Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τὰ εὐαγγέλια ἐξηγήσεις

Θεοφύλακτος Βουλγαρίας

Ερμηνεία εις το Κατά Λουκάν: Εισαγωγή, Γέννηση και Παιδική Ηλικία του Χριστού

Εισαγωγή στο Ευαγγέλιο του Λουκά, ο Ευαγγελισμός της Θεοτόκου, η γέννηση του Προδρόμου και του Χριστού, και η διδασκαλία του δωδεκαετούς Ιησού στον ναό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 12 από 28

ΘΕΟΦΥΛΑΚΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΒΟΥΛΓΑΡΙΑΣ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΥΠΟΘΕΣΙΣ Τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου. Λουκᾶς ὁ θεῖος, Ἀντιοχεὺς μὲν ἦν, ἰατρὸς δέ, καὶ τὴν ἔξω σοφίαν πολύς· οὐ μὴν ἀλλὰ καὶ τὴν Ἑβραϊκὴν παιδείαν ἐξησκήσατο, τοῖς Ἱεροσολύμοις ἐπιφοιτήσας, ὅτε δὴ καὶ ὁ Κύριος ἡμῶν ἐδίδασκεν· ὥστε, φασί τινες, ἕνα καὶ αὐτὸν γενέσθαι τῶν ἑβδομήκοντα ἀποστόλων· καὶ ἐκ νεκρῶν δὲ ἀναστάντι τῷ Χριστῷ συναντῆσαι μετὰ Κλεόπα· ἀναληφθέντος δὲ τοῦ Κυρίου, καὶ τοῦ Παύλου πιστεύσαντος, γενέσθαι συνέκδημον καὶ ἀκόλουθον αὐτοῦ, φημὶ δὴ τοῦ Παύλου· καὶ δὴ συγγράψασθαι τὸ Εὐαγγέλιον μετὰ πάσης ἀκριβείας, ὡς καὶ αὐτὸ τὸ προοίμιον αὐτοῦ ἐμφαίνει· μετὰ πεντεκαίδεκα δὲ ἕτη τῆς τοῦ Χριστοῦ ἀναλήψεως συνεγράψατο. Γράφει δὲ πρὸς Θεόφιλον, συγκλητικὸν ὄντα καὶ ἄρχοντα ἵσως· τὸ γὰρ Κράτιστος ἐπὶ τῶν ἀρχόντων καὶ ἡγεμόνων ἐλέγετο, ὡς καὶ ὁ Παῦλός φησι πρὸς τὸν ἡγεμόνα Φῆστον, Κράτιστε Φῆστε. Καὶ πᾶς δὲ ἄνθρωπος θεοφιλής, καὶ κράτος κατὰ τῶν παθῶν ἀναδεξάμενος, Θεόφιλός ἐστι κράτιστος· ὃς καὶ ἄξιος τῷ ὄντι ἐστὶν ἀκούειν τοῦ Εὐαγγελίου.

ΤΑ ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΥ. αʹ. Περὶ τῶν γονέων Ἰωάννου τοῦ Βαπτιστοῦ, καὶ τῆς αὐτοῦ γεννήσεως. Περὶ τοῦ ἀσπασμοῦ τοῦ ἀγγέλου πρὸς Μαριάμ. Περὶ τοῦ ἀσπασμοῦ τῆς Μαρίας πρὸς τὴν Ἐλισάβετ.

βʹ. Περὶ τῆς ἀπογραφῆς. Περὶ τοῦ τῆς Μαρίας τοκετοῦ. Περὶ τῶν ποιμένων. Περὶ Συμεῶνος. Περὶ Ἄννης τῆς προφήτιδος. Περὶ Ἰησοῦ εὑρεθέντος ἐν μέσῳ τῶν διδασκάλων. γʹ. Περὶ τῆς τοῦ Ἰωάννου κηρύξεως. Περὶ τῶν ἐπερωτησάντων τὸν Ἰωάννην. Περὶ Ἡρώδου καὶ Ἰωάννου. Περὶ τοῦ βαπτίσματος τοῦ Σωτῆρος.

Περὶ γενεαλογίας τοῦ Χριστοῦ. δʹ. Περὶ νηστείας καὶ πειρασμοῦ τοῦ Σωτῆρος. Περὶ Ἰησοῦ ἀχθέντος ὑπὸ τῶν Ἰουδαίων εἰς τὸ ὄρος, καὶ διὰ μέσου αὐτῶν διελθόντος. Περὶ τοῦ ἔχοντος πνεῦμα δαιμονίου. Περὶ τῆς πενθερᾶς Πέτρου. Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων.

εʹ. Περὶ τῆς ἄγρας τῶν ἰχθύων. Περὶ τοῦ λεπροῦ. Περὶ τοῦ παραλυτικοῦ. Περὶ Λευῒ τοῦ τελώνου. Περὶ τοῦ Ἰησοῦ συνεσθίοντος τοῖς τελώναις. Διὰ τί οἱ τοῦ Ἰωάννου μαθηταὶ νηστεύουσιν, οἱ δὲ τοῦ Χριστοῦ οὐχί;

ϛʹ. Περὶ τῶν μαθητῶν τοῦ Χριστοῦ ἐν Σαββάτῳ τιλλόντων τοὺς στάχυας. Περὶ τοῦ ξηρὰν ἔχοντος τὴν χεῖρα. Περὶ τῆς τῶν ἀποστόλων ἐκλογῆς. Περὶ τῶν μακαρισμῶν. Περὶ τοῦ φιλεῖν τοὺς ἐχθρούς. Περὶ τοῦ πρὸς τὸν πλησίον μὴ φιλονεικεῖν. Περὶ τοῦ μὴ δεῖν τὸν πλησίον κρίνειν.

ζʹ. Περὶ τοῦ ἑκατοντάρχου. Περὶ τοῦ υἱοῦ τῆς χήρας. Περὶ τῶν σταλέντων παρὰ Ἰωάννου. ηʹ. Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ. Περὶ τῆς παραβολῆς τοῦ σπείραντος. Περὶ μητρὸς καὶ ἀδελφῶν τοῦ Ἰησοῦ, θελόντων ἰδεῖν αὐτόν.

Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων. Περὶ τοῦ λεγεῶνος. Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου. Περὶ τῆς αἱμοῤῥοούσης. θʹ. Περὶ τῆς ἀποστολῆς τῶν δώδεκα. Περὶ Ἡρώδου ὅτι ἤκουσε περὶ Ἰησοῦ. Περὶ τῶν πέντε ἄρτων καὶ τῶν δύο ἰχθύων. Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως. Περὶ τῆς μεταμορφώσεως τοῦ Χριστοῦ. Περὶ τοῦ σεληνιαζομένου. Περὶ τῶν διαλογιζομένων, τίς μείζων. Περὶ τοῦ κωλυομένου δαιμόνια ἐλαύνειν ὑπὸ τῶν μαθητῶν.

Περὶ τοῦ μὴ αἰτεῖν τιμωρίαν εἰς τοὺς μὴ δεξαμένους αὐτούς. Περὶ τοῦ μὴ ἐπιτρεπομένου ἀκολουθεῖν. ιʹ. Περὶ τῶν ἀναδειχθέντων ἑβδομήκοντα. Περὶ τοῦ ἐπερωτήσαντος νομικοῦ. Περὶ τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς. Περὶ Μάρθας καὶ Μαρίας τῆς ἀδελφῆς αὐτῆς.

ιαʹ. Περὶ προσευχῆς. Περὶ τοῦ ἔχοντος δαιμόνιον κωφόν. Περὶ τῆς ἐκ τοῦ ὄχλου ἐπαράσης φωνήν. Περὶ τῶν αἰτούντων σημεῖον. Περὶ τοῦ Φαρισαίου, τοῦ καλέσαντος τὸν Ἰησοῦν. Περὶ τοῦ ταλανισμοῦ τῶν νομικῶν.

ιβʹ. Περὶ τῆς ζύμης τῶν Φαρισαίων. Περὶ τοῦ θέλοντος μερίσασθαι τὴν κληρονομίαν. Περὶ οὗ εὐφόρησεν ἡ χώρα πλουσίου. Περὶ τοῦ τῶν γηΐνων καταφρονεῖν. Περὶ τοῦ φεύγειν τὴν φιλαργυρίαν. Περὶ τοῦ ἀγρύπνου δούλου. Περὶ τοῦ πρὸς τὸν πλησίον μὴ φιλονεικεῖν.

ιγʹ. Περὶ τῶν Γαλιλαίων, καὶ τῶν ἐν τῷ Σιλωάμ. Περὶ τῆς συκῆς καρπὸν μὴ ἐνεγκούσης. Περὶ τῆς ἐχούσης πνεῦμα ἀσθενείας. Περὶ τοῦ κόκκου σινάπεως παραβολή, καὶ τῆς ζύμης. Περὶ τοῦ ἐπερωτήσαντος, εἰ ὀλίγοι οἱ σωζόμενοι.

Περὶ τῶν εἰπόντων τῷ Ἰησοῦ διὰ Ἡρώδην. ιδʹ. Περὶ τοῦ ὑδροπικοῦ. Περὶ τοῦ μὴ ἀγαπᾷν τὰς πρωτοκλισίας. Περὶ τοῦ πτωχοὺς μᾶλλον εἰς τὸ δεῖπνον καλεῖν, ἢ φίλους. Περὶ τῶν καλουμένων ἐν τῷ δείπνῳ. Περὶ οἰκοδομῆς πύργου παραβολή.

ιεʹ. Περὶ τῶν ἑκατὸν προβάτων παραβολή. Περὶ τοῦ ἀποδημήσαντος εἰς χώραν μακράν. ιϛʹ. Περὶ τοῦ οἰκονόμου τῆς ἀδικίας. Περὶ τοῦ μηδὲ κεραίαν ἀπὸ τοῦ νόμου παρελθεῖν ἄν. Περὶ τοῦ μὴ ἀπολύειν τὴν γυναῖκα. Περὶ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου.

ιζʹ. Περὶ σκανδάλου. Περὶ τοῦ ἀφεῖναι τὰς ἁμαρτίας τοῖς πλησίον. Περὶ τῆς εἰς Θεὸν πίστεως. Περὶ τῶν δέκα λεπρῶν. Περὶ τοῦ Ἰησοῦ ἐπερωτηθέντος πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ. ιηʹ. Περὶ τοῦ ἀεὶ προσεύχεσθαι. Περὶ τοῦ κριτοῦ τῆς ἀδικίας. Περὶ τοῦ Φαρισαίου καὶ τοῦ τελώνου.

Περὶ τῶν παιδίων, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ. Περὶ τοῦ ἐπερωτήσαντος τὸν Ἰησοῦν. Περὶ τοῦ λεπροῦ. ιθʹ. Περὶ τοῦ Ζακχαίου. Περὶ τοῦ πορευθέντος ἑαυτῷ λαβεῖν βασιλείαν. Περὶ τῶν δέκα δούλων τῶν μνᾶς λαβόντων. Περὶ τοῦ πώλου καὶ τῆς ὄνου. Περὶ τοῦ κλαυθμοῦ Ἰησοῦ ἐπὶ Ἱερουσαλήμ.

Περὶ τῶν ἐκβληθέντων ἐκ τοῦ ἱεροῦ πωλούντων καὶ ὠνουμένων. Περὶ τῶν ἀρχιερέων καὶ Γραμματέων ἐπερωτησάντων τὸν Κύριον ἐν ποίᾳ δυνάμει ταῦτα ποιεῖ. κʹ. Περὶ τοῦ ἀμπελῶνος παραβολή. Περὶ τῶν ἐγκαλεσθέντων διὰ τὸν κῆνσον. Περὶ τῶν Σαδδουκαίων τὴν ἀνάστασιν ἀρνουμένων. Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως πρὸς τοὺς Φαρισαίους.

καʹ. Περὶ τῆς τὰ δύο λεπτὰ βαλούσης χήρας. Περὶ συντελείας ἐπερώτησις. Περὶ τῆς ἁλώσεως Ἱερουσαλήμ, καὶ ὅτι ὁ Κύριος προεῖπε τοῖς μαθηταῖς τὴν αὐτῆς ἐρήμωσιν. Περὶ τῶν σημείων. κβʹ. Περὶ τοῦ Πάσχα. Περὶ τῶν φιλονεικησάντων τίς μείζων. Περὶ τῆς ἐξετάσεως τοῦ Σατανᾶ.

Περὶ τῆς συλλήψεως τοῦ Χριστοῦ. Περὶ τῆς ἀπαγωγῆς τοῦ Ἰησοῦ πρὸς τὸν ἀρχιερέα. κγʹ. Περὶ τῆς ἀπαγωγῆς τοῦ Σωτῆρος πρὸς τὸν Πιλάτον. Περὶ τῆς παρ’ Ἡρώδου ἐξουθενήσεως. Περὶ τῶν κοπτομένων γυναικῶν. Περὶ τῆς σταυρώσεως τοῦ Χριστοῦ. Περὶ τοῦ μετανοήσαντος λῃστοῦ. Περὶ τῆς τοῦ Χριστοῦ ταφῆς.

κδʹ. Περὶ τῶν σκοπουμένων τὸν τάφον γυναικῶν. Περὶ τοῦ Πέτρου τρέχοντος πρὸς τὸν τάφον. Περὶ Κλεόπα. Περὶ τοῦ ὀφθέντος Ἰησοῦ. Περὶ τῆς ἀναβάσεως εἰς τὸν οὐρανόν.

ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΠΡΟΟΙΜΙΟΝ. «Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων, καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς, καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε· ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.» Τίνες ἦσαν οἱ πολλοὶ οὗτοι οἱ ἐπιχειρήσαντες; Οἱ ψευδαπόστολοι· πολλοὶ γὰρ συνέγραψαν Εὐαγγέλια δῆθεν, οἷόν ἐστι τὸ κατ’ Αἰγυπτίους, καὶ τὸ ἐπιγραφόμενον, Τῶν δώδεκα. Οἱ τοιοῦτοι οὖν ἐπεχείρησαν μόνον, οὐ μέντοι καὶ ἐτελείωσαν· ἐπεὶ γὰρ χωρὶς θείας χάριτος ἤρξαντο, διὰ τοῦτο οὐδὲ ἐτελείωσαν. Καλῶς οὖν εἶπεν ὁ Λουκᾶς, ὅτι οἱ πολλοὶ ἐπεχείρησαν· οἱ μέντοι ὀλίγοι, οἷον ὁ Ματθαῖος, ὁ Μάρκος, οὐκ ἐπεχείρησαν μόνον, ἀλλὰ καὶ ἐτελείωσαν· τὸ γὰρ τελειοποιὸν πνεῦμα εἶχον. Πεπληροφορημένων δὲ εἶπε πραγμάτων· οὐ γὰρ ἀπλῶς κατὰ ψιλὴν παράδοσίν εἰσι τὰ τοῦ Χριστοῦ, ἀλλ’ ἐν ἀληθείᾳ καὶ πίστει βεβαίᾳ καὶ μετὰ πάσης πληροφορίας. Πῶς δέ εἰσι πεπληροφορημένα ταῦτα, εἰπέ, ὦ Λουκᾶ;

Καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου· ἐκ τούτου δῆλον, ὅτι οὐκ ἦν ὁ Λουκᾶς ἀπ’ ἀρχῆς μαθητής, ἀλλ’ ὑστερόχρονος· ἄλλοι γὰρ ἦσαν οἱ ἀπ’ ἀρχῆς μαθητευθέντες· οἱ περὶ Πέτρον καὶ τοὺς τοῦ Ζεβεδαίου· οἳ καὶ παρέδοσαν αὐτῷ ὅσα οὐκ εἶδεν αὐτός, οὔτε αὐτήκοος ἐγένετο. Τί δέ ἐστι τό, ἵνα ἐπιγνῷς τὴν ἀσφάλειαν περὶ ὧν κατηχήθης; Διττὰ εἰς τοῦτο ἔχω νοήματα. Ἓν μέν, ὅτι πρότερον μὲν ἀγράφως σε κατήχησα, ὦ Θεόφιλε· νῦν δὲ ἐγγράφως σοι παραδιδοὺς τὸ Εὐαγγέλιον, ἀσφαλίζομαι τὸν σὸν λογισμόν, ἵνα μὴ ἐπιλάθηται τῶν ἀγράφως παραδεδομένων.

