Ἔργον
Θεόδωρος ὁ Στουδίτης – Μικρὰ Κατήχησις
Κατηχήσεις ΠΑ΄ έως Ϟ΄
Πρακτικές και πνευματικές οδηγίες για τη θεραπεία των παθών μέσω της μετάνοιας, τη διατήρηση της ακτημοσύνης και την αδελφική αγάπη εν μέσω στερήσεων και συνεχιζόμενων διωγμών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κατηχήσεις ΠΑ΄ έως Ϟ΄
Πρακτικές και πνευματικές οδηγίες για τη θεραπεία των παθών μέσω της μετάνοιας, τη διατήρηση της ακτημοσύνης και την αδελφική αγάπη εν μέσω στερήσεων και συνεχιζόμενων διωγμών.
ΚΑΤΗΧΗΣΙΣ ΠΑʹ ΠΕΡΙ ΑΓΑΠΗΣ ΤΟΥ ΚΑΘΗΓΟΥΜΕΝΟΥ ΚΑΙ ΤΟΥ ΜΗ ΑΣΧΟΛΕΙΣΘΑΙ ΕΝ ΤΟΙΣ ΜΑΤΑΙΟΙΣ ΤΟΥ ΒΙΟΥ ΑΛΛ’ ΕΠΕΚΤΕΙΝΕΣΘΑΙ ΠΡΟΣ ΤΑ ΚΡΕΙΤΤΟΝΑ Ἀδελφοὶ καὶ πατέρες, ἐπιθυμίᾳ ὑμῖν διαλέγομαι, οὐκ ἐξ ἀνάγκης, εἰ καὶ ἀνάγκη μοι ἐπίκειται τοῦ διαλέγεσθαι. «Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ,» εἰ καὶ ἁμαρτωλός εἰμι, καὶ χαίρω ἐπὶ τῇ προκοπῇ ὑμῶν μεγάλως. Εἰ δὲ, ὅ τι πολλάκις, συμβαίνει λυπεῖν ὑμᾶς, καθάπερ ἐν τῇ προτεραίᾳ, ἀλλὰ καὶ τοῦτο «οὐχ ἵνα λυπηθῆτε· ἀλλ’ ἵνα γνῶτε τὴν ἀγάπην, ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς·»—εἴπερ ὁ ἀγαπῶν ἐπιμελῶς παιδεύει· καὶ τίς ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ; —«ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι.» Ἐπεὶ ἄλλως γε καὶ ἀποδέχομαι καὶ ὁμολογῶ καὶ ὑπηκόους ὑμᾶς εἶναι καὶ πειθηνίους καὶ πληρωτὰς πατρικῶν ἐντολῶν, ὡς οὐκ οἶδα εἴ τινας ἄλλους τῶν ἐν τῇ γενεᾷ ταύτῃ ὑποτασσομένων· καὶ οὐ κολακεύων λέγω, ἀλλ’ ἀληθεύων.
Τίς γὰρ οὕτως ἢ συνεψύχησε πατρὶ ἢ συνηκολούθησε καθηγουμένῳ ἐν τοῖς κατ’ ἐντολὴν τοῦ Κυρίου, ὡς ὑμεῖς κατ’ ἀμφότερα ὤφθητε εὐδοκιμηκότες; Καὶ μαρτυροῦσιν αἵ τε ἐξορίαι καὶ διωγμοί, φυλακαί τε καὶ [αἱ] κακώσεις, ἡ μέχρις αὐτοῦ αἵματος ἀντικατάστασις, ἀνταγωνιζομένων ὑμῶν πρὸς τὴν ἁμαρτίαν. «Καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον,» παρ’ οὗ καὶ ὁ ἔπαινος. Καὶ ἄλλοι μὲν ἐχέτωσαν χρήματα καὶ κτήματα, μοναστήριά τε καὶ φροντιστήρια· ἐμοὶ δὲ ἀρκοῦν εἰς εὐδοξίαν, τὸ ὑμᾶς μόνον ἔχειν, καὶ ἐν ὑμῖν καλλωπίζεσθαι. Ὑμεῖς γάρ ἐστε καὶ «ἡ χαρὰ καὶ ὁ στέφανός μου,» καὶ ἡ ζωή, καὶ ἡ προθυμία, καὶ εἴ τι ἄλλο τῶν καλῶν. Μόνον παρακαλῶ μὴ ὑπολήξειν τῆς καλῆς προθέσεως, μηδὲ εἰδέναι μέτρον τοῦ καλοῦ καὶ τῆς ἀναβάσεως· ἀλλ’ ὥσπερ οἱ κατὰ σάρκα χρηματιζόμενοι οὐ λαμβάνουσι κόρον τῆς τοῦ πλείονος ἐφέσεως· οὕτως ὑμεῖς ἐν τοῖς πνευματικοῖς τοῖς κρείττοσιν ἐπεκτείνεσθαι μὴ παύσησθε ἕως ἐσχάτης ἀναπνοῆς· ἐπειδὴ «Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.» Οὐχ ὁρᾶτε τοὺς βίους τῶν ἁγίων πόσοις πόνοις καὶ ἱδρῶσι κατωρθώθησαν; Οὐχ ὁρᾶτε τὰ μαρτύρια τῶν ἁγίων πόσοις αἵμασι καὶ παθήμασι συνετελέσθησαν;
Διὰ τί; Ἵνα Χριστὸν κερδήσωσιν, ἵνα τῶν ὑπὲρ νοῦν ἀγαθῶν τύχωσιν· ἐπειδὴ «Τὰ μὲν βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.» Οὐ καλὸς ὁ ἥλιος; Ἀλλὰ καὶ οὗτος μικρὸν ὕστερον «σκοτισθήσεται.» Οὐ καλὴ ἡ σελήνη; Ἀλλὰ καὶ αὐτὴ «οὐ δώσει τὸ φέγγος αὐτῆς». Οὐ καλοὶ οἱ ἀστέρες; Ἀλλὰ καὶ αὐτοὶ «πεσοῦνται.» Οὐ καλὸς ὁ οὐρανός; Ἀλλὰ καὶ αὐτὸς ὡς ἱμάτιον παλαιωθήσεται, καὶ πάντα ἀλλαγήσονται, καὶ καινοὺς δεῖ γενέσθαι «οὐρανούς, καὶ καινὴν γῆν,» κατὰ τὸ γεγραμμένον· καὶ ζωὴ μακαρία ἔσται καὶ ἀνεκλάλητος ἡ μετὰ Χριστοῦ, καὶ σὺν Χριστῷ προσδοκωμένη. Τοιαῦται οὖν αἱ ἐπαγγελίαι· καὶ τούτοις τοῖς ἐνθυμήμασι βοηθῶμεν ἑαυτοῖς, ἀδελφοὶ, τοῖς ὑπὲρ αἴσθησιν τὰ κατ’ αἴσθησιν νικῶντες, καὶ τῷ θείῳ ἔρωτι τὸν τῆς σαρκὸς ἔρωτα καταστέλλοντες, καὶ καθὼς διδάσκει ὁ Ἀπόστολος· «Τὰ ἄνω ζητοῦντες, οὗ ἐστιν ὁ Χριστὸς ἐν δεξιᾷ τοῦ Πατρὸς καθήμενος· τὰ ἄνω φρονοῦντες, μὴ τὰ ἐπὶ γῆς,» καθάπερ τινὲς τῶν ἀνθρώπων, δίκην συῶν, τῷ βορβόρῳ τῶν ἐπιθυμιῶν ἐγκυλινδούμενοι, καὶ τοῖς τέλμασι τῶν παθῶν καταβαπτιζόμενοι, «Ὧν τὸ τέλος ἀπώλεια, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν.
Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει· ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν,» ὃν καὶ ἀξιωθείημεν εὐμενῶς ἰδέσθαι προσλαμβανόμενον ἡμᾶς ἐν τῇ αὐτοῦ βασιλείᾳ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΚΑΤΗΧΗΣΙΣ ΠΒʹ ΠΕΡΙ ΤΟΥ ΚΑΘΑΙΡΕΙΝ ΕΑΥΤΟΥΣ ΑΠΟ ΠΑΝΤΟΣ ΜΟΛΥΣΜΟΥ ΔΙΑ ΤΗΣ ΘΕΟΔΩΡΗΤΟΥ ΜΕΤΑΝΟΙΑΣ Ἀδελφοὶ καὶ πατέρες, ἐλύπησεν ὑμᾶς ἡ πληγὴ τοῦ ποδός μου, καὶ οὐκ ἀπεικότως· συνδιατίθεσθέ μοι γὰρ καὶ χαιρομένῳ καὶ λυπουμένῳ, ὡς φιλάδελφοι, ὡς φιλοπάτορες. Ἐγὼ δὲ ἐντεῦθεν ποιοῦμαι τὴν κατήχησιν. Πῶς; ὅτι ἐπειδὴ ἐπλήγην κατὰ τὰς ἁμαρτίας μου, εὐθέως ἐδεήθην καὶ ἀνακλίσεως καὶ ἰατρείας· ἐξ οὗ οὐδὲ ἠδυνήθην ὑμῖν συναναστραφῆναι ταῖς τρισὶν ἡμέραις ταύταις· εἶτα ἐπειδὴ ἐλέει Θεοῦ ἐθεραπεύθην, πάλιν σύνειμι καὶ συμφέρομαι ὑμῖν. Οὕτως ἐστὶ καὶ ἐπὶ τῶν κατὰ ψυχὴν συμπτωμάτων.
Ἐτρώθη τις τὴν καρδίαν ἀπὸ ὁράσεως, ἀπὸ ἀκοῆς; συνηρπάγη ἐκ λογισμοῦ δαιμονιώδους, καὶ ἀνεφλέχθη εἰς ἐπιθυμίαν πονηράν, εἰς ὀργήν, εἰς θυμόν, εἰς μῖσος, εἰς φθόνον, εἰς ἀντιλογίαν, εἰς παρακοήν, εἰς ἄλλο τι τῶν ὀλεθρίων παθῶν; δεῖν εὐθὺς θεραπείας· ἡ δέ ἐστι μετάνοια, κατάνυξις, κλαυθμός, ὀδυρμός, συντριμμὸς καρδίας, τὰ ἄλλα φάρμακα τῆς μετανοίας· κἀντεῦθεν ἀναρρωσθῆναι, καὶ πρὸς τὴν προτέραν ἀναδραμεῖν κατάστασιν. Εἰ δὲ μὴ οὕτω γένηται, εὑρισκόμεθα ἁμαρτίαν ἐφ’ ἁμαρτίᾳ καὶ πληγὴν ἐπὶ πληγῇ προστιθέντες, καὶ γίνεται τὸ πάθος ἀνίατον, καὶ ἀρρωστοῦμεν τὴν πρὸς θάνατον ἁμαρτίαν.
Ἀλλὰ μηδαμῶς οὕτως, ὦ ἀδελφοί· ἀλλὰ πρῶτον μὲν φυλακτέον μὴ ἁμαρτεῖν ἡμᾶς· τί γὰρ ἡδύτερον καὶ μακαριώτερον ψυχὴν ἔχειν καθαράν, καὶ νοῦν ἄπληγα ἐκ παθῶν; Εἰ δὲ καὶ συμβῇ ἁμαρτεῖν, ἐπειδὴ ὀλισθηρὰ ἡ φύσις ἡμῶν, θᾶττον διορθωτέον καὶ μηδὲ πρὸς μίαν ὥραν ἀθεράπευτόν τι ἐατέον, ὅτι ὁ θάνατος κλέπτης ἐστί, καὶ οὐκ οἴδαμεν ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται «μεσονύκτιον ἢ ἀλεκτοροφωνίας·» καὶ τὸ ἀπαρασκεύαστον ἐξελθεῖν τοῦ σώματος ἐπικινδυνότατον λίαν, καὶ τὸ παρασταθῆναι τῷ βήματι τοῦ Χριστοῦ φοβερώτατον σφόδρα. «Ζῶν γὰρ, φησὶν, ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας.
Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.» «Καὶ εἰ ὁ δίκαιος μόλις σώζεται, —τούτων οὕτως ἐχόντων, — ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;» Καὶ εἰ Δανιὴλ ὁ προφήτης ἰδὼν ἐν ὁράματι τὸ κριτήριον ἔφριξε καὶ ἐξέστη, τί πεισόμεθα ἡμεῖς ἐπ’ αὐτῶν ἐρχόμενοι τῶν πραγμάτων; «Ποταμὸς, φησὶ, πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες παρειστήκεισαν αὐτῷ, καὶ μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ. Κριτήριον ἐκάθισε καὶ βίβλοι ἀνεῴχθησαν.» Ὅταν οὖν ταῦτα γένηται, τίς ὑποστήσεται; τίς παρρησιάσεται; ἢ ὁ ἔχων τὴν πίστιν ὀρθὴν, καὶ τὴν πρᾶξιν ἀγαθήν, ὁ τὴν ἀνδρείαν καὶ τὴν δικαιοσύνην καὶ τὴν σωφροσύνην κεκτημένος, ὁ υἱὸς τῆς ὑπακοῆς καὶ τελειωτὴς τῆς ὑποταγῆς. Διὰ τοῦτο προσεκτέον πάσῃ φυλακῇ, ἀδελφοὶ, καὶ φοβητέον τὴν ὥραν τοῦ θανάτου, καὶ ἑτοιμαστέον, κατὰ πᾶσαν ὥραν, πρὸς τὴν ἔξοδον, καὶ μὴ λάθῃ κλέπτων ἡμᾶς ὁ ἀνθρωποκτόνος ἡμῶν ἐχθρὸς, ἀεὶ τὸ παρὸν διὰ ῥᾳθυμίας προϊέμενος, καὶ πρὸς τὸ ἑξῆς τὴν ἐργασίαν τῶν ἐντολῶν ὑποτιθέμενος.
Τοιοῦτος γάρ ἐστιν ὁ ὄφις ἀπατῶν καὶ ποικιλλόμενος τοῖς τῆς κακίας τρόποις· ὃν μὴ ἀγνοῶμεν, ἀλλ’ ἀποτρεπώμεθα καὶ ἀποκρουώμεθα δυνάμει Θεοῦ ἑκάστοτε. Διὰ τοῦτο κἀγὼ ὁ ταπεινὸς, κατὰ τὴν παροῦσαν ὥραν, ἤγαγον ὑμᾶς ἐνταῦθα, ὡς ἂν ἀκούσητε πέντε ῥήματα ἐκ τοῦ στόματός μου, εἰς τὸ παρακληθῆναι καὶ συμπαρακληθῆναι ἐν ἀλλήλοις διὰ τῆς ὑπομνήσεως. Ἀγαθὴ γὰρ ἡ ὑπόμνησις ἀεὶ νεαρὰν ποιοῦσα τὴν ψυχήν. Καὶ τοῦτο ποιοῦντες κατὰ μίμησιν τῶν πατέρων ἡμῶν, εὖ οἶδα καὶ πέπεισμαι, ὅτι πορισόμεθα τὴν σωτηρίαν ἡμῶν καὶ Θεὸν ἵλεω καταστήσομεν καὶ τῆς βασιλείας αὐτοῦ τυχεῖν καταξιωθησόμεθα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΚΑΤΗΧΗΣΙΣ ΠΓʹ ΕΥΧΑΡΙΣΤΗΡΙΟΣ ΕΠΙ Τῼ ΙΚΑΝΩΣ ΞΕΝΙΖΕΙΝ ΗΜΑΣ ΤΟΥΣ ΠΑΡΑΒΑΛΛΟΝΤΑΣ ΑΔΕΛΦΟΥΣ ΗΜΩΝ Ἀδελφοὶ καὶ πατέρες, εὐχαριστεῖν ὀφείλομεν τῷ Κυρίῳ ἐφ’ οἷς ποιεῖ μεθ’ ἡμῶν ἀγαθοῖς, καὶ μάλιστα ἐν τῇ ξενίᾳ ταύτῃ, ὅτι καίπερ ὄντες ἐν διωγμῷ, ὡς ἐν μοναστηρίῳ διαιτώμενοι, ἱκανοῦμεν ξενίζειν τοὺς παραβάλλοντας. Ὁρᾶτε ὅσοι τῶν ἀδελφῶν ἀεννάως ἐντεῦθεν καὶ ἐντεῦθεν ἐπιδημοῦσι. Καὶ εἰκότως· ποῦ γὰρ ἄλλῃ ἀποβλέψουσιν ἢ πάντως εἰς Θεὸν καὶ εἰς τὴν ἡμετέραν ταπείνωσιν; Ὁρᾶτε καὶ τοὺς ἄλλους ἐπιξενουμένους ἀδελφούς τε καὶ πατέρας, πτωχεύοντας καὶ ἠπορημένους. Σχεδὸν οὐκ ἔστιν ἡμέρα ἐκτὸς ὑποδοχῆς· καὶ ὅμως ἐν πᾶσι τούτοις οὐκ ἐπέλιπεν ἡμῖν τὰ πρὸς χρείαν· ἀλλὰ καὶ ὑπερεκπερισσοῦ ἡ αὐτάρκεια. Καὶ τί ἄλλο ἐστὶν εἰπεῖν; ἢ ὅτι ἀψευδὴς ὁ ἐπαγγειλάμενος· «Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.» Καί γε προστέθειται ἡμῖν. «Ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου» καὶ τῶν ἄλλων χρειῶν, πάντα ὑπὲρ ἐλπίδα· καὶ οὐχ ἱκανοῦμεν οὐδὲ ἔχομεν ἀξίαν φωνὴν ῥῆξαι εἰς εὐχαριστίαν τῆς ἀγαθότητος αὐτοῦ. Εἰ δὲ ὅτι συνεχόμεθα καὶ συμπιεζόμεθα, ἐν ταῖς ὑποδοχαῖς δηλονότι· ἀλλ’ ὅρα ὅσος ὁ μισθὸς καὶ ὅση ἡ πρὸς Θεὸν αἴνεσις! Αὐτοὶ οἱ κατέχοντες τὰ μοναστήρια θαυμάζουσιν ὅτι, ἅπερ ἐκείνοις οὐκ ἐξικνεῖται ποιεῖν, ἡμῖν δέδωκεν ὁ Θεὸς ἐπιτελεῖν. Διὰ τί;
