Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Μικρὰ Κατήχησις

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΙΑ΄ έως Κ΄

Προτροπές περί ειρήνης, αδελφικής ομονοίας και υπακοής. Περιλαμβάνονται ενθαρρυντικοί λόγοι για την αντιμετώπιση των διωγμών και την υπεράσπιση των ιερών εικόνων, καθώς και διδαχές για την πνευματική καρποφορία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 2 από 13

ΚΑΤΗΧΗΣΙΣ ΙΑʹ ΔΙΔΑΣΚΑΛΙΑ ΠΕΡΙ ΕΙΡΗΝΗΣ Ἀδελφοὶ καὶ πατέρες, εἰρήνης ἡμέρα ἡ κυριακή· ἐν αὐτῇ γὰρ ὁ Κύριος τὸν πολέμιον σκυλεύσας ἔφη τοῖς μαθηταῖς· «Εἰρήνη ὑμῖν.» Τοῦτο δὲ εἰπὼν οὐκ ἐκείνοις μόνον ἀπεκλήρωσε τὴν εἰρήνην οὐδὲ ἐν μιᾷ ἡμέρᾳ, ἀλλὰ καὶ πᾶσι καὶ πάντοτε τὴν αὐτὴν ἐπιφωνεῖ εἰρήνην, καθάπερ καὶ ἡμῖν τοῖς ταπεινοῖς.

Οὐκοῦν ἔχωμεν τὴν εἰρήνην καὶ εἰρηνεύωμεν ἐν ἑαυτοῖς· τοῦτο μὲν, κατὰ τὸν ἔξω ἄνθρωπον, τοῦ μὴ ἔχειν ἀπέχθειαν πρός τινα τῶν ἀδελφῶν, ἀλλὰ πρὸς πάντας ἀγαπητικῶς διακεῖσθαι· «Ἐν τούτῳ γὰρ γνώσονται, φησὶ, πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις·» τοῦτο δὲ, καὶ πρὸς τὸν ἔνδον ἄνθρωπον, εἰρήνην ἡμᾶς ἄγειν καὶ ἡσυχίαν ἀπὸ τῶν ὀλεθρίων παθῶν· οὕτω γὰρ δυνάμεθα μετὰ τοῦ Ἀποστόλου λέγειν· «Εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὖ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην, ἐν ᾗ ἑστήκαμεν καὶ καυχώμεθα ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ.» Ἐπειδὴ δὲ τρεπτῆς ἐσμεν φύσεως, καὶ συμβαίνει σάλον ἀνιαρὸν ἐγγίνεσθαι ἡμῖν, —γίνεται γὰρ πάντως —τηνικαῦτα εὐθὺς ἀνατρέχωμεν πρὸς τὴν προτέραν ἡμῶν κατάστασιν εἰρήνην ἔχοντες πρὸς τὸν Θεόν· «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν ὁ ποιήσας τὰ ἀμφότερα ἕν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ.»

Ταῦτα ὁ Ἀπόστολος· καὶ τοῦτο τὸ ἔργον ὃ ἐτελείωσεν ὁ Κύριος, καθώς φησι πρὸς τὸν ἑαυτοῦ πατέρα· «Τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω·» τουτέστιν, εἰρηνεύσας τὰ ἐπίγεια καὶ τὰ ἐπουράνια, ἡμᾶς τε αὐτοὺς εἰρήνης καὶ ἀγάπης υἱοὺς ἀπεργασάμενος. Εἰ δέ τις λέγοι· πῶς ἐνδέχεται μὴ εἶναι ἡμᾶς ἐν πολέμῳ ἀεί; τοῦ Ἀποστόλου λέγοντος· «Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.» Ἐκεῖνο ἔχομεν λέγειν, ὅτι τὸν πόλεμον οἷος καὶ ἡλίκος ἐστὶν ὑποδείκνυσιν, οὐ τὸ πολεμεῖσθαι ἡμᾶς· λέγει γὰρ ἑτέρωθι· «Λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν.» Ὁ δὲ οὕτω διατεθεὶς δηλονότι κατέστειλε τὸν πόλεμον, καὶ εἰρήνην ἄγει. Καὶ μήτοι ἐπαχθὴς ὑμῖν φαίνωμαι, ἀδελφοί μου, τὰ τοιαῦτα λέγων καὶ περὶ τὰ τοιαῦτα καταγινόμενος καὶ τοῦτο κἀκεῖνο διεξετάζων καὶ διερευνώμενος· οὐκ ἀνόνητον γὰρ τοῦτο, ἀλλὰ καὶ πάνυ ὠφέλιμον, ὁδοποιοῦντος τοῦ λόγου πρὸς τὴν πρᾶξιν.

Καὶ ἄλλοι μὲν τὰ τοῦ κόσμου λεγέτωσαν, ὅσοι τοῦ κόσμου, περὶ γηπονίας, περὶ ἐμπορίας, περὶ κέρδους, περὶ ζημίας, περὶ τῶν ἄλλων τῆς ματαιότητος σπουδασμάτων· ἡμεῖς δὲ τί ἄλλο εἴπωμεν, ἢ τί δεῖ λέγειν; ἀλλ’ ἢ περὶ ψυχῆς, περὶ ἀπαλλοτριώσεως παθῶν, περὶ κτήσεως ἀρετῶν, περὶ διαζεύξεως τοῦ σώματος ἀπὸ τῆς ψυχῆς, περὶ τῆς τοῦ βήματος τοῦ Χριστοῦ παραστάσεως, περὶ κρίσεως, περὶ ἀνταποδόσεως, περὶ αὐτῆς τῆς βασιλείας τῶν οὐρανῶν, ἧς καὶ γένοιτο ἡμᾶς κληρονόμους γενέσθαι, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΙΒʹ ΟΤΙ ΧΡΗ ΜΕΤ’ ΑΙΔΟΥΣ ΚΑΙ ΑΓΑΠΗΣ ΘΕΟΥ ΔΙΑΜΕΙΒΕΙΝ ΤΟΝ ΒΙΟΝ ΗΜΩΝ ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΟΥ ΑΔΕΛΦΟΥ ΕΥΔΟΚΙΜΟΥ Ἀδελφοὶ καὶ πατέρες, αὕτη ἡ ἡμέρα τῆς κυριακῆς, ἣν ἑορτάζομεν σήμερον, ἱκανὴ ἡμῖν ἐστι κατήχησις, εἰ προσέχομεν· ἐν ταύτῃ γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς συνήγειρεν ἡμᾶς ἐρριμμένους τῇ ἁμαρτίᾳ· ἐν ταύτῃ συνεζωοποίησεν ἡμᾶς νενεκρωμένους τοῖς παραπτώμασι καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ἡμῶν· ἐν ταύτῃ ἀνέῳξεν ἡμῖν πάλιν τὸν παράδεισον, ἀπολαύειν τοῦ ξύλου τῆς ζωῆς, ὅπερ ἐστὶ τὸ ζωοποιὸν αὐτοῦ σῶμα καὶ αἷμα· ἐν ταύτῃ κατεξανιστάμενοι τοῦ θανάτου, προφητικῶς ἔχομεν λέγειν· «Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος;» Νενίκησαι ὑπὸ τοῦ φήσαντος· «Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον·» καὶ ἔτι ἀποστολικῶς εἰπεῖν· ἐν ταύτῃ ὁ Θεὸς καὶ Πατὴρ «Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ, ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ.» Καὶ, ὢ τῆς ἀνεκδιηγήτου δωρεᾶς! ἐκ τίνος εἰς τί ἡμᾶς προήγαγεν; Ἐκ θανάτου εἰς ζωήν, ἀπὸ σκότους εἰς φῶς, ἀπὸ δουλείας εἰς ἐλευθερίαν, ἀπὸ ἔχθρας εἰς γνησιεύουσαν φιλίαν· καὶ τοσοῦτον, ὡς «Συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ» ἀπεργάσασθαι ἡμᾶς. Τίς ἡ ἀνεκλάλητος αὕτη χάρις;

τί τὸ ὑπερβάλλον μέγεθος τῆς εἰς ἡμᾶς ἀγαπήσεως αὐτοῦ υἱοῦ; ὅτι τὸν μονογενῆ υἱὸν αὐτοῦ ἔδωκε λύτρον ὑπὲρ πάντων ἡμῶν. Εὔκαιρόν ἐστιν εἰπεῖν· «Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;» Οὐκοῦν ἀνταγαπήσωμεν τὸν ἀγαπήσαντα ἡμᾶς· ἀποθάνωμεν ὑπὲρ τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν, μηδόλως ἐπιστρεφόμενοι πρὸς σάρκα καὶ αἷμα, μηδὲ τῇ ἀπάτῃ τοῦ ὄφεως δελεαζόμενοι, μηδὲ ταῖς ἡδοναῖς τοῦ βίου διαχεόμενοι, μηδὲ τοῦ καρποῦ τῆς ἁμαρτίας ἀπογευόμενοι ἐξ οὗπερ ὁ θάνατος, γέγραπται γάρ· «Ἑκουσίως ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.» Διὸ «μετ’ αἰδοῦς καὶ εὐλαβείας» δουλεύσωμεν τῷ Κυρίῳ, μετὰ συνέσεως καὶ εὐσταθείας διαμείβωμεν τὸν βίον, μεθ’ ὑπομονῆς εὐδιακρίτου κατέχωμεν τὰς διακονίας, ἀκρίβειαν ἕλκοντες, οὐκ ἐν τοῖς πνευματικοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς σαρκικοῖς, μέχρι καὶ καύσεως ξύλου καὶ ἐκχύσεως ὕδατος, ὅτι καὶ ταῦτα, ὡς ὁρᾶτε, ἐν τῇ νήσῳ ταύτῃ σπανίζει· ἐπὶ πᾶσι τούτοις τὸ ἀπόκριμα τοῦ θανάτου ἔχοντες, ὅτι καὶ νῦν Εὐδόκιμος ὁ ἀδελφὸς ἡμῶν ἐνεδήμησε πρὸς Κύριον. Καὶ εἰ ὁ θάνατος τοῦ ἀδελφοῦ ἡμῶν οὐ σωφρονίζει ἡμᾶς, τίς λοιπὸν ἐπιστρέψει ἡμᾶς;

