς διαπράττεται. Ὅπερ αἱματεκχυσίαν οἱ ἅγιοι πατέρες ἡμῶν ὡρίσαντο· καὶ τὸ κατόρθωμα τοῦτο οὐδενός ἐστιν ἄλλου ἢ μόνου τοῦ ἀληθινῶς ὑποταττομένου, ὃς καὶ δύναιτ’ ἂν εἰπεῖν σὺν τῷ Ἀποστόλῳ· «Ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός·» ἐφ’ ὅσον γὰρ τῷ ἰδίῳ θελήματι οὐ ζῇ, διὰ μέσου τοῦ καθηγουμενικοῦ θελήματος, ζῇ τῷ Θεῷ, Ἀλλὰ καὶ μιμητής ἐστιν αὐτοῦ τοῦ εἰπόντος· «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.» Ὁρᾶτε οἷον τὸ ὕψος τῆς πολιτείας; Οὐ χριστομίμητον; οὐκ ἀποστολικόν; Μήτι ἐγὼ κολακεύων ὑμᾶς εἰμι; Αὐτὴ ἡ ἀλήθεια μαρτυρεῖ τὸ ἀψευδὲς τοῦ λόγου.

Εἰ δὲ ὅτι οὐκ ἀνάπτουσιν ἐγκώμια τοῖς οὕτω τελειουμένοις οἱ ἄνθρωποι, οὐ παρὰ τοῦτο ἐλαττονοῦται αὐτῶν ἡ δόξα, ὅτι μηδὲ καθὸ ἄνθρωπος βλέπει, οὕτω καὶ Θεός· ἀλλ’ ἄλλο μὲν τὸ τοῦ Θεοῦ κρῖμα, ἕτερον δὲ τὸ τῶν ἀνθρώπων· καὶ πολλάκις ὁ ἀφανὴς τῶν δοκούντων ἐπιφανῶν εἶναι ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεως περιδοξότερος ὀφθήσεται· ἐπεὶ καὶ γέγραπται· «Ἔσονται οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι.» Οὐκοῦν χαίρετε καὶ τρέμετε· τὸ μὲν διὰ τὴν δωρεὰν τοῦ Θεοῦ· τὸ δὲ διὰ τὴν περιτροπὴν τοῦ νοός· ὅτι οὐκ εἰς τὸ ἀεὶ αὐτοὶ διαμένομεν. «Καὶ κατανοῶμεν, ἀποστολικῶς εἰπεῖν, ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων,» μὴ ἐκκακοῦντες τὴν κοπὴν τοῦ θελήματος, περὶ οὗ ὁ πᾶς λόγος· μηδὲ ἐκλυόμενοι ἐν ταῖς διακονίαις, ἀλλὰ νευρούμενοι μᾶλλον τῇ προθυμίᾳ, «ἀλλήλων ἀνεχόμενοι,» ἀλλήλων τὰ βάρη βαστάζοντες, ὡς ὁμάδελφοι, ὡς σύμψυχοι, ὡς ὁμόσωμοι. Καὶ οὕτως ἐναθλοῦντες ἡμέραν ἐξ ἡμέρας καὶ τελοῦντες τὸν δρόμον ὑμῶν, «κομιεῖσθε τὸν ἀμαράντινον στέφανον τῆς δόξης,» εὖ οἶδα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΚΘʹ ΟΤΙ ΧΡΗ ΔΙ’ ΕΠΙΜΟΝΟΥ ΠΡΟΣΟΧΗΣ ΑΝΤΑΓΩΝΙΖΕΣΘΑΙ ΠΡΟΣ ΤΟΥΣ ΑΟΡΑΤΟΥΣ ΕΧΘΡΟΥΣ ΚΑΙ ΠΕΡΙ ΤΟΥ ΕΚΠΕΦΕΥΓΕΝΑΙ ΤΗΣ ΤΩΝ ΑΙΡΕΤΙΚΩΝ ΚΟΙΝΩΝΙΑΣ Ἀδελφοὶ καὶ πατέρες, βραχὺς ἡμῖν ὁ λόγος τῆς παρακλήσεως πενομένοις ἔργῳ τε καὶ λόγῳ· ἀλλ’ ὅμως ἀναγκαῖον παρακαλεῖν ὑμᾶς καὶ διεγείρειν πνευματικῶς, ὅση δύναμις. Εἰ γὰρ οἱ ἐν σταδίῳ τρέχοντες χρῄζουσι τῆς τῶν συνεπομένων ὑποφωνήσεως, καὶ εἰ οἱ ἐν πολέμοις ἀγωνιζόμενοι δέονται τῆς τῶν συμμαχούντων προθυμοποιήσεως· πολλῷ μᾶλλον ὑμεῖς οἱ πρὸς τοὺς ἀοράτους ἐχθροὺς τὸν πόλεμον ἐπανῃρημένοι ἐπιδεεῖς ἐστε παρακλητικοῖς λόγοις ἐπαλείφεσθαι, καὶ καταρτίζεσθαι τῷ πνεύματι· οἷς καὶ ἡ πάλη οὐκ ἐν μιᾷ ἡμέρᾳ, ἀλλὰ διὰ παντὸς τοῦ βίου· καὶ νικῶσι μὲν στέφανος ἀφθαρσίας ἀνεκλάλητος· ἡττωμένοις δὲ ὄνειδος αἰσχύνης ἀπεράντου. Ἀλλὰ μήποτε τοῦτο πάθοιμεν, ἀδελφοὶ, μηδὲ καταισχυνθείημεν ἀπὸ τῆς προσδοκίας ἡμῶν· ἀλλὰ δι’ ἐπιμόνου προσοχῆς καὶ ἀνενδότου ἀνταγωνίσεως ἀπενεγκοίμεθα σὺν Θεῷ κατὰ τοῦ διαβόλου τὰ νικητήρια. Ἴστε γὰρ ὅτι καὶ οἱ σαρκικῶς πολεμοῦντες ὅλως εἰσὶ διεγηγερμένοι. Φασὶ γὰρ ἠλλοιῶσθαι αὐτῶν τὰ πρόσωπα, καὶ ἄλλους ἀντ’ ἄλλων φαίνεσθαι τῷ τε λελογισμένῳ θυμῷ καὶ τῇ μονοτονίᾳ τοῦ νοός.

