Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Περὶ αἱρέσεων

Θεόδωρος ὁ Στουδίτης

Δογματικές θέσεις περί Θεού και Χριστού

Παρουσίαση των αντιλήψεων για τη φύση του Θεού, την άρνηση της θεότητας και της σταύρωσης του Χριστού, καθώς και των σχετικών διηγήσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 2 από 4

Εἷς ἐστὶ πάντων καὶ Θεὸς καὶ δεσπότης οὐ μὴν κυηθείς, οὔτε γεννῶν υἱέα, Χριστὸν τετέχθαι πλὴν σπορᾶς διαγράφη ἐκ Μαρίας τῆσδε τῆς ἀδελφῆς Μωσέως Θεοῦ μὲν αὐτὸν πνεῦμα καὶ λόγον λέγει κτιστὸν δὲ δοῦλον τοῦ Θεοῦ πεφηνότα, ὃν οὐδὲ σαρκὶ φληναφεῖ πεπονθέναι, ἢ τὸ σκίασμα τοῦδε καὶ μόνον πέλειν ἐν τοῖς δοκοῦσιν ἐν σταυρῷ τοῦτον κτείνειν, καὶ γοῦν παρ’ αὐτὰ τοῦ δεδεῖχθαι τεθνάναι Θεὸς πρὸς αὐτὸν φησὶ τοῦτον ἡρπάκει.

Εἶτα προσειπεῖν τὸν Θεὸν τὰ τοιάδε· ὦ γοῦν Ἰησοῦ, σὺ προσεφθέγξω τάδε, υἱὸς πέλειν μου καὶ Θεὸς πεφηνέναι; Ὁ δὲ πρὸς αὐτόν· ἵλεώς μοι παγκράτορ ψευδηγοροῦσιν οἳ κατεῖπόν μου ταῦτα· εἰσὶ γὰρ οὗτοι πεπλανημένοι λίαν, οὔ μοι γὰρ ὕβρις, δοῦλον εἶναί σου μᾶλλον.

Καί γε πρὸς αὐτὸν ἀντέφη Θεὸς πάλιν· Κἀγὼ συνεῖδον μή σε τοιαῦτα φθάσαι. Αὖθις χαράσσοι τῆς καμήλου δελτίον μέγιστον αὐτὴν ἐκτεθαυμακὼς τέρας, ὅλον ποταμὸν ἐκπίουσαν εἰς ἅπαξ· ὡς καὶ θανούσης τὴν ἀπ’ αὐτῆς υἱάδα εἰς οὐρανὸν ἔφη τὸν Θεὸν διαρπάσαι ὡς μὴ πρὸς ἀνδρῶν τῶν κακῶν μητροκτόνων καὐτὴν ὁμοίως τῷ φθόνῳ πεπονθέναι.