Καὶ εἰ τὸ μυστήριον τοῦ θανάτου οὐ παιδαγωγεῖ ἡμᾶς, τί τὸ δυνάμενον συστεῖλαι ἡμᾶς ἀπὸ τῶν ὀλεθρίων παθῶν; Ἤδη λαλούντων ἡμῶν καὶ βουλευομένων περὶ τοῦδε καὶ τοῦδε, αἰφνιδίως ἡ φοβερὰ ἡμέρα τοῦ θανάτου ἐπελεύσεται, ἀλλὰ φοβερὰ μὲν καὶ δυσαπάντητος τοῖς κεκρατημένοις ἐν ἁμαρτήμασι, τοῖς ἀνεξαγόρευτα πταίσματα ἔχουσι, τοῖς δυστροπεύουσι, τοῖς ἀτακτοῦσι καὶ ἰδιογνωμονοῦσιν· ἡδεῖα δὲ καὶ μάλα εὐπρόσιτος τοῖς φιλοθέοις, τοῖς φιλαρέτοις, τοῖς εὐλαβέσι, τοῖς εὐηκόοις, τοῖς ταπεινόφροσι.

Διὸ παρακαλῶ καὶ ὑπομιμνήσκω, ἀδελφοί μου, τοὺς τοιούτους λογισμοὺς ἀναλαμβανόμενοι, ἀποδιιστάμεθα τῶν παθῶν, ὅση δύναμις, ἐνστερνισώμεθα τὸ φίλτρον τοῦ Χριστοῦ, τὰς ἀρετὰς διαπράττοντες, ἵν’ οὕτω συντελέσαντες τὸν βίον κληρονομήσωμεν βασιλείαν οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΙΓʹ ΠΕΡΙ ΜΝΗΜΗΣ ΘΑΝΑΤΟΥ ΚΑΙ ΑΠΟΛΟΓΙΑΣ ΤΩΝ ΒΕΒΙΩΜΕΝΩΝ ΗΜΙΝ ΕΠΙ ΤΟΥ ΦΟΒΕΡΟΥ ΚΡΙΤΗΡΙΟΥ Ἀδελφοὶ καὶ πατέρες, ἡ μὲν ἡμέρα ἀναστάσιμος· ἐμοὶ δὲ περὶ θανάτου διαλεκτέον· ἴστε γὰρ ὅπως συχνότερον ἄλλος ἐπ’ ἄλλῳ τῶν τε ἀδελφῶν καὶ πατέρων ἔξεισι τοῦ βίου. Τοῦτο δὲ οὐδέν ἐστιν ἄλλο ἢ μήνυμα, ὅτι καὶ ἡμεῖς θᾶττον μεταβαίνομεν ἐντεῦθεν· μεταβαίνομεν δὲ οὐκ εἰς ἐπικήρους καὶ γεώδεις τόπους καὶ χώρας, ἀλλ’ εἰς ἀΰλους καὶ ἀϊδίους μονὰς, ἀφ’ ὧν οὐκ ἔστιν ἐπιστρέφειν τὸν ἅπαξ ἐξοδεύσαντα. Καὶ φοβερὸς μὲν ὁ θάνατος ἀκουτιζόμενος· φοβερώτερος δέ ἐστιν ὁπηνίκα ὀφθαλμοῖς ὑπολαμβάνηται· ὅπερ ἡμεῖς, πρὸ ἓξ ἡμερῶν, ἐν τῷ τῆς Χαλκίτου καθηγουμένῳ ἱστορήσαμεν. Ἐπειδὴ γὰρ κατελάβομεν αὐτὸν τὰ τελευταῖα πνέοντα, συνεξέστημεν ἐπὶ τῷ γεγονότι, πῶς ἐν μιᾷ καιροῦ ῥοπῇ μεθ’ ἡμῶν ἦν, καὶ ἀφ’ ἡμῶν ἀπέστη παραδοθεὶς τῷ τάφῳ. Καὶ ὄντως φρικτὸν τὸ ἄκουσμα, καὶ ἐξαίσιον τὸ ὅραμα.

Εἴρηκεν οὖν ἔτι ἐμπνέων ὁ μακάριος τοιάνδε φωνήν· «Ἐφθάσθην μικρόν·» ὁμοῦ τῷ λόγῳ ἐπισείσας καὶ τὴν κεφαλὴν σὺν τῇ χειρὶ, καὶ τὸν μὲν τρόπον οὐκ ἐξεκάλυψεν. Ἡμεῖς δὲ ᾔσθημεν οὗτινος χάριν τὸ ἀπορούμενον. Καὶ ταῦτα εἴρηκα, οὐκ ἐκείνου καθαπτόμενος, μὴ γένοιτο! ἀλλ’ ἐμαυτὸν φοβῶν καὶ ὑμᾶς συνασφαλιζόμενος· ὡς ἂν μὴ φθασθῶμεν τοιαύτην φωνὴν προέσθαι ἐν ὥρᾳ τῆς ἐξόδου, ἀλλ’ ἡτοιμασμένην, ἀτάρακτον· γέγραπται γάρ· «Ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην.» Οὐκ ἂν δὲ τοῦτο εὕροιμεν, εἰ μή τι ἑκάστοτε ἑαυτοῖς προσέχομεν, καὶ τὸ μὲν κατορθούμενον φυλάττομεν ἀσφαλῶς, τὸ δὲ διαμαρτανόμενον ἐπανορθούμεθα μεταμελητικῶς, οὕτως ἀεὶ παρεσκευασμένοι, ὡς εἰς οὐρανὸν ἀπαίρειν μέλλοντες.

Τίνι γὰρ, πυνθάνομαι, παραστησόμεθα; οὐχὶ τῷ τῶν ἁπάντων κριτῇ καὶ Θεῷ, ᾧ κάμψει «Πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα» ἐξομολογήσεται; Ποῖον δὲ ὑφέξειν λόγον μέλλομεν; οὐχὶ περὶ πάντων τῶν βεβιωμένων ἡμῖν, κατά τε πρᾶξιν καὶ λόγον καὶ ἔννοιαν; Ἐμοὶ τοιγαροῦν, ὁσάκις ἐντεθύμηται, ταῦτα φρίκην ἐμποιεῖ καὶ, μικροῦ δεῖν, πάρεσιν. Ὑμῖν δὲ ἔξεστι τὸ ἀφόβητον ἔχειν, ὑμῖν δὴ λέγω τοῖς εὐηκόοις, καὶ πᾶσαν μέριμναν ἐπὶ τὸν τῆς ὑποταγῆς νόμον ἀπορριπτοῦσι· τοιοῦτον γὰρ τὸ τῆς ἀληθοῦς ὑποταγῆς βιώσιμον.

Ἐπεὶ ποίαν ἀπολογίαν ἑαυτοῖς ἑτοιμάσαιεν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, οἱ τὴν ὑποταγὴν ἀκρωτηριάζοντες, οἱ μεμονωμένως ζῶντες, οἱ περιακτικῶς ἀγόμενοι ὧδε κἀκεῖσε, καὶ βάσιν τοῖς ποσὶ μὴ ἔχοντες, οἱ τοὺς ἀργυρωνήτους δούλους ἐπιφερόμενοι; Φεῦ τῆς ἐμῆς ταλαιπωρίας! πῶς εὐζήλωτον ἡ κακία; Πῶς ἐστράφησαν εἰς τὰ ὀπίσω οἱ εὐθυποροῦντες τῇ μοναδικῇ πολιτείᾳ; «Κρεῖττον ἦν αὐτοῖς, φησὶ, μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν ἐπιστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς· συμβέβηκε δὲ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.» Τί φῂς ἑταῖρε; δοῦλον ἄγεις ὁ ἄζυξ; ὁ φυγὰς κόσμου; ὁ ἀπολελυμένος πάσης σαρκικῆς σχέσεως; Οὐκοῦν λάβε σεαυτῷ καὶ γυναῖκα· τὰ δύο γὰρ ταῦτα κόσμῳ καὶ τοῖς κατὰ κόσμον ἀπονενέμηται· οἷς δὲ ὁ σταυροφόρος βίος ἀληθῶς ἐπανῄρηται, ἀλλότρια ἑκάτερα. Ἀλλ’, ὡς ἔοικεν, ἡ ἁμαρτία τὸ αἴτιον· ἐπειδὴ γὰρ φιλοπαθοῦμεν καὶ φιλαργυροῦμεν, προσθείην δ’ ἂν, καὶ φιλογυνοῦμεν. Ὡς ἂν μὴ παραστῇ ἔφορος καὶ ἔλεγχος τῶν ἐν παραβύστῳ γινομένων, οὐχ αἱρούμεθα ἀδελφὸν ἔχειν, ἀλλὰ τὴν μονίαν, ἤτοι τὴν κτημοδουλοσύνην, οἱ ὡς ἀληθῶς πεπραμένοι τῇ ἁμαρτίᾳ, καὶ δοῦλοι σαρκός τε καὶ αἵματος.

