Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τὰ εὐαγγέλια ἐξηγήσεις

Θεοφύλακτος Βουλγαρίας

Ερμηνεία εις το Κατά Λουκάν: Το βάπτισμα, οι πειρασμοί και η έναρξη της δράσης του Κυρίου

Το κήρυγμα του Ιωάννη, το βάπτισμα και η γενεαλογία του Χριστού, οι πειρασμοί στην έρημο, και οι πρώτες θαυματουργικές θεραπείες και αναστάσεις νεκρών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 13 από 28

ΚΕΦΑΛ. Γʹ. Περὶ τῆς τοῦ Ἰωάννου κηρύξεως. Περὶ τῶν ἐπερωτησάντων τὸν Ἰωάννην. Περὶ Ἡρώδου καὶ Ἰωάννου. Περὶ τοῦ βαπτίσματος τοῦ Σωτῆρος. Περὶ γενεαλογίας τοῦ Χριστοῦ. «Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ τετραρχοῦντος τῆς Γαλιλαίας Ἡρώδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβηληνῆς τετραρχοῦντος, ἐπὶ ἀρχιερέων Ἄννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ Ἰωάννην τὸν τοῦ Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ· καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.» Μέμνηται τοῦ τε χρόνου καὶ τῶν ἀρχόντων δικαίως ὡς ἂν δείξῃ ὅτι ἐκλελοίπει ἡ διαδοχὴ τῶν Ἰουδαϊκῶν ἀρχόντων, ἐπὶ Χριστοῦ, ἡγεμονεύοντος μὲν Πιλάτου ἀνθρώπου ἀλλοεθνοῦς, τετραρχούντων δὲ τῶν Ἡρώδου τοῦ Ἀσκαλονίτου υἱῶν καὶ εἰκότως πιστευθείη ἐπιστῆναι ὁ Χριστός, κατὰ τὴν τοῦ Ἰακὼβ προφητείαν. «Ἐγένετο δέ, φησί, ῥῆμα Θεοῦ ἐπὶ Ἰωάννην·» ἵνα σὺ μάθῃς, ὅτι οὐκ αὐτόκλητος ἦλθε μαρτυρῆσαι περὶ Χριστοῦ, ἀλλὰ θείῳ κινούμενος Πνεύματι· τὸ γὰρ ῥῆμα, ἢ τὸ Πνεῦμα τὸ ἅγιον νοήσεις, ἢ τὴν πρόσταξιν τοῦ Θεοῦ.

Ἐν τῇ ἐρήμῳ δὲ ἐγένετο τὸ ῥῆμα τοῦ Θεοῦ πρὸς Ἰωάννην· ἐπεὶ γὰρ ἔμελλε τὰ τέκνα τῆς ἐρήμου, τῆς τῶν ἐθνῶν λέγω Ἐκκλησίας, πλείονα γενέσθαι τῶν τῆς ἐχούσης τὸν ἄνδρα, τουτέστι, τῆς Ἰουδαϊκῆς Συναγωγῆς, εἰκότως ἐν τῇ ἐρήμῳ ὄντι γίνεται τῷ Ἰωάννῃ τὸ ῥῆμα καὶ ἡ πρόσταξις τοῦ Θεοῦ. Ἐκήρυσσε δὲ βάπτισμα μετανοίας τοῖς λαοῖς, τουτέστιν, ἐξαγορεύσεως. Τοῦτο δὲ τὸ βάπτισμα συνήργει αὐτοῖς εἰς τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, τὴν διὰ τοῦ βαπτίσματος τοῦ Χριστοῦ διδομένην. Οὐ γὰρ δὴ τὸ Ἰωάννου βάπτισμα ἄφεσιν εἶχεν ἁμαρτιῶν, ἀλλ’ εἰς ἄφεσιν συνεβάλλετο, τουτέστι, παρεσκεύαζε τοὺς ἀνθρώπους, ἵνα δέξωνται τὸ τοῦ Χριστοῦ βάπτισμα, τὸ ἔχον ἄφεσιν ἁμαρτιῶν. «Ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου, λέγοντος· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.» Ὁδὸς μέν, ἡ κατὰ Χριστὸν πολιτεία, ἣν κελεύει ἑτοιμασθῆναι.

Ἔμελλε γὰρ ὅσον οὔπω κηρύττειν ὁ Κύριος. Τρίβοι δέ, αἱ τοῦ νόμου ἐντολαί, ὡς ἤδη τετριμμέναι. Ἃς εὐθείας ποιεῖν διατάττεται. Διέστρεφον γὰρ τὰς ἐντολὰς οἱ Φαρισαῖοι· δύναται δὲ νοηθῆναι καὶ ὁδός, ἡ ψυχή· τρίβοι δέ, τὰ νοήματα καὶ αἱ πράξεις. Δεῖ οὖν ἡμᾶς καὶ τὴν ψυχὴν ἑτοιμάζειν, καὶ τὰς πράξεις καὶ τὰ νοήματα ἡμῶν εὐθέα ποιεῖν. Εἶτα ὥσπερ ἐρωτῶντός τινος· Καὶ πῶς κατορθώσωμεν τοῦτο; δύσεργος γὰρ ἡ ἀρετή, καὶ πολλὰς φάραγγας ἔχουσα καὶ δυσκολίας, καὶ ἀπὸ τῶν πονηρῶν δυνάμεων, καὶ ἀπὸ τῶν ἐνοίκων ἡμῖν παθῶν· φησὶν ὅτι Οὐδὲν ἐργῶδες ἔσται, ἀλλὰ πάντα ῥᾴω· αἵ τε γὰρ φάραγγες πληρωθήσονται, τουτέστιν, αἱ φυσικαὶ ἡμῶν δυνάμεις, αἱ πρὸς τὸ καλὸν ἀσθενήσασαι καὶ ταπεινωθεῖσαι, ἀναπληρωθήσονται· καὶ πᾶν ὄρος καὶ βουνός, αἱ ἀντικείμεναι λέγω δυνάμεις, αἱ διὰ τὴν ὑπερηφανίαν ἀρθεῖσαι, ταπεινωθήσονται. Ἠσθένησαν γὰρ ὡς ἀληθῶς αἵ τε ἀντικείμεναι δυνάμεις, καὶ αἱ δοκοῦσαι ἡμῖν φυσικῶς ἐγκεῖσθαι ἐπιθυμίαι. Καὶ πάντα λεῖα γεγόνασι· καὶ εἰς εὐθεῖαν τὰ σκολιὰ μετήχθησαν.

Ὁ γὰρ Χριστός, τάς τε ἀντικειμένας δυνάμεις κατήργησεν, αἵτινες ἐνταῦθα λέγονται ὄρη καὶ βουνοί, καὶ τὰς φυσικὰς ἡμῶν πρὸς τὸ καλὸν κινήσεις ἀνεζώωσεν· ἃς εἶπεν ὁ εὐαγγελιστὴς φάραγγας πληρουμένας. Διὰ τοῦτο γὰρ ἐσαρκώθη, ἵνα τὴν φύσιν ἡμῶν εἰς τὸ οἰκεῖον ἀποκαταστήσῃ. Καὶ πᾶσα, φησί, σὰρξ ὄψεται τὸ σωτήριον τοῦ Θεοῦ· οὐκ ἔτι Ἰουδαῖοι μόνον καὶ προσήλυτοι, ἀλλὰ καὶ πᾶσα σάρξ· εἰς πᾶσαν γὰρ τὴν γῆν ἔφθασε τὸ Εὐαγγέλιον. Πολλὰ καὶ ἄλλα ἦν εἰπεῖν, ἀλλὰ διὰ τὸ σαφέστερον ταῦτα λελέχθω. «Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ’ αὐτοῦ· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ Θεὸς καὶ ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλόν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.» Γεννήματα ἐχιδνῶν καλεῖ τοὺς Ἰουδαίους, ὡς τοὺς πατέρας αὐτῶν καὶ τὰς μητέρας θλίβοντας. Καὶ γὰρ τοῦτο τὸ ζῶον λέγουσι τὴν μήτραν διεσθίον, οὕτω τίκτεσθαι· ἀλλὰ καὶ τοὺς προφήτας ἀπέκτεινον, καὶ τοὺς διδασκάλους. Μέλλουσαν δὲ ὀργήν, τὴν αἰώνιόν φησι κόλασιν. Καρποὶ δὲ ἄξιοι τῆς μετανοίας, οὐ μόνον ἡ ἀποφυγὴ τοῦ κακοῦ, ἀλλὰ καὶ ἡ ἐπεξεργασία τοῦ ἀγαθοῦ.

Τοῦτο γὰρ ὄντως καρπὸς καὶ γέννημα τῆς μετανοίας, τὸ ἐργάσασθαι τὸ ἀγαθόν. Μὴ ἄρξησθε δὲ λέγειν ἐν ἑαυτοῖς, ὅτι Εὐγενεῖς ἐσμεν, καὶ θαῤῥοῦντες τοῖς πατράσιν, ἀμελῆτε τῆς ἀρετῆς. Καὶ γὰρ καὶ ἐκ τῶν λίθων τούτων δυνήσεται ὁ Θεὸς τῷ πατριάρχῃ παῖδας δοῦναι, ὥσπερ σχεδὸν καὶ πρώην ἐποίησεν. Ἡ γὰρ μήτρα τῆς Σάῤῥας, λίθων οὖσα σκληροτέρα, ὅμως εἰς παιδοποιίαν ἐχαριτώθη· ἀξίνη δέ, ἡ θεία κρίσις, ἡ ἐκκόπτουσα τοὺς ἀναξίους ἐκ τῆς ζωῆς. Εἰ μὴ οὖν μετανοήσητε, φησίν, ἐκκοπήσεσθε ἀπὸ τῆς ζωῆς. Ἐπίκειται γὰρ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν ὑμῶν τῶν δένδρων.

Νοεῖται μὲν οὖν ῥίζα, ἡ ζωή, ὡς εἴπομεν. Νοηθείη δ’ ἂν καὶ ῥίζα, ἡ τοῦ Ἀβραὰμ συγγένεια· ἀφ’ ἧς συγγενείας τοῦ Ἀβραὰμ ἐκκόπτονται οἱ μὴ ὄντες ἄξιοι κλάδοι εἶναι αὐτοῦ, κατὰ τὸν Ἀπόστολον. Διπλῆ δὲ ἡ τιμωρία· οὐ μόνον γὰρ ἐκκόπτεται τῆς πρὸς τοὺς δικαίους συγγενείας ὁ ἁμαρτωλὸς καὶ ἄκαρπος, ἀλλὰ καὶ εἰς πῦρ βάλλεται. «Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι, λέγοντες· Τί οὖν ποιήσομεν; Ἀποκριθεὶς δέ, λέγει αὐτοῖς· Ὁ ἔχων δύο χιτῶνας, μεταδότω τῷ μὴ ἔχοντι· καὶ ὁ ἔχων βρώματα, ὁμοίως ποιείτω. Ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι, καὶ εἶπον πρὸς αὐτόν· Διδάσκαλε, τί ποιήσωμεν; Ὁ δὲ εἶπε πρὸς αὐτούς· Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε· Ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι, λέγοντες· Καὶ ἡμεῖς τί ποιήσομεν; Καὶ εἶπε πρὸς αὐτούς· Μηδένα διασείσητε, μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν. Προσδοκῶντος δὲ τοῦ λαοῦ, καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ Χριστός, ἀπεκρίνατο ὁ Ἰωάννης ἅπασι, λέγων· Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ, αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.

Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν, εὐηγγελίζετο τὸν λαόν.» Τρία τάγματα προσελθόντα αὐτῷ, ὁ Ἰωάννης νουθετεῖ, τοὺς ὄχλους, τοὺς τελώνας, καὶ τοὺς στρατιώτας. Τοῖς μὲν οὖν ὄχλοις παραινεῖ προσέχειν τῇ ἐλεημοσύνῃ, τὸν ἔχοντα δύο χιτῶνας κελεύων μεταδοῦναι τῷ μὴ ἔχοντι· τοῖς δὲ τελώναις, τὸ μηδὲν πλέον εἰσπράσσειν, τουτέστιν, ἀπαιτεῖν· τοῖς δὲ στρατιώταις, τὸ μὴ ἁρπάζειν, ἀλλ’ ἀρκεῖσθαι τοῖς ὀψωνίοις, τουτέστι, ταῖς διδομέναις παρὰ τοῦ βασιλέως κατὰ συνήθειαν φιλοτιμίαις. Ὅρα δὲ πῶς τοῖς μὲν ὄχλοις ὡς ἀκάκοις οὖσι παραινεῖ πρᾶξαί τι ἀγαθόν, τουτέστι, τὸ μεταδοῦναι, τοῖς δὲ τελώναις καὶ στρατιώταις, ἀποσχέσθαι τοῦ κακοῦ· οὔπω γὰρ ἐχώρουν οὗτοι, οὐδὲ ἠδύναντο ποιῆσαί τι ἀγαθόν, ἀλλ’ ἀρκετὸν αὐτοῖς τὸ μὴ κακὰ ποιεῖν.

Τινὲς δὲ καὶ κατὰ ἀναγωγὴν νοοῦσι τό, τὸν ἔχοντα δύο χιτῶνας μεταδοῦναι τῷ μὴ ἔχοντι· φασὶ γὰρ δύο χιτῶνας εἶναι, τό τε πνεῦμα τῆς Γραφῆς, καὶ τὸ γράμμα. Τὸν ἔχοντα οὖν τὰ δύο, προτρέπεται ὁ Ἰωάννης μεταδοῦναι τῷ παντελῶς γυμνῷ· οἷον, ἔστι τις τὴν Γραφὴν νοῶν διττῶς, κατά τε τὸ γράμμα καὶ κατὰ τὸ πνεῦμα, μεταδότω οὖν τῷ μὴ ἔχοντι, διδαξάτω τὸν ἀγνοοῦντα, καὶ δότω αὐτῷ κἂν τὸ γράμμα. Τοσαύτη δὲ ἦν ἡ τοῦ Ἰωάννου ἀρετή, ὥστε πάντας ὑπολογίζεσθαι περὶ αὐτοῦ, μήποτε ἄρα αὐτός ἐστιν ὁ Χριστός. Τὴν τοιαύτην οὖν ὑπόνοιαν ἀποκρουόμενος, φησίν, Καὶ τοσοῦτον ἐμοῦ Χριστοῦ τὸ διάφορον, ὥστε ἐγὼ μέν, ἐν ὕδατι βαπτίζω, ἐκεῖνος δὲ ἐν Πνεύματι καὶ πυρὶ καὶ ἄλλο, ὅτι οὐδὲ τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ ἱκανός εἰμι λῦσαι.

Τί δὲ ταῦτα δηλοῦσι; Τὸ μέν, Βαπτίσει ὑμᾶς ἐν Πνεύματι καὶ πυρί, πρόδηλον πάντως· καὶ γὰρ τοῖς ἀποστόλοις ἔπεμψε τὸ πνεῦμα, καὶ πύριναι γλῶσσαι ὤφθησαν μεριζόμεναι αὐτοῖς. Τὸ δὲ μὴ εἶναι ἱκανὸν λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ, κατὰ μὲν τὴν προφανῆ ἔννοιαν, ὅτι Οὐδὲ ἔσχατος δοῦλος αὐτοῦ εἰμι ἄξιος τάττεσθαι. Κατὰ δὲ τὸ κρυφιώτερον, δύο ὑποδήματά εἰσι τοῦ Κυρίου, ἤ τε ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπιδημία, καὶ ἡ ἐκ γῆς ἐπὶ τὸν ᾅδην· τούτων οὖν τῶν δύο ἐπιδημιῶν τοὺς τρόπους, οὐ δύναταί τις λῦσαι, οὐδὲ εἰ κατὰ Ἰωάννην ἐστί. Τίς γὰρ δύναται εἰπεῖν, ἢ πῶς ἐσαρκώθη, ἢ πῶς κατῆλθεν εἰς ᾄδην; Τὸ δὲ Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, τοῦτο σημαίνει, ὅτι, Εἰ καὶ βαπτίσει ὑμᾶς, μὴ νομίζετε ὅτι ἤδη ἀθῶοί ἐστε· ἀλλ’ εἰ μὴ τὸν μετὰ ταῦτα βίον ἄμωμον ἐνδείξεσθε, κατακαύσει ὑμᾶς πυρὶ ἀσβέστῳ· ἄχυρον γάρ ἐστιν, ὁ ἄκαρπον ἔχων νοῦν, καὶ μόνον συρφετὸν πολὺν βιωτικῶν πραγμάτων ἐπιφερόμενος. «Πολλὰ δὲ καὶ ἕτερα παρακαλῶν, εὐηγγελίζετο τὸν λαόν.» Παράκλησις γὰρ ὄντως ἐστὶν ἡ ἀγαθὴ διδασκαλία· καὶ εὐαγγέλιον δὲ εἰκότως ἂν λεχθείη. «Ὁ δὲ Ἡρώδης ὁ Τετράρχης ἐλεγχόμενος ὑπ’ αὐτοῦ περὶ Ἡρωδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ περὶ πάντων ὧν ἐποίησε πονηρῶν ὁ Ἡρώδης, προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι, καὶ κατέκλεισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ.

Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαόν, καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου, ἀνεῳχθῆναι τὸν οὐρανὸν καὶ καταβῆναι τὸ Πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡσεὶ περιστερὰν ἐπ’ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι, λέγουσαν· Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ ηὐδόκησα.» Εἰκότως παρενέβαλεν ὁ εὐαγγελιστὴς ἐνταῦθα τὰ περὶ Ἡρώδου, μονονουχὶ τοιάδε λέγων·

Ὁ μὲν ὄχλος, τοιαῦτα περὶ Ἰωάννου διελογίζετο, ὁ δὲ Ἡρώδης ἐλεγχόμενος ὑπ’ αὐτοῦ, προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι, τὸ κατακλεῖσαι αὐτὸν ἐν τῇ φυλακῇ· ὡσανεὶ οὖν σχετλιάζων, ταῦτα διηγεῖται καὶ δεινοπαθῶν, εἴγε τοῦ ὄχλου τοιαύτην ὑπόληψιν ἐπὶ τῷ Ἰωάννῃ ἔχοντος, ὁ Ἡρώδης τοιαῦτα ἐπεδείξατο.

Ἀνοίγεται δὲ ὁ οὐρανός, ἵνα δειχθῇ ἡμῖν ὅτι τὸ βάπτισμα ἀνοίγει πᾶσι τὸν οὐρανόν, ὃν ὁ Ἀδὰμ ἔκλεισε. Κάτεισί τε τὸ Πνεῦμα ἐπὶ τὸν Ἰησοῦν, ἵνα καὶ ἐκ τούτου μάθωμεν ὅτι καὶ ἡμῖν βαπτιζομένοις ἔπεισι τὸ Πνεῦμα· οὐ γὰρ δὴ ὁ Κύριος ἐδέετο τοῦ Πνεύματος.