Ἕτερον δὲ τοιοῦτον· Οἱ ἄνθρωποι ἔθος ἔχομεν πολλάκις, ὅταν τις ἀγράφως λέγῃ ἡμῖν, ὑποπτεύειν τοῦτον ὡς τυχὸν ψευδόμενον· ὅταν δὲ καὶ γράψῃ ἃ λέγει, τότε πιστεύομεν, ὡς ἐὰν μὴ ἐθάῤῥει, ὅτι ἀληθῆ λέγει, οὐκ ἂν ἔγραφε. Τοῦτο οὖν καὶ ὁ εὐαγγελιστής φησιν, ὅτι, Διὰ τοῦτό σοι ἔγραψα τὸ Εὐαγγέλιον, ἵνα ἃ ἀγράφως κατηχήθης, ἐν ἀσφαλείᾳ πλείονι κατέχῃς. Πιστεύσας μοι μᾶλλον νῦν, ὡς τοσοῦτον θαῤῥοῦντι ἐπὶ τοῖς ἀγράφοις, ὥστε καὶ ἐγγράφως ταῦτα ἐκθεῖναι· ὅρα δὲ καὶ τό, ἐπιγνῷς. Οὐ γὰρ εἶπε, γνῷς, ἀλλ’, ἐπιγνῷς, τουτέστιν, ἐκ δευτέρου πλείονα γνῶσιν λάβῃς, καὶ θάῤῥος καὶ ἀσφάλειαν ὡς οὐ ψεύδομαι.

ΚΕΦΑΛ. Αʹ. Περὶ τῶν γονέων Ἰωάννου τοῦ Βαπτιστοῦ, καὶ τῆς αὐτοῦ γεννήσεως. Περὶ τοῦ ἀσπασμοῦ τοῦ ἀγγέλου πρὸς Μαριάμ. Περὶ τοῦ ἀσπασμοῦ τῆς Μαρίας πρὸς τὴν Ἐλισάβετ. «Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας, ἱερούς τις ὀνόματι Ζαχαρίας, ἐξ ἐφημερίας Ἀβιᾶ, καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρών· καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ.» Μέμνηται τῆς βασιλείας Ἡρώδου, ἅμα μέν, κατὰ τὸν τύπον τῶν προφητῶν διηγούμενος. ἐκεῖνοι γὰρ οὕτως ἄρχονται·

Ἐν ταῖς ἡμέραις Ἰωάχαζ καὶ Ἐζεκίου, καὶ τοῦ δεῖνος, ἐγένετο τάδε· ἅμα δὲ ἐπεὶ περὶ τοῦ Χριστοῦ μέλλει εἰπεῖν, διὰ τοῦτο μέμνηται τοῦ Ἡρώδου, ἵνα δείξῃ ὅτι ἀληθῶς ἦλθεν ὁ Χριστὸς ἐπὶ Ἡρώδου. Οὗτος γὰρ ὁ Ἡρώδης, ἐκλιπόντων τῶν παρὰ τῶν Ἰουδαίων ἀρχόντων, ἐγένετο, ὡς ἡ τοῦ Ἰακὼβ προφητεία δηλοῖ.

Ὅθεν δείκνυται ὁ Χριστὸς ἐλθών. Καὶ ἕτερον δέ τι κατορθοῖ· ἀληθὲς δείκνυσι τὸ Εὐαγγέλιον διὰ τοῦ λέγειν τὸν χρόνον. Ἐξουσίαν γὰρ δίδωσι τοῖς βουλομένοις ἐξετάζειν, καὶ ἀπὸ τοῦ χρόνου μανθάνειν τὴν τοῦ Εὐαγγελίου ἀλήθειαν· ἄρχεται δὲ ἀπὸ τοῦ Ζαχαρίου καὶ τῆς τοῦ Ἰωάννου γεννήσεως, εἰκότως· ἐπεὶ γὰρ περὶ τῆς τοῦ Χριστοῦ γεννήσεως μέλλει εἰπεῖν, Πρόδρομος δὲ τοῦ Χριστοῦ ὁ Ἰωάννης, εἰκότως πρὸ τῆς τοῦ Χριστοῦ γεννήσεως τὴν τοῦ Ἰωάννου διηγεῖται. Οὐδὲ αὐτήν, ἄνευ θαύματος οὖσαν. Ἐπεὶ γὰρ Παρθένος ἔμελλε τεκεῖν, προῳκονόμησεν ἡ χάρις ἵνα γραῦς τέκῃ οὐ κατὰ νόμον φύσεως, εἰ καὶ μετὰ ἀνδρός. Τί δέ ἐστι τό, ἐξ ἐφημερίας Ἀβιᾶ; Τινὲς μὲν οὕτω νοοῦσιν, ὅτι δύο ἦσαν ἱερεῖς, ἐκ διαδοχῆς τὴν λειτουργίαν τελοῦντες· ὁ οὕτω λεγόμενος Ἀβιᾶ, καὶ ὁ Ζαχαρίας. Ἐπεὶ οὖν ἱεράτευσεν ἐν τῇ λειτουργίᾳ ὁ Ἀβιᾶ, μετὰ τὴν ἐκείνου ἐφημερίαν ἐλειτούργει ὁ Ζαχαρίας· δοκεῖ δὲ οὐχ οὕτως ἔχειν. Ὁ γὰρ Σολομών, τὸν ναὸν τελέσας, κατέστησε καὶ ἐφημερίας, ὃ ἔστιν ἑβδομάδας· καὶ ἐν μὲν τῇδε τυχὸν τῇ ἑβδομάδι κατέστησε τοὺς υἱοὺς Κορέ, ἐν δὲ τῇδε, τὸν Ἀσάφ, ἐν δὲ τῇδε, τὸν Ἀβιᾶ, ἐν δὲ ἑτέρᾳ, ἕτερον.

Ὅπερ οὖν λέγει ὅτι ἦν Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιᾶ, οὕτω δεῖ νοεῖν, ὅτι ἀπὸ τῆς τοῦ Ἀβιᾶ ἑβδομάδος ἦν. Οὐχ ὅτι μετὰ τὴν τοῦ Ἀβιᾶ ἑβδομάδα παρελάμβανεν αὐτὸς τὴν λειτουργίαν· εἶπε γὰρ ἂν ὅτι μετὰ τὴν ἐφημερίαν Ἀβιᾶ· νῦν δὲ ἐξ ἐφημερίας Ἀβιᾶ εἰπών, παρίστησιν ὅτι ἐκ τῆς τάξεως τοῦ Ἀβιᾶ καὶ τῆς ἑβδομάδος ἦν· δεῖξαι δὲ θέλων ὅτι ἑκατέρωθεν νομίμως ἦν ἱερατικοῦ γένους ὁ Ἰωάννης, φησί, Καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρών· οὐ γὰρ ἐξῆν ἀπ’ ἄλλης φυλῆς ἀγαγέσθαι γυναῖκα, ἀλλ’ ἀπὸ τῆς αὐτῆς· Ἐλισάβετ δὲ ἐρμηνεύεται, Θεοῦ ἀνάπαυσις· Ζαχαρίας δέ, μνήμη Κυρίου. «Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ.» Πολλάκις τινές εἰσι δίκαιοι, ἀλλ’ οὐκ ἐνώπιον τοῦ Θεοῦ, ἀλλὰ κατὰ τὸ φαινόμενον, καὶ ἐνώπιον τῶν ἀνθρώπων· ἐκεῖνοι δέ γε ἐνώπιον τοῦ Θεοῦ ἦσαν τοιοῦτοι. «Πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου, ἄμεμπτοι.» Ἐντολαὶ μέν, οἷον τό, Οὐ μοιχεύσεις, Οὐ κλέψεις· δικαιώματα δέ, οἷον τό, Ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω· δίκαιον γὰρ τοῦτο. Γίνωσκε δέ, ὅτι δύναται καὶ ἡ ἐντολὴ δικαίωμα ὀνομάζεσθαι, ὡς δίκαιον ποιοῦσα τὸν ἄνθρωπον, μᾶλλον δὲ καὶ τοῦ Θεοῦ οὖσα δικαίωμα. Ἐν γὰρ τῇ ἡμέρᾳ ἐκείνῃ ὥσπερ τι δικαίωμα ἔγγραφον, ἔχων ὁ Θεὸς τὰς ἐντολάς, κατακρίνει ἡμᾶς.

Εἰ μὴ ἦλθον γάρ, φησί, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· καὶ πάλιν, Ὁ λόγος ὃν ἐλάλησα αὐτοῖς, ἐκεῖνος αὐτοὺς κρινεῖ. Τίνος δὲ ἕνεκεν πρόσκειται τῷ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς, τό, ἄμεμπτοι; Ἄκουε· πολλάκις τινὲς πορεύονται ἐν τῷ νόμῳ τοῦ Θεοῦ, ἀλλὰ πάντα ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· οὔκουν ἄμεμπτοι οἱ τοιοῦτοι· ὁ δὲ Ζαχαρίας καὶ ἔπραττε τὰς ἐντολάς, καὶ ἀμέμπτως ἔπραττε, μὴ διὰ τὸ ἀρέσαι τοῖς ἀνθρώποις ταύτας τελῶν. «Καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθ’ ὅτι ἡ Ἐλισάβετ ἦν στεῖρα· καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.» Αἱ τῶν δικαίων γυναῖκες, καὶ αἱ δίκαιαι, πολλάκις ἄτεκνοι· ἵνα σὺ μάθῃς, ὅτι ὁ νόμος οὐκ ἀπαιτεῖ πολυτεκνίαν σωματικήν, ἀλλὰ πνευματικήν.

Προβεβηκότες δὲ ἦσαν ἀμφότεροι, καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὸ πνεῦμα· καὶ γὰρ καὶ κατὰ ψυχὴν προέβησαν, τουτέστι προέκοψαν, ἀναβάσεις ἐν τῇ καρδίᾳ τιθέμενοι, καὶ ἡμέραν ἔχοντες, ἀλλ’ οὐ νύκτα τὸν βίον, ὡς ἐν φωτὶ περιπατοῦντες εὐσχημόνως. «Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ Θεοῦ, κατὰ τὸ ἔθος τῆς ἱερατείας, ἔλαχε τοῦ θυμιάσαι, εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου· καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος.» Ἔναντι Θεοῦ οἱ καθαροὶ μόνοι ἱερατεύουσιν· ἀπὸ δὲ τῶν μὴ καθαρῶν ἀποστρέφει ὁ Θεὸς τὸ πρόσωπον αὐτοῦ. Πότε δὲ ἔλαχε τοῦ θυμιάσαι; Ἢ πάντως κατὰ τὸν καιρὸν τοῦ ἱλασμοῦ, ὅτε μόνος εἰσήρχετο εἰς τὰ Ἅγια τῶν ἁγίων ὁ ἀρχιερεύς· ἵνα μάθωμεν ὅτι ὥσπερ ὁ ἀρχιερεὺς οὗτος, εἰσελθὼν εἰς τὰ Ἅγια τῶν ἁγίων ἔλαβε καρπόν, οὕτω καὶ ὁ Κύριος Ἰησοῦς ὁ μόνος καὶ μέγας τῷ ὄντι ἀρχιερεύς, εἰσελθὼν εἰς τὰ Ἅγια τῶν ἁγίων, τουτέστιν, εἰς τὸν οὐρανὸν μετὰ σαρκός, ἔλαβε καρπὸν τῆς ἐνσάρκου αὐτοῦ ἐπιδημίας, τὴν ἡμετέραν υἱοθεσίαν καὶ σωτηρίαν «Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου, ἐστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.» Οὐ πᾶσι φαίνεται ὁ ἄγγελος, ἀλλὰ τοῖς καθαροῖς τῇ καρδίᾳ, οἷος ἦν ὁ Ζαχαρίας. Θυσιαστήριον δὲ τοῦ θυμιάματος εἶπεν, ἐπεὶ ἦν καὶ ἕτερον θυσιαστήριον, τὸ τῶν ὁλοκαυτωμάτων. «

Καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ’ αὐτόν. Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου· καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην· καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται.» Ταράττεται μὲν ὁ Ζαχαρίας. Ἀσυνήθης γὰρ ὄψις καὶ τοὺς ἁγίους ταράττει. Ἀλλ’ ὁ ἄγγελος καταστέλλει τὴν ταραχήν· πανταχοῦ γὰρ τοῦτο ἔσχε γνώρισμα τῶν τε ἀπὸ τοῦ Θεοῦ ὀπτασιῶν, καὶ τῶν δαιμονικῶν· εἰ μὲν γὰρ ἀπὸ ταραχῆς ἄρξεται ὁ λογισμός, καὶ τελευταῖον καταστῇ, συντόμως λυομένου τοῦ φόβου, ὄντως θεία ἡ ὀπτασία. Εἰ δὲ ἐπιτείνεται μᾶλλον ὁ φόβος καὶ ἡ ταραχή, ἡ ὀπτασία δαιμονιώδης. Τίνος δὲ ἕνεκέν φησιν ὁ ἄγγελος ὅτι «Εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει σοι»; Μὴ γὰρ ὁ Ζαχαρίας περὶ παιδὸς ηὔχετο; ἀλλὰ περὶ τῶν ἁμαρτιῶν τοῦ λαοῦ; Φασὶν οὖν τινες ὅτι, ἐπειδὴ ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ ηὔχετο, ἔμελλε δὲ τίκτειν υἱὸν βοῶντα, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, εἰκότως λέγει πρὸς αὐτὸν ὁ ἄγγελος, ὅτι Εἰσηκούσθη ἡ δέησίς σου ὑπὲρ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν τοῦ λαοῦ. Υἱὸν γὰρ γεννήσεις δι’ οὗ ἄφεσις ἔσται τῶν ἁμαρτιῶν.

Τινὲς δὲ οὕτω νοοῦσιν, ὅτι, Εἰσηκούσθη ἡ δέησίς σου, ὦ Ζαχαρία, καὶ συνεχώρησεν ὁ Θεὸς τὰς ἁμαρτίας τῷ λαῷ· εἶτα ὥσπερ εἰπόντος αὐτοῦ, Πόθεν δῆλον τοῦτο; φησὶν ὁ ἄγγελος, ὅτι, Τοῦτό σοι δίδωμι σημεῖον, ὅτι γεννήσει σοι υἱὸν ἡ Ἐλισάβετ· ὥστε ἀπὸ τοῦ γεννῆσαι τὴν Ἐλισάβετ, πιστευθήσεταί σοι καὶ τὸ ἀφεθῆναι τὰς ἁμαρτίας τῷ λαῷ. «Ἔσται γὰρ μέγας ἐνώπιον τοῦ Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ· καὶ Πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ· καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κυρίον τὸν Θεὸν αὐτῶν· καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἡλιοῦ, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον.» Μέγαν ἔσεσθαι τὸν Ἰωάννην ἐπαγγέλλεται ὁ ἄγγελος, ἀλλ’ ἐνώπιον τοῦ Κυρίου· πολλοὶ γὰρ μεγάλοι λέγονται ἐνώπιον τῶν ἀνθρώπων, καὶ οὐ τοῦ Θεοῦ· οἷοι οἱ ὑποκριταί· μέγας δὲ ὁ Ἰωάννης κατὰ ψυχήν· ὥσπερ καὶ μικρὸς κατὰ ψυχὴν πᾶς ὁ σκανδαλιζόμενος· οὐδεὶς γὰρ μέγας σκανδαλίζεται, ἀλλ’ οἱ μικροὶ καὶ ὀλιγόψυχοι. Φησὶ γοῦν ὁ Κύριος· Ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν. Ὥσπερ δὲ οἱ τεκόντες τὸν Ἰωάννην, δίκαιοι ἦσαν ἐνώπιον τοῦ Θεοῦ, οὕτω καὶ ὁ παῖς αὐτῶν μέγας ἐνώπιον τοῦ Κυρίου· σίκερα δὲ λέγεται πᾶν τὸ μέθην ἐμποιεῖν δυνάμενον, οὐκ ὂν δὲ ἐξ ἀμπέλου.

Ἐν τῇ κοιλίᾳ δὲ τῆς μητρὸς ὢν ἔτι, ἐπλήσθη Πνεύματος ἁγίου· ὅτε ἦλθεν ἡ Μήτηρ τοῦ Κυρίου πρὸς τὴν Ἐλισάβετ, καὶ ἐσκίρτησε τὸ βρέφος ἀγαλλιώμενον διὰ τὴν τοῦ Κυρίου παρουσίαν. Ἐπέστρεψε δὲ καρδίας πατέρων ἐπὶ τέκνα. τουτέστι, τῶν Ἑβραίων ἐπὶ τοὺς ἀποστόλους· πατέρες μὲν γὰρ ἦσαν οἱ Ἰουδαῖοι· τέκνα δὲ τούτων οἱ ἀπόστολοι.

