Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τὰ εὐαγγέλια ἐξηγήσεις

Θεοφύλακτος Βουλγαρίας

Ερμηνεία εις το Κατά Λουκάν: Η περιοδεία, οι παραβολές, τα θαύματα και η Μεταμόρφωση

Η διακονία των γυναικών, η παραβολή του σπορέως, η κατάπαυση της τρικυμίας, τα θαύματα, ο χορτασμός των πεντακισχιλίων και το γεγονός της Μεταμορφώσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 14 από 28

ΚΕΦΑΛ. Ηʹ. Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ. Περὶ τῆς παραβολῆς τοῦ σπείραντος. Περὶ μητρὸς καὶ ἀδελφῶν τοῦ Ἰησοῦ, θελόντων ἰδεῖν αὐτόν. Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων. Περὶ τοῦ λεγεῶνος. Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου. Περὶ τῆς αἱμοῤῥοούσης. «Καὶ ἐγένετο ἐν τῷ καθεξῆς, καὶ αὐτὸς διώδευε κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ, καὶ γυναῖκές τινες, αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν· Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ’ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει, καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρώδου, καὶ Σωσάννα, καὶ ἕτεραι πολλαί, αἵ τινες διηκόνουν αὐτῷ ἀπὸ τῶν ὑπαρχόντων αὐταῖς.» Οὐρανόθεν κατελθών, ἵνα τύπος ἡμῖν ἐν πᾶσι καὶ ὑπογραμμὸς γένηται, διδάσκει ἡμᾶς μὴ κατοκνεῖν εἰς τὸ διδάσκειν, ἀλλὰ πάντα τόπον περιϊέναι καὶ κηρύσσειν.

Ὅσα γὰρ ἐποίει, εἰς νουθεσίαν ἡμετέραν ἐποίει. Διώδευε τοίνυν πᾶσαν πόλιν καὶ κώμην· καὶ τοὺς δώδεκα δὲ μαθητὰς συνεπήγετο, οὐ διδάσκοντας, οὐδὲ κηρύσσοντας, ἀλλὰ μαθητευομένους παρ’ αὐτοῦ καὶ διδασκομένους ἀφ’ ὧν τε ἐποίει, ἀφ’ ὧν τε ἔλεγεν.

Ἐκήρυσσε δὲ ὁ Κύριος οὐ τὰ ἀγαθὰ τῆς γῆς, ἀλλὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Τίνα γὰρ ἄλλον ἔπρεπε τὰ ἄνω κηρύττειν, εἰ μὴ τὸν ἄνωθεν ἐρχόμενον; Διὸ οὐδεὶς τῶν προφητῶν βασιλείαν ἐκήρυξεν οὐρανῶν. Ἃ γὰρ οὐκ εἶδον, πῶς ἂν ἐκήρυξαν; Διὰ τοῦτο καὶ ὁ Πρόδρομος ἔλεγεν· Ὁ ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς λαλεῖ.

Ὁ δὲ ἄνωθεν ἐρχόμενος, ὃ ἑώρακε μαρτυρεῖ. Ἠκολούθουν δὲ αὐτῷ καὶ γυναῖκες, ἵνα μάθωμεν ὡς οὐδὲ τὸ θῆλυ κωλύεται ὑπὸ τῆς ἀσθενείας ἀκολουθεῖν τῷ Χριστῷ. Ὅρα δὲ πῶς καὶ πλούσιαι οὖσαι ὅμως πάντα παρεῖδον, καὶ τὴν διὰ Χριστὸν καὶ μετὰ Χριστοῦ πτωχείαν εἵλοντο. Ὅτι γὰρ πλούσιαι ἦσαν, ἄκουε· Ὅτι διηκόνουν τῷ Κυρίῳ ἀπὸ τῶν ὑπαρχόντων αὐταῖς καὶ οὐκ ἀπὸ ξένων χρημάτων καὶ ἀδικιῶν ὡς πολλοί.

Τὸ δέ, ἀφ’ ἧς ἐξεληλύθει δαιμόνια ἑπτά, τινὲς μὲν τὸ πολλὰ νοοῦσι. Παρὰ τῇ Γραφῇ γὰρ τὸ ἑπτά, ἀντὶ τοῦ πολλά, ἐκλαμβάνεται. Τάχα δέ τις εἴποι ἄν, ὅτι ὥσπερ εἰσὶν ἑπτὰ πνεύματα τῆς ἀρετῆς, οὕτως εἰσὶν ἐκ τοῦ ἐναντίου ἑπτὰ πνεύματα τῆς κακίας. Οἷόν ἐστι πνεῦμα φόβου Θεοῦ, ἔστιν ἐκ τοῦ ἐναντίου πνεῦμα ἀφοβίας Θεοῦ, ἔστι πνεῦμα συνέσεως, ἔστιν ἀντιστρόφως πνεῦμα ἀσυνεσίας, καὶ καθεξῆς. Εἰ μὴ γοῦν ἐκβληθείη τὰ ἑπτὰ ταῦτα πνεύματα τῆς κακίας ἀπὸ τῆς ψυχῆς, οὐ δύναταί τις ἀκολουθεῖν τῷ Χριστῷ. Δεῖ γὰρ ἐκβαλεῖν πρῶτον τὸν Σατανᾶν, καὶ οὕτως ἐνοικίσαι τὸν Χριστόν. «Συνιόντος δὲ ὄχλου πολλοῦ, καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτόν, εἶπε διὰ παραβολῆς·

Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. Καὶ ἐν τῷ σπείρειν αὐτόν, ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό· καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα· καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό. Καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα.

Ταῦτα λέγων, ἐφώνει, Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες, τίς εἵη ἡ παραβολὴ αὕτη; Ὁ δὲ εἶπεν· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ συνιῶσιν.» Ὅπερ εἶπεν ὁ Δαυῒδ πάλαι ἐν προσώπῳ Χριστοῦ, τοῦτο νῦν ἐξέβη. Ἀνοίξω γάρ, φησίν, ἐν παραβολαῖς τὸ στόμα μου. Φθέγγεται τοίνυν ὁ Κύριος παραβολικῶς διὰ πολλά· καὶ ἵνα γὰρ προσεκτικωτέρους ποιήσῃ τοὺς ἀκούοντας, καὶ διεγείρῃ αὐτοῖς τὸν νοῦν εἰς ζήτησιν τῶν λεγομένων. Εἰώθαμεν γὰρ οἱ ἄνθρωποι τὰ μὲν σκοτεινῶς λεγόμενα περιεργάζεσθαι, τὰ δὲ σαφῆ περιφρονεῖν· καὶ ἵνα οἱ ἀνάξιοι τῶν μυστηριωδῶς λεγομένων μὴ ἐπακούωσι. Καὶ διὰ πολλὰ ἄλλα ἐν παραβολαῖς φθέγγεται. Ἐξῆλθεν οὖν ὁ σπείρων, τουτέστιν, ὁ Υἱὸς τοῦ Θεοῦ ἐξῆλθεν ἐκ τῶν κόλπων τῶν Πατρικῶν, καὶ ἀπὸ τῆς κρυφιότητος αὐτοῦ, καὶ ἐμφανὴς ἐγένετο. Τίς δὲ ἐξῆλθεν;

Ὁ ἀεὶ σπείρων. Οὐ παύεται γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ ἀεὶ σπείρων ἐν ταῖς ἡμετέραις ψυχαῖς. Οὐ γὰρ μόνον ὅταν διδάσκῃ, ἀλλὰ καὶ διὰ τῆς κτίσεως ταύτης, καὶ σῶν καθ’ ἑκάστην εἰς ἡμᾶς γινομένων, σπείρει ἐν ταῖς ἡμετέραις ψυχαῖς τὰ ἀγαθὰ σπέρματα. Ἐξῆλθε δέ, οὐχ ἵνα τοὺς γεωργοὺς ἀποκτείνῃ, ἢ τὴν χώραν κατακαύσῃ, ἀλλ’ ἵνα σπείρῃ· πολλάκις γὰρ ἐξέρχεται ὁ γεωργὸς καὶ δι’ ἄλλα, οὐ μόνον διὰ τὸ σπεῖραι.

Τὸν σπόρον δὲ αὐτοῦ ἐξῆλθε σπεῖραι. Ἴδιος γὰρ αὐτοῦ ἦν ὁ λόγος τῆς διδασκαλίας, καὶ οὐκ ἀλλότριος. Οἱ μὲν γὰρ προφῆται, ὅσα ἔλεγον, οὐκ ἴδια ἔλεγον, ἀλλὰ τοῦ πνεύματος. Διὸ ἔλεγον, Τάδε λέγει Κύριος.

Ὁ δὲ Χριστὸς ἴδιον εἶχε τὸν σπόρον. Διὸ οὐκ ἔλεγεν ὅταν ἐδίδασκεν, ὅτι Τάδε λέγει Κύριος, ἀλλ’, Ἐγὼ λέγω ὑμῖν. Ἐν τῷ σπείρειν δὲ αὐτόν, τουτέστιν, ἐν τῷ διδάσκειν, ἄλλο μὲν ἔπεσε παρὰ τὴν ὁδόν. Οὐκ εἶπεν ὅτι ἔῤῥιψεν ὁ σπείρων, ἀλλ’ ἔπεσεν ἐκεῖνο. Ὁ μὲν γὰρ σπείρων σπείρει καὶ διδάσκει. Ὁ δὲ λόγος εἰς τοὺς ἀκούοντας πίπτει. Οὗτοι· δὲ εὑρίσκονται ἢ ὁδός, ἢ πέτρα, ἢ ἄκανθα, ἢ ἀγαθὴ γῆ. Ἐρωτῶσι δὲ τοῖς μαθηταῖς τὴν παραβολήν, φησὶν ὁ Κύριος· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τουτέστιν, ὑμῖν τοῖς ζητοῦσι μαθεῖν. «Πᾶς γὰρ ὁ αἰτῶν, λαμβάνει·» τοῖς δὲ λοιποῖς τοῖς μὴ ἀξίοις οὖσι τῶν μυστηρίων, σκοτεινῶς λέγονται, καὶ δοκοῦσι μὲν βλέπειν, οὐ βλέπουσι δέ· καὶ ἀκούουσι μέν, οὐ συνιοῦσι δέ, καὶ τοῦτο εἰς εὐεργεσίαν αὐτῶν.

Ἵνα γὰρ μὴ πλέον κατακριθῶσιν, ὡς μετὰ τὸ γνῶναι τὰ μυστήρια καταφρονήσαντες αὐτῶν, τούτου ἕνεκεν ἀπέκρυψεν ὁ Χριστὸς ἀπ’ αὐτῶν ταῦτα. Ὁ γὰρ γνούς, εἶτα καταφρονήσας, βαρυτέρας ἄξιος τιμωρίας. «Ἔστι δὲ αὕτη ἡ παραβολή, Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ. Οἱ δὲ παρὰ τὴν ὁδόν, εἰσὶν οἱ ἀκούοντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.

Οἱ δὲ ἐπὶ τῆς πέτρας, οἳ ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι, καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται, καὶ οὐ τελεσφοροῦσι. Τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ, ἀκούσαντες τὸν λόγον, κατέχουσι καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.» Τρεῖς τάξεις εἰσὶ τῶν μὴ σωζομένων ἐνταῦθα. Οἱ μὲν γὰρ παρὰ τὴν ὁδόν, οἱ μηδ’ ὅλως παραδεξάμενοι τὸν λόγον. Ὥσπερ γὰρ ἡ ὁδός, καταπεπατημένη καὶ συμπεπιλημένη οὐ δέχεται τὸν σπόρον, ὡς σκληρὰ οὖσα, οὕτω καὶ οἱ σκληροκάρδιοι οὐδ’ ὅλως παραδέχονται τὸν λόγον, κἂν ἀκούωσι, μὴ προσέχοντες. Οἱ δὲ παρὰ τὴν πέτραν, οἱ δεξάμενοι μέν, εἶτα ὑπὸ ἀσθενείας ἀνθρωπίνης τοῖς πειρασμοῖς ὑπομαλακισθέντες. Τρίτοι δέ, οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν τοῦ βίου συμπνιγόμενοι. Τρεῖς μὲν οὖν μερίδες εἰσὶ τῶν ἀπολλυμένων, μία δὲ ἡ τῶν σωζομένων· οὕτως ὀλίγοι μέν εἰσιν οἱ σωζόμενοι, πλείους δὲ οἱ ἀπολλύμενοι. Ὅρα δὲ ἐπὶ τῶν συμπνιγομένων, πῶς οὐκ εἶπεν ὅτι ὑπὸ τοῦ πλούτου συμπνίγονται, ἀλλ’ ὑπὸ τῶν μεριμνῶν τοῦ πλούτου. Οὐ γὰρ ὁ πλοῦτος βλάπτει, ἀλλ’ αἱ μέριμναι τούτου.

