Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τὰ εὐαγγέλια ἐξηγήσεις

Θεοφύλακτος Βουλγαρίας

Ερμηνεία εις το Κατά Ματθαίον: Η Επί του Όρους Ομιλία και η δράση στη Γαλιλαία

Ανάλυση των Μακαρισμών, της Κυριακής Προσευχής και της ερμηνείας του Μωσαϊκού νόμου, ακολουθούμενη από τις πρώτες θαυματουργικές ιάσεις ασθενών και δαιμονιζομένων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 2 από 28

ΚΕΦΑΛ. Εʹ. Περὶ τῶν μακαρισμῶν. Περὶ τοῦ μὴ φιλονεικεῖν πρὸς τὸν πλησίον. Περὶ τοῦ μὴ μοιχεύειν. Περὶ τοῦ μὴ ἀπολύειν τὴν γυναῖκα. Περὶ τοῦ μὴ ὀμόσαι ὅλως. Περὶ τοῦ τὰς ὕβρεις ἀνέχεσθαι, καὶ ἀντιστῆναι τῷ πονηρῷ. Περὶ τοῦ ἀγαπᾷν τοὺς ἐχθρούς. «Ἰδὼν δὲ τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος.» Διδάσκων ἡμᾶς μὴ κατ’ ἐπίδειξίν τι ποιεῖν, ἀναβαίνει εἰς τὸ ὄρος· ἐπεὶ γὰρ ἔμελλε διδάσκειν, παιδεύει ἡμᾶς τῶν ἐν μέσῳ ἀναχωρεῖν θορύβων, ὅταν διδάσκωμεν. «Καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.» Οἱ μὲν ὄχλοι διὰ τὰ θαύματα, οἱ δὲ μαθηταὶ διὰ τὰ διδάγματα προσέρχονται· ὅθεν καὶ μετὰ τὸ πληρῶσαι τὰ θαύματα, καὶ θεραπεῦσαι τὰ σώματα, θεραπεύει καὶ τὰς ψυχάς· ἵνα μάθωμεν, ὅτι καὶ ψυχῶν καὶ σωμάτων αὐτός ἐστι δημιουργός. «Καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ.» Διὰ τί πρόσκειται τό, «Ἀνοίξας τὸ στόμα αὐτοῦ;» φαίνεται γάρ, ὅτι περιττόν ἐστιν. Ἀλλ’ οὐχί· καὶ μὴ ἀνοίγων γὰρ τὸ στόμα, ἐδίδασκεν. Πῶς; διὰ τοῦ βίου καὶ τῶν θαυμάτων· νῦν δὲ ἀνοίγων τὸ στόμα, διδάσκει. «Ἐδίδασκεν αὐτούς, λέγων.» Οὐ τοὺς μαθητὰς μόνους, ἀλλὰ καὶ τὸν ὄχλον· ἄρχεται δὲ ἀπὸ τῶν μακαρισμῶν, ὥσπερ καὶ ὁ Δαυῒδ ἀπὸ μακαρισμοῦ ἤρξατο. «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Τὴν ταπεινοφροσύνην προκαταβάλλεται ὥσπερ θεμέλιον.

Ἐπεὶ γὰρ ἐκ τῆς ὑπερηφανίας ἔπεσεν ὁ Ἀδάμ, διὰ τῆς ταπεινοφροσύνης ἀνορθοῖ ἡμᾶς ὁ Χριστός· ἤλπισε γὰρ Ἀδὰμ Θεὸς γενέσθαι. Οἱ συντετριμμένοι δὲ τῇ ψυχῇ, οὗτοι πτωχοὶ τῷ πνεύματι. «Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.» Οἱ ἐπὶ τοῖς ἁμαρτήμασι πενθοῦντες, οὐχὶ ἐπί τινι τῶν βιωτικῶν· πενθοῦντες δὲ εἶπε, τουτέστιν, ἀεὶ καὶ οὐχ ἅπαξ· καὶ οὐχ ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν τοῦ πλησίον.

Παρακληθήσονται δὲ καὶ ἐνταῦθα· ὁ γὰρ πενθῶν δι’ ἁμαρτίαν, χαίρει πνευματικῶς· καὶ ἐκεῖ δὲ πολλῷ μᾶλλον. «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.» Τινὲς γῆν, τὴν νοητήν φασιν, ἤτοι τὸν οὐρανόν· πλὴν ἀλλὰ καὶ τὴν γῆν ταύτην νόει. Ἐπεὶ γὰρ νομίζονται οἱ πραεῖς, καταπεφρονημένοι καὶ ἀποστερούμενοι τῶν ὑπαρχόντων, φησίν, ὅτι μᾶλλον οὗτοι τὰ πάντα ἔχουσι. Πραεῖς δέ εἰσιν, οὐχ οἱ μηδόλως ὀργιζόμενοι (οἱ τοιοῦτοι γὰρ ἀναίσθητοι), ἀλλ’ οἱ θυμὸν μὲν ἔχοντες, κρατοῦντες δέ, καὶ ὅτε δεῖ ὀργιζόμενοι. «Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.» Ἐπειδὴ μέλλει περὶ ἐλεημοσύνης εἰπεῖν, δείκνυσι πρῶτον, ὅτι δεῖ δικαιοσύνην μετιέναι, καὶ μὴ ἐξ ἁρπαγῆς ἐλεεῖν· μετὰ ἐπιθυμίας δὲ ἀπάσης δεῖ μετέρχεσθαι τὴν δικαιοσύνην· τὸ γάρ, «Πεινῶντες καὶ διψῶντες,» τοῦτο σημαίνει. Ἐπειδὴ δὲ δοκοῦσιν οἱ πλεονέκται, εὔποροι εἶναι καὶ χορτάζεσθαι, φησὶν ὅτι οἱ δίκαιοι μᾶλλον καὶ ἐνταῦθα χορτασθήσονται, αὐτοὶ γὰρ ἔχουσι τὰ ἴδια μετὰ ἀσφαλείας. «Μακάριοι οἱ ἐλεήμονες· ὅτι αὐτοὶ ἐλεηθήσονται.» Οὐχὶ διὰ χρημάτων μόνον ἔστιν ἐλεεῖν, ἀλλὰ καὶ λόγου· κἂν μηδὲν ἔχῃς, διὰ δακρύων. Ἐλεηθήσονται δέ, καὶ ἐνταῦθα παρὰ ἀνθρώπων· ὁ γὰρ χθὲς ἐλεήμων, ἐὰν ἀπορήσῃ σήμερον, παρὰ πάντων ἐλεηθήσεται· καὶ ἐκεῖ δέ, παρὰ τοῦ Θεοῦ μειζόνως. «

Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Πολλοί εἰσιν οὔτε ἁρπάζοντες, ἀλλὰ καὶ μᾶλλον ἐλεοῦντες· πλὴν πορνεύουσι, καὶ ἀκάθαρτοι ἄλλως εἰσίν. Ὁ γοῦν Χριστὸς κελεύει, μετὰ τῶν ἄλλων ἀρετῶν, καὶ καθαρούς, ἤτοι σώφρονας, εἶναι· οὐ μόνον τῷ σώματι, ἀλλὰ καὶ τῇ καρδίᾳ.

Τοῦ ἁγιασμοῦ γάρ, ἤτοι τῆς σωφροσύνης χωρίς, οὐδεὶς ὄψεται τὸν Κύριον. Ὥσπερ γὰρ τὸ κάτοπτρον ἐὰν ᾖ καθαρόν, τότε δέχεται τὰς ἐμφάσεις· οὕτω καὶ ἡ καθαρὰ ψυχὴ δέχεται ὄψιν Θεοῦ, καὶ τὴν τῶν Γραφῶν γνῶσιν. «Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.» Οὐ μόνον οἱ εἰρηνεύοντες αὐτοὶ πρὸς πάντας, ἀλλὰ καὶ οἱ ἑτέρους στασιάζοντας καταλλάσσοντες.

Εἰρηνοποιοὶ δέ εἰσι καὶ οἱ διὰ διδασκαλίας τοὺς ἐχθροὺς τοῦ Θεοῦ ἐπιστρέφοντες. Υἱοὶ δὲ Θεοῦ οἱ τοιοῦτοι. Καὶ γὰρ καὶ ὁ μονογενὴς κατήλλαξεν ἡμᾶς τῷ Θεῷ. «Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Οὐ μόνοι οἱ μάρτυρες διώκονται, ἀλλὰ καὶ πολλοὶ ἕνεκεν τοῦ βοηθεῖν τοῖς ἀδικουμένοις, καὶ πάσης ἁπλῶς ἀρετῆς· δικαιοσύνη γάρ, ἡ πᾶσα ἀρετή. Ἐπεὶ καὶ κλέπται καὶ φονεῖς διώκονται, ἀλλ’ οὐ μακάριοι. «Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν.» Πρὸς αὐτοὺς λοιπὸν τοὺς ἀποστόλους ἀποτείνεται, δεικνύς, ὅτι μάλιστα τῶν διδασκάλων ἴδιον, τὸ ὀνειδίζεσθαι. «Καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ.» Οὐχ ὁ ἁπλῶς ὀνειδιζόμενος, μακάριος, ἀλλ’ ὅταν καὶ διὰ Χριστόν, καὶ ψευδῶς. Ἐὰν δὲ μὴ τὰ δύο ταῦτα προσῇ, ἄθλιος ἐκεῖνος, ὡς πολλοὺς σκανδαλίζων. «Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.» Ἐπὶ τῶν ἄλλων οὐκ εἶπε μισθὸν πολύν· ἐνταῦθα δέ, δεικνύων, ὅτι τὸ ὑπομεῖναι ὄνειδος, μέγα καὶ χαλεπώτατον. Πολλοὶ γὰρ καὶ ἀπηγχόνισαν ἑαυτούς. Καὶ ὁ Ἰὼβ δὲ τοὺς ἄλλους ὑπομείνας πειρασμούς, τότε μάλιστα ἐταράχθη, ὅτε ὠνείδιζον αὐτῷ οἱ φίλοι, ὡς δὲ ἁμαρτίας πάσχοντι. «Οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.»

Ἵνα μὴ ὑπονοήσωσιν οἱ ἀπόστολοι, ὅτι διὰ τὸ ἐναντία τινὰ διδάσκειν, διωχθήσονται, παραμυθεῖται αὐτούς, λέγων, ὅτι Καὶ οἱ πρὸ ὑμῶν προφῆται δι’ ἀρετὴν ἠλαύνοντο· ὥστε παραμυθίαν ἔχετε τὰ ἐκείνων πάθη. «Ὑμεῖς ἐστε τὸ ἄλας τῆς γῆς.» Οἱ μὲν προφῆται εἰς ἓν ἔθνος ἀπεστάλησαν. Ὑμεῖς δὲ τῆς γῆς ἁπάσης ἐστὲ τὸ ἅλας, διὰ τῆς διδασκαλίας καὶ τῶν ἐλέγχων στύφοντες τοὺς χαύνους, ἵνα μὴ γεννήσωσι τοὺς ἀτελευτήτους σκώληκας· ὥστε μὴ ἀποβάλητε τὴν στρυφνότητα τῶν ἐλέγχων, κἂν ὀνειδίζησθε, κἂν διώκησθε. Διό φησιν· «Ἐὰν δὲ τὸ ἄλας μωρανθῇ. ἐν τίνε ἁλισθήσεται; εἰς οὐδὲν ἰσχύει ἔτι, εἰ μὴ βληθῆναι ἔξω, καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.» Ὁ γὰρ διδάσκαλος ἐὰν μωρανθῇ, τουτέστιν, εἰ οὐκ ἐλέγχει καὶ στύφει, ἀλλὰ χαυνωθῇ, ἐν τίνι ἁλισθήσεται, τουτέστι, διορθωθήσεται; Ἀπὸ τότε οὖν ἔξω ῥίπτεται τοῦ διδασκαλικοῦ ἀξιώματος, καὶ καταπατεῖται, τουτέστι, καταφρονεῖται. «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» Πρότερον ἅλας, καὶ τότε φῶς. Ὁ γὰρ ἐλέγχων τὰ κρυφῆ πραττόμενα, ἐκεῖνός ἐστι φῶς. Πᾶν γὰρ τὸ φανερούμενον, φῶς ἐστιν. Οὐκ ἔθνος δὲ ἓν ἐφώτισαν οὗτοι, ἀλλὰ τὸν κόσμον. «Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.» Παιδεύει αὐτούς, ἐναγωνίους εἶναι, καὶ ἀκριβεῖς περὶ τὸν βίον, ὡς παρὰ πάντων βλέπεσθαι μέλλοντας.