Ἐπέστρεψεν οὖν τὰς καρδίας τῶν Ἰουδαίων ἐπὶ τοὺς ἀποστόλους, διδάσκων περὶ τοῦ Χριστοῦ καὶ μαρτυρῶν· ὁ δὲ περὶ τοῦ Χριστοῦ μαρτυρῶν, πάντως ἀξιοπίστους ποιεῖ καὶ τοὺς μαθητὰς αὐτοῦ· οὐ πάντας δὲ ἐπέστρεψεν ὁ Ἰωάννης, ἀλλὰ πολλούς· ὁ μέντοι Κύριος πάντας ἐφώτισεν· ἐν Πνεύματι δὲ Ἡλιοῦ προῆλθε, καθὸ ὥσπερ εἰς Ἠλίαν ἡ χάρις ἐνήργησεν, οὕτω καὶ εἰς Ἰωάννην· ὅ τε γὰρ Ἠλίας τῆς δευτέρας παρουσίας πρόδρομος, καὶ ὁ Ἰωάννης τῆς πρώτης. Καὶ ἐν δυνάμει δὲ Ἡλιοῦ, καθὸ τὸ αὐτὸ δύνανται αἱ παρουσίαι ἀμφοτέρων, τοῦ τε Ἡλιοῦ καὶ τοῦ Ἰωάννου· πρὸς γὰρ τὸν Χριστὸν συνάγουσι.

Καὶ ἄλλως δὲ ἐν δυνάμει καὶ πνεύματι Ἡλιοῦ ἦλθεν ὁ Ἰωάννης, διότι ἐρημίτης ἦν καὶ αὐτός, καὶ ἀπέριττος, καὶ ἐλεγκτικὸς ὡς ἐκεῖνος. Ἐπέστρεψε δὲ καὶ τοὺς ἀπειθεῖς Ἰουδαίους ἐν τῇ φρονήσει τῶν δικαίων, τουτέστι, τῇ τῶν ἀποστόλων διδασκαλίᾳ· φρόνησις γὰρ τῶν ἀποστόλων, ἡ ἐν αὐτοῖς τοῦ Πνεύματος χάρις, ὑφ’ ἧς ἐκυβερνῶντο. Ἡτοίμασε δὲ τῷ Κυρίῳ, τουτέστι τῷ Χριστῷ, λαὸν κατεσκευασμένον, τουτέστιν, ἐμπαράσκευον πρὸς τὸ ὑποδέξασθαι τὸ κήρυγμα· οἷόν τι λέγω· Ἐπειδὰν ἔλθοι τις προφήτης κηρύττων, οὐ πάντες ἐπίστευον, ἀλλ’ οἱ κατεσκευασμένοι, τουτέστιν, οἱ προετοιμάσαντες ἑαυτοὺς εἰς τοῦτο. Ὥσπερ γὰρ ἐὰν ἔλθοι τις εἰς οἰκίαν νυκτός, οὐ πάντες αὐτὸν ὑποδέχονται, ἀλλ’ οἱ ἐγρηγορότες καὶ προσδοκῶντες αὐτὸν καὶ ἑτοιμασθέντες εἰς τὸ ὑποδέξασθαι· οὕτω καὶ ὁ Ἰωάννης ἡτοίμασε τῷ Κυρίῳ λαόν, ἀλλ’ οὐ τὸν ἀπειθῆ, τὸν δὲ κατεσκευασμένον, ὃ ἔστι προητοιμασμένον, εἰς ὑποδοχὴν τοῦ Χριστοῦ. «Καὶ εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς.

Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σέ, καὶ εὐαγγελίσασθαί σοι ταῦτα· καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρις ἧς ἡμέρας γένηται ταῦτα· ἀνθ’ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.» Εἰ καὶ δίκαιος ἦν ὁ Ζαχαρίας καὶ ἅγιος, ὅμως πρὸς τὸ τεράστιον τῆς παιδοποιίας ἀποβλέπων, οὐκ εὐκόλως ἐπίστευε. Διὸ καὶ ὁ ἄγγελος τὸ οἰκεῖον ἀξίωμα λέγει, ὅτι, Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς τῷ Θεῷ· οὐ πλάνος δαίμων, ἀλλ’ ἄγγελος Θεοῦ. Ἐπεὶ οὖν ἀπιστεῖς, ἕσο κωφεύων καὶ μὴ δυνάμενος λαλῆσαι· εἰκότως δὲ τὰ δύο ταῦτα ἔπαθε, τὸ μήτε ἀκούειν μήτε λαλεῖν· ὡς μὲν γὰρ παρακούσας, καταδικάζεται κώφευσιν· ὡς δὲ ἀντειπών, σιωπήν.

Πλὴν προετύπου καὶ τὰ κατὰ τοὺς Ἰουδαίους. Ὥσπερ γὰρ οὗτος γέρων καὶ ἄκαρπος, καὶ ἀπιστήσας, ἔτεκεν υἱὸν μείζονα τῶν προφητῶν, οὕτω καὶ ἡ τῶν Ἰουδαίων συναγωγὴ καὶ ἱερωσύνη παλαιωθεῖσα, καὶ ἄκαρπος καὶ ἄπιστος καὶ παρήκοος γενομένη, ὅμως τὸν Λόγον τοῦ Θεοῦ, τὸν Δεσπότην τῶν προφητῶν, ἔτεκεν ἐν σαρκί· οὗ τεχθέντος, οἱ πρώην παρήκοοι εἰς πίστιν καὶ εὐφωνίαν μετήλθοσαν. «Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτὸν ἐν τῷ ναῷ· ἐξελθὼν δὲ οὐκ ἠδύνατο λαλῆσαι αὐτοῖς καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ. Καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενε κωφός. Καὶ ἐγένετο, ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.» Ὁρᾷς πῶς οἱ μὲν Ἰουδαῖοι προσεδόκων καὶ περιέμενον ἕως οὗ ἐξέλθοι ὁ ἀρχιερεύς;

Ἡμεῖς δὲ οἱ Χριστιανοί, ἅμα τῷ εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν, εἰ μὴ ἐξέλθοιμεν, δεινόν τι πάσχειν νομίζομεν. Διένευε δὲ τῷ λαῷ ὁ Ζαχαρίας, ἴσως ἐρωτῶντι τὴν αἰτίαν τῆς σιωπῆς· μὴ δυνάμενος γὰρ λαλῆσαι, διὰ νεύματος ἐδήλου ταύτην. Ὅρα δὲ ὅτι καὶ ἕως οὗ ἐτελέσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, οὐκ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, ἀλλὰ προσήδρευε τῷ ναῷ· ἀπῴκιστο μὲν γὰρ ἡ ὀρεινὴ ἀληθῶς καὶ ἀπεῖχε τῆς Ἱερουσαλήμ· πλὴν ἀλλ’ εἰ καὶ ἐν αὐτοῖς τοῖς Ἱεροσολύμοις εἶχε τὸν οἶκον ὁ ἱερεύς, οὐκ ἐξῆν αὐτῷ ἔξω τῆς αὐλῆς τοῦ ναοῦ ἀπελθεῖν κατὰ τὸν καιρὸν τῆς ἐφημερίας αὐτοῦ· ἡμεῖς δέ, φεῦ! πῶς καταφρονοῦμεν τῶν θείων ὑπηρεσιῶν! Τὸ δὲ μὴ δύνασθαι μὲν λαλεῖν τὸν Ζαχαρίαν, διανεύειν δὲ τῷ λαῷ, τὴν τῶν Ἰουδαίων ἄλογον πολιτείαν δηλοῖ· ἀποκτείναντες γὰρ τὸν Λόγον, οὐ δύνανται λόγον ἀποδοῦναι περὶ ὧν πράττουσιν ἢ λέγουσιν, ἀλλὰ κἂν προφητικόν τι αὐτοὺς ἐρωτᾷς, ἐπιστομίζονται, καὶ οὐ δύνανταί σοι λόγον καὶ ἀπόκρισιν ἀποδοῦναι. «Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα ὅτι, Οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις.»

Σώφρων οὖσα ἡ Ἐλισάβετ, ᾐδεῖτο, καὶ διὰ τοῦτο περιέκρυπτεν ἑαυτήν, διὰ τὸ ἐν γήρᾳ συλλαβεῖν· ἐπὶ μῆνας δὲ πέντε περιέκρυπτεν ἑαυτήν, ἕως οὗ καὶ ἡ Μαρία συλλάβοι· ἀφ’ οὗ δὲ καὶ ἐκείνη συνέλαβε, καὶ ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, οὐκ ἔτι ἔκρυπτεν ἑαυτήν, ἀλλὰ καὶ ἐπαῤῥησιάσατο ἄν, ὡς τοιούτου παιδὸς μήτηρ, καὶ πρὶν ἢ γεννηθῆναι προφητικῇ ἀξίᾳ τετιμημένου. «Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρέτ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ, ἐξ οἴκου Δαβίδ. Καὶ τὸ ὄνομα τῆς παρθένου, Μαριάμ. Καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτήν, εἶπε· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη σὺ ἐν γυναιξίν. Ἡ δὲ ἰδοῦσα, διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος· καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ.» Μῆνα ἕκτον λέγει τὸν ἀπὸ τῆς συλλήψεως Ἰωάννου. Λέγει δὲ μεμνηστεῦθαι τὴν παρθένον ἀνδρὶ ἐξ οἴκου Δαβίδ, ἵνα δείξῃ, ὅτι καὶ αὐτὴ ἐκ τοῦ γένους τοῦ Δαβὶδ κατήγετο· ἐκ γὰρ τοῦ αὐτοῦ γένους καὶ τῆς αὐτῆς σειρᾶς εἶναι ἀμφότερα τὰ μέρη, νόμος ἦν.

Ἐπειδὴ δὲ τῇ Εὔᾳ ὁ Κύριος εἶπεν, Ἐν λύπαις τέξῃ τέκνα, λύει τὴν λύπη ταύτην ἡ χαρά, ἣν ὁ ἄγγελος προσφέρει τῇ Παρθένῳ, λέγων· Χαῖρε, κεχαριτωμένη· ἐπεὶ δὲ κεκατήρατο ἡ Εὔα, εὐλογημένη αὕτη ἀκούει· διελογίζετο δὲ περὶ τοῦ ἀσπασμοῦ ποταπὸς εἴη οὗτος, μὴ ἆρα ἄτοπός τις καὶ πορνικός, ὡς ἐξ ἀνδρὸς πρὸς κόρην, ἢ θεῖος· ἐπειδὴ καὶ Θεοῦ μνήμη σύνεστι τῷ ἀσπασμῷ, τό, Ὁ Κύριος μετὰ σοῦ.

Πρῶτον δὲ καταστέλλει τὴν καρδίαν αὐτῆς ἀπὸ τοῦ φόβου· ὡς ἂν ἐν ἀταραξίᾳ γενομένη, δέξηται τὴν θείαν ἀπόκρισιν· οὐ γὰρ ἐνεδέχετο ταραττομένην αὐτήν, ἀκριβῶς ἀκούειν τὰ συμβησόμενα· ὅπερ δὲ ἄνω εἶπε, κεχαριτωμένη, ὥσπερ ἑρμηνεύων φησίν·

Εὗρες γὰρ χάριν ἐνώπιον τοῦ Θεοῦ· τοῦτο γάρ ἐστι τὸ κεχαριτῶσθαι, τὸ εὑρεῖν χάριν παρὰ τῷ Θεῷ, τουτέστιν, ἀρέσαι Θεῷ· ἀλλὰ τοῦτο μὲν κοινόν· πολλαὶ γὰρ καὶ ἄλλαι εὗρον χάριν παρὰ τῷ Θεῷ, τὸ δὲ ἐπιφερόμενον οὐκ ἔτι. «Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρί, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· οὗτος ἔσται μέγας καὶ Υἱὸς Ὑψίστου κληθήσεται. Καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ. Καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» Ἰδοὺ συλλήψῃ· τοῦτο τὸ ἐξαίσιον, οὗ οὐδεμία ἄλλη κατηξιώθη· ἐν γαστρὶ δὲ εἶπεν, ἵνα δείξῃ τὸν Κύριον ἐξ αὐτῆς τῆς νηδύος τῆς Παρθένου σαρκωθέντα οὐσιωδῶς· δικαίως δὲ ἐκλήθη Ἰησοῦς ὁ ἐπὶ σωτηρίᾳ τοῦ ἡμετέρου γένους ἐλθών· τὸ γὰρ ὄνομα τοῦτο, εἰς τὴν Ἑλλάδα γλῶσσαν μεταβαλλόμενον, Θεοῦ λέγεται σωτηρία· Ἰησοῦς οὖν Σωτὴρ ἐρμηνεύεται, ὅτι καὶ ἰαὼ ἡ σωτηρία λέγεται. Ἔσται δέ, φησί, μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται. Μέγας μὲν ἦν καὶ ὁ Ἰωάννης, ἀλλ’ οὐκ ἔτι καὶ Υἱὸς Ὑψίστου· ὁ δέ γε Σωτήρ, μέγας μέν, καθὸ ἐδίδασκεν. Υἱὸς δὲ Ὑψίστου, διά τε τοῦτο αὐτὸ (ἐδίδασκε γὰρ ὡς ἐξουσίαν ἔχων), καὶ διὰ τὴν τῶν θαυμάτων παραδοξοποιίαν· καλεῖται δὲ Υἱὸς Ὑψίστου ὁ φαινόμενος ἄνθρωπος· ἐπεὶ γὰρ μία ἦν ὑπόστασις, τῷ ὄντι Υἱὸς Ὑψίστου ἦν ὁ ἄνθρωπος ὁ Υἱὸς τῆς Παρθένου.

Ἦν μὲν γὰρ καὶ πρὸ τῶν αἰώνων Υἱὸς Ὑψίστου ὁ Λόγος, ἀλλ’ οὐκ ἐκαλεῖτο, οὐδὲ ἐγνωρίζετο· ἐπεὶ δὲ ἐσαρκώθη καὶ ἐφανερώθη ἐν σαρκί, τότε δὴ καὶ ἐκλήθη Υἱὸς Ὑψίστου, ὁ φαινόμενος καὶ τὰ θαύματα ποιῶν.

Θρόνον δὲ Δαυῒδ ἀκούων, μὴ αἰσθητὴν βασιλείαν νόμιζε, ἀλλὰ θείαν· ἣν ἐβασίλευσεν ἐπὶ πάντα τὰ ἔθνη διὰ τοῦ θείου κηρύγματος· οἶκος γὰρ Ἰακώβ, καὶ οἱ ἐξ Ἑβραίων πιστεύσαντες· ναὶ μὴν καὶ οἱ ἀπὸ τῶν ἄλλων ἐθνῶν· οὗτοι γὰρ κυρίως, Ἰακὼβ καὶ Ἰσραήλ. Πῶς δὲ λέγεται καθίσαι ἐπὶ τὸν θρόνον Δαυΐδ; Ἄκουε· Ὁ Δαυΐδ, μικρὸς ἐν τοῖς ἀδελφοῖς αὑτοῦ· καὶ ὁ Κύριος ἐξουθενημένος, καὶ διαβεβλημένος ὡς φάγος καὶ οἰνοπότης καὶ τέκτονος υἱός, καὶ παρὰ τοῖς ἀδελφοῖς αὐτοῦ, τοῖς υἱοῖς Ἰωσήφ, ἀτιμαζόμενος· οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ, φησίν, ἐπίστευον εἰς αὐτόν· ἐκεῖνος εὐεργετῶν ἐδιώκετο· καὶ ὁ Κύριος, θαύματα ποιῶν διεβάλλετο, καὶ ἐλιθάζετο.

Ἐκεῖνος διὰ πραότητος ἐνίκησε καὶ ἐβασίλευσε· καὶ ὁ Κύριος, διὰ πραότητα σταυρὸν καταδεξάμενος, ἐβασίλευσεν. Ὁρᾷς πῶς λέγεται καθίσαι ἐπὶ τὸν θρόνον Δαυΐδ; Ὡς γὰρ ὁ Δαυῒδ τὴν αἰσθητὴν βασιλείαν ἔλαβεν, οὕτω καὶ ὁ Κύριος τὴν νοητήν· ἧς οὐκ ἔσται τέλος· οὐκ ἔσται γὰρ τέλος τῆς βασιλείας τοῦ Χριστοῦ, τουτέστι, τῆς θεογνωσίας καὶ τοῦ Χριστιανισμοῦ.