ἵνα τὸ δυνατὸν τοῦ Θεοῦ γνωρισθῇ, κατὰ πίστιν καὶ ἐλπίδα, οὐκ ἐν τοῖς ἀνθρωπίνοις καθήκουσι τελειούμενον. Καί μοι δοκεῖ παρόμοιον εἶναί τι τὸ καθ’ ἡμᾶς τῆς ἐν ἐρήμῳ τοῦ Ἰσραὴλ διατριβῆς. Τετραετίαν σήμερον οὐ σπείρουσιν οὐδὲ θερίζουσι δέδωκεν ἡμῖν ὁ Θεὸς ἀνελλιπῶς τὰς τροφὰς τοῦ σώματος, οὐ μάννα οὐρανόθεν ὕων, ἀλλὰ τὰς τῶν ἐχόντων ἀποθήκας ἀνοίγων ἡμῖν· οὐχ ὕδωρ ἐκ πέτρας πηγάζων, ἀλλὰ τοὺς οἰνῶνας τῶν εὐσεβῶν προχέων ἡμῖν. Τὰ ἄλλα ὅσα οὐκ εὐμαρῶς ἔστι λέγειν. Ἆρα οὐ θαυμαστὸν τοῦτο καὶ ξένον καὶ αἰνέσιμον; Εἴπω τι καὶ ἕτερον ἀποστολικῶς· «Ὡς πτωχοὶ μὲν ἡμεῖς, πολλοὺς δὲ πλουτίζοντες· ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.» Τοιαῦται γὰρ αἱ τοῦ ἀγαθοῦ Θεοῦ ἡμῶν δωρεαί, καὶ τηλικαῦται αἱ εὐεργεσίαι, καὶ δέος μήποτε ἀναισθησίᾳ τῶν τιμῶν καθυβρίσωμεν τὸν εὐεργέτην. Ἀλλὰ προσχόντες προσέχωμεν, ἀδελφοὶ, πάντες ὁμοῦ οἵ τε ἐνταῦθα καὶ οἱ ἐπιδημοῦντες, καὶ κατορθοῦντες κατορθώσωμεν τὰς ἐντολὰς τοῦ Κυρίου, «Καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων·» μὴ ζῶντες ἀδιαφόρως μηδὲ ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν· μηδὲ γογγύζοντες κατὰ τοὺς πάλαι γογγυστάς· μηδὲ ἐκπειράζοντες τὸν Χριστὸν, κατὰ τοὺς τηνικαῦτα πειραστὰς, ὡσεί· Ἆρα δύναιτο Θεὸς τοῦτο κἀκεῖνο πρὸς τὸ ἑξῆς πορίζειν; «Πάντα δυνατὰ τῷ πιστεύοντι,» γέγραπται.
Καὶ πιστεύουσιν ἐπιχορηγήσει ἡμῖν Κύριος πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ τὰ κατὰ σάρκα ἐφόδια· καὶ τὴν ἔρημον τοῦ βίου διελευσόμεθα φωτὶ ἀληθείας καταυγαζόμενοι, καὶ τὸν ἀόρατον Ἀμαλὴκ τροπωσόμεθα ὅπλοις δυνατοῖς τοῦ Πνεύματος συμφραττόμενοι, καὶ εἰς γῆν τῆς ἐπαγγελίας οὐκ εἰσελευσόμεθα μὲν, ὅτι μηδὲ πρὸς ἡμῶν τὰ πρόσκαιρα καὶ παρερχόμενα, εἰς δὲ τὴν βασιλείαν τῶν οὐρανῶν εἰσελευσόμεθα, ὅτι πιστὸς ὁ ἐπαγγειλάμενος καὶ λέγων· «Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν·» ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΚΑΤΗΧΗΣΙΣ ΠΔʹ ΟΤΙ ΟΥ ΧΡΗ ΔΙΔΟΝΑΙ ΑΦΟΡΜΗΝ ΤΟΙΣ ΖΗΤΟΥΣΙΝ ΑΦΟΡΜΗΝ ΚΑΙ ΠΕΡΙ ΤΟΥ ΑΓΩΝΙΖΕΣΘΑΙ ΚΑΤΑ ΤΩΝ ΠΑΘΩΝ Ἀδελφοὶ καὶ πατέρες, πρὸς τὰ φθάσαντα λυπηρὰ εὔκαιρόν ἐστι τὸ τοῦ Ἀποστόλου εἰπεῖν· «Πειρασμὸς ἡμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος.» Λέγομεν δὲ τοῦτο διὰ τὸν κύριον Θεόκτιστον τὸν καλόγηρον, ὡς ὄντα ἡμέτερον κατὰ πάντα. Τίς δὲ ὁ πειρασμός; ὅτι αὐτὸς μὲν ἐξωρίσθη ἐν τῇ νήσῳ τῇ καλουμένῃ Χαλκίτῳ· ὁ δὲ πρεσβύτερος αὐτοῦ διαβληθεὶς ὑπὸ ὁμοταγοῦς, ὡς οὐ μνημονεύων τοὺς κρατοῦντας, ἐδάρη δαρμὸν χαλεπόν. Καὶ οἱ πειρασμοὶ ἀνάπτονται, καὶ εὑρισκόμεθα, ὡς τὰ πολλὰ, ἡμεῖς παραίτιοι τῶν πειρασμῶν. Πῶς γὰρ ἐνδέχεται μοναστήριον κρατεῖν, καὶ μὴ μνημονεύειν τοὺς κρατοῦντας; ἢ πῶς ἐνδέχεται ἐν τῇ πόλει διατρίβειν τοὺς σεσωσμένους ἀδελφοὺς καὶ πατέρας, καὶ μὴ ταραχὴν ἐμποιεῖν τοῖς κακοδόξοις; «Ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε.» Οἱ δὲ τοὐναντίον ποιοῦντες τἀναντία ὑπομενοῦσι. Διὰ τοῦτο ἡμεῖς οἱ ταπεινοὶ ἐμακρύναμεν τῶν ἐν ἄστει ἐν τῇ ἐσχατιᾷ ταύτῃ καθεζόμενοι, ἵνα μὴ δῶμεν ἀφορμὴν τοῖς ζητοῦσιν ἀφορμήν. Καὶ ὁ Κύριος διεφύλαξεν ἡμᾶς ἀσινεῖς, ἕως τοῦ παρόντος· ἀλλὰ καὶ διαφυλάξειεν, ἐάν περ προσέχωμεν ἑαυτοῖς καὶ μὴ ἐκφερομυθῶμεν τοῦτο κἀκεῖνο, μηδὲ ὑπέχωμεν τὰς ἀκοὰς λόγοις ματαίοις καὶ κιβδήλοις. Τί λέγει ὁ Ἀπόστολος; «
Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι ὑμᾶς πῶς δεῖ ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.» Καὶ πάλιν ὁ Ἀδελφόθεος λέγει· «Οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι.» Ὥστε ἀσφαλεῖς ὦμεν μὴ ἐμπεσεῖν εἰς πειρασμὸν ἀκαίρως, ἀλλὰ διεξελθεῖν, ὡς ἐκ παγίδος, τῶν παρόντων κακῶν. Καὶ τοιοῦτος μὲν ὁ ἀνθρώπινος πειρασμός, τουτέστιν ὁ ἐλαφρός· ὁ δὲ τῶν δαιμόνων, οὗτός ἐστιν ὁ λίαν βαρὺς καὶ ἀκήρυκτος, ὃς ἔκδοτος ὢν κατὰ πᾶσαν ἡμέραν καὶ ὥραν καὶ στιγμὴν, εἰς τὸ πειράζειν ἡμᾶς, χαλεπὴν ἡμῖν λίαν ποιεῖται τὴν ἀντίστασιν καὶ δυσκατόρθωτον τὴν νίκην. Ἀλλ’ ἐπειδὴ πάντα ἐπιμελείᾳ κατορθοῦσθαι πέφυκεν, ὑπομείνωμεν καὶ νικήσωμεν μετὰ Χριστοῦ· αὐτὸς γάρ ἐστιν ὁ συνδιαφέρων ἡμῖν τοὺς ἀγῶνας· «Ὅτι χωρὶς ἐμοῦ, φησὶν, οὐ δύνασθε ποιεῖν οὐδέν.» Καὶ σπεύσωμεν μὴ ἐμπεσεῖν ἐν τῷ πειρασμῷ τούτῳ μηδὲ ὑπὸ χεῖρα γενέσθαι τοῦ διαβόλου, ὅτι ὧδε οὐκ ἔστιν εἰς νῆσον ἐξορισθῆναι, καὶ ἐπ’ ὀλίγον χρόνον, ἀλλ’ ἀπὸ Θεοῦ ἀπορριφῆναι, καὶ εἰς σκότος ἐξώτερον ἀποπεμφθῆναι· καὶ οὐκ ἔστιν ὧδε τόσα καὶ τόσα μαστιχθῆναι, ἀλλ’ ἄπειροι αἱ μάστιγες, καὶ αἱ ἀνίαι ἀτελεύτητοι· «Ἀναστήσονται γὰρ, φησὶν, οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς· οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως.»