Ἀλλὰ πάντα δι’ ἡμᾶς ποιεῖ, καὶ ἀπαρχὴ αὐτὸς γίνεται πάντων, ὧν ἐμέλλομεν ἡμεῖς λαμβάνειν ὕστερον, ὡς ἂν πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς γένηται· ὡς περιστερὰ δέ, ἵνα μάθωμεν ὅτι πράους ἡμᾶς εἶναι δεῖ καὶ καθαρούς· καὶ ὅτι ὥσπερ ἐπὶ τοῦ Νῶε, περιστερὰ ἐμήνυσε τὴν κατάπαυσιν τῆς τοῦ Θεοῦ ὀργῆς, οὕτω καὶ ἐνταῦθα, τὸ Πνεῦμα τὸ ἅγιον κατήλλαξεν ἡμᾶς τῷ Θεῷ, κατακλυσμὸν τῆς ἁμαρτίας ποιησάμενον· καὶ Υἱὸς δὲ ἀκούει, παρὰ τοῦ Πατρὸς ἐνεχθείσης τῆς φωνῆς, δεικνὺς ὅτι καὶ ἡμῖν βαπτιζομένοις, τὴν υἱοθεσίαν ἐχαρίσατο Ἐν σοὶ δὲ εὐδόκησα, ἀντὶ τοῦ, ἐπανεπαύθην. «

Καὶ αὐτὸς ἦν ὁ Ἰησοῦς ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος ὤν, ὡς ἐνομίζετο, υἱὸς Ἰωσήφ, τοῦ Ἡλί, τοῦ Μαθάτ, τοῦ Λευΐ, τοῦ Μελχί, τοῦ Ἰαννά, τοῦ Ἰωσήφ, τοῦ Ματταθίου, τοῦ Ἀμώς, τοῦ Ναούμ, τοῦ Ἑσλί, τοῦ Ναγγαί, τοῦ Μαάθ, τοῦ Ματταθίου, τοῦ Σεμεΐ, τοῦ Ἰωσήχ, τοῦ Ἰούδα, τοῦ Ἰωαννᾶ, τοῦ Ῥησᾶ, τοῦ Ζοροβάβελ, τοῦ Σαλαθιήλ, τοῦ Νηρί, τοῦ Μελχεί, τοῦ Ἀδδεί, τοῦ Κωσάμ, τοῦ Ἐλμαδάμ, τοῦ Ἤρ, τοῦ Ἰησώ, τοῦ Ἐλιέζερ, τοῦ Ἰωρήμ, τοῦ Ματθάτ, τοῦ Λευεί, τοῦ Συμεών, τοῦ Ἰούδα, τοῦ Ἰωσήφ, τοῦ Ἰωνάμ, τοῦ Ἐλιακείμ, τοῦ Μελεᾶ, τοῦ Μαινάν, τοῦ Ματταθᾶ, τοῦ Ναθάν, τοῦ Δαυΐδ, τοῦ Ἰεσσαί, τοῦ Ὠβήδ, τοῦ Βοόζ, τοῦ Σαλμών, τοῦ Ναασσών, τοῦ Ἀμιναδάβ, τοῦ Ἀράμ, τοῦ Ἐσρώμ, τοῦ Φαρές, τοῦ Ἰούδα, τοῦ Ἰακώβ, τοῦ Ἰσαάκ, τοῦ Ἀβραάμ, τοῦ Θάρα, τοῦ Ναχώρ, τοῦ Σαρούχ, τοῦ Ῥαγαῦ, τοῦ Φαλέκ, τοῦ Ἑβέρ, τοῦ Σαλά, τοῦ Καϊνάμ, τοῦ Ἀρφαξάδ, τοῦ Σήμ, τοῦ Νῶε, τοῦ Λάμεχ, τοῦ Μαθουσάλα, τοῦ Ἐνώχ, τοῦ Ἰαρέδ, τοῦ Μαλελεήλ, τοῦ Καϊνᾶν, τοῦ Ἐνώς, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ Θεοῦ.» Τριάκοντα μὲν ὢν ἐτῶν, ἐβαπτίσθη ὁ Κύριος, διότι αὕτη ἡ ἡλικία ἐστὶ τελειοτάτη· καὶ κατὰ ταύτην ὁ ἄνθρωπος, ἢ δόκιμος ἢ ἀδόκιμος.

Γενεαλογεῖ δὲ αὐτὸν ὁ Λουκᾶς, ἀντιστρόφως τῷ Ματθαίῳ, ἵνα δείξῃ ὅτι ὁ νῦν γεννηθεὶς ἐν σαρκί, ἀπὸ τοῦ Θεοῦ ἐστιν. Ὅρα γὰρ τὴν γενεαλογίαν, πῶς καταντᾷ εἰς τὸν Θεόν, καὶ ἅμα, ἵνα μάθωμεν, ὅτι ἵνα πάντας τοὺς ἐν μέσῳ πατέρας εἰς Θεὸν ἀναγάγῃ καὶ υἱοὺς ποιήσῃ, τούτου ἕνεκεν ἐσαρκώθη. Ἔχω δὲ καὶ ἑτέρως εἰπεῖν· Ἠπιστεῖτο ἡ γέννησις τοῦ Κυρίου, ὡς ἄνευ σπορᾶς οὖσα· θέλων οὖν δεῖξαι ὁ εὐαγγελιστής, ὅτι καὶ ἄλλοτε ἄνευ σπορᾶς ἐγένετο ἄνθρωπος, ἀπὸ τῶν κάτω ἀνέρχεται ἐπὶ τὸν Ἀδὰμ καὶ τὸν Θεόν· μονονουχὶ λέγων ἡμῖν· Εἰ ἀπιστεῖς πῶς ὁ δεύτερος Ἀδὰμ ἐγένετο δίχα σπορᾶς, ἄνελθέ μοι τῷ νῷ ἐπὶ τὸν πρότερον Ἀδάμ, καὶ εὑρήσεις αὐτὸν ἄνευ σπορᾶς γενόμενον ὑπὸ τοῦ Θεοῦ, καὶ λοιπόν, μὴ ἀπίστει.

Ζητοῦσι δέ τινες, πῶς ὁ μὲν Ματθαῖος τὸν Ἰωσὴφ τοῦ Ἰακὼβ λέγει εἶναι παῖδα· ὁ δὲ Λουκᾶς, τοῦ Ἡλί· ἀδύνατον γάρ, φασί, τὸν αὐτὸν δύο πατέρων εἶναι παῖδα. Λέγουσιν οὖν πρὸς τοῦτο, ὅτι ὁ Ἰακὼβ καὶ ὁ Ἡλί, ὁμομήτριοι ἀδελφοί, ἄλλου δὲ καὶ ἄλλου πατρός· ἀποθανόντος οὖν τοῦ Ἡλὶ ἄπαιδος, ἠγάγετο τὴν γυναῖκα αὐτοῦ ὁ Ἰακώβ, παιδοποιήσων ἐξ αὐτῆς· καὶ οὕτω λέγεται ὁ Ἰωσήφ, Ἰακὼβ εἶναι παῖς τῇ φύσει, καὶ τοῦ Ἠλὶ τῷ νόμῳ· ὁ μὲν γὰρ Ἰακώβ, φύσει αὐτὸν ἐγέννησε καὶ ἀληθῶς, καὶ φυσικὸς λοιπὸν υἱός ἐστιν αὐτοῦ· τοῦ δὲ Ἡλί, κατὰ τὸν νόμον μόνον ἦν παῖς· ὁ γὰρ νόμος ἐκέλευεν, ἐάν τις τελευτήσῃ ἄπαις, τούτου τὴν γυναῖκα συζεύγνυσθαι τῷ ἀδελφῷ αὐτοῦ, καὶ τὸ ἐκ τούτου τεχθησόμενον, νομίζεσθαι εἶναι τοῦ τεθνηκότος, εἰ καὶ φύσει τοῦ ζῶντος ἦν· ὥστε καλῶς λέγουσιν οἱ εὐαγγελισταί, καὶ οὐκ ἐναντιοῦνται· ὁ μὲν γὰρ Ματθαῖος, τὸν φυσικὸν πατέρα τοῦ Ἰωσὴφ ἀνεγράψατο· ὁ δὲ Λουκᾶς, τὸν κατὰ τὸν νόμον πατέρα αὐτοῦ λογιζόμενον, τουτέστι, τὸν Ἡλί, ἵνα δείξωσιν ἀμφότεροι, ὅτι διὰ τοῦτο ἐγεννήθη ὁ Κύριος ἵνα καὶ φύσιν καὶ νόμον ἁγιάσῃ.

ΚΕΦΑΛ. Δʹ. Περὶ νηστείας καὶ πειρασμοῦ τοῦ Σωτῆρος. Περὶ Ἰησοῦ ἀχθέντος ὑπὸ τῶν Ἰουδαίων εἰς τὸ ὄρος, καὶ διὰ μέσου αὐτῶν διελθόντος. Περὶ τοῦ ἔχοντος πνεῦμα δαιμονίου. Περὶ τῆς πενθερᾶς Πέτρου. Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων. «Ἰησοῦς δὲ Πνεύματος ἁγίου πλήρης, ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου· καὶ ἤγετο ἐν τῷ πνεύματι εἰς τὴν ἔρημον, ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου· καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ συντελεσθεισῶν αὐτῶν, ὕστερον ἐπείνασε· καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ, ἵνα γένηται ἄρτος· καὶ ἀπεκρίθη Ἰησοῦς πρὸς αὐτόν, λέγων· Γέγραπται, ὅτι οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι Θεοῦ. Καὶ ἀναγαγὼν αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλόν, ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου, καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν, καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται, καὶ ᾧ ἐὰν θέλω δίδωμι αὐτήν· σὺ οὖν ἑὰν προσκυνήσῃς ἐνώπιόν μου, ἔσται σου πᾶσα· καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Ὕπαγε ὀπίσω μου, Σατανᾶ· γέγραπται γάρ· Προσκυνήσεις Κύριον τὸν Θεόν σου, καὶ αὐτῷ μόνῳ λατρεύσεις.

Καὶ ἤγαγεν αὐτὸν εἰς Ἱερουσαλήμ, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω· γέγραπται γάρ, ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε· καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι Εἴρηται, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.» Ἐβαπτίσθη μὲν ὁ Κύριος, ἵνα ἁγιάσῃ τὰ ὕδατα, δι’ ἡμᾶς τοὺς μέλλοντας τῆς χάριτος ἀπολαύσειν· μετὰ δὲ τὸ βαπτισθῆναι, ἀναφέρεται ὑπὸ τοῦ πνεύματος εἰς ὄρος ἔρημον. Τὸ γὰρ Πνεῦμα τὸ ἅγιον ἐνῆγεν αὐτὸν εἰς τὸν κατὰ τοῦ διαβόλου ἀγῶνα.

Εἰς ἔρημον δὲ ἄπεισιν, ἵνα δώσῃ λαβὴν τῷ διαβόλῳ τοῦ ἐπιθέσθαι αὐτῷ· καὶ γὰρ μάλιστα μεμονωμένοις ἐπιτίθεται ἡμῖν· τεσσαράκοντα δὲ ἡμέρας νηστεύει, καὶ οὐχ ὑπερβαίνει τὸ μέτρον τῆς Μωσέως καὶ Ἠλιοὺ νηστείας, ἵνα μὴ δώσῃ τῷ Σατανᾷ ἐντεῦθεν ἤδη ὑπόνοιαν ὅτι μείζων ἐστὶ τούτων· ἀλλὰ προσβάλῃ αὐτῷ, νομίζων ὅτι καὶ αὐτὸς ἄνθρωπός ἐστιν· ἅμα δὲ καὶ ἵνα μὴ κατὰ φαντασίαν δόξῃ σαρκωθῆναι.

Μετὰ τὸ βάπτισμα δὲ πειράζεται, δεικνύων ἡμῖν ὅτι μετὰ τὸ βάπτισμα ἐκδέξονται ἡμᾶς πειρασμοί· νηστεύει δέ, διότι μέγα ὅπλον ἐν τοῖς πειρασμοῖς ἡ νηστεία, καὶ ὅτι μετὰ τὸ βάπτισμα καὶ ἡμᾶς οὐ τρυφῇ δεῖ διδόναι, ἀλλὰ νηστείᾳ· προσβάλλει οὖν αὐτῷ ὁ ἐχθρός, πρῶτον ἀπὸ τῆς γαστριμαργίας, ἐξ ἧς καὶ τῷ Ἀδάμ· εἶτα ἀπὸ τῆς φιλοχρηματίας, ὑποδείξας αὐτῷ πάσας τὰς βασιλείας· πῶς δὲ ὑπέδειξε; Τινὲς μὲν λέγουσιν ὅτι κατὰ διάνοιαν αὐτῷ ὑπεστήσατο ταύτας· πλὴν ἀλλ’ οὐ κατὰ διάνοιαν οἶμαι, ἀλλ’ αἰσθητῶς ταύτας αὐτῷ ὑπέδειξεν, ἐν φαντασίᾳ ποιήσας φανῆναι, τοῦ Κυρίου μὴ φανταζομένου· τρίτον αὐτῷ προσβάλλει, ἀπὸ τῆς φιλοδοξίας· Εἰ υἱὸς γάρ, φησίν, εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω· κολακεύων δὲ αὐτόν, τὰ τοιαῦτα ἐλήρει, εἴ πως ἀπὸ τῆς κολακείας ἀπατηθείς, καὶ θέλων δεῖξαι ἑαυτὸν Υἱὸν Θεοῦ, βάλῃ ἑαυτὸν κάτω, καὶ οὕτω διαγνωσθῇ αὐτῷ, τίς ἐστιν.

Ὁ δὲ Κύριος ὅρα πῶς ἀποκρούεται αὐτὸν ἀπὸ τῆς Γραφῆς· «Οὐκ ἐκπειράσεις γάρ, φησί, Κύριον τὸν Θεόν σου.» Οὐ γὰρ δεῖ εἰς προφανεῖς κινδύνους ἐμβάλλειν τινὰ ἑαυτόν, δοκιμάζοντα εἰ βοηθήσει αὐτῷ ὁ Θεός. Σημείωσαι δὲ καὶ τοῦτο, ὅτι μέγα ὄφελος τὸ εἰδέναι τὰς Γραφάς· καὶ γὰρ καὶ ὁ Κύριος τὸν Σατανᾶν ἀπὸ τῶν Γραφῶν ἀπεκρούσατο· τό τε γάρ·

Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, Μωσαϊκόν ἐστι, περὶ τοῦ Μάννα ῥηθέν· τὸ γὰρ Μάννα ἄρτος μὴ ὄν, ὅμως ἔθρεψε τὸν λαόν· καὶ τό, Κύριον δὲ τὸν Θεόν σου προσκυνήσεις, καὶ τό, Οὐκ ἐκπειράσεις, καὶ ταῦτα Μωσαϊκά. «Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος, ἀπέστη ἀπ’ αὐτοῦ ἄχρι καιροῦ· καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν· καὶ φήμη ἐξῆλθε καθ’ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ· καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων.» Πάντα πειρασμόν φησιν ὁ Λουκᾶς συντελέσαι τὸν Κύριον, καίτοι τρεῖς πειρασμοὺς πειρασθέντα, διότι κεφάλαια τῶν πειρασμῶν πάντων οἱ τρεῖς οὗτοί εἰσιν, ὁ τῆς φιλοχρηματίας, ὁ τῆς γαστριμαργίας, ὁ τῆς φιλοδοξίας.

Τὸν μὲν οὖν τῆς γαστριμαργίας ἀπεκρούσατο διὰ τοῦ εἰπεῖν, ὅτι Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος· πρῶτον γὰρ τὸν πειρασμὸν τοῦτον προσήγαγεν αὐτῷ, ὡς καὶ τῷ Ἀδάμ· τὸν γὰρ Ἀδὰμ οὔτε ἀπὸ πλεονεξίας ἠδύνατο ὑποσκελίσαι, οὐ γὰρ εἶχε τὸν πλεονεκτούμενον, μόνος ὤν. Οὔτε ἀπὸ ὀργῆς· οὐ γὰρ εἶχεν ᾧ ὀργισθῇ. Οὔτε ἀπὸ φθόνου· ἀπὸ τῆς κοιλίας οὖν ὑπεσκέλισεν αὐτόν. Τὸν δὲ τῆς φιλοχρηματίας ἀπεκρούσατο, διὰ τοῦ μὴ πεσεῖν, μηδὲ προσκυνῆσαι αὐτῷ. Ὑποδείξαντι γὰρ τὰς βασιλείας πάσας αἰσθητῶς κατὰ φαντασίαν, οὐχ ὑπέκυψε· καίτοι γέ τινες οὐ περὶ αἰσθητῶν βασιλειῶν τοῦτο ἐνόησαν, ἀλλὰ περὶ νοουμένων· οἷον, ὑπέδειξεν αὐτῷ τὴν βασιλείαν τῆς ἀκολασίας, τὴν βασιλείαν τοῦ φθόνου, καὶ ἁπλῶς πασῶν τῶν ἁμαρτιῶν τὰς βασιλείας· καὶ ὡσανεὶ τοιαῦτα ἔλεγεν αὐτῷ· Εἰ θέλεις βασιλεῦσαι τούτων τῶν παθῶν, καὶ ἐπὶ τούτῳ ἐλήλυθας, ἵνα τοὺς ὑπ’ ἐμοῦ κατεχομένους ἀφαρπάσῃς, πεσὼν προσκύνησόν μοι, καὶ παράλαβε πάντας τοὺς ὑπ’ ἐμοῦ βασιλευομένους. Ὁ δὲ Κύριος βασιλεῦσαι μὲν θέλει, καὶ εἰς τοῦτο ἐλήλυθε, βασιλεῦσαι δὲ οὐ μετὰ ἁμαρτίας, οὐδ’ ἄνευ ἀγῶνος, ἀλλὰ παλαίσας καὶ νικήσας. Ταῦτά τινες ἐνόησαν· ὅτῳ δὲ φίλον, παραδεχέσθω ταῦτα. Ἀλλὰ καὶ τὸν τῆς φιλοδοξίας ἀπεκρούσατο, διὰ τοῦ τὸ γραφικὸν εἰπεῖν ῥητόν.

Ἐξελοῦ οὖν καὶ ἡμᾶς. Κύριε, τούτων τῶν τριῶν κεφαλῶν τοῦ δράκοντος. Ὑπέστρεψε δὲ ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος· δοκεῖ μοι ὅτι ἐνθουσιῶν ὁ Ἰησοῦς ὑπέστρεψεν· τοῦτο γάρ ἐστι τό, ἐν τῇ δυνάμει τοῦ πνεύματος· τάχα δὲ πρόσχες τῇ Γραφῇ, ὅτι μεθ’ ὃ ἐνίκησε τὸν πειράζοντα, καὶ ἔδειξε τὴν δύναμιν αὐτοῦ, τότε γέγραπται τό, ἐν τῇ δυνάμει τοῦ πνεύματος· τὸ δέ, ἀπέστη ἀπ’ αὐτοῦ ἄχρι καιροῦ, τοιοῦτον ἔχει νοῦν. Ὁ διάβολος διὰ δύο παθῶν προσβάλλει τῷ Κυρίῳ, ἡδονῆς καὶ λύπης· καὶ γὰρ προσέβαλε τῷ Κυρίῳ διὰ ἡδονῆς, ὥσπερ ἐπὶ τοῦ ὄρους· ἀπέστη δ’ ἀπ’ αὐτοῦ, ἄχρι καιροῦ, τουτέστιν ἄχρι τοῦ καιροῦ τοῦ σταυροῦ· τότε γὰρ προσβαλεῖν αὐτῷ διὰ λύπης ἔμελλεν. «Καὶ ἦλθεν εἰς τὴν Ναζαρέτ, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθε κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν Σαββάτων, εἰς τὴν Συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι, καὶ ἐπεδόθη αὐτῷ βιβλίον Ἡσαΐου τοῦ προφήτου· καὶ ἀναπτύξας τὸ βιβλίον, εὖρε τὸν τόπον οὗ ἦν γεγραμμένον· Πνεῦμα Κυρίου ἐπ’ ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με· ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν· κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν· ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει· κηρύξαι ἐνιαυτὸν Κυρίου δεκτόν. Καὶ πτύξας τὸ βιβλίον, ἀποδοὺς τῷ ὑπηρέτῃ, ἐκάθισε· καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ Συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ.