Ἐντεῦθεν ἡ διάλυσις, ἐντεῦθεν τὰ σκάνδαλα, ἐντεῦθεν τὰ πτώματα ὁμολογούμενά τε καὶ οὐκ ἀμφίλεκτα, ἐντεῦθεν ἐγὼ πενθῶν καὶ σκυθρωπάζων, ἐλέγχων τε καὶ ἐπιμαρτυρόμενος, καὶ μηδαμοῦ εἰσακουόμενος. Ἀλλὰ τί φησιν; «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν.» Ἀθῶός εἰμι, ὁ τάλας, ἀπὸ τοῦ αἵματος τῶν τοιούτων· καὶ εἶχον δ’ ἂν τομὴν ἐπάξαι τελείαν κατὰ τὴν κελεύουσαν ἐντολήν· ἀλλ’ ἐπειδὴ ὁ διωγμός, ἔτι ἀναβάλλομαι, εἴ πως ἤδη ποτὲ ἀνανήψουσιν οἱ τοιοῦτοι ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.

Ὑμεῖς δὲ εὐλογημένοι ὑπὸ Κυρίου, οἱ μετ’ ἀλλήλων καὶ σὺν ἀλλήλοις δύο ἢ τρεῖς—τὸ δὲ πλέον πλεῖον καὶ ἐγκωμίου— κοινοβιακῶς ζῶντες, οἱ οἴκοι μένοντες καὶ μὴ ἀκαίρους προόδους ποιούμενοι, πλὴν τῶν ἀναγκαίων, καὶ μάλιστα ἐν ἀγοραῖς καὶ πανηγύρεσιν, οἱ ἀλλήλοις δουλεύοντες, κἀν τούτῳ δεσπόζοντες τοῦ κόσμου, καὶ τῆς δουλοπρεποῦς δουλοκτησίας καθαρεύοντες, οἱ πάντα θεοφιλῶς καὶ εὐσχημόνως διαπεραιούμενοι· καί γε «Ὑμῖν χάρις καὶ εἰρήνη πληθυνθείη,» «Καὶ ἴδοιτε τὰ ἀγαθὰ τῆς ἄνω Ἱερουσαλήμ·» ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΙΔʹ ΠΕΡΙ ΤΗΣ ΕΝΘΕΟΥ ΗΜΩΝ ΠΟΛΙΤΕΙΑΣ ΚΑΙ ΤΟΥ ΜΗ ΥΠΟΠΗΣΣΕΙΝ ΕΝ ΤΟΙΣ ΠΕΙΡΑΣΜΟΙΣ Ἀδελφοὶ καὶ πατέρες, λαλεῖν ἡμᾶς δεῖ, ἀλλὰ μὴ σιωπᾶν ἐπὶ πολύ· ἡ γὰρ σιωπὴ ὕπνον ἐμποιεῖ τῇ ψυχῇ· ὁ δὲ ὕπνος παραίτιός ἐστι θανάτου· ὅπερ ἀπευχόμενος ὁ ἅγιος Δαυὶδ ἔλεγε· «Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον.» Λόγος δὲ ἐν καρδίᾳ κινούμενος, «πηγή ἐστιν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.» Οὗ τί ἂν γένοιτο ὠφελιμώτερον; Καὶ τοῦτο πάλιν εἰδὼς ὁ μακάριος Ἀπόστολος ἔλεγεν· «Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ, διδάσκοντες καὶ νουθετοῦντες ἑαυτούς.» Ὁρᾷς ὅτι διδάσκειν ἡμᾶς ἑαυτοὺς καὶ νουθετεῖν παρακελεύεται, καὶ μὴ μόνον ἀρκεῖσθαι τοῖς οἰκείοις ὑπομνήμασιν; Ἐγὼ τοίνυν ὁ ταπεινὸς, ὁσάκις ἂν ὑμῖν διαλέγωμαι, ὁμολογῶ ὠφελεῖσθαι· ἀνακαλοῦμαι γὰρ ἐμαυτὸν ἀπὸ τῆς συγχύσεως τοῦ τῇδε βίου, καὶ νηφαλιώτερος γίνομαι, καὶ εἰς συναίσθησιν ἔρχομαι τῶν οἰκείων πλημμελημάτων· σύγχυσις γάρ ἐστιν ὁ τῇδε βίος, καὶ λόγοι πονηροὶ ἐμβάλλονται ἐν αὐτῷ καθ’ ἑκάστην καὶ ἀκοαὶ μάταιαι, συνεπιτιθεμένου καὶ τοῦ διαβόλου διὰ τῶν ἐναντίων λογισμῶν. Καὶ δεῖ ἀποσκευάζειν ταῦτα ἀεὶ διὰ τοῦ λόγου καὶ καθαρὸν παριστᾶν τὸ συνειδὸς καὶ προσέχειν εἰς ὃ κείμεθα. Εἰς τί δὲ κείμεθα;

εἰς τὸ «Δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ ἀναμένειν τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν τὸν ῥυσάμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης,» καθὰ γέγραπται. Οὐδεὶς δὲ δοῦλος ἀναμένων δεσπότην οὐδὲ ὑπεύθυνος κριτὴν καθεύδει καὶ ἀναπαύεται καὶ διαχεῖται, ἀλλὰ νήφει καὶ γρηγορεῖ καὶ ἀγωνιᾷ τὴν ὑπάντησιν, ἥνπερ ὑποδεικνύων πάλιν ὁ Ἀπόστολος λέγει· «Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις, εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.» Ἀλλὰ τίνες; οἱ πτωχοὶ τῷ πνεύματι, οἱ πενθοῦντες, οἱ καθαροὶ τῇ καρδίᾳ, οἱ πραεῖς, οἱ εἰρηνοποιοὶ, οἱ ἐλεήμονες, οἱ τὸν ζυγὸν τῆς ὑποταγῆς διανύσαντες, οἱ τὴν ὁμολογίαν ἀνεξάρνητον διαφυλάξαντες, οὗτοι συνέσονται· οἱ δὲ τὰ φαῦλα πράξαντες, οἱ δυσήκοοι, οἱ δυσήνιοι, οἱ ἀθετηταὶ τῆς ὁμολογίας, οἱ ἀρνηταὶ τῆς ὑποταγῆς, οἱ τῶν ἄλλων κακῶν πράκτορες, οὗτοι οὔτε ἀρθήσονται ἐν νεφέλαις οὔτε συνέσονται τῷ Κυρίῳ· ἀλλὰ τὸ ἐλεεινότατον· «Δίκην τίσουσιν, ὄλεθρον αἰώνιον, ἀπὸ προσώπου τοῦ Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ.» Ὅπερ ἀπείη περὶ ὑμῶν καὶ ἐννοεῖν καὶ λέγειν.

Διὰ τοῦτο ἀνακλητέον καὶ φροντιστέον τῶν τῆς σωτηρίας ἡμῶν εἰδότων ὅτι καὶ ὁ διωγμὸς πρὸ προσώπου ἡμῶν· ἰδοὺ γὰρ πρὸς τοῖς ἄλλοις συνελήφθη καὶ ὁ οἰκονόμος τοῦ ἀδελφοῦ Γρηγορίου. Καὶ τί ἀποβήσεται οὐκ ἴσμεν· καὶ, ὡς ἔοικε, γειτνιάζουσιν ἡμῖν οἱ πειρασμοί· ἀλλὰ μὴ δείσωμεν μηδὲ ὑποπτήξωμεν ἀπὸ τῶν ἐπανισταμένων πειρασμῶν· «Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν;» εἰ ἐν τοῖς προλαβοῦσι διωγμοῖς μεθ’ ἡμῶν, πῶς οὐχὶ καὶ ἐν τοῖς φθάσασιν ἔσται μεθ’ ἡμῶν τῶν ταπεινῶν, ἐνισχύων καὶ ἐνδυναμῶν ἡμᾶς κατὰ τὴν ὑπόσχεσιν πρὸς ἅπαντα; Τί δὲ καὶ δράσουσιν ἔτι οἱ ἀντικείμενοι; Πάλιν διώξουσιν ἡμᾶς; Ἀλλὰ «Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.» Πάλιν φυλακίσουσιν;