Μὴ γὰρ νομίσητε, φησίν, ὅτι ἐν γωνίᾳ κρυβήσεσθε, ἀλλὰ περίβλεπτοι ἔσεσθε, ὥστε βλέπετε πῶς ἀμώμως ζήσεσθε, ἵνα μὴ καὶ ἑτέρους σκανδαλίζητε. «Οὐδὲ καίουσι λύχνον, καὶ τιθέασιν ὑπὸ τὸ μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ.» Ἐγὼ μέν, φησίν, ἧψα τὸ φῶς, τὸ δὲ μὴ σβεσθῆναι τὴν χάριν, τῆς ὑμετέρας ἔστω σπουδῆς, ὡς ἂν καὶ τοῖς ἄλλοις λάμπῃ ἡ λαμπρότης τοῦ ὑμετέρου βίου. Φησὶ γοῦν· «Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν, ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Οὐκ εἶπεν, ὅτι Ὑμεῖς ἐπιδεικνύετε τὴν ἀρετὴν (τοῦτο γὰρ οὐ καλόν), ἀλλ’ ἐκείνη μόνη λαμψάτω, ὥστε καὶ τοὺς ἐχθροὺς ὑμῶν θαυμάζειν, καὶ δοξάζειν, οὐχ ὑμᾶς, ἀλλὰ τὸν Πατέρα ὑμῶν. Ὥστε ἐὰν πράττωμεν ἀρετήν, εἰς δόξαν δεῖ τοῦ Θεοῦ ταύτην πράττειν, οὐκ εἰς ἡμετέραν. «Μὴ νομίσητε, ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι.» Ἐπειδὴ ἔμελλεν αὐτὸς νόμους εἰσάγειν καινούς, ἵνα μὴ νομίσωσιν ὅτι ἀντίθεός ἐστι, φησί, προθεραπεύων τὴν τῶν πολλῶν ὑπόληψιν, ὅτι Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ μᾶλλον πληρῶσαι.

Πῶς δὲ ἐπλήρωσε; πρῶτον μὲν ὅτι, ὅσα εἶπον περὶ αὐτοῦ οἱ προφῆται, ἐποίησε. Διὸ καὶ ὁ εὐαγγελιστὴς συχνάκις λέγει· «Ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου.» Ἀλλὰ καὶ τὰς τοῦ νόμου ἐντολὰς πάσας ἐπλήρωσεν. «Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὐρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Καὶ ἄλλως δὲ ἐπλήρωσε τὸν νόμον, τουτέστιν, ἀνεπλήρωσεν· ὅσα γὰρ ἐκεῖνος ἐσκιαγράφησε, ταῦτα οὗτος τελείως ἐζωγράφησεν.

Ἐκεῖνος τό, «Μὴ φονεύσῃς·» οὗτος, τὸ Μηδὲ θυμωθῇς εἰκῆ. Ὥσπερ καὶ ὁ ζωγράφος, οὐ καταλύει τὴν σκιαγραφίαν, ἀλλὰ μᾶλλον ἀναπληροῖ. «Ἀμὴν γὰρ λέγω ὑμῖν.» Τὸ Ἀμήν, βεβαιωτικόν ἐστιν, ἀντὶ τοῦ, Ναὶ λέγω ὑμῖν. «Ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται.» Δείκνυσιν ἐνταῦθα ὅτι ὁ κόσμος παρέρχεται καὶ μετασχηματίζεται.

Λέγει τοίνυν ὅτι ἕως οὗ συνίσταται τὸ πᾶν, οὐδὲ τὸ ἐλάχιστον γράμμα ἐκ τοῦ νόμου παρέλθοι. Ἄλλοι δὲ τὸ ἰῶτα καὶ τὴν κεραίαν, τὰς δέκα τοῦ νόμου ἐντολάς φασιν· ἄλλοι δέ, τὸν σταυρόν· τοῦ γὰρ σταυροῦ, ἰῶτά ἐστι τὸ ὀρθὸν ξύλον, καὶ κεραία τὸ πλάγιον. Φησὶ τοίνυν ὅτι τὰ περὶ τοῦ σταυροῦ εἰρημένα, πληρωθήσεται. «Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.» Ἐλαχίστας ἐντολὰς λέγει, ἃς μέλλει αὐτὸς παραδοῦναι· οὐ γὰρ τὰς νομικάς. Ὀνομάζει δὲ αὐτὰς ἐλαχίστας, διὰ ταπείνωσιν, ἵνα καὶ σὲ παιδεύσῃ μετριοφρονεῖν ἐπὶ ταῖς διδασκαλίαις. Ἐλάχιστος δὲ κληθήσεται ἐν τῇ βασιλείᾳ, ἀντὶ τοῦ, ἐν τῇ ἀναστάσει ἔσχατος καὶ ἀπεῤῥιμμένος εἰς γέενναν. Οὐ γὰρ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσελεύσεται, ἄπαγε· ἀλλὰ βασιλείαν, τὴν ἀνάστασιν νόει. «Ὃς δ’ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.» Πρῶτον τό, ποιήσῃ, καὶ τότε τό, διδάξῃ· πῶς γὰρ ἄλλον ὁδηγήσω εἰς ὁδὸν ἣν οὐ διώδευσα; Πάλιν δὲ ἐὰν ποιῶ μὲν ἐγώ, οὐ διδάσκω δέ, οὐκ ἔχω τοσοῦτον μισθόν· πολλάκις δὲ καὶ κατάκρισιν, ὅταν διὰ φθόνον ἢ ὄκνον οὐ διδάσκω. «Λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.»

Δικαιοσύνην λέγει τὴν πᾶσαν ἀρετήν· ὡς τό, «Δίκαιος ἦν Ἰώβ, ὅσιος, ἄμεμπτος.» Φρίξον οὖν, ἄνθρωπε, ἐννοήσας πόσον ἀπαιτούμεθα. Εἴτα διδάσκει ἡμᾶς, πῶς ἂν περιττεύσωμεν· καὶ καταλέγει τὰς ἀρετάς. «Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις· ὃς δ’ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει.» Τὸ παρὰ τίνος ἐῤῥέθη, οὐ λέγει. Εἰ γὰρ εἶπεν, ὅτι Ὁ μὲν Πατήρ μου εἶπε τοῖς ἀρχαίοις, ἐγὼ δὲ λέγω ὑμῖν, ἔδοξεν ἂν ἀντινομοθετεῖν τῷ Πατρί. Πάλιν εἰ εἶπεν, ὅτι Ἐγὼ εἶπον τοῖς ἀρχαίοις, δυσπαράδεκτος ἂν ἐγένετο.

Ἀορίστως οὖν λέγει, ὅτι «Ἐῤῥέθη τοῖς ἀρχαίοις»· δείκνυσι δὲ ὅτι ἐπαλαιώθη ὁ νόμος, ἐν τῷ εἰπεῖν, ὅτι «Ἐῤῥέθη τοῖς ἀρχαίοις· ἐπεὶ δὲ λοιπὸν ἐπαλαιώθη, καὶ ἐγγύς ἐστιν ἀφανισμοῦ, δεῖ ἀφεῖναι αὐτὸν καὶ δραμεῖν ἐπὶ τὰ νέα.» «Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει.» Οἱ μὲν προφῆται μέλλοντες προφητεύειν ἔλεγον· Τάδε λέγει Κύριος· ὁ δὲ Χριστός, Ἐγὼ λέγω, δεικνύων τὸ ἐξουσιαστικὸν τῆς θεότητος. Οἱ μὲν γάρ, δοῦλοι· ὁ δέ, Υἱός, καὶ τὰ τοῦ Πατρὸς πάντα ἔχων. Ὁ ὀργιζόμενος δὲ τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἐκεῖνος κατακρίνεται· ἐὰν δέ τις ὀργίζηται εὐλόγως καὶ ἐπὶ παιδείᾳ καὶ κατὰ ζῆλον πνευματικόν, οὐ κατακριθήσεται· καὶ ὁ Παῦλος γάρ, ὀργῆς ῥήματα ἐφθέγξατο πρὸς Ἐλύμαν τὸν μάγον, καὶ πρὸς τὸν ἀρχιερέα, οὐ μὴν εἰκῆ, ἀλλὰ κατὰ ζῆλον. Τότε δὲ εἰκῆ ὀργιζόμεθα, ὅταν διὰ χρήματα ἢ δόξαν. «Ὃς δ’ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ.» Συνέδριον, τὸ δικαστήριον τῶν Ἑβραίων φησί.

Τὸ δέ, «Ῥακά,» σημαίνει ἀντὶ τοῦ, σύ· ὥσπερ ἔθος ἔχομεν λέγειν πρός τινα καταφρονούμενον ὑφ’ ἡμῶν· Ἄπελθε σύ. Θέλων οὖν παιδεῦσαι ἡμᾶς καὶ περὶ τὰ μικρὰ ἀκριβεῖς εἶναι, καὶ ἀλλήλους τιμᾷν, παραινεῖ ταῦτα. Τινὲς δὲ τό, «Ῥακά,» Συριστί, κατάπτυστόν φασι σημαίνειν. Ὅστις οὖν ὑβρίσει τὸν ἀδελφὸν αὐτοῦ κατάπτυστον, ἔνοχος ἔσται τῷ συνεδρίῳ τῶν ἁγίων ἀποστόλων, ὅτε καθίσουσι κρίνοντες τὰς δώδεκα φυλάς. «Ὃς δ’ ἂν εἴπῃ, Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός.» Πολλοὶ λέγουσι καὶ νομίζουσι βαρὺ εἶναι τοῦτο καὶ σκληρόν, οὐκ ἔστι δέ. Ὁ γὰρ ἀποστερῶν τὸν ἀδελφὸν αὐτοῦ λόγου καὶ φρονήσεως, οἷς τῶν θηρίων διαφέρομεν, πῶς οὐκ ἄξιος γεέννης;

Ὁ γὰρ λοιδορῶν καὶ ὑβρίζων, τὴν ἀγάπην διαλύει· ἥτις διαλυθεῖσα, συναναιρεῖ τὰς ἀρετάς, ὥσπερ καὶ παροῦσα συνιστᾷ· τὰς ἀρετὰς οὖν πάσας καταλύει ὁ ὑβρίζων, ἐν τῷ τὴν ἀγάπην διασπᾷν. Ὥστε εἰκότως ἄξιος τοῦ πυρός. «Ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.» Καταφρονεῖ ὁ Θεὸς τῆς οἰκείας τιμῆς, ἵνα ἡμεῖς μόνον ἀγαπῶμεν. Ἐὰν δὲ ἔχῃ τι κατὰ σοῦ ὁ ἀδελφός σου εἰπών, οὐδὲν ἄλλο προσέθηκεν. Εἴτε γὰρ δικαίως εἴτε ἀδίκως ἔχει, διαλλάγηθι. Καὶ οὐκ εἶπεν, Ἐὰν ἔχῃς σὺ κατ’ ἐκείνου, ἀλλ’, Ἐὰν ἔχῃ ἐκεῖνός τι κατὰ σοῦ, σπούδασον αὐτὸν φιλιῶσαί σοι. Προστάττει δὲ ἀφεῖναι τὸ δῶρον, ἵνα σοι ἀνάγκην ἐνθήσῃ τοῦ καταλλαγῆναι· σὺ γὰρ θέλων προσενεχθῆναι τὸ δῶρόν σου, ἀναγκασθήσῃ διαλλαγῆναι. Ἅμα δὲ δεικνύει ὅτι ἡ ἀγάπη ἐστὶν ἡ ὄντως θυσία. «Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχύ, ἕως ὅτου εἶ ἐν τῇ ὀδῷ μετ’ αὐτοῦ, μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτής σε παραδῷ τῷ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βληθήσῃ. Ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως ἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην.» Τινὲς νομίζουσιν ἀντίδικον λέγεσθαι τὸν διάβολον, ὁδὸν δὲ τὸν βίον;

παραινεῖν δὲ τὸν Κύριον οὕτως· Ἕως ὅτου εἶ ἐν τῷ βίῳ τούτῳ, διαλύθητι πρὸς τὸν διάβολον, ἵνα μὴ ἔχῃ ὕστερον ἐλέγχειν σε περὶ ἁμαρτίας, ὡς ἔχοντά τι τῶν ἐκείνου, καὶ τότε παραδοθῇς τῇ κολάσει, ἄχρι καὶ τῶν ἐσχάτων ἁμαρτημάτων εὐθυνόμενος. Κοδράντης γάρ ἐστι δύο λεπτά. Σὺ δὲ νόει ὅτι καὶ περὶ τῶν ἐνταῦθα ἀντιδίκων λέγει τοῦτο, παραινῶν μὴ δικάζεσθαι, καὶ ἀπὸ τῶν θείων ἔργων περισπᾶσθαι.