Καὶ διωκόμενοι γάρ, λάμπομεν χάριτι Χριστοῦ. «Εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Καὶ ἀποκριθεὶς ὁ ἄγγελος, εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι, διὸ καὶ τὸ γεννώμενον ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ.» Οὐχ ὡς ἀπιστήσασα ἡ Παρθένος, εἶπε τό, Πῶς ἔσται μοι τοῦτο; ἀλλ’ ὡς σοφὴ καὶ συνετή, ἐπιζητοῦσα μαθεῖν τὸν τρόπον τοῦ πράγματος· οὐδὲ γὰρ γέγονέ τι τοιοῦτον πρότερον, οὐδὲ μετὰ ταῦτα γενήσεται. Διὸ καὶ συγγινώσκει αὐτῇ ὁ ἄγγελος, καὶ οὐ κατακρίνει ὡς τὸν Ζαχαρίαν, ἀλλὰ μᾶλλον ἑρμηνεύει τὸν τρόπον.

Ὁ μὲν γὰρ Ζαχαρίας εἰκότως καταδικάζεται. Εἶχε γάρ, πολλὰ παραδείγματα, ὅτι περ καὶ πολλαὶ στεῖραι ἔτεκον· ἡ δὲ Παρθένος οὐδὲν εἶχε παράδειγμα. Πνεῦμα οὖν, φησίν, ἅγιον ἐπελεύσεται ἐπὶ σέ, γόνιμον παρασκευάζον τὴν μήτραν σου, καὶ δημιουργοῦν τὴν σάρκα τῷ ὁμοουσίῳ Λόγῳ· δύναμις δὲ Ὑψίστου, ὁ Υἱὸς τοῦ Θεοῦ, Χριστὸς γὰρ Θεοῦ δύναμις, ἐπισκιάσει σοι, τουτέστιν, ἐπισκεπάσει σε, πάντοθέν σε περικυκλώσει. Ὡς γὰρ ὄρνις ἐπισκιάζει τὰ νοσσία ἑαυτῆς ὅλα ταῖς πτέρυξιν αὐτῆς περιλαμβάνουσα, οὕτω καὶ ἡ τοῦ Θεοῦ δύναμις ὅλην περιέλαβε τὴν Παρθένον· καὶ τοῦτο ἔστι τὸ ἐπισκιάσαι. Ἄλλος δέ τις τυχὸν ἐρεῖ, ὅτι ὥσπερ ὁ ζωγράφος πρῶτον σκιάζει, εἶτα τέλειον χρωματουργεῖ, οὕτω καὶ ὁ Κύριος, αὐτὸς ἑαυτῷ τὴν σάρκα δημιουργῶν, καὶ τὴν εἰκόνα τοῦ ἀνθρώπου διαπλάττων, πρῶτον ἐσκίασε ταύτην ἐν τῇ μήτρᾳ τῆς Παρθένου, ἐκ τῶν αἱμάτων τῆς ἀειπαρθένου σάρκα συμπήξας, εἶτα κατ’ ὀλίγων μορφώσας αὐτήν. Ἀλλὰ τοῦτο ἀμφίβολον· οἱ μὲν γὰρ λέγουσιν, ὅτι ἅμα τῷ τὸν Κύριον ἐπισκιάσαι τῇ μήτρᾳ τῆς Παρθένου, εὐθὺς τέλειον ἦν τὸ βρέφος, οἱ δὲ οὐ παραδέχονται τοῦτο. Ἄκουε γὰρ τί φησι·

Διὸ καὶ τὸ γεννώμενον ἅγιον, τουτέστι, τὸ κατὰ μέρος ἐν τῇ μήτρᾳ σου αὐξανόμενον, καὶ οὐκ εὐθὺς τέλειον ὑπάρξαν. Ἐμφράττεται δὲ καὶ ἐντεῦθεν τὸ στόμα τοῦ Νεστορίου· ἐκεῖνος γὰρ εἶπεν ὅτι, Οὐχ ὁ Υἱὸς τοῦ Θεοῦ ἐν τῇ μήτρᾳ τῆς Παρθένου οἰκήσας ἐσαρκώθη, ἀλλ’ ἄνθρωπος ψιλὸς ἐκ τῆς Μαρίας γεννηθείς, ὕστερον ἔσχε τὸν Θεὸν παρεπόμενον αὐτῷ.

Ἀκουέτω οὖν ὅτι τὸ γεννώμενον ἐν τῇ μήτρᾳ, ἐκεῖνο ἦν Υἱὸς Θεοῦ· ἀλλ’ οὐκ ἄλλο μὲν ἐκυοφορεῖτο ἐν τῇ μήτρᾳ, ἄλλος δὲ ὁ Υἱὸς τοῦ Θεοῦ· ἀλλὰ εἷς καὶ ὁ αὐτὸς ἦν, ὁ τῆς Παρθένου τε καὶ τοῦ Θεοῦ Υἱός. Ὅρα δὲ πῶς τὴν ἁγίαν Τριάδα ἐξέφηνε, Πνεῦμα ἅγιον, δύναμιν τὸν Υἱόν, Ὕψιστον, τὸν Πατέρα ὀνομάσας. «Καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρᾳ αὐτῆς· καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ, ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα. Εἶπε δὲ Μαριάμ·

Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου· καὶ ἀπῆλθεν ἀπ’ αὐτῆς ὁ ἄγγελος.» Ἀπορήσειεν ἄν τις πῶς ἦν συγγενὴς τῆς Παρθένου ἡ Ἐλισάβετ, εἴγε ἡ μὲν Παρθένος ἐκ τῆς Ἰούδα φυλῆς ἦν, ἡ δὲ Ἐλισάβετ, ἐκ τῶν θυγατέρων Ἀαρών· ὁ γὰρ νόμος ἐκέλευεν ἀπὸ τῆς αὐτῆς φυλῆς τοὺς γάμους γίνεσθαι· ὥστε καὶ αἱ συγγένειαι ἐν τοῖς ἀπὸ τῆς αὐτῆς φυλῆς οὖσιν εὑρίσκονται. Ἔστι μὲν οὖν εἰπεῖν καὶ ὅτι ἀπὸ τῆς αἰχμαλωσίας συνεχέθησαν τὰ γένη· τὸ δὲ κρεῖττον, τοῦτο. Ἀαρὼν γυναῖκα ἠγάγετο Ἐλισάβετ, θυγατέρα οὖσαν τοῦ Ἀμιναδάβ, ὃς ἦν ἐκ τῆς Ἰούδα φυλῆς. Ὁρᾷς ὅτι ἄνωθεν καὶ ἀπὸ Ἀαρών, συγγενὴς ἦν ἡ Θεοτόκος τῆς Ἐλισάβετ; Ἐπεὶ γὰρ ἡ τοῦ Ἀαρὼν γυνὴ ἐκ τῆς Ἰούδα κατήγετο φυλῆς, ἀφ’ ἧς ἦν καὶ ἡ Θεοτόκος, ἡ δὲ Ἐλισάβετ ἐκ τῶν θυγατέρων Ἀαρών, εἰκότως συγγενὴς τῆς Θεοτόκου ἡ Ἐλισάβετ· ἡ γὰρ προμήτωρ αὐτῆς, τουτέστιν, ἡ τοῦ Ἀαρὼν γυνή, ἐκ τῆς Ἰούδα φυλῆς ἦν. Σκόπει δὲ καὶ τὸ τῆς συγγενείας παρακολούθημα· Ἐλισάβετ, ἡ τοῦ Ἀαρὼν γυνή· Ἐλισάβετ, καὶ ἡ τοῦ Ζαχαρίου, ὡς ἐξ ἐκείνης καταγομένη. Ἀλλ’ ἴδωμεν τί φησιν ἡ Παρθένος· «Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.» Πίναξ εἰμὶ ζωγραφικός· ὃ βούλεται ὁ γραφεύς, γραφέτω ὃ θέλει, ποιείτω ὁ Κύριος· ὥστε καὶ ὃ εἶπε πρότερον, Πῶς ἔσται μοι τοῦτο;

οὐκ ἀπιστίας ἦν, ἀλλ’ ἐπιθυμίας τοῦ μαθεῖν τὸν τρόπον· εἰ γὰρ ἠπίστει, οὐκ ἂν εἶπεν, «Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.» Μάνθανε δὲ ὅτι Γαβριὴλ μὲν ἐρμηνεύεται, ἄνθρωπος Θεός· Μαριὰμ δέ, κυρία· Ναζαρὲτ δέ, ἁγιασμός.

Εἰκότως οὖν ὅταν ἔμελλε γενέσθαι ὁ Θεὸς ἄνθρωπος, ἀποστέλλεται ὁ Γαβριήλ, ὃς ἑρμηνεύεται ἄνθρωπος Θεός· ἀλλὰ καὶ ἐν ἁγίῳ τόπῳ γίνεται ὁ ἀσπασμός, τουτέστιν, ἐν Ναζαρέτ· ὅπου γὰρ Θεός, οὐδὲν ἄναγνον. «Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.» Ἡ Παρθένος ἀκούσασα παρὰ τοῦ ἀγγέλου, ὅτι συνέλαβεν ἡ Ἐλισάβετ, ἔδραμε πρὸς ἐκείνην, ἅμα μὲν χαίρουσα ἐπὶ τῷ ἀγαθῷ τῆς συγγενοῦς, ἅμα δὲ καὶ ὡς συνετωτάτη, πληροφορηθῆναι θέλουσα τελείως, εἰ ἀληθῆ εἶπεν ὁ φανεὶς αὐτῇ, ἵνα ἐκ τούτου καὶ περὶ τοῦ οἰκείου μὴ ἀμφιβάλλῃ. Ἀσφαλὴς γὰρ οὖσα, ἐφοβεῖτο μήπως πλανηθῇ· καὶ οὐχ ὡς ἀπιστοῦσα, ἀλλ’ ὡς ἀκριβέστερον μαθεῖν βουλομένη τὸ πρᾶγμα. Ἐν τῇ ὀρεινῇ οὖν ᾤκει ὁ Ζαχαρίας, καὶ διὰ τοῦτο ἔδραμεν ἐκεῖ· ὁ δὲ Ἰωάννης, ἐξαίρετόν τι χάρισμα παρὰ τοὺς λοιποὺς ἀνθρώπους λαβών, σκιρτᾷ ἐν τῇ κοιλίᾳ τῆς μητρός, ὅθεν καὶ μείζων τῶν προφητῶν. Οἱ μὲν γάρ, μετὰ τὸ γεννηθῆναι προεφήτευσαν, ὁ δὲ ἔτι ἐν τῇ κοιλίᾳ τῆς μητρὸς ὤν, ἠξιώθη τοῦ τοιούτου χαρίσματος.

Ὅρα γάρ· ἠσπάσατο ἡ Παρθένος τὴν Ἐλισάβετ, τουτέστι προσηγόρευσεν. Ἡ φωνὴ οὖν τῆς Παρθένου τοῦ ἐν αὐτῇ σαρκουμένου Θεοῦ φωνὴ ἦν· καὶ διὰ τοῦτο καὶ τὸν Πρόδρομον ἐν τῇ μήτρᾳ ἐχαρίτωσε, καὶ ἐποίησε προφητεῦσαι· ὅσα γὰρ εἶπεν ἡ Ἐλισάβετ προφητικῶς πρὸς τὴν Μαρίαν, οὐ τῆς Ἐλισάβετ ἦσαν ῥήματα, ἀλλὰ τοῦ βρέφους· τὸ στόμα δὲ μόνον τῆς Ἐλισάβετ ὑπούργει, ὥσπερ καὶ τὸ στόμα τῆς Μαρίας ὑπούργησε τῷ ἐν τῇ μήτρᾳ αὐτῆς ὄντι Υἱῷ τοῦ Θεοῦ· σκιρτήσαντος γὰρ τοῦ βρέφους ἐν τῇ γαστρί, τότε ἐπλήσθη Πνεύματος ἡ Ἐλισάβετ. Εἰ μὴ γὰρ τὸ βρέφος ἐσκίρτησεν, οὐκ ἂν προεφήτευσεν αὕτη· ὥσπερ οὖν φασι τοὺς προφήτας πρότερον ἐξισταμένους καὶ ἐνθουσιῶντας, εἶτα προφητεύειν, οὕτω τάχα καὶ ὁ Ἰωάννης πρότερον ἐσκίρτησεν, οἷον ἐνθουσιῶν, εἶτα διὰ τοῦ στόματος τῆς μητρὸς προεφήτευσε· τί δὲ προεφήτευσεν; «Εὐλογημένη σὺ ἐν γυναιξίν.» Εἶτα ἐπειδὴ πολλαὶ γυναῖκες ἅγιαι βεβήλους ἔτεκον, ὡς ἡ Ῥεβέκκα τὸν Ἡσαῦ, φησὶν ὅτι, Ἀλλὰ καὶ ὁ καρπὸς τῆς κοιλίας σου εὐλογημένος· καὶ ἄλλως δὲ νοηθήσεται, Εὐλογημένη σὺ ἐν γυναιξίν· εἶτα ὥσπερ ἐρωτήσαντός τινος, διατί; λέγει τὴν αἰτίαν.

Εὐλογημένος γὰρ ὁ καρπὸς τῆς κοιλίας σου, τουτέστι, Θεὸς γὰρ ὁ καρπὸς τῆς κοιλίας σου, εὐλογημένος γὰρ μόνος ὁ Θεός· ὡς καὶ ὁ Δαυῒδ λέγει· Εὐλογημένος ὁ ἐρχόμενος· εἴωθε γὰρ ἡ Γραφὴ τόν, καί, σύνδεσμον ἀντὶ τοῦ, γάρ, παραλαμβάνειν· ὡς τό, Δὸς ἡμῖν βοήθειαν, καὶ ματαία σωτηρία ἀνθρώπου, ἀντὶ τοῦ, Ματαῖα γὰρ σωτηρία ἀνθρώπου· καὶ πάλιν, Σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν, ἀντὶ τοῦ, Ἡμεῖς γὰρ ἡμάρτομεν. Καρπὸν δὲ τῆς κοιλίας εἶπε τῆς Θεοτόκου τὸν Κύριον, διότι ἄνευ ἀνδρὸς ἡ κύησις· οἱ μὲν γὰρ ἄλλοι παῖδες τῶν πατέρων εἰσὶ καρποί, ὁ δὲ Χριστὸς μόνης τῆς κοιλίας τῆς Θεοτόκου καρπός· μόνη γὰρ αὐτὸν ἐκυοφόρησεν. «Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρὸς μέ; Ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου.» Ὥσπερ ὕστερον ἐλθόντα τὸν Χριστὸν εἰς τὸ βαπτισθῆναι ὁ Ἰωάννης ἐκώλυε δι’ εὐλάβειαν, λέγων· Οὐκ εἰμὶ ἄξιος, οὕτω καὶ νῦν διὰ τῆς μητρὸς αὐτοῦ φθέγγεται· Πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρὸς μέ; πρὶν ἢ τέκῃ τὸν Κύριον, μητέρα τὴν κυοφοροῦσαν ὀνομάζων. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων, πρὶν ἢ τέκωσιν, οὐ χρὴ μητέρας ὀνομάζειν διὰ τὸν φόβον τῆς ἀμβλώσεως, τουτέστι τῆς ἀποβολῆς. Ἐπὶ δὲ τῆς Παρθένου οὐδὲν τοιοῦτον ὑπωπτεύετο.