Ἐπεὶ πολλοὶ ὑπὸ τοῦ πλούτου ὠφελήθησαν, ῥίψαντες αὐτὸν εἰς τὰς τῶν πενήτων γαστέρας. Σκόπει δέ μοι καὶ τὴν ἀκρίβειαν τοῦ εὐαγγελιστοῦ, πῶς ἔφη περὶ τῶν σωζομένων, οἵτινες ἀκούσαντες τὸν λόγον, κατέχουσι. Τοῦτο γὰρ εἶπε διὰ τοὺς παρὰ τὴν ὁδόν.

Οὗτοι γὰρ οὐ κατέχουσι, ἀλλ’ αἵρει τὸν λόγον ὁ διάβολος ἀπ’ αὐτῶν· τὸ δέ, καρποφοροῦσιν, εἶπε διὰ τοὺς συμπνιγομένους, καὶ μὴ τελεσφοροῦντας. Ἐκεῖνοι γὰρ οὐ καρποφοροῦσιν, οἱ μὴ τελεσφοροῦντες λέγω. Τὸ δέ, ἐν ὑπομονῇ, εἶπε διὰ τοὺς ἐπὶ τῆς πέτρας, οἳ δέχονται μὲν τὸν λόγον, οὐχ ὑπομένοντες δὲ πειρασμοῦ ἔφοδον, ἀδόκιμοι φαίνονται. Ὁρᾷς πῶς εἶπε περὶ τῶν σωζομένων τό, κατέχουσι, καὶ τό, καρποφοροῦσι, καὶ τό, ὑπομονῇ, καὶ διὰ τούτων τῶν τριῶν ἀποδιέστειλε αὐτοὺς ἀπὸ τῶν μὴ κατεχόντων, οἵτινές εἰσιν οἱ παρὰ τὴν ὁδόν. Ἀπὸ τῶν μὴ ὑπομενόντων πειρασμοῦ ἔφοδον, οἵτινές εἰσιν οἱ ἐν ταῖς ἀκάνθαις. Ἀπὸ τῶν μὴ ὑπομενόντων πειρασμοῦ ἔφοδον, οἵτινές εἰσιν οἱ ἐπὶ τῆς πέτρας. «Οὐδεὶς δὲ λύχνον ἅψας, καλύπτει αὐτὸν σκεύει, ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ’ ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. Οὐ γάρ ἐστι κρυπτόν, ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ γνωσθήσεται, καὶ εἰς φανερὸν ἔλθῃ.

Βλέπετε οὖν πῶς ἀκούετε. Ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς ἂν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπ’ αὐτοῦ.» Ἄλλης διδασκαλίας ἀρχὴ ἐνταῦθα. Πρὸς γὰρ τοὺς μαθητὰς ἀποτεινόμενος ταῦτα λέγει, εἰς ἀκρίβειαν βίου ἐνάγων αὐτοὺς καὶ παιδεύων ἐναγωνίους εἶναι, ὡς παρὰ πάντων βλέπεσθαι μέλλοντας. Ὁ γὰρ διδάσκων καὶ κηρύττων, παρὰ πάντων βλέπεται, παρὰ πάντων περισκοπεῖται, εἰ καλός ἐστιν ἢ τοὐναντίον, καὶ οὐδὲν τῶν αὐτοῦ κρύπτεται.

Ὑμεῖς οὖν, ὦ μαθηταί, ἐὰν ἔχητε προσοχὴν καὶ σπουδήν, δοθήσεται ὑμῖν πλείων χάρις παρὰ Θεοῦ. Ὃς δ’ ἂν μὴ ἔχῃ σπουδὴν καὶ προσοχήν, καὶ ὃ δοκεῖ ἔχειν χάρισμα ἀπὸ Θεοῦ, διὰ τῆς ἀμελείας αὐτοῦ κατασβέννυσι καὶ ἀπόλλυσι. «Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. Καὶ ἀπηγγέλη αὐτῷ, λεγόντων· Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν σε θέλοντες.

Ὁ δὲ ἀποκριθείς, εἶπε πρὸς αὐτούς· Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες.» Ἐντεῦθεν δείκνυται, ὅτι οὐκ ἦν μετὰ τῶν κατὰ σάρκα συγγενῶν ὁ Χριστός· καταλιπὼν γὰρ τούτους, σχολάζει τῇ πνευματικῇ διδασκαλίᾳ, ἀλλ’ ἐκεῖνοι παραγίνονται πρὸς αὐτόν. Οὕτως οὖν χρὴ καὶ πάντα τὸν διακονίαν πεπιστευμένον Θεοῦ, μηδὲν ποιεῖσθαι προτιμότερον ταύτης, ἀλλὰ καὶ γονεῖς παρωθεῖσθαι, εἴγε μέλλουσιν ἡμᾶς ἐμποδίζειν ἀνωφελῶς καὶ μάτην εἰς τὸ τοῦ Θεοῦ ἔργον. Ὥσπερ οὖν καὶ νῦν ὁ Κύριος ποιεῖ.

Ἐπεὶ γὰρ εἶπον αὐτῷ τινες περὶ τῶν συγγενῶν αὐτοῦ, αὐτὸς οὐ περικλείει ἐν ὀλίγοις τὴν ἀδελφότητα, οὐδὲ τοὺς τοῦ Ἰωσὴφ παῖδας καταξιοῖ ἀδελφοὺς μόνους ἔχειν, ἀλλ’ ἐπεὶ τὸν κόσμον ἅπαντα ἦλθε σῶσαι, καὶ πάντας ἀδελφοὺς ποιήσασθαι, φησί· Μήτηρ μου καὶ ἀδελφοί μού εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες. Εἶτα ἐπειδὴ τὸ ἀκούειν ψιλὸν οὐδένα σώζει, εἰ μὴ μᾶλλον καὶ κατακρίνει, φησί, καὶ ποιοῦντες. Δεῖ γὰρ μετὰ τοῦ ἀκούειν, καὶ ποιεῖν.

Λόγον δὲ Θεοῦ τὴν οἰκείαν διδασκαλίαν λέγει· ὅσα γὰρ αὐτὸς ἔλεγε, τοῦ Πατρὸς αὐτοῦ ἦσαν. Οὐ γὰρ ἦν ἀντίθεος ὥστε ἃ λέγει μὴ εἶναι τοῦ Θεοῦ. Τινὲς δὲ τὸ χωρίον τοῦτο οὕτω νοοῦσιν, ὅτι τοῦ Χριστοῦ διδάσκοντος καὶ εὐδοκιμοῦντος ἐπὶ τῇ διδασκαλίᾳ, τινὲς φθονήσαντες καὶ ὥσπερ μυκτηρίζοντες αὐτόν, εἶπον· Ἰδοὺ ἡ μήτηρ σου, καὶ οἱ ἀδελφοί σου ἐστήκασιν ἔξω, ἰδεῖν σε θέλοντες. Ἐπεὶ γὰρ ἡ μήτηρ αὐτοῦ ἐδόκει εὐτελὴς εἶναι, καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἀφανεῖς τινες, ὡς τέκτονος υἱοί, τούτου ἕνεκεν διασύροντες αὐτὸν ὡς δυσγενῆ, τὴν μητέρα αὐτοῦ καὶ τοὺς ἀδελφοὺς αὐτῷ προέφερον. Ὁ δέ, γνοὺς τὴν διάνοιαν αὐτῶν, εἶπεν, ὅτι, Οὐδέν με βλάπτει εὐτέλεια συγγενική, ἀλλὰ μᾶλλον κἂν εὐτελὴς εἴη τις, ἀκούῃ δὲ τὸν λόγον τοῦ Θεοῦ, συγγενῆ αὐτὸν ποιῶ ἐμόν. «Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον, καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπε πρὸς αὐτούς· Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης, καὶ ἀνήχθησαν. Πλεόντων δὲ αὐτῶν, ἀφύπνωσε, καὶ κατέβη λαίλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον. Προσελθόντες δὲ διήγειραν αὐτόν, λέγοντες· Ἐπιστάτα, ἐπιστάτα, ἀπολλύμεθα.

Ὁ δὲ ἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος, καὶ ἐπαύσατο, καὶ ἐγένετο γαλήνη. Εἶπε δὲ αὐτοῖς· Ποῦ ἐστιν ἡ πίστις ὑμῶν; Φοβηθέντες δέ, ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι καὶ ὑπακούουσιν αὐτῷ;» Γυμνάζων τοὺς μαθητὰς ὁ Κύριος, καὶ δοκιμάζων τὴν πίστιν αὐτῶν, εἰ ἄρα ἐν τοῖς πειρασμοῖς ἀκλόνητοί εἰσι, καθεύδει οἰκονομικῶς, ἀλλ’ ἐλέγχεται αὐτῶν ἡ ἀσθένεια. Οὐ γὰρ τελείαν πίστιν, ἀλλὰ μεμιγμένην τῇ ἀπιστίᾳ ἐνδείκνυνται. Πιστεύουσι μὲν γὰρ ὅτι σῶσαι δύναται. Ὡς δὲ ὀλιγόπιστοι, λέγουσι τό, Σῶσον, ἀπολλύμεθα. Εἰ γὰρ τελείαν εἶχον πίστιν, ἐπληροφορήθησαν ἂν ὡς ἀδύνατόν ἐστιν ἀπολέσθαι αὐτούς, συνόντος αὐτοῖς τοῦ πάντα ἰσχύοντος. Ὁ δὲ ἐγερθείς, ἐπετίμησε τῷ ἀνέμῳ. Ἀφῆκε γὰρ αὐτοὺς ταραχθῆναι, ἵνα καὶ ἐμφανεστέρα γένηται ἡ αὐτοῦ δύναμις. Εἰώθαμεν γὰρ οἱ ἄνθρωποι τότε μᾶλλον μνημονεύειν τοῦ σώσαντος, ὅταν ἀπὸ μεγάλων κινδύνων ἡμᾶς ἐξέληται. Διὰ τοῦτο οὐκ ἐν ἀρχῇ, ἀλλ’ ἐν ἀκμῇ τοῦ κινδύνου διαναστὰς αὐτοὺς ἔσωσεν. Ὅρα δὲ καὶ ἀναγωγικῶς, ὅτι τύπος ἐστὶ τοῦτο τοῦ ὕστερον περὶ τοὺς μαθητὰς συμβάντος. Λίμνη μὲν γὰρ ἡ Ἰουδαία, περὶ ἣν κατέβη λαίλαψ πολλὴ τῆς κατὰ Χριστοῦ μανίας, ἣν ἐμάνησαν οἱ Ἰουδαῖοι σταυροῦντες τὸν Κύριον.

Ἐταράχθησαν δὲ καὶ οἱ μαθηταί· πάντες γὰρ ἀφέντες αὐτὸν ἔφυγον, ἀλλ’ ἠγέρθη ὁ Κύριος ἀπὸ τοῦ ὕπνου, τουτέστιν ἀνέστη, καὶ πάλιν οἱ μαθηταὶ ἐν γαλήνῃ. Ἐπιστὰς γὰρ αὐτοῖς, εἶπεν·

Εἰρήνη ὑμῖν. Καὶ ταῦτα μὲν ἀναγωγικῶς. Τὸ δέ, Τίς ἄρα οὗτός ἐστιν; οὐχ ὡς ἀποροῦντες λέγουσιν, ἀλλὰ θαυμάζοντες· ὡς ἂν εἰ οὕτως ἔλεγον· Τίς ἐστιν οὗτος, ἀντὶ τοῦ, πόσος καὶ πηλίκος καὶ οἷος, καὶ ἐν ὅσῃ ἐξουσίᾳ καὶ δυνάμει ταῦτα ποιεῖ; «Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν, ἥτις ἐστὶν ἀντίπερα τῆς Γαλιλαίας. Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν, ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ’ ἐν τοῖς μνήμασιν. Ἰδὼν δὲ τὸν Ἰησοῦν, καὶ ἀνακράξας, προσέπεσεν αὐτῷ, καὶ φωνῇ μεγάλῃ εἶπε· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; Δέομαί σου, μή με βασανίσῃς. Παρήγγελλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. Πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ διαῤῥήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους. Ἐπηρώτησε δὲ αὐτὸν ὁ Ἰησοῦς, λέγων·

Τί σοί ἐστιν ὄνομα; Ὁ δὲ εἶπε· Λεγεών, ὅτι δαιμόνια πολλὰ εἰσῆλθον εἰς αὐτόν, καὶ παρεκάλει αὐτόν, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει, καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν, καὶ ἐπέτρεψεν αὐτοῖς.

Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου, εἰσῆλθον εἰς τοὺς χοίρους. Καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην, καὶ ἀπεπνίγη.» Ὅρα τὸν δαίμονα δυσὶ κακίας πάθεσι μεριζόμενον, θράσει καὶ φόβῳ. Τὸ μὲν γὰρ λέγειν, Τί ἐμοὶ καὶ σοί; θρασέος καὶ ἀναισχύντου δούλου, τὸ δέ, Δέομαί σου, φοβουμένου ἐστί. Κατῴκει δὲ ἐν τοῖς μνήμασι, πονηρὰν ἐνθεῖναι τοῖς ἀνθρώποις ὑπόληψιν βουλόμενος, ὅτι αἱ ψυχαὶ τῶν ἀποθανόντων δαίμονες γίνονται.

Αἰτοῦνται δὲ οἱ δαίμονες μὴ εἰσελθεῖν εἰς τὴν ἄβυσσον, ἀλλὰ συγχωρηθῆναι ἔτι ἐν τῇ γῇ διατρίβειν. Ὁ δὲ Κύριος συγχωρεῖ αὐτοῖς εἶναι ἐν τῇ γῇ, ὡς ἂν παλαίοντες τοῖς ἀνθρώποις, δοκιμωτέρους αὐτοὺς ποιῶσιν. Εἰ γὰρ μὴ ἦσαν ἀντίπαλοι, οὐκ ἂν ἦσαν ἀγῶνες, καὶ εἰ μὴ ἦσαν ἀγῶνες, οὐκ ἂν ἦσαν στέφανοι. Μάθε δὲ καὶ ἀναγωγικώτερον, ὅτι ὅστις ἔχει δαίμονας ἐν ἑαυτῷ, τουτέστι δαιμονικὰς πράξεις. ἱμάτιον οὐκ ἐνδιδύσκεται, τουτέστι, τὴν ἀπὸ τοῦ βαπτίσματος στολὴν οὐκ ἔχει, καὶ ἐν οἰκίᾳ οὐ μένει, τουτέστιν ἐν Ἐκκλησίᾳ. Οὐκ ἄξιος γάρ ἐστιν εἰσέρχεσθαι ἐν Ἐκκλησίᾳ, ἀλλ’ ἐν τοῖς μνήμασιν, ἤτοι τοῖς τῶν νεκρῶν ἔργων δοχείοις, οἷον πορνείοις, τελωνείοις· ταῦτα γὰρ μνημεῖα κακίας εἰσίν. «Ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον, ἔφυγον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν, καὶ εἰς τοὺς ἀγρούς. Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός, καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον, ἀφ’ οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα, παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν.

Ἀπήγγειλαν δὲ αὐτοῖς καὶ οἱ ἰδόντες, πῶς ἐσώθη ὁ δαιμονισθείς. Καὶ ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν, ἀπελθεῖν ἀπ’ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον, ὑπέστρεψεν. Ἐδέετο δὲ ὁ ἀνὴρ ἀφ’ οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ. Ἀπέλυσε δὲ αὐτὸν ὁ Ἰησοῦς, λέγων· Ὑπόστρεψον εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ, ὅσα ἐποίησέ σοι ὁ Θεός.

Καὶ ἀπῆλθε, καθ’ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.» Τὸ μὲν φυγεῖν τοὺς βόσκοντας, σωτηρίας ἀφορμὴ ἐγένετο τοῖς Γαδαρηνοῖς, ἀλλ’ ἐκεῖνοι οὐ συνῆκαν. Δέον γὰρ θαυμάσαι τὴν δύναμιν τοῦ Σωτῆρος, καὶ πιστεῦσαι αὐτῷ· οἱ δὲ ἠρώτησαν, φησί, τὸν Ἰησοῦν, ἀντὶ τοῦ παρεκάλεσαν, ἀπελθεῖν ἀπ’ αὐτῶν, ἐφοβήθησαν γὰρ μήπως καὶ ἄλλο τι ἐπιζήμιον πάθωσιν, ὥσπερ καὶ τοὺς χοίρους ἀπώλεσαν. Ὁ δὲ θεραπευθεὶς ἐκεῖνος, ἀναντίῤῥητον τὴν ἀπόδειξιν τῆς θεραπείας ἐμφαίνει.

Οὕτω γὰρ ὑγιάσθη τὰς φρένας, ὥστε ἐπιγνῶναί τε τὸν Ἰησοῦν, καὶ ἀξιοῦν αὐτόν, ἵνα ᾖ σὺν αὐτῷ. Καὶ γάρ, ὡς ἔοικεν, ἐφοβεῖτο μήπως μακρυνθεὶς ἀπὸ τοῦ Ἰησοῦ, πάλιν εὐεπιχείρητος ἔσται τοῖς δαίμοσιν. Ὁ δὲ Κύριος, δεικνύων αὐτῷ ὅτι κἂν μὴ συνῇ τῷ Ἰησοῦ, δύναται τῇ χάριτι αὐτοῦ σκεπόμενος ἀνώτερος εἶναι δαιμονικῆς ἐπηρείας, Ὑπόστρεφε, φησίν, εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός.

Οὐκ εἶπεν, ὅσα σοι ἐποίησα ἐγώ, τύπον ἡμῖν ταπεινοφροσύνης διδούς. Καὶ ἵνα πάντα πρὸς Θεὸν ἀναφέρωμεν τὰ κατορθώματα. Ὁ δὲ οὕτως εὐγνώμων ἦν, ὥστε διηγεῖσθαι ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς Ὁ μὲν γὰρ Κύριος προσέταξεν αὐτῷ διηγεῖσθαι, ὅσα ἐποίησεν αὐτῷ ὁ Θεός, ὁ δὲ διηγεῖται, ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς. Δεῖ οὖν καὶ ἡμᾶς ὅταν τινὶ ποιήσωμεν ἀγαθόν, μὴ θέλειν ἀνακηρύττεσθαι τοῦτο, ἐκεῖνον δὲ τὸν παθόντα τὸ ἀγαθόν, κἂν ἡμεῖς μὴ θέλωμεν, ἀνακηρύττειν αὐτό. «Ἐγένετο δὲ ἐν τῷ ὑποστρέψαι τὸν Ἰησοῦν, ἀπεδέξατο αὐτὸν ὁ ὄχλος, ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν. Καὶ ἰδοὺ ἦλθεν ἀνήρ, ᾧ ὄνομα Ἰάειρος, καὶ αὐτὸς ἄρχων τῆς Συναγωγῆς ὑπῆρχε, καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ, ὡς ἐτῶν δώδεκα, καὶ αὔτη ἀπέθνησκεν.

Ἐν δὲ τῷ ὑπάγειν αὐτόν, οἱ ὄχλοι συνέπνιγον αὐτόν. Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον, οὐκ ἴσχυσεν ὑπ’ οὐδενὸς θεραπευθῆναι, προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς.» Ὑπέστρεψε μὲν ὁ Ἰησοῦς ἀπὸ τῆς τῶν Γαδαρηνῶν χώρας. Προσεδόκων δὲ αὐτὸν οἱ ὄχλοι, ἅμα μὲν διὰ τὴν διδασκαλίαν, ἅμα δὲ διὰ τὰ θαύματα. Προσῆλθεν οὖν καί τις ἄρχων τῆς Συναγωγῆς, οὐκ εὐτελής, οὐδ’ ἀπόβλητος, ἀλλὰ τῶν πρώτων. Προστίθησι δὲ καὶ τὸ ὄνομα τούτου ὁ εὐαγγελιστής, ἵνα γνωριμώτερον τὸ θαῦμα γένηται, ὡς ἔστιν ἀληθές. Προσπίπτει δὲ οὗτος τῷ Ἰησοῦ, χρείας ἐνστάσης. Καίτοι ἔδει αὐτὸν καὶ μὴ ταύτης ἀναγκαζούσης, προσπεσεῖν, καὶ ἐπιγνῶναι αὐτὸν Θεὸν ὄντα, ὅμως καὶ θλίψις ἔσθ’ ὅτε ἐκβιάζεται τοὺς ἀνθρώπους πρὸς τὴν τοῦ κρείττονος ἐπιλογήν. Ταύτῃ τοι καὶ ὁ Δαυῒδ ἔφη ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαι, τῶν μὴ ἐγγιζόντων πρὸς σέ. Ἐν παρόδῳ δὲ πρόσεισι γυνὴ πίστιν ἐπαγομένη μάλα πολλήν. Προσελθοῦσα γάρ, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, πιστεύουσα πάντως, ὅτι ἐὰν μόνον ἅψηται, σωθήσεται.

Καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος. Ὥσπερ γὰρ εἰ προσαγάγοι τις ὀφθαλμὸν φωτὶ λάμποντι, ἢ πυρὶ φρύγανον, εὐθὺς ἐνεργοῦσιν, οὕτω προσαγαγοῦσα πίστιν τῷ δυναμένῳ θεραπεῦσαι, εὐθὺς τῆς θεραπείας ἔτυχεν. Οὐδὲν γὰρ ἐλογίσατο, οὐ τὸ πολυχρόνιον τῆς νόσου, οὐ τὸ τοὺς ἰατροὺς ἀστοχῆσαι, οὐκ ἄλλο οὐδέν. Ἀλλὰ μόνον ἐπίστευσε, καὶ σέσωσται. Καὶ ὡς ἔοικε, πρότερον ἥψατο τοῦ Ἰησοῦ νοητῶς, εἶτα καὶ σωματικῶς. «Καὶ εἶπεν ὁ Ἰησοῦς· Τίς ὁ ἁψάμενός μου; Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος καὶ οἱ μετ’ αὐτοῦ· Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις, Τίς ὁ ἁψάμενός μου; Ὁ δὲ Ἰησοῦς εἶπεν· Ἥψατό μού τις. Ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ’ ἐμοῦ. Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε, καὶ προσπεσοῦσα αὐτῷ, δι’ ἣν αἰτίαν ἥψατο αὐτοῦ, ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα.

Ὁ δὲ εἶπεν αὐτῇ· Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε, πορεύου εἰς εἰρήνην.» Ὁ Κύριος θέλων καὶ τῆς γυναικὸς τὴν πίστιν πᾶσιν ἐπιδείξασθαι, ἵνα μιμηταὶ ταύτης γένωνται, καὶ τῷ Ἰαείρῳ ἐλπίδας ἀγαθὰς δοῦναι περὶ τῆς αὐτοῦ θυγατρός, φανεροῖ τὸ λαθραίως γενόμενον, καὶ ζητεῖ μὲν τίς ὁ ἁψάμενος αὐτοῦ. Ὁ δὲ Πέτρος, ὥσπερ τολμηρός, μεμφόμενος αὐτὸν ἕνεκεν τῆς ἐρωτήσεως, φησί· Τοσοῦτοί σε συμπνίγουσι, καὶ λέγεις· Τίς ὁ ἁψάμενός μου; Οὐκ ἐνενόει δὲ τί ὁ Κύριος ἠρώτα. Ὁ μὲν γὰρ Ἰησοῦς ἐπυνθάνετο, Τίς ὁ ἁψάμενός μου μετὰ πίστεως, καὶ οὐχὶ ἁπλῶς οὕτως. Ὥσπερ γὰρ ἔχει τις ὦτα τοῦ ἀκούειν, ἄλλος δὲ ὦτα ἔχει καὶ οὐκ ἀκούει, οὕτως ἄλλος μὲν ἅπτεται μετὰ πίστεως, ἄλλος δὲ ἐγγίζει μέν, ἡ δὲ καρδία αὐτοῦ πόῤῥω ἀπέχει.

Ἐρωτᾷ τοίνυν ὁ Κύριος, καί τοι εἰδὼς τὴν γυναῖκα, ἀλλ’ ὅπερ ἔφην, ἵνα καὶ τὴν πίστιν αὐτῆς ὑποδείξῃ, καὶ τὸν ἀρχισυνάγωγον εὔελπιν ποιήσῃ· ἐρωτᾷ, καὶ θεατρίζει τὴν γυναῖκα. Ἔγνων γάρ, φησί, δύναμιν ἐξελθοῦσαν ἀπ’ ἐμοῦ, εἰκότως. Οἱ μὲν γὰρ προφῆται οὐκ εἶχον δυνάμεις ἀπ’ αὐτῶν ἐξερχομένας· χάριτι γὰρ Θεοῦ ἐθαυματούργουν. Ὁ δὲ Ἰησοῦς πηγὴ ὢν παντὸς ἀγαθοῦ καὶ πάσης δυνάμεως, ἔχει καὶ δυνάμεις ἀπ’ αὐτοῦ ἐξερχομένας. Διπλῇ δὲ θεραπεύει τὴν γυναῖκα ὁ Κύριος, πρῶτον μὲν τὴν νόσον αὐτῆς ἰασάμενος, ἔπειτα δὲ καὶ τὸν τρόμον τῆς ψυχῆς καταστείλας, διὰ τοῦ εἰπεῖν· Θάρσει, θύγατερ. «Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων αὐτῷ. ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου, μὴ σκύλλε τὸν διδάσκαλον. Ὁ δὲ Ἰησοῦς ἀκούσας, ἀπεκρίθη αὐτῷ, λέγων·

Μὴ φοβοῦ, μόνον πίστευε, καὶ σωθήσεται. Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν, οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα, εἰ μὴ Πέτρον, καὶ Ἰάκωβον, καὶ Ἰωάννην, καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. Ἔκλαιον δὲ πάντες, καὶ ἐκόπτοντο αὐτήν. Ὁ δὲ εἶπε· Μὴ κλαίετε, οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.

Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. Αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας καὶ κρατήσας τῆς χειρὸς αὐτῆς, ἐφώνησε λέγων· Ἡ παῖς, ἐγείρου. Καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς. Ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.» Ὁ Ἰησοῦς ἀκούσας, ὡς εἶπέ τις πρὸς τὸν ἀρχισυνάγωγον· Μὴ σκύλλε τὸν διδάσκαλον, τουτέστι, Μὴ εἰς κόπους ἔμβαλε, μὴ μετακίνει, οὐκ ἀνέμεινε τὸν ἀρχισυνάγωγον λαλῆσαί τι πρὸς αὐτόν, ἀλλὰ προφθάσας, ἵνα μὴ εἴπῃ ὁ ἀρχισυνάγωγος·

Οὐ χρείαν σου ἔχω, ἤδη γέγονε τὸ κακόν, ἰδοὺ ἀπέθανεν ἣν προσεδοκῶμεν ὅτι θεραπεύσεις. ἵνα γοῦν μηδὲν τοιοῦτον εἴπῃ· ἄπιστος γὰρ ἦν καὶ Ἰουδαῖος· προφθάσας αὐτὸν ὁ Χριστός, φησί· Μὴ φοβοῦ, μόνον πίστευε, πρὸς τὴν αἱμόῤῥουν, φησίν, ἀποσκόπει· ἐκείνην μιμούμενος οὐκ ἀστοχήσεις.

Μόνον δὲ Πέτρον, καὶ Ἰωάννην, καὶ Ἰάκωβον ἀφίησιν εἰσελθεῖν, ὡς προκρίτους τῶν μαθητῶν, καὶ ὡς δυναμένους σιωπῆσαι τὸ θαῦμα. Οὐ γὰρ ἤθελεν ἵνα πρὸ καιροῦ ἀποκαλυφθείη τοῖς πολλοῖς, διὰ τὸν φθόνον τάχα τῶν Ἰουδαίων, τὰ πλείω τῶν ἔργων αὐτοῦ συγκαλύπτων, ἵνα μὴ τῷ φθόνῳ διακαιόμενοι, κρίματος ἔνοχοι εἶεν. Ὥσπερ οὖν καὶ ἡμᾶς δεῖ ποιεῖν, ὅταν εἴη τις ἡμῖν φθονῶν. οὐκ ὀφείλομεν πρὸς αὐτὸν ἀπογυμνοῦν τὰ κατορθώματα ἡμῶν, ἵνα μὴ πλήττοντες αὐτόν, ποιῶμεν πλέον φθονεῖν, καὶ εἰς ἁμάρτημα ἐμβάλλωμεν, ἀλλ’ ὡς οἷόν τε σπουδάζειν ὡς ἂν λανθάνωσιν αὐτόν. Λέγοντος δὲ τοῦ Κυρίου ὅτι οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει, καὶ τὸν θάνατον ὕπνον καλοῦντος, διότι ἔμελλε τὴν τεθνηκυῖαν ἀναστῆσαι ὥσπερ ἐξ ὕπνου, κατεγέλων αὐτοῦ οἱ ἀκούοντες, ἵνα καὶ μᾶλλον τὸ θαῦμα εἴη θαῦμα. Ἵνα γὰρ μὴ ἔχωσι λέγειν ὕστερον ὡς οὐκ ἀπέθανεν, ἀλλ’ ὕπνωττε, διὰ τοῦτο ᾠκονόμησε πρότερον καταγελασθῆναι, ἐν τῷ λέγειν ὅτι οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει, ὡς ἂν ἐμφραγῶσι τὰ στόματα τῶν θελόντων συκοφαντεῖν. Τοσοῦτον γὰρ ἀπέθανεν, ὥστε καὶ κατεγέλων αὐτοῦ λέγοντος ὅτι οὐκ ἀπέθανεν.

Ἐξέβαλε δὲ ἔξω πάντας, τάχα μὲν παιδεύων ἡμᾶς ἀφιλοδόξους εἶναι, καὶ μηδὲν πρὸς ἐπίδειξιν ποιεῖν. Τάχα δὲ καὶ διδάσκων, ὅτι ὅταν μέλλῃ τις θαυματουργεῖν, οὐκ ἐν μέσῳ πολλῶν δεῖ αὐτὸν εἶναι, ἀλλ’ ἰδιάζοντα καὶ ἀπερίσπαστον. Ἐπέστρεψεν οὖν τὸ πνεῦμα τῆς παιδός· οὐ γὰρ ἄλλην ψυχὴν εἰσήνεγκεν, ἀλλ’ ἐκείνην τὴν ἀπὸ τοῦ σώματος ἀποπτᾶσαν, ταύτην ἐποίησε στραφῆναι ἐπ’ αὐτό. Διετάξατο δὲ αὐτῇ δοθῆναι φαγεῖν, πρὸς πίστωσιν πλείονα καὶ βεβαίωσιν τοῦ ἀληθῶς αὐτὴν ἀναστῆναι. Ἔστι δὲ καὶ οὕτω ταῦτα νοήσαι· αἱμόῤῥους ἐστὶ πᾶσα ψυχὴ βλύζουσα καὶ πηγάζουσα τὴν αἱματώδη ἁμαρτίαν καὶ φονικήν. Πᾶσα γὰρ ἁμαρτία φονεύς ἐστι καὶ σφαγεὺς τῆς ψυχῆς. Αὕτη οὖν ἡ ψυχή, ἁψαμένη τῶν ἱματίων τοῦ Ἰησοῦ, τουτέστι τῆς σαρκώσεως αὐτοῦ, καὶ πιστεύσασα ὅτι σεσάρκωται ὁ Υἱὸς τοῦ Θεοῦ, ὑγιάζεται. Κἂν ἀρχισυνάγωγος δέ τις εἴη, τουτέστι νοῦς πολλῶν ἐν τῷ συνάγειν τὰ ἀπὸ πλεονεξίας κρατῶν· νοσεῖ δὲ αὐτοῦ ἡ θυγάτηρ, ἡ διάνοια λέγω, μόνον προσκαλεσάσθω τὸν Ἰησοῦν καὶ πιστευσάτω, καὶ σωθήσεται.

ΚΕΦΑΛ. Θʹ. Περὶ τῆς ἀποστολῆς τῶν δώδεκα. Περὶ Ἡρώδου ὅτι ἤκουσε περὶ Ἰησοῦ. Περὶ τῶν πέντε ἄρτων καὶ τῶν δύο ἰχθύων. Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως. Περὶ τῆς μεταμορφώσεως τοῦ Χριστοῦ. Περὶ τοῦ σεληνιαζομένου. Περὶ τῶν διαλογιζομένων τίς μείζων. Περὶ τοῦ κωλυομένου δαιμόνια ἐλαύνειν ὑπὸ τῶν μαθητῶν. Περὶ τοῦ μὴ αἰτεῖν τιμωρίαν εἰς τοὺς μὴ δεξαμένους αὐτούς. Περὶ τοῦ μὴ ἐπιτρεπομένου ἀκολουθεῖν. «Συγκαλεσάμενος δὲ τοὺς δώδεκα, ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσους θεραπεύειν, καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας.

Καὶ εἶπε πρὸς αὐτούς· Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδον, μήτε πήραν, μήτε ἄρτον, μήτε ἀργύριον, μήτε ἀνὰ δύο χιτῶνας ἔχειν, καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε, καὶ ἐκεῖθεν ἐξέρχεσθε, καὶ ὅσοι ἂν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης, καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ’ αὐτούς. Ἐξερχόμενοι δέ, διήρχοντο κατὰ κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.» Καὶ ἐντεῦθεν δείκνυται ἡ ὑπεροχὴ τῆς θεότητος τοῦ Ἰησοῦ. Οὐ γὰρ μόνον αὐτὸς ἐθαυματούργει, ἀλλὰ καὶ τοῖς μαθηταῖς ταὐτὸ τοῦτο ἐδίδου, καίτοιγε οὐκ ἀνθρώπου, ἀλλὰ Θεοῦ πάντως ἐστὶ τὸ τοιαῦτα χαρίζεσθαι δῶρα τοῖς αὐτοῦ φίλοις. Δοὺς δὲ αὐτοῖς ἐξουσίαν κατὰ τῶν πονηρῶν πνευμάτων, οὐκ ἄχρι τούτου αὐτοὺς περιώρισεν, ἀλλὰ καὶ κηρύσσειν τὸ Εὐαγγέλιον προσέταξε. Δεῖ γὰρ τὸν διδασκαλίαν ἐγκεχειρισμένον καὶ κηρύσσειν καὶ θαυματουργεῖν. Τό τε γὰρ κήρυγμα διὰ τῶν θαυμάτων βεβαιοῦται, τά τε θαύματα διὰ τοῦ κηρύγματος.

Πολλοὶ γὰρ πολλάκις θαύματα ἐποίησαν ἀπὸ δαιμόνων, ἀλλ’ οὐκ ἦν τὸ κήρυγμα αὐτῶν ὑγιές. Διὸ οὐδὲ τὰ θαύματα αὐτῶν ἐκ Θεοῦ· οὕτω δὲ ἀπερίττους αὐτοὺς ἀποστέλλει, ὥστε οὔτε ἄρτον βούλεται αὐτοὺς αἴρειν, οὔτ’ ἄλλο τι ὧν οἱ πολλοὶ ἐπαγόμεθα. Παραγγέλλει δὲ αὐτοῖς καὶ τοῦτο, μὴ μεταπηδᾷν ἀπὸ τούτου εἰς ἐκεῖνον, ἀλλ’ εἰς ἣν ἂν οἰκίαν εἰσέλθωσιν, ἐκεῖ μένειν, ἵνα μὴ δόξωσιν ἄστατοί τινες εἶναι καὶ εὐμετάβολοι. Ἀποτινάσσειν δὲ τὸν κονιορτόν φησιν, ἐὰν μὴ δέξωνταί τινες ὑμᾶς. εἰς μαρτύριον ἐπ’ αὐτούς, τουτέστιν, εἰς ἔλεγχον αὐτῶν καὶ κατάκρισιν, δεικνύντας αὐτοῖς ὅτι πολλὴν ὁδὸν δι’ αὐτοὺς ἀνύσαντες, οὐδὲν ἀπ’ αὐτῶν κέρδος ἔσχον. Τινὲς δὲ τὸ μὴ βαστάζειν τοὺς ἀποστόλους, μήτε πήραν, μήτε ῥάβδον, μήτε ἀνὰ δύο χιτῶνας ἔχειν, οὕτω νοοῦσιν, ὅτι Μὴ θησαυρίζετε. Τούτου γὰρ σύμβολον ἡ πήρα, πολλὰ συνάγουσα· μήτε ῥάβδον βαστάζετε, τουτέστι, μὴ θυμώδεις καὶ πληκτικοὶ γένησθε, μήτε ἀνὰ δύο χιτῶνας ἔχετε, ἀντὶ τοῦ, ποικίλοι τινὲς κατὰ τὸ ἦθος καὶ διπλοῖ τὰς γνώμας τυγχάνετε. «Ἤκουσε δὲ Ἡρώδης ὁ τετράρχης τὰ γενόμενα ὑπ’ αὐτοῦ πάντα, καὶ διηπόρει, διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ἐγήγερται ἐκ νεκρῶν, ὑπό τινων δέ, ὅτι Ἠλίας ἐφάνη. Ἄλλων δέ, ὅτι προφήτης εἰς τῶν ἀρχαίων ἀνέστη. Καὶ εἶπεν ὁ Ἡρώδης· Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος, περὶ οὗ ἐγὼ ἀκούω τοιαῦτα; Καὶ ἐζήτει ἰδεῖν αὐτόν.»

