Τὸ δὲ Οὐδέποτε ἔγνων ὑμᾶς, ἀντὶ τοῦ, Οὐδὲ τότε ὅτε ἐθαυματουργεῖτε, ἠγάπων ὑμᾶς γνῶσις γὰρ ἡ ἀγάπη λέγεται ἐνταῦθα. «Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους, καὶ ποιεῖ αὐτούς, ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν, καὶ κατέβη ἡ βροχή, καὶ ἦλθον οἱ ποταμοί, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε, τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.» Θεοῦ χωρὶς οὐ δύναται ἀρετὴ κατορθωθῆναι, διὰ τοῦτό φησιν, Ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ. Πέτρα δέ, ὁ Χριστός· οἰκία δέ, ἡ ψυχή. Ὅστις οὖν τὴν ψυχὴν αὐτοῦ οἰκοδομήσει ἐπὶ τῇ ἐργασίᾳ τῶν ἐντολῶν τοῦ Χριστοῦ, τοῦτον οὔτε ἡ βροχή, ὁ διάβολος λέγω, ὁ ἐξ οὐρανοῦ πεσών, οὔτε οἱ ποταμοί, οἱ ἐπηρεασταὶ ἄνθρωποι, οἱ ἀπὸ τῆς τοιαύτης βροχῆς πληθυνόμενοι, οὔτε οἱ ἄνεμοι, τὰ πνεύματα τῆς πονηρίας, καὶ ἁπλῶς πάντες οἱ πειρασμοί, τὸν τοιοῦτον οὐ δύνανται καταβαλεῖν. «Καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους, καὶ μὴ ποιῶν αὐτούς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον, καὶ κατέβη ἡ βροχή, καὶ ἦλθον οἱ ποταμοί, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσε, καὶ ἦν ἢ πτῶσις αὐτῆς μεγάλη.» Οὐκ εἶπεν, Ὁμοιώσω αὐτόν, ἀλλ’, Ὁμοιωθήσεται ἀφ’ ἑαυτοῦ, μωρῷ, ἐκεῖνος ὃς πιστεύει μέν, οὐ πράττει δέ· οὗτος οὖν ἐπὶ ψάμμου κτίζει, ἐπὶ σαθρότητος τῶν ἔργων.