Φοβηθῶμεν οὖν λοιπὸν, ἀδελφοὶ, καὶ τρομάξωμεν «Πάσῃ δυνάμει δυναμούμενοι, κατὰ τὸ κράτος» τῆς ἰσχύος τοῦ ἐν ἡμῖν Πνεύματος, «Λογισμοὺς καθαιροῦντες, κατὰ τὸ γεγραμμένον, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν·» καὶ τοῦτο ἀεννάως· καὶ τοῦτο ὁ πόλεμος ὁ ἀκαταμάχητος· καὶ τοῦτο τὸ μαρτύριον τὸ πολυβάσανον καὶ πολυήμερον. Ὃς γὰρ οὐκ ἐνδίδωσι τοῖς λογισμοῖς ἀεὶ τυπτόμενος οὐδὲ κάμπτει γόνυ τῇ Βάαλ, ἀλλ’ ἀνταγωνιζόμενος καὶ ὑπεραλλόμενος τῶν παθῶν, ἐπιθυμίας, θυμοῦ, ὀργῆς, φθόνου· οὗτος δηλονότι καθ’ ἑκάστην μαρτυρεῖ, καὶ μετὰ τοῦ Παύλου δυνατός ἐστι λέγειν· «Καθ’ ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν·» καὶ ἐπὶ τέλει τῶν ἀγώνων παρρησιασθήσεται εἰπεῖν· «Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής.» Καὶ γένοιτο πάντας ἡμᾶς τὸ αὐτὸ εἰπεῖν, καὶ τῷ τῆς δικαιοσύνης στεφάνῳ κατακοσμηθῆναι, καὶ εἰς βασιλείαν οὐρανῶν εἰσελθεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΚΑΤΗΧΗΣΙΣ ΠΕʹ ΔΙΔΑΣΚΑΛΙΑ ΠΕΡΙ ΤΟΥ ΦΥΓΕΙΝ ΤΗΝ ΟΛΕΘΡΙΑΝ ΗΔΟΝΗΝ Ἀδελφοὶ καὶ πατέρες, ἡλίκον ἀγῶνα χρὴ ἔχειν τὸν διδάσκαλον περὶ τῶν μαθητῶν ὑποδείκνυσιν ὁ Ἀπόστολος πρὸς Τιμόθεον λέγων· «Ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ· ἔσται γὰρ καιρός, ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται.» Ἐμοὶ δὲ μὴ γένοιτο οὕτω διακείμενον διαλέγεσθαι ὑμῖν· ἀλλ’ ὅτι λήθαργός ἐστιν ἡ φύσις ἡμῶν καὶ κατωφερὴς, ἐπιλανθανομένη τῶν διδαγμάτων, καὶ ἀεὶ χρῄζουσα, οἷόν τινι κέντρῳ, τῇ πληγῇ τοῦ λόγου νύσσεσθαι, ἵνα διυπνίζηται καὶ ὁρᾷ τὴν προκειμένην αὐτῇ χαράν.
Τί γάρ; οὐχὶ βασιλεία οὐρανῶν ἐπήγγελται ἡμῖν; οὐχὶ ζωὴ ἀθάνατος; οὐχὶ χαρὰ ἀνεκλάλητος; οὐχὶ τρυφὴ παραδείσου; οὐχὶ ἰσάγγελοι τιμαί; οὐκ ἀναπαύσεις ἀΐδιοι; Ὑπὲρ τίνος δεσμὰ καὶ φυλακαί; ὑπὲρ τίνος ἐξορίαι καὶ κακώσεις; ὑπὲρ τίνος βάσανοι καὶ θάνατοι; Οὐχ ὑπὲρ τοῦ τυχεῖν τῶν προκειμένων ἀγαθῶν καὶ φυγεῖν τὰς ἠπειλημένας τιμωρίας; Ὅρα τοὺς μάρτυρας μετὰ χαρᾶς κενοῦντας τὰ αἵματα, προθυμίᾳ χωροῦντας πρὸς ξίφος, πρὸς πῦρ, πρὸς θῆρας, πρὸς πᾶν ὁτιοῦν τῶν ἄλλων παθημάτων. Ὅρα καὶ τοὺς ὁσίους μετὰ θυμηδίας ὑπωπιάζοντας καὶ δουλαγωγοῦντας τὸ σῶμα, καὶ μηδὲν ἡγουμένους ἀρετῆς ἐρασμιώτερον. Τί οὖν λοιπὸν ἡμεῖς ἀπονυστάζομεν; τί δὲ διαχεόμεθα; τί δὲ ὑποκρατούμεθα τοῖς πάθεσι τοῖς φθοροποιοῖς καὶ ὀλεθρίοις καὶ τιτρώσκουσι, βέλους ὀξύτερον, τὴν καρδίαν; «Ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος,» κἀνταῦθα ἔστιν ἐπιφθέγξασθαι. Ἐξέλθωμεν τοιγαροῦν ἀπ’ αὐτῶν, ὡς ἐκ Σοδόμων καὶ Γομόρρων ἐν πυρὶ καὶ θείῳ τεφρωθέντων· ἀποθώμεθα τὸ φρόνημα τῆς σαρκὸς, τὸ ἀντιστατοῦν καὶ ἀντιμαχόμενον τῷ πνεύματι· ἐλευθερωθῶμεν τῆς δουλοποιοῦ προσπαθείας, καὶ εὑρήσομεν ἀνάπαυσιν ταῖς ψυχαῖς ἡμῶν. Τί γὰρ ἂν εἴη ἀναπαυστικώτερον ἀνενοχλήτου τῶν παθῶν μενούσης τῆς ψυχῆς καὶ εἰρήνην ἀγούσης πρὸς Θεόν;
Τοῦτο ἔστιν ἡ χαρὰ καὶ ἡ ἀγαλλίασις· τοῦτο ἡ μακαρία θυμηδία καὶ ἱερὰ ἡδονή· ὥστε εἰ βουλόμεθα ἀπολαύειν ἡδονῆς, φύγωμεν τὴν ὀλεθρίαν ἡδονὴν τῆς σαρκός, ἐξ ἧς τίκτεται φθορὰ καὶ θάνατος. «Ὁ σπείρων γὰρ, φησὶν, εἰς τὴν σάρκα αὐτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν· καὶ ὁ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.» Καὶ εἰ βουλόμεθα ἔνδοξοι φανῆναι, καταφρονήσωμεν τῆς κενῆς δόξης καὶ ἀνθρωπίνης, τὴν ταπεινοφροσύνην ἐγκομβούμενοι, καὶ πάσῃ ἀγαθοεργίᾳ καταρτιζόμενοι· οὕτω γὰρ καὶ τὸν παρόντα εὐμαρῶς διανύσομεν βίον, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΚΑΤΗΧΗΣΙΣ ΠϚʹ ΠΕΡΙ ΕΥΧΑΡΙΣΤΙΑΣ ΚΑΙ ΤΟΥ ΜΗ ΟΚΛΑΖΕΙΝ ΕΝ ΤΟΙΣ ΠΕΙΡΑΣΜΟΙΣ ΠΕΡΙ ΕΥΧΑΡΙΣΤΙΑΣ ΚΑΙ ΤΟΥ ΜΗ ΟΚΛΑΖΕΙΝ ΕΝ ΤΟΙΣ ΠΕΙΡΑΣΜΟΙΣ Ἀδελφοὶ καὶ πατέρες, ἐν τοῖς τρισὶν ἔτεσι τούτοις, καινήν τινα ζωὴν διαζῶμεν οὔτε πάντη δεδιωγμένοι οὔτε μὴν ἀδίωκτοι διαμένοντες· ἐξ οὗ καὶ ὁρῶμεν ἀλλήλους καὶ παραβάλλομεν ἀλλήλοις. Καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἔργον· ἐπειδὴ γὰρ εἶδεν ἡμᾶς ὀκλάσαντας τῇ παρατάσει τοῦ προλαβόντος διωγμοῦ, τὰς μὲν φυλακὰς συνέστειλε, τὴν δὲ ὀρθοδοξίαν ἔτι ἀναβάλλεται, κατὰ τὰ ἀθεώρητα αὐτοῦ τῆς δικαιοσύνης κρίματα.