Ἤρξατο δὲ λέγειν πρὸς αὐτούς, ὅτι Σήμερον πεπλήρωται ἡ Γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.» Ἠβούλετο μὲν ὁ Κύριος ἐμφανῆ ἑαυτὸν καταστῆσαι τοῖς Ἰσραηλίταις, καὶ ὅτι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἐχρίσθη εἰς τὸ σῶσαι τοὺς ὑπ’ οὐρανόν. Θαυμασίως δὲ καὶ τοῦτο οἰκονομεῖ. Πρὸ τῶν ἄλλων τοῖς ἐν Ναζαρὲτ ἑαυτὸν ἐμφανίζων, οἷς συνανετράφη· ἵνα καὶ ἡμᾶς διδάξῃ, πρότερον τοὺς οἰκείους εὐεργετεῖν, καὶ τούτους ἐκδιδάσκειν, εἶτα καὶ εἰς τοὺς λοιποὺς τὴν φιλανθρωπίαν ἐκχέειν. Ἐπιδοθὲν δὲ αὐτῷ βιβλίον ἀνέπτυξε, καὶ εὗρεν, οὐχ ὃ παρέτυχεν, ἀλλ’ ὃ ἠβούλετο αὐτός. Μὴ γὰρ νόμιζε, ὅτι κατὰ συντυχίαν ἀνοίξαντος αὐτοῦ τὸ βιβλίον, εὑρέθη ὁ τόπος ἐκεῖνος, οὗ ἐγέγραπτο τὰ περὶ αὐτοῦ· ἀλλ’ αὐτοῦ θελήσαντος τοῦτο ἐγένετο. Τί δὲ ἐγέγραπτο; Ὅτι πνεῦμα Κυρίου ἔχρισέ με, τουτέστιν, ἀφιέρωσέ με. Κατέστησέ με εἰς τὸ εὐαγγελίσασθαι τοῖς πτωχοῖς, τουτέστι τοῖς ἔθνεσιν, ἃ οὔτε νόμον, οὔτε προφήτας ἔχοντα, τῷ ὄντι ἐν πολλῇ πτωχείᾳ ἦσαν· οἱ δὲ συντετριμμένοι τὴν καρδίαν, ἦσαν τάχα οἱ ἐξ Ἰσραήλ, ὧν ἡ καρδία πρότερον μεγάλη τε ἦν καὶ ὑψηλή, καὶ οἶκος Θεοῦ. Ὕστερον δὲ εἰδωλολατρησάντων, καὶ διαφόρως ἁμαρτόντων, συνετρίβη ἡ καρδία αὐτῶν, καὶ κατελύθη, ἀντὶ τοῦ οἶκος εἶναι Θεοῦ, γενομένη σπήλαιον λῃστῶν.

Ἦλθεν οὖν ὁ Κύριος, ἵνα καὶ τούτους ἰάσηται, καὶ τοῖς αἰχμαλώτοις δὲ ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν δῷ, τοῖς τε ἐξ ἐθνῶν καὶ τοῖς ἐξ Ἰσραήλ.

Ἀμφότερα γὰρ ταῦτα τὰ μέρη καὶ αἰχμάλωτα ἦσαν ὑπὸ τὸν Σατανᾶν, καὶ τυφλά. Δύνανται δὲ ταῦτα νοηθῆναι καὶ περὶ τῶν νεκρῶν· καὶ οὗτοι γὰρ αἰχμάλωτοι ὄντες καὶ τεθραυσμένοι, ἀπελύθησαν τῆς τοῦ ᾅδου ἐξουσίας διὰ τῆς ἀναστάσεως· ἐκήρυξε δὲ καὶ ἐνιαυτὸν δεκτόν. Τίς δὲ ἦν ὁ ἐνιαυτὸς ὁ δεκτός;

Τάχα μὲν καὶ ὁ μέλλων αἰών, περὶ οὗ ἐκήρυξεν ὁ Κύριος, λέγων· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἐρωτήσετέ με οὐδέν. Καὶ πάλιν· Ἔρχεται ὥρα ὅτε οἱ νεκροὶ ἀναστήσονται. Δεκτὸς δέ ἐστιν ἐκεῖνος ὁ ἐνιαυτός, τουτέστιν, ἐπιθυμητὸς τοῖς δικαίοις καὶ ἐπέραστος· ὃν προσδέχονται πάντες οἱ ἐνταῦθα ἐργαζόμενοι· ἔστι δὲ καὶ ὁ τῆς τοῦ Κυρίου ἐν σαρκὶ ἐπιδημίας καιρὸς ἐνιαυτὸς δεκτός· περὶ οὗ ὁ Παῦλος λέγει· «Νῦν καιρὸς εὐπρόσδεκτος· νῦν ἡμέρα σωτηρίας.» Ἀναγνοὺς δὲ ταῦτα, εἶπε, Σήμερον πεπλήρωται ἡ Γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν, φανερῶς ἑαυτὸν παριστῶν τοῖς ἀκούουσιν, ὅτι αὐτός ἐστι περὶ οὗ ταῦτα γέγραπται. «Καὶ πάντες ἐμαρτύρουν αὐτῷ. Καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ υἱὸς τοῦ Ἰωσήφ; Καὶ εἶπε πρὸς αὐτούς, Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην, Ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇ Καπερναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. Εἶπε δέ·

Ἀμὴν λέγω ὑμῖν, ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. Ἐπ’ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλιοὺ ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας, εἰ μὴ εἰς Σαραφθὰ τῆς Σιδῶνος πρὸς γυναῖκα χήραν· καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ Ἐλισσαίου τοῦ προφήτου ἐν τῷ Ἰσραήλ, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος. Καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ Συναγωγῇ ἀκούσαντες ταῦτα. Καὶ ἀναστάντες, ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως· καὶ ἤγαγον αὐτὸν ἕως τῆς ὀφρύος τοῦ ὄρους, ἐφ’ οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο, εἰς τὸ κατακρημνίσαι αὐτόν· αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν, ἐπορεύετο.» Ἀκούοντες τὰ ὑπὸ Χριστοῦ λεγόμενα οἱ ὄχλοι, ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος. Θαυμάζοντες δέ, διεκωμῴδουν αὐτόν, λέγοντες· Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Καίτοι τί τὸ κωλύον εἶναι αὐτὸν θαυμαστὸν καὶ προσκυνητόν;

Οὐχ ὁρᾷς ὅσα ποιεῖ; Οὐκ ἀκούεις ὅσα λέγει; Εἶτα κωμῳδεῖς τὸν πατέρα αὐτοῦ; Ὄντως ἀληθὲς ἐπ’ αὐτοῖς εἰπεῖν· Ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος· ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ βλέπουσιν· ὦτα, καὶ οὐκ ἀκούουσιν. Ὁ Κύριος οὖν τί φησιν αὐτοῖς; Πάντως ἐρεῖτέ μοι, ὅτι Ἐν τῇ πατρίδι σου ποίησον θαυμάσια ὅσα καὶ ἐν Καπερναούμ. Τοῦτο γάρ ἐστι τό, Ἰατρέ, θεράπευσον σεαυτόν· κοινὸς γὰρ ἦν λόγος παρὰ τοῖς Ἰουδαίοις οὗτος, τοῖς ἀῤῥωστοῦσιν ἰατροῖς ἐπιλεγόμενος.

Ἀλλ’ ἐγὼ λέγω ὑμῖν, ὅτι ἐποίησα ἂν πολλὰ σημεῖα καὶ παρ’ ὑμῖν τοῖς ἐμοῖς πατριώταις· ἀλλ’ οἶδα τὸ κοινὸν καὶ ἅπασι συμβαῖνον πάθος, ὅτι καταφρονοῦνται καὶ τὰ ἐξαίρετα τῶν πραγμάτων, ὅταν μὴ σπάνια ᾖ, ἀλλὰ κοινὰ καὶ συνήθη, καὶ πάντες ἐπ’ ἀδείας ἔχωσιν ἀπολαύειν αὐτῶν· ἀεὶ γὰρ εἰώθασιν οἱ ἄνθρωποι τῶν μὲν ξένων καὶ σπανίων καὶ φροντίζειν καὶ θαυμάζειν, τῶν δὲ κοινῶν καὶ συνήθων καταφρονεῖν· διὰ τοῦτο οὐδεὶς προφήτης τίμιός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ· ἀλλ’ ἐὰν ἄλλοθέν ποθεν ἔλθῃ, θαυμάζουσιν αὐτόν· οὕτω καὶ τὸν Ἠλίαν αἱ μὲν τῆς Ἰουδαίας χῆραι οὐκ ἐδέξαντο, ἢ δὲ Σαραφθία ἐδέξατο· καὶ ὁ Ἐλισσαῖος τὸν ξένον λεπρὸν ἐκαθάρισε, πίστιν εἰς αὐτὸν ἐνδειξάμενον· οἱ γὰρ συνήθεις καὶ συμπατριῶται αὐτοῦ οὐκ ἐπίστευον αὐτῷ, καὶ διὰ τοῦτο οὐκ ἐκαθαρίσθησαν. Ὁμοίως οὖν κἀγὼ ὑμῖν μὲν τοῖς πατριώταις οὐ δοκῶ θαυμαστός, ἀλλὰ καταφρονοῦμαι· διὸ οὐδὲ σημεῖα ποιῶ· τοῖς δ’ ἐν Καπερναοὺμ δοκῶν θαυμαστός, καὶ σημεῖα ποιῶ καὶ δεκτὸς αὐτοῖς εἰμι. Ἀκούοντες δὲ ταῦτα ἐν τῇ συναγωγῇ, ἐπληροῦντο θυμοῦ, δέον θαυμάζειν, καὶ ἐπειρῶντο κατακρημνίσαι αὐτόν. Ἀλλ’ αὐτὸς διελθὼν διὰ μέσου αὐτῶν, ἐπορεύθη· οὐ τὸ παθεῖν φεύγων, ἀλλὰ τὸν καιρὸν ἀναμένων.

Εἰς γὰρ τὸ ὑπὲρ ἡμῶν παθεῖν ἐλήλυθεν· ἀλλὰ νῦν ἀρχὴν ἔχοντος τοῦ κηρύγματος, οὐκ ἔδει ἑαυτὸν ἐπιδοῦναι τῷ θανάτῳ, ἀλλ’ ἱκανῶς διδάξαντα, οὕτω τελειωθῆναι· ὥστε ἐκ τούτου δῆλον, ὅτι οὐ δ’ ὅταν ἐσταυρώθη, ἄκων ἐσταυρώθη, ἀλλ’ ἑκὼν ἑαυτὸν ἐξέδωκε τῷ θανάτῳ.

Ἴσθι δὲ ὅτι πατρὶς τῶν προφητῶν ἡ Ἰουδαίων Συναγωγή, ἐν ᾗ ἀτιμάζονται οἱ προφῆται· οὐδὲ γὰρ δεκτοί εἰσιν· ἡμεῖς δὲ οἱ ἀλλότριοι ἐδεξάμεθα τούτους· ἡ γὰρ χήρα, ἡ ἐξ ἐθνῶν Ἐκκλησία λέγω, ἐδέξατο τὸν Ἠλίαν, τουτέστι, τὸν προφητικὸν λόγον, λιμοῦ γενομένου νοητοῦ ἐν τῇ Ἰουδαίᾳ, λιμοῦ τοῦ ἀκοῦσαι λόγον Θεοῦ· περὶ ταύτης δὲ τῆς χήρας ὁ προφήτης φησίν, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα· καὶ πάλιν ὅτι στεῖρα ἔτεκεν ἑπτά, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν. «Καὶ κατῆλθεν εἰς Καπερναούμ, πόλιν τῆς Γαλιλαίας· καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς Σάββασι· καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ· καὶ ἐν τῇ Συναγωγῇ ἦν ἄνθρωπος, ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου· καὶ ἀνέκραξε φωνῇ μεγάλῃ, λέγων· Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ, ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ· Ὁ ἅγιος τοῦ Θεοῦ. Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, λέγων· Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ· καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον, ἐξῆλθεν ἀπ’ αὐτοῦ, μηδὲν βλάψαν αὐτόν. Καὶ ἐγένετο θάμβος ἐπὶ πάντας· καὶ συνελάλουν πρὸς ἀλλήλους, λέγοντες·

Τίς ὁ λόγος οὗτος. ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ ἐξέρχονται; Καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου.» Ἐπειδὴ τοὺς ἀπίστους οὔτε διδασκαλία ἐφέλκεται πρὸς πίστιν, διὰ τοῦτο ὁ Κύριος τὰς θαυματουργίας προσάγει, οἷόν τι δραστικώτατον φάρμακον· θαυματουργεῖ οὖν ἐν Καπερναούμ· ἀπιστότατοι γὰρ οὗτοι καὶ πολλῶν δεόμενοι πρὸς πίστιν· ἐπεὶ τοίνυν ἐδίδαξεν ἱκανῶς, καὶ τοῦτο ὡς ἐξουσίαν ἔχων (Οὐ γὰρ ἔλεγε, τάδε λέγει Κύριος, ἀλλ’ ἐγὼ λέγω ὑμῖν, ὅτι μηδὲ ὡς εἷς τῶν προφητῶν ἦν, ἀλλ’ ἀληθὴς Υἱὸς τοῦ Θεοῦ), μετὰ ταῦτα ἐπάγει καὶ τὸ θαῦμα, καὶ θεραπεύει τὸν δαιμονιζόμενον. Ὁ δὲ δαίμων πρότερον ὁμολογεῖ τὴν ἔχθραν, ἵνα ἡ μαρτυρία ἀξιόπιστος εἴη· εἶτα ἐπάγει τὴν μαρτυρίαν·

Οἶδά σε τίς εἶ. Ὁ ἅγιος τοῦ Θεοῦ. Πρότερον οὖν ἐγκαλεῖ αὐτῷ· Τί ἦλθες ὧδε ἀπολέσαι ἡμᾶς; Εἶτα κολακεύει, δοκῶν τὸν Κύριον ὑπὸ τῆς κολακείας μαλακισθέντα, ἐάσειν αὐτόν· οὕτως ἀνόητον ἡ πονηρία· ἀλλ’ ὁ Κύριος, διδάσκων ἡμᾶς, ἵνα μὴ χρῄζωμεν τῆς ἀπὸ τῶν δαιμόνων μαρτυρίας καὶ συστάσεως, φησί·

Φιμώθητι, καὶ ἔξελθε ἐξ αὐτοῦ. Συγχωρεῖ δὲ τῷ δαίμονι ῥίψαι τὸν ἄνθρωπον, ἵνα μάθωσιν οἱ παρεστῶτες, ὅτι ὄντως δαιμόνιον εἶχε. Κἀκείνου ἦν τὰ ῥήματα, εἰ καὶ ἡ γλῶσσα τοῦ ἀνθρώπου ὑπούργει· καὶ δὴ συνελάλουν πρὸς ἀλλήλους ἅπαντες, θαυμάζοντες ἐπὶ τοῖς γενομένοις, καὶ λέγοντες· Τίς ὁ λόγος οὗτος, τουτέστι, τίς ἡ πρόσταξις αὕτη, ἣν προστάσσει, ὅτι Ἔξελθε ἐξ αὐτοῦ, καὶ φιμώθητι; Γίνωσκε δὲ ὅτι καὶ νῦν πολλοὶ ἔχουσι δαιμόνια, ὅσοι τὰ τῶν δαιμόνων ἐπιθυμήματα τελοῦσιν· οἷον, ἔστι τις θυμώδης, οὗτος δαιμόνιον ἔχει θυμοῦ· ἀλλ’ ἐὰν ἔλθῃ ὁ Ἰησοῦς ἐν τῇ συναγωγῇ, τουτέστιν, ὅταν εἵη ὁ νοῦς συνηγμένος καὶ μὴ διαχεόμενος, τότε ἐρεῖ τῷ δαιμονίῳ τοῦ θυμοῦ, ἀκαθέκτῳ ὄντι· Φιμώθητι· καὶ εὐθὺς ῥίψαν τὸν ἄνθρωπον εἰς τὸ μέσον, ἐξελεύσεται ἀπ’ αὐτοῦ. Τί δέ ἐστι τὸ ῥίψαι εἰς τὸ μέσον, μάνθανε· τὸν ἄνθρωπον οὔτε πάντη θυμώδη καὶ πικρὸν δεῖ εἶναι· θηριῶδες γάρ· οὔτε πάντη ἀόργητον, ἀναίσθητον γάρ, ἀλλὰ τὴν μέσην ὁδὸν βαδίζειν, καὶ τὸν θυμὸν ἔχειν κατὰ τῆς κακίας. Ὅταν οὖν τινα ῥίψῃ εἰς τὸ μέσον τὸ πονηρὸν πνεῦμα, ἐξέρχεται ἀπ’ αὐτοῦ. «Ἀναστὰς δὲ ἐκ τῆς συναγωγῆς, εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος· ἡ πενθερὰ δὲ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ· καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς· καὶ ἐπιστὰς ἐπάνω αὐτῆς, ἐπετίμησε τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· καὶ παραχρῆμα ἀναστᾶσα διηκόνει αὐτοῖς.

Δύνοντος δὲ τοῦ ἡλίου, πάντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις, ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δέ, ἐνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιθείς, ἐθεράπευσεν αὐτούς. Ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν, κράζοντα καὶ λέγοντα, ὅτι Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ· καὶ ἐπιτιμῶν, οὐκ εἶα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν Χριστὸν αὐτὸν εἶναι.

Γενομένης δὲ ἡμέρας, ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον· καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν, καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ’ αὐτῶν· ὁ δὲ εἶπε πρὸς αὐτούς, ὅτι Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ Θεοῦ, ὅτι εἰς τοῦτο ἀπέσταλμαι, καὶ ἦν κηρύσσων ἐν ταῖς συναγωγαῖς τῆς Γαλιλαίας.» Ὁ δεσπότης πάντων παρὰ τοῖς μαθηταῖς ξενιζόμενος ἐτρέφετο· ὥσπερ οὖν καὶ παρὰ Πέτρῳ νῦν ξενιζόμενος, ἰᾶται τὴν ἐκείνου πενθεράν· ἵνα καὶ σὲ παιδεύσῃ μηδὲ τὰς τῶν εὐτελῶν ἀποπέμπεσθαι φιλοφροσύνας· οὐχ ἁπλῶς δὲ θεραπεύει αὐτὴν ἀπὸ τῆς νόσου, ἀλλὰ καὶ εὐρωστίαν αὐτῇ καὶ δύναμιν ἐντίθησιν, εἰς τὸ διακονεῖν.

