Οὐχί· ἀλλὰ τοῦ λατρεύειν αὐτῷ, οὐχ ἅπαξ, οὐδὲ δύο ἡμέρας, ἀλλὰ πάσας τὰς ἡμέρας· λατρεύειν δέ, οὐ διὰ σωματικῆς μόνον προσκυνήσεως καὶ ὑπουργίας, ἀλλ’ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· Ἔστι δὲ ὁσιότης μέν, τὸ πρὸς Θεὸν δίκαιον· δικαιοσύνη δέ, τὸ πρὸς ἀνθρώπους· οἷον, ἐάν τις ἀπέχηται μὲν τῶν ἱερῶν, καὶ οὐκ ἐπιχειρῇ τοῖς θείοις ἀθέως, ἀλλὰ πᾶσαν τιμὴν ἀποσώζῃ πρὸς τὰ τίμια, ὁ τοιοῦτος, ὅσιος· ὁμοίως καὶ ὁ τοὺς γονεῖς σεβόμενος, ὅσιος· καὶ οὗτοι γὰρ θεοὶ κατοικίδιοι· εἰ δέ τις οὐ πλεονέκτης εἴη, οὐχ ἅρπαξ, οὐ κλέπτης, οὐ μοιχός, οὐ πόρνος· ὁ τοιοῦτος, δίκαιος. Οὕτως οὖν δεῖ λατρεύειν Θεῷ, ἐν ὁσιότητι, τῇ πρὸς τὰ θεῖα λέγω εὐλαβείᾳ, καὶ δικαιοσύνῃ, τῇ πρὸς τὰ ἀνθρώπινα ἐπαινετῇ πολιτείᾳ· λατρεύειν δὲ ἐνώπιον αὐτοῦ, μὴ ἐνώπιον τῶν ἀνθρώπων, ὡς οἱ ἀνθρωπάρεσκοι καὶ ὑποκριταί. «Καὶ σύ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου, ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν. Διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης. Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.»