Οὐδὲ γὰρ ἐπιμιμνήσκονται κατὰ τήνδε τὴν ὥραν οὐ γυναικός, οὐ τέκνων, οὐ γονέων, οὐκ ἀδελφῶν, οὐκ ἄλλου τινὸς οὐδενὸς τῶν ἁπάντων· ἀλλὰ καὶ νοῦς αὐτοῖς καὶ διάνοια καὶ σῶμα τῷ πολέμῳ παρίσταται· τὸν αὐτὸν δὴ τρόπον ὀφείλομεν καὶ ἡμεῖς κατὰ τὸν ἔσω ἄνθρωπον διατίθεσθαι, καὶ μηδεμίαν πτόησιν ἔχειν πρὸς τοὺς ὑπεναντίους· ἀλλὰ θήγειν τῇ προθυμίᾳ καὶ ζέειν τῷ πνεύματι, ὡς καλοὶ στρατιῶται Χριστοῦ. Οὕτω γὰρ ὁρῶντες ἡμᾶς οἱ ἀντιμαχόμενοι ὑποχωροῦσι προσβάλλειν· ἐπὰν δὲ ἴδωσιν ὑποφόβους καὶ ἐκλελυμένους, τηνικαῦτα τείνοντες τὰ τόξα τιτρώσκουσιν ἡμῶν τὴν ψυχὴν τοῖς ἐκτόποις λογισμοῖς, ὡς βέλεσιν. Ἀλλ’ οὐδ’ οὕτως ἀπογνωστέον, ἀλλὰ πάλιν ὑγιαστέον διὰ μετανοίας, καὶ πάλιν πολεμητέον, καὶ τοῦτο εἰσαεί. Τοιοῦτος γὰρ ὁ ἀόρατος πόλεμος ὁ ἐπὶ πάσης ἐκκεχυμένος τῆς οἰκουμένης. Καὶ εἰ βούλεσθε, ἄρατε τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν, καὶ ἴδετε τὴν ὑπ’ οὐρανὸν πεπληρωμένην τῶν τοιούτων τραυμάτων. Οὐδὲ γὰρ ἀπίστους μόνον καὶ αἱρετικοὺς, οὐδὲ πόρνους τε καὶ μοιχοὺς, καὶ τοὺς τὰ ὅμοια ἐνεργοῦντας ἀνοσιουργήματα ὑπὸ τὴν ῥομφαίαν αὐτοῦ τίθησιν ὁ δράκων· ἀλλὰ καὶ τοὺς ἀδιαφόρως καὶ κοινωνικῶς πρὸς αὐτοὺς ἔχοντας, εἴπερ ἀληθὴς ὁ λόγος· «Ὁ ἁπτόμενος πίσσης μολυνθήσεται, καὶ ὁ κοινωνῶν ὑπερηφάνῳ ὁμοιωθήσεται αὐτῷ.»

Ἐφ’ ᾧ καὶ τανῦν ἐγκαλούμεθα, διότι τινὰ τῶν ὑποκρινομένων ὀρθοδοξεῖν, κοινωνοῦντα δὲ τῇ αἱρέσει μέχρι παντὸς, ἀπηγορεύσαμεν ὑπὸ ὀρθοδόξου ἐν ἱεροῖς μνημοσύνοις ἀναφέρεσθαι κατὰ τὴν θείαν μυσταγωγίαν. Εἰ μὲν γὰρ προέφθασε, κἂν ἐν τῷ θανάτῳ, δι’ ἐξομολογήσεως τυχεῖν τῶν ἁγιασμάτων, ἦν ἂν ὑπὲρ αὐτοῦ ἀναφορὰν ποιεῖσθαι τὸν ὀρθόδοξον. Ἐπεὶ δὲ κοινωνῶν τῇ αἱρέσει ἀπεβίω, πῶς δυνατὸν ἐντετάχθαι τὸν τοιοῦτον ἐν ὀρθοδόξῳ κοινωνίᾳ; Καὶ γοῦν φησιν ὁ ἱερὸς Ἀπόστολος· «Τὸ ποτήριον τῆς εὐλογίας, ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστιν; τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν; ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.» Οὐκοῦν κατὰ τὸ ἀνάλογον καὶ ἡ κοινωνία τοῦ αἱρετικοῦ ἄρτου καὶ τοῦ ποτηρίου τῆς ἀντικειμένης μερίδος ἐστίν· καὶ τὸ ἓν σῶμα ἠλλοτριωμένον Χριστοῦ τοὺς ἐπικοινωνοῦντας ἀπεργάζεται· ἐπεὶ μηδεμία «Κοινωνία φωτὶ πρὸς σκότος, οὐδὲ μετοχὴ δικαιοσύνης καὶ ἀνομίας, οὐδὲ μερὶς πιστῷ μετὰ ἀπίστου, οὐδὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων·» καθὼς ἀλλαχοῦ ὁ αὐτὸς ἐξεβόησεν.

Ἀλλ’ ὑπὲρ μὲν τῶν τοιούτων θρηνητέον, καὶ προσευκτέον ὑπὲρ τῶν ἔτι ζώντων ἐκπεφευγέναι αὐτοὺς τῶν τοῦ διαβόλου βρόχων· ὑπὲρ ἑαυτῶν δὲ εὐχαριστητέον, «Ὅτι εἵλετο ἡμᾶς ὁ Θεὸς ἀπ’ ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος, καὶ πίστει ἀληθείας,» εἰς τὸ δουλεύειν αὐτῷ ἐν ὀρθοδόξῳ πίστει μέχρι τῆς παρούσης ὁμολογίας· ἣν καὶ ἀμώμως καὶ ἀκαταγνώστως ἐκτελέσαντας ἀξιώσειε τῆς ἐπουρανίου αὐτοῦ βασιλείας, ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΛʹ ΠΕΡΙ ΜΝΗΜΗΣ ΘΑΝΑΤΟΥ ΚΑΙ ΠΕΡΙ ΠΑΡΘΕΝΙΑΣ Ἀδελφοὶ καὶ πατέρες, ἄλλων μὲν ἄλλοι καιροὶ διορίζονται· ἄλλος γὰρ καιρὸς σπόρου, καὶ ἕτερος θέρους· ἄλλος καιρὸς εἰρήνης, καὶ ἕτερος πολέμου· ἄλλος καιρὸς πραγματείας, καὶ ἕτερος ἀπραξίας.