Εἰ καὶ ἡμεῖς οὖν ὑποδεξόμεθα αὐτόν, κατασβέσει καὶ τὸν ἡμέτερον πυρετόν, τόν τε τοῦ θυμοῦ καὶ τὸν τῆς ἐπιθυμίας· καὶ ἐγερεῖ ἡμᾶς ὥστε διακονεῖν αὐτῷ, τουτέστι, τὰ ἀρεστὰ αὐτῷ πράττειν. Ὅρα δέ μοι καὶ τοῦ ὄχλου τὴν πίστιν, πῶς καὶ δύνοντος τοῦ ἡλίου προσέφερον τοὺς ἀῤῥώστους, μηδ’ ὑπὸ τοῦ καιροῦ ἐμποδιζόμενοι· οὐκ ἀφίησι δὲ τὰ δαιμόνια λαλεῖν, ἅμα μὲν μὴ δεόμενος τῆς παρὰ τῶν ἀκαθάρτων εὐφημία· οὐχ ὡραῖος γὰρ αἶνος ἐν στόματι ἁμαρτωλῶν· ἅμα δὲ μὴ θέλων ἀνάπτειν τὸν φθόνον τῶν Ἑβραίων, ἐκ τοῦ παρὰ πᾶσιν εὐφημεῖσθαι· οἱ δὲ ὄχλοι καὶ εἰς ἔρημον τόπον ἀπελθόντα ζητοῦσι καὶ κατέχουσιν αὐτόν· ἀλλ’ ἐκεῖνος οὐχ ἑνὶ τόπῳ περιορίζεται. Ἀλλὰ καὶ ταῖς ἑτέραις, φησί, πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ Θεοῦ. Ὅθεν δεῖ καὶ ἡμᾶς μὴ ὀκνεῖν, μηδὲ ἑνὶ τόπῳ περικλειομένους ἀρκεῖσθαι, ἀλλὰ πανταχοῦ περιιέναι, εἴ πως ὠφελήσομέν τινα.

ΚΕΦΑΛ Εʹ. Περὶ τῆς ἄγρας τῶν ἰχθύων. Περὶ τοῦ λεπροῦ. Περὶ τοῦ παραλυτικοῦ. Περὶ Λευῒ τοῦ τελώνου. Περὶ τοῦ Ἰησοῦ συνεσθίοντος τοῖς τελώναις. Διὰ τί οἱ τοῦ Ἰωάννου μαθηταὶ νηστεύουσιν, οἱ δὲ τοῦ Χριστοῦ οὐχί; «Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ, τοῦ ἀκούειν τὸν λόγον τοῦ Θεοῦ, καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ. Καὶ εἶδε δύο πλοῖα ἐστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς, ἀποβάντες ἀπ’ αὐτῶν, ἀπέπλυνον τὰ δίκτυα· ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας, ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν· καὶ ἀποκριθεὶς ὁ Σίμων, εἶπεν αὐτῷ· Ἐπιστάτα, δι’ ὅλης τῆς νυκτὸς κοπιάσαντες, οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον. Καὶ τοῦτο ποιήσαντες, συνέκλεισαν πλῆθος ἰχθύων πολύ. Διεῤῥήγνυτο δὲ τὸ δίκτυον αὐτῶν· καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ, τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. Ἰδὼν δὲ Σίμων Πέτρος, προσέπεσε τοῖς γόνασι τοῦ Ἰησοῦ, λέγων· Ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ, ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων, ᾗ συνέλαβον.

Ὁμοίως δὲ καὶ Ἰάκωβον, καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι· καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς·

Μὴ φοβοῦ, ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν· καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα, ἠκολούθησαν αὐτῷ.» Φεύγει μὲν ὁ Κύριος τὴν δόξαν, ἡ δὲ τόσῳ μᾶλλον καταδιώκει αὐτόν. Τοῦ γοῦν ὄχλου ἐπικειμένου, εἰς τὸ πλοῖον εἰσέρχεται· ὡς ἂν ἀπὸ τοῦ πλοίου, διδάσκῃ τοὺς ἐν τῷ αἰγιαλῷ ἱσταμένους, πάντων κατὰ πρόσωπον αὐτοῦ ὄντων, καὶ μηδενὸς ἐλθόντος κατὰ νώτου. Ἐπεὶ δὲ τὸν ὄχλον ἐδίδαξεν ἐκ τοῦ πλοίου, οὐκ ἄμισθον ἀφίησι τὸν τοῦ πλοίου δεσπότην, ἀλλὰ διπλῶς αὐτὸν εὐεργετεῖ· ὅτι τε ἰχθύων πλῆθος αὐτῷ ἐχαρίσατο, καὶ ὅτι μαθητὴν αὐτοῦ ἐποιήσατο. Θαύμασον δὲ τοῦ Κυρίου τὴν οἰκονομίαν, πῶς ἕκαστον διὰ τῶν οἰκείων καὶ συντρόφων ἐφέλκεται· ὡς γὰρ τοὺς μάγους διὰ τοῦ ἀστέρος, οὕτω καὶ τοὺς ἁλιεῖς διὰ τῶν ἰχθύων. Ὅρα δὲ τοῦ Χριστοῦ τὴν ἐπιείκειαν, πῶς παρακαλεῖ τὸν Πέτρον ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν· τὸ γάρ, ἠρώτησεν, ἀντὶ τοῦ, παρεκάλεσε νόει· ἀλλὰ καὶ ὁ Πέτρος, πῶς ἦν εὐπειθής, ὥστε ἄνθρωπον, ὃν οὐκ ᾔδει, ὑποδέξασθαί τε εἰς τὸ πλοῖον αὐτοῦ, καὶ πάντα αὐτοῦ ὑπακούειν· ὡς γὰρ εἶπεν αὐτῷ ἐπαναγαγεῖν εἰς τὸ βάθος, οὐκ ἀπεδυσπέτησεν, οὐδ’ εἶπε, Δι’ ὅλης τῆς νυκτὸς κοπιάσας καὶ μηδὲν κερδάνας, νῦν σοὶ πεισθήσομαι, καὶ δευτέροις πόνοις ἐμαυτὸν ἐπιδώσω;

Οὐδὲν τούτων εἶπεν, ἀλλὰ μᾶλλον, Ἐπὶ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον· οὕτως ἦν τὴν πίστιν θερμὸς καὶ πρὸ τῆς πίστεως· ὅθεν καὶ τοσούτους ἰχθύας συλλαμβάνει, ὥστε μὴ δυνάμενος τούτους ἑλκύσαι, καὶ τοῖς μετόχοις νεύει, τουτέστι, τοῖς κοινωνοῖς τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ· διὰ νεύματος δὲ αὑτοὺς προσκαλεῖται· ἐπειδὴ διὰ τὴν ἐπὶ τῇ ἄγρᾳ ἔκπληξιν, οὐδὲ λαλῆσαι ἠδύνατο· ἀπὸ πολλῆς δὲ εὐλαβείας ὁ Πέτρος παραιτεῖται τὸν Ἰησοῦν τοῦ μὴ εἶναι ἐν τῷ πλοίῳ, ἁμαρτωλὸν ἑαυτὸν λέγων, καὶ οὐκ ἄξιον τοῦ ἐκείνῳ συνεῖναι.

Νόησον δὲ ταῦτα καὶ κατὰ ἀναγωγήν, εἰ θέλεις. Τὸ πλοῖόν ἐστιν ἡ τῶν Ἰουδαίων Συναγωγή· ὁ Πέτρος τύπον ἐπέχει τῶν ἐν τῷ νόμῳ διδασκάλων· ἐκοπίασαν οὖν δι’ ὅλης τῆς νυκτὸς οἱ πρὸ τοῦ Χριστοῦ διδάσκαλοι (νὺξ γὰρ ὁ πρὸ τῆς Χριστοῦ ἐπιδημίας καιρὸς), καὶ οὐδὲν ἔλαβον. Ἐλθόντος δὲ τοῦ Χριστοῦ, καὶ ἡμέρας γενομένης, εἰς τὸν τόπον τῶν νομοδιδασκάλων τεθέντες οἱ ἀπόστολοι, ἐπὶ τῷ ῥήματι αὐτοῦ, τουτέστιν ἐπὶ τῇ προστάξει, χαλῶσι τὸ δίκτυον τοῦ Εὐαγγελίου, καὶ πλῆθος ἀνθρώπων ζωγροῦσι.

Μόνοι δὲ οἱ ἀπόστολοι οὐ δύνανται ἑλκύσαι τὸ δίκτυον τῶν ἰχθύων, καὶ νεύουσι καὶ τοῖς μετόχοις αὐτῶν καὶ κοινωνοῖς, καὶ συναίρονται αὐτοῖς. Οὗτοι δέ εἰσιν οἱ καθ’ ἑκάστους καιροὺς ποιμένες καὶ διδάσκαλοι τῶν Ἐκκλησιῶν, οἳ τὰ ἀποστολικὰ ἐρμηνεύοντες καὶ διδάσκοντες, συναίρονται τοῖς ἀποστόλοις πρὸς τὸ ζωγρῆσαι ἀνθρώπους· σκόπει δὲ καὶ τὴν λέξιν τοῦ, Χαλῶσι τὸ δίκτυον. Τὸ μὲν γὰρ Εὐαγγέλιόν ἐστι τὸ δίκτυον· λέξιν δὲ ἔχον ταπεινὴν καὶ πεζήν, καὶ συγκαταβατικὴν πρὸς τὴν ἰδιωτείαν τῶν ἀκουόντων, διὰ τοῦτο λέγεται χαλασθῆναι. Εἰ δέ τις καὶ τὸ βάθος τῶν νοημάτων δηλοῦσθαι φαίη διὰ τοῦ χαλᾶσθαι τὸ δίκτυον, οὐδὲ τοῦτο ἀπεικός· πεπλήρωται γοῦν καὶ τὸ τοῦ προφήτου, εἰπόντος· «Ἰδοὺ ἐγὼ ἀποστελῶ ἁλιεῖς πολλούς, λέγει Κύριος· καὶ μετὰ ταῦτα ἀποστελῶ πολλοὺς θηρευτάς, καὶ θηρεύσουσιν αὐτούς·» τοὺς μὲν ἁλιεῖς, τοὺς ἁγίους ἀποστόλους λέγων· θηρευτὰς δέ, τοὺς κατὰ καιροὺς τῶν Ἐκκλησιῶν ἡγουμένους καὶ διδασκάλους. «Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων, καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας, καὶ ἰδὼν τὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον, ἐδεήθη αὐτοῦ, λέγων·

Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Καὶ ἐκτείνας τὴν χεῖρα, ἥψατο αὐτοῦ, εἰπών, Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ’ αὐτοῦ. Καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν· ἀλλὰ ἀπελθών, δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξε Μωσῆς, εἰς μαρτύριον αὐτοῖς. Διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ. Καὶ συνήρχοντο ὄχλοι πολλοί, ἀκούειν καὶ θεραπεύεσθαι ὑπ’ αὐτοῦ ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν. Αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις, καὶ προσευχόμενος.» Ἀξιοθαύμαστος ὁ λεπρός, ὅτι θεοπρεπῆ ἔννοιαν περὶ τοῦ Κυρίου ἔχων, φησίν, Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Τοῦτο γὰρ δείκνυσιν αὐτὸν ἐννοοῦντα περὶ τοῦ Χριστοῦ, ὡς περὶ Θεοῦ· οὐ γὰρ ὡς ἰατρῷ προσήρχετο (ἡ γὰρ λέπρα ἰατρῶν χερσὶν ἀνεπιχείρητος), ἀλλ’ ὡς Θεῷ· τούτου γὰρ μόνου τὸ τὰ τοιαῦτα ἰᾶσθαι. Ὁ δὲ Κύριος ἅπτεται αὐτοῦ, οὐκ ἀλόγως, ἀλλ’ ἐπειδὴ κατὰ τὸν νόμον, ὁ ἁπτόμενος λεπροῦ ἐδόκει ἀκάθαρτος εἶναι, θέλων δεῖξαι, ὅτι τὰς τοιαύτας μικρολογίας τοῦ νόμου οὐκ ἀνάγκην ἔχει φυλάττειν, ἀλλ’ αὐτός ἐστιν ὁ τοῦ νόμου Κύριος, καὶ ὅτι οὐδὲν ὁ καθαρὸς μολύνεται ἐκ τοῦ δοκοῦντος ἀκαθάρτου, ἀλλ’ ἡ τῶν ψυχῶν λέπρα, ἐκείνη ἐστὶν ἡ μολύνουσα· τούτου ἕνεκεν ἅπτεται· ἅμα δέ, καὶ ἵνα δείξῃ ὅτι ἡ ἁγία αὐτοῦ σὰρξ θείαν ἔχει δύναμιν, καὶ καθαρτικὴ οὖσα καὶ ζωογονοῦσα, ὡς τοῦ Θεοῦ Λόγου οὖσα σάρξ.

Παραγγέλλει δὲ τῷ λεπρῷ ἵνα μηδενὶ εἴπῃ, διδάσκων ἡμᾶς μὴ ζητεῖν εὐφημίας παρὰ τῶν εὐεργετουμένων. Ἀπελθὼν δὲ φησί, δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε τὸ δῶρον εἰς μαρτύριον αὐτοῖς· νόμος γὰρ ἦν, τὸν ἱερέα δοκιμάζειν τοὺς λεπρωθέντας, καὶ κρίνειν εἰ ἐκαθαρίσθησαν· καὶ ἐὰν μὲν δι’ ἑπτὰ ἡμερῶν ἐκαθαρίσθη, ἔμενεν ἔσω τῆς πόλεως ὁ λεπρός· εἰ δὲ μή, ἐξεβάλλετο.

Τοῦτο τοίνυν φησὶν ὁ Κύριος, «Ὕπαγε, δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε τὸ δῶρον.» Τί δὲ ἦν τὸ δῶρον; Δύο ὀρνίθια· τί δέ ἐστι τό, εἰς μαρτύριον αὐτοῖς; Τουτέστιν, εἰς ἔλεγχον αὐτῶν καὶ κατηγορίαν, ἵν’ ὅταν κατηγορῶσί μου ὡς παραβαίνοντος τὸν νόμον, ἐκ τούτου ἐλέγχωνται ὅτι οὐ παραβαίνω, ἐκ τοῦ προστάξαι σοι προσενεγκεῖν τὸ δῶρον, ὃ προσέταξε Μωσῆς· Πῶς δὲ τὰ δύο ὀρνίθια ἐκεῖνα προσήγοντο τῷ Θεῷ, οὐκ ἄκαιρον εἰπεῖν· ἐσφάζετο τὸ ἓν ὀρνίθιον. Καὶ ὑπεδέχοντο τὸ αἷμα αὐτοῦ, ἐν ἀγγείῳ ὀστρακίνῳ καινῷ· εἶτα τοῦ ἑτέρου ὀρνιθίου ἀμφότερα τὰ πτερὰ ἐβάπτοντο ἐν τῷ αἵματι, καὶ οὕτως ἀπελύετο τὸ ὀρνίθιον ζῶν. Εἰκόνιζον οὖν ταῦτα τὰ κατὰ τὸν Χριστόν· τὰ δύο γὰρ ὀρνίθια, αἱ δύο φύσεις τοῦ Χριστοῦ, ἥ τε θεία καὶ ἡ ἀνθρωπίνη, ὧν τὸ μὲν ἓν ἐσφάγη, τουτέστιν ἡ ἀνθρωπίνη· τὸ δὲ ἕτερον ἀπελύθη ζῶν. Ἡ γὰρ θεία φύσις ἀπαθὴς διέμεινε, χρισθεῖσα τῷ αἵματι τῆς παθούσης φύσεως, καὶ εἰς ἑαυτὴν τὸ πάθος ἀναδεξαμένη· τὸ δὲ αἷμα τοῦ Κυρίου ἐδέξατο ἀγγεῖον ὀστράκινον καινόν· ὁ λαός, φημί, ὁ καινὸς ὁ ἐξ ἐθνῶν, ὁ τῆς Καινῆς Διαθήκης δεκτικός.

Ὅρα δὲ ὅτι μεθ’ ὅ τις καθαρισθῇ τῆς λέπρας, τότε ἄξιός ἐστι προσφέρειν τὸ δῶρον τοῦτο, τουτέστι, θύειν Χριστὸν καὶ ἱερουργεῖν· λεπρὸς γὰρ ὢν καὶ ἀκάθαρτος τὴν ψυχήν, οὐκ ἂν ἀξιωθείη τοιαῦτα δῶρα προσφέρειν, ἤτοι προσκομίζειν τὸ σῶμα καὶ αἷμα τοῦ Κυρίου, τὸ τῇ θείᾳ φύσει ἐνωθέν. Πρόσχες δὲ καὶ τοῦτο, πῶς ἀμύθητον ἔχει τὴν ὑπεροχὴν ὁ Κύριος πρὸς τὸν Μωσῆν. Μωσῆς μὲν γὰρ λεπρωθεῖσαν τὴν ἀδελφὴν αὐτοῦ, καίτοι πολλὰ δεηθείς, οὐκ ἠδυνήθη θεραπεῦσαι· ὁ δὲ Κύριος λόγῳ μόνῳ τὸν λεπρὸν ἐκαθάρισεν.

Ἐννόει δὲ καὶ τὴν ταπείνωσιν τοῦ Κυρίου, πῶς τοῦ ὄχλου ἐπιθυμοῦντος ἅπτεσθαι αὐτοῦ, αὐτὸς ἐν ταῖς ἐρήμοις μᾶλλον διέτριβεν ἀσμένως, καὶ προσηύχετο· οὕτως ἄρα τύπους ἡμῖν ἐν πᾶσιν ἐδίδου τοῦ τε κατ’ ἰδίαν προσεύχεσθαι, καὶ τοῦ τὴν δόξαν ἐκκλίνειν. «Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἦν διδάσκων· καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι, οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας, καὶ Ἰουδαίας, καὶ Ἱερουσαλήμ· καὶ ἡ δύναμις Κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτούς. Καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος· καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι ἐνώπιον αὐτοῦ· καὶ μὴ εὑρόντες διὰ ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα, διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ· καὶ ἰδὼν τὴν πίστιν αὐτῶν, εἶπεν αὐτῷ· Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. Καὶ ἤρξαντο διαλογίζεσθαι οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι, λέγοντες· Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας;

Τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός; Ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν, ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; Τί ἐστιν εὐκοπώτερον εἰπεῖν, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν, Ἔγειραι καὶ περιπάτει;

Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, εἶπε τῷ παραλελυμένῳ· Σοὶ λέγω, ἔγειραι· καὶ ἄρας τὸ κλινίδιόν σου, πορεύου εἰς τὸν οἶκόν σου. Καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ’ ὃ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν Θεόν· καὶ ἔκστασις ἔλαβε πάντας. Καὶ ἐδόξαζον τὸν Θεόν, καὶ ἐπλήσθησαν φόβου, λέγοντες, ὅτι Εἴδομεν παράδοξα σήμερον.» Ἔδει, συνηγμένων τῶν ἐχθρῶν, καινότερόν τι τερατουργῆσαι τὸν Κύριον· θεραπεύει οὖν ἄνθρωπον νοσοῦντα νόσον δυσίατον· ἵνα διὰ τοῦ τὸ τοιοῦτον ἰάσασθαι νόσημα καὶ τὴν δυσθεράπευτον τῶν Φαρισαίων μανίαν ἐξιάσηται. Πρῶτον οὖν τὰ τῆς ψυχῆς θεραπεύει, εἰπών· Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἵνα μάθωμεν, ὅτι τὰ πολλὰ τῶν ἀῤῥωστημάτων ἀπὸ τῶν ἁμαρτιῶν τίκτονται· εἶτα καὶ τὰ τοῦ σώματος θεραπεύει, ἰδὼν τὴν πίστιν τῶν προσενεγκάντων.