Κἂν γὰρ ἠδικήθης, φησί, μὴ ἀπέλθῃς εἰς δικαστήριον· ἀλλ’ ἐν τῇ ὁδῷ διαλύθητι, μήποτε χείρονα πάθῃς διὰ τὴν δυναστείαν τοῦ ἀντιδίκου. «Ἠκούσατε ὅτι ἐῤῥέθη· Οὐ μοιχεύσεις.» Ἄλλο μοιχεία, καὶ ἄλλο πορνεία· μοιχεία μέν, ἡ εἰς ὕπανδρον· πορνεία δέ, ἡ εἰς ἀπολελυμένην. «Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ.» Τουτέστιν, ὁ ἱστάμενος καὶ περιεργαζόμενος, καὶ ἀνάπτων τὴν ἐπιθυμίαν ἀπὸ τοῦ βλέπειν, καὶ πάλιν βλέπων πρὸς τὸ πλεῖον ἐπιθυμῆσαι, ὁ τοιοῦτος τὸ κακὸν ἀπήρτισεν ἤδη ἐν τῇ καρδίᾳ αὐτοῦ. Εἰ δὲ τὸ ἔργον οὐκ ἐπέθηκε, τί τοῦτο;

Οὐκ ἴσχυσεν· ἐπεὶ ἐὰν ἰσχύσῃ, παραυτίκα τὸ κακὸν τελέσει. Πλὴν γίνωσκε ὅτι κἂν ἐπιθυμήσωμεν, εἶτα κωλυθῶμεν πρᾶξαι τὸ ἔργον, πρόδηλον ὅτι ὑπὸ τῆς χάριτος ἐσκεπάσθημεν. Καὶ αἱ γυναῖκες δέ, ἐὰν καλλωπίζωνται διὰ τὸ ἀρέσαι τισί, κἂν μὴ ἀρέσωσιν, ὅμως ἐκεῖναι τὸ φάρμακον ἐκέρασαν, κἂν μηδεὶς πίνῃ. «Ἐὰν δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζῃ σε, ἔξελε αὐτόν, καὶ βάλε ἀπὸ σοῦ. Συμφέρει γάρ σοι, ἵνα ἀπόληται ἐν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν. Καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζῃ σε, ἔκκοψον αὐτήν, καὶ βάλε ἀπὸ σοῦ. Συμφέρει γάρ σοι, ἵνα ἀπόληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν.» Ὀφθαλμὸν καὶ χεῖρα ἀκούων, μὴ νόμιζε περὶ τῶν μελῶν τοῦτο λέγεσθαι· οὐ γὰρ ἂν προσέθηκε τό, ὁ δεξιὸς καὶ ἡ δεξιά· ἀλλὰ περὶ τῶν δοκούντων φίλων καὶ βλαπτόντων ἡμᾶς· οἶον· ἔστι τις νέος, ἔχων φίλους ἀκολάστους, καὶ βλάπτεται·

Τούτους οὖν ἀπότεμνε, φησί· τάχα μὲν γὰρ κἀκείνους σώσεις, εἰς αἴσθησιν ἐλθόντας· εἰ δὲ μή, κἂν σεαυτόν. Εἰ δὲ στέργεις τὴν πρὸς ἐκείνους φιλίαν, ἀμφότεροι ἀπολεῖσθε. «Ἐῤῥέθη δέ, ὅτι Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον.» Μωϋσῆς ἐκέλευσεν, ἐάν τις μισῇ τὴν γυναῖκα αὐτοῦ, χωρίζεσθαι αὐτῆς, ἵνα μὴ χεῖρόν τι γένηται· μισουμένη γάρ, ἴσως ἂν καὶ ἐφονεύθη· διδόναι δὲ τῇ διαζευγνυμένῃ γραμματεῖον ἀπολυτικόν, ὃ ἐκαλεῖτο ἀποστάσιον· ὡς ἂν μηκέτι ἐπ’ αὐτὸν ἐπανέλθοι, καὶ ἐκ τούτου γένηται σύγχυσις, ἑτέρᾳ συνοικοῦντος τοῦ ἀνδρός. «Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι· καὶ ὃς ἂν ἀπολελυμένην γαμήσῃ, μοιχᾶται.» Οὐ λύει δὲ τὰ Μωσαϊκά, ἀλλὰ διορθοῦται, ἐκφοβῶν τὸν ἄνδρα, ἵνα μὴ ἀλόγως μισῇ τὴν γυναῖκα. Ἐὰν γὰρ ἀπολύσῃ αὐτὴν εὐλόγως, τουτέστι, πορνεύσασαν, ἀκατάκριτός ἐστιν· εἰ δὲ χωρὶς πορνείας, κατάκριτος· ἀναγκάζει γὰρ αὐτὴν μοιχᾶσθαι.

Ἀλλὰ καὶ ὁ δεχόμενος ταύτην, μοιχός ἐστιν. Εἰ γὰρ μὴ ἐδέξατο, ἐπανέστρεψεν ἂν ἐκείνη, καὶ ὑπετάγη τῷ ἀνδρί. Τὸν γὰρ Χριστιανὸν δεῖ εἰρηνοποιὸν εἶναι καὶ πρὸς τοὺς ἄλλους, καὶ πολλῷ πλέον πρὸς τὴν ἰδίαν γυναῖκα. «Πάλιν ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου.» Τουτέστιν, Ὅταν ὀμνύῃς, ἀλήθευε. «Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως, μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶ τοῦ Θεοῦ· μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστι τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως.» Ἐπειδὴ οἱ Ἰουδαῖοι τοῦ Θεοῦ λέγοντος ἤκουον, «Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον,» ὤμνυον κατὰ τῶν τοιούτων. Ὁ τοίνυν Κύριος κωλύων αὐτούς, οὐ λέγει, ὅτι Ἐπειδὴ καλὸς καὶ μέγας ἐστὶν ὁ οὐρανός, καὶ χρησίμη ἡ γῆ, διὰ τοῦτο μὴ ὀμνύετε· ἀλλ’ ὅτι ὁ μὲν θρόνος ἐστὶ τοῦ Θεοῦ, ἡ δέ, ὑποπόδιον, ἵνα μὴ εἰδωλολατρία χώραν ἕξῃ. Ἐθεοποιήθησαν γὰρ ἂν τὰ στοιχεῖα παρὰ τῶν εἰς αὐτὰ ὀμνυόντων· ὃ καὶ πρότερον ἐγένετο. «Μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ἢ μέλαιναν ποιῆσαι.» Ὁ Θεὸς μόνος ὀμνύει καθ’ ἑαυτοῦ, ὡς μηδενὶ ὑποκείμενος· ἡμεῖς δὲ οὐκ ἐξουσιάζοντες ἑαυτῶν, πῶς ἂν ὀμόσαιμεν κατὰ τῆς κεφαλῆς ἡμῶν; ἑτέρου γὰρ τὸ κτῆμα.

Εἰ γὰρ σή ἐστιν ἡ κεφαλή, ἄλλαξον, εἰ δύνασαι, μίαν τρίχα. «Ἔστω δὲ ὁ λόγος ὑμῶν, ναί, ναί· οὔ, οὔ.» Ἵνα μὴ εἴπῃς, Καὶ πῶς πιστευθήσομαι; φησίν· Ἐὰν ἀεὶ ἀληθεύῃς, καὶ μηδέποτε ὀμνύῃς. Οὐδεὶς γὰρ οὕτως ἀπιστεῖται, ὡς ὁ προχείρως ὀμνύων. «Τὸ δὲ περισσὸν τούτων, ἐκ τοῦ πονηροῦ ἐστι.» Τὸ ὀμνύειν, φησί, περισσὸν ὂν παρὰ τὸ ναὶ καὶ τὸ οὔ, τοῦ διαβόλου ἐστίν. Ἀλλ’ ἐρεῖς, ὅτι Καὶ λοιπὸν ὁ νόμος Μωσέως, κελεύων ὀμνύειν, πονηρὸς ἦν; Μάθε οὖν, ὅτι οὐκ ἦν πονηρὸν τότε τὸ ὀμνύειν· μετὰ δὲ Χριστόν, ἔστι πονηρόν· ὥσπερ καὶ τὸ περιτέμνεσθαι, καὶ ἁπλῶς τὸ Ἰουδαΐζειν. Ἐπεὶ καὶ τὸ θηλάζειν, τοῖς μὲν παιδίοις ἁρμόζει, τοῖς δὲ ἀνδράσιν αἰσχύνη. «Ἠκούσατε ὅτι ἐῤῥέθη, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος.» Ὁ νόμος συγκαταβαίνων συνεχώρει τὴν ταυτοπάθειαν, ἵνα φόβῳ τοῦ τὰ ἶσα παθεῖν, μὴ ἀδικῶσιν ἀλλήλους. «Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ, ἀλλ’ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.» Πονηρὸν ἐνταῦθα τὸν διάβολον λέγει, τὸν διὰ τοῦ ἀνθρώπου ἐνεργοῦντα.

Οὐ δεῖ οὖν ἀντίστασθαι τῷ διαβόλῳ; ναί· ἀλλ’ οὐχὶ διὰ τοῦ ἀντιπλήττειν, ἀλλὰ διὰ τοῦ ὑπομένειν. Οὐ γὰρ πυρὶ σβέννυται πῦρ, ἀλλ’ ὕδατι. Μὴ νόμιζε δὲ ὅτι περὶ τῆς εἰς τὴν σιαγόνα πληγῆς λέγει μόνης, ἀλλὰ καὶ περὶ πάσης ἄλλης καὶ παντὸς ἁπλῶς δεινοῦ. «Καὶ τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον.» Ἐὰν εἰς δικαστήριόν σε ἕλκῃ καὶ ὀχλῇ, ἄφες αὐτῷ καὶ ἱμάτιον· οὐκ ἐὰν ἁπλῶς ζητῇ. Χιτὼν δὲ κυρίως, τὸ παρ’ ἡμῖν λεγόμενον ὑποκάμισον· ἱμάτιον δέ, τὸ ἐπιβαλλόμενον· πλὴν καὶ ἀντ’ ἀλλήλων τὰ ὀνόματα λέγονται. «Καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ’ αὐτοῦ δύο.» Τί λέγω, φησίν, ἱμάτια καὶ χιτῶνας; καὶ αὐτὸ τὸ σῶμά σου δὸς τῷ ἀδίκως ἕλκοντι, καὶ πλέον, ἢ ἐκεῖνος βούλεται, ποίησον. «Τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι, μὴ ἀποστραφῇς.» Κἂν ἐχθρός, κἂν φίλος, κἂν ἄπιστος, εἴτε χρήματα ζητεῖ, εἴτε ἄλλην βοήθειαν. Δάνεισμα δέ, οὐ τὸ σὺν τόκῳ λέγει, ἀλλὰ τὴν ἁπλῶς χρῆσιν. Ἐπεὶ καὶ ἐν τῷ νόμῳ χωρὶς τόκου ἐδάνειζον. «Ἠκούσατε ὅτι ἐῤῥέθη· Ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου· ἐγὼ δὲ λέγω ὑμῖν·

Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν.» Ἔφθασεν ἐπὶ τὴν κορυφὴν τῶν ἀρετῶν· τί γὰρ τούτου μεῖζον; Οὐκ ἀδύνατον δέ. Μωσῆς γὰρ καὶ Παῦλος τοὺς κατ’ αὐτῶν λυττῶντας Ἰουδαίους, ὑπὲρ ἑαυτοὺς ἠγάπησαν, καὶ πάντες οἱ ἅγιοι τοὺς ἐχθροὺς αὐτῶν. «Εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων ὑμᾶς.» Ὡς γὰρ εὐεργέτας δεῖ αὐτοὺς ἔχειν. Πᾶς γὰρ ὁ διώκων καὶ πειράζων, ἐλαφρύνει ἡμῖν τὴν ὑπὲρ τῶν ἁμαρτημάτων τιμωρίαν.

Ἄλλως τε, καὶ ὅταν τηλικοῦτον ἔπαθλον δίδωσιν ἡμῖν ὁ Θεός. Ἄκουε γάρ· «Ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς· ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.» Ὁρᾷς πηλίκον ἀγαθὸν δίδωσί σοι ὁ μισῶν σε καὶ ἐπηρεάζων, ἐὰν μόνον θέλῃς ὑπομένειν;

Βροχὴν δὲ καὶ ἥλιον νόει, καὶ τὴν γνῶσιν καὶ τὴν διδασκαλίαν· πάντας γὰρ ὁ Θεὸς φωτίζει καὶ διδάσκει. «Ἐὰν γὰρ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν;» Φρίξωμεν, ὅταν μηδὲ τῶν τελωνῶν ὦμεν ἴσοι, ἀλλὰ καὶ τοὺς ἀγαπῶντας ἡμᾶς μισῶμεν. «Καὶ ἐὰν ἀσπάζησθε τοὺς φίλους ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; Οὐχὶ καὶ οἱ τελῶναι οὕτω ποιοῦσιν;

Ἔσεσθε οὖν ὑμεῖς τέλειοι, ὥσπερ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς τέλειός ἐστι.» Τὸ γὰρ τοὺς μὲν τῶν ἀνθρώπων ἀγαπᾷν, τοὺς δῆθεν φίλους, τοὺς δὲ μισεῖν, ἀτελές ἐστι· τέλειον δέ, τὸ πάντας ἀγαπᾷν.

ΚΕΦΑΛ. Ϛʹ. Περὶ ἐλεημοσύνης, προσευχῆς καὶ νηστείας. Περὶ τοῦ καταφρονεῖν τῶν τοῦ κόσμου. «Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μήγε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ Πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς.» Εἰς τὴν μεγίστην τῶν ἀρετῶν τὴν ἀγάπην ἀναγαγών, νῦν ἀναιρεῖ καὶ τὴν κενοδοξίαν, ἥτις ἕπεται τοῖς κατορθώμασιν· ὅρα δὲ τί λέγει· Προσέχετε, ὡσανεὶ περὶ θηρίου δεινοῦ λέγοι, πρόσεχε μή σε διασπαράξῃ· κἂν ἔμπροσθεν δὲ τῶν ἀνθρώπων ἐλεῇς, οὐ ποιεῖς δὲ τοῦτο πρὸς τὸ θεαθῆναι, οὐ κατακρίνῃ. Ἐὰν δὲ σκοπὸν ἔχῃς κενοδοξίας, εἰ καὶ ἐν τῷ ταμείῳ σου ποιήσῃς, κατακρίνῃ.

Τὴν γνώμην γὰρ ἢ κολάζει ἢ στεφανοῖ ὁ Θεός. «Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων.» Οὐ σάλπιγγας εἶχον οἱ ὑποκριταί, ἀλλὰ τὴν διάνοιαν αὐτῶν διαγελᾷ ἐνταῦθα, ὅτι ἠβούλοντο τὴν ἐλεημοσύνην αὐτῶν σαλπίζεσθαι.