Ἐπὶ δέ γε τῆς κατὰ ψυχὴν σωτηρίας πᾶς καιρὸς ἐπιτήδειος· καὶ πᾶσα ἡμέρα δεξιά, εἴ γε βουλοίμεθα. Οὐκοῦν ἀεικίνητοι ὦμεν πρὸς τὰ καλά, εὐκίνητοι, νεόκτιστοι, εἰς ἔργον προάγοντες τὰ λεγόμενα. «Οὐ γὰρ οἱ ἀκροαταὶ, φησὶ, τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται.» Εἴτε οὖν πόλεμος ἀόρατος πάρεστι, πολεμητέον εὐψύχως, καὶ διωκτέον, σὺν Θεῷ, τοὺς ἐπανισταμένους ἡμῖν δαιμονιώδεις λογισμούς, ὡς ἂν μὴ ἐγχρονίζοντες θάνατον ἡμῖν κατεργάσωνται· εἴτε θερισμός ἐστι πνευματικὸς, θεριστέον προθύμως καὶ συνακτέον εἰς τὰς πνευματικὰς ἀποθήκας τὰ ἐφόδια τῆς αἰωνίου ζωῆς, ὡς ἂν μὴ λιμοκτονηθῶμεν αἰωνίως. Καιρὸς ἀεὶ προσευχῶν, καιρὸς δακρύων, καιρὸς καταλλαγῆς πταισμάτων, καιρὸς ἁρπαγῆς βασιλείας οὐρανῶν. Τί οὖν λοιπὸν μέλλομεν; τί δὲ ὑπερτιθέμεθα; τί δὲ ἀναβαλλόμεθα ἡμέραν ἐξ ἡμέρας τὴν διόρθωσιν; «Οὐχὶ παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου;» Οὐχὶ ἀναρίθμητοι οἱ καθ’ ἑκάστην ἐξοδεύοντες; Οὐχὶ οἱ τάφοι ἀνοιγόμενοι θριαμβεύουσιν ἡμῶν τὴν ἐλεεινὴν φύσιν; Οὐχὶ ἡ γῆ ὑποδεχομένη τὰ συγγενῆ σώματα; Μήτι ἡμεῖς ἐπιμενοῦμεν ἕως τέλους; Οὐκ ἐννοοῦμεν πόσον πλῆθος τῆς καθ’ ἡμᾶς ἀδελφότητος, ἵνα τοῦτο μόνον εἴπω, ἀπελήλυθε; Ποῦ ποτέ εἰσιν οἱ μακάριοι πατέρες ἡμῶν; ποῦ δὲ οἱ ἀδελφοὶ οἵτε πνευματικοὶ καὶ σαρκικοί; ποῦ δὲ οἱ ὁμόχωροι; οἱ ἕταιροι; οἱ συμψάλται;

Οὐχὶ μόναι αἱ σχέσεις αὐτῶν εἰσιν ἐν ἡμῖν ὀρφαναὶ τῶν πραγμάτων; Ἀλλ’, ὡς ἔοικεν, ἐπιλήσμονές ἐσμεν τῶν ὑποσχέσεων. Ὁπηνίκα μὲν γὰρ ἐπισταίη θάνατός τινος ἀδελφοῦ ἢ πατρός, εὐθὺς εἰς συναίσθησιν ἐρχόμεθα, εἰς κατάνυξιν, εἰς ὀρθοπόδησιν. Ἐπὰν δὲ μικρὸς παριππεύσῃ χρόνος, ἐπιλελήσμεθα καὶ τῶν συνθηκῶν καὶ τῆς κατανύξεως. Ἀλλ’ οὐχ οὕτως οἱ ἅγιοι τοῦ Θεοῦ, οἵ γε πάντα τὸν βίον μελέτην θανάτου ποιούμενοι, καθ’ ἡμέραν ἀπέθνησκον· καὶ ἰδοὺ ἔζων. Καθ’ ἡμέραν ἐσταυροῦντο τῷ κόσμῳ ἀποστολικῶς· καθ’ ἡμέραν ἐξεδήμουν τῇ διαθέσει πρὸς Θεὸν ζῶντες τὴν ὄντως μακαρίαν καὶ ἐπέραστον ζωήν. Οὐ φοβεῖ ὑμᾶς τὸ ὑπόδειγμα τῶν δέκα παρθένων; «Ἰδοὺ, φησὶν, ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ.» Καὶ αἱ μὲν φρόνιμοι ὑπήντησαν μετὰ φαιδρῶν τῶν λαμπάδων, αἳ καὶ συνεισῆλθον εἰς τοὺς γάμους· αἱ δὲ μωραὶ ὀψισθεῖσαι διὰ τὴν ἐρημίαν τῶν ἀγαθῶν ἔργων ἐβόων λέγουσαι· «Κύριε, Κύριε, ἄνοιξον ἡμῖν· ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν· οὐκ οἶδα ὑμᾶς.» Καὶ ἐπάγει· «Γρηγορεῖτε οὖν ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐκείνην.» Γρηγορητέον οὖν καὶ διυπνιστέον τὴν ψυχὴν νήφειν, κατανύσσεσθαι, ἁγνίζεσθαι, καθαίρεσθαι, φωτίζεσθαι, ὡς ἂν μὴ αἰφνιδίως ἐπιστὰς ὁ θάνατος ἀποκλείσῃ καθ’ ἡμῶν, καὶ οὐδεὶς ὁ ἀνοίξων ἢ βοηθήσων. Διὸ προφθάσωμεν πάντες ἑτοιμάσαι τὰ ἔργα τῆς ἐξόδου φίλα Θεῷ.

Ὁ ὀκνηρὸς διεγειρέσθω· ὁ δυσήκοος εὐηκοείτω· ὁ ὑψαύχην ταπεινούσθω· ὁ σκληρυνόμενος μαλασσέσθω· ὁ ἄδακρυς κατανυσσέσθω· ὁ ἀνεξαγόρευτος ἐξαγορευέτω· ὁ ἀργὸς ἐργαζέσθω· οἱ πάντες τὰ πάντα κατορθοῦτε· προσθείην δ’ ἂν καὶ τοῦτο· ὁ φιλογύναιος συστελλέσθω. Τί τοῦτο; εἰς τὸ μὴ συναυλίζεσθαι ἐπὶ πολὺ καὶ συνδιατρίβειν γυναιξὶν, ἐξ οὗ ἀνάπτεται πῦρ ἁμαρτίας. Καὶ ἀκούσωμεν τῆς γραφῆς λεγούσης· «Ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; ἢ περιπατήσει τις ἐπ’ ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύσει; Οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον.» Γυνὴ δὲ ὕπανδρός ἐστι καὶ ἡ παρθένος, ἤτοι ἡ μονάζουσα, ἀλλὰ καὶ ἡ χήραν ἑαυτὴν καθομολογησαμένη, ὧν νυμφίος ὁ Κύριος τῆς δόξης. Ἀλλὰ ταῦτα μὲν πρὸς τοὺς ὧδε κἀκεῖσε διεσπαρμένους, διὰ τὸ αὐθαιρέτως ζῆν, καὶ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις, οὐ συνιέντας ὅτι καὶ ὀφθαλμὸν σκανδαλίζοντα ἐξελεῖν ὁ Κύριος προσέταξεν, μὴ ὅτι γε τοὺς ἄλλως ἔχοντας. Πρὸς δὲ ὑμᾶς ἐκεῖνο ἔχω λέγειν· ὀφείλομεν ἡμεῖς οἱ δυνατοὶ, τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ τύπος προκεῖσθαι ἀγαθοεργίας τοῖς ἐνδιαστρόφοις· ὅπερ χάριτι Θεοῦ καί ἐστε, ἀλλὰ καὶ ἔτι εἴητε ἐλέει Θεοῦ, καὶ σώζοισθε ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΛΑʹ ΚΑΤΗΧΗΣΙΣ ΡΛΑʹ ΠΕΡΙ ΤΗΣ ΕΝΘΕΟΥ ΠΟΛΙΤΕΙΑΣ ΚΑΙ ΜΑΚΑΡΙΑΣ ΔΙΑΓΩΓΗΣ ΗΜΩΝ Ἀδελφοὶ καὶ πατέρες, ἐν μὲν τοῖς προλαβοῦσιν ἄλλως προήχθην ὑμῖν διαλεχθῆναι· νῦν δὲ κατ’ ἐρώτησιν προάγω τὸν λόγον.