Πολλάκις γὰρ διὰ τὴν ἑτέρων πίστιν ἑτέρους σώζει. Οἱ δὲ Φαρισαῖοί φασι· Τί οὗτος λαλεῖ βλασφημίας; Τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ μόνος ὁ Θεός; Ταῦτα δὲ λέγουσι, θάνατον αὑτοῦ καταγινώσκοντες. Τὸν γὰρ εἰπόντα βλασφημίαν κατὰ τοῦ Θεοῦ θάνατον ὑπομένειν προσέταττεν ὁ νόμος. Ὁ γοῦν Κύριος δεικνὺς αὐτοῖς, ὅτι ὄντως Θεός ἐστι, καὶ οὐ κομπάζει μάτην, ἀφ’ ἑτέρου σημείου πείθει αὐτούς. Ἃ γὰρ ἐκεῖνοι διελογίζοντο, ταῦτα αὐτὸς συνίησιν. Ὅθεν πάντως δῆλον, ὅτι Θεός ἐστι. Θεοῦ γὰρ τὸ εἰδέναι καρδίας.

Φησὶν οὖν, Τί δοκεῖ ὑμῖν εὐκοπώτερον, τὸ ἀφιέναι ἁμαρτίας, ἢ τὸ ὑγιάσαι σῶμα; Πάντως κατὰ τὴν ὑμετέραν ψῆφον τὸ ἀφιέναι ἁμαρτίας δοκεῖ εὐκοπώτερον, ὡς ἀφανὲς καὶ ἀνέλεγκτον, καίτοι δυσκολώτερον ὅν. Τὸ δέ γε θεραπεῦσαι σῶμα δοκεῖ δυσκολώτερον, ὡς φαινόμενον, καίτοι εὐκοπώτερον ὂν τῇ φύσει. Ὅμως ἐγὼ καὶ τοῦτο κἀκεῖνο ποιήσω. Καὶ διὰ τοῦ θεραπεῦσαι τὸ σῶμα, ὃ δοκεῖ ὑμῖν δυσκολώτερον, πιστώσομαι καὶ τὴν θεραπείαν τῆς ψυχῆς, ἥτις εἰ καὶ δύσκολός ἐστι, δοκεῖ ὑμῖν εὔκολον, διὰ τὸ ἀφανές. Ὅρα δὲ ὅτι ἐπὶ τῆς γῆς ἀφίενται αἱ ἁμαρτίαι.

Ἕως οὗ γάρ ἐσμεν ἐπὶ τῆς γῆς, δυνάμεθα ἐξαλεῖψαι τὰς ἁμαρτίας ἡμῶν. Μεθ’ ὃ μέντοι τῆς γῆς ἀπαναστῶμεν, οὐκ ἔτι ἡμεῖς αὐτοὶ δυνάμεθα δι’ ἐξομολογήσεως ἐξαλεῖψαι τὰς ἁμαρτίας ἡμῶν. Ἀποκέκλεισται γὰρ ἡ θύρα. Εἴπομεν δὲ περὶ ταύτης τῆς περικοπῆς ἐν τοῖς ἑτέροις Εὐαγγελισταῖς πλατύτερον. «Καὶ μετὰ ταῦτα ἐξῆλθε, καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευΐν, καθήμενον ἐπὶ τὸ τελώνιον. Καὶ εἶπεν αὐτῷ· Ἀκολούθει μοι. Καὶ καταλιπὼν ἅπαντα, ἀναστὰς ἠκολούθησεν αὐτῷ. Καὶ ἐποίησε δοχὴν μεγάλην ὁ Λευῒν αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ Καὶ ἦν ὄχλος τελωνῶν πολύς, καὶ ἄλλων, οἲ ἦσαν μετ’ αὐτῶν κατακείμενοι. Καὶ ἐγόγγυζον οἱ Γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι πρὸς τοὺς μαθητὰς αὐτοῦ, λέγοντες·

Διὰ τί μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε; Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπε πρὸς αὐτούς· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. Οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.» Ὁ μὲν Ματθαῖος ἀπαρακαλύπτως τὸ ἑαυτοῦ ὄνομα ἀνακηρύττει, λέγων· «Εἶδε Ματθαῖον τὸν τελώνην ὁ Ἰησοῦς καθήμενον ἐπὶ τὸ τελώνιον.» Ὁ δὲ Λουκᾶς καὶ ὁ Μάρκος, τιμῶντες τὸν εὐαγγελιστήν, τὸ ἕτερον αὐτοῦ ὄνομα, τὸ Λευΐν, εἰς μέσον προτιθέασι. Θαύμασον δὲ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, πῶς τὰ σκεύη τοῦ πονηροῦ διαρπάζει. Τελώνης γάρ, σκεῦος τοῦ πονηροῦ, καὶ πονηρὸν θηρίον. Ἴσασιν οἱ πεπειραμένοι τῶν πικρῶν ἀπαιτητῶν. Οὗτοι γὰρ οἱ τελῶναι, οἱ τὰ δημόσια τέλη ὠνούμενοι, ἐφ’ ᾧ ἀποκερδῆσαι κατὰ τῶν οἰκείων ψυχῶν. Οὐ μόνον δὲ ἄρα τὸν Ματθαῖον ἐκέρδησεν, ἀλλὰ καὶ τοὺς ἑτέρους τελώνας οἷς συνειστιᾶτο, κερδῆσαι ἐσπούδαζεν ὁ Κύριος. Διὰ γὰρ τοῦτο καταξιοῖ συνεστιαθῆναι, ἵνα κἀκείνους ἐφελκύσηται. Οἱ Φαρισαῖοι δὲ αἰτιώμενοι αὐτόν, ὅρα τί ἀκούουσιν; Οὐκ ἐλήλυθα, φησί, καλέσαι δικαίους, τουτέστιν, ὑμᾶς τοὺς δικαιοῦντας ἑαυτούς· ἀλλὰ ἁμαρτωλοὺς ἦλθον καλέσαι, οὐχ ἵνα τῇ ἁμαρτίᾳ ἐμμένωσιν, ἀλλ’ ἵνα μετανοήσωσι. Καὶ ἄλλως· Οὐκ ἦλθον καλέσαι δικαίους. Οὐδὲ γὰρ εὑρίσκω, πάντων ἁμαρτόντων. Ἐπεὶ εἰ ἦν δυνατὸν εὑρεῖν δικαίους, οὐκ ἂν ἦλθον.

Ἔστι δὲ τελώνης καὶ πᾶς ὁ τῷ κοσμοκράτορι δουλεύων, καὶ τέλη τῇ σαρκὶ προσφέρων.

Ὁ γαστρίμαργος τελεῖ τῇ γαστρὶ βρώματα, ὁ πόρνος, τὴν ῥυπαρὰν μίξιν, καὶ ἄλλος ἄλλο. Ὅταν οὖν ἴδῃ αὐτὸν ὁ Κύριος, τουτέστιν ὁ εὐαγγελικὸς λόγος, καθήμενον ἐπὶ τὸ τελώνιον, τουτέστι, μὴ προκόπτοντα μηδὲ προοδεύοντα καὶ κινούμενον εἰς πλείονα κακίαν, ἀλλ’ οἱονεὶ ἀργοῦντα, τότε ἀναστήσεται ἀπὸ τοῦ κακοῦ καὶ ἀκολουθήσει τῷ Ἰησοῦ, καὶ ὑποδέχεται ἐν τῷ οἴκῳ τῆς ψυχῆς αὐτοῦ τὸν Κύριον. Οἱ δὲ Φαρισαῖοι, οἱ ἀλαζόνες καὶ ἀποκεκομμένοι δαίμονες, τοῦτο γὰρ ὁ Φαρισαῖος, ἀποκεκομμένος τῶν ἄλλων, γογγύζουσιν, ὅτι τοῖς ἁμαρτωλοῖς συνεσθίει. «Οἱ δὲ εἶπον πρὸς αὐτόν· Διὰ τί οἱ μαθηταὶ Ἰωάννου νηστεύουσι πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ διὰ σοὶ ἐσθίουσι καὶ πίνουσιν;

Ὁ δὲ εἶπε πρὸς αὑτούς· Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος, ἐν ᾧ μετ’ αὐτῶν ἐστιν ὁ νυμφίος, ποιῆσαι νηστεύειν; Ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. Ἔλεγε δὲ καὶ παραβολὴν πρὸς αὐτούς, ὅτι Οὐδεὶς ἐπίβλημα ἱματίου καινοῦ ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή γε καὶ τὸ καινὸν σχίζει, καὶ τῷ παλαιῷ οὐ συμφωνήσει τὸ ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ. Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήξει ὁ νέος οἶνος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται, καὶ οἱ ἀσκοὶ ἀπολοῦνται. Ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον, καὶ ἀμφότερα συντηροῦνται. Καὶ οὐδεὶς πιὼν παλαιόν, εὐθέως θέλει νέον, λέγει γὰρ Ὁ· παλαιὸς χρηστότερός ἐστιν.» Εἴπομεν περὶ τούτων ἐν τῷ κατὰ Ματθαῖον. Καὶ νῦν δὲ συντετμημένως ἐροῦμεν, ὅτι τοὺς ἀποστόλους υἱοὺς νυμφῶνος ὀνομάζει. Ἡ γὰρ τοῦ Κυρίου παρουσία γάμῳ ἀπεικάζεται.

Διότι τὴν Ἐκκλησίαν μνηστευσάμενος ἠγάγετο. Οὐ δεῖ τοίνυν τοὺς ἀποστόλους νηστεύειν νῦν· οἱ μὲν γὰρ τοῦ Ἰωάννου μαθηταὶ ὀφείλουσι νηστεύειν, ἅτε πόνῳ καὶ καμάτῳ τὴν ἀρετὴν κατορθώσαντος διδασκάλου αὐτῶν. Ἦλθε γάρ, φησίν, Ἰωάννης, μήτε ἐσθίων, μήτε πίνων. Οἱ δὲ ἐμοὶ μαθηταί, ὡς τῷ Θεῷ Λόγῳ ἐμοὶ συνόντες, οὐ χρῄζουσι τέως τῆς ἀπὸ τῆς νηστείας ὠφελείας, αὐτόθεν χαριτωθέντες καὶ φυλαττόμενοι ὑπ’ ἐμοῦ. Ὅταν δὲ ἐγὼ μὲν ἀναληφθῶ, αὐτοὶ δὲ ἐπὶ τὸ κήρυγμα σταλῶσι, τότε καὶ νηστεύσουσι καὶ προσεύξονται, οἷα εἰς ἀγῶνας μεγάλους ἀποδυθέντες. Καὶ ἄλλως δὲ νῦν ἀσθενεῖς ὄντες, καὶ μήπω καινισθέντες ὑπὸ τοῦ Πνεύματος, ἀσκοῖς ἐοίκασι παλαιοῖς καὶ ἱματίῳ παλαιῷ. Οὐ δεῖ οὖν αὐτοῖς βαρυτέραν τινὰ διαγωγὴν ἐπιφορτισθῆναι, ὥσπερ οὐδὲ ἱματίῳ παλαιῷ ἐπιτίθεται νέον ἐπίβλημα. Δύνασαι μὲν οὖν, ὡς ἔφην, τοὺς ἀποστόλους ἐκλαβέσθαι ἐοικότας ἀσκοῖς παλαιοῖς, οἷα ἔτι ἀσθενεῖς ὄντας. Δύνασαι δὲ καὶ τοὺς Φαρισαίους νοῆσαι τούτοις ἀπεικασθέντας, μονονουχὶ λέγοντος αὐτοῖς τοῦ Κυρίου, ὅτι Ἡ μὲν ἐμὴ διδασκαλία οἶνός ἐστι νέος· ὑμεῖς δὲ ἀσκοὶ ὄντες παλαιοί, οὐ δύνασθε δέξασθαι ταύτην, ἀλλὰ πιόντες τὸν παλαιὸν οἶνον, τουτέστι τὴν παλαιὰν παράδοσιν, οὐ θέλετε τὴν νέαν τὴν ἐμήν, ἀλλὰ λέγετε ὅτι ὁ παλαιὸς οἶνος, τουτέστιν ἡ Παλαιὰ Διαθήκη, χρηστοτέρα ἐστίν.

ΚΕΦΑΛ. Ϛʹ. Περὶ τῶν μαθητῶν τοῦ Χριστοῦ ἐν Σαββάτῳ τιλλόντων τοὺς στάχυας. Περὶ τοῦ ξηρὰν ἔχοντος τὴν χεῖρα. Περὶ τῆς τῶν ἀποστόλων ἐκλογῆς. Περὶ τῶν μακαρισμῶν. Περὶ τοῦ φιλεῖσθαι τοὺς ἐχθρούς. Περὶ τοῦ πρὸς τὸν πλησίον μὴ φιλονεικεῖν. Περὶ τοῦ μὴ δεῖν τὸν πλησίον κρίνειν. «Ἐγένετο δὲ ἐν Σαββάτῳ δευτεροπρώτῳ διαπορεύεσθαι αὐτὸν διὰ τῶν σπορίμων. Καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ τοὺς στάχυας, καὶ ἤσθιον ψώχοντες ταῖς χερσί. Τινὲς δὲ τῶν Φαρισαίων εἶπον αὐτοῖς·

Τί ποιεῖτε ὃ οὐκ ἔξεστι ποιεῖν ἐν τοῖς Σάββασι; Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς· Οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησε Δαυΐδ, ὁπότε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ ὄντες, ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως λαβὼν ἔφαγε, καὶ ἔδωκε τοῖς μετ’ αὐτοῦ, οὓς οὐκ ἔξεστι φαγεῖν, εἰ μὴ μόνους τοὺς ἱερεῖς; Καὶ ἔλεγεν αὐτοῖς ὅτι Κύριός ἐστιν ὁ Υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ Σαββάτου.» Οἱ Ἰουδαῖοι πᾶσαν ἑορτὴν Σάββατον ὠνόμαζον· ἀνάπαυσις γὰρ τὸ Σάββατον· πολλάκις οὖν ἀπήντα ἡ ἑορτὴ ἐν Παρασκευῇ, καὶ ἐκάλουν τὴν Παρασκευὴν Σάββατον διὰ τὴν ἑορτήν, εἶτα τὸ κυρίως Σάββατον ὠνόμαζον δευτερόπρωτον, ὡς δεύτερον ὄν, προηγησαμένης ἄλλης ἑορτῆς καὶ Σαββάτου.

Ἔτυχεν οὖν καὶ τότε γενέσθαι τὸ τοιοῦτον, καὶ ὠνομάζετο δευτερόπρωτον τὸ Σάββατον ἐκεῖνο. Αἰτιωμένοις δὲ τοῖς Φαρισαίοις τοὺς μαθητάς, ὅτι ἐν τῷ Σαββάτῳ ἤσθιον τίλλοντες, τουτέστιν ἀνασπῶντες τοὺς στάχυας, καὶ ψώχοντες, ὃ ἔστι τρίβοντες ταῖς χερσί, παράγει ὁ Κύριος τὸν Δαυΐδ, πεινάσαντα καὶ φαγόντα τοὺς ἄρτους τῆς προθέσεως.

Φεύγων γὰρ τὸν Σαούλ, παρεγένετο εἰς Ἀβιάθαρ τὸν ἀρχιερέα, καὶ ἠπάτησεν αὐτὸν λέγων, ὡς ἄρα ὁ βασιλεὺς ἀποστέλλει αὐτὸν ἐπί τι ἀναγκαιότατον ἔργον, καὶ δὴ πεινῶν ἔλαβε μὲν παρὰ τοῦ ἰερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως, οὓς καθ’ ἑκάστην προετίθεσαν δώδεκα ἐπὶ τῆς ἱερᾶς τραπέζης, ἓξ ἐκ δεξιῶν καὶ ἓξ ἐξ εὐωνύμων. Ἔλαβε δὲ καὶ τὴν ῥομφαίαν τοῦ Γολιάθ. Ταύτην τὴν ἱστορίαν εἰπὼν αὐτοῖς ὁ Κύριος, ἐντρέπει αὐτοὺς ἀπὸ τῆς πράξεως τοῦ Δαυΐδ. Εἰ γὰρ τὸν Δαυΐδ, φησί, τιμᾶτε, πῶς τοὺς ἐμοὺς κατακρίνετε μαθητάς; Ἄλλως τε, ὁ Υἱὸς τοῦ ἀνθρώπου, τουτέστιν ἐγώ, Κύριός εἰμι τοῦ Σαββάτου, ὡς Δημιουργὸς καὶ Ποιητὴς καὶ Δεσπότης, καὶ νομοθέτης, ἐξουσίαν ἔχων καταλύειν τὸ Σάββατον.

Υἱὸς γὰρ ἀνθρώπου οὐκ ἄλλος ἂν κληθείη, εἰ μὴ ὁ Χριστός, ὃς Υἱὸς Θεοῦ ὤν, παραδόξως κατηξίωσε, καὶ Υἱὸς ἀνθρώπου δι’ ἀνθρώπους γενέσθαι καὶ κληθῆναι. Τὸ γὰρ ἐμὲ καὶ σὲ καλεῖσθαι υἱὸν ἀνθρώπου, οὐδὲν καινόν· ἐκεῖνον δὲ ἄξιον καλεῖσθαι Υἱὸν ἀνθρώπου, τὸν παραδόξως ἀνθρωπισθέντα. «Ἐγένετο δὲ καὶ ἐν ἑτέρῳ Σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν Συναγωγὴν καὶ διδάσκειν. Καὶ ἦν ἐκεῖ ἄνθρωπος, καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά.

Παρετήρουν δὲ αὐτὸν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι, εἰ ἐν τῷ Σαββάτῳ θεραπεύσει, ἵνα εὕρωσι κατηγορίαν κατ’ αὐτοῦ. Αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν. Καὶ εἶπε τῷ ἀνθρώπῳ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα· Ἔγειραι, καὶ στῆθι εἰς τὸ μέσον.

Ὁ δὲ ἀναστὰς ἔστη. Εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτούς· Ἐπερωτήσω ὑμᾶς τι· ἔξεστι τοῖς Σάββασιν ἀγαθοποιῆσαι, ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι, ἢ ἀπολέσαι; Καὶ περιβλεψάμενος πάντας αὐτούς, εἶπεν αὐτῷ· Ἔκτεινον τὴν χεῖρά σου. Ὁ δὲ ἐποίησε, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη. Αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους, τί ἂν ποιήσειαν τῷ Ἰησοῦ.» Ὅσα μὲν εἴπομεν ἐν τῷ κατὰ Ματθαῖον, δῆλα· νῦν δὲ τόδε λέγομεν, ὅτι ξηρὰν ἔχει τὴν χεῖρα, ὃς οὐ πράττει τι τῶν τῆς ἀρετῆς ἔργων. Ἡ μὲν γὰρ χεὶρ ἐνεργείας ὄργανον, ὃς δὲ ἐξήρανται ταύτην, ἀργεῖ πάντως. Ὅστις οὖν θέλει ὑγιασθῆναι τὴν χεῖρα, ἐν τῷ Σαββάτῳ ταύτην ὑγιασθήσεται. Οἷον τί λέγω· Οὐκ ἔστιν ἐνεργῆσαί τι τῶν τῆς ἀρετῆς ἔργων, ἐὰν μὴ παυθῇ τις ἀπὸ τῆς κακίας. Ἔκκλινον γὰρ πρῶτον ἀπὸ τοῦ κακοῦ, καὶ τότε ποίησον τὸ ἀγαθόν. Ὅταν οὖν σαββατίσῃς, τουτέστιν, ἀργήσῃς ἀπὸ τῶν τῆς κακίας ἔργων, τότε ἐκτενεῖς σου τὴν χεῖρα ἐπὶ τὰ τῆς ἀρετῆς, καὶ ἀποκαταστήσεταί σοι αὕτη. Εἰκότως δὲ εἶπε τό, Ἀποκατεστάθη.