Οὗτος ὁ Ἡρώδης ὁ μικρὸς ἦν, ὁ υἱὸς τοῦ μεγάλου Ἡρώδου τοῦ τὰ βρέφη ἀποκτείναντος. Ἐκεῖνος μὲν γὰρ βασιλεὺς ἦν, οὗτος δὲ τετράρχης· διηπόρει δὲ περὶ Ἰησοῦ, τίς ἂν εἴη. Ἰωάννην μὲν γάρ, φησίν, ἐγὼ ἀπεκεφάλισα, καὶ εἴπερ ὁ Ἰωάννης ἐστὶν ἐγερθεὶς ἐκ νεκρῶν, πάντως ἰδὼν αὐτὸν γνωρίσω. Ἐζήτει γὰρ ἰδεῖν αὐτόν. Ὅρα δὲ ὅτι οἱ Ἑβραῖοι ἐδόξαζον ἀνάστασιν νεκρῶν ἐν ζωῇ σαρκικῇ, καὶ ἐν βρώμασι καὶ πόμασι, κακῶς δοξάζοντες. Ἡ γὰρ ἀνάστασις οὐκ ἐν βρώσει καὶ πόσει, ἢ ζωῇ σαρκικῇ, ἀλλ’ ὡς ἄγγελοι Θεοῦ, οὕτω διάγουσιν. «Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι, διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. Καὶ παραλαβὼν αὐτούς, ὑπεχώρησε κατ’ ἰδίαν εἰς τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδά. Οἱ δὲ ὄχλοι γνόντες, ἠκολούθησαν αὐτῷ.

Καὶ δεξάμενος αὐτούς, ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ Θεοῦ· καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο. Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα, εἶπον αὐτῷ· Ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κύκλῳ κώμας καὶ τοὺς ἀγρούς, καταλύσωσι, καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν. Εἶπε δὲ πρὸς αὐτούς· Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Οἱ δὲ εἶπον· Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ πέντε ἄρτοι καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς, ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα.

Ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. Εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Κατακλίνατε αὐτοὺς κλισίας ἀνὰ πεντήκοντα. Καὶ ἐποίησαν οὕτω, καὶ ἀνέκλιναν ἅπαντας. Λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησεν αὐτούς, καὶ κατέκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς παρατιθέναι τῷ ὄχλῳ, καὶ ἔφαγον, καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς, κλασμάτων κόφινοι δώδεκα.» Εἰς ἔρημον τόπον ἄπεισιν ὁ Ἰησοῦς, ἐπειδὴ τὸ τῶν ἄρτων θαῦμα τελέσαι ἔμελλεν, ἵνα μὴ ἔχοι τις λέγειν, ὅτι ἐγγὺς οὔσης πόλεως, ἐκεῖθεν ἄρτοι ἠνέχθησαν. Δεξάμενος οὖν τοὺς ὄχλους, ἐδίδασκέ τε καὶ ἐθεράπευεν, ἵνα σὺ μάθῃς, ὅτι ἡ καθ’ ἡμᾶς φιλοσοφία λόγῳ καὶ πράξει μερίζεται, καὶ οὔτε δεῖ λέγειν ἄπρακτα, οὔτε πράττειν ἄλογα. Κλινούσης δὲ τῆς ἡμέρας, οἱ μαθηταὶ φιλανθρωπότερον ἤδη ἀρξάμενοι ἔχειν καὶ ποιμαντικώτερον, κατελεοῦσι τοὺς ὄχλους, καί φασιν· Ἀπόλυσον αὐτούς, τουτέστι, θεράπευσον τὰς ἀσθενείας αὐτῶν τάχιον. Πλήρωσον τὰς αἰτήσεις αὐτῶν. Ὁ δὲ Κύριος πρὸς τοὺς μαθητὰς λέγων· Δότε αὐτοῖς ὑμεῖς φαγεῖν, οὐχ ὡς ἀγνοῶν τὴν ἀπορίαν φησίν, ἀλλὰ βουλόμενος παρακινῆσαι αὐτούς, ἵνα εἴπωσι, πόσους ἄρτους ἔχουσι, καὶ οὕτω δειχθῇ τὸ θαῦμα μέγα, ἐκ τῆς ὁμολογίας ἐκείνων, δειχθείσης τῆς ποσότητος τῶν ἄρτων.

Τὸ δέ, Κατακλίνατε αὐτοὺς κλισίας ἀνὰ πεντήκοντα, δείκνυσιν ὅτι δεῖ ἡμᾶς, ὅταν τινὰ ξενοδοχῶμεν, καὶ κατακλίνειν αὐτόν, καὶ πάσης ἐπιμελείας ἀξιοῦν. Ἀναβλέπει δὲ εἰς τὸν οὐρανόν, δεικνύων ἡμῖν ὅταν μέλλωμεν φαγεῖν, εὐχαριστίας τῷ Θεῷ ἀναπέμπειν.

Δίδωσι δὲ τοῖς μαθηταῖς, εἶθ’ οὕτως ἐκεῖνοι τοῖς ὄχλοις, ἵνα μὴ ἐπιλάθωνται τοῦ θαύματος, ἀλλ’ ἀναμιμνήσκωνται τούτου, ἐνθυμούμενοι ὅτι τοὺς ἄρτους εἰς τὰς χεῖρας αὐτῶν ἔλαβον. Τὸ δὲ περίττευμα ἦσαν κόφινοι δώδεκα, ἵνα μάθωμεν πόσον ἡ φιλοξενία δύναται, καὶ πῶς πληθύνονται τὰ ἡμέτερα, ὅταν παρέχωνται τοῖς δεομένοις. Εἴρηται δὲ περὶ τούτων πλατύτερον ἐν τῷ κατὰ Ματθαῖον. «Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον καταμόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί. Καὶ ἐπηρώτησεν αὐτούς, λέγων· Τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι;

Οἱ δὲ ἀποκριθέντες εἶπον· Ἰωάννην τὸν Βαπτιστήν· ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δ’ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. Εἶπε δὲ αὐτοῖς· Ὑμεῖς δέ, τίνα με λέγετε εἶναι; Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε· Τὸν Χριστὸν τοῦ Θεοῦ. Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς, παρήγγειλε μηδενὶ εἰπεῖν τοῦτο, εἰπών, ὅτι Δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων, καὶ ἀρχιερέων, καὶ Γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.» Ἐρωτῶν τοὺς μαθητὰς ὁ Κύριος, οὐκ εὐθέως ἐρωτᾷ τί λέγουσιν αὐτοί, ἀλλὰ πρότερον τὴν τοῦ λαοῦ γνώμην, εἶθ’ οὕτω τὴν αὐτῶν ἐκείνων.

Τοῦτο δὲ ποιεῖ, ὡς ἂν ἀδόκιμον ἀποδείξας τὴν τῶν πολλῶν περὶ αὐτοῦ φήμην, μεταστήσῃ τοὺς μαθητὰς εἰς τὴν ἀληθῆ ὑπόληψιν. Ὃ δὴ καὶ πέπρακται. Εἰπόντων γὰρ τῶν μαθητῶν, ὅτι Οἱ μὲν Ἰωάννην, οἱ δὲ Ἠλίαν σε λέγουσιν, αὐτὸς ἐρωτᾷ· Ὑμεῖς δέ, τουτέστιν, Ὑμεῖς οἱ διαφέροντες πάντων, οἱ ἐξειλεγμένοι, οἱ ἐξαίρετοι, τίνα με λέγετε; Ὁ δὲ Πέτρος προπηδᾷ τὸν λοιπῶν, καὶ στόμα πάντων γενόμενος, ὁμολογεῖ αὐτὸν εἶναι τὸν πάλαι κηρυττόμενον Χριστὸν τοῦ Θεοῦ. Οὐ γὰρ εἶπε, Χριστὸν τοῦ Θεοῦ, ἀλλά, τὸν Χριστὸν τοῦ Θεοῦ μετὰ τοῦ ἄρθρου, ἵνα δηλώσῃ ὅτι αὐτό, ἐστιν ὁ κυρίως Χριστὸς τοῦ Θεοῦ. Πολλοὶ μὲν γὰρ ἐχρίσθησαν, ἀλλ’ ὁ Χριστὸς τοῦ Θεοῦ εἷς καὶ μόνος ἐστίν. «Ἔλεγε δὲ πρὸς πάντας· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ’ ἡμέραν, καὶ ἀκολουθείτω μοι. Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν, ὃς δ’ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν.

Τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον, ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς; Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὑτοῦ καὶ τοῦ Πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων.

Λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἲ οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ.» Ἐπειδὴ περὶ ἑαυτοῦ εἶπεν, ὅτι Δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, ἐπιφέρει καὶ κοινόν τι καὶ καθολικόν, ὅτι οὐ μόνος ἐγὼ θάνατον ὑποστήσομαι, ἀλλὰ γὰρ καὶ πάντες οἱ βουλόμενοι ἀκολουθεῖν ἐμοί, ὀφείλουσιν ἑαυτοὺς ἀπαρνεῖσθαι, μηδεμίαν κοινωνίαν ἔχοντες πρὸς τὴν σάρκα, ἀλλὰ καταφρονοῦντες ἑαυτῶν. Σταυρὸν δὲ ἐνταῦθα λέγει τὸν θάνατον τὸν ἐπονείδιστον· ἕτερος γὰρ θάνατος οὐκ ἦν οὕτως ἄδοξος ὡς διὰ σταυροῦ. Δείκνυσιν οὖν ὅτι εἴ τις θέλει μαθητὴς αὐτοῦ εἶναι, ἀποθνήσκειν ὀφείλει οὐκ ἔνδοξον θάνατον, ἀλλ’ ἐπονείδιστον, ὡς κατάκριτος φονευόμενος. Ἐπεὶ δὲ πολλοὶ φονεύονται μὲν ἐπονειδίστως, ἀλλ’ ὡς λῃσταὶ καὶ κακοποιοί, διὰ τοῦτο προσέθηκε τό, Καὶ ἀκολουθείτω μοι, τουτέστι, πᾶσαν ἀρετὴν μετερχέσθω. Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν, τουτέστιν, ὃς ἂν θέλῃ ζῆσαι κατὰ κόσμον, οὗτος ἀποθανεῖται κατὰ ψυχήν. Ἐπαισχύνεται δὲ τὸν Χριστόν, ὁ λέγων, ὅτι, Πῶς πιστεύσω ἐσταυρωμένῳ Θεῷ καὶ ἐμπαιχθέντι; ἀλλὰ καὶ τοὺς αὐτοῦ λόγους ἐπαισχύνεται, ὁ τὴν τοῦ Εὐαγγελίου ἰδιωτείαν διασύρων. Τοιοῦτον οὖν ἐπαισχυνθήσεται ὁ Κύριος ἐν τῇ δόξῃ αὐτοῦ, τουτέστι, τῇ δευτέρᾳ παρουσίᾳ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν·

Ὥσπερ ἐάν τις οἰκοδεσπότης ἔχῃ δοῦλον πονηρόν, αἰσχύνεται ὀνομάσαι τοῦτον δοῦλον οἰκεῖον, οὕτω καὶ ἐγώ, φησίν, αἰσχυνθήσομαι ὀνομάσαι δοῦλον ἐμόν, τὸν ἀρνησάμενόν με. Ἐπεὶ δὲ εἶπεν ἄνω, ὅτι Ὃς ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ, σώσει αὐτήν, θέλων δεῖξαι, ποίων ἀγαθῶν καταξιοῦνται οἱ τοιοῦτοι, φησίν· Εἰσί τινες τῶν ὧδε, οἳ οὐ μὴ ἀποθάνωσιν ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ, τουτέστι, τὴν δόξαν ἐν ᾗ μέλλουσιν ἔσεσθαι οἱ δίκαιοι. Τοῦτο δὲ εἶπε περὶ τῆς μεταμορφώσεως. Ἡ γὰρ μεταμόρφωσις τύπος ἦν τῆς μελλούσης ἄνω δόξης, καὶ ὥσπερ ἐν ταύτῃ ἤστραψεν ὁ Ἰησοῦς παραδόξως, οὕτως ἀναλόγως τότε οἱ δίκαιοι λάμψουσιν. Εἰσὶν οὖν, φησί, τινές, Ἰωάννης, Πέτρος καὶ Ἰάκωβος, οἳ οὐ μὴ φθάσωσιν ἀποθανεῖν, ἕως ἂν ἴδωσιν ἐν ποίᾳ δόξῃ ἔσονται οἱ ἐμὲ ὁμολογοῦντες.