Ἀλλ’ οὐδὲν τῆς διὰ Χριστὸν φυλακῆς γλυκύτερον. Πάλιν μαστιγώσουσιν; Ἀλλὰ πλειόνων στεφάνων ἡμῖν αἴτιοι ἔσονται. Εἰ δὲ καὶ θανατώσουσιν; Ἀλλὰ καὶ ὁ Κύριος ἡμῶν τεθανάτωται. «Εἰ συναπεθάνομεν, φησὶ, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν.» Τοιοῦτος ἦν ὁ μακάριος καὶ μέγιστος μάρτυς τοῦ Χριστοῦ Θεόδωρος—οὗ καὶ τὴν μνήμην ἐπετελέσαμεν, —πάντα μετὰ χαρᾶς ὑποίσας διὰ Χριστόν. Ταύτῃ τῇ πεποιθήσει καὶ ἡμεῖς οἱ ταπεινοὶ ἔτι δουλεύσωμεν τῷ Κυρίῳ· ταύτῃ τῇ ἐλπίδι ὑπομείνωμεν πᾶσαν θλίψιν καὶ στενοχωρίαν τῶν συμβαινόντων, ἵνα διά τε τῆς ὑποταγῆς καὶ τῆς ὁμολογίας καταξιωθῶμεν γενέσθαι κληρονόμοι βασιλείας οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΙΕʹ ΔΟΓΜΑΤΙΚΗ ΠΕΡΙ ΤΙΜΗΣ ΚΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΤΩΝ ΑΓΙΩΝ ΕΙΚΟΝΩΝ Ἀδελφοὶ καὶ πατέρες, χθὲς ἐπειδὴ ἑωρτάσαμεν τὴν μνήμην τοῦ Προδρόμου, συνεισῆλθεν ἡμῖν πάντως καὶ ἡ μνήμη τῆς ἐν τῷ μοναστηρίῳ διαγωγῆς· πῶς μὲν ἦμεν τηνικαῦτα πάντες ὁμοῦ «Ἐν τῷ οἴκῳ τοῦ Θεοῦ πορευόμενοι ἐν ὁμονοίᾳ·» πῶς δὲ νῦν ἐσμεν διεσπαρμένοι, ἄλλος ἀλλαχοῦ κατὰ διαφόρους τόπους καὶ χώρας· ἀλλ’ ὅτι διὰ τὸν λόγον τοῦ Θεοῦ ἡ διασπορά, χαίρειν ὀφείλομεν κατὰ τὴν κελεύουσαν ἐντολήν· «Χαίρετε γὰρ, φησὶ, καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς·» ἔπειτα ὅτι καὶ ὁμοιούμεθα τῷ Δεσπότῃ εἰρηκότι· «Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν· ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν, διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με.» Ἐπ’ ἀληθείας γὰρ ὥσπερ οἱ Ἰουδαῖοι οὐκ οἴδασι τὸν Πατέρα μὴ τὸν Υἱὸν προσδεχόμενοι· οὕτω καὶ οἱ Εἰκονομάχοι οὐκ ἴσασι τὸν Χριστὸν μὴ τὴν εἰκόνα αὐτοῦ προσιέμενοι· καὶ ἡ μὲν ἀλήθεια ἐμφανής· οἱ δὲ συνιέντες, εἷς ἀπὸ χιλίων.

Ὁρᾶτε δὲ αὐτῶν τὸ πονηρὸν φρόνημα διχῶς διαιρούμενον· πῆ μὲν εἰς τὸ μηδόλως ἀναστηλοῦν τὴν εἰκόνα Χριστοῦ, πῆ δὲ εἰς τὸ ἀναστηλοῦν μὲν, ἴσα δὲ τοῖς κατὰ πόλεμον καὶ θήραν ἱστορουμένοις, καθό φασιν· «Οὐδὲ δεῖν αὐτὴν προσκυνεῖσθαι, ὅτι μηδὲ ἵππου, ἢ βοὸς, ἢ κυνὸς, ἢ λέοντος, ἢ παρδάλεως, ἢ ὄφεως, ἢ πετεινοῦ, ἢ ἰχθύος εἰκὼν προσκεκύνηται.» Ἐφ’ οἷς τίς ἔχων αἴσθησιν οὐ στενάξῃ; τίς δὲ οὐ καταγάγῃ δάκρυα; ὅτι τὴν εἰκόνα Χριστοῦ, ἣν αἰδοῦνται μὲν ἄγγελοι, φρίσσουσι δὲ δαίμονες, οὐκ ἐρυθριῶσι θηρίοις τε καὶ τετραπόδοις, ἑρπετοῖς τε καὶ πετεινοῖς καὶ ἐναλίοις συντάσσειν καὶ συνατιμάζειν. Ὢ φοβεροῦ ἐννοήματος, καὶ φοβερωτέρου τολμήματος! Εἶτα τί; Τὴν μὲν εἰκόνα τοῦ ἀνθρώπου ἄνθρωπον ὀνομάζουσι, καὶ τὴν τοῦ βοὸς βοῦν, καὶ τὴν τοῦ ὄνου ὄνον, καὶ τὴν τῆς καμήλου κάμηλον, καὶ τὴν τῆς πέρδικος πέρδικα, καὶ <τὴν> τῶν ἄλλων ὁμοειδῶν τε καὶ ἑτεροειδῶν ὡσαύτως εἴτε ζώων εἴτε φυτῶν· Χριστοῦ δὲ ἢ τῆς Θεοτόκου εἴ τινος οὖν τῶν ἁπάντων ἁγίων, οὐδαμῶς οὔτε κατὰ τὸ πρωτότυπον οὔτε κατὰ τὸ παράγωγον ὀνομάζειν ἀνέχονται, ἀλλ’ ἁπλῶς εἰκόνας φασὶ τὸ τίνος μὴ προστιθέντες, ὣς ἂν μὴ ἐντεῦθεν εἰρχθῶσιν· οὕτως εἰσὶν ἀλογίας τε καὶ βλασφημίας ἐπίμεστοι.

Ὑμεῖς δὲ, ἀδελφοὶ, σχολάσατε καὶ γνῶτε, ἔτι πρὸς τοῖς εἰρημένοις παρά τε τῶν ἁγίων πατέρων ἡμῶν, καὶ ἡμῶν τῶν ταπεινῶν, ὅτι εἰ οἱ τόποι ἐφ’ οἷς Χριστὸς ἐγεννήθη ἅγιοί τε καὶ προσκυνητοί εἰσί τε καὶ ὀνομάζονται, κἄν τις ἐκεῖθεν χοῦν λάβῃ ἢ λίθον, περιέπει ὡς κειμήλιον ἱερόν· πόσῳ γε μᾶλλον τὴν εἰκόνα Χριστοῦ τιμητέον καὶ προσκυνητέον, ἐφ’ ᾗ, ὡς ἐν ἐσόπτρῳ, αὐτός ἐστιν ὁ ἐκφαινόμενός τε καὶ προσκυνούμενος· φύσις γὰρ αὕτη εἰκόνος τὸ ἐξεικονιζόμενον κατ’ εἶδος φέρειν. Μανθάνω δὲ ὅτι ἐν Ῥώμῃ καὶ τὰς κλεῖς τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου διὰ τιμῆς ἄγουσι· καίτοι γε ὁ Κύριος οὐ κλεῖς αὐτῷ δίδωσιν αἰσθητάς, ἀλλὰ τὰς διὰ λόγου, εἰς τὸ δεσμεῖν καὶ λύειν· οἱ δὲ ἀργυρᾶς πεποιηκότες ταύτας προτιθέασιν εἰς προσκύνησιν· τοσαύτη οὖν ἐστιν αὐτῶν ἡ πίστις. Κἀκεῖ ἡ ἀρραγὴς πέτρα τῆς πίστεως τεθεμελιωμένη κατὰ τὸν λόγον τοῦ Κυρίου· ἐνταῦθα δὲ, ὡς ἔοικε, πλεονάζει ἡ ἀπιστία καὶ ἀνομία. Διὰ τοῦτο ὁ ταπεινὸς ἐγὼ ἀλγυνόμενος τὴν καρδίαν καὶ δεδιὼς τὸ τῆς σιωπῆς κρίμα, ἐξ ἀναγκαίου φθέγγομαι ἃ φθέγγομαι βραχέα καὶ ὀλιγοστά· εἰ γὰρ οἱ ἑτερόδοξοι οὐ παύονται, ἰδίᾳ τε καὶ δημοσίᾳ, ἐγγράφως τε καὶ ἀγράφως, γλῶσσαν βλάσφημον κινεῖν κατὰ τοῦ Χριστοῦ, ἡμεῖς οὐδὲ οἴκοι καθήμενοι ὁμιλήσομεν πρὸς ἀλλήλους τὰ προσήκοντα; Καὶ πῶς οἴσομεν τὴν ὀργὴν Κυρίου;