Ἦν γὰρ ὅτε ἡ ἀνθρωπίνη φύσις εἶχε τὴν ἐργασίαν τοῦ καλοῦ, καὶ τὴν χεῖρα, τουτέστι τὴν ἐνεργητικὴν δύναμιν, ὑγιᾶ. Εἶτα ἀπολέσασα, χάριτι Χριστοῦ ἀπέλαβε ταύτην, καὶ ἀποκατέστη εἰς τὸ πρώην ἀγαθόν. «Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις, ἐξῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι. Καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ. Καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς μαθητὰς αὐτοῦ. Καὶ ἐκλεξάμενος ἀπ’ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασε·

Σίμωνα, ὃν καὶ ὠνόμασε Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον, καὶ Ἰωάννην, Φίλιππον, καὶ Βαρθολομαῖον, Ματθαῖον, καὶ Θωμᾶν, Ἰάκωβον τὸν τοῦ Ἀλφαίου, καὶ Σίμωνα τὸν καλούμενον ζηλωτήν, Ἰούδαν Ἰακώβου, καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ ἐγένετο προδότης. Καὶ καταβὰς μετ’ αὐτῶν, ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο. Καὶ ἰᾶτο πάντας.» Πάντα ποιεῖ ὁ Κύριος διδάσκων ἡμᾶς, ἵνα καὶ ἡμεῖς οὕτω ποιῶμεν. Ἰδοὺ γοῦν μέλλων εὔξασθαι, ἄνεισί τε εἰς ὄρος. Καὶ γὰρ δεῖ σχολάζοντας προσεύχεσθαι, καὶ μὴ ἐν μέσῳ πολλῶν, ἀλλὰ καὶ διανυκτερεύοντας, μὴ εὐθὺς ἱσταμένους εἰς προσευχήν, εἶτα ἀφισταμένους. Μετὰ δὲ τὴν εὐχὴν ἐκλέγεται τοὺς μαθητάς, ὡς ἂν διδάξῃ καὶ ἡμᾶς ὅταν μέλλωμέν τινα εἰς διακονίαν θεῖναι πνευματικήν, μετὰ εὐχῆς τοῦτο αἱρεῖσθαι, ὁδηγουμένους ὑπὸ Θεοῦ, καὶ παρ’ ἐκείνου αἰτοῦντας ἀποκαλυφθῆναι ἡμῖν τὸν δόκιμον. Ἑλόμενος δὲ τοὺς δώδεκα, κάτεισιν ἐκ τοῦ ὄρους, ὡς ἂν τοὺς ἀπὸ τῶν πόλεων ἐλθόντας ἰάσηται, καὶ διπλῶς εὐεργετήσῃ κατά τε ψυχὴν καὶ κατὰ σῶμα.

Ἄκουε γάρ, ὅτι Ἦλθον ἀκοῦσαι αὐτοῦ, τοῦτο ἔστιν ἡ τῶν ψυχῶν θεραπεία, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, τοῦτο, ἡ τῶν σωμάτων· δύναμις γὰρ παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Οἱ μὲν γὰρ προφῆται καὶ οἱ ἄλλοι ἅγιοι οὐκ εἶχον δύναμιν ἐξερχομένην ἀπ’ αὐτῶν· οὐ γὰρ ἦσαν αὐτοὶ πηγαὶ δυνάμεων. Ὁ δὲ Κύριος δύναμιν εἶχεν ἐξερχομένην ἀπ’ αὐτοῦ· αὐτὸς γὰρ ἦν ἡ πηγὴ τῆς δυνάμεως. Ὡς οἵ γε προφῆται καὶ οἱ ἅγιοι ἐδέχοντο μᾶλλον ἄνωθεν δύναμιν. «Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε. Ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Κατὰ ταῦτα γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν. Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν. Οὐαὶ ὑμῖν, οἱ ἐμπεπλησμένοι νῦν, ὅτι πεινάσετε. Οὐαὶ ὑμῖν, οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε. Οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι. Κατὰ ταῦτα γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.»

Μετὰ τὸ χειροτονῆσαι τοὺς μαθητάς, ῥυθμίζει αὐτοὺς διά τε τῶν μακαρισμῶν καὶ τῆς διδασκαλίας εἰς πνευματικωτέραν κατάστασιν. Πρὸς γὰρ αὐτοὺς ἀποτεινόμενος ποιεῖται τὸν λόγον. Καὶ πρῶτον μακαρίζει τοὺς πτωχούς, εἴτε τοὺς ταπεινόφρονας βούλοιο νοεῖν, εἴτε τοὺς ἀφιλάργυρον ἔχοντας τὸν τρόπον. Ἁπλῶς δὲ πάντες οἱ μακαρισμοὶ εὐτέλειαν ἡμᾶς διδάσκουσι, καὶ ταπείνωσιν καὶ ἐξουδένωσιν καὶ ὀνειδισμόν.

Ὥσπερ οὖν καὶ τὸ Οὐαὶ ἐκείνοις ἀποκληροῦται, τοῖς τε πλουσίοις ἐν τῷ νῦν αἰῶνι, οὓς καὶ ἀπέχειν τὴν παράκλησίν φησιν. ἀντὶ τοῦ ὧδε ἐν τῷ παρόντι αἰῶνι ἀπολαμβάνειν τὴν εὐφροσύνην, καὶ τοῖς γελῶσι, καὶ τρυφῶσι, καὶ ἐπαινουμένοις. Φρίξωμεν, ἀδελφοί, πῶς τὸ Οὐαὶ ἔχωσιν οἱ παρὰ τῶν ἀνθρώπων ἐπαινούμενοι. Δεῖ μὲν γὰρ καὶ παρὰ τῶν ἀνθρώπων ἐπαινεῖσθαι, ἀλλὰ πρότερον ἀπὸ Θεοῦ. «Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν. Καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς.

Εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. Τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα, πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον, καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. Παντὶ δὲ τῷ αἰτοῦντί σε δίδου. Καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει. Καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.

Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. Καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι. Καὶ ἐὰν δανείζητε παρ’ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσι, ἵνα ἀπολάβωσι τὰ ἴσα. Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ ἀγαθοποιεῖτε, καὶ δανείζετε, μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς· καὶ ἔσεσθε υἱοὶ τοῦ Ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. Γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν.» Ἐπειδή περ οἱ ἀπόστολοι ἔμελλον σταλῆναι ἐπὶ τὸ κήρυγμα, καὶ προσεδοκῶντο ἐντεῦθεν πολλοὶ αὐτοῖς διῶκται καὶ ἐπίβουλοι· εἰ οὖν ἐπὶ τῷ διωγμῷ ἀχθόμενοι οἱ ἀπόστολοι, εἶτα θέλοντες ἀμύνασθαι τοὺς λυπήσαντας, ἐσίγησαν καὶ οὐκ ἐδίδαξαν, ἔσβεστο ἂν ὁ τοῦ Εὐαγγελίου ἤλιος· διὰ τοῦτο τοίνυν ὁ Κύριος προλαμβάνων, παραινεῖ τοῖς ἀποστόλοις μὴ πρὸς ἄμυναν τῶν ἐχθρῶν χωρεῖν, ἀλλὰ πάντα γενναίως φέρειν τὰ συμβαίνοντα, κἂν ὑβρίζωσί τινες, κἂν ἀνοσίως ἐπιβουλεύωσιν· οὕτω καὶ αὐτὸς ἐν τῷ σταυρῷ ἐποίει, λέγων· Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν.

Εἶτα ἵνα μὴ ἔχωσιν εἰπεῖν οἱ ἀπόστολοι ἀδύνατον εἶναι τὸ τοιοῦτον ἐπίταγμα, τὸ ἀγαπᾷν τοὺς ἐχθρούς, φησίν, Ὃ ἐὰν θέλῃς σὺ ἐπὶ σεαυτοῦ, τοῦτο ἔνδειξαι καὶ τοῖς ἑτέροις. Καὶ γενοῦ τοιοῦτος ἄλλοις, οἵους ἂν θέλῃς περὶ σεαυτὸν γενέσθαι ἑτέρους.

Εἰ μὲν σκληροὺς καὶ ἀσυμπαθεῖς καὶ ὀργίλους θέλεις εἶναι τοὺς ἐχθρούς σοι, ἔσο καὶ σὺ τοιοῦτος, εἰ δὲ τοὐναντίον ἀγαθοὺς καὶ συμπαθεῖς καὶ ἀμνησικάκους, μὴ ἀδύνατον εἶναι νόμιζε τὸ τοιοῦτος καὶ αὐτὸς εἶναι. Ὁρᾷς νόμον ἔμφυτον ἐν ταῖς καρδίαις ἡμῶν ἐγγεγραμμένον; Οὕτω καὶ ὁ Κύριος εἶπεν·

Ἐν ταῖς ἡμέραις ἐκείναις διδοὺς νόμους μου, εἰς τὴν διάνοιαν αὐτῶν καὶ ἐπὶ τῶν καρδιῶν αὐτῶν ἐπιγράψω αὐτούς. Εἶτα καὶ ἄλλην ἀνάγκην ἐπιτίθησιν ἡμῖν, ὅτι Ἐὰν ἀγαπᾶτε τοὺς ἀγαπῶντας, ὅμοιοί ἐστε ἁμαρτωλοῖς καὶ ἐθνικοῖς. Ἐὰν δὲ ἀγαπᾶτε τοὺς πρὸς ὑμᾶς πονηρευομένους, ὅμοιοί ἐστε τῷ Θεῷ, ὅς ἐστιν ἀγαθὸς ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.

Ποῖον οὖν θέλετε, ὅμοιοι εἶναι τῶν ἁμαρτωλῶν, ἢ ὅμοιοι εἶναι τοῦ Θεοῦ; Ὁρᾷς διδασκαλίαν θείαν; Ἔπεισέ σε πρῶτον ἀπὸ τοῦ φυσικοῦ νόμου. Ὃ γὰρ θέλεις σὺ γενέσθαι σοι, τοῦτο καὶ αὐτὸς ἄλλοις ποίει. Εἶτα πείθει σε καὶ ἀπὸ τοῦ τέλους καὶ τοῦ μισθοῦ· μισθὸν γὰρ ὑπισχνεῖται ὑμῖν τὸ ὁμοίους γενέσθαι Θεῷ. «Μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε. Μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε· ἀπολύετε, καὶ ἀπολυθήσεσθε. Δίδοτε, καὶ δοθήσεται ὑμῖν. Μέτρον καλὸν πεπιεσμένον, καὶ σεσαλευμένον, καὶ ὑπερεκχυνόμενον δώσουσι εἰς τὸν κόλπον ὑμῶν. Τῷ γὰρ αὐτῷ μέτρῳ ᾧ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Εἶπε δὲ καὶ παραβολὴν αὐτοῖς. Μή τι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; Οὐχὶ ἀμφότεροι εἰς βόθυνον πεσοῦνται; Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ. Κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ.» Παγχάλεπον νόσημα ἀποτέμνει τῶν ἡμετέρων ψυχῶν ὁ Κύριος, τὴν ῥίζαν λέγω τῆς ὑπεροψίας. Ὁ γὰρ μὴ ἑαυτὸν ἐπισκεπτόμενος, ἀλλὰ τὰ τοῦ πλησίον μόνον ἐφορῶν, καὶ ταῦτα μωμεύειν θέλων, πρόδηλον ὅτι ὑπεροψίᾳ ἀλισκόμενος λέληθεν ἑαυτόν. Οἴεται γὰρ πάντως περὶ ἑαυτοῦ, ὅτι οὐχ ἁμαρτάνει. Καὶ διὰ τοῦτο τοὺς ἄλλους ἁμαρτάνοντας αἰτιᾶται. Εἰ οὖν θέλεις ἀκατάκριτος εἶναι, μὴ κατάκρινε ἑτέρους.

Εἰπέ μοι γὰρ διατί κατακρίνεις ἕτερον, ὡς παραβαίνοντα πάντως τοὺς θείους νόμους; Σὺ δὲ αὐτὸς οὐ παραβαίνεις θεῖον νόμον; Ἀφίημι ἐν ταῖς ἄλλαις ἁμαρτίαις, ἀλλ’ ἐν αὐτῷ τούτῳ τῷ κρίνειν ἑτέρους, πάντως γὰρ νόμος θεῖος διακελεύεταί σοι μὴ κρίνειν τὸν ἀδελφόν· ὥστε καὶ σὺ παραβαίνεις νόμον. Παραβάτης δὲ ὤν, οὐκ ὀφείλεις ἕτερον κρίνειν ὡς παραβάτην.

Ἀνώτερον γὰρ εἶναι δεῖ τῆς ἁμαρτανούσης φύσεως τὸν κριτήν. Ἀπόλυε οὖν, καὶ ἀπολυθήσῃ· δίδου, καὶ δοθήσεταί σοι. Μέτρον γὰρ καλόν, πεπιεσμένον καὶ σεσαλευμένον, καὶ ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. Οὐ γὰρ φειδομένως ἀντιμετρεῖ ὁ Κύριος, ἀλλὰ πλουσίως. Ὥσπερ οὖν ἐὰν μέλλῃς μετρήσειν τυχὸν ἄλευρον, πιέζεις τοῦτο καὶ σαλεύεις, καὶ ὑπερεκχεῖσθαι ποιεῖς, εἴγε θέλεις τοῦτο μετρῆσαι χωρὶς φειδωλίας· οὕτω καὶ ὁ Κύριος μέτρον μέγα καὶ ὑπερεκχυνόμενον δώσει σοι.

Ζητήσειε δ’ ἄν τις ὀξύτερος, πῶς εἰπὼν ὅτι ᾮ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν, πάλιν λέγει, ὅτι μέτρον ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν; Εἰ γὰρ ὑπερεκχύνεται, πῶς τὸ αὐτό ἐστι; Λέγομεν οὖν ὅτι οὐκ εἶπε, Τοσούτῳ μέτρῳ ἀντιμετρηθήσεται ὑμῖν, ἀλλά, τῷ αὐτῷ. Εἰ μὲν γὰρ εἶπε, τοσούτῳ μέτρῳ, τότε ἂν εἶχε δυσχέρειαν καὶ ἐναντιότητα ὁ λόγος. Νῦν δέ, τῷ αὐτῷ εἰπών, λύει τὴν ἐναντιότητα. Ἔστι γὰρ διδόναι τῷ αὐτῷ μέτρῳ, οὐ μὴν τοσούτῳ. Τοῦτο γοῦν λέγει ὁ Κύριος, ὅτι Εὐεργέτησας, εὐεργετηθήσῃ τοῦτο τὸ αὐτὸ μέτρον.

Τὸ δὲ ὑπερεκχυνόμενον, ὅτι εὐεργέτησας ἅπαξ, μυριοπλασίως εὐεργετηθήσῃ. Τὸ αὐτὸ καὶ ἐπὶ τῆς κατακρίσεως. Ὁ γὰρ κατακρίνων, εἶτα κατακρινόμενος, τῷ αὐτῷ μέτρῳ ἀντιλαμβάνει· καθὸ δὲ πλεῖον κατακρίνεται, ὅτι τὸν ὅμοιον κατέκρινε, κατὰ τοῦτο ὑπερεκχυνόμενόν ἐστι τὸ μέτρον. Ταῦτα δὲ εἰπὼν ὁ Κύριος, καὶ κωλύσας ἡμᾶς ἀπὸ τοῦ κατακρίνειν, λέγει καὶ παραβολὴν ἡμῖν, τουτέστιν ὑπόδειγμα.

Εἰπέ μοι γάρ, φησίν, ὁ ἕτερον κρίνων, καὶ αὐτὸς τὰ αὐτὰ ἁμαρτάνων, οὐκ ἔοικας τυφλῷ τυφλὸν ὁδηγοῦντι; Εἰ γὰρ τὸν ἕτερον κρίνεις, αὐτὸς δὲ τοῖς αὐτοῖς περιπίπτεις, ἀμφότεροι τυφλοί· καὶ δοκεῖς μὲν ὁδηγεῖν ἐκεῖνον ἐπὶ τὸ καλὸν διὰ τοῦ κατακρίνειν, οὐχ ὁδηγεῖς δέ. Πῶς γὰρ ἔσται ἐκεῖνος ἐπὶ τὸ καλὸν ὁδηγούμενος ὑπὸ σοῦ, ὅταν καὶ σὺ πταίῃς;

Οὐκ ἔστι γὰρ μαθητὴς ὑπὲρ τὸν διδάσκαλον. Εἰ οὖν σὺ ὁ διδάσκαλος δοκῶν καὶ ὁδηγός, πταίεις, πάντως που καὶ ὁ μαθητευόμενος καὶ ὁδηγούμενος. Ὁ γὰρ κατηρτισμένος μαθητής, τουτέστι τετελειωμένος, ἔσται ὡς διδάσκαλος αὐτοῦ. Ταῦτα εἶπε περὶ τοῦ μὴ δεῖν κατακρίνειν τοὺς ὑποδεεστέρους ἡμῶν, καὶ δοκοῦντας ἁμαρτάνειν. Ἐπάγει δὲ καὶ ἕτερα τῆς αὐτῆς ὑποθέσεως. «Τί δὲ βλέπεις τὸ κάρφος, τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς; Ἢ πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου, Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος, τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ βλέπων; Ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου. Οὐ γάρ ἐστι δένδρον καλόν, ποιοῦν καρπὸν σαπρόν, οὐδὲ δένδρον σαπρόν, ποιοῦν καρπὸν καλόν. Ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται. Οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσι σῦκα, οὐδὲ ἐκ βάτου τρυγῶσι σταφυλήν. Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ ἀγαθόν· καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ πονηρόν. Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.» Τί βλέπεις, φησί, τὸ κάρφος, τουτέστι, τὸ μικρὸν ἁμάρτημα τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκόν, τὸ μέγα ἁμάρτημα τὸ σὸν οὐ κατανοεῖς;

Τοῦτο δὲ ἁρμόζει καὶ πρὸς πάντας μέν, μάλιστα δὲ πρὸς διδασκάλους καὶ ἄρχοντας, οἳ τὰ μὲν τῶν ὑπὸ χεῖρα ἁμαρτήματα, καὶ μικρὰ ὄντα κολάζουσι, τὰ δὲ οἰκεῖα, κἂν μεγάλα ὦσιν, ἐῶσιν ἀκόλαστα. Διὸ καὶ ὑποκριτὰς τούτους καλεῖ ὁ Κύριος, ὡς ἄλλο μὲν φαινομένους, ἐκ τοῦ τὰ τῶν ἄλλων ἁμαρτήματα κολάζειν, φαίνονται γὰρ δίκαιοι, ἄλλο δὲ ὄντας, ἐκ τοῦ καὶ αὐτοὺς χείρω ἁμαρτάνειν. Εἶτα καὶ ἀπὸ ὑποδείγματος πιστοῦται τὸν λόγον αὐτοῦ. Ὥσπερ γάρ, φησίν, οὐκ ἔστι δένδρον καλόν, ποιοῦν καρπὸν σαπρόν, οὐδὲ δένδρον σαπρόν, ποιοῦν καρπὸν καλόν, οὕτω καὶ ὁ τοὺς ἄλλους σωφρονίζειν καὶ διορθοῦσθαι ἐπιχειρῶν καὶ μετάγειν ἐπὶ τὸ βέλτιον, οὐκ ἂν εἴη πονηρός, εἰ δὲ πονηρὸς εἴη, οὐκ ἂν ἑτέρους βελτίους ἐργάσαιτο. Ἡ γὰρ ἑκάστου καρδία θησαυρός ἐστι, κἂν μὲν ἀγαθὰ ἔχῃ, καὶ ὁ ἄνθρωπος ἀγαθός ἐστι, καὶ ἀγαθὰ λαλεῖ· εἰ δὲ πονηρῶν μεστή ἐστιν ἡ καρδία, καὶ ὁ ἄνθρωπος πονηρός ἐστι, καὶ πονηρὰ λαλεῖ. Δύνασαι δὲ ταῦτα πάντα καὶ ὡς περὶ τῶν Φαρισαίων λεγόμενα νοῆσαι.