Καὶ δὴ πυνθάνομαι περὶ τοῦ προκειμένου ἡμῖν ἀγῶνος τῆς ἀσκήσεως· τί λέγετε, ἀδελφοί; Ἔχομεν τὸ ζητούμενον; ἐπελαβόμεθα τῆς αἰωνίου ζωῆς; ἐπιτυγχάνομεν τῆς σωτηρίου ἐλπίδος; ἢ μήτι διαμαρτάνομεν ἄρα τοῦ προσήκοντος; Ἐγὼ μὲν οὖν, ὅσον ἐκ τοῦ φαινομένου, οὐδὲν ὑμᾶς δοκῶ ἐλλελεῖφθαι τῶν ὑποτακτικῶν θεσμῶν τε καὶ κανόνων· ὅπερ ἐστὶ κεφάλαιον τῆς σωτηρίας ὑμῶν. Εἴη δὲ καὶ κατὰ τὸ κρυπτόμενον σώους ὑμᾶς καὶ ἀπήμονας διαφυλάττεσθαι, ὡς ἂν δι’ ὑμῶν κἀγὼ ὁ ταπεινὸς τύχοιμι ἐλέους. Καί γε δῶμεν δόξαν τῷ Θεῷ ἀμφότεροι, ὅτι κατηξιώθημεν τὴν ἀγαθὴν μερίδα ἐκλέξασθαι, καὶ οἷον παρακαθέζεσθαι παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἀκούειν τῶν λόγων αὐτοῦ. Ἄλλοι μὲν οὖν μεριμνῶσι καὶ τυρβάζουσι περὶ πολλά· τουτέστι, περὶ γυναικὸς καὶ τέκνων, περὶ κτημάτων τε καὶ χρημάτων· ἡμῖν δὲ μία μέριμνα, πῶς ἀρέσομεν τῷ Κυρίῳ. Ἄλλοι στρατεύονται τῷ κάτω Καίσαρι, καὶ τοῖς τοῦ Καίσαρος ἐπιτάγμασι δουλεύειν ἐκ παντὸς τρόπου μέχρις αἵματος καταναγκάζονται· ἡμῖν δὲ αὐθαίρετος ἡ στρατεία, σὺν πάσῃ ἐλευθερίᾳ ποιοῦσι τὰ ἐντάλματα τοῦ παμβασιλέως Χριστοῦ, καὶ μετὰ τὴν στρατείαν ἐπηγγελμένοις βασιλείαν ἀσάλευτον παραλαμβάνειν.

Ἄλλοι στέλλονται ὁδὸν μακράν τε καὶ χαλεπὴν ἐπὶ κέρδει βραχεῖ τε καὶ ἐπικήρῳ· ἡμῖν δὲ πάρεστιν «ἐν τῷ οἴκῳ τοῦ Θεοῦ πορεύεσθαι ἐν ὁμονοίᾳ,» νύκτωρ καὶ μεθ’ ἡμέραν τὰς ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι ἀναφέρειν· κἀντεῦθεν κερδαίνειν οὐ χρυσίον ἀπολλύμενον, ἀλλὰ θησαυρὸν ἀσύλητον καὶ αἰώνιον. Κἄν τι λυπηρὸν καὶ ἀγωνιστικὸν πρόσεστιν εἴτε αἰσθητῶς εἴτε ἀοράτως (καὶ γὰρ πρόσεστιν)· ἀλλ’ ὅμως καὶ τοῦτο, ὅτι διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ τὴν ἐλπίδα, ῥᾷστον ἡμῖν χαίρουσιν ἐν τῇ θλίψει, καὶ πλατυνομένοις ἐν τῇ στενοχωρίᾳ. Τοιοῦτος γὰρ ὅδε ὁ βίος, κἀν τοῖς λυπηροῖς πρὸς ἑαυτὸν ἐφέλκων τοὺς νοῦν ἔχοντας. Τίς οὐκ ἀγαπᾷ καὶ στέργει τοὺς γονέας; ἀλλ’ ὅμως ἐξ ἀγάπης Θεοῦ τούτους καταλιμπάνοντες οἱ υἱοὶ τῶν ἀνθρώπων ὧδε συνελαύνονται.

Τί συζυγίας συναπτικώτερον; εἴπερ οἱ δύο σάρξ εἰσι μία, κατὰ τὸν τοῦ Κυρίου λόγον· ἀλλ’ ὅμως καὶ τούτους ἡ εὐαγγελικὴ μάχαιρα τέμνουσα ὧδε παραπέμπει. Ἐνταῦθα καὶ δυνάστης τὴν δυναστείαν ἀποβάλλεται, καὶ πλούσιος τὸν πλοῦτον σκυβαλίζει, καὶ πτωχὸς τῆς πενίας ἐπιλανθάνεται, καὶ ὀρφανὸς τῆς ὀρφανίας ἀπαλλάττεται· προσθείην δ’ ἂν καὶ βασιλεὺς τὴν πορφυρίδα ἀποτιθέμενος τούτοις συναρίθμιος γίνεται· ὁμότιμον γὰρ τὸ σῶμα τοῦ Χριστοῦ, καὶ κοινὸς ὁ λιμὴν τῆς σωτηρίας. Ἀμέλει καὶ ὁπόταν θάνατος συμβῇ, οὐ κατὰ τοὺς φιλοζώους θρῆνοι καὶ κοπετοὶ γίνονται· ἀλλ’ ἐν εἰρήνῃ ἡ ταφὴ τοῦ κεκοιμημένου ἔσται· οὔτε γὰρ γυνὴ ἐπιβοᾶται, οὔτε παῖδες ἐπιτρύζουσιν, οὔτε συγγενεῖς κλαυθμυρίζονται τοῦτο κἀκεῖνο ἀνακαλούμενοι· ἀλλὰ μετ’ εὐφροσύνης ἡ ἔξοδος, καὶ μετ’ ἐλπίδος χρηστῆς ἡ ἀπαγωγή. Κἄν τι δέῃ δακρῦσαι, καὶ ταῦτα ἐννόμως διὰ φιλίαν πνευματικὴν τοῦ ἐκδεδημηκότος· ἐπεὶ καὶ ὁ Κύριος ἡμῶν ἐδάκρυσεν ἐπὶ Λαζάρῳ, τὸ τῆς φύσεως ἐπιδεικνύμενος. Τίς οὖν ἄλλος βίος παρὰ τοῦτον μακαριώτερος ἐξ αἰῶνος; ἢ ποία πολιτεία παρὰ τὴν ζωὴν ταύτην συνάπτουσα εἰς Θεὸν ἐφανερώθη; Οὐκοῦν εὔκαιρόν ἐστιν εἰπεῖν δαυιτικῶς· «Ὧδε ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος.»

