Σκοπῶμεν οὖν λοιπὸν μεμετρημένως τὴν τροφὴν, τὴν πόσιν, τὸν ὕπνον, εἴ τι ἄλλο, ὡς μὴ καταδυναστεύεσθαι τὴν ψυχὴν, ἀλλ’ ἔχειν κατὰ τοῦ σώματος τὰ νικητήρια. Ὁ τρέχων ἐν σταδίῳ οὐχὶ, ἂν ἓν στάδιον ἢ δύο δράμῃ, νικητὴς ἀναγορεύεται, ἀλλ’ ὅταν ὅλους τοὺς διαύλους ἀνύσῃ· καὶ ἡμεῖς τοίνυν οὐχ ὅτι τὴν τεσσαρακοστὴν ἢ τὴν πεντηκοστὴν, ἀλλ’ εἰ μὴ τὸν ὅλον ἡμῶν βίον ἐναγώνιον σχοίημεν, οὐκ ἂν διαφύγοιμεν τὰς παγίδας τοῦ διαβόλου, οὐκ ἂν νίκης ἆθλον ἄροιμεν. Τοιγαροῦν, ὦ ἀδελφοὶ, ἔτι ἀγωνισώμεθα τὸν καλὸν ἀγῶνα, ἔτι ἱδρώσωμεν ὑπὲρ ἀρετῆς, ἔτι ὑπωπιάσωμεν τὴν σάρκα, ἔτι δουλαγωγήσωμεν τὸ σῶμα, ἔτι τροπωσώμεθα τὰ πάθη, «πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, πάντοτε τὸ ἀπόκριμα τοῦ θανάτου ἐν ἑαυτοῖς ἔχοντες.» Ἤδη γὰρ καὶ ἡμεῖς πάντως ἀποθανούμεθα, καθὼς οἱ πατέρες καὶ ἀδελφοὶ ἡμῶν, καὶ μεταναστεύσομεν τῶν τῇδε, καὶ ἀπελευσόμεθα εἰς τόπους ξένους, καὶ ὀψόμεθα ὁράματα ἅ ποτε οὐχ ἑωράκαμεν· καὶ φοβερὸν τὸ λαλούμενον, καὶ ἐκστάσεως ἀνάπλεων τῷ γε νοῦν ἔχοντι.