Πρὸς ἐκείνους γὰρ ἀποτεινόμενος, φησίν, ὅτι, Ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου. Ὥσπερ καὶ ἀλλαχοῦ λέγει, οἱ τὴν κάμηλον καταπίνοντες, καὶ τὸν κώνωπα διϋλίζοντες. Πῶς οὖν, φησίν, ὑμεῖς, ὦ Φαρισαῖοι, δένδρα ὄντες σαπρά, δυνήσεσθε καρποὺς ἀγαθοὺς προενεγκεῖν; Ὑμῶν γὰρ καὶ ὁ λόγος σαπρός, ὡς καὶ ὁ βίος, ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας λέγετε. Πῶς τοίνυν ἑτέρους διορθώσεσθε· καὶ ἑτέρων ἁμαρτήματα κολάσετε, αὐτοὶ τὰ μείζω ἁμαρτάνοντες; «Τί δέ με καλεῖτε, Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω; Πᾶς ὁ ἐρχόμενος πρός με, καὶ ἀκούων μου τῶν λόγων, καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος. Ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν, ὃς ἔσκαψε καὶ ἐβάθυνε, καὶ ἔθηκε θεμέλιον ἐπὶ τὴν πέτραν. Πλημμύρας δὲ γενομένης, προσέῤῥηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσε σαλεῦσαι αὐτήν· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.

Ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας, ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου· ᾗ προσέῤῥηξεν ὁ ποταμός, καὶ εὐθέως ἔπεσε, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.» Καὶ τοῦτο ἀναγκαῖον πρὸς ἡμᾶς, τοὺς ὁμολογοῦντας μὲν αὐτὸν τοῖς χείλεσι Κύριον, τοῖς δὲ ἔργοις ἀρνουμένους.

Εἰ γὰρ Κύριός εἰμι, φησί, πάντως ὑμᾶς ἔδει τὸ τῶν δούλων ποιεῖν. Δούλων δὲ ἔργον, τὸ πράττειν ἃ ὁ κύριος ἐπιτάττει. Εἶτα λέγει ἡμῖν τί κερδαίνει ὁ αὐτοῦ ἀκούων, καὶ μὴ μόνον ἀκούων, ἀλλὰ καὶ ποιῶν. Ὅμοιος γάρ ἐστιν ἀνθρώπῳ οἰκοδόμῳ ὃς ᾠκοδόμησεν ἐπὶ τὴν πέτραν. Πέτρα μὲν οὖν ὁ Χριστός, ὡς ὁ Ἀπόστολος μαρτυρεῖ. Σκάπτει δὲ καὶ βαθύνει, ὃς μὴ ἐπιπολαίως δέχεται τοὺς τῆς Γραφῆς λόγους, ἀλλ’ ἐρευνᾷ τὰ βάθη τούτων μετὰ τοῦ πνεύματος.

Ὁ τοιοῦτος οὖν καὶ ἐπὶ τὴν πέτραν θεμελιοῖ. Εἶτα πλημμύρας γενομένης, διωγμοῦ τυχὸν ἢ πειρασμοῦ, προσρήσει ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, ὁ πειραστὴς εἴτε δαίμων εἴτε ἄνθρωπος, καὶ οὐκ ἰσχύει σαλεῦσαι ταύτην. Ποταμῷ δ’ ἂν παραβληθείη ὁ πειράζων ἄνθρωπος, καὶ μάλα εἰκότως· ὥσπερ γὰρ τὸν ποταμὸν ἡ ἄνωθεν πίπτουσα βροχὴ πλημμυρεῖν ποιεῖ, οὕτω καὶ τὸν πειραστὴν ἄνθρωπον ὁ ἄνωθεν πεσὼν Σατανᾶς αὔξειν ποιεῖ. Τῶν δὲ μὴ ποιούντων τοὺς τοῦ Κυρίου λόγους ἡ οἰκία πίπτει, καὶ γίνεται τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα. Μεγάλα γάρ εἰσι τὰ πτώματα τῶν ἀκουόντων μέν, μὴ ποιούντων δέ. Ὁ μὲν γὰρ μήτε ἀκούσας μήτε ποιήσας, ἐλαφρότερα πταίει, ὁ δὲ ἀκούσας μέν, μὴ ποιήσας δέ, χαλεπώτερα ἁμαρτάνει.

ΚΕΦΑΛ Ζʹ. Περὶ τοῦ ἑκατοντάρχου. Περὶ τοῦ υἱοῦ τῆς χήρας. Περὶ τῶν σταλέντων παρὰ Ἰωάννου. «Ἐπεὶ δὲ ἐπλήρωσε πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ. Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων, ἔμελλε τελευτᾷν ὃς ἦν αὐτῷ ἔντιμος. Ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ, ἀπέστειλε πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. Οἱ δέ, παραγενόμενοι πρὸς τὸν Ἰησοῦν, παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι Ἄξιός ἐστιν ᾧ παρέξει τοῦτο, ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.

Ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. Ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, ἔπεμψε πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους, λέγων αὐτῷ· Κύριε, μὴ σκύλλου, οὐ γάρ εἰμι ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρός σε ἐλθεῖν. Ἀλλ’ εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.

Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, Ποίησον τούτῳ, καὶ ποιεῖ. Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς, ἐθαύμασεν αὐτόν. Καὶ στραφείς, τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπε· Λέγω ὑμῖν ὅτι οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὖρον. Καὶ ὑποστρέψαντες οἱ πεμφθέντες εἰς τὸν οἶκον, εὗρον τὸν ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα.» Ὁ αὐτός ἐστιν οὗτος τῷ παρὰ τῷ Ματθαίῳ. Κἂν γὰρ μὴ λέγῃ ὁ Ματθαῖος ὅτι ἔπεμψε τοὺς Ἰουδαίους ἐρωτῶν καὶ ἱκετεύων αὐτόν, τί τοῦτο; Εἰκὸς γὰρ πρότερον μὲν πέμψαι τοὺς Ἰουδαίους, εἶτα αὐτὸν ἐκεῖνον ἐλθεῖν· ὃ γοῦν παρέλειψεν ὁ Ματθαῖος, λέγει ὁ Λουκᾶς. Τάχα γάρ τοι καὶ οἱ Ἰουδαῖοι φθόνῳ τηκόμενοι, οὐδὲ εἴασαν ἂν τὸν ἑκατόνταρχον πρὸς τοὺς πόδας τοῦ Ἰησοῦ ἐλθεῖν. Δόξαν γὰρ ἔφερε τῷ Ἰησοῦ τοῦτο, εἰ τελευταῖον αὐτὸς ἀναγκαζόμενος προσῆλθεν ἂν τῷ Ἰησοῦ. Ἀλλ’ ἵσως πάλιν ἀπορήσειεν ἄν τις· Πῶς οὖν ὁ μὲν Ματθαῖός φησιν ὅτι αὐτὸς ἐκεῖνος οἰκειοφώνως παρῃτεῖτο ἐλθεῖν τὸν Ἰησοῦν; ὁ δὲ Λουκᾶς ἐνταῦθά φησιν ὅτι πέμψας παρεκάλει αὐτὸν μὴ ἐλθεῖν;

Ἔστιν οὖν εἰπεῖν ὅτι οὐδὲν καινὸν καὶ ἑτέρους πέμψαι, καὶ αὐτὸν ἐλθόντα ταῦτα λέγειν, παραιτούμενον μὴ ἐλθεῖν. Ἀξία δὲ ἡ πίστις τοῦ ἀνδρὸς θαυμάζεσθαι, ἀνάξιον ἑαυτὸν καλοῦντος τῆς ἐπιδημίας τοῦ Ἰησοῦ. Διὸ καὶ ὁ Κύριός φησιν, ὅτι, Οὐδὲ ἐν τῷ Ἰσραηλιτικῷ λαῷ τοσαύτην πίστιν εὗρον. Ἐθνικὸς γὰρ ἦν ὁ ἑκατόνταρχος, ἀπὸ τῶν Ῥωμαϊκῶν ἵσως ταγμάτων· ἑκατόνταρχος δέ ἐστι καὶ πᾶς νοῦς ὃς ἄρχει πολλῶν ἐν κακίᾳ, πράγματα πολλὰ ἐν τῷ βίῳ ἔχων. Ἔχει δὲ δοῦλον νοσοῦντα, τὸ ἄλογον μέρος τῆς ψυχῆς, θυμὸν λέγω καὶ ἐπιθυμίαν· δοῦλα γὰρ ταῦτα ἐτάχθησαν εἶναι· καὶ ἐπικαλεῖται τὸν Ἰησοῦν, πέμψας πρὸς αὐτὸν μεσίτας τοὺς Ἰουδαίους, τουτέστι, τοὺς τῆς ἐξομολογήσεως λογισμούς τε καὶ λόγους.

Ἰούδας γὰρ ἐξομολόγησις ἑρμηνεύεται. Ἢ γὰρ οὐκ ἐξομολογήσεως ῥήματα καὶ ταπεινώσεως τό, Οὐκ εἰμὶ ἄξιος ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, καὶ τὰ ἑξῆς. Πιστεύσας οὖν οὗτος ἐπὶ τὸν Ἰησοῦν, ταχέως ἀπολήψεται τὸν δοῦλον αὐτοῦ ὑγιαίνοντα· τὸν θυμὸν λέγω καὶ τὴν ἐπιθυμίαν. «Καὶ ἐγένετο ἐν τῷ ἑξῆς, ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν. Καὶ συνεπορεύοντο αὐτῷ μαθηταὶ αὐτοῦ ἱκανοί, καὶ ὄχλος πολύς. Ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα· καὶ ὄχλος τῆς πόλεως ἱκανὸς σὺν αὐτῇ, Καὶ ἰδὼν αὐτὴν ὁ Κύριος, ἐσπλαγχνίσθη ἐπ’ αὑτῇ, καὶ εἶπεν αὐτῇ·

Μὴ κλαῖε. Καὶ προσελθὼν ἥψατο τῆς σοροῦ. Οἱ δὲ βαστάζοντες ἔστησαν. Καὶ εἶπε, Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. Καὶ ἀνεκάθισεν ὁ νεκρός, καὶ ἤρξατο λαλεῖν· καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. Ἔλαβε δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν Θεόν, λέγοντες, ὅτι Προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.» Ἐπειδή περ τὸν τοῦ ἑκατοντάρχου δοῦλον ὑγιᾶ καὶ μὴ παρὼν ἐποίησεν, ἕτερον καινότερον θαυματουργεῖ. Ἵνα γὰρ μή τις εἴπῃ, Καὶ τί καινὸν ἐπὶ τῷ δούλῳ ἐποίησεν; Ἴσως γὰρ οὐδὲ ἀπέθανεν ἂν δοῦλος, διὰ τοῦτο τὸν ἐκκομιζόμενον ἐκεῖνον νεκρὸν ἀνιστᾷ. Οὐ λόγῳ δὲ θαυματουργεῖ μόνον, ἀλλὰ καὶ τῆς σοροῦ ἅπτεται· ἵνα μάθωμεν ὅτι τὸ σῶμα αὐτοῦ σῶμα ζωῆς ἐστιν. Ἐπειδὴ γὰρ ἰδία γέγονε τοῦ Λόγου ἡ σὰρξ τοῦ πάντα ζωογονοῦντος, διὰ τοῦτο ζωοποιός ἐστι καὶ αὕτη, καὶ θανάτου καὶ φθορᾶς ἀναιρετική. Ἀνεκάθισεν οὖν ὁ νεκρός, καὶ ἤρξατο λαλεῖν, ἵνα μὴ κατὰ φαντασίαν δόξῃ τισὶν ἐγηγέρθαι. Καὶ γὰρ ἀληθοῦς ἀναστάσεως σημεῖα, τὸ ἀνακαθίσαι καὶ λαλῆσαι· ἐπεί τοί γε ἄψυχον σῶμα οὔτε ἀνακαθίσαι, οὔτε λαλῆσαι δύναται.

Χήραν δὲ νοήσεις καὶ τὴν ψυχὴν τὴν ἀποβαλοῦσαν τὸν ἄνδρα αὐτῆς, τὸν λόγον τοῦ Θεοῦ, τὸν ἀγαθὰ σπέρματα σπείραντα. Υἱὸς δὲ ταύτης ὁ νοῦς, ὁ τεθνηκὼς καὶ ἔξω τῆς πόλεως, τῆς ἄνω Ἱερουσαλήμ, κομιζόμενος. Χώρα γὰρ τῶν ζώντων ἐστὶν ἐκείνη· ὁ γοῦν Κύριος σπλαγχνισθείς, ἅπτεται τῆς σοροῦ.

Σορὸς δὲ τοῦ νοῦ, τὸ σῶμα. Τάφος γὰρ ὄντως καὶ σῆμα τὸ σῶμα. Καθὰ καί τινες εἶπον αὐτὸ σῆμα εἶναι, τουτέστι τάφον. Ἁψάμενος οὖν τοῦ σώματος ὁ Κύριος ἐγείρει τὸν νοῦν, νεανικὸν αὐτὸν καὶ γενναῖον ποιῶν. Ἀνακαθίσας δὲ ὁ νεανίσκος, ὁ νοῦς λέγω οὗτος, καὶ ἐγερθεὶς ἀπὸ τοῦ τάφου τῆς ἁμαρτίας, τότε ἄρξεται λαλεῖν, τουτέστι διδάσκειν ἑτέρους.

Ἐν ὅσῳ γὰρ τῇ ἁμαρτίᾳ κατέχεται, οὐ δύναται διδάσκειν καὶ λαλεῖν· τίς γὰρ αὐτῷ πιστεύσει; «Καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ, καὶ ἐν πάσῃ τῇ περιχώρῳ. Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων.

Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης, ἔπεμψε πρὸς τὸν Ἰησοῦν, λέγων· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν; Παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες, εἶπον· Ἰωάννης ὁ Βαπτιστὴς ἀπέσταλκεν ἡμᾶς πρός σε, λέγων· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν; Ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσε πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸ βλέπειν. Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ, ἃ εἴδετε καὶ ἠκούσατε, ὅτι τυφλοὶ ἀναβλέπουσι, χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται. Καὶ μακάριός ἐστιν, ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου, ἤρξατο λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· Τί ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; Ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφὴ ὑπάρχοντες, ἐν τοῖ, βασιλείοις εἰσίν. Ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; προφήτην; Ναὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. Οὗτός ἐστι περὶ οὗ γέγραπται·

Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Λέγω γὰρ ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου οὐδείς ἐστιν. Ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, μείζων αὐτοῦ ἐστι. Καὶ πᾶς ὁ λαὸς ἀκούσας ἐδικαίωσαν τὸν Θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου. Οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς αὐτούς, μὴ βαπτισθέντες ὑπ’ αὐτοῦ.» Ἠκούσθη μὲν ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν καὶ τὴν περίχωρον, τὸ ἐν τῇ Ναῒν θαῦμα, ἠκούσθη δὲ καὶ τοῖς τοῦ Ἰωάννου μαθηταῖς· ἐδάκνοντο οὖν ἐπὶ τοῖς τοῦ Κυρίου ἐπαίνοις, οἷα ἔτι ἀτελεῖς. Ὁ τοίνυν Ἰωάννης βουλόμενος αὐτοῖς ὑποδεῖξαι τὸ μέγεθος τοῦ Χριστοῦ, καὶ ὅσον ἀφέστηκεν αὐτοῦ, οἰκονομεῖ τὸ πρᾶγμα. Καὶ οὐδὲν μὲν λέγει τοῖς μαθηταῖς περὶ Χριστοῦ συστατικόν.

Ὑποκρινόμενος δὲ τὸν ἀγνοοῦντα, ἀποστέλλει αὐτούς, ὡς ἂν ἰδόντες τὰ θαύματα, πιστεύσωσιν ἐκ τῶν ἔργων αὐτῶν. Ὅτι πάμπολυ τὸ μέσον τοῦ τε Δεσπότου Ἰησοῦ, καὶ τοῦ δούλου Ἰωάννου. Μὴ γὰρ δὴ νόμιζε ὅτι ἀληθῶς ἀγνοῶν ὁ Ἰωάννης τὰ περὶ Χριστοῦ, ἀπέστειλε τοὺς μαθητὰς αὐτοῦ ἐρωτῶντας.

Πῶς γὰρ ὁ καὶ πρὸ γενέσεως ἐν κοιλίᾳ μητρὸς αὐτοῦ σκιρτήσας. ὡς ἐπιγνοὺς αὐτόν, καὶ ἐν τῷ Ἰορδάνῃ μαρτυρῶν περὶ αὐτοῦ ὡς Υἱοῦ τοῦ Θεοῦ; Πέμπει τοίνυν τοὺς μαθητάς, λέγων αὐτοῖς ἐρωτῆσαι τὸν Ἰησοῦν· Σὺ εἶ ὁ ἐρχόμενος; Ὁρᾷς πῶς τοὺς μαθητὰς ἐμβιβάζει βαθέως εἰς τὸ πιστεῦσαι ὅτι Θεός ἐστιν ὁ Ἰησοῦς; Οἱ μὲν γὰρ προφῆται ἀπεσταλμένοι λέγονται· καὶ αὐτὸς δὲ ὁ Ἰωάννης, ὡς καὶ ὁ Εὐαγγελιστὴς λέγει, «ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ.» Ὁ δὲ Κύριος, ὁ ἐρχόμενος.

Ἐν ἐξουσίᾳ γὰρ ἦλθεν, οὐκ ἄκων. Σὺ οὖν, φησίν, εἶ ὁ προσδοκώμενος ἔρχεσθαι εἰς τὸν κόσμον; Τινὲς δὲ τό, ἐρχόμενος, εἰς τὸν ᾅδην νοοῦσιν, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον· Σὺ εἶ ὁ μέλλων ἐλθεῖν καὶ εἰς τὸν ᾅδην; Τί οὖν ὁ Κύριος; Εἰδὼς τὸν τοῦ Ἰωάννου σκοπόν, ἐφ’ ᾧ τούτους ἀπέστειλεν, καὶ ὅτι ἵνα θεάσωνται ἃ ποιεῖ, καὶ ἐκ τούτων πιστεύσωσι, καὶ διὰ τοῦτο ἀποσταλεῖσι, φησίν, Ἀπαγγείλατε ἃ βλέπετε.