Διὰ τοῦτο καὶ πρὸ τοῦ τεκεῖν μήτηρ καὶ μακαρία ὑπάρχεις σύ, ὦ Μαρία, ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις σοι παρὰ Κυρίου. «Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον· καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί, ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός· καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.» Ἡ Παρθένος τελεώτερον πληροφορηθεῖσα, δοξολογεῖ τὸν Θεόν, ἐκείνῳ ἐπιγράφουσα τὸ θαῦμα, οὐχ ἑαυτῇ. Ἐκεῖνος γάρ, φησίν, ἐπέβλεψεν ἐπ’ ἐμὲ τὴν ταπεινήν, οὐκ ἐγὼ πρὸς ἐκεῖνον ἀνέβλεψα· ἐκεῖνός με ἠλέησεν, οὐκ ἐγὼ αὐτὸν ἐζήτησα· καὶ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· οὐ μόνη Ἐλισάβετ, ἀλλὰ καὶ αἱ τῶν πιστευσάντων γενεαί· διατί δὲ μακαριοῦσιν; Ἆρα διὰ τὴν ἐμὴν ἀρετήν;

Οὐχί· ἀλλ’ ὅτι ἐποίησε μετ’ ἐμοῦ μεγαλεῖα ὁ Θεός. Δυνατὸν δὲ ὠνόμασεν αὐτόν, ἵνα μηδεὶς ἀπιστήσῃ τοῖς λεγομένοις, λογισάμενος ὅτι οὐκ ἀδύνατός ἐστι ταῦτα ποιῆσαι ὁ Κύριος. Ἅγιον δὲ εἶπε τὸ ὄνομα αὐτοῦ, δηλοῦσα ὅτι οὐδὲν μολύνεται ἐν γυναικὸς μήτρᾳ συλλαμβανόμενος ὁ καθαρώτατος, ἀλλ’ ἅγιος μένει. Οὐκ εἰς ἐμὲ δὲ μόνην τὸ ἕλεος αὐτοῦ, ἀλλὰ καὶ εἰς πάντας τοὺς φοβουμένους αὐτόν· οἱ γὰρ μὴ φοβούμενοι αὐτόν, ἀλλὰ πάντη ἀνάξιοι, οὐκ ἐλεοῦνται. Εἰς γενεὰν δὲ καὶ γενεὰν εἰποῦσα εἶναι τὸ ἕλεος τοῦ Θεοῦ, τοῦτο ἐδήλωσεν, ὅτι καὶ ἐν τῇ νῦν γενεᾷ ἐλεοῦνται, τουτέστι τῷ νῦν αἰῶνι· καὶ ἐν τῇ μελλούσῃ γενεᾷ, τῷ ἀπεράντῳ λέγω αἰῶνι· κἀνταῦθα γὰρ ἑκατονταπλασίονα λαμβάνουσι, κἀκεῖσε πολλῷ πλείονα. Πρόσχες δὲ ὅτι πρότερον μεγαλύνει ἡ ψυχὴ τὸν Κύριον, εἶτα τὸ πνεῦμα ἀγαλλιᾶται· οἷόν τι λέγω· Μεγαλύνει τὸν Θεὸν ὁ ἀξίως τοῦ Θεοῦ πορευόμενος. Χριστιανὸς ἐκλήθης, μὴ σμικρύνῃς τὸ ἀξίωμα τοῦ Χριστοῦ καὶ τὸ ὄνομα, διὰ τοῦ πράττειν τὰ μὴ δέοντα, ἀλλὰ μεγάλυνον αὐτό, μεγάλας καὶ οὐρανίους πράξεις τελῶν· καὶ τότε καὶ τὸ πνεῦμά σου ἀγαλλιάσεται, τουτέστι τὸ πνευματικὸν χάρισμα, ὃ ἔλαβες διὰ τῶν μεγάλων πράξεων, σκιρτήσει καὶ προκόψει· ἀλλ’ οὐ συσταλήσεται καί, οἷον εἰπεῖν, νεκρωθήσεται.

Γίνωσκε δὲ ὅτι ἡ Γραφὴ ἁπλῶς μὲν τὸ αὐτὸ δοκεῖ λέγειν πνεῦμα καὶ ψυχήν, κυρίως δὲ διαστέλλει· ψυχικὸν μὲν γὰρ ἄνθρωπον λέγει τὸν κατὰ φύσιν ζῶντα, καὶ ἀνθρωπίνοις λογισμοῖς διοικούμενον, οἷον ὅταν πεινᾷ, ἐσθίοντα, τὸν ἐχθρὸν μισοῦντα, καὶ ἁπλῶς, μηδὲν ὑπὲρ φύσιν φανταζόμενον· πνευματικὸν δέ, τὸν ὑπεραναβάντα τοὺς τῆς φύσεως νόμους, καὶ μηδὲν ἀνθρώπινον φρονοῦντα· καὶ αὕτη ἐστὶν ἡ διαφορὰ ψυχῆς καὶ πνεύματος ἐν τῇ Γραφῇ· τάχα δὲ ἰατροὶ ἄλλως ταῦτα διακρίνουσιν· ἀλλ’ ἡμῖν τῆς Γραφῆς μέλει· ἰατροὶ δὲ φθειρέσθωσαν. «Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ· διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν· καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς· ἀντελάβετο Ἰσραὴλ παιδὸς αὑτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ, εἰς τὸν αἰῶνα. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς. Καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.» Βραχίων τοῦ Πατρός, ὁ Υἱός. Ἐποίησεν οὖν κράτος καὶ δύναμιν κατὰ τῆς φύσεως ὁ Θεὸς καὶ Πατὴρ ἐν τῷ Υἱῷ αὐτοῦ. Σαρκωθέντος γὰρ τοῦ Υἱοῦ, ἐνικήθη ἡ φύσις, παρθένου τεκούσης, Θεοῦ ἀνθρωπισθέντος, ἀνθρώπου θεωθέντος· καὶ διεσκόρπισεν ὁ Κύριος τοὺς ὑπερηφάνους δαίμονας, ἐκβαλὼν αὐτοὺς ἀπὸ τῶν ἀνθρωπίνων ψυχῶν· καὶ οὓς μὲν εἰς τὴν ἄβυσσον πέμψας, οὓς δὲ εἰς τοὺς χοίρους.

Δύναται δὲ καὶ περὶ τῶν Ἰουδαίων νοηθῆναι, οὓς διεσκόρπισεν εἰς πᾶσαν χώραν, καὶ νῦν διεσπαρμένοι εἰσί· καθεῖλε δὲ καὶ δυνάστας ἀπὸ θρόνων, τοὺς δαίμονας λέγω, οἳ κατεδυνάστευον τῶν ἀνθρώπων, καὶ θρόνους εἶχον τὰς ἀνθρωπίνας ψυχάς, ἐν αὐταῖς ἀναπαυόμενοι· ἀλλὰ καὶ οἱ Φαρισαῖοι δυνάσται, ὡς τὰ τῶν πτωχῶν καθαρπάζοντες, θρόνους δὲ ἔχοντες, ὡς διδάσκαλοι, ἀφ’ ὧν καθῃρέθησαν· καὶ ὕψωσε ταπεινοὺς τοὺς ἀνθρώπους, οὓς ἐταπείνωσεν ἡ ἁμαρτία, ἢ τὰ ἔθνη· ὕψωσε γὰρ ταῦτα, υἱοθεσίαν χαρισάμενος αὐτοῖς. Ὥσπερ οὖν καὶ πεινῶντας τοὺς αὐτούς, τοὺς ἐξ ἐθνῶν λέγω· οὐ γὰρ εἶχον Γραφάς, ἢ νόμον, ἢ ἐντολάς· ἐνέπλησεν ἀγαθῶν τῶν Γραφικῶν, τοὺς δὲ πλουτοῦντας Ἰουδαίους, ἔν τε νόμῳ καὶ ἐντολαῖς, ἐξαπέστειλεν ἔξω τῆς Ἱερουσαλήμ, καὶ τῆς ἄνω καὶ τῆς κάτω, κενοὺς παντὸς ἀγαθοῦ· οὐδὲν γὰρ ἔχουσι νῦν οἱ Ἰουδαῖοι, κἂν δοκῶσιν ἔχειν· ἀντελάβετο δὲ Ἰσραὴλ παιδὸς αὐτοῦ, ἢ περὶ τῶν αἰσθητῶν Ἰσραηλιτῶν λέγει. Πολλαὶ γὰρ καὶ ἐκ τούτων ἐπίστευσαν μυριάδες, καὶ ἐπληρώθη ἡ πρὸς τὸν Ἀβραὰμ ἐπαγγελία, εἰπόντος πρὸς αὐτὸν τοῦ Θεοῦ, ὅτι Ἐν τῷ σπέρματί σου εὐλογηθήσονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ἢ καὶ περὶ τοῦ νοητοῦ Ἰσραὴλ λέγει· πᾶς γὰρ ὁ ὁρῶν Θεόν, Ἰσραὴλ λέγεται, οὕτω γὰρ ἑρμηνευόμενον τὸ ὄνομα δηλοῖ, Ὁρῶν Θεόν. Ἀντελάβετο οὖν τούτων τῶν ὁρώντων Θεόν, εἰς τὴν οὐράνιον κληρονομίαν ἀναγαγών.

Ἔμεινε δὲ Μαριὰμ σὺν τῇ Ἐλισάβετ ὡσεὶ μῆνας τρεῖς, εἶτα ὑπέστρεψεν.

Ἐπειδὴ γὰρ ἔμελλε τεκεῖν ἡ Ἐλισάβετ, ὑποχωρεῖ ἡ Παρθένος διὰ τὸ πλῆθος τῶν μελλόντων συνδραμεῖν εἰς τὸν τόκον· ἀπρεπὲς γὰρ παρθένῳ ἐν τοῖς τοιούτοις ἀναστρέφεσθαι· ὅτι δὲ μελλούσης τεκεῖν τῆς Ἐλισάβετ ὑπέστρεψεν ἡ παρθένος, δῆλον ἐντεῦθεν· τῷ μηνὶ τῷ ἕκτῳ τῆς συλλήψεως τοῦ Προδρόμου, ἦλθεν ὁ ἄγγελος πρὸς Μαριάμ· ἔμεινε δὲ ἡ Μαριὰμ μετὰ τῆς Ἐλισάβετ, ὡσεὶ μῆνας τρεῖς.

Ἰδοὺ σχεδὸν ἐννέα. «Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν. Καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνε Κύριος τὸ ἕλεος αὐτοῦ μετ’ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ. Καὶ ἐγένετο ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ, Ζαχαρίαν. Καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ, εἶπεν· Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης. Καὶ εἶπον πρὸς αὐτήν, ὅτι Οὐδείς ἐστιν ἐν τῇ συγγενείᾳ σου ὃς καλεῖται ἐπὶ τῷ ὀνόματι τούτῳ. Ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τό, τί ἂν θέλοι καλεῖσθαι αὐτόν. Καὶ αἰτήσας πινακίδιον, ἔγραψε, λέγων· Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ. Καὶ ἐθαύμασαν πάντες. Ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα, καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν.» Ἔμεινε μὲν ἡ Παρθένος ὡσεὶ μῆνας τρεῖς μετὰ τῆς Ἐλισάβετ, ἴσως ἐπὶ τῷ παραδόξῳ ἐκπληττομένη· καὶ δεομένη παραμυθίας τινός, ἣν ἔμελλεν ἔχειν ἀπὸ τοῦ συνεῖναι τῇ Ἐλισάβετ· ἐπεὶ δὲ ἐπλησίαζεν ὁ τόκος, ὑπεχώρησεν.

Ὡς δὲ ἐπλήσθη τῇ Ἐλισάβετ ὁ χρόνος τοῦ τεκεῖν, παρατηρητέον ὅτι ἐπὶ τῶν ἁμαρτωλῶν οὐ λέγεται τό, Ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν, ἀλλὰ μόνον ὅπου δίκαιός ἐστιν ὁ τικτόμενος, ἐκεῖ λέγεται· ὡς ἔοικε γὰρ ἀτέλεστοι καὶ ἀπλήρωτοι τῶν ἁμαρτωλῶν οἱ τόκοι· κρεῖττον δὲ αὐτοῖς εἰ οὐκ ἐγεννήθησαν.

Διὰ τί δὲ μετὰ τὴν περιτομὴν ἐτίθετο τὸ ὄνομα; Διότι πρότερον δεῖ τὴν ἐκ Θεοῦ σφραγῖδα δέξασθαι, καὶ τότε τὸ ἀνθρώπινον ὄνομα· ἄλλως τε, ἡ περιτομὴ τοῦτο σημαίνει, ἀποβολὴν τῶν σαρκικῶν. Οὐδεὶς οὖν εἰ μὴ πρότερον ἀποῤῥίψῃ καὶ περικόψῃ τὰ σαρκικά, ἄξιός ἐστιν ὀνομασθῆναι στρατιώτης Θεοῦ, καὶ ἐν τῇ βίβλῳ τῶν οὐρανῶν ἀπογραφῆναι αὐτοῦ τὸ ὄνομα. Ἡ δὲ Ἐλισάβετ, ὡς προφῆτις ἐλάλησε περὶ τοῦ ὀνόματος, ὅτι Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ· τάχα δὲ καὶ ὁ Ἰωάννης αὐτὸς ἑαυτῷ περιέθηκε τὸ ὄνομα· τῇ γὰρ μητρὶ αὐτὸς μετέδωκε τοῦ προφητικοῦ χαρίσματος. Διὰ νεύματος δὲ μὴ δυνάμενος ὁ Ζαχαρίας δηλῶσαι τὸ ὄνομα, αἰτεῖ πινακίδιον· καὶ ἐπειδὴ ὡμοφώνησε τῇ γυναικὶ περὶ τὸ ὄνομα τοῦ παιδός, ἐκπλήττονται πάντες· οὐ γὰρ ἦν ἐν τῇ συγγενείᾳ αὐτῶν, ἵνα τις ἔχῃ εἰπεῖν, ὅτι πρὸ καιροῦ τοῦτο ἐμελέτων ἀμφότεροι. Ἰωάννης δὲ ἐρμηνεύεται Θεοῦ χάρις· διὸ καὶ ὁ πατὴρ αὐτοῦ εὐθέως χαριτωθείς, προφητεύει περί τε τοῦ Χριστοῦ πρότερον, καὶ περὶ τοῦ παιδὸς ὕστερον. «Καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς· καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα· καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες·

Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; Καὶ χεὶρ Κυρίου ἦν μετ’ αὐτοῦ. Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη Πνεύματος ἁγίου, καὶ προεφήτευσε, λέγων· Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ· καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν ἐν τῷ οἴκῳ Δαβὶδ τοῦ παιδὸς αὐτοῦ· καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων τῶν ἀπ’ αἰῶνος προφητῶν αὐτοῦ· σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς· ποιῆσαι ἕλεος μετὰ τῶν πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ. Ὅρκου οὗ ὥμοσε πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν ἀφόβως, ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας, λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.» Ἐγένετο ἐπὶ πάντας φόβος, διὰ τὸ παράδοξον τῆς τοῦ Ζαχαρίου ἐκλαλήσεως. Ὥσπερ γὰρ ἐπὶ τῇ σιωπῇ ἐξέστη ὁ λαός, οὕτω καὶ ἐπὶ τῷ λαλῆσαι αὐτόν· ὡς ἂν διὰ τῶν δύο τούτων θαυμάτων, συλλογίσωνται πάντες περὶ τοῦ τεχθέντος, ὡς ὑπὲρ τοὺς πολλούς ἐστι.

Ταῦτα δὲ πάντα ἐγίνοντο οἰκονομικῶς, ἵνα ὁ περὶ τοῦ Χριστοῦ μέλλων μαρτυρήσειν, ἀξιόπιστος εἵη, καὶ πάντες πληροφορηθῶσιν ἐξ αὐτῆς τῆς τοῦ Ἰωάννου γεννήσεως, ὅτι ὑπὲρ τοὺς πολλούς ἐστιν. Εὐλογεῖ δὲ ὁ Ζαχαρίας τὸν Θεόν, ὡς ἐπισκεψάμενον τοὺς Ἰσραηλίτας· τῷ ὄντι γὰρ εἰς τὰ πρόβατα ἦλθε τὰ ἀπολωλότα οἴκου Ἰσραήλ, ἀλλ’ οὐκ ἠθέλησαν οἱ πλείονες αὐτῶν δέξασθαι τὴν χάριν· διὸ καὶ τοὺς ἀληθῶς Ἰσραηλίτας ἐπεσκέψατο, οἵτινές εἰσιν οἱ πιστεύσαντες. Ἤγειρε δὲ κέρας σωτηρίας, τουτέστι, δύναμιν καὶ βασιλείαν σωτήριον· τὸ γὰρ κέρας ἢ δύναμιν σημαίνει· τὰ γὰρ κερασφόρα ζῶα ἐν τοῖς κέρασι τὴν δύναμιν ἔχουσιν, ἢ βασιλείαν· τῷ γὰρ κέρατι ἐχρίοντο οἱ βασιλεῖς. Ὁ οὖν Χριστὸς καὶ δύναμίς ἐστι καὶ βασιλεία τοῦ Πατρός· ἐξηγέρθη οὖν ἡμῖν κέρας σωτηρίας ὁ Χριστός. Ἐδόκει γὰρ ὑπνώττειν, παραβλεπόμενος τὰς πολλὰς ἁμαρτίας, καὶ μακροθυμῶν ἐπὶ τῇ εἰδωλομανίᾳ· ἀλλ’ ἐν τοῖς ἐσχάτοις σαρκωθεὶς καιροῖς, ἐξηγέρθη καὶ συνέτριψε πάντας τοὺς μισοῦντας ἡμᾶς δαίμονας. Μηκέτι ἀνασχόμενος ὑπνοῦν καὶ μακροθυμεῖν· ἐν τῷ οἴκῳ δὲ Δαβὶδ ἐξηγέρθη, τουτέστιν ἐν Βηθλεέμ, ἐκεῖ γὰρ ἐγεννήθη· ἡ δὲ Βηθλεέμ, πάντως πόλις τοῦ Δαβίδ, καθὼς ἐλάλησαν οἱ προφῆται. Πάντες γὰρ περὶ τῆς σαρκώσεως εἶπον. Ὁ δὲ Μιχαίας, καὶ τοῦ οἴκου τοῦ Δαβίδ, τῆς Βηθλεὲμ λέγω, μέμνηται, λέγων· «Καὶ σύ, Βηθλεέμ, οὐδαμῶς ἐλαχίστη εἶ.

Ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος.» Ἐποίησε δὲ ἔλεος, οὐ μετὰ τῶν ζώντων μόνον, ἀλλὰ καὶ μετὰ τῶν πατέρων ἡμῶν· τοῦ γὰρ Χριστοῦ ἡ χάρις, καὶ εἰς ἐκείνους ἀνέδραμε, τοὺς ἤδη τεθνηκότας· οἷόν τι λέγω·

Δέδωκεν ἡμῖν τοῖς ζῶσιν ἐλπίδα ἀναστάσεως, καὶ ἀναστησόμεθα· ἀλλ’ οὐ μόνοι ἡμεῖς ταύτης τῆς χάριτος ἀξιωθησόμεθα, ἀλλὰ καὶ οἱ προτετελευτηκότες· πᾶσα γὰρ ἡ φύσις ἔτυχε τοῦ ἀγαθοῦ· καὶ ἄλλως δὲ ἐποίησεν ἕλεος μετὰ τῶν πατέρων, καθὸ τὰς ἐλπίδας ἐπλήρωσεν. Ὅσα γὰρ προσεδόκων, ἐπὶ τῷ Χριστῷ, εἶδον τελειωθέντα· ἀλλὰ δὴ καὶ τὰ τέκνα αὐτῶν, οἱ πατέρες βλέποντες ἀπολαύοντα τῶν τοσούτων ἀγαθῶν, χαίρουσι, καὶ κοινωνοὶ τῆς εὐφροσύνης γινόμενοι, εἰς ἑαυτοὺς τὸ ἕλεος ἀναδέχονται.

Ποίας δὲ διαθήκης ἐμνήσθη, καὶ ποίου ὅρκου πρὸς τὸν Ἀβραὰμ γενομένου; Ἢ πάντως τοῦ, «Εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε.» Ἐπληθύνθη γὰρ ὄντως νῦν ὁ Ἀβραάμ, πάντων ἐθνῶν υἱοθετηθέντων αὐτῷ διὰ τῆς πίστεως· ὡς γὰρ ἐκεῖνος ἐπίστευσεν, οὕτω καὶ ταῦτα διὰ τῆς πίστεως ᾠκειώθησαν· ἐῤῥύσατο δὲ ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἀφόβως· πολλάκις γάρ τινες ῥύονται μέν, ἀλλὰ μετὰ φόβου καὶ ἀγώνων πολλῶν καὶ πολέμου· ὁ δὲ Χριστός, μηδὲν ἡμῶν κοπιασάντων, ὑπὲρ ἡμῶν ἐσταυρώθη· καὶ ἐῤῥύσατο λοιπὸν ἡμᾶς ἀφόβως, τουτέστιν ἀκινδύνως. Διατί δὲ ἐῤῥύσατο ἡμᾶς, ἆρα διὰ τὸ τρυφᾷν;

Οὐχί· ἀλλὰ τοῦ λατρεύειν αὐτῷ, οὐχ ἅπαξ, οὐδὲ δύο ἡμέρας, ἀλλὰ πάσας τὰς ἡμέρας· λατρεύειν δέ, οὐ διὰ σωματικῆς μόνον προσκυνήσεως καὶ ὑπουργίας, ἀλλ’ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· Ἔστι δὲ ὁσιότης μέν, τὸ πρὸς Θεὸν δίκαιον· δικαιοσύνη δέ, τὸ πρὸς ἀνθρώπους· οἷον, ἐάν τις ἀπέχηται μὲν τῶν ἱερῶν, καὶ οὐκ ἐπιχειρῇ τοῖς θείοις ἀθέως, ἀλλὰ πᾶσαν τιμὴν ἀποσώζῃ πρὸς τὰ τίμια, ὁ τοιοῦτος, ὅσιος· ὁμοίως καὶ ὁ τοὺς γονεῖς σεβόμενος, ὅσιος· καὶ οὗτοι γὰρ θεοὶ κατοικίδιοι· εἰ δέ τις οὐ πλεονέκτης εἴη, οὐχ ἅρπαξ, οὐ κλέπτης, οὐ μοιχός, οὐ πόρνος· ὁ τοιοῦτος, δίκαιος. Οὕτως οὖν δεῖ λατρεύειν Θεῷ, ἐν ὁσιότητι, τῇ πρὸς τὰ θεῖα λέγω εὐλαβείᾳ, καὶ δικαιοσύνῃ, τῇ πρὸς τὰ ἀνθρώπινα ἐπαινετῇ πολιτείᾳ· λατρεύειν δὲ ἐνώπιον αὐτοῦ, μὴ ἐνώπιον τῶν ἀνθρώπων, ὡς οἱ ἀνθρωπάρεσκοι καὶ ὑποκριταί. «Καὶ σύ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου, ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν. Διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης. Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.»

Ξένον φαίνεται τὸ λέγειν τὸν Ζαχαρίαν πρὸς τὸ παιδίον, ἃ λέγει· πάντως γὰρ ἀναισθήτῳ ὄντι τῷ παιδίῳ, οὐ ἔδει ὁμιλεῖν. Ἔστιν οὖν εἰπεῖν ὅτι, ὥσπερ ξένην ἔσχε τὴν γέννησιν τὸ παιδίον, σκιρτῆσαν καὶ προφητεῦσαν ἐν τῇ μήτρᾳ ἐπὶ τῇ παρουσίᾳ τῆς Μαριάμ, οὕτως οὐδὲν ἄπιστον καὶ τῶν λεγομένων παρὰ τοῦ πατρὸς αἰσθάνεσθαι μετὰ τὴν γέννησιν.

Προπορεύσῃ δέ, φησίν, ἔμπροσθεν τοῦ Κυρίου, καταλιπὼν ἐμὲ ὅσον οὔπω. Ἐγίνωσκε γὰρ Ζαχαρίας ὅτι στερηθήσεται μετ’ ὀλίγον αὐτοῦ, εἰς τὰς ἐρήμους μέλλοντος φυγεῖν. Διατί δὲ προπορεύσῃ; Διὰ τὸ ἑτοιμάσαι τὰς ὁδοὺς τοῦ Κυρίου· ὁδοὶ δέ, αἱ ψυχαὶ ἐφ’ ὧν ὁδεύει ὁ Κύριος· τὰς οὖν ψυχὰς ἡτοίμασεν ὁ Πρόδρομος, ἵνα ἐν αὐταῖς περιπατήσῃ ὁ Χριστός. Πῶς δὲ ταύτας ἡτοίμασε; Δοὺς γνῶσιν σωτηρίας τῷ λαῷ· σωτηρία μὲν οὖν ὁ Κύριος Ἰησοῦς· ἐδόθη δὲ ἡ γνῶσις τῆς σωτηρίας, τουτέστι, τοῦ Χριστοῦ, τῷ λαῷ παρὰ τοῦ Ἰωάννου· ὁ γὰρ Ἰωάννης ἐμαρτύρει περὶ τοῦ Ἰησοῦ· ἡ δὲ γνῶσις, ἐν ἀφέσει ἁμαρτιῶν ἐγένετο. Οὐκ ἂν γὰρ ἄλλως ἐπεγνώσθη Θεὸς εἶναι ὁ Κύριος, εἰ μὴ ἀφῆκε τὰς ἁμαρτίας τῷ λαῷ· Θεοῦ γὰρ τὸ ἀφιέναι ἁμαρτίας.

Ἀφῆκε δὲ ἡμῖν ταύτας, διὰ σπλάγχνα ἐλέους· οὐ γὰρ διὰ τὰ ἔργα ἡμῶν· οὐ γὰρ ἐποιήσαμέν τι ἀγαθόν· ἀλλ’ ἐκεῖνος ἐπεσκέψατο ἡμᾶς ἐξ ὕψους, ἀνατολὴ λεγόμενος· Ἥλιος γὰρ δικαιοσύνης ἐστί. Καὶ ἐπέφανεν ἡμῖν, τοῖς ἐν σκότει, τουτέστι, τῇ ἀγνωσίᾳ· καὶ τῇ σκιᾷ τοῦ θανάτου, τῇ ἁμαρτίᾳ, καθημένοις· δύο γὰρ κακὰ ἐκράτει τῆς τῶν ἀνθρώπων φύσεως· ἀγνωσία Θεοῦ ἣν εἶχον οἱ Ἕλληνες· καὶ ἁμαρτία, ἣν εἶχον οἱ Ἑβραῖοι, εἰ καὶ Θεὸν ἐπεγίνωσκον.

Ἐπέφανεν οὖν τῇ ἀνθρωπίνῃ φύσει, ἵνα καὶ τοὺς ἐν τῷ σκότει, τουτέστι, τῇ ἀγνωσίᾳ καὶ ἀθεΐᾳ, καὶ τοὺς ἐν τῇ σκιᾷ τοῦ θανάτου, τῇ ἁμαρτίᾳ, καθημένους φωτίσῃ· ἡ δὲ ἁμαρτία σκιὰ τοῦ θανάτου ἐστί, κατὰ τοῦτον, ὡς οἶμαι, τὸν λόγον· ὥσπερ ἡ σκιὰ τῷ σώματι ἕπεται, οὕτω καὶ ἔνθα θάνατος, ἐκεῖ καὶ ἁμαρτία. Οἷον, ἀπέθανεν ὁ Ἀδάμ, ἐκεῖ λοιπὸν καὶ ἁμαρτία· καὶ οὐδὲ τὸν τοῦ Χριστοῦ θάνατον εὑρήσεις χωρὶς ἁμαρτίας· ἀπέθανε γὰρ ὁ Χριστός, ἀλλὰ διὰ τὰς ἐμὰς ἁμαρτίας· ὥστε εἰκότως λέγεται σκιὰ εἶναι τοῦ θανάτου ἡ ἁμαρτία, ὡς ἀεὶ παρεπομένη αὐτῷ· καὶ ἄλλα δέ ἐστιν εἰπεῖν εἰς τοῦτο· καὶ οἶμαι, εἴπομεν ἐξηγούμενοι τὸν Ματθαῖον.

Ἆρα δὲ ἀρκεῖ τὸ ἐπιφᾶναι μόνον τοῖς ἐσκοτισμένοις; Οὐχί· ἀλλὰ δεῖ καὶ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης, τουτέστι, τῆς δικαιοσύνης· ὥσπερ γὰρ ἡ ἁμαρτία, ἔχθρα εἰς Θεόν, οὕτως ἡ δικαιοσύνη, εἰρήνη. Ὁδὸς οὖν εἰρήνης, ἡ τῆς δικαιοσύνης πολιτεία, πρὸς ἣν κατεύθυνε τοὺς πόδας τῶν ἡμετέρων ψυχῶν, ὁ ἐξ ὕψους ἀνατείλας Χριστός· ηὔξανε δὲ τὸ παιδίον κατὰ τὴν σωματικὴν ἡλικίαν, καὶ ἐκραταιοῦτο Πνεύματι· τῷ γὰρ σώματι συναυξανόμενον ἦν καὶ τὸ πνευματικὸν χάρισμα· καὶ ὅσῳ μᾶλλον ηὔξετο ὁ παῖς, τοσούτῳ καὶ αἱ τοῦ Πνεύματος ἐνέργειαι διεδείκνυντο· τοῦ ὀργάνου δυναμένου χωρεῖν ταύτας. Διὰ τί δὲ ἦν ἐν ταῖς ἐρήμοις; Ἵνα ἔξω τῆς τῶν πολλῶν κακίας διάγῃ, καὶ ἵνα μηδένα αἰδούμενος, ἐλέγχῃ μετὰ παῤῥησίας· εἰ γὰρ ἦν ἐν τῷ κόσμῳ, τυχὸν ἂν ἐμολύνθη φιλίαις καὶ συνηθείαις ἀνθρώπων· ἅμα δὲ καὶ ἵνα ἀξιόπιστος εἴη μέλλων περὶ Χριστοῦ κηρύττειν, οἷα δὴ ἐρημίτης καὶ ὑπὲρ τοὺς πολλοὺς ὤν· ἐκρύπτετο δὲ ἐν ταῖς ἐρήμοις ἄχρις οὗ εὐδόκησεν ὁ Θεὸς ἀναδεῖξαι αὐτὸν τῷ Ἰσραηλίτῃ λαῷ.

ΚΕΦΑΛ. Βʹ. Περὶ τῆς ἀπογραφῆς. Περὶ τοῦ τῆς Μαρίας τοκετοῦ. Περὶ τῶν ποιμένων. Περὶ Συμεῶνος. Περὶ Ἄννης τῆς προφήτιδος. Περὶ Ἰησοῦ εὑρεθέντος ἐν μέσῳ τῶν διδασκάλων. «Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην· αὕτη ἡ ἀπογραφή, πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου· καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι ἕκαστος εἰς τὴν ἰδίαν πόλιν. Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρέτ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν Δαυΐδ, ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυΐδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃ ἐγκύῳ· ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν· καὶ ἔτεκε τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ· διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.»

Διὰ τοῦτο γίνεται ἀπογραφή, ἵνα πάντων ἐλθόντων εἰς τὰς οἰκείας πατρίδας, ἀνέλθῃ καὶ ἡ Παρθένος εἰς τὴν Βηθλεέμ, ὡς οἰκείαν πατρίδα, καὶ οὕτω τεχθῇ ὁ Κύριος ἐν Βηθλεέμ, καὶ πληρωθῇ ἡ προφητεία· ἔδει δὲ Θεοῦ ἑνὸς μέλλοντος παῦσαι τὴν πολυθεΐαν, καὶ ἕνα βασιλέα κρατῆσαι, τὸν Καίσαρα· ἀπογράφεται δὲ καὶ ὁ Χριστὸς μετὰ πάντων, ἔδει γὰρ καὶ τὸν Κύριον, τῇ οἰκουμένῃ συναπογραφῆναι, ἵνα ἁγιάσῃ τοὺς ἀπογραφομένους, καὶ καταργήσῃ τὴν δουλείαν· ὥσπερ γὰρ περιτμηθείς, κατήργησε τὴν περιτομήν, οὕτως ἀπογραφεὶς ὡς δοῦλος, κατήργησε τὴν δουλείαν τῆς φύσεως ἡμῶν. Οὐκ ἔτι γὰρ δοῦλοί εἰσιν ἀνθρώπων, οἱ τῷ Κυρίῳ δουλεύοντες, ὡς ὁ Ἀπόστολος λέγει· «Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων·» ἀλλ’ εἰ καὶ τῷ σώματι δοῦλοι, ἐλεύθεροι τῷ πνεύματι, μὴ τῇ ἀσεβείᾳ τῶν δεσποτῶν συναπαγόμενοι.

Πρωτότοκον δὲ Υἱὸν ὠνόμασε τῆς Παρθένου τὸν Κύριον, καίτοι μὴ δευτέρου τινὸς τεχθέντος, εἰκότως· πρωτότοκος γὰρ λέγεται, ὁ πρῶτος τεχθεὶς κἂν μὴ δεύτερος ἐπετέχθη· ἐν φάτνῃ δὲ κατακλίνεται, τάχα μὲν καὶ εὐτέλειαν ἡμᾶς ἐξ ἀρχῆς παιδεύων· τάχα δὲ καὶ συμβολικῶς δεικνύων, ὅτι ἐπεδήμησε τῷ κόσμῳ τούτῳ, τόπῳ ὄντι ἡμῶν τῶν τοῖς ἀλόγοις κτήνεσιν ὁμοιωθέντων· ὥσπερ γὰρ ἡ φάτνη τῶν ἀλόγων οἰκεῖος τόπος, οὕτω καὶ ὁ κόσμος οὗτος ἡμῶν· ἔστιν οὖν ἡ φάτνη, ὁ κόσμος· ἡμεῖς, τὰ ἄλογα· ἵνα δὲ ἡμᾶς λυτρώσηται τῆς ἀλογίας, διὰ τοῦτο ἐνταῦθα παρεγένετο. «Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες, καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν, καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς· καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς· καὶ ἐφοβήθησαν φόβον μέγαν· καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· Μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαβίδ· καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· Εὑρήσετε βρέφος ἐσπαργανωμένον, κείμενον ἐν τῇ φάτνῃ· καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου, αἰνούντων τὸν Θεὸν καὶ λεγόντων·

Δόξα ἐν ὑψίστοις Θεῷ· καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Ποιμένες ἦσαν ἀγραυλοῦντες, τουτέστιν, ἀγροτικὸν αὐλοῦντες, ἢ ἐν τῷ ἀγρῷ αὐλιζόμενοι καὶ διάγοντες· ἐπιφαίνεται δὲ τούτοις ὁ ἄγγελος, διὰ τὸ ἄπλαστον τοῦ ἤθους καὶ ἄκακον.