Καὶ οὕτω μὲν τοῦτο. Ἐγὼ δὲ ἁπλῶς μὲν ἀποσκοπῶν, ὀλίγους νομίζω τοὺς διὰ Κύριον δεδιωγμένους· ὁρῶν δὲ καθ’ ἑκάστην, ὡς ἔπος εἰπεῖν, ὅσοι τῶν ἡμετέρων ἀδελφῶν παραγίνονται, μικροῦ καὶ ἀπονεοῦμαι, ὅτι τοσοῦτοί εἰσιν οἱ μὴ κάμψαντες γόνυ τῇ Βάαλ, ἀλλὰ τηρούμενοι τῷ Κυρίῳ, ὡς ἀστέρες φαεινοί, «ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.» Ἔχει οὖν καύχημα καὶ ἡ παροῦσα γενεὰ πρὸς τοὺς μετέπειτα, «Ὅτι ὁ Θεὸς ὄντως ἐν ἡμῖν ἐστιν,» καὶ ἡ Ἐκκλησία τὴν ἑαυτῆς ἰσχὺν οὐκ ἀπώλεσε, κατὰ τὴν ἀψευδῆ ὑπόσχεσιν τοῦ Κυρίου· ἀλλ’ οἱ προσραγέντες αὐτῇ ἐξ αἰῶνος, αὐτοὶ μὲν, ὡς ἀφρὸς θαλάττιος, διελύθησαν· ἡ δὲ ὡς ἀρραγὴς πέτρα ἐπὶ τῆς αὐτῆς διαμένει πίστεώς τε καὶ ὁμολογίας·
Χαίρειν οὖν ὀφείλομεν ἐν τούτῳ καὶ ἀγάλλεσθαι, ἀλλὰ καὶ ἐγρηγορέναι καὶ νήφειν καὶ παρασκευάζεσθαι, μήποτε αἰφνιδίως πάλιν ἐπιστῇ πειρασμός. Οὐ γὰρ ἐκ τοῦ ἅπαξ πειρασθῆναι ἢ δὶς ἢ πολλάκις, ἀλλὰ μέχρι τέλους χρὴ τὴν ὁμολογίαν διασώσασθαι ἡμᾶς, μηδὲ πτύρεσθαι ἀπὸ τῶν γινομένων ἀκοῶν, μηδὲ φοβεῖσθαι ἀπὸ τῶν δοκούντων μαστιγέων ξέειν τὸ σῶμα, μηδὲ ἀπὸ τῶν συνθλιβόντων φυλάκων τὴν σάρκα, μηδὲ ἐξ ἄλλης οὑτινοσοῦν ἐπηρείας ἀνθρωπίνης, ἀλλ’ ἡγεῖσθαι φοβερὸν εἶναι μόνον τὸν Θεὸν, οὖ τῷ νεύματι τὰ πάντα σαλεύεται, καὶ δεδοικέναι μόνας τὰς αἰωνίους τιμωρίας, ὧν ἡ πεῖρα ἀνεκδιήγητος. Τὰ δὲ παρόντα εἴτε λυπηρὰ εἴτε περιχαρῆ ὀνείροις ἐοίκασι τάχιστα τὴν ἀπαλλαγὴν ἔχοντα, ἐπείπερ καὶ γέγραπται· «Βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν.» Πρὸς τούτοις δεῖν πυκτεύειν, καὶ πρὸς τὸν ἀφανῆ διώκτην τὸν καθ’ ἑκάστην ἐπιτιθέμενον ἡμῖν, ὃς μάστιξιν μὲν αἰσθηταῖς οὐδαμῶς, λογισμοῖς δὲ ἀοράτοις οὐ διαλιμπάνει τύπτειν ἡμᾶς, καὶ καίειν οὐκ ἐνύλῳ πυρὶ, ἀλλ’ ἐπιθυμίαις πονηραῖς, τοῖς τε ἄλλοις πάθεσι πειρώμενος καὶ πολιορκῶν τὰς ψυχὰς ἡμῶν. «
Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καθὼς γέγραπται, καὶ ἐνδυσάμενοι θώρακα δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.» Ταῦτα ἀποστολικὰ τὰ παραγγέλματα, ταῦτα καὶ ἡμεῖς οἱ ταπεινοὶ συμφθεγγόμεθα, καὶ συμπαρακαλοῦμεν μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσι μηδὲ ὀκλάζειν ἐν τοῖς πειρασμοῖς, εἰδότες ὅτι τὸ περισσοτέρως πειράζεσθαι περισσοτέρων στεφάνων ἐστὶν ὑπόθεσις· καὶ τὸ δυνατὸν ὁ Θεὸς χαρίζοιτο, δυνατὸς γάρ ἐστιν ὃ ἐπήγγελται καὶ ποιῆσαι, δυνατός ἐστι κραταιῶσαι ἡμᾶς ἔτι, οὐ μόνον πληγὰς ὑποῖσαι, ἀλλὰ καὶ πῦρ καὶ ξίφος καὶ θῆρας καὶ πᾶν ὁτιοῦν ἄλλο· οὕτω γὰρ πεποιθὼς ὁ Ἀπόστολος λέγει· «Ἐν πᾶσι τούτοις ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς· καὶ πέπεισμαι ὅτι οὔτε θάνατος οὔτε ζωὴ, οὔτε ἀρχαὶ οὔτε δυνάμεις, οὔτε ὕψωμα οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.»