πῶς δὲ μιμησόμεθα τοὺς πατέρας ἡμῶν, οἳ ἐν τοῖς ὁμοίοις καιροῖς τὸ ὑποσιωπᾶν καὶ ὑποστέλλεσθαι προδοσίαν ἀληθείας ἔφασαν εἶναι; Οὐκοῦν λαλητέον καὶ ἀκουστέον καὶ προσεκτέον λόγῳ τε καὶ ἔργῳ· καὶ γὰρ οἱ μακάριοι ἀπόστολοι οὐ τῷ θείῳ κηρύγματι μόνον, ἀλλὰ καὶ τῷ ἀλήπτῳ βίῳ περιεγένοντο τῆς οἰκουμένης φωτίζοντες τοὺς ἐσκοτισμένους, ἁλίζοντες τοὺς μεμωραμμένους, πήραν καὶ ῥάβδον μόνον ἐπιφερόμενοι· οὓς μιμούμενοι, ἀδελφοὶ, κατ’ ἀμφότερα εὐδοκιμῶμεν, ἀρκούμενοι τοῖς παροῦσι, μὴ φιλαργυροῦντες, ἀλλ’ ἀκτημονοῦντες, —τοῦτο δὲ, οὐ δι’ ὑμᾶς, ἀλλὰ διὰ τοὺς πόρρωθεν εἴρηται, —μὴ ποιούμενοι προόδους παρὰ καιρὸν, μὴ συναυλιζόμενοι γυναιξὶν ἐξ ὧν ὁ θάνατος. Καί γε εἰ οὕτως ἀναστρεφόμεθα, δοξασθήσεται ὁ Θεὸς ἐν ἡμῖν, μεγαλυνθήσεται ἡ προκειμένη ὁμολογία, αἰδεσθήσονται καὶ οἱ ἐναντίοι ὅσον ὅσον πρὸς ἐπιστροφήν· εἰ δὲ μὴ οὕτω, δέος μὴ ἀντὶ μακαρισμοῦ κατάκριμα ἀπενεγκοίμεθα αἰώνιον. Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ὁ μεταποιῶν πάντα καὶ μετασκευάζων πρὸς τὸ βέλτιον εἰρηνεύσειε τὴν Ἐκκλησίαν αὐτοῦ, ὑμᾶς δὲ συνετίσειε καὶ πάντας σώσειεν εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΙϚʹ ΠΕΡΙ ΝΕΚΡΩΣΕΩΣ ΤΩΝ ΠΑΘΩΝ ΚΑΙ ΤΟΥ ΠΝΕΥΜΑΤΙΚΟΥ ΘΕΡΙΣΜΟΥ Ἀδελφοὶ καὶ πατέρες, καιρὸς ὁ παρὼν τοῦ θέρους, καὶ καιρὸς κόπων καὶ ἱδρώτων· ἔξεισι γὰρ «Ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας,» κυρτούμενος ἢ ὑψούμενος πρὸς τὸ χρησιμώτατον, καὶ οὐ δίδωσιν ἑαυτῷ ἄνεσιν, ἕως ἂν τελείως θερίσειε καὶ ἀλοήσειε καὶ εἰς ἀποθήκας ἐμβάλοι τὰ προκείμενα σπέρματα. Τί οὖν ἔστιν ἐντεῦθεν εἰπεῖν; Ὅτι εἰ ἐπὶ τῶν σαρκικῶν οὕτως ἔχει, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν ἀναγκαίως ἕξει τὸ θεώρημα· πρόκειται γὰρ καὶ ἡμῖν θέρος καθὰ εἴρηται τῷ Ἀποστόλῳ· «Ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ’ εὐλογίαις ἐπ’ εὐλογίαις καὶ θερίσει.» Καὶ πάλιν ὁ Κύριος πρὸς τοὺς μαθητάς· «Οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνόν ἐστι, καὶ ὁ θερισμὸς ἔρχεται; Ἰδοὺ λέγω ὑμῖν· ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη· καὶ ὁ θερίζων μισθὸν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων.»

Ἰδοὺ ὑποδέδεικται ἡμῖν ὁ θερισμός· ἐξέλθωμεν τοιγαροῦν καὶ ἡμεῖς ἐν πάσῃ προθυμίᾳ εἰς τὸν ἀμητόν· συνάξωμεν τοὺς καρποὺς οὐ τοὺς σαρκικοὺς καὶ ῥέοντας, ἀλλὰ τοὺς πνευματικοὺς καὶ μένοντας εἰς ζωὴν αἰώνιον, τὸν ἁγιασμόν, τὴν εἰρήνην, τὴν ἀγάπην, τὴν χαράν, τὴν μακροθυμίαν, τὴν ὑπομονήν, τὴν χρηστότητα, τὴν πραότητα καὶ πᾶσαν ἄλλην ἀρετήν. Οὗτοί εἰσιν οἱ καρποὶ τοῦ Πνεύματος, οὓς δεῖ ἀλοᾶν διὰ τῆς διακριτικῆς ἕξεως, τουτέστι τὸ ἀμιγὲς εἶναι τὸ καλὸν ἐκ τοῦ χείρονος, οἷον ἀγαπᾶν μὲν, ἀλλὰ μὴ προσπαθῶς· καὶ ζηλοῦν μὲν τὰ καλὰ, ἀλλὰ μὴ φθονερῶς· καὶ λαλεῖν περὶ ἀδελφοῦ, ἀλλὰ μὴ ἐχθρωδῶς· εἰλικρινῶς δὲ μᾶλλον ποιεῖν «Τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον,» καθὰ γέγραπται. Εἰ δὲ καὶ εἰς ἀποθήκας ἐμβαλεῖν δεῖ, τοῦτ’ ἂν εἴη ἡ διὰ τῆς ταπεινοφροσύνης ἀσφάλεια· «Ὅταν γὰρ πάντα ποιήσητε, φησὶν ὁ Κύριος, εἴπατε ὅτι ἀχρεῖοι δοῦλοί ἐσμεν· ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν.» Καὶ πάλιν ὁ Ἀπόστολος λέγει· «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;» Οὗτος ὁ θερισμὸς καὶ τοσοῦτος ὁ κόπος οὐκ ἐν δυσὶν ἢ τρισὶ μησὶ θεωρούμενος, ἀλλὰ συμπαρεκτεινόμενος τῷ τέλει τῆς ζωῆς ἡμῶν· πλὴν πρὸς τὸν μέλλοντα αἰῶνα παραβαλλόμενος ὡς ἐν μιᾷ ἡμέρᾳ λογιζόμενός ἐστιν.

Ἐκεῖ δὲ πέρας οὐκ ἔνι· ἐκεῖ τοὺς πόνους τῶν καρπῶν αὐτοῦ ἕκαστος φαγεῖται· «Ἐκεῖ εὐφρανθησόμεθα ἐπ’ αὐτῷ τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος.» Μόνον ἔτι νεκρώσωμεν «Τὰ μέλη ἡμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν καὶ τὴν πλεονεξίαν.» Μόνον ἔτι οἴσωμεν τὸν ζυγὸν τῆς ὑποταγῆς «Ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ,» «ἀλλήλων τὰ βάρη βαστάζοντες καὶ οὕτως ἀναπληροῦντες τὸν νόμον τοῦ Χριστοῦ,» κατὰ τὸ γεγραμμένον.

Καὶ μακάριος ὃς ὑποπτήσσει πάντα δι’ εὐλάβειαν, καὶ μακάριος ὁ τὰ πλεῖστα κεκοπιακώς· οὗ γὰρ πλείων ὁ κόπος, ἐκεῖ πλείων καὶ ὁ μισθός· καὶ ὃς τὸ ἔσχατον τῆς διακονίας αἱρεῖται, ἐκεῖνος τὸ πρωτεῖον κομίσεται, καθὼς λέγει ὁ Κύριος· «Ὁ θέλων ἐν ὑμῖν μέγας εἶναι ἔστω πάντων ἔσχατος καὶ πάντων διάκονος· οὕτω καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ ἀντίλυτρον ὑπὲρ πάντων.» Ταῦτα οὖν, ἀδελφοὶ, λογιζώμεθα, καὶ ταῦτα πράττειν ἐπειγώμεθα, ἵνα ἄξιοι γενώμεθα ἀκοῦσαι τῆς φωνῆς ἐκείνης· «Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου,» ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΙΖʹ ΠΕΡΙ ΤΟΥ ΠΝΕΥΜΑΤΙΚΟΥ ΘΕΡΙΣΜΟΥ ΚΑΙ ΤΗΣ ΕΠΙΤΕΤΑΜΕΝΗΣ ΑΣΚΗΣΕΩΣ ΤΩΝ ΤΟΥ ΧΡΙΣΤΟΥ ΘΕΡΑΠΟΝΤΩΝ Ἀδελφοὶ καὶ πατέρες, θέρους ὥρα καθὼς ὁρᾶτε, καὶ ἕκαστος τῶν γεωργῶν διανίσταται εἰς συγκομιδὴν τῶν σπερμάτων, καὶ οὔτε κόπος ἐπιτεταμένος οὔτε ἥλιος ἐπικαίων δαμάζει τὸν ἐργάτην, ἀλλ’ ἕωθεν μέχρις ἑσπέρας διαγωνίζεται πῆ μὲν κυρτούμενος, πῆ δὲ ὑψούμενος, ἕως ἂν συντελέσῃ τὸ προκείμενον ἔργον. Τί οὖν; ἡμεῖς οἱ τοῦ Χριστοῦ θεραπευταὶ ὀνομαζόμενοι καὶ τὸν μονήρη βίον ἐπανῃρημένοι ἔχομεν ἄρα θέρος; Καὶ πάνυ μὲν οὖν, καὶ θέρος τοιοῦτον οἷον ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὑποδείκνυσι τοῖς ἑαυτοῦ μαθηταῖς λέγων· «Οὐχ ὑμεῖς λέγετε ὅτι τετράμηνόν ἐστι, καὶ ὁ θερισμὸς ἔρχεται; Ἰδοὺ λέγω ὑμῖν· ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη· καὶ ὁ θερίζων μισθὸν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων.»