Ἐπεὶ καὶ τὴν τῶν δικαίων πολιτείαν φαίνονται μιμούμενοι· καὶ γὰρ οἱ παλαιοί, ποιμένες, οἱ πατριάρχαι, Ἰακώβ, Μωσῆς, Δαβίδ. Οὐ γὰρ ἐν Ἱερουσαλὴμ ἐπεφάνη Φαρισαίοις ἢ Γραμματεῦσι· πάσης γὰρ πονηρίας δοχεῖα ἐκεῖνοι· οὗτοι δὲ ἄδολοι ὄντες, θείων θεαμάτων ἠξιώθησαν· δεικνύντος τοῦ Θεοῦ, ὅτι τοὺς ἀγροικοτέρους τῶν ἄλλων, εὐθὺς ἐξ ἀρχῆς ἐξελέξατο καὶ κήρυκας ἐποίησεν· ἀπελθόντες γὰρ ἐκήρυξαν περὶ πάντων τούτων· εὐηγγελίσατο δὲ ὁ ἄγγελος χαρὰν μεγάλην, ἥτις ἔσται, φησί, παντὶ τῷ λαῷ, τῷ κυρίως λαῷ τοῦ Θεοῦ· οὐ πάντες γὰρ οἱ Ἰουδαῖοι, λαὸς τοῦ Θεοῦ. Ἀλλὰ καὶ παντὶ τῷ τῶν ἀνθρώπων λαῷ χαρὰ ἐγένετο ἡ σάρκωσις τοῦ Θεοῦ.

Τί δὲ δηλοῖ ὁ ὕμνος τῶν ἀγγέλων; Ἢ πάντως εὐχαριστίαν τῶν ἄνω ταγμάτων καὶ χαράν, διότι εὐηργετήθημεν οἱ ἐπὶ τῆς γῆς. Δόξα γὰρ τῷ Θεῷ, φασίν, ἐπὶ γῆς γὰρ εἰρήνη νῦν γέγονε· πρώην μὲν γὰρ ἡ ἀνθρωπίνη φύσις ἔχθραν εἶχε πρὸς Θεόν· νυνὶ δὲ τοσοῦτον κατηλλάγη, ὥστε καὶ προσεπλάκη τῷ Θεῷ, καὶ ἠνώθη αὐτῷ σαρκωθέντι. Ὁρᾲς οὖν εἰρήνην τοῦ Θεοῦ πρὸς τὸν ἄνθρωπον; Καὶ ἄλλως δὲ νοηθήσεται· Εἰρήνη ἐστὶν αὐτὸς ὁ Υἱὸς τοῦ Θεοῦ· Ἐγὼ γάρ, φησίν, ἡ εἰρήνη· αὕτη οὖν ἡ εἰρήνη, ὁ Υἱὸς τοῦ Θεοῦ, ἐπὶ γῆς γέγονε, καὶ ἐν τοῖς ἀνθρώποις εὐδοκία, τουτέστιν ἐπανάπαυσις τοῦ Θεοῦ, ἐπανεπαύθη γὰρ ὁ Θεὸς νῦν καὶ εὐηρεστήθη ἐν τοῖς ἀνθρώποις, ὃς πρώην γε, οὐκ ηὐδόκει, οὐδὲ ἠρέσκετο ἐν τοῖς ἀνθρώποις. «Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ’ αὐτῶν οἱ ἄγγελοι εἰς τὸν οὐρανόν, καὶ οἱ ἄνθρωποι οἱ ποιμένες εἶπον πρὸς ἀλλήλους. Διέλθωμεν δὴ ἕως Βηθλεέμ, καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονός, ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν· καὶ ἦλθον σπεύσαντες· καὶ ἀνεῦρον τήν τε Μαριὰμ καὶ τὸν Ἰωσήφ, καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ· ἰδόντες δέ, διεγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου· καὶ πάντες οἱ ἀκούσαντες, ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς.»

Οἱ ποιμένες οὗτοι σύμβολόν εἰσι τῶν πνευματικῶν ποιμένων, τῶν ἀρχιερέων· δεῖ οὖν τοὺς ἀρχιερεῖς φυλάσσειν τὴν ποίμνην αὐτῶν καὶ ἀγραυλεῖν, τουτέστιν, ᾄδειν πνευματικά τινα, καὶ διδάσκειν τὸν λαόν, καὶ οὕτως ἀξιωθήσονται θείων θεαμάτων καὶ ἀκουσμάτων. Βηθλεὲμ δὲ ἑρμηνεύεται οἶκος τοῦ ἄρτου· τίς δὲ ἄλλος ἐστὶν ὁ οἶκος τοῦ ἄρτου, ἢ ἡ Ἐκκλησία, ἐν ᾗ ὁ ἄρτος ἀπόκειται; Ἔργον οὖν ἐστι τοῖς λογικοῖς ποιμέσιν ἐπιζητεῖν οὐράνιον ἄρτον· καὶ μεθ’ ὃ ἴδωσι τὸν ἄρτον, ὀφείλουσι καὶ τοῖς ἄλλοις κηρύττειν· ὥσπερ καὶ οἱ ποιμένες ἰδόντες τὸ βρέφος, διελάλησαν καὶ τοῖς ἄλλοις. «Ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα, συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς· καὶ ὑπέστρεψαν οἱ ποιμένες, δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν, οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς.» Ποῖα ῥήματα συνετήρει ἡ Παρθένος; Τινὲς μὲν λέγουσιν ὅτι ὅσα εἰρήκει αὐτῇ ὁ ἄγγελος, καὶ ὅσα οἱ ποιμένες εἶπον, ἐπετήρει γὰρ ταῦτα καὶ συνέβαλλεν ἐν τῇ καρδίᾳ αὐτῆς, τουτέστι, συνέκρινε, καὶ εὕρισκεν ἐκ πάντων μίαν σύμφωνον γνώμην, ὅτι Θεός ἐστιν ὁ Υἱὸς αὐτῆς.

Ἐμοὶ δὲ δοκεῖ ῥήματα ἐνταῦθα τὰ πράγματα λέγεσθαι· ὥστε εἶναι τὸ λεγόμενον τοιοῦτον· ἡ δὲ Μαριὰμ συνετήρει πάντα τὰ ῥήματα, ἤτοι τὰ πράγματα ταῦτα, ἃ νῦν ἐγὼ λέγω καὶ ποιῶ εἶναι ῥήματα· τὸ γὰρ πρᾶγμα ὅταν λεχθῇ, γίνεται ῥῆμα· ὑπέστρεψαν δὲ οἱ ποιμένες εὐχαριστοῦντες τῷ Θεῷ ἐπὶ πᾶσιν· οὐ γὰρ ἦσαν φθονεροί, κατὰ τοὺς Ἰουδαίους. «Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ· καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα, παραστῆσαι τῷ Κυρίῳ· καθὼς γέγραπται ἐν νόμῳ Κυρίου, ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν, ἅγιον τῷ Κυρίῳ κληθήσεται, καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν.» Τοῦ νόμου δόντος ἐντολάς, οἱ παραβαίνοντες ταύτας ὑπὸ κατάραν ἦσαν. Ὁ τοίνυν Κύριος περιτέμνεται, ἵνα κἀν τούτῳ πληρώσας τὸν νόμον καὶ μηδὲν ἐλλείψας ὧν ἐκεῖνος ἐντέταλκεν, ἐξέληται ἡμᾶς τῆς κατάρας· ἐντρέπωνται δὲ ἐντεῦθεν οἱ λέγοντες, ὅτι κατὰ φαντασίαν ἐσαρκώθη. Πῶς γὰρ περιετμήθη, εἰ κατὰ φαντασίαν ἐσαρκώθη;

Ἀνόνητον δὲ καὶ τὸ ἐξετάζειν ποῦ ἐστι τὸ ἀποτμηθὲν ἐκεῖνο μόριον· ἃ γὰρ ἡ Γραφὴ ἀπεσιώπησεν, οὐ δεῖ ἐξετάζειν, καὶ ταῦτα ἐπὶ μηδεμιᾷ ὠφελείᾳ· ἔστι δὲ εἰπεῖν, ὅτι τότε μὲν ὅτε ἀπετμήθη, τῆς γῆς ψαῦσαν, ἡγίασε ταύτην, ὥσπερ καὶ τὸ αἷμα καὶ τὸ ὕδωρ, ἃ ἐκ τῆς πλευρᾶς αὐτοῦ ἔῤῥευσαν· οἷς δὲ οἶδε λόγοις, ἐφύλαξε τοῦτο τὸ μόριον ἀβλαβές· καὶ μετὰ τὴν ἀνάστασιν ἀναλαβόμενος τοῦτο, ἠγέρθη, ἵνα καὶ κατὰ τοῦτο ἀνελλιπῶς ἔχων εὑρεθῇ· ἐπεὶ καὶ ἡμεῖς τέλειον τὸ ἡμέτερον σῶμα ἐν τῇ ἀναστάσει ἀποληψόμεθα. Σημείωσαι δὲ ὅτι οὐχ ἅμα τῷ εἰπεῖν τὸν ἄγγελον, Ἰδοὺ συλλήψῃ υἱόν, συνελήφθη ὁ Κύριος, ἀλλὰ μετὰ ταῦτα ὅτε ἠθέλησεν· ὅρα γὰρ τί λέγει ἐνταῦθα, Τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ· καὶ ἀπ’ αὐτῆς δὲ τῆς λέξεως, δείκνυται τοῦτο· οὐ γὰρ εἶπεν, Ἰδοὺ συλλαμβάνεις· ἀλλ’, Ἰδοὺ συλλήψῃ. Ὥστε ἐκ τούτων ἔστι συλλογίσασθαι, ὅτι τῇ ὥρᾳ μὲν ἐκείνη συνελήφθη ὁ Κύριος, οὐ μὴν αὐτῇ τῇ στιγμῇ καθ’ ἣν ὁ Ἄγγελος ἔλεγεν, ἀλλὰ τυχόν, ὅτε συνετέλεσε τοὺς λόγους.

Ταῦτα δὲ οὐ δογματικῶς λέγομεν. Ἐπλήσθησαν δὲ αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωσέως. Καλῶς εἶπε κατὰ τὸν νόμον Μωσέως· κατὰ γὰρ τὴν ἀλήθειαν, οὐκ εἶχεν ἀνάγκην ἡ Παρθένος περιμένειν τὰς ἡμέρας τοῦ καθαρισμοῦ, αἵτινες ἦσαν τεσσαράκοντα, ἐπὶ ἄρσενι τεχθέντι. Εἴρηται γὰρ ἐν τῷ νόμῳ· Γυνὴ ἥτις ἐὰν σπερματισθῇ, καὶ τέκῃ ἄρσεν· ἡ δὲ Παρθένος οὐκ ἐσπερματίσθη, ἀλλ’ ἐκ Πνεύματος ἁγίου ἔτεκεν ὥστε οὐκ εἶχεν ἀνάγκην, ἀλλὰ πληρῶσαι τὸν νόμον θέλουσα, ἀνῆλθεν εἰς τὸ ἱερόν. Διὰ τί δὲ ἐπὶ μὲν ἄρσενι ἑπτὰ ἡμέραι, ἐπὶ δὲ θηλείᾳ διπλαῖ; Γυνὴ γάρ, φησίν, ἐὰν σπερματισθῇ, καὶ τέκῃ ἄρσεν, ἑπτὰ ἡμέρας ἀκάθαρτος ἔσται· ἐὰν δὲ θῆλυ, δὶς ἑπτά. Ἐπειδὴ ἡ μὲν τεκοῦσα τὸ ἄρσεν, δεύτερον Ἀδὰμ εἰς τὸν κόσμον εἰσήγαγεν· ἡ δὲ τὸ θῆλυ, δευτέραν Εὕαν ἔτεκεν, τὸ σαθρὸν σκεῦος, τὸ ἀσθενὲς ἀγγεῖον, τὸ συντετριμμένον κεράμιον, τὴν βακτηρίαν τῆς ἀπάτης, τὴν χειραγωγὸν τῆς παρακοῆς. Τοῦ δὲ νόμου λέγοντος· Πᾶν τὸ διανοῖγον μήτραν, ἅγιον τῷ Κυρίῳ, εἰς Χριστὸν μόνον κυρίως ἐξέβη τοῦτο· αὐτὸς γὰρ διήνοιξε τὴν μήτραν τῆς Παρθένου, ἐπεὶ ταῖς γε ἄλλαις μητράσιν, ὁ ἀνὴρ διανοίγει τὴν μήτραν.

Ζεῦγος δὲ τρυγόνων προσφέρειν ἐκέλευσεν ὁ νόμος, δεικνύων ὅτι ἀπὸ σώφρονος συζυγίας ἡ παιδοποιία· φασὶ γὰρ τὴν τρυγόνα, σῶφρον εἶναι ζῶον, ὥστε καὶ ἀποβαλοῦσαν τὸν σύζυγον, μὴ δευτερογαμεῖν· εἰ δὲ μὴ εἶχον τρυγόνας, προσέφερον δύο νεοσσοὺς περιστερῶν, ἵνα ἐπὶ πολυτοκίᾳ γένηται ἡ ζωὴ τοῦ παιδὸς ἐκείνου· ἡ γὰρ περιστερὰ πολύτοκον ζῶον. «Καὶ ἰδοὺ ἦν ἄνθρωπος ἐν Ἱερουσαλήμ, ᾧ ὄνομα Συμεών· καὶ ὁ ἄνθρωπος οὗτος, δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ· καὶ Πνεῦμα ἅγιον ἦν ἐπ’ αὐτόν, καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου, μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου· καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας αὐτοῦ· καὶ εὐλόγησε τὸν Θεόν, καὶ εἶπε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.»

Οὐκ ἦν ἱερεὺς ὁ Συμεών, ἀλλ’ ἄνθρωπος θεοφιλής, καὶ προσδεχόμενος ὅτι ἐλεύσεται ὁ Χριστός, παραμυθησόμενος τοὺς Ἑβραίους, καὶ ἀπολύσων τῆς δουλείας τῆς ὑπὸ τὴν ἁμαρτίαν, τάχα δὲ καὶ τῆς ὑπὸ τοὺς Ῥωμαίους καὶ τὸν Ἡρώδην· ὁ γὰρ τῷ Χριστῷ πιστεύσας, ἐλεύθερος τῷ ὄντι ἐστίν, ὑπὸ βασιλέων καὶ πάντων τῶν ἀνθρώπων τιμώμενος.