Διὸ, ἀδελφοὶ, χαίρωμεν καὶ συγχαίρωμεν ἀλλήλοις· εὐχαριστῶμεν καὶ ὑπερευχαριστῶμεν· ἀγαπῶμεν καὶ ὑπεραγαπῶμεν τὸν ἀγαθὸν Θεὸν ἡμῶν, ὅτι ἐκάλεσεν ἡμᾶς ἀπὸ σκότους εἰς φῶς, ἀπὸ ἀτιμίας εἰς δόξαν, ἀπὸ ἀφανείας εἰς ἐμφάνειαν. Ἴστε γὰρ ἕκαστος ὅθεν ὥρμηται, καὶ παρά τινων ἔφυ, καὶ οἵοις νῦν ἀνεκράθη, καὶ ὧν καλεῖται ἀδελφὸς, καὶ μεθ’ ὧν συναυλίζεται. Λέγω δὴ καὶ ἐπὶ τῶν ἔξω προσώπων. Καί γε ταῦτα προοίμια τῶν μελλόντων ἐπαγγελιῶν· ὡς ἐὰν τελείως τελέσωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα ἐναθλοῦντες τῇ ὑποταγῇ ἀδιασπάστως, φέροντες τοὺς καρποὺς τῆς ὑπακοῆς, ὡς ἐν παραδείσῳ, προθυμούμενοι πρὸς τὰς διακονίας, εἰς πᾶν ὁτιοῦν καλὸν ἐναγωνιζόμενοι, κατὰ τοὺς κειμένους ἡμῖν ὅρους καὶ νόμους τῆς ὑποταγῆς, εὑρήσομεν ἐπὶ τέλει «Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε· καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Ὧν καὶ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΛΒʹ ΠΕΡΙ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΟΥ ΑΔΕΛΦΟΥ ΓΡΗΓΟΡΙΟΥ ΚΑΙ ΤΟΥ ΠΑΡΕΣΚΕΥΑΣΘΑΙ ΗΜΑΣ ΑΕΙ ΠΡΟΣ ΤΗΝ ΕΞΟΔΟΝ Ἀδελφοὶ καὶ πατέρες, πυκνάζουσιν αἱ ἀγγελίαι τοῦ θανάτου μακρόθεν τε καὶ ἐγγύθεν ἐξακουόμεναι ἡμῖν ἐν τῷ παρόντι καιρῷ, καὶ μάλιστα τῶν πνευματικῶν ἡμῶν ἀδελφῶν καὶ πατέρων. Καὶ γοῦν ἀπολέλοιπεν ἡμᾶς πρὸς τοῖς ἄλλοις καὶ ὁ ἀδελφὸς Γρηγόριος, οὗ καὶ ὁ βίος ἐπαινετὸς καὶ τὸ τέλος μακαριστὸν, ἐν τῷ ὑπὲρ Χριστοῦ διωγμῷ τελειωθέντος. Τί οὖν ἐστι; Δεῖ πάντως καὶ ἡμᾶς μεταβῆναι ἐντεῦθεν, μικρούς τε καὶ μεγάλους, γέροντάς τε καὶ νέους· ἓν γὰρ τὸ ἐπὶ πᾶσιν ἐπιτίμιον τοῦ θανάτου, καὶ ὁ μὲν πρότερον, ὁ δὲ ὕστερον ἐκβιώσεται. Εἶτα οὐκ ἐνθυμούμεθα τί μέλλομεν ὑφίστασθαι, διαχωριζομένης τῆς ψυχῆς ἀπὸ τοῦ σώματος; Πῶς γοῦν οἴσομεν τὴν ἐπιστασίαν τῶν ἀγγέλων, εἴπερ μὴ ἐνδεδύμεθα τὰ ὅπλα τοῦ φωτός; πῶς δὲ ὁδεύσομεν τὴν ὁδὸν ἐκείνην, εἰ μὴ τὰ ἐφόδια τῆς αἰωνίου ζωῆς συναποφερόμεθα; πῶς ὑπερβησόμεθα τὸν ἄρχοντα τοῦ κόσμου τούτου, περὶ οὗ ὁ Κύριος εἴρηκεν· «Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν·» εἰ μὴ ἐλεύθεροι τῶν δουλοποιῶν παθῶν χρηματίζομεν; «Μακάριος, φησὶν, ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως· ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.» Ἴδε εὐκταιοτάτη φωνή. «

Ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει ὁ κύριός μου ἐλθεῖν· καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ τε καὶ πίνῃ μετὰ τῶν μεθυόντων· ἥξει ὁ Κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει· καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.» Οὐ φοβεῖ οὖν ἡμᾶς ἡ παραβολὴ αὕτη; οὐ τήκει τὰς σάρκας ἡ ἀπειλὴ αὕτη; Μὴ γὰρ μῦθοι ταῦτα καὶ διάκενοι λόγοι; Καὶ μὴν οὐκ ἐφικνεῖται λόγος τῆς πραγματικῆς ἀληθείας τῶν σημαινομένων. Οὔτε γὰρ ὁ κλαυθμὸς ἐκεῖνος κατὰ τὸν κλαυθμὸν τοῦτον, οὔτε ὁ βρυγμὸς τῶν ὀδόντων κατὰ τὸν βρυγμὸν τὸν τῇδε· ἀλλὰ τοσοῦτον τὸ διάφορον, ὅσον ὀνείρατα πρὸς ἀλήθειαν· ἐπεὶ καὶ τὸ πῦρ οὐ σβεσθήσεται ἐκεῖνο, δεῦρο δὲ σβέννυται· καὶ ὁ σκώληξ οὐ τελευτήσει, ἐνταῦθα δὲ τελευτᾷ.