Ὑποδέδεικται οὖν ἐκ τῶν εἰρημένων, ὅτι καὶ σπόρος καὶ ἀμητὸς ἡμῖν πρόκειται, καὶ οὐχ ὡρισμένῳ τινὶ καιρῷ, ἀλλὰ διὰ παντὸς καὶ εἰσαεί· θερίσωμεν τοιγαροῦν λοιπὸν, ἀδελφοὶ, προθύμως· τουτέστιν ὁ διδάσκων, τὴν διδασκαλίαν· ὁ προϊστάμενος, τὴν σπουδήν· ὁ οἰκονομῶν, τὴν οἰκονομίαν· ὁ διακονῶν, τὴν διακονίαν· ὁ ὑποτασσόμενος, τὴν ὑπακοήν· ὁ ἡσυχάζων, τὴν ἡσυχίαν· ὁ προσευχόμενος, τὴν ἐπιμονήν· οἱ πάντες τὰ πάντα ἐν πᾶσι καθ’ ὅσον οἷόν τε. Δεινὸν τοὺς σαρκικῶς ἐργαζομένους προθύμως τῶν ἔργων ἐφάπτεσθαι, ἡμᾶς δὲ ῥᾳθύμως καὶ ἐκλελυμένως προσιέναι τοῖς πνευματικοῖς σπουδάσμασι· δεινὸν ἱδρῶτι περιρρεομένους ἐκείνους μὴ ἀπέχεσθαι τῶν πόνων, ἡμᾶς δὲ ἁψικόρως ἔχειν περὶ τὸν τόνον τῆς ἀσκήσεως.

Οὐ βασιλεία οὐρανῶν ἡμῖν πρόκειται; οὐ ζωὴ αἰώνιος; οὐ χαρὰ ἀνεκλάλητος; Ἔστιν ἄρα τῇ ῥᾳθυμίᾳ χρωμένους κτήσασθαί τι τῶν μεγίστων καὶ ἐπιθυμουμένων; οὐδαμῶς. Οὐκοῦν διεγερτέον πάσῃ σπουδῇ, καὶ θεριστέον οὐ φθαρτά τινα καὶ ἐπίκηρα, ἀλλ’ ἄφθαρτα καὶ αἰώνια, ὣς ἂν ἐξῇ καὶ περὶ ἡμῶν λέγεσθαι· «Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι· μακάριος εἶ, καὶ καλῶς σοι ἔσται.» Μή τις εἴπῃ· «Ἀσθενής εἰμι, καὶ οὐ δύναμαι θερίζειν.» Ἀσθενὴς εἶ τῷ σώματι· τῷ δὲ πνεύματι, εἰ βούλει, ἔρρωσαι κατεργάζεσθαι τὸ ἀγαθόν· δάκρυον ἔχεις, κατάνυξιν ἔχεις, συντριμμὸν ψυχῆς ἔχεις, φυλακὴν νοὸς ἔχεις, πραότητα ἔχεις, εἰρήνην ἔχεις καὶ τὸν ἁγιασμὸν, ἅτινά εἰσι φίλα τῷ Θεῷ ὅτι μάλιστα. Μή τις εἴπῃ· «Ὑπεσκέλισμαι, καὶ οὐ δύναμαι ὀρθοποδῆσαι.» Θέλησον δὴ μόνον, καὶ ἐγερεῖ σε «Ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα.» «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει;» «Ζῶ ἐγὼ, λέγει Κύριος· οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν.» Τίνα οὖν λοιπὸν πρόφασιν εὔλογον ἕξομεν; τίνα δὲ ἀπολογίαν εὐπρόσωπον μὴ οὐχὶ πάσῃ προθυμίᾳ ποιεῖσθαι τὰς ἐντολάς, καὶ τυχεῖν τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν;

Ἴδε πῶς οἱ ἅγιοι πατέρες ἡμῶν κεκοπιάκασιν· ἔσπειραν, ἐθέρισαν, συνήγαγον εἰς τὰς ἑαυτῶν ἀποθήκας ζωὴν αἰώνιον· καὶ νῦν εἰσι χαίροντες καὶ ἀναμένοντες τὴν ἀποκάλυψιν τῆς ἐσχάτης ἡμέρας, ἐν ᾗ «ἐκλάμψουσιν ὡς ὁ ἥλιος.» Μὴ τοίνυν, παρακαλῶ, ἀλλοτριωθῶμεν τῶν μακαρίων ἐκείνων, ἀδελφοὶ, μηδὲ μικραῖς καὶ ὀλίγαις ἡδοναῖς καὶ ἡμέραις προησώμεθα τὴν σωτηρίαν ἡμῶν ἀθάνατα κολασθησόμενοι, ἀλλὰ καθ’ ὅσον οἷόν τε ἀγωνισώμεθα· κατόπιν αὐτῶν ἰέναι πάντα στέγοντες, πάντα ὑπομένοντες, ἵνα βασιλείαν οὐρανῶν κληρονομήσωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΙΗʹ ΠΕΡΙ ΑΠΡΟΣΠΑΘΕΙΑΣ ΤΩΝ ΤῌΔΕ ΗΔΕΩΝ ΚΑΙ ΕΦΕΣΕΩΣ ΤΩΝ ΑΙΩΝΙΩΝ ΑΓΑΘΩΝ Ἀδελφοὶ καὶ πατέρες, ἔκλυσιν ποιεῖται τοῦ σώματος ἡ ὥρα τοῦ θέρους, συνεπιτιθεμένης καὶ τῆς ἀγρυπνίας· καὶ τάχα ἀποκνέομεν πρὸς τὴν ἀκρόασιν τῆς κατηχήσεως· ἀλλ’ ἐπειδὴ ὡς καθ’ ἡμέραν ἀποθνήσκοντες ὀφείλομεν εἶναι, κατὰ τὴν νομοθεσίαν τοῦ Ἀποστόλου· ἀποθνήσκων δέ τις ἐπιτάφια φθέγγεται, καὶ προσεκτικοὺς ἀπεργάζεται τοὺς ἀκούοντας· φέρε καὶ ἡμεῖς μὴ ἀποκνήσωμεν ἀκούειν, ἀλλ’ ὡς ἐπὶ διαθήκης ἀναγινωσκομένης προσέχωμεν τοῖς λεγομένοις. Διαθήκη μὲν οὖν τῶν κατὰ σάρκα ἐπειδὴ σαρκικὴ, καὶ σαρκικὰ διαγορεύει, τουτέστι· κληρονομίαν ἀφίησι γυναικί, τέκνοις, ἀδελφοῖς, συγγενέσιν, εἴ τι ἄλλο σύνηθες διατάττεσθαι· ἡ δὲ καθ’ ἡμᾶς διαθήκη οὐδὲν ὑποφαίνει τοιοῦτον· ἀλλὰ τί; «Ὅτι ξένοι καὶ παρεπίδημοί ἐσμεν ἐπὶ τῆς γῆς,» καὶ ὅτι «Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον τοῦτον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα,» καὶ ὅτι μετατιθέμεθα ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν, καὶ ἀπὸ ἀτιμίας εἰς δόξαν, καὶ ἀπὸ θνητότητος εἰς ἀθανασίαν, ὥστε οὐκ ἄν τις ἁμάρτοι εὐαγγέλιον τὴν διαθήκην ταύτην ὀνομάζων, ἐπεὶ καὶ ὁ Ἀπόστολος «Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρεῖσσον» ἔφησε, καὶ ἀλλαχοῦ πάλιν· «Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε.

Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής· οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.» Ὁρᾶτε ὅτι ὡς εὐαγγελιζόμενός ἐστι τὴν ἐντεῦθεν μετανάστασιν;

Οὐκοῦν ἐπεὶ εὐαγγέλιον ἡ καθ’ ἡμᾶς διαθήκη, ἡδέως ἀκούωμεν τῶν λεγομένων, καὶ προθύμως ἐχώμεθα τῆς ἀσκήσεως πρὸς μηδὲν τῶν σαρκικῶν καθηκόντων ἐπιστρεφόμενοι, μὴ πρὸς γονεῖς, μὴ πρὸς ἀδελφούς, μὴ πρὸς συγγενεῖς. Καὶ τί λέγω τοῦτο κἀκεῖνο; Ἀλλὰ γὰρ μηδὲ πρὸς αὐτὴν τὴν κτίσιν ἐπιστρεπτέον.

Καί γέ τις τῶν ἁγίων πατέρων ἡνίκα τῆς κέλλης προΐοι, κάλυμμα ἐπὶ τὴν κεφαλὴν ἐτίθει πρὸς τὸ μὴ ἀτενίσαι τῇ αὐγῇ τοῦ ἡλίου, καὶ ἐπερωτώμενος τὴν αἰτίαν ἀπεκρίνατο· «Τί θέλω τοῦτο τὸ φῶς τὸ πρόσκαιρον ἰδεῖν;» Οὕτως ὁ φιλόθεος ἀνὴρ πάντων ἐκστὰς μόνης τῆς τοῦ Θεοῦ ἀγάπης καὶ θεωρίας ἔχεται, καὶ ὁρᾷ μὲν τὴν ὑπ’ οὐρανὸν θαυμάζων καὶ ὑμνῶν τὸν ἀριστοτέχνην Θεόν· θᾶττον δὲ τῶν κατ’ αἴσθησιν μετελθὼν ἐν τοῖς ἀοράτοις γίνεται, ἐντεῦθεν καρπούμενος ἀγαλλίασιν καὶ εὐφροσύνην πνευματικὴν ἐνθεαστικώτατα.