Ὑποκριταὶ δέ εἰσιν οἱ ἄλλο μὲν ὄντες, ἄλλο δὲ φαινόμενοι· καὶ οὗτοι γοῦν ἐλεήμονες μὲν φαίνονται, ἄλλοι δέ εἰσιν. «Ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν.» Ἐπαινούμενοι γάρ, τὸ πᾶν ἀπέλαβον παρὰ τῶν ἀνθρώπων. «Σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην, μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου.» Ὑπερβολικῶς τοῦτο εἶπεν· ὅτι Εἰ δυνατόν, καὶ σεαυτὸν λάνθανε.

Ἢ καὶ ἄλλως· ἀριστερά, ἡ κενοδοξία· δεξιά, ἡ ἐλεημοσύνη· μὴ γινωσκέτω οὖν ἡ κενοδοξία τὴν ἐλεημοσύνην. «Ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ, καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ, αὐτὸς ἀποδώσει σοι ἐν τῷ φανερῷ.» Πότε; Ὅτε γυμνὰ καὶ φανερὰ πάντα παρίστανται, καὶ τότε δοξασθήσῃ μᾶλλον. «Καὶ ὅταν προσεύχῃ, οὐκ ἔσῃ ὥσπερ οἱ ὑποκριταί, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως ἂν φανῶσι τοῖς ἀνθρώποις. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν.» Ὑποκριτὰς καὶ τούτους ὀνομάζει, ὡς δοκοῦντας μὲν Θεῷ προσέχειν, ἀνθρώποις δὲ προσέχοντας· παρ’ ὧν ἀπέχουσι, τουτέστιν, ἀπολαμβάνουσι τὸν μισθὸν αὐτῶν. «Σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμεῖόν σου, καὶ κλείσας τὴν θύραν σου, πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι ἐν τῷ φανερῷ.» Τί οὖν; ἐν ἐκκλησίᾳ μὴ προσεύξωμαι; Καὶ πάνυ· ἀλλὰ μετὰ γνώμης ὀρθῆς, καὶ ὥστε μὴ ἐπιδείκνυσθαι, ἐπεὶ ὁ τόπος οὐ βλάπτει, ἀλλ’ ὁ τρόπος καὶ ὁ σκοπός.

Πολλοὶ γοῦν ἐν τῷ κρυπτῷ εὐχόμενοι, πρὸς ἀνθρωπαρεσκίαν τοῦτο ποιοῦσιν. «Προσευχόμενοι δέ, μὴ βαττολογήσητε, ὥσπερ οἱ ἐθνικοί.» Βαττολογία ἐστὶν ἡ φλυαρία· οἷον, τὸ αἰτεῖν τι τῶν γηΐνων, δόξαν, πλοῦτον, νίκην. Βατταρισμὸς δέ ἐστιν ἡ ἄναρθρος φωνή, ὡς ἡ τῶν παιδίων· σὺ τοίνυν μὴ φλύαρος ἔσο. Δοκοῦσι γάρ, ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. Οὐ δεῖ μακρὰς ποιεῖσθαι τὰς εὐχάς, ἀλλὰ βραχείας μέν, συχνάκις δέ, καὶ ὀλίγα φθεγγομένους, προσκαρτερεῖν τῇ εὐχῇ. «Μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς, οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν.» Οὐ γὰρ ἵνα διδάξωμεν αἰτοῦμεν, ἀλλ’ ἵνα ἑαυτοὺς ἀπασχολήσαντες τῶν βιωτικῶν, ὠφεληθῶμεν ὁμιλοῦντες αὐτῷ. «Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς.» Εὐχὴ ἄλλο, καὶ προσευχὴ ἄλλο.

Εὐχὴ μὲν γάρ ἐστιν ὑπόσχεσις πρὸς Θεόν· ὡς ὅταν ὑπισχνῆταί τις ἀποσχέσθαι οἵνου ἢ ἄλλου τινός· προσευχὴ δέ, ἀγαθῶν αἴτησις. Πάτερ δὲ εἰπών, δείκνυσί σοι τίνων ἀγαθῶν ἠξιώθης, υἱὸς Θεοῦ γεγονώς· ἐν δὲ τῷ εἰπεῖν, ἐν τοῖς οὐρανοῖς, ἔδειξέ σοι τὴν πατρίδα σου καὶ τὸν οἶκον τὸν πατρικόν· ἐὰν γὰρ θέλῃς ἔχειν Πατέρα τὸν Θεόν, πρὸς τοὺς οὐρανοὺς βλέπε, καὶ μὴ πρὸς γῆν· οὐ λέγεις δέ, Πάτερ μου, ἀλλά, Πάτερ ἡμῶν, ὡς ἂν ἔχοις πάντας ὡς ἀδελφοὺς ἑνὸς Πατρός. «Ἁγιασθήτω τὸ ὄνομά σου.» Τουτέστι, Ποίησον ἡμᾶς ἁγίους, ἵνα καὶ σὺ δι’ ἡμᾶς δοξάζῃ· ὡς γὰρ βλασφημεῖται δι’ ἐμέ, οὕτω καὶ ἁγιάζεται δι’ ἐμὲ ὁ Θεός, τουτέστιν, ὡς ἅγιος δοξάζεται. «Ἐλθέτω ἡ βασιλεία σου.» Τουτέστιν, ἡ δευτέρα παρουσία· ὁ γὰρ συνειδὸς ἔχων πεπαῤῥησιασμένον, εὔχεται ἐλθεῖν τὴν ἀνάστασιν καὶ τὴν κρίσιν. «Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς.» Ὥσπερ, φησίν, οἱ ἄγγελοι ποιοῦσιν τὸ θέλημά σου, οὕτω καὶ ἡμῖν δὸς ποιεῖν αὐτό. «Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον.» Ἐπιούσιον, τὸν ἐπὶ τῇ οὐσίᾳ καὶ συστάσει ἡμῶν αὐτάρκη, φησίν· ἀναιρεῖ δὲ τὴν περὶ τῆς αὔριον μέριμναν, καὶ τὸ σῶμα δὲ τοῦ Χριστοῦ ἄρτος ἐστὶν ἐπιούσιος· οὗ μεταλαμβάνειν ἀκατακρίτως εὐχόμεθα. «Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.»

Ἐπειδὴ καὶ μετὰ τὸ βάπτισμα ἁμαρτάνομεν, ἱκετεύομεν ἵνα ἀφήσῃ ἡμῖν· οὕτω δὲ ἀφήσει ὡς καὶ ἡμεῖς. Ἐὰν γὰρ μνησικακῶμεν, οὐκ ἀφήσει ἡμῖν· ἐμὲ γὰρ ἔχει ὁ Θεὸς παράδειγμα· καὶ ὃ ποιῶ ἐπ’ ἄλλῳ, ποιεῖ ἐπ’ ἐμοί. «Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν.» Ἀσθενεῖς ἐσμεν οἱ ἄνθρωποι, διὸ οὐ δεῖ ἐπιῤῥίπτειν ἑαυτοὺς τοῖς πειρασμοῖς· ἀλλ’ ἐμπεσόντας εὔχεσθαι μὴ καταποθῆναι ὑπὸ τοῦ πειρασμοῦ. Ὁ γὰρ καταποθεὶς καὶ νικηθείς, ἐκεῖνος εἰσηνέχθη εἰς τὸν βόθρον τοῦ πειρασμοῦ, ἀλλ’ οὐχ ὁ ἐμπεσὼν μέν, νικήσας δέ. «Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.» Οὐκ εἶπεν, ἀπὸ τῶν πονηρῶν ἀνθρώπων· οὐ γὰρ ἐκεῖνοι ἀδικοῦσιν ἡμᾶς, ἀλλ’ ὁ πονηρός. «Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας, Ἀμήν.» Θαρσύνει ἡμᾶς ἐνταῦθα. Εἰ γὰρ βασιλεύς ἐστι, καὶ δυνατὸς ὁ Πατὴρ καὶ ἔνδοξος, πάντως καὶ ἡμεῖς νικήσομεν τὸν πονηρόν, καὶ δοξασθησόμεθα ὕστερον. «Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος.» Πάλιν ἀμνησικάκους ἡμᾶς εἶναι διδάσκει. Ἀναμιμνήσκει δὲ ἡμᾶς τοῦ Πατρός, ἵνα αἰδεσθῶμεν αὐτόν, καὶ μὴ ἐκθηριώμεθα, τοιούτου παῖδες ὄντες. «Ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ Πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.» Οὐδὲν οὕτω μισεῖ ὁ πρᾶος Θεός, ὡς τὴν ὠμότητα. «

Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταί, σκυθρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν, ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες.

Ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν.» Ἀφανισμὸς προσώπου ἐστὶν ἡ ὠχρότης, ὅταν οὐχ οἶός ἐστί τις φαίνηται, ἀλλὰ προσποιῆται στυγνότητα. «Σὺ δὲ νηστεύων, ἄλειψαί σου τὴν κεφαλήν, καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι.» Οἱ παλαιοὶ χαρᾶς εἶχον σημεῖον τὸ ἀλείφεσθαι ἐλαίῳ μετὰ τὸ λουτρόν· καὶ σὺ οὖν οὕτω χαίρων φαίνου. Ἔλαιον δὲ νοεῖται καὶ ἡ ἐλεημοσύνη. Κεφαλὴ δὲ ἡμῶν ὁ Χριστός, ὃν δεῖ ἀλείφειν ταῖς ἐλεημοσύναις· καὶ τὸ πρόσωπον, ἤτοι τὰς αἰσθήσεις, νίπτειν διὰ δακρύων. «Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει· καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι. Θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν, οὐδὲ κλέπτουσιν· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.» Ἐπεὶ τὸ τῆς κενοδοξίας ἐξέβαλε νόσημα, περὶ ἀκτημοσύνης λοιπὸν λέγει.

Οἱ γὰρ ἄνθρωποι διὰ κενοδοξίαν κτῶνται τὰ πλείω, δείκνυσι δὲ τοῦ ἐπὶ γῆς θησαυροῦ τὸ ἀκερδές· ὅτι σὴς μὲν καὶ βρῶσις ἀφανίζει βρώματα καὶ ἱμάτια, κλέπται δέ, χρυσίον καὶ ἀργύριον. Εἶτα ἵνα μὴ εἴπῃ τις αὐτῷ, ὅτι Ἀλλ’ οὐ πάντες κλέπτονται, φησίν· Εἰ καὶ μηδὲν τούτων ἐστίν, ἀλλ’ οὖν γε αὐτὸ τοῦτο τὸ προσηλῶσθαί σε τῇ περὶ τοῦ πλούτου μερίμνῃ, πῶς οὐκ ἄθλιον; διὸ λέγει· «Ὅπου γὰρ ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν. Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινόν· ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται· εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί, τὸ σκότος πόσον;» Τοῦτό φησιν, ὅτι Ἐὰν προσηλώσῃς τὸν νοῦν σου τῇ τῶν χρημάτων φροντίδι, ἔσβεσας τὸν λύχνον, ἐσκότισάς σου τὴν ψυχήν. Ὥσπερ γὰρ ὁ ὀφθαλμὸς ἁπλοῦς, τουτέστιν ὑγιὴς ὤν, φωτίζει τὸ σῶμα, ἐὰν δὲ πονηρὸς ᾖ, τουτέστι νοσώδης, σκοτίζει, οὕτω καὶ ὁ νοῦς τυφλοῦται ὑπὸ τῆς φροντίδος. Εἰ δὲ ὁ νοῦς σκοτισθείη, ἡ ψυχὴ σκότος γίνεται, καὶ πολλῷ μᾶλλον τὸ σῶμα. «Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν.» Δύο κυρίους λέγει τοὺς τὰ ἐναντία ἐπιτάττοντας, οἶον Θεὸν καὶ Μαμμωνᾶν. Ἡμεῖς δὲ ποιοῦμεν κύριον ἡμῶν τὸν διάβολον; ὥσπερ καὶ τὴν κοιλίαν θεόν· φύσει δὲ καὶ ἀληθῶς Κύριος, ὁ Θεός· Μαμμωνᾶς δέ ἐστιν ἡ ἀδικία. «

Ἣ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ τοῦ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμμωνᾷ.» Ὁρᾷς ὅτι οὐκ ἔστι δυνατὸν τὸν πλούσιον καὶ ἄδικον Θεῷ δουλεύειν; Ἐκβάλλει γὰρ αὐτὸν ἡ φιλοχρηματία ἀπὸ Θεοῦ. «Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε.» Διὰ τοῦτο, ποῖον; Διὰ τὸ ἀπὸ Θεοῦ ἐκβάλλεσθαι ὑπὸ τῶν χρημάτων· Οὐχ ἡ ψυχὴ δὲ ἐσθίει, ἀσώματον γάρ, ἀλλὰ κατὰ τὴν κοινὴν συνήθειαν τοῦτο εἶπε. Δοκεῖ γὰρ ἡ ψυχὴ μὴ ἀνέχεσθαι εἶναι ἐν τῷ σώματι, εἰ μὴ τρέφοιτο ἡ σάρξ. Οὐκ ἐκβάλλει δὲ τὸ ἐργάζεσθαι, ἀλλὰ τὸ μὴ διδόναι ὅλως ἑαυτοὺς ταῖς φροντίσι, καὶ ἀμελεῖν Θεοῦ, τοῦτο κωλύει. Ἐπεὶ καὶ γεωργεῖν δεῖ, ἀλλὰ καὶ ψυχῆς φροντίζειν. «Οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος;» Τουτέστιν, Ὁ τὸ μεῖζον δούς, τὴν ψυχὴν καὶ τὸ σῶμα διαπλάσας, οὐ δώσει καὶ τροφὴν καὶ ἐνδύματα; «Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν;» Δυνάμενος παρενεγκεῖν εἰς παράδειγμα τὸν Ἠλίαν, τὸν Ἰωάννην, μέμνηται τῶν πετεινῶν· ἵνα ἡμᾶς ἐντρέψῃ, ὅτι καὶ τούτων ἀλογώτεροί ἐσμεν. Τρέφει δὲ αὐτὰ ὁ Θεός, ἐνθεὶς αὐτοῖς φυσικὴν γνῶσιν πρὸς τὸ τροφὰς συλλέγειν. «

Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν, δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὑτοῦ πῆχυν ἕνα;» Τοῦτό φησιν, ὅτι Κἂν μεριμνᾷς, οὐδὲν ποιεῖς μὴ θέλοντος τοῦ Θεοῦ. Τί τοίνυν περιττῶς κατακόπτεις σεαυτόν; «Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει. Λέγω δὲ ὑμῖν, ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.» Οὐ μόνον ἀπὸ τῶν ἀλόγων πτηνῶν ἐντρέπει ἡμᾶς, ἀλλὰ καὶ ἀπὸ τῶν κρίνων τῶν μαραινομένων. Εἰ γὰρ ὁ Θεὸς ἐκεῖνα οὕτως ἐκαλλώπισε, καίτοι μηδεμιᾶς χρείας οὔσης, πόσῳ μᾶλλον τὴν χρείαν τῶν ἡμετέρων ἐνδυμάτων ἀποπληρώσει; Δείκνυσι δέ, ὅτι, κἂν πολλὰ μεριμνήσῃς, οὐ δυνήσῃ καλλωπισθῆναι ὡς τὰ κρίνα· ὅπου γε Σολομὼν ὁ φρονιμώτατος καὶ τρυφηλότατος διὰ πάσης αὐτοῦ τῆς βασιλείας οὐκ ἴσχυσε περιβαλέσθαι τι τοιοῦτον. «Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;» Μανθάνομεν ἐντεῦθεν, ὅτι οὐ δεῖ φροντίζειν καλλωπισμοῦ.