Ἀλλὰ τίς ἐστιν ὁ συνιὼν καὶ ἐκζητῶν; τίς ὁ βλέπων καὶ ἀκούων; Ἔστι γὰρ καὶ βλέποντα μὴ βλέπειν καὶ ἀκούοντα μὴ ἀκούειν, ἔκ τε πεπωρωμένης ψυχῆς καὶ φιλοπαθοῦς καρδίας. Τίς ὁ τὸ μακαριζόμενον ὑπὸ τοῦ Κυρίου πένθος κεκτημένος, καὶ καθαίρων ἑαυτὸν καθ’ ἑκάστην ἡμέραν ἐκ τῶν ἐπισυμβαινόντων μολυσμῶν ἐντεῦθεν καὶ ἐντεῦθεν, ἀλλὰ μὴ ὑπερτιθέμενος τὴν κάθαρσιν εἰς τὴν αὔριον; «Ἀρκετὸν γὰρ, φησὶ, τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.» Τίς ὁ πόθῳ πόθον Θεοῦ συμβαλὼν, κἀντεῦθεν ἀπορρηγνύμενος πάσης προσπαθείας, καὶ μετὰ τοῦ Δαυὶδ λέγων· «Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου· ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.» Ὢ τῆς μακαρίας ἀπαθείας! τοιούτους ἡμᾶς χρὴ εἶναι, ὦ ἀδελφοί· οὕτως ἀπαιτεῖ ἡμᾶς ὁ λόγος παρεσκευάσθαι «ζέοντας τῷ πνεύματι,» «τεθωρακισμένους τῇ πίστει», ἐπτερωμένους τῇ ἐλπίδι, ἡτοιμασμένους πρὸς τὴν ἔξοδον. Διὸ, παρακαλῶ καὶ δέομαι, ὡς καθ’ ἡμέραν ἀποθνήσκοντες διακείμεθα, ἐκβιαζόμενοι ἑαυτοὺς, ὅση δύναμις· εἰδότες ὅτι βιαία ἐστὶν ἡ τῆς ἀρετῆς φύσις, ἀεὶ πρὸς τὸ ἄναντες ἕλκουσα, ὥσπερ ἡ κακία πρὸς τὸ κάταντες. Περιποιησώμεθα οὖν τὸ καθαρτικὸν δάκρυον· ὃ γεννᾷ συντριμμὸς καρδίας καὶ τεταπεινωμένον φρόνημα. Κτησώμεθα τοὺς ἁγίους ἀγγέλους φίλους τῇ ἀπαθεῖ ζωῇ, ὡς ἂν ἐν καιρῷ τῆς ἐξόδου ἐπιεικῶς ἀπενέγκωσιν ἡμᾶς πρὸς τὸν Δεσπότην.

Καὶ ταῦτα λέγω, οὐχ ὡς ἀγαθόν τι πεποιηκὼς, ἀλλ’ ὡς προθυμούμενος ποιεῖν σὺν ὑμῖν, ὡς ὀφειλέτης ὢν τοῦ λαλεῖν καὶ μὴ σιωπᾶν, ὡς ἀγαπῶν ὑμᾶς ἀγαπήσει Θεοῦ, ἵνα πάντες εὖ πράττοντες κληρονόμοι γενώμεθα ζωῆς αἰωνίου, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΛΓʹ ΠΕΡΙ ΤΗΣ ΣΩΤΗΡΙΩΔΟΥΣ ΕΞΑΓΟΡΕΥΣΕΩΣ ΚΑΙ ΟΤΙ ΧΡΗ ΚΑΘΟ ΕΚΑΣΤΟΣ ΕΛΑΒΕ ΧΑΡΙΣΜΑ ΜΕΤΑΔΙΔΟΝΑΙ ΕΤΕΡΟΙΣ Ἀδελφοὶ καὶ πατέρες, καὶ σιωπᾶν βούλομαι, καὶ λαλεῖν ἀναγκάζομαι· τὸ μὲν διὰ τὸ μὴ λυπεῖν ὑμᾶς, τὸ δὲ διὰ τὴν κελεύουσαν ἐντολήν. «Λάλει γὰρ, φησὶ, καὶ μὴ σιωπήσῃς· διότι ἐγώ εἰμι μετὰ σοῦ.» Εἰ γὰρ καὶ πρὸς τὸν Ἀπόστολον εἴρηται τοῦτο ὑπὸ τοῦ Κυρίου· ἀλλ’ ὅμως καὶ πᾶσι τοῖς προστατεῖν λαχοῦσιν ἁρμόδιος ὁ λόγος. Καὶ δὴ καὶ ὑμεῖς λαὸς Κυρίου, καὶ λαὸς ἡγιασμένος· προσθείην δ’ ἂν, καὶ πολὺς, εἴπερ πρὸς τὴν ὅλην ἀδελφότητα ἔστιν ἀποσκοπεῖν. Ἀλλὰ τί, ὅτι λελύπημαι ἐν ὑμῖν ἐν ταῖς παρούσαις ἡμέραις, καὶ λύπην οὐκ ἀνεκτήν; Ἐπιλέλοιπεν οὖν, ὡς ἔοικεν, ἡ ἐξαγόρευσις, τὸ μέγα καὶ σωτήριον κατόρθωμα. Καὶ εἰ μὲν ἑώρων ὑμᾶς ταύτῃ βελτίους γινομένους, ἔχαιρον ἂν ὡς πραγμάτων ἀπηλλαγμένος· οὐκ ὀλίγου γὰρ κόπου τὰ τῶν ἄλλων θεραπεύειν ἀρρωστήματα. Ἐπεὶ δὲ βλέπω ὑμᾶς εἰς τοὐναντίον περιτρεπομένους, ἐννοῶ τὸ αἴτιον. Πόθεν γὰρ, εἰπέ μοι, ἐν ὑμῖν αἱ παρρησίαι, καὶ αἱ ἐντεῦθεν τικτόμεναι ἀτοπίαι; Οὐχὶ ἐκ τοῦ μὴ ἐξαγορεύειν, ἀλλὰ συγκρύπτειν ἑαυτῶν τοὺς ὀλεθρίους λογισμούς; Καὶ γοῦν ἀρχή τις καὶ ῥίζα τῶν ἐν ἡμῖν ἁμαρτανομένων ὁ ἔκτοπος λογισμός· ὃς θριαμβευόμενος μὲν ἐλέει Θεοῦ φυγαδεύεται, κρυπταζόμενος δὲ κατὰ μικρὸν πρόεισιν εἰς τὰ τοῦ σκότους ἔργα.