Τοιοῦτος ἦν ὁ πατριάρχης Ἁβραάμ· γέγραπται γάρ· «Πίστει παρῴκησεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς αὐτῆς ἐπαγγελίας· ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἦς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.» Τοιοῦτος καὶ ὁ μέγας Μωσῆς· «Πίστει γὰρ κατέλιπεν Αἴγυπτον μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρει.» Τοιοῦτοι καὶ πάντες οἱ ἅγιοι μὴ σκοποῦντες δὴ «Τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα»· μηδὲ ὀρεγόμενοι τῶν προσκαίρων, ἀλλὰ τῶν αἰωνίων, κἀν τούτοις πρὸς τὴν θείαν μίμησιν, ὅσον ἐφικτὸν, ἀποτυπούμενοι. Τὴν οὖν ὄρεξιν ταύτην καὶ ἡμεῖς κτησώμεθα, καὶ οὐκ ἄν ποτε ἐπιθυμήσωμεν τὰ ὡραῖα τοῦ τῇδε βίου οὐδὲ θαυμάσωμεν τοὺς σαρκικῶς ζῶντας· μᾶλλον δὲ μέγα ἐπ’ αὐτοῖς στενάξωμεν, ὅτι τὰ ἐν ἐπαγγελίαις ἀγαθὰ ἐπηγγελμένοι κληρονομεῖν, περὶ χρυσὸν καὶ ἄργυρον καὶ τὰς φθοροποιοὺς ἡδονὰς ἐμματαιάζουσιν ἑκουσίως τὴν περὶ τὰ καλὰ ἀβλεψίαν ὑπομένοντες. «

Ἡμεῖς δὲ, ἀδελφοὶ, ἀποστολικῶς εἰπεῖν, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι» «τὰ ἄνω ζητῶμεν, τὰ ἄνω φρονῶμεν, οὖ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος·» ὡς ἃν ἐξῇ καὶ περὶ ἡμῶν εἰρῆσθαι· «Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου,» καὶ «Ὑμῶν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει,» ἐν ᾧ καὶ παρασταίημεν ἀκατάγνωστοι εἰς ἡμέραν ἀνταποδόσεως τῆς δικαίας κρίσεως τοῦ Θεοῦ ἐπὶ τοῦ φοβεροῦ καὶ ἀπαραλογίστου βήματος τοῦ Χριστοῦ, τὴν εὐκταίαν φωνὴν ἀκούοντες καὶ εἰς οὐρανῶν βασιλείαν προσλαμβανόμενοι, ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΙΘʹ ΠΕΡΙ ΥΠΟΜΟΝΗΣ ΚΑΙ ΤΟΥ ΠΡΟΣΙΕΣΘΑΙ ΤΟΥΣ ΕΡΧΟΜΕΝΟΥΣ ΠΡΟΣ ΑΠΟΤΑΓΗΝ Ἀδελφοὶ καὶ πατέρες, παρατρέχων παρατρέχει ὁ χρόνος, καί γε παρελήλυθε τῶν ἁγίων ἀποστόλων ἡ τεσσαρακοστὴ, ὁμοῦ μὲν στενοχωρήσασα ἡμᾶς διὰ τὴν ἐκ τοῦ καύσωνος δίψαν, ὁμοῦ δὲ καὶ παρακαλέσασα διὰ τὴν ἐλπίδα· ἡ γὰρ τοιαύτη δίψα προξενεῖ ἡμῖν πότον ἀθανασίας, καὶ ἡ ἐκ τῆς δίψης ἐγγινομένη πικρότης τῷ στόματι παρέξει τὴν γλυκύτητα τοῦ Παραδείσου. Καὶ τοῦτο εἰδότες, ἀδελφοὶ, φέρωμεν πάντα τὰ κατὰ Θεὸν λυπηρὰ περιχαρῶς, ἐλπίδι τῆς ἀνταποδόσεως· «Ἐλπὶς δὲ βλεπομένη, καθώς φησιν ὁ Ἀπόστολος, οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι’ ὑπομονῆς ἀπεκδεχόμεθα.» Ὑπομονὴ οὖν τὸ μέγιστον τῶν ἀρετῶν κατόρθωμα, ὑπομονῇ οἱ μάρτυρες τὰ οὐράνια ἀνεδήσαντο διαδήματα, ὑπομονῇ οἱ ὅσιοι τὰ τῆς δικαιοσύνης ἀπειλήφασι γέρα· ὑπομονῇ τοίνυν καὶ ἡμεῖς χρησώμεθα πρὸς τὴν ὑπακοήν, πρὸς τὴν ταπεινοφροσύνην, πρὸς τὴν ἀοργησίαν, πρὸς τὴν ἐν ταῖς διακονίαις γυμνασίαν, πρὸς πᾶν ὁτιοῦν ἄλλο τῶν ὑποτακτικῶν ἀγωνισμάτων, καὶ τῆς ἴσης αὐτοῖς καὶ ἡμεῖς ἀπολαύσομεν μισθαποδοσίας. Οἶδα τὸν ὑποτακτικὸν ζυγόν· οἶδα τὸν ἐκ τῆς κοπῆς τοῦ θελήματος πόνον· ἀλλὰ καὶ τὸ γλυκὺ τῆς ζωῆς πάλιν ἐπίσταμαι.

Εἰ γὰρ γένηται κοπὴ τοῦ θελήματος, ῥᾴστη ἡ ὁδὸς καὶ εὔκολος ἡ σωτηρία· ὥστε ἐπιμελητέον τῆς κοπῆς τοῦ θελήματος, καὶ συναναφανήσεται ἡ εὐμαρὴς καὶ μακαρία ζωή. Κόποι ἐν τῷ κοινοβίῳ; ἀλλὰ καὶ ἀναπαύσεις. Κοπιᾷ τις πλέον τοῦ πέλας; ἀλλὰ καὶ πλείονα τὸν μισθὸν ἕξει· «Ἕκαστος γὰρ, φησὶ, τὸν ἴδιον μισθὸν λήψεται, κατὰ τὸν ἴδιον κόπον.» Ὑποπίπτει τις κατὰ ἀγάπην τῷ πλησίον; τὸ πρωτεῖον ἕξει· «Ὃς γὰρ ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω ὑμῶν δοῦλος.» Ἀσθενεῖ τις ἐφάπτεσθαι τῶν βαρυτέρων ἔργων; ἀλλ’ οὖν τῶν κατὰ δύναμιν μὴ ἀμελείτω, ὡς ἂν δοξάζηται ἐν πᾶσιν ὁ Θεός· καὶ μὴ εἴη τις ἀσυντελὴς πρὸς τὸ κοινῇ συμφέρον. Ταῦτα εἰ καὶ πολλάκις εἴρηται, ἀλλὰ καὶ νῦν ἀναγκαίως ὑπομνηματίζεται· οὐ γὰρ μικρὸς ὁ προκείμενος ἀγών. «Ἰδοὺ, φησὶ, τέθεικα πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον.» Διὰ γοῦν τὸ ἑλέσθαι ἡμᾶς τὴν ζωὴν, καὶ φυγεῖν τὸν αἰώνιον θάνατον, ὁ λόγος καὶ ἡ παράκλησις, ἡ διδασκαλία καὶ ἡ παραίνεσις.

Καὶ οἶδα καὶ πέπεισμαι ὅτι οὐκ εἰς κενὸν, οὔτε ἡμῖν τοῖς ταπεινοῖς οὔτε ὑμῖν τοῖς ἀκούουσι, γενήσεται τὰ εἰρημένα· οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι εἰ καὶ ἐν ἐξορίᾳ ἐσμὲν διὰ τὸν λόγον τοῦ Θεοῦ, ἀλλ’ οὖν ὡς ἐν μοναστηρίῳ διατρίβοντες τοὺς ἐρχομένους πρὸς ἀποταγὴν οὐκ ἀποπεμπόμεθα· ἐπιτελοῦμεν δὲ τοῦτο διὰ τῶν πανταχοῦ διεσπαρμένων ἀδελφῶν ἡμῶν ἐντεταλμένων προσίεσθαι τοὺς τοιούτους, κατὰ τὸ δυνατὸν, καὶ συντάττειν τῷ πληρώματι τῆς ἀδελφότητος. Καὶ πολλοὶ μὲν οἱ ἐκδημήσαντες, πολλοὶ δὲ καὶ οἱ προσληφθέντες, καὶ μεγαλύνεται ἡ ἀδελφότης ἡμῶν ἥ τε μεταστᾶσα καὶ ἡ ἔτι ζῶσα, καὶ ὁ Θεὸς δοξάζεται ἐν ὑμῖν, καὶ αὐτὸς δοξάσειεν ὑμᾶς ἐν ἑαυτῷ, κατὰ τὴν ὑπόσχεσιν.

Ἐπειδὴ δὲ οἷον τὸ ἄρχον καὶ τὸ ἀρχόμενον, παρακαλῶ, οἱ εἰς κεφαλὴν καὶ κανόνα τοῖς ἄλλοις κείμενοι, ὁσίως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν, δι’ ἑαυτῶν τοὺς ἄλλους εἰς ὀρθοτομίαν καὶ λόγου καὶ βίου ἀπευθύνοντες. Μήτις οὖν κραυγὴ παρὰ τὸ δέον, μηδὲ διάλεξις ἐμφιλόνεικος, μηδὲ λόγος σαπρὸς ἐκπορευόμενος ἐκ τοῦ στόματος ὑμῶν, «Ἀλλ’ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας,» ἵνα μὴ μωμηθῇ τὸ ἔργον ὑμῶν ἐν τούτοις· ἀλλ’ ἐν πᾶσιν εὐαρεστοῦντες Κυρίῳ τῷ ἀγαθῷ Θεῷ ἡμῶν τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Κʹ ΟΤΙ ΔΕΙ ΦΥΛΑΤΤΕΙΝ ΗΜΑΣ ΤΟ ΚΑΛΛΟΣ ΤΗΣ ΨΥΧΗΣ ΚΑΙ ΤΗΝ ΩΡΑΙΟΤΗΤΑ ΑΚΗΛΙΔΩΤΟΝ ΚΑΙ ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ Ἀδελφοὶ καὶ πατέρες, τὰ προεόρτια τῆς θείας μεταμορφώσεως ἀξιωθέντες ἐπιτελέσαι σήμερον, φέρε ἐξ αὐτῆς τὴν κατήχησιν ποιησώμεθα, ἐν ὀλίγοις ῥήμασιν ἀποπληροῦντες τὸ ὀφειλόμενον.