Εἰ οὖν οὕτω διατιθέμεθα, μαρτύριον καθ’ ἡμέραν καὶ πρὸ μαρτυρίου, καὶ ἄθλησις ἑκάστοτε καὶ πρὸ ἀθλήσεως, καὶ μετὰ μαρτύρων ἔσται ἡμῶν ἡ μερίς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΚΑΤΗΧΗΣΙΣ ΠΖʹ ΠΕΡΙ ΑΚΤΗΜΟΣΥΝΗΣ ΚΑΙ ΤΟΥ ΜΗ ΜΕΜΟΝΩΜΕΝΩΣ ΖΗΝ Ἀδελφοὶ καὶ πατέρες, μεγίστην δωρεὰν ἔδωκεν ἡμῖν ὁ Θεὸς τὸν ὑπὲρ αὐτοῦ διωγμόν, καθὼς αὐτὸς ἐν τοῖς εὐαγγελίοις εἴρηκε· «Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Σκεψώμεθα δὲ ἡμεῖς μήποτε ἀναξίως τοῦ μακαρισμοῦ πολιτευόμενοι, εἰς κρῖμα ἑαυτοῖς τὸν διωγμὸν ἔχωμεν. Προσήκει τοίνυν τὸν δεδιωγμένον πρῶτον μὲν μὴ μεμονωμένην ζωὴν ἔχειν, ἀλλὰ μεθ’ ἑτέρου ἀδελφοῦ συζῆν· «Ὅπου γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν,» ὁ Κύριος ἔφη· ἔπειτα μὴ ποιεῖσθαι προόδους, πλὴν τῶν ἀναγκαίων, μένειν δὲ ἐν ᾧ ξενίζεται τόπῳ, κἀκεῖ σχολάζειν τῇ προσευχῇ, τῇ δεήσει, τῇ ἀναγνώσει, τῇ ψαλμῳδίᾳ, τῷ ἐργοχείρῳ, τοῖς ἄλλοις ἀγαθοῖς ἐπιτηδεύμασι· φεύγειν ἀπὸ ὄψεως γυναικός· «Στέλλεσθαι ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος·» εὔθυμον εἶναι, εὐχάριστον, εὐέλπιδα, ἀρκούμενον τοῖς παροῦσιν, ἕτοιμον πρὸς ὑποδοχὴν τῶν ὑπὲρ Χριστοῦ παθημάτων· ὅπου γὰρ διωγμός, ἀκολουθεῖ καὶ τὰ παθήματα. Εἰ δὲ ταῦτα οὕτως ἔχει, ποῦ ποτέ εἰσιν οἱ μεμονωμένως ζῶντες καὶ τοῦ «Οὐαὶ» κληρονόμοι; «Οὐαὶ γὰρ, φησὶ, τῷ μόνῳ, ὅτι ἐὰν πέσῃ, οὐκ ἔστιν ὁ ἐγείρων αὐτόν.» Ποῦ δέ εἰσιν οἱ τοὺς δούλους ἔχοντες καὶ τὴν ἐλευθερίαν τῶν μοναχῶν ἀπέχοντες;
ποῦ δέ εἰσιν οἱ τοὺς ἀγροὺς καὶ τοὺς ἀμπελῶνας, τοὺς βόας καὶ τὰς ἡμιόνους ὠνούμενοι, καὶ τοῦ Γιεζῆ τὴν λέπραν ἐπισπώμενοι; Ἐντεῦθεν τὸ φιλαργυρεῖν· ἐντεῦθεν τὸ φιλοκερδές· ἐντεῦθεν τὸ ἀστατεῖν καὶ μὴ αἱρεῖσθαι μετ’ ἀδελφοῦ συζῆν, ἀλλὰ μονοτρόπως καὶ ἰδιοθελῶς διεξάγεσθαι· ἐντεῦθεν «Τὸ βλασφημεῖσθαι τὸ ὄνομα τοῦ Θεοῦ δι’ ὑμᾶς ἐν τοῖς ἔθνεσι, καθὼς γέγραπται·» ἐντεῦθεν τὸ πτωματίζεσθαι κατὰ ψυχήν. Πῶς γὰρ μὴ πτωματισθῇ ὁ ἀδιαφόρως ζῶν; «Οὐκ οἴδατε, φησὶν ὁ Ἀπόστολος, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός.» Καὶ πάλιν λέγει· «Μὴ πλανᾶσθε, οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε πλεονέκται οὔτε κλέπται οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι.» Καὶ ταῦτα πρὸς τοὺς ἐν τῷ κοινωνικῷ βίῳ εἴρηται· πρὸς δὲ ἡμᾶς, οὐχ οὕτως. Ἀλλὰ τί; «Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.» Καὶ ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου, καὶ «Ἡμῶν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει.» Τί οὖν λοιπὸν ἀπόλλυμεν τὸν μακαρισμὸν ἡμῶν; τί δὲ κατευτελίζομεν τὸ εὐγενὲς τοῦ ἐπαγγέλματος ἡμῶν; τί δὲ μὴ μιμώμεθα τοὺς καλῶς βιοτεύοντας ἀδελφοὺς ἡμῶν, ὧν ὁ βίος φαεινὸς καὶ ὁ ἔπαινος παρὰ Θεοῦ καὶ ἀνθρώπων; Οὐκ ἐκνήψομεν ὀψέ ποτε καὶ ἡμεῖς;
οὐκ ἀνακαλεσόμεθα ἑαυτούς; οὐ φροντίσομεν περὶ τῆς σωτηρίας ἡμῶν; οὐ κατ’ ὀφθαλμοὺς ληψόμεθα τὴν ἡμέραν τῆς ἐξόδου; Πῶς παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ; τίνα λόγον ἀποδώσομεν, οἱ καὶ περὶ ἀργοῦ ῥήματος εὐθύνεσθαι μέλλοντες, ἐν τοῖς μείζοσι καὶ χαλεποῖς κατακρατούμενοι;
Ἀλλ’ ἀνανήψωμεν, ἀδελφοὶ, ὀψὲ τοῦ καιροῦ· ἀλλ’ ἀνακαλεσώμεθα ἑαυτούς, ἀπορρίψωμεν τὰ πάθη, «Ἀποθώμεθα τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός,» πάσῃ φυλακῇ τηρούμενοι τὰς καρδίας ἡμῶν, πάντοθεν εὐαρεστοῦντες τῷ Κυρίῳ, ἵνα οὕτω σωθέντες, κληρονόμοι γενώμεθα τῶν αἰωνίων ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΚΑΤΗΧΗΣΙΣ ΠΗʹ ΠΕΡΙ ΜΝΗΜΗΣ ΘΑΝΑΤΟΥ Ἀδελφοὶ καὶ πατέρες, τί οὕτω καλὸν καὶ ὠφέλιμον τῇ ψυχῇ, ὡς ἀνάμνησις θανάτου; Περὶ οὖ καὶ διαλεχθῆναι ὑμῖν προτρέπομαι ὑπὸ τοῦ κοιμηθέντος ἐν τῇ Ἐλαίᾳ ἐπισκόπου, ὃν ὑμεῖς μὲν οὐκ ἐθεάσασθε ἀποθνήσκοντα, ἡμεῖς δὲ θεασάμενοι πάνυ καὶ ὠφελήθημεν καὶ κατενύγημεν, τὰ ἐκείνου ἐν ἑαυτοῖς ἀναθεωρήσαντες.
Ἐξῆλθεν οὖν ἐκεῖνος καὶ ἀπῆλθεν, ὥσπερ ὁ καταλύων σκηνὴν πήξας, καὶ οὐκέτι ὑποστρέψει ἐν τῷδε τῷ βίῳ. Οὐκέτι χρειώδης αὐτῷ οὐχ ὁ οὐρανὸς, οὐχ ἡ γῆ, οὐχ ἡ θάλασσα, οὐχ ὁ ἥλιος, οὐχ ἡ σελήνη, οὐχ οἱ ἀστέρες· οὐκέτι ἀναπνεύσει τὸν ἀέρα τοῦτον, οὐ φωνήσει ἐν τῷ λάρυγγι, οὐκ ὄψεται τοῖς ὀφθαλμοῖς, οὐκ ἀκούσει τοῖς ὠσίν, οὐκ ὀσφρανθήσεται ταῖς ῥισίν, οὐχ ἅψεται ταῖς χερσίν, οὐ περιπατήσει τοῖς ποσίν, οὐκ ἄλλο οὐ μικρὸν οὐ μέγα ἐνεργήσειε τῆς παρούσης ζωῆς· ἀπέκλεισε γὰρ κατ’ αὐτοῦ καὶ ἀναμένει τὸ κριτήριον τῆς ἀνταποδόσεως. Ἔτι γὰρ ταμιεύεται ἡ ἀνταπόδοσις, καθὼς γέγραπται· «Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὰς ἐπαγγελίας, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.» Τί οὖν ἡμεῖς λοιπὸν, ἀδελφοί; τί ποτ’ οὖν ἄλλο, ἀλλ’ οὐχὶ αὐτὸ τοῦτο ὑποστησόμεθα; Οὐχ ὁμοίως τεθνηξόμεθα; οὐχ ὁμοίως εἰς γῆν ὑποστρέψομεν, ἐξ ἧς καὶ ἐλήφθημεν; οὐχ ὁμοίως τέφρα καὶ κόνις ἐσόμεθα; Ἐγκύψωμεν τοῖς τάφοις, ἴδωμεν ἡ σύστασις τῆς ζωῆς ἡμῶν εἰς τί καταλήγει. Τί λοιπὸν περιέπομεν τὸ ταλαίπωρον σῶμα τοῦτο, ὃ μικρὸν ὕστερον παραδώσομεν τῇ γῇ καὶ τῷ σκώληκι; τί δὲ ἐνειλούμεθα τοῖς πάθεσιν, οἷς ἀπαντήσομεν ἐν τῇ ἐξόδῳ;
Ἔλεγεν οὖν ἐκεῖνος ἔτι ἐμπνέων, ὡς δύο τινὰς ἐμφανίζεσθαι αὐτῷ γυναῖκά τε καὶ ἄνδρα· τὴν μὲν εἶναι ὑψηλὴν τῇ ἡλικίᾳ, τὸν δὲ βραχὺν, σγουροειδῆ, καὶ λαλεῖν αὐτῷ ἐλεγκτικὰ καὶ ἀπότομα· ἐφ’ ᾧ καὶ ἔστενε καὶ ἐποτνία καὶ ἐσφάδαζε καὶ ἠγωνία τὴν τοῦ σώματος ἔξοδον. Οὐχ ὁρᾶτε οἷον τὸ ἀπόκριμα τοῦ θανάτου; οὐχ ὁρᾶτε ὅτι καὶ πρὸ θανάτου ἔλεγχοι καὶ κατήγοροι ἡμῶν γίνονται οἱ δαίμονες; Καὶ γὰρ οὕτως ἔχει· οὕσπερ ἐνταῦθα ἀσπαζόμεθα λογισμοὺς ἐμπράκτους, τούτους καὶ ὀψόμεθα ἐν τῇ ἐξόδῳ. Ἐὰν οὖν προορῶμεν «τὸν Κύριον ἐνώπιον ἡμῶν διαπαντός,» κατὰ τὸ γεγραμμένον· ἐὰν φανταζώμεθα τὸν φύλακα τῆς ζωῆς ἡμῶν ἄγγελον· ἐὰν ἀναθεωρῶμεν τούσδε καὶ τούσδε τοὺς ἁγίους, τούτους καὶ ὀψόμεθα τὰ ἔσχατα ἀναπνέοντες. Εἰς δὲ μὴ οὕτως, ἀλλὰ τοὐναντίον πονηροὺς χαρακτῆρας, δαιμονιώδεις λογισμοὺς θησαυρίζοντες, τούτοις καὶ ὑπαντήσομεν, ὅπερ ἐλεεινὸν καὶ ὀλέθριον. Διὸ ἀγωνισώμεθα μὴ καταληφθῆναι ἐν τοιούτοις ἰνδάλμασιν, ἀλλ’ ἐν καθαρᾷ καρδίᾳ εὑρεθῆναι ἐν τῇ ὥρᾳ τῆς ἐξόδου, ὡς ἂν ἐξῇ καὶ ἡμῖν μετὰ παρρησίας λέγειν· «Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω.» Ὕπνος γάρ ἐστι τῷ ἐναρέτῳ ὁ θάνατος, ὡς καὶ ὁ Κύριος εἴρηκε· «Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν.»