Τοῦτο γὰρ τῶν προσκαίρων ἀνθέων ἐστίν. Ὥστε πᾶς καλλωπιζόμενος, χόρτος ἐστίν. Ὑμᾶς δὲ εἶπε, τοὺς λογικούς, οἷς ψυχὴν καὶ σῶμα διέπλασεν· ὀλιγόπιστοι δὲ πάντες οἱ μεριμνῶντες. Εἰ γὰρ τελείαν εἶχον εἰς Θεὸν πίστιν, οὐκ ἂν ἐμερίμνων οὕτως ἐνενδότως. «Μὴ οὖν μεριμνήσητε, λέγοντες· Τί φάγωμεν, ἢ τί πίωμεν, ἢ τί περιβαλώμεθα; Πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ.» Τὸ μὲν φαγεῖν οὐ κωλύει. Τὸ δὲ λέγειν, Τί φάγωμεν; κωλύει. Ὃ λέγουσιν οἱ πλούσιοι ἀφ’ ἑσπέρας· Τί φάγωμεν αὔριον; ὁρᾷς ὅτι τὴν τρυφὴν καὶ τὴν ὕβριν κωλύει. «Οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. Ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.» Βασιλεία τοῦ Θεοῦ, ἡ ἀπόλαυσις τῶν ἀγαθῶν· αὔτη δὲ διὰ δικαιοσύνης προσγίνεται. Ὅστις οὖν ζητεῖ τὰ πνευματικά, προστίθεται τούτῳ καὶ τὰ σωματικὰ κατὰ φιλοτιμίαν Θεοῦ. «Μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον μεριμνήσει τὰ ἑαυτῆς· ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.» Κακίαν ἡμέρας τὴν συντριβὴν καὶ τὴν κάκωσιν λέγει· οἶον, Ἀρκετόν σοι ὅτι συντρίβῃ ὑπὲρ τῆς σήμερον, εἰ δὲ καὶ ὑπὲρ τῆς αὔριον μεριμνήσεις, πότε σχολάσεις τῷ Θεῷ, ἀεὶ συντρίβων σεαυτὸν ὑπὲρ τῶν σωματικῶν;

ΚΕΦΑΛ. Ζʹ. Περὶ τοῦ κρίνειν μηδένα· περὶ τοῦ αἰτεῖν, καὶ ζητεῖν· περὶ τοῦ προσέχειν ἀπὸ τῶν ψευδοπροφητῶν. «Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε!» Οὐχὶ τὸ ἐλέγχειν κωλύει, ἀλλὰ τὸ κατακρίνειν. Ὁ μὲν γὰρ ἔλεγχος ἐπὶ ὠφελείᾳ, ἐστίν, ἡ δὲ κατάκρισις ἐπὶ ὀνειδισμῷ καὶ ἐξουδενώσει, ἄλλως τε καὶ ὅταν ἔχων τις μεγάλας ἁμαρτίας, ὀνειδίζῃ ἑτέροις, καὶ κατακρίνῃ τοὺς ἐλάττονα ἔχοντας, ἃ ὁ Θεὸς μέλλει κρίνειν. «Ἐν ᾧ γὰρ κρίνετε, κριθήσεσθε· καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε, μετρηθήσεται ὑμῖν. Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, Ἄφες ἐκβάλω τὸ κάρφος ἀπὸ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου;

Ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.» Τὸν μέλλοντα ἐπιπλήττειν ἄλλοις δεῖ ἄμωμον εἶναι. Εἰ γὰρ αὐτὸς δοκὸν ἔχων ἐν τῷ ὀφθαλμῷ, τουτέστι, μέγα ξύλον, ἤτοι ἁμάρτημα, ἐπιμέμφεται ἄλλῳ κάρφος ἔχοντι, ἀναισχύντερον ἐκεῖνον ἐποίησε. Δείκνυσι δὲ ὁ Κύριος, ὅτι οὐδὲ δύναται ἰδεῖν καλῶς τὸ τοῦ ἀδελφοῦ ἁμάρτημα ὁ μεγάλα ἁμαρτάνων· ὁ γὰρ ἔχων δοκὸν ἐν τῷ ὀφθαλμῷ, πῶς ἂν ἴδοι ἄλλον μετρίως βλαπτόμενον; «Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.» Κύνες εἰσὶν οἱ ἄπιστοι, χοῖροι δέ, οἱ πιστοὶ μέν, βορβορώδη δὲ βίον ἔχοντες.

Δεῖ τοίνυν τὰ μυστήρια μὴ λέγειν τοῖς ἀπίστοις, μηδὲ τοὺς λαμπροὺς καὶ μαργαρώδεις λόγους τοὺς περὶ θεολογίας τοῖς ἀκαθάρτοις οἱ μὲν γὰρ χοῖροι, καταπατοῦσιν, ἤτοι καταφρονοῦσι τῶν λεγομένων, οἱ δὲ κύνες στραφέντες διασπαράττουσιν ἡμᾶς· οἵα ποιοῦσιν οἱ λεγόμενοι φιλόσοφοι, ὅταν ἀκούσωσιν ὅτι ἐσταυρώθη Θεός, σπαράττουσιν ἡμᾶς τοῖς συλλογισμοῖς, ἀδύνατον εἶναι τοῦτο σοφιζόμενοι. «Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.» Ἐπέταξεν ἡμῖν ἐν τοῖς προλαβοῦσι μεγάλα καὶ χαλεπά. Δείκνυσιν οὖν ἐνταῦθα πῶς κατορθωθήσονται, καὶ ὅτι διὰ τῆς εὐχῆς τῆς διηνεκοῦς. Αἰτεῖτε γάρ, εἶπεν, ἀντὶ τοῦ ἀεί, οὐ γὰρ εἶπεν, Αἰτήσασθε ἅπαξ. Εἶτα καὶ ἀπὸ ὑποδείγματος ἀνθρωπίνου βεβαιοῖ τὸ λεχθέν. «Ἢ τίς ἐστιν ἄνθρωπος ἐξ ὑμῶν, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; καὶ ἐὰν ἰχθῦν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ;» Παιδεύει ἐνταῦθα ὅτι δεῖ καὶ σφοδρῶς αἰτεῖν, καὶ τὰ συμφέροντα αἰτεῖν. Ὑμεῖς γάρ, φησί, βλέπετε τοὺς παῖδας ὑμῶν τὰ πρέποντα αἰτοῦντας, ἄρτον καὶ ἰχθῦν, καὶ τότε δίδοτε αὐτοῖς ὅταν τοιαῦτα ζητῶσιν· οὕτως οὖν καὶ ὑμεῖς τὰ πνευματικὰ ζητεῖτε, μὴ τὰ σαρκικά. «

Εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;» Πονηροὺς ὀνομάζει τοὺς ἀνθρώπους, ὡς πρὸς τὸν Θεὸν συγκρίνων αὐτούς, ἐπεὶ ἡ φύσις ἡμῶν ἀγαθή ἐστιν, ὡς Θεοῦ δημιούργημα, κατὰ δὲ προαίρεσιν πονηρευόμεθα. «Πάντα οὖν ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Οὗτος γάρ ἐστι ὁ νόμος καὶ οἱ προφῆται.» Σύντομον δείκνυσι τὴν εἰς ἀρετὴν ὁδόν. Οἱ γὰρ ἄνθρωποι οἴκοθεν γινώσκομεν τὸ δέον. Εἰ γὰρ θέλεις εὐεργετεῖσθαι, εὐεργέτει.

Εἰ θέλεις ἀγαπᾶσθαι παρὰ τῶν ἐχθρῶν, ἀγάπα καὶ σὺ τοὺς ἐχθρούς. Καὶ γὰρ ὁ νόμος τοῦ Θεοῦ καὶ οἱ προφῆται ἐκεῖνα λέγουσιν, ἃ καὶ ὁ φυσικὸς νόμος ἡμῖν διατάττεται. «Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι’ αὐτῆς.» Στενὴν πύλην λέγει τοὺς πειρασμούς, τούς τε ἑκουσίους, οἷον νηστείαν καὶ τἄλλα, καὶ τοὺς ἀκουσίους, οἶον δεσμά, διωγμούς. Ὥσπερ οὖν πολύσαρκος ἄνθρωπος, ἢ πολλὰ βαστάζων, οὐ δύναται διὰ τῆς στενῆς εἰσελθεῖν, οὕτως οὐδὲ τρυφηλὸς ἢ πλούσιος· διὰ δὲ τῆς πλατείας οἱ τοιοῦτοι εἰσέρχονται.

Δεικνύων δὲ ὅτι καὶ ἡ στενοχωρία πρόσκαιρός ἐστι, καὶ ἡ πλατύτης παροδική, πύλην καὶ ὁδὸν ἐκάλεσε· τήν τε γὰρ πύλην, ἤτοι τὴν κακοπάθειαν, παρέρχεται ὁ κακοπαθῶν, καὶ τὴν τρυφὴν δὲ ὡς ὁδὸν παροδεύει ὁ τρυφῶν· ἐπεὶ οὖν ἀμφότερα πρόσκαιρα, τὸ κρεῖττον αἱρετέον. «Τί στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν!» Θαυμαστικόν ἐστι τὸ Τί. Θαυμάζει γάρ, βαβαί, πόσον ἐστὶ στενή! Πῶς οὖν ἀλλαχοῦ λέγει·

Ὁ ζυγός μου ἐλαφρός; Διὰ τὰς μελλούσας ἀντιδόσεις. «Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.» Πανοῦργοί εἰσι καὶ ἐπιθέται οἱ αἱρετικοί, διὰ τοῦτο λέγει, Προσέχετε. Χρηστολογίαν μὲν γὰρ προβάλλονται, καὶ βίον ὑποκρίνονται σεμνόν, ἀλλ’ ἔσωθέν ἐστι τὸ ἄγκιστρον. Ἔνδυμα δὲ προβάτου, καὶ ἡ πραότης, ᾗτινι χρῶνταί τινες σχηματιζόμενοι διὰ τὸ κολακεύειν καὶ ἐξαπατᾷν.

Ἀπὸ δὲ τοῦ καρποῦ γνωρίζονται, τουτέστι, τῶν ἔργων καὶ τοῦ βίου. Κἂν γὰρ ὑποκρίνωνται πρὸς καιρόν, ἀλλὰ τοῖς προσέχουσιν ἐλέγχονται. «Μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλήν, ἢ ἀπὸ τριβόλων σῦκα; Οὕτω πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ· τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ.» Ἄκανθαι καὶ τρίβολοί εἰσιν οἱ ὑποκριταί· ἄκανθαι, ὡς πλήττοντες λαθραίως, τρίβολοι δέ, ὡς πανοῦργοι καὶ πολύτροποι. Σαπρὸν δὲ δένδρον, πᾶς ὃν σήπει ὁ ὑγρὸς καὶ ἐκλελυμένος βίος. «Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν.» Ἕως οὗ ἐστι σαπρόν, οὐ δύναται· ἐὰν δὲ μεταβληθῇ, δύναται. Ὅρα γάρ, ὅτι οὐκ εἶπεν, Οὐ δυνήσεται, ἀλλ’ ὅτι ἐν ὅσῳ ἐστὶ σαπρόν, καλὰ οὐ γεννᾷ. «Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλόν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται. Ἄραγε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.» Ταῦτα πρὸς Ἰουδαίους ἀποτείνεται, καὶ ὁ Ἰωάννης γὰρ τοιαῦτα αὐτοῖς ἔλεγε. Δένδρῳ δὲ ἀπεικάζει τὸν ἄνθρωπον, διότι δύναται ἐγκεντρισθῆναι ἀπὸ τῆς ἀκάρπου ἁμαρτίας εἰς ἀρετήν. «Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.»

