Δεινὸν γὰρ, ἀδελφοὶ, ἐν καιρῷ ἐξόδου ἀνακαλεῖσθαι τὸν παρεθέντα χρόνον, καὶ ἐπιζητεῖν ἡμέρας ζωῆς πρὸς κτῆσιν κατορθωμάτων. Δεῖνον τοῦτο καὶ παγχάλεπον. Ὁ γὰρ οὕτω καταληφθεὶς δηλονότι ταραχθήσεται καὶ περιστατηθήσεται σφόδρα, οὐκέτι ὡς ἐπὶ ἀμοιβῇ ἀγώνων, ἀλλ’ ὡς εἰς ἔκτισιν ἁμαρτιῶν τοῦ σώματος προερχόμενος. Καὶ φοβερὸν τὸ ὅραμα ἀπαντήσεται αὐτῷ· ὅπερ ἵνα μὴ πάθωμεν ἡμεῖς, ὑπομιμνήσκω καὶ δέομαι, ἕτοιμοι ἀεὶ ὦμεν πρὸς τὴν ἔξοδον, πᾶσαν ἡμέραν τελευταίαν ἡγούμενοι τοῦ βίου ἡμῶν, καθὼς ὑπὸ τοῦ ἁγίου Ἀντωνίου διδασκόμεθα. Εἰ γὰρ οὕτως ὑποτιθέμεθα, οὐδέποτε ἐσόμεθα διαλελυμένοι οὐδὲ παρειμένοι, οὐδὲ ῥᾴθυμοι, οὐδὲ ἄπρακτοι, οὐδὲ ἀντίλογοι, οὐδὲ ἀπειθεῖς, οὔτε ἀφηνιασταί, οὔτε γελωτοποιοί· μᾶλλον μὲν οὖν εὐπειθεῖς καὶ εὐήνιοι, εὐκατάνυκτοι καὶ εὐαίσθητοι, πρᾶοι καὶ εἰρηνικοὶ, εἰλικρινεῖς καὶ ἀπρόσκοποι, εἰς πᾶν ὁτιοῦν ἀγαθὸν προαιρούμενοι κατὰ μίμησιν τῶν ἁγίων· οὕτω γὰρ αὐτοὶ πολιτευσάμενοι ἐπέτυχον τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν. Καὶ ταῦτα διῆλθον οὐχ ὑμᾶς μόνον, ἀλλὰ καὶ ἐμαυτὸν ἀσφαλιζόμενος· ὅπως τῇ τοιαύτῃ παρασκευῇ διαζῶντες, ἐν καιρῷ ἐξόδου εὑρεθῶμεν ἄφοβοί τε καὶ ἀδείλαντοι, ἐπιφθεγγόμενοι τὰ τοῦ Δαυίδ· «Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐεργέτησέ σε.» Καὶ τό· «Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων.»