Ἐντεῦθεν οἱ ψυχικοὶ θάνατοι· ἐντεῦθεν οἱ ἀπ’ ἀλλήλων διαχωρισμοί· ἐντεῦθεν οἱ προφασιστικοὶ λόγοι ἀγνοίας καὶ ἀπάτης. Μενοῦν γε, ὦ ἄνθρωπε, αὐτὰ τὰ κτήνη, οἷς οὐ πάρεστι λόγος, ἴσασιν ἀφ’ ἑαυτῶν διαφεύγειν τὴν βλαβερὰν ἐδωδήν· μὴ ὅτι γε ἄνθρωπος ὁ ἐξ αὐτοῦ τοῦ ἁγίου βαπτίσματος πᾶσαν εἴδησιν ἀγαθοῦ πεπλουτηκώς.

Σὺ δὲ οὐκ ἤκουσας τῆς γραφῆς λεγούσης· ὅτι ὁ Θεὸς «Ἀρχαίου κόσμου οὐκ ἐφείσατο· ἀλλ’ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξε, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας.» Οὐκ ἔμαθες ὅτι ὁ Κύριος «Πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων ἀσεβεῖν τεθεικώς.» Οὐκ ἐπηκροάσω πολλάκις τοῦ Ἀποστόλου βοῶντος· «Μὴ πλανᾶσθε· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε πλεονέκται οὔτε κλέπται οὔτε μέθυσοι οὐ λοίδοροι οὐχ ἅρπαγες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι.» Πῶς οὖν ὁ ταῦτα ἀκηκοὼς λέγεις ἠγνοηκέναι τὸ κακόν;

Σκῆψις ταῦτα καὶ πρόφασις. Ἀλλὰ τί πάθω καὶ πρὸς τοὺς διδασκάλους τῶν τοιούτων; Δέον νουθετεῖν καὶ ἀσφαλίζεσθαι καὶ τῇ οἰκείᾳ πείρᾳ ὑποστηρίζειν τὸν μαθητευόμενον, ὡς ἂν ἡ ἐκείνου σωτηρία διαβαίνῃ ἐπὶ τὴν τοῦ διδασκάλου δόξαν· οἱ δὲ κενὸν ὄνομα φέρουσι τὴν πρᾶξιν οὐκ ἔχοντες. «Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς,» εἰς τὰ τῶν ἁγίων πατέρων ἡμῶν ὑποδείγματα· μᾶλλον δὲ, ἵν’ οἰκειότερον εἴπω, ἴδετε ἐπὶ τῆς ἡμετέρας ἀδελφότητος τὸ λεγόμενον· ἡλίκον ἐξειργάσατο ὁ ἀββᾶς Δωρόθεος τὸν μακάριον Γρηγόριον· ἡλίκον ὁ ἀββᾶς Ἀρσένιος τὸν τρισμακάριστον Θαδδαῖον· ἡλίκον ὁ ἀββᾶς Λουκιανὸς τὸν ἀοίδιμον Ἰάκωβον· ἡλίκως οἱ λοιποὶ τοὺς λοιποὺς, ἵνα μὴ μακρὸν ἀποίσω λόγον. «Τῷ ἔχοντι, φησὶ, δοθήσεται, καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ.» Οὐ φοβεῖσθε τὴν ἀπειλήν; οὐ τρέμετε ὃν τρέμουσι τὰ σύμπαντα; Διὸ παρακαλῶ καὶ δέομαι· «ἕκαστος, καθ’ ὃ ἔλαβε χάρισμα,» τὴν διακονίαν αὐτοῦ πληροφορείτω, καὶ πάντα ὡς ὑπ’ ὄψιν Κυρίου πραττέτω.

Μήτις πρὸς τὸ ἑξῆς ἀνεξαγόρευτος· μήτις ἀργὸς καὶ παρειμένος· μηδ’ αὖ ἀκρατὴς βρώματι ἢ πόματι, ἐξ ὧν τίκτονται τὰ πάθη· μήτε μὴν θορυβοποιὸς καὶ λογομάχος, ἐξ ὧν συνταράσσεται ἀδελφότης. Τολμᾷς σὺ ὅλως μετὰ λαϊκοῦ συναίρειν λόγον μαχίμως καὶ ἰσοπαλεῖν ἐν ταῖς πονηραῖς διαλέξεσιν;

Οὐκοῦν οὐκ εἶ μοναχὸς, ἀλλὰ κακοποιός· οὐδὲ υἱὸς εἰρήνης, ἀλλὰ τέκνον ὀργῆς. Καὶ ταῦτα τίνες; οἱ νέοι καὶ μηδὲ τοῦ γρύζειν ὄντες ἄξιοι. Ὅμως «Ὀφείλομεν ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν.

Ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω, εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν. Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ’ ἐμέ.» Τοίνυν ὀνειδισθῶμεν καὶ ἡμεῖς μετὰ Χριστοῦ καὶ διὰ Χριστὸν, καὶ πάντα καθ’ ὑποτύπωσιν τῆς ἐκείνου πολιτείας ἐπειχθῶμεν διαπράττεσθαι, ὡς ἂν εὐαρεστοῦντες ἐνώπιον τοῦ Θεοῦ, τύχωμεν βασιλείας οὐρανῶν, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΛΔʹ ΠΕΡΙ ΤΟΥ ΜΗ ΞΕΝΟΠΑΘΕΙΝ ΕΝ ΤΑΙΣ ΠΑΡΑ ΤΟΥ ΚΑΘΗΓΟΥΜΕΝΟΥ ΕΠΙΠΛΗΞΕΣΙ ΚΑΙ ΟΤΙ ΔΙΑ ΠΟΛΛΩΝ ΘΛΙΨΕΩΝ ΔΕΙ ΗΜΑΣ ΕΙΣΕΛΘΕΙΝ ΕΙΣ ΤΗΝ ΒΑΣΙΛΕΙΑΝ ΤΩΝ ΟΥΡΑΝΩΝ Ἀδελφοὶ καὶ πατέρες, τῆς θεοπνεύστου γραφῆς λόγος ἐστὶν οὗτος· «Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ· οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσί με.» Καὶ σημεῖον τῆς ἀγάπης ἐπιδείκνυσι λέγων· «Ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει.» Ἐπεὶ οὖν κἀγὼ ὁ ταπεινὸς εἰς τοῦτο ὑμῖν κατεστάθην, ἀναγκαίως ἐν τῇ προλαβούσῃ κατηχήσει ἐπέπληξα ὑμᾶς, «Οὐχ ἵνα λυπηθῆτε, (τολμῶ τὸ τοῦ Ἀποστόλου φθέγξασθαι·) ἀλλ’ ἵνα γνῶτε τὴν ἀγάπην, ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς,» συλλυπούμενος ἐπὶ τῇ θλίψει ὑμῶν, καὶ συνηδόμενος ἐπὶ τῇ χαρᾷ ὑμῶν. Πρὸς τίνα γὰρ καὶ ἀπίδω ἕτερον, ἢ ὑπὲρ τίνος λυπηθήσομαι ἢ χαρήσομαι, ἀλλ’ οὐχ ὑπὲρ ὑμῶν;