Ἐνταῦθα ἐπιδείκνυσιν ἑαυτὸν Κύριον, ἐν τῷ εἰπεῖν· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, ὥστε Θεὸν ἑαυτὸν λέγει, διδάσκει δὲ ἡμᾶς ὅτι, ἐὰν πίστιν χωρὶς ἔργων ἔχωμεν, οὐδὲν ἐκ τούτου ὠφελούμεθα· ὁ γὰρ ποιῶν τὸ θέλημα, οὐκ εἶπεν ὁ ἅπαξ ποιήσας, ἀλλ’ ὁ ἄχρι θανάτου ποιῶν. Καὶ οὐκ εἶπε, τὸ θέλημά μου, ἵνα μὴ σκανδαλίσῃ τοὺς ἀκούοντας, ἀλλά, τοῦ Πατρός μου· πάντως δὲ ἓν θέλημα πατρὸς καὶ υἱοῦ, ἐὰν οὐκ ἔστιν ἀποστάτης ὁ υἱός. «Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; Καὶ τότε ὁμολογήσω αὐτοῖς, ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς, ἀποχωρεῖτε ἀπ’ ἐμοῦ, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.» Πολλοὶ ἐν ἀρχῇ τοῦ κηρύγματος ἐξέβαλον δαιμόνια, καὶ ἀνάξιοι ὄντες, διὰ τὸ ὄνομα τοῦ Ἰησοῦ φευγόντων τῶν δαιμόνων· καὶ γὰρ ἡ χάρις καὶ διὰ τῶν ἀναξίων ἐνεργεῖ, ὡς καὶ διὰ τῶν ἀναξίων ἱερέων ἁγιαζόμεθα, καὶ Ἰούδας δὲ σημεῖα ἐποίησε, καὶ οἱ υἱοὶ τοῦ Σκευᾶ.

Τὸ δὲ Οὐδέποτε ἔγνων ὑμᾶς, ἀντὶ τοῦ, Οὐδὲ τότε ὅτε ἐθαυματουργεῖτε, ἠγάπων ὑμᾶς γνῶσις γὰρ ἡ ἀγάπη λέγεται ἐνταῦθα. «Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους, καὶ ποιεῖ αὐτούς, ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν, καὶ κατέβη ἡ βροχή, καὶ ἦλθον οἱ ποταμοί, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε, τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.» Θεοῦ χωρὶς οὐ δύναται ἀρετὴ κατορθωθῆναι, διὰ τοῦτό φησιν, Ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ. Πέτρα δέ, ὁ Χριστός· οἰκία δέ, ἡ ψυχή. Ὅστις οὖν τὴν ψυχὴν αὐτοῦ οἰκοδομήσει ἐπὶ τῇ ἐργασίᾳ τῶν ἐντολῶν τοῦ Χριστοῦ, τοῦτον οὔτε ἡ βροχή, ὁ διάβολος λέγω, ὁ ἐξ οὐρανοῦ πεσών, οὔτε οἱ ποταμοί, οἱ ἐπηρεασταὶ ἄνθρωποι, οἱ ἀπὸ τῆς τοιαύτης βροχῆς πληθυνόμενοι, οὔτε οἱ ἄνεμοι, τὰ πνεύματα τῆς πονηρίας, καὶ ἁπλῶς πάντες οἱ πειρασμοί, τὸν τοιοῦτον οὐ δύνανται καταβαλεῖν. «Καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους, καὶ μὴ ποιῶν αὐτούς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον, καὶ κατέβη ἡ βροχή, καὶ ἦλθον οἱ ποταμοί, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσε, καὶ ἦν ἢ πτῶσις αὐτῆς μεγάλη.» Οὐκ εἶπεν, Ὁμοιώσω αὐτόν, ἀλλ’, Ὁμοιωθήσεται ἀφ’ ἑαυτοῦ, μωρῷ, ἐκεῖνος ὃς πιστεύει μέν, οὐ πράττει δέ· οὗτος οὖν ἐπὶ ψάμμου κτίζει, ἐπὶ σαθρότητος τῶν ἔργων.

Διὰ τοῦτο καὶ ὑπὸ τῶν πειρασμῶν πίπτει· ὅταν γὰρ προσκόψῃ, τοὐτέστι, προσκρούσῃ αὐτῷ πειρασμός, πίπτει πτῶμα μέγα. Οὐδεὶς δὲ τῶν ἀπίστων πίπτει, ἐκεῖνοι γὰρ χαμαὶ πάντοτε κεῖνται· ὁ δὲ πιστός, ἐκεῖνος πίπτει. Καὶ διὰ τοῦτο μέγα τὸ πτῶμα, ὅτι Χριστιανὸς ὢν πίπτει. «Καὶ ἐγένετο ὅτε συνετέλεσεν ὁ Ἰησοῦ τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ. Ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς.» Οὐχ οἱ ἄρχοντες ἐξεπλήσσοντο. πῶς γάρ, οἱ φθονοῦντες αὐτῷ; ἀλλὰ τὸ ἄκακον πλῆθος. Ἐθαύμαζον δὲ οὐχὶ τὴν φράσιν τῶν ῥημάτων, ἀλλὰ τὴν παῤῥησίαν, καὶ ὑπὲρ τοὺς προφήτας γὰρ ἐδείκνυεν ἐξουσίαν. Ἐκεῖνοι γάρ, Τάδε λέγει Κύριος, ἔλεγον. Χριστὸς δέ, ὡς Θεός· Ἐγὼ λέγω ὑμῖν.

ΚΕΦΑΛ. Ηʹ. Περὶ τοῦ λεπροῦ. Περὶ τοῦ ἑκατοντάρχου. Περὶ τῆς πενθερᾶς Πέτρου. Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων. Περὶ τοῦ μὴ ἐπιτρεπομένου ἀκολουθεῖν. Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων. Περὶ τῶν δαιμονιζομένων, ὧν τὰ δαιμόνια εἰς τὴν ἀγέλην τῶν χοίρων ἐξεβλήθη. «Καταβάντι δὲ αὐτῷ ἀπὸ τοῦ ὅρους, ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. Καὶ ἰδοὺ λεπρὸς προσελθὼν προσεκύνει αὐτῷ, λέγων· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.» Συνετὸς ὢν ὁ λεπρός, οὐκ ἀνῆλθεν εἰς τὸ ὅρος, ἵνα μὴ διακόψῃ τὴν διδασκαλίαν. Καταβάντι δὲ προσκυνεῖ. Καὶ πίστιν δεικνύων πολλήν, οὐκ εἶπεν, Ἐὰν παρακαλέσῃς τὸν Θεόν, θεραπεύσεις με· ἀλλ’, Ἐὰν θέλῃς, διὸ καὶ ὁ Χριστός· «Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ ὁ Ἰησοῦς, λέγων· Θέλω, καθαρίσθητι. Καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα. Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅρα μηδενὶ εἴπῃς· ἀλλ’ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκε τὸ δῶρον ὃ προσέταξε Μωσῆς, εἰς μαρτύριον αὐτοῖς.» Ἅπτεται τοῦ λεπροῦ, δεικνύς, ὅτι οὐχ ὑπόκειται τῷ νόμῳ, κελεύοντι μὴ ἅπτεσθαι τοῦ λεπροῦ, ἀλλὰ Δεσπότης τούτου ἐστί, καὶ ὅτι τῷ καθαρῷ οὐδὲν ἀκάθαρτον, καὶ ὅτι ἡ ἁγία αὐτοῦ σὰρξ ἁγιασμοῦ μετεδίδου. Φεύγων δὲ τὴν δόξαν, κελεύει μηδενὶ εἰπεῖν, ἀλλὰ δεῖξαι ἑαυτὸν τῷ ἱερεῖ.

Εἰ γὰρ μὴ εἶπεν ὁ ἱερεύς, ὅτι κεκάθαρται ὁ λεπρός, ἔξω τῆς πόλεως ἔμενε. Κελεύει δὲ καὶ προσενεγκεῖν τὸ δῶρον εἰς μαρτύριον τοῖς Ἰουδαίοις, τουτέστιν, Ὅταν μου κατηγορῶσιν ὡς τὸν νόμον καταλύοντος, ἔσῃ μάρτυς σὺ ὁ νῦν κελευσθεὶς παρ’ ἐμοῦ προσαγαγεῖν τὰ παρὰ τοῦ νόμου διαταττόμενα. «Εἰσελθόντι δὲ αὐτῷ εἰς Καπερναούμ, προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων.» Οὐδὲ οὗτος ἐν τῷ ὄρει προσῆλθεν, ἵνα μὴ διαλυθῇ ἡ διδασκαλία.

Ὁ αὐτὸς δέ ἐστιν οὗτος, ὁ καὶ παρὰ τῷ Λουκᾷ. Εἰ δὲ ὁ Λουκᾶς λέγει, ὅτι ἑτέρους ἔπεμψε πρέσβεις πρὸς τὸν Ἰησοῦν· οὐκ ἔστι τοῦτο ἐναντιολογία πρὸς τὸν Ματθαῖον, λέγοντα, αὐτὸν ἐκεῖνον προσελθεῖν. Εἰκὸς γὰρ ἦν πρῶτον μὲν ἄλλους ἀποστεῖλαι, εἶτα τοῦ κινδύνου ἐπικειμένου, αὐτὸν ἐλθεῖν καὶ λέγειν «Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν.» Οὐκ ἤνεγκε τὸν παῖδα ἐπὶ κλίνης, πιστεύων ὅτι καὶ ἀπόντα δύναται θεραπεῦσαι· διό, «Καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος, ἔφη, Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου· καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ. Ἀκούσας δὲ ὁ Ἰησοῦς, ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν·

Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.» Εἰ ἐγώ, φησί, βασιλέως δοῦλος ὤν, τοῖς ὑπ’ ἐμὲ στρατιώταις ἐπιτάττω, σὺ πολλῷ μᾶλλον δύνασαι ἐπιτάττειν τῷ θανάτῳ καὶ ταῖς νόσοις, ὥστε ἀπὸ τοῦδε μὲν ἀναχωρεῖν, ἄλλῳ δὲ ἐπιτίθεσθαι· αἱ γὰρ σωματικαὶ νόσοι, στρατιῶται καὶ ἔκδικοί εἰσι τοῦ Θεοῦ. Θαυμάζει τοίνυν ὁ Χριστός, λέγων ὅτι, Οὐδὲ ἐν τοῖς Ἰσραηλίταις τοσαύτην πίστιν εὗρον ὅσην ἐν τῷ ἐθνικῷ. «Λέγω δὲ ὑμῖν, ὅτι πολλοὶ ἀπὸ Ἀνατολῶν καὶ Δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαάκ, καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.» Οὐκ εἶπεν ὅτι πολλοὶ ἐθνικοὶ ἀνακλιθήσονται, ἵνα μὴ πλήξῃ τοὺς Ἰουδαίους, ἀλλὰ συνεσκιασμένως εἶπεν, ἀπὸ Ἀνατολῶν καὶ Δυσμῶν.

Ἐμνήσθη δὲ τοῦ Ἀβραάμ, δεικνύων, ὅτι οὐκ ἔστιν ἐναντίος τῇ Παλαιᾷ· ἐξώτερον δὲ σκότος εἰπών, ἐδήλωσεν ὅτι ἐστὶ καὶ ἐνδότερον, ὃ καὶ ἐλαφρότερον. Βαθμοὶ γάρ εἰσι καὶ ἐν τῇ κολάσει. Υἱοὺς δὲ βασιλείας τοὺς Ἰουδαίους λέγει, πρὸς αὐτοὺς γὰρ αἱ ἐπαγγελίαι.

Υἱὸς γάρ, φησί, πρωτότοκός μου Ἰσραήλ. «Καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῳ· Ὕπαγε, καὶ ὡς ἐπίστευσας, γενηθήτω σοι. Καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ, καὶ ὑποστρέψας ὁ ἑκατόνταρχος εἰς τὸν οἶκον αὑτοῦ, ἐν αὐτῇ τῇ ὥρᾳ, εὗρε τὸν παῖδα ὑγιαίνοντα.» Ἔδειξεν ἐξ ὧν λόγῳ ἰάσατο, ὅτι καὶ περὶ τοῦ ἀποῤῥιφῆναι τοὺς Ἰουδαίους, ἀληθεύει. «Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν.

Καὶ ἤψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός. Καὶ ἠγέρθη καὶ διηκόνει αὐτοῖς.» Εἰσῆλθεν εἰς τὴν Πέτρου οἰκίαν διὰ τὸ φαγεῖν. Ἁψάμενος δὲ τῆς χειρός, οὐ μόνον τὸν πυρετὸν ἔσβεσεν, ἀλλὰ καὶ καθαρὰν ὑγείαν ἀπέδωκε τῇ γυναικί, ὥστε καὶ τὴν δύναμιν ἐπανελθεῖν καὶ ἰσχύσαι διακονεῖν.