Ἴδε τοὺς ἀποστόλους· οὐκ ἦσαν δοῦλοι τῶν Ῥωμαίων· ἀλλὰ νῦν τιμῶσι καὶ προσκυνοῦσιν αὐτοὺς οἱ Ῥωμαίων βασιλεῖς· ἰδοὺ οὖν τούτοις παράκλησις γέγονεν ὁ Χριστός, Ἰσραηλίταις οὖσιν· οὗτος οὖν ὁ Συμεών, Πνεύματι ἁγίῳ κινούμενος, ἀνῆλθεν εἰς τὸ ἱερόν, ὅτε ἀνήγαγε τὸν Κύριον ἡ μήτηρ· καὶ δεξάμενος αὐτόν, Θεὸν ὁμολογεῖ· τὸ γὰρ εἰπεῖν νῦν ἀπολύεις με, Δέσποτα, ὁμολογοῦντός ἐστιν, ὅτι Κύριος αὐτός ἐστι ζωῆς καὶ θανάτου. Ὅρα δὲ πῶς οἱ ἅγιοι, δεσμὸν λογίζονται τὸ σῶμα· διὸ καὶ λέγει·

Νῦν ἀπολύεις, ὡς ἀπὸ δεσμοῦ· κατὰ τὸ ῥῆμά σου δὲ εἶπε, διὰ τὸν χρησμὸν ὃν ἔλαβεν, ὅτι οὐ μὴ ἀποθάνῃ ἕως οὗ ἴδῃ τὸν Χριστόν· τὸ δέ, ἐν εἰρήνῃ, ἀντὶ τοῦ, ἐν ἀναπαύσει· ἕως μὲν γὰρ ζῇ ὁ ἄνθρωπος, ταράττεται, καθὰ καὶ Δαυῒδ λέγει ἀποθανὼν δέ, εἰρηνεύει· καὶ ἄλλως δὲ τὸ ἐν εἰρήνῃ νοήσεις, τουτέστιν, ἐν τῇ τῆς ἐλπίδος ἀπολήψει. Πρὶν μὲν γὰρ ἴδω, φησί, τὸν Κύριον, οὐκ εἰρήνευον τοῖς λογισμοῖς, προσδοκῶν αὐτὸν καὶ ἀεὶ φροντίζων πότε ἐλεύσεται· νῦν δέ, ἰδὼν αὐτὸν καὶ εἰρηνεύσας καὶ ἀποφροντίσας, ἵν’ οὕτως εἴπω, ἀπολύομαι· σωτήριον δὲ εἶπε, τὴν σάρκωσιν τοῦ Μονογενοῦς, ἣν ἡτοίμασεν ὁ Θεὸς πρὸ πάντων τῶν αἰώνων· κατὰ πρόσωπον δὲ πάντων τῶν λαῶν ταύτην τὴν σωτηρίαν ἡτοίμασεν· ἵνα γὰρ σώσῃ τὸν κόσμον, καὶ ἵνα πᾶσιν ἐμφανισθῇ ἡ αὐτοῦ σάρκωσις, τούτου ἔνεκεν ἐσαρκώθη. Τὸ δὲ σωτήριον τοῦτο φῶς ἐστιν εἰς ἀποκάλυψιν ἐθνῶν, τουτέστιν, εἰς φωτισμὸν τῶν ἐσκοτισμένων ἐθνῶν, καὶ δόξαν τῶν Ἰσραηλιτῶν· δόξα γὰρ ὁ Χριστὸς τοῦ ἀληθῶς λαοῦ τοῦ Ἰσραήλ, καθὸ ἐξ αὐτῶν ἀνατέταλκε· καὶ ἐγκαλλωπίζονται τούτῳ οἱ ὄντως εὐγνώμονες. Ταῦτα ὁ Συμεών. Δοκεῖ δέ μοι καὶ τὰ τοῦ Δαυῒδ ἐπὶ τούτῳ ἁρμόζειν τῷ Συμεῶνι· Μακρότητος ἡμερῶν ἐμπλήσω αὐτόν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου. «

Καὶ ἦν Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ, θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ· καὶ εὐλόγησεν αὐτοὺς Συμεών, καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον· καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.» Εὐλόγησε μὲν ἀμφοτέρους ὁ Συμεών· τὸν δὲ νομιζόμενον πατέρα ἀφείς, πρὸς τὴν ἀληθῶς μητέρα ἐφθέγγετο· Ἰδού, φησίν, οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ· πτῶσιν μέν, τῶν μὴ πιστευόντων· ἀνάστασιν δέ, τῶν πιστευόντων· ἢ καὶ ἄλλως, εἰς πτῶσιν κεῖται ὁ Κύριος, τῶν ἐν ταῖς ψυχαῖς ἡμῶν κακῶν· εἰς ἀνάστασιν δὲ τῶν ἀγαθῶν. Πίπτει πορνεία, ἀνίσταται σωφροσύνη· καὶ ἄλλως δὲ δύναται νοηθῆναι· κεῖται γὰρ ὁ Χριστὸς εἰς πτῶσιν, ἀντὶ τοῦ Μέλλει παθεῖν αὐτός, καὶ πεσεῖν εἰς θάνατον, καὶ ἀναστῆναι μέλλουσι πολλοί, πεσόντος αὐτοῦ. Στίξον οὖν ἐν τῷ, εἰς πτῶσιν· εἶτα ἄρξαι, καὶ ἀνάστασιν πολλῶν· σημεῖον δέ, ὁ σταυρός, ὃς μέχρι τοῦ νῦν ἀντιλέγεται, τουτέστιν οὐ παραδέχεται παρὰ τῶν ἀπίστων. Λέγεται δὲ σημεῖον καὶ ἡ σάρκωσις τοῦ Κυρίου· καὶ ξένον σημεῖον.

Θεὸς γὰρ ἄνθρωπος γέγονε· καὶ παρθένος, μήτηρ· τὸ δὲ σημεῖον τοῦτο, ἡ σάρκωσις λέγω τοῦ Χριστοῦ, ἀντιλέγεται· οἱ μὲν γάρ, ἐξ οὐρανοῦ τὸ σῶμά φασιν· οἱ δέ, κατὰ φαντασίαν· οἱ δέ, ἄλλο τι φλυαροῦσι. Καὶ σοῦ δὲ αὐτῆς, τῆς Παρθένου, τὴν ψυχὴν διελεύσεται ῥομφαία τάχα μὲν καὶ ἡ θλίψις ἡ ἐπὶ τῷ πάθει γενομένη· τάχα δέ, ῥομφαίαν λέγει καὶ τὸν σκανδαλισμὸν ὃν ἐσκανδαλίσθη ὁρῶσα τὸν Κύριον σταυρούμενον. Ἴσως γὰρ ὑπενόει, Πῶς ὁ τεχθεὶς ἀσπόρως, ὁ θαύματα ποιήσας, ὁ νεκροὺς ἀναστήσας, ἐσταυρώθη, καὶ ἐνεκρώθη, καὶ ἐνεπτύσθη; Τὸ δέ, Ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί, τοῦτο σημαίνει, ὅτι ἀποκαλυφθήσονται καὶ φανερωθήσονται πολλῶν λογισμοὶ σκανδαλιζομένων, καὶ ἐλεγχθέντες, εὑρήσουσι ταχεῖαν τὴν ἴασιν· οἷον καὶ σύ, ὦ Παρθένε, ἀποκαλυφθήσῃ καὶ φανερωθήσῃ, τί φρονεῖς περὶ τοῦ Χριστοῦ· εἶτα βεβαιωθήσῃ ἐπὶ τῇ εἰς αὐτὸν πίστει· ὁμοίως καὶ Πέτρος ἀπεκαλύφθῃ ἀρνησάμενος, ἀλλ’ ἐδείχθη ἡ ἰσχὺς τοῦ Θεοῦ, προσλαβομένου αὐτὸν διὰ τῆς μετανοίας· καὶ ἄλλως δὲ ἀπεκαλύφθησαν ἐκ πολλῶν καρδιῶν διαλογισμοί, φανέντος τοῦ προδότου, φανέντων τῶν ἀγαπώντων αὐτόν· οἷος ἦν Ἰωσὴφ ὁ ἐλθὼν πρὸς Πιλάτον· οἷαι αἱ γυναῖκες αἱ τῷ σταυρῷ παραμένουσαι. «Καὶ ἦν Ἄννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα ἔτη μετὰ ἀνδρὸς ἑπτά, ἀπὸ τῆς παρθενίας αὐτῆς.

Καὶ αὕτη χήρα ὡς ἐτῶν ὀγδοηκοντατεσσάρων, ἢ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν. Καὶ αὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα, ἀνθωμολογεῖτο τῷ Κυρίῳ, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ· καὶ ὡς ἐτέλεσαν ἅπαντα τὰ κατὰ τὸν νόμον Κυρίου, ὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν, εἰς τὴν πόλιν αὐτῶν Ναζαρέτ. Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, πληρούμενον σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ’ αὐτῷ.» Ἐπιμένει ὁ εὐαγγελιστὴς τῇ περὶ τῆς Ἄννης ἀφηγήσει, καὶ τὸν πατέρα καὶ τὴν φυλὴν καταλέγων, ἵνα μάθωμεν ὅτι ἀληθῆ λέγει, μάρτυρας ὡσανεὶ πολλοὺς προσκαλούμενος, τοὺς εἰδότας καὶ τὸν πατέρα καὶ τὴν φυλήν· αὕτη οὖν ἀνθωμολογεῖτο τῷ Κυρίῳ, τουτέστιν, ηὐχαρίστει, καὶ ἐδίδασκε πάντας περὶ τοῦ Κυρίου, ὅτι αὐτὸς εἴη ὁ Σωτὴρ καὶ ἡ παράκλησις ἡμῶν τῶν προσδοκώντων τὴν ἀπολύτρωσιν· μετὰ δὲ τὸ τελέσαι πάντα, ὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν, εἰς τὴν πόλιν αὐτῶν Ναζαρέτ· ἦν μὲν γὰρ καὶ ἡ Βηθλεέμ, πόλις αὐτῶν. ἀλλ’ ὡς πατρίς· ἡ δὲ Ναζαρέτ, ὡς κατοικητήριον· ηὔξανε δὲ ὁ Ἰησοῦς κατὰ τὸ σῶμα, καίτοι δυνάμενος ἐκ μήτρας αὐτῆς, εἰς μέτρον ἡλικίας ἀνδρικῆς ἀναβῆναι, ἀλλ’ ἔδοξεν ἂν φαντασία, διὰ τοῦτο κατὰ μικρὸν αὐξάνει· αὐξάνοντος δέ, ἐξεφαίνετο ἡ τοῦ Θεοῦ Λόγου σοφία· οὐ γὰρ κατὰ προκοπὴν ἐγίνετο σοφός, ἄπαγε.

Ἀλλὰ κατὰ μικρὸν ἐκφαίνων τὴν ἔμφυτον σοφίαν, ἀκολούθως τῇ σωματικῇ ἡλικίᾳ, λέγεται προκόπτειν καὶ κραταιοῦσθαι τῷ πνεύματι· εἰ γὰρ ἐν ὅσῳ ἦν βραχὺς τὴν ἡλικίαν, ἐξέφηνε πᾶσαν σοφίαν, ἔδοξεν ἂν τέρας· νῦν δὲ ἀναλόγως τῇ ἡλικίᾳ ἐνδεικνὺς ἑαυτὸν ὡς ἐνεχώρει, τὴν οἰκονομίαν ἐπλήρου, οὐ προλαμβάνων σοφίαν (τί γὰρ τοῦ ἀπ’ ἀρχῆς τελείου γένοιτ’ ἂν τελειότερον;) ἀλλὰ τὴν οὖσαν κατὰ βραχὺ παραγυμνῶν. «Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ’ ἕτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ Πάσχα· καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβάντων αὐτῶν εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς, καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτούς, ἀπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ· νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι, ἦλθον ἡμέρας ὁδόν· καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς· καὶ μὴ εὑρόντες αὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ζητοῦντες αὐτόν, καὶ ἐγένετο, μεθ’ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ, καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων, καὶ ἀκούοντα αὐτῶν, καὶ ἐπερωτῶντα αὐτούς.

Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ, ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ· καὶ ἰδόντες αὐτόν, ἐξεπλάγησαν· καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε· Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; Ἰδοὺ ὁ πατήρ σου κἀγώ, ὀδυνώμενοι ἐζητοῦμέν σε. Καὶ εἶπε πρὸς αὐτούς· Τί ὅτι ἐζητεῖτέ με; Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ εἶναί με; Καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς.» Συναναβαίνει τοῖς γονεῦσιν εἰς Ἱερουσαλήμ, ἵνα διὰ πάντων δείξῃ ὅτι οὐκ ἔστιν ἀντίθεος, οὐδ’ ἀντιτάσσεται τοῖς νενομοθετημένοις· τελειωσάντων δὲ τὰς ἡμέρας, τὰς ἑπτὰ δηλαδὴ τοῦ Πάσχα, ἀπέμεινεν ἐν Ἱερουσαλήμ.

Συνεζήτει δὲ μετὰ τῶν Γραμματέων, ἀπὸ τοῦ νόμου ἐρωτῶν αὐτούς· καὶ ἐξίσταντο πάντες. Ὁρᾷς πῶς προέκοπτεν ἐπὶ σοφίᾳ, διὰ τοῦ γινώσκεσθαι πολλοῖς καὶ θαυμάζεσθαι; ἡ γὰρ ἔκφανσις τῆς σοφίας αὐτοῦ, αὕτη ἐστὶν ἡ προκοπὴ αὐτοῦ. Πατέρα δὲ τὸν Ἰωσὴφ ὀνομάζει ἡ Θεοτόκος, εἰδυῖα μὲν ὡς οὐκ ἔστι πατήρ· πλὴν διὰ τοὺς Ἰουδαίους, ἵνα μὴ νομισθῇ ἐκ πορνείας εἶναι, πατέρα αὐτοῦ λέγει τὸν Ἰωσήφ· ἄλλως τε καὶ πατρὸς κηδεμονίαν ἐνδειξάμενον, καὶ ὑπουργίαν ἐν τῇ ἀνατροφῇ, εἰκότως ὠνόμασεν αὐτὸν πατέρα· ὡσανεὶ τιμῶντος αὐτὸν τοῦ ἁγίου Πνεύματος τῇ τοῦ πατρὸς προσηγορίᾳ. Διὰ τί δὲ ἐζήτουν αὐτόν; Ἆρα ὑπόληψιν ἔχοντες ὅτι ἀπόλωλεν ἢ πεπλάνηται ὡς παῖς; Ἄπαγε. Οὔτε γὰρ τῆς πανσόφου Μαρίας τοῦτο ἦν, μυρίας δεξαμένης περὶ αὐτοῦ ἀποκαλύψεις, οὔτε τοῦ Ἰωσήφ, τοῦ καὶ αὐτοῦ ἀποκαλυφθέντος ὅτι ἐκ Πνεύματος ἁγίου ἐστίν. Ἀλλ’ ἐζήτουν αὐτόν, μήπως ἀπέστη ἀπ’ αὐτῶν, μήπως καταλέλοιπεν αὐτούς. Ἐπεὶ δὲ εὗρον αὐτόν, ὅρα πῶς αὐτοῖς ἀποκρίνεται· τῆς γὰρ Παρθένου, τὸν Ἰωσὴφ πατέρα εἰπούσης αὐτοῦ, ἐκεῖνός φησιν· Οὐκ αὐτός ἐστιν ὁ ἀληθής μου Πατήρ, ἦ γὰρ ἂν ἐν τῷ οἴκῳ αὐτοῦ ἤμην· ἀλλ’ ὁ Θεός ἐστί μου Πατήρ. Καὶ διὰ τοῦτο ἐν τῷ οἴκῳ αὐτοῦ εἰμι, τουτέστιν ἐν τῷ ναῷ αὐτοῦ. Ἀλλ’ αὐτοὶ οὐ συνῆκαν ὃ ἐλάλησεν αὐτοῖς· μυστήριον γὰρ ἦν. «Καὶ κατέβη μετ’ αὐτῶν, καὶ ἦλθεν εἰς Ναζαρέτ.

Καὶ ἦν ὑποτασσόμενος αὐτοῖς· καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς. Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.» Ὑπετάσσετο τοῖς γονεῦσι, τύπον διδοὺς καὶ ἡμῖν, ὡς ἂν τοῖς πατράσιν ὑποταττώμεθα· συνετήρει δὲ ταῦτα πάντα ἡ Παρθένος. Θεῖα γὰρ ἦν τά τε πραττόμενα καὶ τὰ λεγόμενα παρὰ τοῦ παιδός, καὶ οὐχ ὡς δωδεκαετοῦς, ἀλλὰ τελείου. Ὅρα δὲ πῶς ἐνταῦθα ὁ εὐαγγελιστὴς ἑρμηνεύων τί ἐστι τὸ προκόπτειν σοφίᾳ, ἐπάγει, καὶ ἡλικίᾳ. Τὴν γὰρ προκοπὴν τῆς ἡλικίας, τῆς σοφίας εἶναι λέγει προκοπήν. Ἐχαριτοῦτο δὲ καὶ παρὰ Θεῷ καὶ παρὰ ἀνθρώποις, τουτέστι, καὶ τῷ Θεῷ εὐάρεστα ἔπραττε, καὶ τοῖς ἀνθρώποις ἐπαινετά. Πρῶτον δὲ τὸ παρὰ Θεῷ, εἶτα τὸ παρὰ ἀνθρώποις. Πρῶτον γὰρ δεῖ τῷ Θεῷ ἀρέσκειν, εἶτα τοῖς ἀνθρώποις.