Πᾶσαι μὲν αἱ δεσποτικαὶ ἑορταὶ τὰ τῆς σωματικῆς ἐνδημίας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὑπομνηματίζουσι μυστήρια· οἷον, ὅτι ἐγεννήθη, ὅτι ἐβαπτίσθη, ὅτι ἐσταυρώθη, ὅτι ἐτάφη, ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ, ὅτι ἀνελήφθη ἐν δόξῃ· ἡ δὲ τῆς μεταμορφώσεως τελετὴ τὴν τοῦ μέλλοντος αἰῶνος ἀποκατάστασιν ὑπογράφει. Ὅνπερ γὰρ τρόπον «Ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς·» τὸν αὐτὸν δὴ τρόπον ἐλεύσεται ἀπ’ οὐρανοῦ ὡσεὶ ἀστραπὴ ἐν δυνάμει καὶ δόξῃ πολλῇ κρῖναι τὰ σύμπαντα. Καὶ ὥσπερ συνῆσαν αὐτῷ Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης ἐν τῷ ὄρει τῷ ἁγίῳ, οὕτω συνέσονται αὐτῷ οἱ ἐκλεκτοὶ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἀπολαύοντες αὐτοῦ τῆς ἀρρήτου θεοφανείας καὶ τῆς ἀνεκδιηγήτου ἀγαλλιάσεως. Καὶ πρὸς ταῦτα τίς ἱκανός, τίς δὲ ἄξιος φθάσαι εἰς τὴν χαρὰν ἐκείνην; Τίς γοῦν ἄλλος ἢ ὃς ἔχει τὸν βίον καθαρὸν καὶ ἀκηλίδωτον; καθαρὸς γὰρ ὢν ὁ Θεὸς ἡμῶν, μᾶλλον δὲ φῶς τὸ ἀκρότατον, τοὺς καθαροὺς καὶ προσίεται, καὶ καθαρὰν ἡμῖν ἐνθεὶς ψυχὴν, καθαρὰν αὐτὴν καὶ πρὸς ἡμῶν ἀπαιτήσειεν· εἴπερ γὰρ κατ’ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν πεποίηται, δηλονότι ὡς ἄγαλμα οὖσα τῆς θεαρχικῆς ὡραιότητος καὶ αὐτὴ ὡραϊσμοῦ μετείληφε.

Καὶ τοῦτο εἰδὼς ὁ μελῳδὸς τάδε φησί· «Κύριε ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν·» τουτέστι τῷ κάλλει τῆς ψυχῆς, ὡς ἂν μὴ ἀπονεύσασα εἰς τὰ δυσειδῆ πάθη τῆς ἁμαρτίας, ἄμορφος γενομένη, ἀποπέσοι Θεοῦ καὶ τῶν θείων ἀμοιβῶν. Ἐπεὶ οὖν ὡμολόγηται τοιαύτην ἡμᾶς ἔχειν ψυχὴν ὡραίαν τε καὶ καλὴν, καὶ ταύτην ὡς παρακαταθήκην ἀποδώσειν τῷ Θεῷ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς ἀναστάσεως, παρακαλῶ καὶ ὑπομιμνήσκω, τοῦτο τὸ κάλλος φιλήσωμεν, καὶ ταύτην τὴν ὡραιότητα περιφυλάξωμεν μὴ ἐπιστρεφόμενοι εἰς τὰ ὡραῖα τοῦ τῇδε αἰῶνος μηδὲ εἰς κάλλη σαρκὸς καὶ αἵματος· οὐ γάρ εἰσι κάλλη, ἀλλ’ εἴδωλα κάλλους· μᾶλλον δὲ, φθορὰ καὶ ἀλλοίωσις. Καὶ τοῦτο εἰσόμεθα ἐκ τοῦ τέλους τῶν πραγμάτων· ὁ γὰρ σήμερον περικαλλὴς καὶ ὡραιοπρόσωπος, αὔριον εἰς τάφον βαλλόμενος ὀδωδώς τε καὶ πᾶσιν ἀποτρόπαιος.

Οὕτως οὐδέν ἐστι καλὸν καὶ ἐραστὸν, ἀλλ’ ἣ μόνον ἡ ἀξιάγαστος ἀρετή, ἣν ὅτι μάλιστα διωκτέον ἡμῖν, ἀδελφοί. Εἰ δὲ, ὅτι πολλάκις συμβαίνει τὴν ψυχὴν ὀκλάζουσαν χραίνεσθαι ἐκτόποις διαλογισμοῖς, ὁμολογουμένως· —τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; —ἀλλ’ ὁμῶς θᾶττον ἀνακαθαρτέον καὶ ἀνακομιστέον αὐτὴν εἰς τὴν προτέραν στάσιν, ὡς ἂν μὴ ἐγχρονίζουσα τῷ κακῷ ἀποτέκοι θάνατον. Καὶ μήποτέ τις εἴπῃ μὴ δύνασθαι ἀποκαθαρισθῆναι πολλαῖς ἁμαρτίαις κατεστιγμένος, ἀκούων τοῦ λέγοντος· «Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ.» Ὁρᾶτε τὴν τοῦ Θεοῦ ἄφατον φιλανθρωπίαν, ὅτι οὐ μόνον καθαρίζειν ἐπήγγελται, ἀλλὰ καὶ εἰς ἀκμὴν ὡραιότητος ἄγειν τὸν μεταμελόμενον; Καὶ τὰ παραδείγματα δῆλα. Δαυὶδ προφήτης ἦν, καὶ ἐπειδὴ ἐμπέπτωκεν εἰς τὸ τῆς μοιχείας καὶ τοῦ φόνου ἔγκλημα, οὐκ ἀπέκαμεν· ἀλλὰ θᾶττον τῇ μετανοίᾳ χρησάμενος πάλιν τὸ προφητικὸν ἀπείληφε χάρισμα. Μανασσῆς πεντήκοντα δύο ἔτη ἐκκεκλικὼς τὸν Ἰσραὴλ, ἐπειδὴ μετενόησε, καὶ σωτηρίας ἔτυχε. Τῶν ἀποστόλων ὁ κορυφαῖος μετὰ τὴν ἄρνησιν, τῷ φαρμάκῳ τῶν δακρύων, πάλιν τὸ τῆς ἀποστολῆς φορτίον ἀπεκομίσατο.

Μαρία ἡ αἰγυπτία, ἵνα τοὺς ἄλλους παραδράμοιμι ἀπείρους ὄντας, εἰς τὸν ἔσχατον τῆς λαγνείας ὅρον διελάσασα, ὅμως ἐπειδὴ μετεμελήθη ἀξιολόγως, εἰς τὸ ἀκρότατον μέτρον τῆς ἀρετῆς ἐπαναβέβηκεν. Ὥστε οὐδεμία πρόφασις ἀδυναμίας τῷ προαιρουμένῳ σώζεσθαι, εἰ μή τι ἄρα ἀνάλγητός τις καὶ ἐθελοθάνατος εἴη· ἀλλ’ «Ἱνατί ἀποθνήσκετε, οἶκος Ἰσραὴλ» ἀκούομεν, καὶ ἱνατί ζωῆς ἡμῖν προκειμένης ἀθανάτου τὸν αἰώνιον θάνατον ἀνθαιρούμεθα; Ὁ ἀγαθὸς Δεσπότης ἡμῶν ἑκάστοτε βοᾷ· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Καὶ ἡμεῖς τὸ φορτίον τῶν ἁμαρτιῶν ἀποσκευάσασθαι οὐ βουλόμεθα. Ὁ αὐτὸς κραυγάζει· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.» Καὶ ἡμεῖς τὴν ἐναντίαν τρεπόμεθα αὐτοῖς ἔργοις φθεγγόμενοι· «Ὁδούς σου εἰδέναι οὐ βουλόμεθα.» Λειπόμενον οὖν ἐστιν ἀκούειν ἡμᾶς· «Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε.» «Καί γε οἱ τὰ τοιαῦτα πράσσοντες, φησὶ, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν.» Ἀλλὰ μὴ γένοιτο περὶ ἡμῶν ταῦτα εἰρῆσθαι. «Ὑμεῖς γὰρ φίλοι μοῦ ἐστε, φησὶν ὁ Κύριος, ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν.»

Οὐκοῦν τὰ ἐντεταλμένα ἡμῖν πάντα ποιῶμεν, ἵνα καταξιωθῶμεν φίλοι αὐτοῦ κεκλῆσθαι, ἵνα κληρονομήσωμεν βασιλείαν οὐρανῶν, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.