Ὑμεῖς γάρ μου καὶ ἀδελφοὶ καὶ τέκνα καὶ πατέρες, φίλοι καὶ συγγενεῖς, ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανος, καὶ ὅ τι ἂν ἄλλο ἔστιν εἰπεῖν οἰκειότητος ὄνομα. Μαρτυρῶ δὲ καὶ ὑμᾶς ὡσαύτως ἔχειν, καὶ μήτε πρὸς γονέας, μήτε πρὸς ἀδελφούς, μήτε πρὸς γένος, μήτε πρὸς πατρίδα, μήτε πρὸς ἄλλο τι τῶν ὁρωμένων ἐπιστρέφεσθαι, ἀλλ’ ἢ μόνον πρὸς Θεὸν, καὶ μετὰ Θεὸν εἰς τὴν ἐμὴν ταπείνωσιν. Καὶ χάρις τῷ οὕτως ἡμᾶς συνάψαντι Θεῷ ἐν ἁγίῳ Πνεύματι ἀγαπᾶν καὶ ἀνταγαπᾶσθαι, στέργειν καὶ ἀντιστέργεσθαι· «Ἓν σῶμα καὶ ἓν πνεῦμα εἶναι, καθὼς καὶ ἐκλήθημεν ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ἡμῶν.» Λοιπὸν χαίρωμεν, ἀδελφοὶ, καὶ συγχαίρωμεν ἀλλήλοις· καὶ μὴ ὅτι πολλάκις συμβαίνει ὑμᾶς ἐπιπλήττεσθαι ξενοπαθῶμεν· ἀλλ’ ὅτι ἐξ ἀγάπης καὶ πρὸς τὸ κοινῇ συμφέρον, οἴσωμεν μακροθύμως τὴν παιδείαν. Γέγραπται γάρ· «Υἱὲ, μὴ ὀλιγώρει παιδείας Κυρίου· μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται.» Λέγει δὲ καὶ ὁ Ἀπόστολος· «Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός. Τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ παιδεύει πατήρ; Εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ, καὶ οὐχ υἱοί.» Εἶτα πλουτεῖν μὲν καὶ δυναστεύειν, ἢ εἴ τι ἄλλο τῶν ἀνθρώποις περισπουδάστων, οὐκ ἀμογητὶ προσγίνεται· ἀλλὰ πολλῷ μόχθῳ καὶ πόνῳ.

Τυχεῖν δὲ Θεοῦ καὶ τῶν θείων ἀμοιβῶν ῥᾷστόν τι πρᾶγμα καὶ εὔκολον ὑποληψόμεθα, καὶ οὐχὶ μυρίων πόνων καὶ ἱδρώτων γέμον; Καὶ πῶς οὐκ ἂν εἴη τοῦτο τῆς ἐσχάτης εὐηθείας τεκμήριον; Τοίνυν «<ὅτι> διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν» ἀκούομεν· καὶ ὅτι· «Στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν» τὴν αἰώνιον. Καὶ δι’ ἣν αἰτίαν οὕτως; ὅτι μὴ ἠθελήσαμεν ἐπιμεῖναι τῇ δοθείσῃ ἡμῖν ἀλύπῳ ζωῇ καὶ ἀπείρῳ χαρᾷ καταρχὰς ἐν παραδείσῳ· ἀλλ’ εἱλόμεθα ἀβουλίᾳ ἐμπεσεῖν εἰς τὸν πολυπαθῆ καὶ πολύθλιπτον βίον. Καὶ οὐκ ἂν ἄλλως ἀναδράμοιμεν ἐκεῖσε, εἰ μὴ τῇ γυμνασίᾳ τῶν λυπηρῶν, κατὰ μίμησιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· «Ὃς, φησὶν, ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς σταυρὸν ὑπέμεινεν, αἰσχύνης καταφρονήσας.» Ὅμως ὅτι τὰ κατὰ Θεὸν λυπηρὰ, τῇ ἐλπίδι τῶν αἰωνίων ἀγαθῶν κουφιζόμενα, οὐδὲ λυπηρὰ πέφυκεν εἶναι· καὶ διὰ τοῦτο τοῖς ἁγίοις ἑορτὴ ὁ παρὼν καιρὸς ἐνομίζετο. Καὶ μαρτυρεῖ ὧδε μὲν ὁ ἅγιος Δαυὶδ λέγων· «Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ·» τῆς ἀγαλλιάσεως ἀεὶ ὑποδηλουμένης.

Ὧδε δὲ ὁ μακάριος Ἀπόστολος τὰ ἴσα φθεγγόμενος· «Χαίρετε ἐν Κυρίῳ πάντοτε, καὶ πάλιν ἐρῶ· χαίρετε.» Καίτοι γε πενθοῦσι καὶ κλαίουσιν, ἀσκοῦσί τε καὶ ἀθλοῦσι καὶ πάσχουσι πολυτρόπως ὑπὲρ τοῦ ἀγαθοῦ ταῦτα διείλεκτο. Ἀλλ’ ὅμως ἡ κατὰ Θεὸν λύπη εὐφροσύνης ὑπόθεσις τοῖς ἐναρέτοις λογίζεται. Οὐκοῦν καὶ ἡμεῖς, ἀδελφοὶ, ὡς ἑορτὴν ἄγοντες καθ’ ἑκάστην, ἐγκαρτερῶμεν τοῖς κατὰ Θεὸν λυπηροῖς, μηδαμῶς ἐκλυόμενοι ἐν ταῖς παρὰ τοῦ διαβόλου πάλαις τε καὶ μεθοδείαις. Ἀλλ’ εἰ καὶ ἔσθ’ ὅτε ἀπονυστάζειν συμβαίνει, καὶ ἔξω τι τοῦ δέοντος φέρεσθαι κατά τε νοῦν ἢ λόγον ἢ πρᾶξιν, θᾶττον διανιστώμεθα, εἰς τὴν προτέραν κατάστασιν ἀνατρέχοντες, καὶ τῷ Κυρίῳ ζέοντι πόθῳ δουλεύοντες, εἰδότες ὅτι καὶ στρατιώτης ἐκεῖνος τὰς παρὰ βασιλέων τιμὰς κομίζεται ὁ πολεμιστὴς καὶ μάχιμος, οὐ μὴν ὁ φυγὰς καὶ ἀφιλοπόλεμος· ὥστε καὶ ἡμεῖς ἐπιμένοντες ἕως ἐσχάτης ἀναπνοῆς τῷ ἀοράτῳ πολέμῳ, καὶ τὰς αἰωνίους ἀμοιβὰς ἀμειψόμεθα ἐλέει Θεοῦ, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτευξόμεθα, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.