Ἴδωσι δὲ τοῦτο ἐν τῷ καιρῷ τῆς μεταμορφώσεως. «Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ, καὶ παραλαβὼν Πέτρον, καὶ Ἰωάννην, καὶ Ἰάκωβον, ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. Καὶ ἐγένετο, ἐν τῷ προσεύχεσθαι αὐτόν, τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων. Καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωσῆς καὶ Ἠλίας, οἳ ὀφθέντες ἐν δόξῃ, ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ. Ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ, ἦσαν βεβαρημένοι ὕπνῳ. Διαγρηγορήσαντες δέ, εἶδον τὴν δόξαν αὐτοῦ. Καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ· καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ’ αὐτοῦ, εἶπεν ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν·

Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοί, καὶ μίαν Μωσεῖ, καὶ μίαν Ἠλίᾳ, μὴ εἰδὼς ὃ λέγει. Ταῦτα δὲ αὐτοῦ λέγοντος, ἐγένετο νεφέλη καὶ ἐπεσκίασεν αὐτούς. Ἐφοβήθησαν δὲ ἐν τῷ ἐκείνους εἰσελθεῖν εἰς τὴν νεφέλην, καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης, λέγουσα·

Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, αὐτοῦ ἀκούετε. Καὶ ἐν τῷ γενέσθαι τὴν φωνήν, εὑρέθη ὁ Ἰησοῦς μόνος, καὶ αὐτοὶ ἐσίγησαν, καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑωράκασιν.» Ὁ μὲν Ματθαῖος ἓξ ἡμέρας φησὶ διελθεῖν μετὰ τοὺς λόγους τούτους, καὶ τότε τὸν Ἰησοῦν ἀνελθεῖν εἰς τὸ ὄρος, Λουκᾶς δὲ ὀκτώ φησι διελθεῖν, τὰς μεταξὺ μόνας ἡμέρας λέγει· Λουκᾶς δέ, οὐ τὰς μεταξὺ μόνας, ἀλλὰ καὶ τὴν ἡμέρον καθ’ ἣν ἐλέχθησαν οἱ λόγοι οὗτοι, κἀκείνην καθ’ ἣν ἡ μεταμόρφωσις γέγονε.

Παρέλαβε δὲ τοὺς τρεῖς μόνους, τὸν μὲν Πέτρον ὡς ἀγαπῶντα, τὸν δὲ Ἰωάννην ὡς ἀγαπώμενον, καὶ τὸν Ἰάκωβον δέ, ὡς καὶ αὐτὸν θερμὸν ὄντα τὸν ὑπὲρ αὐτοῦ ζῆλον, ἣ καὶ ὡς δυναμένους κρύψαι τὸ πρᾶγμα, καὶ κατασχεῖν, καὶ μηδενὶ ἀπαγγεῖλαι.

Ἀναβαίνει δὲ εἰς ὄρος, ὥστε προσεύξασθαι. Δεῖ γὰρ ἰδιάζοντας ἡμᾶς καὶ ἀναβαίνοντας, καὶ μηδενὶ τῶν γηΐνων ἐγκύπτοντας, προσεύχεσθαι. Ἐγένετο δὲ τὸ εἶδος αὐτοῦ ἕτερον, οὐχ ὡς μεταστάντος αὐτοῦ εἰς ἄλλην φύσιν. Ἔμεινε γὰρ οἷος ἦν· ἀλλὰ τὸ σχῆμα τοῦ προσώπου αὐτοῦ ἐφάνη λαμπρότερον ἢ πρότερον. Ὥσπερ οὖν καὶ ἐπὶ τῶν ἱματίων αὐτοῦ γέγονε. Τούτων γὰρ τὸ εἶδος μόνον ἐξήστραψεν, οὐχὶ τῆς οὐσίας τῶν ἱματίων μεταμειφθείσης, ἀλλὰ τῆς ἐπιφανείας. Μωϋσῆς δὲ καὶ Ἠλίας συνειστήκεισαν αὐτῷ προσευχομένῳ, ἵνα δειχθῇ ὅτι οὐκ ἔστιν ἐναντίος τοῖς προφήταις καὶ τῷ νόμῳ. Εἰ γὰρ ἦν, οὐκ ἂν ὁ τὸν νόμον δοὺς Μωϋσῆς, καὶ ὁ τῶν προφητῶν θερμότατος Ἠλίας, ἠνέσχοντο δορυφορεῖν αὐτόν, καὶ αὐτῷ συνίστασθαι. Ἔλεγον δὲ τὴν ἔξοδον ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ, τουτέστι τὸν θάνατον. Ὁ δὲ Πέτρος ὕπνῳ ἐβαρεῖτο, τῇ προσευχῇ σχολάζοντος τοῦ Χριστοῦ. Ἀσθενὴς γὰρ ἦν, καὶ τὸ ἀνθρώπινον ἐπλήρου, ὕπνῳ δουλεύων.

Διαγρηγορήσας δέ, θεωρεῖ τὴν δόξαν, καὶ τοὺς δύο ἄνδρας· ὥσπερ δὲ ἀποδεχόμενος τὴν ἐκεῖσε διατριβήν, διά τε τὸ φῶς καὶ διὰ τὸ θεωρεῖν τοὺς προφήτας, φησί· Καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι. Ἐνόμιζε γὰρ ὅτι τότε ἦν ἡ συντέλεια, καὶ ἡ βασιλεία τοῦ Ἰησοῦ· μὴ εἰδὼς ὃ λέγει. Οὔπω γὰρ ἦν τὸ πέρας, οὐδὲ τῆς βασιλείας ἡ ἡμέρα ἐνειστήκει, οὐδὲ τῆς τῶν ἀγαθῶν ἀπολαύσεως ὧν μεθέξουσιν οἱ ἅγιοι.

Ἅμα δὲ καὶ φοβούμενος τὸ σταυρωθῆναι τὸν Χριστόν, ταῦτά φησιν. Ἐπεὶ γὰρ ἤκουσεν αὐτοῦ, ὅτι δεῖ αὐτὸν ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι, φησὶ ταῦτα, μονονουχὶ λέγων· Μὴ κατέλθωμεν ἐκ τοῦ ὄρους, ἐνταῦθα καταμείνωμεν, ἵνα τὸν σταυρὸν διαδράσωμεν καὶ τὸ πάθος. Ἔχομεν Ἠλίαν βοηθόν, εἰ ἐπέλθωσιν ἡμῖν οἱ Ἰουδαῖοι, τὸ πῦρ κατενεγκόντα, καὶ τοὺς πεντηκοντάρχους ἀπολέσαντα.

Ἔχομεν Μωϋσῆν τὸν τόσα καὶ τόσα ἔθνη ἀφανίσαντα· ταῦτα δὲ ἔλεγε μὴ εἰδὼς ὃ λέγει. Αὐτὸς μὲν γὰρ ἐνόμιζεν ὅτι παγχάλεπόν τι καὶ κακόν ἐστιν ὁ σταυρός, καὶ διὰ τοῦτο ἀποδιδράσκων αὐτόν, ταῦτα ἔλεγεν. Ὁ δὲ Κύριος ἐδίψα σταυρωθῆναι, ἐπεὶ οὐκ ἐνῆν ἄλλως τοὺς ἀνθρώπους σωθῆναι. Τοῦ δὲ Πέτρου, «Ποιήσωμεν σκηνὰς τρεῖς,» λέγοντος, ὁ Κύριος σκηνὴν ἀχειροποίητον ἐξαίφνης ποιεῖ, καὶ ἐν ταύτῃ εἰσέρχεται μετά γε τῶν προφητῶν, ἵνα δειχθῇ ὅτι οὐδὲν ἐλαττοῦται τοῦ Πατρός. Ὥσπερ γὰρ ἐν τῇ παλαιᾷ ἡ νεφέλη ἐλέγετο ἔχειν τὸν Κύριον, καὶ Μωϋσῆς εἰσήρχετο ἐν αὐτῇ, καὶ οὕτω τὸν νόμον ἐδέχετο, οὕτω καὶ νῦν ἡ νεφέλη τὸν Χριστὸν ἐδέξατο, καὶ νεφέλη οὐ γνοφώδης· παρῆλθε γὰρ ἡ σκιὰ τοῦ νόμου, καὶ τὸ σκοτεινὸν τῆς ἀσαφείας· ἀλλὰ νεφέλη φωτεινή. Ἦλθε γὰρ ἡ ἀλήθεια καὶ ἔλαμψεν ἡ τοῦ Κυρίου χάρις, καὶ οὐδὲν σκοτεινὸν νῦν. Ἐγένετο δὲ καὶ φωνὴ ἐκ τῆς νεφέλης, ὥσπερ καὶ τὸ παλαιὸν φωνὴ τοῦ Θεοῦ ἠκούετο ἐκ τῆς νεφέλης.

Εὑρέθη δὲ Ἰησοῦς μόνος, ἵνα μή τις νομίσῃ ὅτι τό, «Οὗτός ἐστιν ὁ Υἱός μου,» περὶ Μωϋσέως ἣ Ἡλίου ἐλέχθη. Τάχα μέντοι καὶ τοῦτο σημαίνει, ὅτι μέχρι μέν τινος καιροῦ ἐφαίνοντο ὁ νόμος καὶ οἱ προφῆται, ὥσπερ καὶ ἐνταῦθα Μωσῆς καὶ Ἠλίας, εἶτα μόνος Ἰησοῦς, ἐκείνων παρελθόντων· τὸ γὰρ Εὐαγγέλιον νῦν κρατεῖ, τῶν νομικῶν παρελθόντων. Ἐσίγησαν δὲ καὶ οὐδὲν ἀπήγγειλαν οἱ ἀπόστολοι, ὧν ἑωράκασι.

Πρὸ γὰρ τοῦ σταυροῦ οὐκ ἔδει λέγεσθαί τι θεοπρεπὲς περὶ Ἰησοῦ. Οἱ γὰρ ἀκούσαντες ταῦτα, εἶτα ὁρῶντες αὐτὸν σταυρούμενον, ποίαν δόξαν ἔσχον ἂν περὶ αὐτοῦ; Ἆρ’ οὐχὶ πλάνον αὐτὸν καὶ φαντασιοσκόπον αὐτὸν ἐνόμισαν; Διὰ τοῦτο τοίνυν οὐδὲν ἔργον παράδοξον καὶ θεοπρεπὲς πρὸ τοῦ σταυροῦ κηρύττουσιν οἱ ἀπόστολοι. Περὶ δὲ ταύτης τῆς περικοπῆς εἴρηται ἡμῖν ἐν τῷ κατὰ Ματθαῖον πολλὰ καὶ χαρίεντα. «Ἐγένετο δὲ ἐν τῇ ἑξῆς ἡμέρᾳ, κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, συνήντησεν αὐτῷ ὄχλος πολύς.

Καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἀνεβόησε λέγων· Διδάσκαλε, δέομαί σου, ἐπίβλεψον ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής ἐστί μοι, καὶ ἰδοὺ πνεῦμα, λαμβάνει αὐτόν, καὶ ἐξαίφνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ, καὶ μόγις ἀποχωρεῖ ἀπ’ αὐτοῦ, συντρίβον αὐτὸν καὶ ἐδεήθην τῶν μαθητῶν σου, ἵνα ἐκβάλλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς. ἕως πότε ἁνέξομαι ὑμῶν; Προσάγαγε τὸν υἱόν σου ὧδε. Ἔτι δὲ προσερχομένου αὐτοῦ, ἔῤῥηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν. Ἐπετίμησε δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα, καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.» Σφόδρα ἄπιστος ἦν ὁ ἀνὴρ οὗτος· διὰ τοῦτο γάρ τοι οὐδὲ τὸ δαιμόνιον ἐξήρχετο ἀπὸ τοῦ παιδὸς αὐτοῦ, νικώσης τῆς ἀπιστίας τὴν τῶν ἀποστόλων δύναμιν. Ἀλλὰ δὴ κἀντεῦθεν δείκνυται ἡ ἀπιστία αὐτοῦ καὶ αὐθάδεια, ἐκ τοῦ ἐνώπιον πάντων προσελθόντα κατηγορεῖν τῶν μαθητῶν· ὁ γοῦν Κύριος, δεικνύων ὅτι παρὰ τὴν ἀπιστίαν αὐτοῦ ἐστι τὸ μὴ ἰαθῆναι τὸν παῖδα, ἐνώπιον πάντων ὀνειδίζει αὐτῷ, καὶ οὐ μόνῳ αὐτῷ, ἀλλὰ καὶ τοῖς ἄλλοις πᾶσι κοινῶς. Ἐν γὰρ τῷ εἰπεῖν, ὦ γενεὰ ἄπιστος, σύμπαντας περιλαμβάνει τοὺς Ἰουδαίους.

