Καὶ αὐτὸς ἦν ὁ Ἰησοῦς ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος ὤν, ὡς ἐνομίζετο, υἱὸς Ἰωσήφ, τοῦ Ἡλί, τοῦ Μαθάτ, τοῦ Λευΐ, τοῦ Μελχί, τοῦ Ἰαννά, τοῦ Ἰωσήφ, τοῦ Ματταθίου, τοῦ Ἀμώς, τοῦ Ναούμ, τοῦ Ἑσλί, τοῦ Ναγγαί, τοῦ Μαάθ, τοῦ Ματταθίου, τοῦ Σεμεΐ, τοῦ Ἰωσήχ, τοῦ Ἰούδα, τοῦ Ἰωαννᾶ, τοῦ Ῥησᾶ, τοῦ Ζοροβάβελ, τοῦ Σαλαθιήλ, τοῦ Νηρί, τοῦ Μελχεί, τοῦ Ἀδδεί, τοῦ Κωσάμ, τοῦ Ἐλμαδάμ, τοῦ Ἤρ, τοῦ Ἰησώ, τοῦ Ἐλιέζερ, τοῦ Ἰωρήμ, τοῦ Ματθάτ, τοῦ Λευεί, τοῦ Συμεών, τοῦ Ἰούδα, τοῦ Ἰωσήφ, τοῦ Ἰωνάμ, τοῦ Ἐλιακείμ, τοῦ Μελεᾶ, τοῦ Μαινάν, τοῦ Ματταθᾶ, τοῦ Ναθάν, τοῦ Δαυΐδ, τοῦ Ἰεσσαί, τοῦ Ὠβήδ, τοῦ Βοόζ, τοῦ Σαλμών, τοῦ Ναασσών, τοῦ Ἀμιναδάβ, τοῦ Ἀράμ, τοῦ Ἐσρώμ, τοῦ Φαρές, τοῦ Ἰούδα, τοῦ Ἰακώβ, τοῦ Ἰσαάκ, τοῦ Ἀβραάμ, τοῦ Θάρα, τοῦ Ναχώρ, τοῦ Σαρούχ, τοῦ Ῥαγαῦ, τοῦ Φαλέκ, τοῦ Ἑβέρ, τοῦ Σαλά, τοῦ Καϊνάμ, τοῦ Ἀρφαξάδ, τοῦ Σήμ, τοῦ Νῶε, τοῦ Λάμεχ, τοῦ Μαθουσάλα, τοῦ Ἐνώχ, τοῦ Ἰαρέδ, τοῦ Μαλελεήλ, τοῦ Καϊνᾶν, τοῦ Ἐνώς, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ Θεοῦ.» Τριάκοντα μὲν ὢν ἐτῶν, ἐβαπτίσθη ὁ Κύριος, διότι αὕτη ἡ ἡλικία ἐστὶ τελειοτάτη· καὶ κατὰ ταύτην ὁ ἄνθρωπος, ἢ δόκιμος ἢ ἀδόκιμος.