Εἰ δὲ ὕπνος ἐστὶ, δηλονότι ἀναπαύσεως αἴτιός ἐστι καὶ ἀπαρχὴ, τῆς αἰωνίου ζωῆς ὑπόθεσις καθίσταται, ὥς φησιν ὁ ἱερὸς Ἀπόστολος· «Νυνὶ δὲ Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο.» Καὶ πάλιν· «Κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία· ἡ δὲ δύναμις τῆς ἁμαρτίας, ὁ νόμος. Τῷ δὲ Θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἰδοὺ κατεπόθη ὁ θάνατος· ἰδοὺ νῖκος δεδώρηται· φησὶ γάρ· «Τῷ νικῶντι, δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς τοῦ ὄντος ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ μου.» Ἴδε ἤνοικται τὸ στάδιον τῆς βασιλείας τῶν οὐρανῶν· ἴδε πρόκειται ὁ τρισμακάριος ἀγὼν, τῷ νικῶντι ὁ στέφανος καὶ ἡ ἀπόλαυσις τῆς ζωῆς.
Νικήσωμεν τοιγαροῦν καὶ ἡμεῖς, ἀδελφοὶ, τὸν διάβολον· πατήσωμεν τὰ πάθη, καθάρωμεν ἑαυτοὺς ὁλοτελῶς ἀπὸ κακίας· κτησώμεθα τὰς ἀρετὰς, ἵνα καὶ τοῦ παραδείσου οἰκήτορες γενώμεθα, καὶ τοῦ ξύλου τῆς ζωῆς ἀπολαύσωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΚΑΤΗΧΗΣΙΣ ΠΘʹ ΟΤΙ ΔΕΙ ΜΕΤΑ ΠΑΣΗΣ ΠΡΟΘΥΜΙΑΣ ΚΑΙ ΠΡΟΑΙΡΕΣΕΩΣ ΚΑΤΕΡΓΑΖΕΣΘΑΙ ΤΗΝ ΣΩΤΗΡΙΑΝ ΗΜΩΝ Ἀδελφοὶ καὶ πατέρες, «Καιρὸς μὲν τῷ παντὶ πράγματι,» κατὰ τὸ γεγραμμένον· καιρὸς δὲ τοῦ κατεργάζεσθαι τὴν σωτηρίαν ἡμῶν ἀεὶ καὶ πάντοτε· φησὶ γὰρ ὁ Ἀπόστολος· «Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε.» Ἐν γοῦν τοῖς τρισὶ τούτοις κατορθώμασι περιορίζεται ἡ σωτηρία ἡμῶν· τό τε γὰρ πάντοτε χαίρειν δικαιοσύνης ἐστὶ περιποιητικόν, καὶ τὸ ἀδιαλείπτως προσεύχεσθαι οὐ δίδωσι τόπον τῷ διαβόλῳ καθ’ ἡμῶν, καὶ τὸ πάντοτε εὐχαριστεῖν τῆς πρὸς Θεὸν ἀγαπήσεώς ἐστιν ἀπόδειξις ἐναργής. Ἀμφοτέρωθεν οὖν κανονιζόμενοι, εὐαρεστῶμεν τῷ Κυρίῳ μὴ μικροψυχοῦντες καθόλου, μηδὲ ἐκλυόμενοι διὰ ῥᾳθυμίας ἐν ταῖς διακονίαις, ἐν ταῖς ψαλμῳδίαις, ἐν τοῖς ἐργοχείροις ἡμῶν· ἀλλὰ μετὰ μακροθυμίας πάσης πάντα ἐπιτελοῦντες, «Ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ.» Οὐχ ὁρῶμεν τοὺς στρατευομένους, πῶς συναπαίρουσι τῷ βασιλεῖ μετὰ πάσης προθυμίας; Καὶ πρὸς τί; πρὸς πολέμους πρὸς σφαγάς, πρὸς θανάτους· καὶ ὅμως διὰ τὴν παροῦσαν δόξαν, καὶ τὸν ῥέοντα πλοῦτον χωροῦσι πρὸς πάντα προθύμως.
Ἡμεῖς δὲ ἐπειδὴ εἰς βασιλείαν οὐρανῶν καλούμεθα, εἰς ζωὴν αἰώνιον, εἰς χαρὰν ἀνεκλάλητον, ῥᾳθύμως ἆρα καὶ ἐκλελυμένως, ἀλλ’ οὐχὶ μετὰ πάσης προθυμίας καὶ διεγέρσεως παραστήσομεν ἑαυτοὺς τῷ Θεῷ, «Ὡς καλοὶ στρατιῶται Χριστοῦ;» Ἀνάγνωτε τὴν βίβλον, ἣν ἐπὶ χεῖρας ἔχω, καὶ ἴδετε καὶ γνῶτε τὰ ἐν αὐτῇ τῶν ἁγίων πατέρων ἀριστεύματα, πόση ἐν αὐτοῖς ἡ προθυμία, πόση ἡ ζέσις τοῦ πνεύματος, ἡλίκα τὰ ἀγωνίσματα, καὶ πῶς διὰ ταῦτα ἐδόξασεν αὐτοὺς ὁ ἀγαθὸς Θεὸς ἡμῶν, ὡς ἄν τινας ἰσοθέους ἀποδείξας δι’ ὧν ἔδρασαν σημείων τε καὶ τεράτων. Ἐκεῖ ἐξέλαμψαν οὐ μόνον οἱ ἀπ’ ἀρχῆς καλοὶ καὶ ἀμαθεῖς τοῦ χείρονος, ἀλλὰ καὶ οἱ παρατραπέντες καὶ χαλεποῖς ἁμαρτήμασιν ὑποπεπτωκότες, τῇ καλλίστῃ μετανοίᾳ χρησάμενοι. Καὶ οὐδεμία πρόφασις οὐδενὶ πάρεστι ῥᾳθυμίας καὶ καταφρονήσεως, εἰ μή τι ἄρα ἀνάλγητός τις ᾖ καὶ ἀναίσθητος, πρὸς ὅν φησιν ὁ Ἀπόστολος· «Ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.» «Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ; ὂς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.»