Εἶτα καταλέγει τὰ τῶν θαυμάτων ἔργα, ἃ καὶ διὰ προφητῶν κατηγγέλη. Τὸ γάρ, τυφλοὶ ἀναβλέπουσι, καὶ χωλοὶ περιπατοῦσι, καὶ πτωχοὶ εὐαγγελίζονται, τοῦ Ἡσαΐου ταῦτά εἰσιν. Εἶτά φησι· Καὶ μακάριος ὃς ἂν μὴ σκανδαλισθῇ ἐν ἐμοί, μονονουχὶ τοῦτο λέγων αὐτοῖς· Καὶ ὑμεῖς μακάριοι ἐὰν μὴ σκανδαλίζησθε ἐν ἐμοί. Ἐπεὶ δὲ εἰκὸς ἦν πολλοὺς σκανδαλισθῆναι ἐπὶ τῷ Ἰωάννῃ, πῶς ὁ τηλικαῦτα μαρτυρήσας περὶ Χριστοῦ, νῦν ἀποστείλας ἐρωτᾷ, εἰ αὐτός ἐστιν ὁ ἐρχόμενος, διὰ τοῦτο λέγει ὁ Χριστὸς πρὸς τοὺς ὄχλους, ὅτι Μηδὲν τοιοῦτον ὑπολάβητε περὶ Ἰωάννου. Μὴ γὰρ κάλαμός ἐστιν, ὡς ποτὲ μὲν ὧδε, ποτὲ δὲ ἐκεῖ κλίνεσθαι, καὶ νῦν μὲν μαρτυρεῖν περὶ ἐμοῦ, νῦν δὲ ἀγνοεῖν ἐμέ. Εἰ γὰρ ἦν τοιοῦτος, τίνος ἕνεκεν ἐξήλθετε εἰς τὴν ἔρημον τότε, ὥστε θεάσασθαι αὐτόν; Ἀλλὰ μήποτε ὑπὸ τῆς τρυφῆς διεφθάρη τὸν νοῦν, ἀλλὰ στολὴ δείκνυσιν αὐτὸν ὑπεράνω πάσης τρυφῆς. Εἰ γὰρ ἐτρύφα, ἐν βασιλείοις ἂν ἦν. Ἀλλὰ προφήτην αὐτὸν ἔχετε; Ναὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. Οἱ μὲν γὰρ ἄλλοι προεῖπον περὶ Χριστοῦ μόνον, οὗτος δὲ καὶ εἶδε καὶ ἔδειξε, λέγων· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ. Καὶ οἱ μὲν ἄλλοι προφῆται, μετὰ τὸ ἐξελθεῖν ἐκ τῆς κοιλίας τῶν μητέρων αὐτῶν, προεφήτευσαν· οὗτος δὲ καὶ πρὸ τοῦ ἐξελθεῖν ἐκ τῆς μήτρας, ἐπέγνω τὸν Κύριον, καὶ ἐσκίρτησεν. Εἶτα παράγει καὶ τὸν προφήτην μάρτυρα. Φησὶ γάρ, Οὗτός ἐστι περὶ οὗ γέγραπται·

Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου. Ἄγγελος γὰρ ὁ Ἰωάννης. τάχα μὲν καὶ διὰ τὸ σχεδὸν ἄϋλον τοῦ βίου καὶ ἀγγελικόν, τάχα δὲ καὶ διὰ τὸ ἀγγεῖλαι τὴν τοῦ Σωτῆρος ἐπιδημίαν. Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου, τῶν ἄλλων πάντων ἐξαίρων τὸν Πρόδρομον. Εἶτα ὡσανεί τινος εἰπόντος, Καὶ σοῦ δὲ αὐτοῦ, ὦ Χριστέ, μείζων ἐστίν; ἐπάγει· Ὁ δὲ μικρότερος αὐτοῦ ἐγώ, μείζων εἰμὶ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Νομίζομαι μὲν γὰρ νῦν μικρότερος αὐτοῦ καὶ κατὰ εὐγένειαν καὶ ἡλικίαν καὶ δόξαν, ἀλλ’ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ εἰμι, τουτέστιν ἐν πᾶσι τοῖς θείοις καὶ πνευματικοῖς. Πᾶς οὖν ὁ λαὸς ἀκούσας τοῦ Ἰωάννου, ἐδικαίωσαν τὸν Θεόν, τουτέστιν ἐτίμησαν τὸν Θεόν, ὅτι τὸν προφήτην αὐτοῦ ἐδέξαντο. Οἱ δὲ Φαρισαῖοι ἠτίμασαν τὸν Θεόν, μὴ δεξάμενοι Ἰωάννην.

Τινὲς δὲ τό, ἐν γεννητοῖς γυναικῶν, οὕτως ἐνόησαν, ὅτι καλῶς εἶπεν, ἐν γεννητοῖς γυναικῶν, ὑπεξαίρων ἑαυτὸν ὁ Κύριος. Αὐτὸς γὰρ παρθένου ἦν γεννητός, οὐχὶ γυναικός, τουτέστι γεγαμημένης ἀνδρί. Καὶ τό, ὁ μικρότερος δὲ ἐν τῇ βασιλεία τῶν οὐρανῶν, ἄλλως ἐνόησαν, ὅτι ὁ μικρότερος ἐν τῷ κατὰ Χριστὸν βίῳ, μείζων ἐπὶ τοῦ ἐν τῷ νόμῳ δικαίου, οἷον Ἰωάννης μὲν κατὰ τὴν ἐν τῷ νόμῳ δικαιοσύνην ἄμεμπτος. Εἴ τις δὲ εὑρεθῇ βεβαπτισμένος μέν, μήπω δέ τι κακὸν ἢ ἀγαθὸν ἐργασάμενος, οὗτος ἐλάχιστος ὢν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, τουτέστιν ἐν τῷ κατὰ Χριστὸν κηρύγματι, ὅμως μείζων ἐστὶ τοῦ ἀβαπτίστου, ἐν νόμῳ δὲ δικαίου. Καὶ ἄλλως· ὅτι εἰ καὶ ἄσαρκος μικροῦ ὁ Ἰωάννης, καὶ ἄϋλος οὖν ἔτι ἐν σαρκί. Καὶ διὰ τοῦτο ὁ ἐλάχιστος ἐν τῇ ἀναστάσει, ἣν βασιλείαν οὐρανῶν εἶναί φησι, μείζων αὐτοῦ ἐστι. Τότε γὰρ τελείως ἀφθαρτισθέντες, οὐκ ἔτι κατὰ σάρκα περιπατήσομεν. Καὶ ὁ τότε μικρὸς μείζων ἐστὶ τοῦ νῦν δικαίου μέν, πλὴν ἔτι σάρκα φοροῦντος. «Εἶπε δὲ ὁ Κύριος· Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης; καὶ τίνι εἰσὶν ὅμοιοι;

Ὅμοιοί εἰσι παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις, καὶ προσφωνοῦσιν ἀλλήλοις καὶ λέγουσιν· Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε. Ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκλαύσατε. Ἐλήλυθε γὰρ Ἰωάννης ὁ Βαπτιστὴς μήτε ἄρτον ἐσθίων, μήτε οἶνον πίνων, καὶ λέγετε·

Δαιμόνιον ἔχει. Ἐλήλυθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε, Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν, καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς πάντων.» Ἦν τι παρὰ τοῖς Ἰουδαίοις εἶδος παιδιᾶς τοιοῦτον, εἰς μέρη δύο πληθὺς παιδίων ἐτέμνετο. Καὶ τὸν βίον ὡσανεὶ γελῶντες, οἱ μὲν ἔνθεν ἐθρήνουν, οἱ δὲ ἐκεῖθεν ηὔλουν. Καὶ οὔτε τοῖς θρηνοῦσιν οἱ τοῦ ἑτέρου μέρους συνετίθεντο, οὔτε τοῖς αὐλοῦσιν οὗτοι. Ἐπισκώπτει τοίνυν ὁ Κύριος καὶ τοὺς Φαρισαίους, ὡς τοιοῦτόν τι ποιοῦντας. Οὔτε γὰρ τῷ Ἰωάννῃ θρηνητικὸν βίον βιοῦντι καὶ μετάνοιαν εἰσηγουμένῳ, συνεπένθησαν ἢ ἐμιμήσαντο, οὔτε τῷ Ἰησοῦ βίον ἐπιδεικνυμένῳ χαρίεντα, ἐπείσθησαν ἢ συνέθεντο· ἀλλ’ ἀμφοτέρους ἀπώσαντο, μήτε τῷ θρηνοῦντι Ἰωάννῃ συνθρηνοῦντες, μήτε τῷ αὐλοῦντι καὶ ἀνειμένῳ Ἰησοῦ συμφοροῦντες. Καὶ λοιπὸν ἐδικαιώθη ἡ σοφία τοῦ Θεοῦ, τουτέστιν ἐτιμήθη, οὐχ ὑπὸ τῶν Φαρισαίων, ἀλλὰ τῶν τέκνων αὐτῆς, τουτέστι, τῶν παραδεξαμένων τὸν λόγον τοῦ τε Ἰωάννου καὶ τοῦ Ἰησοῦ. «Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων, ἵνα φάγῃ μετ’ αὐτοῦ. Καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου, ἀνεκλίθη.

Καὶ ἰδοὺ γυνὴ ἐν τῇ πόλει, ἤτις ἦν ἁμαρτωλός, ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου, καὶ στᾶσα παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω, κλαίουσα ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὑτῆς ἐξέμασσε, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ, καὶ ἤλειφε τῷ μύρῳ. Ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτόν, εἶπεν ἐν ἑαυτῷ, λέγων· Οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἄν, τίς καὶ ποταπὴ ἡ γυνή, ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπε πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. Ὁ δέ φησι· Διδάσκαλε, εἰπέ. Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι. Ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα, μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο.

Τίς οὖν αὐτῶν, εἰπέ, πλεῖον αὐτὸν ἀγαπήσει; Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Ὁ δὲ εἶπεν αὐτῷ, Ὀρθῶς ἔκρινας.» Φαίνεται οὗτος ὁ Φαρισαῖος ὁ κεκληκὼς τὸν Ἰησοῦν, μὴ εὐθὺς εἶναι τὴν γνώμην, ἀλλὰ δολερὸς καὶ ὑποκρίσεως πλήρης. Φησὶν οὖν· Οὗτος εἰ ἦν προφήτης, ὥστε οὐκ ἐπίστευεν, ἐπειδὴ τοιαῦτα ἐλάλει. Ὁ δὲ Κύριος ὅμως, καίτοι εἰδὼς αὐτὸν μὴ εὐθῆ ὄντα, εἰσέρχεται πρὸς αὐτὸν καὶ συνεσθίει, διδάσκων πάντως ἡμᾶς διὰ τούτου, ὡς ἂν τοῖς ὑπούλως πρὸς ἡμᾶς ἔχουσιν, ἡμεῖς ἁπλῶς καὶ ἀδόλως προσφερώμεθα.

Ζητοῦσι δὲ πολλοὶ πόσαι ἦσαν αἱ γυναῖκες αἱ ἀλείψασαι τὸν Κύριον μύρῳ. Καὶ οἱ μέν φασιν ὅτι δύο ἦσαν, ἡ παρὰ τῷ Ἰωάννῃ μία, ἡ καὶ ἀδελφὴ τοῦ Λαζάρου, καὶ ἑτέρα ἡ παρὰ τῷ Ματθαίῳ καὶ Μάρκῳ, καὶ νῦν παρὰ τῷ Λουκᾷ. Ἐγὼ δὲ πείθομαι τοῖς λέγουσι τρεῖς εἶναι ταύτας. Μίαν μὲν τὴν παρὰ τῷ Ἰωάννῃ πρὸ ἒξ ἡμερῶν τοῦ Πάσχα, ἣν καὶ ἀδελφὴν εἶναι Λαζάρου. Ἑτέραν δὲ τὴν παρὰ τῷ Ματθαίῳ καὶ Μάρκῳ, πρὸ δύο ἡμερῶν τοῦ Πάσχα, καὶ τρίτην ταύτην τὴν νῦν παρὰ τῷ Λουκᾷ, περὶ τὰ μέσα τοῦ Εὐαγγελίου, μυρίσασαν τὴν Κύριον, καὶ οὐδὲν καινὸν πρότερον ταύτην ποιῆσαι τοῦτο, μήπω ἐνστάντος τοῦ καιροῦ τοῦ πάθους, εἶτα ἐκείνας εἴτε μιμησαμένας ταύτην, εἴτε καὶ ἄλλως, πλησίον τοῦ πάθους τὸ αὐτὸ ποιῆσαι. Εἰ δὲ καὶ ὁ παρὰ τῷ Ματθαίῳ τὸν Κύριον καλέσας, Σίμων ὠνόμαστο, καὶ ὁ νῦν παρὰ τῷ Λουκᾷ, τί καινὸν συμπεσεῖν τὰ ὀνόματα;

Ἐπεὶ ἐκεῖνός γε καὶ λεπρὸς ἦν, ἀλλ’ οὐχὶ καὶ οὗτος. Κἀκεῖνος μέν, τεθεραπευμένος ἀπὸ τῆς λέπρας, χαριστήριον τὴν κλῆσιν ἀποδίδωσι τῷ Χριστῷ. Οὗτος δέ, οὔτε λεπρός, οὔτε ἐπὶ χαριστηρίοις λαλῶν. Κἀκεῖνος μὲν οὐδὲν εἶπεν, οὗτος δὲ ἐγόγγυσε, καὶ κατακρίνει ἐν ταὐτῷ τόν τε Ἰησοῦν καὶ τὴν γυναῖκα.

Τὴν μέν, ὡς ἁμαρτωλόν, τὸν δέ, ὡς φιλάνθρωπον. Ὢ τῆς ἀπονοίας! Ὄντως Φαρισαῖος ὁ ἄνθρωπος· ἀλλ’ ὁ Κύριος ἐρωτῶν αὐτὸν ἐν παραβολαῖς, καὶ δύο χρεωφειλέτας παράγων εἰς τὸ μέσον, λεληθότως καὶ αὐτὸν χρεωφειλέτην εἶναι λέγει, ἐλάττω μὲν χρεωστεῖν δοκοῦντα, χρεωστοῦντα δ’ οὖν. Οὔτε γοῦν ὁ τὰ ἐλάττω χρεωστῶν σύ, δύνασαι δοῦναι τὴν ὀφειλήν, οὐ γὰρ ἔχεις ἐξομολόγησιν τῇ ὑπερηφανίᾳ κρατούμενος, οὔτε ἡ γυνή. Ἀμφοτέροις οὖν ἀφεθήσεται, καὶ τίς πλεῖον ἀγαπήσει; Πάντως ᾧ τὰ πολλὰ ἀφέθη. Καὶ ταῦτα εἰπὼν ἐπιστομίζει τὸν ἀλαζόνα. «Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα, τῷ Σίμωνι ἔφη· Βλέπεις ταύτην τὴν γυναῖκα; Εἰσῆλθον εἰς τὴν οἰκίαν σου, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας, καὶ ταῒς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμαξε. Φίλημά μοι οὐκ ἔδωκας, αὕτη δὲ ἀφ’ ἧς εἰσῆλθον, οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας. Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας, αὕτη δὲ μύρῳ ἤλειψέ μου τοὺς πόδας.

Οὗ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησε πολύ. ᾯ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. Εἶπε δὲ αὐτῇ· Ἀφέωνταί σου αἱ ἁμαρτίαι. Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; Εἶπε δὲ πρὸς τὴν γυναῖκα· Ἡ πίστις σου σέσωκέ σε, πορεύου εἰς εἰρήνην.» Δείκνυσι τὸν Σίμωνα ὁ Κύριος καὶ ἀλαζόνα καὶ ἀνόητον. Ἀλαζόνα μέν, εἴ γε ἐπὶ τοῖς ἁμαρτήμασι τὴν ἄνθρωπον κατέκρινεν, ἄνθρωπος ὢν καὶ αὐτός. Ἀνόητον δέ, εἴγε οὐ συνεῖδεν ὅτι τοσαῦτα ποιήσασαν τὴν γυναῖκα πίστεως σύμβολα καὶ ἀγάπης, ἔδει παραδέξασθαι, ἀλλ’ οὐκ ἀποπέμψασθαι.

Διὸ καὶ ἐλέγχει αὐτὸν ὁ Κύριος, ὡς μάτην κατακρίνοντα τὴν τοσαῦτα ποιήσασαν, ὅσα αὐτὸς οὐκ ἐποίησε, μᾶλλον δέ, οὐδὲ τὰ πολλῷ καταδεέστερα, οἷον, σὺ μὲν οὐδὲ ὕδωρ ἐπὶ τοὺς πόδας τοῦτο δὴ τὸ κοινὸν ἔδωκας· αὕτη δὲ δάκρυσιν ἔβρεξε τούτους.

Οὐδὲ τὸ πρόσωπον σὺ ἐφίλησας. Αὕτη δὲ τοὺς πόδας μου κατεφίλησε. Σὺ οὐδὲ ἔλαιον, αὕτη μύρον ἐξέχεεν. Ὅθεν ἐπειδὴ εἶπας ὅτι οὐ προφήτης εἰμί, ἐκ τοῦ μὴ διαγνῶναι ὅτι ἁμαρτωλὸς ἦν αὕτη, ἰδοὺ ἐλέγχω τὰ ἐν τῇ καρδίᾳ σου, ἵνα γνῷς ὅτι ὥσπερ τὰ σὰ γινώσκω ἃ κρύπτεις, πολλῷ μᾶλλον τὰ ταύτης, ἃ καὶ ἄλλοι πολλοὶ ἴσασιν. Ἀφέονται τοίνυν αἱ ἁμαρτίαι αὐτῆς, ὅτι ἠγάπησε πολύ, ἀντὶ τοῦ, πίστιν ἐνεδείξατο πολλήν. Οἱ δὲ συνανακείμενοι πάλιν καὶ αὐτοὶ γογγυσταί, μὴ λογισάμενοι ὅτι ἃ πρὸς τὸν Σίμωνα εἶπε, καὶ πρὸς αὐτοὺς εἰκὸς ἦν λεχθῆναι.

Ὁ δὲ Κύριος καταστέλλων τὸν γογγυσμὸν αὐτῶν, καὶ βουλόμενος αὐτοῖς δείξαι ὅτι ἕκαστον ἡ πίστις αὐτοῦ σώζει, οὐκ εἶπεν· Ὦ γύναι, ἐγώ σε σώζω, ἵνα μὴ πλέον φθονήσωσιν, ἀλλ’, ἡ πίστις σου. Τοῦτο δὲ εἶπεν, ὡς ἔφην, ἅμα μὲν τὸν φθόνον ἐκείνων καταστέλλων, ἅμα δὲ ἐνάγων κἀκείνους εἰς τὸ πιστεῦσαι, Ἐπιγνόντας ὅτι ἡ πίστις σώζει. Τὸ δέ, Πορεύου εἰς εἰρήνην, τουτέστιν εἰς δικαιοσύνην. Εἰρήνη γὰρ ἡ δικαιοσύνη, ὥσπερ ἡ ἁμαρτία ἔχθρα πρὸς Θεόν.

Ὅρα δὲ ὅτι μεθ’ ὃ ἀφῆκεν αὐτῇ τὰς ἁμαρτίας, οὐκ ἔστησεν αὐτὴν ἄχρι τῆς ἀφέσεως τῶν ἁμαρτιῶν, ἀλλὰ προσέθηκε καὶ τὴν ἐργασίαν τοῦ ἀγαθοῦ. Τὸ γάρ, Πορεύου εἰς εἰρήνην, ἀντὶ τοῦ, Πράττε ἅ σε ποιήσουσιν εἰρηνεύειν πρὸς Θεόν, νοεῖν ὀφείλεις.