Καίτοι ἴσμεν ὅτι πολὺς χρόνος εἰς ἀνάῤῥωσιν τοῖς νοσοῦσι παρεκτείνεται. Τῶν ἄλλων δὲ εὐαγγελιστῶν εἰπόντων ὅτι παρεκάλεσαν αὐτόν, καὶ οὕτω ταύτην ἐθεράπευσεν, ὁ Ματθαῖος οὐκ εἶπε τοῦτο, συντομίας φροντίσας. Εἶπον γάρ σοι καὶ ἀρχόμενος, ὅτι ὃ παρέλιπεν οὗτος, λέγει ἄλλος· μάθε δὲ καὶ ὅτι ὁ γάμος οὐδὲν κωλύει τὴν ἀρετήν, ὁ γὰρ κορυφαῖος τῶν ἀποστόλων πενθερὰν εἶχεν. «Ὀψίας δὲ γενομένης, προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς, καὶ ἐξέβαλε τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου, λέγοντος·

Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν.» Ὀψίας καὶ παρὰ καιρὸν προσῆγον τοὺς ἀῤῥώστους, αὐτὸς δὲ φιλάνθρωπος ὢν ἐθεράπευσε πάντας. Εἶτα ἵνα μὴ ἀπιστήσῃς, πῶς τοσαῦτα νοσήματα ἐν βραχεῖ ἐθεραπεύοντο, παράγει τὸν Ἡσαΐαν μαρτυροῦντα. Καίτοιγε ὁ προφήτης περὶ ἁμαρτιῶν τοῦτο λέγει, ὁ Ματθαῖος δὲ περὶ νοσημάτων αὐτὸ τέθεικε, καὶ γὰρ τὰ πλείω ἐξ ἁμαρτημάτων γίνονται. «Ἰδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους περὶ αὐτόν, ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν.» Οὐ γὰρ ἦν φιλόδοξος, ἅμα δὲ καὶ τῶν Ἰουδαίων τὸν φθόνον ἐκκλίνων. «Καὶ προσελθὼν εἷς γραμματεύς, εἶπεν αὐτῷ·

Διδάσκαλε, ἀκολουθήσω σοι, ὅπου ἐὰν ἀπέρχῃ. Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.» Γραμματέα λέγει τὸν τὸ γράμμα τοῦ νόμου ἐπιστάμενον.

Οὖτος οὖν ἰδὼν τὰ πολλὰ σημεῖα, προσεδόκησεν ἐκ τούτων χρήματα συνάγειν τὸν Ἰησοῦν, διὸ καὶ σπουδάζει ἀκολουθεῖν αὐτῷ ἵνα καὶ αὐτὸς συλλέγῃ. Ὁ δὲ Χριστὸς πρὸς τὴν διάνοιαν αὐτοῦ ἀπαντῶν, μονονουχὶ τοῦτό φησι· Προσδοκᾷς ἀκολουθῶν ἐμοί, χρήματα συλλέγειν· οὐχ ὁρᾷς ὅτι ἅοικός εἰμι; Τοιοῦτος καὶ ὁ ἀκολουθῶν ἐμοὶ ὀφείλει εἶναι. Ταῦτα δὲ ἔλεγεν ὡσεὶ πείσῃ αὐτὸν μεταβληθέντα ἀκολουθεῖν· ὁ δὲ ἀναχωρεῖ. Τινὲς δὲ ἀλώπεκας καὶ πετεινά, τοὺς δαίμονας λέγουσι. Φησὶν οὖν ὅτι Οἱ δαίμονες ἐν σοὶ ἀναπαύονται, καὶ ἐγὼ λοιπὸν οὐκ ἔχω ἐν τῇ σῇ ψυχῇ ἀνάπαυσιν. «Ἕτερος δὲ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.» Μεθ’ ὃ δώσει τις ἑαυτὸν τῷ Θεῷ, οὐκ ὀφείλει στρέφεσθαι εἰς τὰ βιωτικά. Δεῖ μὲν γὰρ καὶ τοὺς γονεῖς τιμᾷν. ἀλλὰ τὸν Θεὸν προτιμᾷν. Ἐνταῦθα δὲ καὶ ἄπιστος ἦν ὁ γονεύς, καὶ δῆλον, ἐκ τοῦ λέγειν·

Ἄφες τοὺς νεκρούς, τουτέστι, τοὺς ἀπίστους, θάψαι τοὺς ἑαυτῶν νεκρούς· εἰ δὲ ἐκεῖνος οὐδὲ τὸν πατέρα θάψαι συνεχωρήθη, οὐαὶ τοῖς μετὰ τὸ μονάσαι εἰς πράγματα στρεφομένοις. «Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον, ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων, αὐτὸς δὲ ἐκάθευδεν.» Τοὺς μαθητὰς μόνους κατέσχεν, ὥστε ἰδεῖν τὸ θαῦμα. Ἀφίησι δὲ αὐτοὺς κλυδωνισθῆναι, ἵνα γυμνασθῶσι πρὸς πειρασμούς, καὶ ἵνα διὰ τοῦτο τὸ σημεῖον ἐπὶ πλεῖον πιστεύσωσι. Καθεύδει δέ, ὡς ἂν φοβηθέντες ἐπιγνῶσι τὴν ἰδίαν ἀσθένειαν, καὶ παρακαλέσωσιν αὐτόν· διό φησιν·

Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἤγειραν αὐτόν, λέγοντες· Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα. Καὶ λέγει αὐτοῖς· Τί δειλοί ἐστε, ὀλιγόπιστοι; Οὐκ ἀπίστους εἶπεν, ἀλλ’ ὀλιγοπίστους· καθὸ μὲν γὰρ εἶπον, Κύριε, σῶσον ἡμᾶς, πίστιν ἐνδείκνυνται, τὸ δέ, Ἀπολλύμεθα, οὐ πίστεως. Ἐκείνου γὰρ συμπλέοντος, οὐκ ἔδει δεδιέναι. Ὅρα δὲ ὅτι ὀνειδίζων αὐτοῖς ὡς δειλοῖς, δείκνυσιν ὡς ἡ δειλία φέρει τοὺς κινδύνους.

Διὸ καὶ πρῶτον παύσας τὸν χειμῶνα τῆς ψυχῆς αὐτῶν, τότε λύει καὶ τὸν τῆς θαλάσσης. «Τότε ἐγερθείς, ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ· καὶ ἐγένετο γαλήνη μεγάλη. Οἱ δὲ ἄνθρωποι ἐθαύμασαν, λέγοντες· Ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;» Τὸ μὲν γὰρ ὁρώμενον, ἀνθρώπου· τὰ δὲ ἔργα, Θεοῦ. «Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ πέραν, εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι.» Τῶν ἐν τῷ πλοίῳ δισταζόντων ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ, ἔρχονται οἱ δαίμονες κήρυκες. Εἰ δὲ ὁ Μάρκος καὶ ὁ Λουκᾶς ἕνα λέγουσι τὸν τὴν λεγεῶνα ἔχοντα, νόησον ὅτι ἐκεῖνος εἷς ἦν τούτων τῶν δύο ὁ τάχα ἐπισημότερος· ἀφ’ ἑαυτοῦ δὲ ἦλθε πρὸς αὐτούς, ἐπεὶ φοβεροὺς ὄντας, οὐδεὶς ἐτόλμα προσαγαγεῖν αὐτούς. «Ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης.» Ἐν τοῖς μνημείοις διέτριβον, δόγμα ἐνθεῖναι βουλόμενοι οἱ δαίμονες, ὅτι αἱ ψυχαὶ τῶν ἀποθανόντων δαίμονες γίνονται. Ὃ μηδὲ ἐννοήσειέ τις· ἡ ψυχὴ γὰρ ἐξελθοῦσα, οὐκ ἐν τῷ κόσμῳ πλανᾶται· αἱ μὲν γὰρ τῶν δικαίων, ἐν χειρὶ Θεοῦ· αἱ δὲ τῶν ἁμαρτωλῶν, καὶ αὐταὶ ἔνθεν ἀπάγονται, ὡς ἡ τοῦ πλουσίου. «Καὶ ἰδοὺ ἔκραξαν λέγοντες· Τί ἡμῖν καὶ σοί, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;»

Ἰδοὺ Υἱὸν τοῦ Θεοῦ κηρύσσουσι, πρότερον ὁμολογοῦντες τὴν ἔχθραν. Βάσανον δὲ ἡγοῦνται τὸ μὴ συγχωρεῖσθαι ἀδικεῖν τοὺς ἀνθρώπους· τὸ δὲ πρὸ καιροῦ, νόει ὅτι ἐνόμιζον τὸν Χριστὸν μὴ ὑπομένοντα τὴν ὑπερβολὴν τῆς κακίας αὐτῶν, μὴ ἀναμεῖναι τὸν καιρὸν τῆς κολάσεως· ὅπερ οὐκ ἔστιν· ἕως γὰρ τῆς συντελείας ἐῶνται παλαίειν ἡμῖν. «Ἦν δὲ μακρὰν ἀπ’ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη· οἱ δὲ δαίμονες παρεκάλουν αὐτόν, λέγοντες·

Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων. Καὶ εἶπεν αὐτοῖς· Ὑπάγετε. Οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων.» Οἱ μὲν δαίμονες αἰτοῦσιν, ὡς ἄν, τοὺς χοίρους πνίξαντες, λυπήσωσι τοὺς δεσπότας αὐτῶν, ὥστε μὴ παραδέξασθαι τὸν Χριστόν. Ὁ δὲ Χριστὸς συγχωρεῖ τοῖς δαίμοσι, δεικνύων ποίαν πικρίαν ἔχουσι πρὸς τοὺς ἀνθρώπους, καὶ ὅτι, εἰ ἐξουσίαν εἶχον καὶ οὐκ ἐκωλύοντο, χεῖρον ἂν τῶν χοίρων διέθεντο ἡμᾶς· ἐκεῖνος γὰρ φυλάττει τοὺς δαιμονῶντας, ὥστε μὴ φονεύειν ἑαυτούς. «Καὶ ἰδοὺ ὥρμησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν, ἀπήγγειλαν πάντα, καὶ τὰ τῶν δαιμονιζομένων.

Καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτόν, παρεκάλεσαν, ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.» Λυπηθέντες, καὶ δόξαντες χεῖρόν τι μετὰ ταῦτα παθεῖν, παραιτοῦνται αὐτόν. Σὺ δὲ μάθε, ὅτι ἔνθα χοιρώδης βίος, ὁ Χριστὸς μὲν οὐ μένει ἐκεῖ, δαίμονες δέ.

ΚΕΦΑΛ. Θʹ. Περὶ τοῦ παραλυτικοῦ. Περὶ τοῦ Ματθαίου. Περὶ τοῦ Σωτῆρος μετὰ τῶν τελωνῶν ἐσθίοντος. Περὶ τῆς θυγατρὸς ἀρχισυναγώγου. Περὶ τῆς αἱμοῤῥοούσης. Περὶ τῶν δύο τυφλῶν. Περὶ τοῦ δαιμονιζομένου κωφοῦ. «Καὶ ἐμβὰς εἰς τὸ πλοῖον, διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. Καὶ ἰδοὺ προσέφερον αὑτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον.» Ἰδίαν πόλιν τὴν Καπερναοὺμ λέγει, ἐκεῖ γὰρ ᾤκει· ἡ μὲν γὰρ Βηθλεὲμ ἔτεκεν, ἡ δὲ Ναζαρὲτ ἔθρεψεν, ἡ δὲ Καπερναοὺμ εἶχε διηνεκῶς οἰκοῦντα. Ὁ δὲ παράλυτος οὗτος ἕτερός ἐστι παρὰ τὸν ἐν τῷ Ἰωάννῃ· ἐκεῖνος μὲν γάρ, παρὰ τῇ προβατικῇ ἐν Ἱερουσαλήμ, οὗτος δέ, ἐν Καπερναούμ. Καὶ ὁ μὲν οὐκ εἶχεν ἄνθρωπον, οὗτος δὲ ὑπὸ τεσσάρων βαστάζεται, ὡς ὁ Μάρκος φησίν, ὥστε καὶ διὰ τῆς στέγης χαλασθῆναι, ὅπερ ὁ Ματθαῖος παρέλειψεν. «Καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν.» Ἣ τῶν προσενεγκάντων, καὶ γὰρ πολλάκις διὰ τὴν τῶν προσφερόντων πίστιν θαυματουργεῖ, ἢ καὶ αὐτοῦ ἐκείνου. «Εἶπε τῷ παραλυτικῷ· Θάρσει, τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.» Τέκνον καλεῖ, ἢ ὡς πλάσμα Θεοῦ, ἢ ὡς πιστεύσαντα· δεικνὺς δέ, ὅτι μάλιστα ἡ παράλυσις ἐξ ἁμαρτιῶν, λύει πρῶτον ἐκείνας. «Καὶ ἰδού τινες τῶν Γραμματέων εἶπον ἐν ἑαυτοῖς·

Οὗτος βλασφημεῖ. Καὶ ἰδὼν ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν, εἶπεν· Ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; Τί γάρ ἐστιν εὐκοπώτερον εἰπεῖν, Ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, Ἔγειραι καὶ περιπάτει;» Ἐκ τοῦ τὰς ἐνθυμήσεις εἰδέναι, δείκνυσιν ἑαυτὸν Θεόν. Ἐλέγχει γοῦν αὐτοὺς λέγων τοιαῦτα· Ὑμεῖς μὲν νομίζετέ με βλάσφημον, ὡς ὑποσχόμενον ἀφιέναι ἁμαρτίας, ὅπερ μέγα μέν ἐστι· δοκεῖτε δέ με εἰς τοῦτο καταφεύγειν ὡς ἂν μὴ ἐλεγχθῶ.