Τὸ δέ, διεστραμμένη, ἐμφαίνει ὅτι οὐκ ἐξ ἀρχῆς, οὐδὲ ἐκ φύσεως ἡ πονηρία. Ἀλλὰ φύσει μὲν ἦσαν ὀρθοί· σπέρμα γὰρ ἅγιον ἦν τὸ τοῦ Ἀβραὰμ καὶ Ἰσαάκ· διεστράφησαν δὲ ὑπὸ κακίας. Τὸ δέ, Ἕως πότε ἔσομαι πρὸς ὑμᾶς, ἕως πότε ἀνέξομαι ὑμῶν; τοῦτο δηλοῖ, ὅτι ἀσπαστὸν ἔχει τὸν θάνατον, καὶ βούλεται αὐτῶν τάχιον ἀπαλλαγῆναι. Ἕως γὰρ πότε, φησίν, ἀνέξομαι τῆς ἀπιστίας ὑμῶν; Δεικνύων οὖν ὅτι ἔχει δύναμιν νικῶσαν τὴν ἀπιστίαν τῶν Ἰουδαίων, φησί· Προσάγαγε τὸν υἱόν σου ὧδε. Καὶ ὑγιάσας αὐτόν, ἀπέδωκε τῷ πατρὶ αὐτοῦ. Πρότερον γὰρ ὁ δαιμονῶν οὐκ ἦν τοῦ πατρὸς αὐτοῦ, ἀλλὰ τοῦ κατέχοντος αὐτὸν πονηροῦ πνεύματος. Τότε δὲ ὁ Κύριος ἀπέδωκεν αὐτὸν τῷ ἀπολέσαντι αὐτόν, εἶτα εὑρόντι πατρί. «Ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ Θεοῦ. Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίησεν ὁ Ἰησοῦς. εἶπε πρὸς τοὺς μαθητὰς αὐτοῦ·

Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους. Ὁ γὰρ Υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ’ αὐτῶν, ἵνα μὴ αἴσθωνται αὐτό. Καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.» Οἱ μὲν ἄλλοι πάντες ἐθαύμαζον ἐπὶ πᾶσιν οἷς ἐποίει ὁ Ἰησοῦς, οὐκ ἐπὶ τῷ ἑνὶ τούτῳ θαύματι. Ὁ δὲ ἀφεὶς τοὺς ἄλλους, πρὸς τοὺς μαθητὰς διαλέγεται, καί φησι· Θέσθε ὑμεῖς ταῦτα πάντα, τά τε θαύματα καὶ τοὺς ἐπὶ τοῖς θαύμασι λόγους, εἰς τὰ ὦτα ὑμῶν. Διὰ τί; Διότι μέλλω παραδοθῆναι καὶ σταυρωθῆναι, ἵν’ ὅταν σταυρωθέντα με ἴδητε, μὴ νομίσητε ὅτι ἀπὸ ἀδυναμίας τοῦτο πέπονθα. Ὁ γὰρ τοιαῦτα θαυματουργῶν, ἡδύνατο ἂν μηδὲ σταυρωθῆναι. Οἱ δέ, ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ’ αὐτῶν. Διὰ τί δὲ τοῦτο ἐγένετο; Ἵνα μὴ πρὸ καιροῦ λυπῶνται, καὶ τῷ φόβῳ ἐκταράττωνται. Συγκαταβαίνων οὖν ὁ Θεὸς τῇ ἀσθενείᾳ αὐτῶν, καὶ οἷον παιδία τινὰ διακυβερνῶν αὐτούς, οὐ συνεχώρει νοῆσαι αὐτοὺς τὸ περὶ τοῦ σταυροῦ λεγόμενον. Ὅρα δὲ καὶ τὴν ἐκείνων εὐλάβειαν, πῶς εὐλαβοῦντο ἐρωτῆσαι, μᾶλλον δὲ ἐφοβοῦντο. Ὁ γὰρ φόβος ἐπίτασίς ἐστιν εὐλαβείας, ὥσπερ καὶ ἡ εὐλάβεια συνεσταλμένος φόβος. «Εἰσῆλθε δὲ διαλογισμὸς ἐν αὐτοῖς, τό, τίς ἂν εἴη μείζων αὐτῶν.

Ὁ δὲ Ἰησοῦς, ἰδὼν τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος παιδίου, ἕστησεν αὐτὸ παρ’ ἑαυτῷ, καὶ εἶπεν αὐτοῖς· Ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τὸ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά με. Ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτος ἔσται μέγας. Ἀποκριθεὶς δὲ ὁ Ἰωάννης εἶπεν·

Ἐπιστάτα, εἴδομέν τινα ἐπὶ τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ μεθ’ ἡμῶν. Καὶ εἶπε πρὸς αὐτὸν ὁ Ἰησοῦς· Μὴ κωλύετε. Ὃς γὰρ οὐκ ἔστι καθ’ ἡμῶν, ὑπὲρ ἡμῶν ἐστιν.» Πάθος διακένου δόξης ὑπέδραμε τοὺς ἀποστόλους. Ἐπεὶ δοκεῖ ἐκ τοῦ τὸν δαιμονιζόμενον μὴ θεραπευθῆναι ἐπεγερθέντος αὐτοῖς τοῦ πάθους.

Εἰκὸς γὰρ ἦν αὐτοὺς διαφιλονεικῆσαι περὶ τούτου, λέγοντα ἕκαστον, ὅτι οὐ διὰ τὴν ἐμὴν ἀδυναμίαν, ἀλλὰ διὰ τὴν τοῦ δεῖνος οὐκ ἐθεραπεύθη ὁ παῖς, κἀντεῦθεν ἀναφθῆναι τὴν περὶ τοῦ, τίς ἂν εἴη μείζων, ἔριν. Ἀλλ’ ὁ Κύριος, εἰδὼς τὰς καρδίας ἑκάστου, φθάνει, καὶ πρὶν ἢ αὐξηθείη τὸ πάθος τοῦτο, σπουδάζει πρόῤῥιζον ἐκτεμεῖν. Ἀρχόμενα μὲν γὰρ τὰ πάθη νικῶνται ῥᾳδίως, αὐξηθέντα δὲ δυσαπόβλητα γίνεται. Πῶς οὖν ἐκτέμνει τὸ κακόν; Ἐπιλαβόμενος, φησί, παιδίου, δείκνυσι τοῦτο τοῖς μαθηταῖς· δηλῶν αὐτοῖς διὰ τούτου, ὅτι τοιαύτην γνώμην δεῖ ἡμᾶς ἐν ἑαυτοῖς κατασκευάζειν, οἵαν τοῖς παιδίοις ἡ ἡλικία δέδωκε. Ταῦτα γὰρ ἀπειρόκακά τέ εἰσι καὶ ἁπλούστατα, μήτε φιλοδοξίας λογισμοῖς ἐνοχλούμενα, μήτε φιλοπρωτίας. Ὃς οὖν, φησί, δέξεται τοιοῦτον παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται.

Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὑμεῖς μὲν νομίζετε, ὅτι ἐὰν σοβαροὶ φαίνησθε καὶ φιλόδοξοι, τότε ἀρέσετε τοῖς πολλοῖς. καὶ τότε πλείονες ὑποδέξονται ὑμᾶς. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι τοσαῦτον τῇ ἁπλότητι χαίρω, καὶ οὕτω χαρακτηρίζει αὕτη τοὺς ἐμοὺς μαθητάς, ὥστε ὅστις ἂν δέξηται τὸν ἁπλούστατον ἄνδρα καὶ ἄκακον, ὡς ἐμὸν μαθητὴν (τοῦτο γάρ ἐστι τό, ἐπὶ τῷ ὀνόματί μου), ἐμὲ δέχεται. Ὁ γὰρ ἀλαζόνα δεχόμενος, οὔτε ἐμὸν μαθητὴν δέχεται, οὔτε ἐμέ. Ἀποκριθεὶς δὲ ὁ Ἰωάννης εἶπε· Κύριε, εἴδομέν τινα ἐπὶ τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύσαμεν αὐτόν. Ποία ἀκολουθία τοῦ λόγου, ὃν εἶπεν ὁ Ἰωάννης, πρὸς ἃ εἶπεν ὁ Κύριος;

Πολλὴ μὲν οὖν. Ἐπεὶ γὰρ εἶπεν ὁ Κύριος, ὅτι Ὁ μικρότερος ἐν ὑμῖν ὑπάρχων, οὗτος ἔσται μέγας, ἐφοβήθη λοιπὸν ὁ Ἰωάννης, μήπως κακόν τι ἐποίησαν κωλύσαντες ἄνθρωπον ἐξουσιαστικῶς καὶ ἀλαζονικῶς. Τὸ γὰρ κωλύειν τινὰ ἀπό τινος, οὐκ ἐλάττονα ἐμφαίνει τὸν κωλύοντα, ἀλλὰ κρεῖττόν τι φρονοῦντα ἐκείνου τοῦ κωλυομένου παρ’ αὐτοῦ. Ὁ τοίνυν Ἰωάννης ἐφοβήθη τοῦτο, μήπως ἀλαζονικὸν ἔργον ἐποίησε, κωλύσας τὸν ἄνθρωπον. Τίνος δὲ ἕνεκεν ἐκώλυον τὸν ἄνθρωπον; Οὐ φθονοῦντες, ἀλλὰ κρίνοντες αὐτὸν ἀνάξιον τοῦ θαυματουργεῖν· οὐ γὰρ ἦν μετ’ αὐτῶν δεξάμενος τὴν χάριν τοῦ θαυματουργεῖν, οὐδ’ ἀπέστειλεν αὐτὸν ἐπὶ τοῦτο ὁ Κύριος, ὥσπερ καὶ αὐτούς· οὐδὲ ἠκολούθει ὅλως τῷ Ἰησοῦ.

Τί οὖν ὁ Κύριος; Ἄφετε, φησίν, αὐτὸν τοῦτο ποιεῖν· Συντρίβει γὰρ καὶ αὐτὸς τὴν Σατανᾶ δύναμιν, καὶ ἐπεὶ οὐκ ἐμποδίζει ὑμῖν εἰς τὸ κήρυγμα, οὐδὲ συμπράττει τῷ διαβόλῳ, λοιπὸν ὑπὲρ ἡμῶν ἐστιν. Ὃς γὰρ οὐκ ἔστι κατὰ τοῦ Θεοῦ, ὑπὲρ τοῦ Θεοῦ ἐστιν, ὥσπερ ὅστις οὐ συνάγει μετὰ τοῦ Θεοῦ, ἐκεῖνος μετὰ τοῦ διαβόλου ἐστί. Θαύμασον δέ μοι τὴν δύναμιν τοῦ ὀνόματος τοῦ Χριστοῦ, πῶς καὶ διὰ τῶν ἀναξίων καὶ μὴ ὄντων μαθητῶν αὐτοῦ, ἐνήργει ἡ χάρις, καὶ ψιλῶς ὀνομαζομένου, οὕτω καὶ διὰ τῶν ἱερέων, κἂν ἀνάξιοι ὦσιν, ἐνεργεῖ ἡ χάρις καὶ ἁγιάζονται πάντες, κἂν ἄναγνος εἵη ὁ ἱερεύς. «Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ, καὶ αὐτὸς τὸ πρόσωπον αὑτοῦ ἐστήριξε τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήμ, καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ, καὶ πορευθέντες, εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὥστε ἑτοιμάσαι αὐτῷ. Καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ.

Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ, Ἰάκωβος καὶ Ἰωάννης, εἶπον· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ, καὶ ἀναλῶσαι αὐτοὺς ὡς καὶ Ἠλίας ἐποίησε; Στραφεὶς δὲ ὁ Ἰησοῦς, ἐπετίμησεν αὐτοῖς, καὶ εἶπεν· Οὐκ οἴδατε οἴου πνεύματός ἐστε ὑμεῖς.

Ὁ γὰρ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. Καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.» Τί ἐστιν ὅπερ φησίν, ὅτι ἐγένετο ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ; Τουτέστιν, ὅτι ἐνειστήκει ὁ καιρός, καθ’ ὃν ἔδει λοιπὸν τὸ σωτήριον ὑπὲρ ἡμῶν ὑπομείναντα πάθος, ἀναληφθῆναι εἰς οὐρανὸν καὶ συνεδρεῦσαι τῷ Θεῷ καὶ Πατρί. Τότε τοίνυν ὅτε ἐνειστήκει ὁ καιρὸς τοῦ πάθους αὐτοῦ, καὶ τῆς ἐκ τοῦ κόσμου ἀναλήψεως, ἔκρινε μηκέτι ὧδε κἀκεῖσε περιέρχεσθαι, ἀλλ’ ἀνελθεῖν εἰς Ἱεροσόλυμα. Τὸ γοῦν, ἐστήριξε τὸ πρόσωπον αὐτοῦ, τοῦτο δηλοῖ ὅτι ἀφώρισεν, ἐκύρωσεν, ἔστησε βουλήν, ὥστε ἀπελθεῖν εἰς Ἱερουσαλήμ. Ἐκπέμπει δὲ ἀγγέλους πρὸ προσώπου αὐτοῦ, ἵνα ἑτοιμάσωσι δοχήν τινα αὐτῷ, γινώσκων μὲν ὅτι οὐχ ὑποδεχθήσεται ὑπὸ τῶν Σαμαρειτῶν, ὅμως δ’ οὖν ἀποστέλλει αὐτούς, ὡς ἂν πᾶσαν πρόφασιν τῶν Σαμαρειτῶν περιέλῃ, καὶ μὴ ἔχωσι λέγειν ὕστερον, ὅτι. Ἐδεξάμεθα ἂν αὐτὸν εἰ ἀπέστειλέ τινας πρὸ αὐτοῦ. Ἅμα δὲ καὶ τοὺς μαθητὰς αὐτοῦ ὠφελῶν, ἵνα μὴ σκανδαλισθῶσιν, ἐν τῷ σταυρῷ αὐτὸν ὁρῶντες ὑβριζόμενον.