Ἴδε, ὁ καταφρονητὴς, καὶ φοβήθητι τὴν ἀπειλὴν, καὶ ἀνάστα ἐξ ὕπνου καταφρονήσεως, ὅτι καὶ ὁ θάνατος ἐξάπινα πάρεστιν. Ἰδοὺ παρῆλθε καὶ ὁ ἀδελφὸς Κάνδιδος ὁσίως, καὶ πρὸ ἐκείνου ἄλλος, καὶ μετὰ τοῦτον ἕτερος ἕψεται, καὶ οὐδεὶς ἐναπομενεῖ, καὶ πάντες παρελευσόμεθα. Ἀλλ’ εὖ γε τῷ καλῶς ἐκβιοῦντι, ὅτι πραγματείαν ἐπραγματεύσατο ἀθάνατον, καὶ κέρδος ἐκέρδησεν αἰώνιον, τῇ προθυμίᾳ καὶ τῇ ἐπιμελείᾳ κτησάμενος τὰ κρείττονα. Ἀλλ’ ἐπεὶ ἔτι ἡ πανήγυρις συνέστηκε καὶ τὸ συναλλακτήριον τῆς βασιλείας τῶν οὐρανῶν πρόκειται, δεῦρο παρακαλῶ, ἀδελφοὶ καὶ πατέρες, πάντες γρηγορήσωμεν, πάντες νήψωμεν, πάντες πραγματευσώμεθα τὰ θεῖα καὶ ἄφθαρτα, ἵνα σὺν πᾶσι τοῖς ἀδελφοῖς ἡμῶν κληρονόμοι γενώμεθα βασιλείας οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΚΑΤΗΧΗΣΙΣ Ϟʹ ΟΤΙ ΟΥ ΔΕΙ ΑΝΟΙΓΕΙΝ ΘΥΡΑΝ Τῼ ΔΙΑΒΟΛῼ ΔΙΑ ΤΗΣ ΠΑΡΑΔΟΧΗΣ ΤΩΝ ΠΟΝΗΡΩΝ ΕΝΘΥΜΗΣΕΩΝ Ἀδελφοὶ καὶ πατέρες, οὐκ ἀκόπως ὑμῖν διαλέγομαι τὰ βραχέα ταῦτα καὶ εὐτελῆ ῥήματα· ἀλλ’ ἐπειδὴ ἔργον τῷ προεστῶτι κοπιᾶν «ἐν λόγῳ καὶ διδασκαλίᾳ,» κατὰ τὴν τοῦ Ἀποστόλου φωνήν, ἀναγκαῖον πρὸς τὸ κοινῇ συμφέρον ἀναλαμβάνω μικρὸν κόπον, καὶ τοῦτο χαιρομένως· εἴπερ καὶ ποιμὴν κοπιᾷ μὲν ποιμαίνων τὸ ποίμνιον, χαίρει δὲ ὅμως διὰ τὴν ἐλπίδα τοῦ μισθοῦ, εἴτ’ οὖν τὴν τοῦ ἀρχιποιμένος ἀρέσκειαν. Καὶ ὁ λόγος οὐκ ἀκερδής, κἄν τινες ἴσως οἴωνται μηδὲν ὠφελεῖσθαι ἐκ τῆς διαλέξεως. Πῶς γὰρ ἂν καὶ οὐκ ὠφεληθήσεται ὅ τε πρόθυμος ἀκούων ὅτι στεφανωθήσεται ἀνθ’ ὧν προθυμεῖται περὶ τὴν ἀρετήν, ὅ τε ἀμελὴς ὅτι καταισχυνθήσεται ἀνθ’ ὧν ἀμελεῖ περὶ τὸ καλόν; Ἀλλὰ, παρακαλῶ, καὶ οἱ πρόθυμοι ἔτι προθυμηθῶμεν, καὶ οἱ ἀμελεῖς διαναστῶμεν, ὅτι καιρὸς εὐπρόσδεκτος, ὅτι καιρὸς σωτήριος, ὃν εἰ ἀπολέσομεν, οὐκ ἄν ποτε εὕροιμεν. Μὴ οὖν λοιπὸν μία καὶ μόνη ἡμέρα παρερχέσθω ῥᾳθύμως καὶ ἠμελημένως· ἀλλὰ θησαυρίζωμεν ἐν αὐτῇ θησαυρὸν αἰώνιον· «Δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας,» δάκρυα, κατάνυξιν, φωτισμούς, θεωρίας ἀγαθάς· μηδὲ λογιζώμεθα ἐκ τῶν καθ’ ἑαυτοὺς καὶ τὰ τῶν πλησίον εἶναι, ἀλλ’ ἡγώμεθα ὡς ἕκαστος τὴν ἑαυτοῦ σωτηρίαν κατεργαζόμενός ἐστιν ἐν τῷ κρυπτῷ, κἂν ἔξω ἄλλως φαίνηται.
Ἢ οὐχὶ καὶ ἐπὶ τῶν πατέρων ἡμῶν, πολλοὶ μὴ δοκοῦντες εἶναί τι, τῶν δοκούντων μᾶλλον ἐξέλαμψαν φαιδρότερον; ἐπεὶ καὶ ἐπὶ τῆς ἡμετέρας γενεᾶς, καί γε τῆς καθ’ ἡμᾶς ἀδελφότητος αὐτὸ τοῦτο ἐξεφάνη· καὶ πολλοὶ ἐξέλαμψαν ἐξ ἀγενῶν καὶ εὐτελῶν, καὶ μάλιστα κατὰ τὴν τοῦ Χριστοῦ ὁμολογίαν. Καὶ πόθεν τοῦτο; ὡς ἐμοί γε δοκεῖ, οὐ τοσοῦτον ἐκ τῆς ἔξωθεν ἐπιμελείας καὶ σπουδῆς, ὅσον ἐκ τῆς ἔνδοθεν καταστάσεως· ὅπου γὰρ κατάστασις εἰρηνικὴ καὶ καθαρότης καρδίας πραότης τε καὶ ἡσυχία· ἐκεῖ ὅρος ἀρετῆς, καὶ ἐκεῖ ἐπιβλέπει Κύριος, καθὼς γέγραπται· «Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;» Ὥστε σπουδαζέτω ἕκαστος καθαρὸν ἑαυτὸν παριστᾶν κατὰ συνείδησιν τῷ Κυρίῳ, μὴ ἀνοίγων θύραν τῷ διαβόλῳ διὰ τῆς παραδοχῆς τῶν πονηρῶν ἐνθυμημάτων. Ἡνίκα γὰρ παραδεξώμεθα, ἴστε τί πανθάνομεν, πῶς ἀγριούμεθα, πῶς ἀλλοιούμεθα, πῶς τρυγῶμεν πικρίαν, ἀλλ’ οὐχ ἡδονήν· ἐπὰν δὲ ἀνακληθῶμεν, πῶς πάλιν εἰρηνεύομεν καὶ γαληνιῶμεν γλυκύτερον μέλιτος, ὡς ἐν λιμένι τυγχάνοντες. Ὅθεν καὶ θαυμάζειν ἔστι πῶς, τῆς ἀρετῆς γλυκείας οὔσης καὶ ἐραστῆς καὶ ἐφετῆς, τῆς δὲ κακίας πικρᾶς καὶ ὀλεθρίου καὶ φευκτῆς, ὑπ’ αὐτῆς ἁλισκόμεθα καὶ οὐχὶ μᾶλλον πρὸς ἕξιν μεταπλαττόμεθα τελειότητος.
Ἀλλ’ εἰ καὶ οὕτως ἡττώμεθα πολλάκις ἐξ ἀσθενοῦς φύσεως καὶ ἐκ τοῦ ἐπιμελῶς τὴν διάνοιαν ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος ἐγκεῖσθαι· ἀλλ’ ὅμως πάλιν μὴ ἐκκακῶμεν ἀνακαλεῖσθαι ἑαυτούς· καὶ ὁρῶν ὁ Κύριος τοὺς κόπους «ποιήσει τὴν ἐκδίκησιν» ἡμῶν, καὶ ἀνθ’ ὧν πολεμούμεθα ἀμείψεται ἡμᾶς ἀμοιβαῖς αἰωνίοις, καὶ ἀνθ’ ὧν ὑπομένομεν στεφανώσει ἡμᾶς δικαιοσύνης στεφάνῳ. Καὶ σὺν ἁγίοις κατατάξειε καὶ τῆς βασιλείας αὐτοῦ ἀξιώσειεν, ᾧ πρέπει πᾶσα τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.