Ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. Εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Κατακλίνατε αὐτοὺς κλισίας ἀνὰ πεντήκοντα. Καὶ ἐποίησαν οὕτω, καὶ ἀνέκλιναν ἅπαντας. Λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησεν αὐτούς, καὶ κατέκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς παρατιθέναι τῷ ὄχλῳ, καὶ ἔφαγον, καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς, κλασμάτων κόφινοι δώδεκα.» Εἰς ἔρημον τόπον ἄπεισιν ὁ Ἰησοῦς, ἐπειδὴ τὸ τῶν ἄρτων θαῦμα τελέσαι ἔμελλεν, ἵνα μὴ ἔχοι τις λέγειν, ὅτι ἐγγὺς οὔσης πόλεως, ἐκεῖθεν ἄρτοι ἠνέχθησαν. Δεξάμενος οὖν τοὺς ὄχλους, ἐδίδασκέ τε καὶ ἐθεράπευεν, ἵνα σὺ μάθῃς, ὅτι ἡ καθ’ ἡμᾶς φιλοσοφία λόγῳ καὶ πράξει μερίζεται, καὶ οὔτε δεῖ λέγειν ἄπρακτα, οὔτε πράττειν ἄλογα. Κλινούσης δὲ τῆς ἡμέρας, οἱ μαθηταὶ φιλανθρωπότερον ἤδη ἀρξάμενοι ἔχειν καὶ ποιμαντικώτερον, κατελεοῦσι τοὺς ὄχλους, καί φασιν· Ἀπόλυσον αὐτούς, τουτέστι, θεράπευσον τὰς ἀσθενείας αὐτῶν τάχιον. Πλήρωσον τὰς αἰτήσεις αὐτῶν. Ὁ δὲ Κύριος πρὸς τοὺς μαθητὰς λέγων· Δότε αὐτοῖς ὑμεῖς φαγεῖν, οὐχ ὡς ἀγνοῶν τὴν ἀπορίαν φησίν, ἀλλὰ βουλόμενος παρακινῆσαι αὐτούς, ἵνα εἴπωσι, πόσους ἄρτους ἔχουσι, καὶ οὕτω δειχθῇ τὸ θαῦμα μέγα, ἐκ τῆς ὁμολογίας ἐκείνων, δειχθείσης τῆς ποσότητος τῶν ἄρτων.