Ἀλλ’ ἀπὸ τούτου τοῦ νῦν μάθωσιν, ὅτι ὥσπερ νῦν καταφρονηθεὶς παρὰ τῶν Σαμαρειτῶν, ἀνεξικάκως ἤνεγκε, μᾶλλον δὲ καὶ αὐτοῖς ἐπετίμησε τοῖς μαθηταῖς παροξύνουσιν αὐτὸν κατὰ τῶν ὑβριστῶν, οὕτω καὶ τότε σταυρούμενος, οὐχ ὡς ἀδύνατος, ἀλλ’ ὡς μακρόθυμος φέρει. Ὠφελεῖ δὲ τοὺς μαθητάς, καὶ καθὸ διδάσκει αὐτοὺς ἐκ τοῦ καθ’ αὑτὸν ὑποδείγματος, ἀνεξικάκους εἶναι. Αὐτοὶ μὲν γὰρ πρὸς τὸν Ἠλίαν ἀφορῶντες, ὃς κατέφλεξε δὶς πεντήκοντα ἄνδρας μετὰ τῶν πεντηκοντάρχων, παρώξυνον τὸν Κύριον κατὰ τῶν ὑβρισάντων· ἔτι γὰρ ἀτελεῖς ἦσαν.

Αὐτὸς δὲ δεικνύων αὐτοῖς, ὅτι ὑψηλότερός ἐστιν ὁ αὐτοῦ νόμος ἢ ὁ κατὰ τὸν Ἠλίαν βίος, ἐπιτιμᾷ αὐτοῖς, καὶ ἀφίστησιν ἀπὸ τῆς τοιαύτης γνώμης, Διδάξας πράως φέρειν τοὺς ὑβρίζοντας. Τί δέ ἐστιν ὅπερ λέγει, Οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ; Ἄρα τοῦτο λέγει, ὅτι οὐκ ἐδέξαντο αὐτόν, διότι ἀφώρισεν αὐτὸς ἀπελθεῖν εἰς Ἱερουσαλήμ; Καὶ λοιπὸν ἐὰν οὕτω νοήσωμεν, ὅτι διὰ τοῦτο αὐτὸν οὐκ ἐδέξαντο, διότι αὑτὸς ἀφώρισεν ἀπελθεῖν εἰς Ἱερουσαλήμ, εὑρίσκονται ἐκεῖνοι ἀναίτιοι, οἱ μὴ δεξάμενοι; Ἔστιν οὖν εἰπεῖν ὅτι τοῦτο λέγει ὁ εὐαγγελιστής, ὅτι οὐκ ἐδέξαντο αὐτόν, οὐδὲ εἰσῆλθεν εἰς Σαμάρειαν. Εἶτα ὥσπερ τινὸς ἐρωτήσαντος, καὶ διατί οὐχ ὑπεδέξαντο αὐτὸν καὶ ἄκοντες, οὐδὲ εἰσῆλθεν, ἆρα διότι ἀδύνατος ἦν, ἢ οὐκ ἴσχυε κἂν ἐκεῖνοι μὴ ἐβούλοντο, εἰσελθεῖν; Λύων τοῦτο, φησίν· οὐχὶ διὰ τὸ ἀδύνατος εἶναι, ἀλλὰ διότι οὐκ ἐβούλετο ἐκεῖ εἰσελθεῖν, ἀλλὰ ἀπελθεῖν εἰς Ἱεροσόλυμα, ἐπεὶ εἰ μὴ τοῦτο ἦν, καὶ μὴ βουλομένων ἐκείνων εἰσῆλθεν ἂν εἰς τὴν κώμην. «Ἐγένετο δὲ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ, εἶπέ τις πρὸς αὐτόν· Ἀκολουθήσω σοι ὅπου ἂν ἀπέρχῃ, Κύριε. Καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Εἶπε δὲ πρὸς ἕτερον· Ἀκολούθει μοι.

Ὁ δὲ εἶπε· Κύριε, ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου. Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθών, διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ. Εἶπε δὲ καὶ ἕτερος· Ἀκολουθήσω σοι, Κύρις, πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου. Εἶπε δὲ ὁ Ἰησοῦς πρὸς αὐτόν·

Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὑτοῦ ἐπ’ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» Οὗτος ὁ προσελθὼν τῷ Ἰησοῦ, καὶ αἰτησάμενος ἵνα ἀκολουθῇ αὐτῷ, μετὰ πονηρᾶς γνώμης προσῆλθεν. Ἐπεὶ γὰρ εἶδε τὸν Κύριον πολὺν ὄχλον ἐπαγόμενον, ἐνόμισεν, ὅτι ἀπὸ τούτων χρήματα συλλέγει ὁ Κύριος, καὶ ᾤετο καὶ αὐτός, εἰ ἀκολουθήσει τῷ Ἰησοῦ, συναγαγεῖν χρήματα, διὰ τοῦτο οὖν ἀποκρούεται αὐτὸν ὁ Κύριος, μονονουχὶ λέγων αὐτῷ τοιαῦτα· Σὺ μὲν νομίζεις χρήματα συνάξειν ἀπὸ τοῦ ἀκολουθεῖν ἐμοί, οἴει γὰρ ὅτι ὁ ἐμὸς βίος τοιοῦτός ἐστιν, ἀλλ’ οὐχ οὕτως ἔχει. Τοσοῦτον γὰρ πτωχείαν εἰσηγοῦμαι καὶ διδάσκω, ὥστε τἄλλα μὲν ζῶα φωλεοὺς ἔχειν, ἐμὲ δὲ μηδὲ οἰκίαν, καὶ τοῦτον μὲν οὕτως ἀπεκρούσατο. Ἑτέρῳ δὲ μηδὲ ἀξιώσαντι ἐπιτρέπει τὸ ἀκολουθεῖν· τοῦ δὲ αἰτησαμένου ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα αὐτοῦ, οὐ συγχωρεῖ τοῦτο. εἰπών· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, ὅπερ αἰνίττεται, ὅτι ἄπιστος ἦν ὁ πατὴρ αὐτοῦ, καὶ διὰ τοῦτο ἀνάξιος γηρωβοσκηθῆναι ὑπὸ τοῦ πιστεύσαντος αὐτοῦ παιδός.

Ἄφες γάρ, φησί, τοὺς νεκροὺς συγγενεῖς, τουτέστι τοὺς ἀπίστους, γηρωτροφῆσαι τὸν ἄπιστόν σου πατέρα ἄχρι καὶ ταφῆς· τὸ γὰρ θάψαι ἐνταῦθα τοῦτο σημαίνει, τὸ ἐπιμελείας ἀξιῶσαι, ἄχρι καὶ τῆς ταφῆς, ἐπεὶ καὶ ἐν τῇ κοινῇ ὁμιλίᾳ οὕτως εἰώθαμεν λέγειν· Ὁ δεῖνα υἱὸς ἔθαψε τὸν πατέρα αὑτοῦ, οὐ τοῦτο λέγοντες, ὅτι μόνον ἔθαψεν αὐτόν, ἄλλο δὲ οὐδὲν ἀγαθὸν ἐποίησεν, ἀλλ’ ὅτι ἐπεμελήσατο αὐτοῦ ἄχρι καὶ τῆς τελευτῆς καὶ ταφῆς. Ἐκεῖνοι μὲν οὖν οἱ νεκροί, τουτέστιν οἱ ἄπιστοι, θαψάτωσαν τὸν νεκρὸν αὐτῶν, λέγω δὴ τὸν σὸν πατέρα, σὺ δὲ ἐπεὶ ἐπίστευσας, διάγγελε, ὡς ἐμὸς μαθητής, τὸ Εὐαγγέλιον τοῦ Θεοῦ.

Τοῦτο δὲ εἶπεν ὁ Κύριος, οὐ κωλύων ἡμᾶς ἀπὸ τοῦ τρέφειν τοὺς γονεῖς, ἀλλὰ διδάσκων ἡμᾶς, ὅτι τῶν ἀπίστων γονέων προτιμητέον τὴν θεοσέβειαν, καὶ ὅτι οὐδὲν ἐμπόδιον ἔχειν δεῖ πρὸς τὸ ἀγαθόν. Ἀλλὰ καὶ αὐτῆς τῆς φύσεως καταφρονεῖν, ὥσπερ οὖν καὶ τῷ ἀκολουθῆσαι ἀξιοῦντι αὐτῷ, πρότερον ἀποτάξασθαι τοῖς ἐν τῷ οἴκῳ αὐτοῦ, οὐ συγχωρεῖ τοῦτο.

Λέγω δὴ τὸ ἀπελθεῖν εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀποτάξασθαι, τουτέστιν, ἵνα ἰδιωτικώτερον εἴπω, ἀποχαιρετίσαι. Ἐμφαίνει γὰρ ὁ τοιοῦτος ἄνθρωπος. ὅτι σχέσιν ἔχει πρὸς τὸν κόσμον· καὶ οὐχὶ κατὰ τοὺς ἀποστόλους διάκειται, οἳ ἀκούσαντες αὐτοῦ, εὐθὺς ἠκολούθησαν αὐτῷ· μηδὲν ἄλλο περιεργασάμενοι, ἀλλ’ ἀφέντες καὶ τὴν πρὸς τοὺς οἰκείους ἀποταγήν.

Πολλάκις γὰρ συμβαίνει ἐν ὅσῳ τις ἀποτάσσεται τοῖς συγγενέσιν αὐτοῦ, εὑρίσκεσθαί τινας ἐκ τούτων κωλύοντας αὐτὸν ἀπὸ τοῦ κατὰ Θεὸν βίου, διὸ καλόν ἐστιν ἅμα τῷ θελῆσαι τὸ ἀγαθόν, ἐπιτελεῖν αὐτὸ μηδὲν ἀναδυομένους. Οὐδεὶς γὰρ ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸ ἄροτρον τὸ πνευματικόν. Καὶ βλέπων πάλιν ἐπὶ τὸν κόσμον, ἐπιτήδειός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Νοήσεις δὲ ἀλώπεκας καὶ τοὺς πανούργους δαίμονας, οἳ καὶ πετεινὰ τοῦ οὐρανοῦ λέγονται, τουτέστι τοῦ ἀέρος. Κατὰ τὸν ἄρχοντα γάρ, φησί, τῆς ἐξουσίας τοῦ ἀέρος. Φησὶν οὖν ὁ Κύριος πρὸς τὸν ἄνθρωπον, ὅτι, Οἱ δαίμονες ἐν σοὶ φωλεοὺς ἔχουσι, καὶ διὰ τοῦτο ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐγὼ οὐκ ἔχω ποῦ τὴν κεφαλὴν κλίνω, τουτέστι, τῆς εἰς ἐμὲ πίστεως οὐχ ὁρῶ τόπον ἐν τῇ καρδίᾳ σου, τῇ πληρωθείσῃ δαιμόνων. Κεφαλὴ γὰρ τοῦ Χριστοῦ, ἡ πίστις ἡ εἰς αὐτόν ἐστιν. Ὅταν γάρ τις αὐτὸν πιστεύσῃ Θεὸν ὄντα, τότε τὴν κεφαλὴν τοῦ Χριστοῦ κρατεῖ. Νεκρὸς δέ ἐστιν ὁ ἁμαρτωλός.

Ὃς καὶ θάπτεται τοὺς ἑαυτοῦ νεκρούς, τουτέστι, τοὺς πονηροὺς λογισμούς, μὴ ἐξαγορεύων τούτους. Κωλύει τοίνυν ὁ Κύριος τὸν μέλλοντα ἀκολουθεῖν αὐτοῦ, ἀπὸ τοῦ θάπτειν τὸν πονηρὸν λογισμόν, καὶ κρύπτειν αὐτόν· βούλεται γὰρ φανεροῦν αὐτὸν διὰ τῆς ἐξαγορεύσεως.