Ἐγὼ δὲ ἐκ τῆς τοῦ σώματος θεραπείας πιστώσομαι καὶ τὴν τῆς ψυχῆς, διὰ τοῦ ἐλάττονος μέν, δυσκολωτέρου δὲ δοκοῦντος, βεβαιῶν καὶ τὴν τῶν ἁμαρτιῶν ἄφεσιν, ἥτις μεγάλη μέν, εὐκολωτέρα δὲ ὑμῖν δοκεῖ διὰ τὸ ἀφανὴς εἶναι. «Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, τότε λέγει τῷ παραλυτικῷ·

Ἐγερθείς, ἆρόν σου τὴν κλίνην, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Καὶ ἐγερθείς, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. Ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν, καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.» Προσέταξεν αὐτῷ τὴν κλίνην βαστάσαι, ἵνα μὴ φαντασία δόξῃ, καὶ ἅμα ἵνα ἴδωσιν οἱ ὄχλοι τὸ σημεῖον, οἳ ὡς ψιλὸν μὲν ἄνθρωπον ἐνόμιζον αὐτόν, κρείττονα μέντοι πάντων. «Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν, εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.» Οὐ μετὰ Πέτρου καὶ Ἰωάννου τοῦτον ἐκάλεσεν, ἀλλ’ ὅτε ᾔδει πεισθησόμενον. Οὕτω γὰρ καὶ Παῦλον ἐκάλεσεν ὕστερον ὅτε καιρὸς ἦν. Θαύμασον δὲ τὸν εὐαγγελιστήν, πῶς ἐκπομπεύει τὸν ἑαυτοῦ βίον, καίτοι οἱ ἄλλοι ἔκρυψαν τὸ ὄνομα αὐτοῦ, Λευῒ προσαγορεύσαντες αὐτόν· Θεοῦ δὲ ἔργον, τῷ λόγῳ μόνῳ μεταστρέψαι αὐτόν. «Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοί, ἐλθόντε; συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· καὶ ἰδόντες οἱ Φαρισαῖοι, εἶπον τοῖς μαθηταῖς αὐτοῦ· Διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν;»

Εὐφραινόμενος ὁ Ματθαῖος τῇ τοῦ Χριστοῦ ὑποδοχῇ, τοὺς τελώνας ἐκάλεσε, συνεστιᾶται δὲ αὐτοῖς ὁ Χριστός, ὥστε ὠφελῆσαι αὐτούς, κἂν διὰ τοῦτο ἐψέγετο· οἱ γὰρ Φαρισαῖοι, θέλοντες ἀποστῆσαι αὐτοῦ τοὺς μαθητάς, διέβαλλον τὴν μετὰ τῶν τελωνῶν συνεστίασιν. «Ὁ δὲ Ἰησοῦς ἀκούσας, εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες.

Πορευθέντες δὲ μάθετε τί ἐστι τό· Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.» Οὐκ ἦλθον, φησί, νῦν ὡς κριτής, ἀλλ’ ὡς ἰατρός, ὅθεν καὶ δυσωδίας ἀνέχομαι. Ἐλέγχει δὲ αὐτοὺς καὶ ὡς ἀμαθεῖς, λέγων· Πορευθέντες μάθετε, τουτέστιν, ἐπεὶ μέχρι τοῦ νῦν οὐκ ἐμάθετε, κἂν ἀπὸ τοῦ νῦν ἀπέλθετε καὶ μάθετε, ὅτι τὸν εἰς τοὺς ἁμαρτωλοὺς ἔλεον προτιμᾷ τῶν θυσιῶν ὁ Θεός. Τὸ δέ, Οὐκ ἦλθον καλέσαι δικαίους, εἰρωνευόμενος λέγει, τουτέστιν ὑμᾶς τοὺς δικαιοῦντας ἑαυτούς, ἐπεὶ οὐδεὶς τῶν ἀνθρώπων ἐστὶ δίκαιος. Ἦλθον οὖν καλέσαι ἁμαρτωλούς, οὐχ ἵνα μείνωσιν ἁμαρτωλοί, ἀλλ’ ἵνα μετανοήσωσι. «Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου, λέγοντες· Διατί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλά, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν;» Οἱ μαθηταὶ Ἰωάννου, φθονοῦντες τῇ δόξῃ τοῦ Χριστοῦ, ἐγκαλοῦσιν αὐτῷ μὴ νηστεύοντι· διηποροῦντο γὰρ ἴσως, πῶς ἄνευ ἀσκήσεως τὰ πάθη νικᾷ, ὅπερ Ἰωάννης οὐκ ἴσχυσεν· ἠγνόουν γὰρ ὅτι Ἰωάννης μὲν ἄνθρωπος ψιλός, καὶ ἐξ ἀρετῆς δίκαιος· Χριστὸς δέ, αὐτοαρετή, ὡς Θεός. «Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν, ἐφ’ ὅσον μετ’ αὐτῶν ἐστιν ὁ νυμφίος; Ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν.» Χαρᾶς, φησίν, ὁ παρὼν καιρός, ἕως οὗ μετὰ τῶν μαθητῶν εἰμι.

Νυμφίον γὰρ ἑαυτὸν ὀνομάζει, ὡς ἁρμοζόμενον ἑαυτῷ τὴν νέαν συναγωγήν, ἀποθανούσης τῆς παλαιᾶς· υἱοὺς δὲ νυμφῶνος, τοὺς ἀποστόλους. Ἔσται οὖν καιρός, φησίν, ὅτε, ἐμοῦ παθόντος καὶ ἀναληφθέντος, νηστεύσουσιν ἐν λιμῷ καὶ δίψῃ διωκόμενοι. Τὸ ἀτελὲς δὲ τῶν μαθητῶν δεικνύων, ἐπάγει· «Οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ, αἵρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται. Οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται, καὶ οἱ ἀσκοὶ ἀπόλλυνται· ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ ἀμφότερα συντηροῦνται.» Οὔπω, φησίν, οἱ μαθηταὶ γεγόνασιν ἰσχυροί, ἀλλὰ συγκαταβάσεως δέονται· καὶ οὐ χρὴ βάρος αὐτοῖς ἐπιτιθέναι ἐπιταγμάτων.

Ταῦτα δὲ ἔλεγε, διδάσκων καὶ τοὺς μαθητάς, ἵνα καὶ αὐτοί, ὅταν μαθητεύωσι τὴν οἰκουμένην, συγκαταβαίνωσι. Ῥάκος οὖν ἄγναφον ἡ νηστεία, καὶ οἶνος νέος· ἱμάτιον δὲ παλαιὸν καὶ ἀσκοί, ἡ ἀσθένεια τῶν μαθητῶν. «Ταῦτα αὑτοῦ λαλοῦντος αὐτοῖς, ἰδοὺ ἅρχων τις προσεκύνει αὐτῷ, λέγων· Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν, ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ’ αὐτήν, καὶ ζήσεται· καὶ ἐγερθεὶς ὁ Ἰησοῦς ἠκολούθησεν αὐτῷ, καὶ οἱ μαθηταὶ αὐτοῦ.» Φαίνεται πίστιν ἔχων οὗτος, εἰ καὶ μὴ μεγάλην· παρακαλεῖ γὰρ τὸν Ἰησοῦν, οὐχὶ λόγῳ μόνῳ εἰπεῖν, ἀλλὰ καὶ ἐλθεῖν, καὶ τὴν χεῖρα ἐπιθεῖναι. Τετελευτηκέναι δὲ λέγει τὴν θυγατέρα, καίτοι τοῦ Λουκᾶ λέγοντος ὡς οὔπω τετελεύτηκεν, ἢ ὡς στοχαζόμενος, διὰ τὸ ἐν ἐσχάταις ἀναπνοαῖς αὐτὴν ἀφεῖναι, ἢ αὐξάνων τὴν συμφοράν, ὡς εἰς ἔλεον ἑλκύσαι τὸν Χριστόν. «Καὶ ἰδοὺ γυνὴ αἱμοῤῥοοῦσα δώδεκα ἕτη, προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ. Ἔλεγε γὰρ ἐν ἑαυτῇ· Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι. Ὁ δὲ Ἰησοῦς ἐπιστραφεὶς καὶ ἰδὼν αὐτήν, εἶπε· Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε. Καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης.» Ἀκάθαρτος οὖσα διὰ τὸ πάθος, οὐ προσῆλθε φανερῶς ἡ γυνή, εὐλαβουμένη μήπως κωλυθῇ· εἰ καὶ ἐνόμισε δὲ λανθάνειν, πλὴν ἤλπισεν ὑγείας τυχεῖν, εἰ μόνον τοῦ ἄκρου τοῦ ἱματίου ἅψεται.

Τοῦτο γάρ, τὸ κράσπεδον· ἀλλ’ ὁ Σωτὴρ φανεροῖ αὐτήν· οὐχ ὡς δόξης ἐρῶν, ἀλλ’ ἵνα τὴν πίστιν αὐτῆς δείξῃ πρὸς ὠφέλειαν ἡμῶν, καὶ ἵνα πιστωθῇ καὶ ὁ ἀρχισυνάγωγος.

Θάρσει δέ, λέγει αὐτῇ, διότι ἐφοβήθη ὡς κλέψασα τὴν δωρεάν, καὶ θυγατέρα δὲ καλεῖ, ὡς πιστήν. Δείκνυσι δὲ ὅτι, ἐὰν μὴ πίστιν προσήγαγεν, οὐκ ἂν ἔλαβε τὴν χάριν, κἂν τὰ ἱμάτια ἅγια ἦσαν. Λέγουσι δὲ ὡς ἀνδριάντα αὕτη τοῦ Σωτῆρος εἰργάσατο, οὗ παρὰ τοὺς πόδας ἐφύετο βοτάνη ταῖς αἱμοῤῥοούσαις βοηθοῦσα, ὃν ἐν τοῖς Ἰουλιανοῦ χρόνοις οἱ ἀσεβεῖς συνέτριψαν. «Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος, καὶ ἰδὼν τοὺς αὐλητάς, καὶ τὸν ὄχλον θορυβούμενον, λέγει αὐτοῖς· Ἀναχωρεῖτε, οὐ γὰρ ἀπέθανε τὸ κοράσιον, ἀλλὰ καθεύδει. Καὶ κατεγέλων αὐτοῦ.» Ἐπειδὴ ἄγαμος ἦν, μετὰ τῶν γαμικῶν αὐλῶν αὐτὴν ἐθρήνουν, παρὰ τὸν νόμον τοῦτο ποιοῦντες· καθεύδειν δὲ λέγει αὐτήν, διότι παρ’ αὐτῷ ὁ θάνατος ὕπνος ἦν, δυναμένῳ εὐκόλως ἀναστῆσαι. Εἰ δὲ καταγελῶσιν αὐτοῦ, μὴ θαυμάσῃς· μαρτυροῦσι γὰρ μᾶλλον τῷ θαύματι, ὡς νεκρὰν τῷ ὄντι ἀναστήσαντος· ἵνα γὰρ μήτις λέγῃ ὅτι κάτοχος ἐγένετο, διὰ τοῦτο ὡμολογήθη παρὰ πάντων ἀποθανεῖν. «Ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος, εἰσελθὼν ἐκράτησε τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον, καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην.» Ἔνθα ὄχλος καὶ περισπασμός, οὐ θαυματουργεῖ ὁ Ἰησοῦς.

Κρατεῖ δὲ τῆς χειρός, ἐντιθεὶς δύναμιν· καὶ σὺ δέ, ἐὰν νεκρωθῇς ταῖς ἁμαρτίαις, τότε ἀναστήσῃ ὅτε κρατήσει σου τῆς χειρὸς τῆς πρακτικῆς, τὸν ὄχλον καὶ τὸν περισπασμὸν ἐκβαλών. «Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ, ἠκολούθησαν αὐτῷ δύο τυφλοί, κράζοντες καὶ λέγοντες· Ἐλέησον ἡμᾶς, Υἱὲ Δαυΐδ.» Οἱ τυφλοὶ ὡς μὲν Θεῷ ἔλεγον τό, Ἐλέησον· ὡς δὲ ἀνθρώπῳ τό, Υἱὲ Δαυΐδ. Ἐθρυλλεῖτο γὰρ παρὰ τοῖς Ἰουδαίοις ὡς ὁ Μεσσίας ἐκ σπέρματος Δαυῒδ ἐλεύσεται. «Ἐλθόντι δὲ εἰς τὴν οἰκίαν, προσῆλθον αὐτῷ οἱ τυφλοί. Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; Λέγουσιν αὐτῷ· Ναί, Κύριε.» Παρέλκει τοὺς τυφλοὺς ἄχρι καὶ τῆς οἰκίας, ἵνα δείξῃ τὴν ἐπίμονον αὐτῶν πίστιν, καὶ κατακρίνῃ τοὺς Ἰουδαίους. Ἐρωτᾷ δὲ αὐτοὺς εἰ πιστεύουσι, δεικνὺς ὅτι πάντα ἡ πίστις κατορθοῖ. «Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί.» Ἐν οἰκίᾳ θεραπεύει καὶ κατ’ ἰδίαν, διὰ τὸ ἀφιλόδοξον. Πανταχοῦ γὰρ ταπεινοφρονεῖν διδάσκει. «Καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ Ἰησοῦς, λέγων·

Ὁρᾶτε μηδεὶς γινωσκέτω. Οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.» Ὁρᾷς τὸ ἄτυφον; Ἐκεῖνοι δέ, οὐχ ὡς ἀπειθοῦντες, ἀλλ’ ὡς εὐχαριστοῦντες διεφήμισαν. Εἰ δὲ ἀλλαχοῦ φαίνεται, λέγων· Ἄπελθε, καὶ διηγοῦ τὴν δόξαν τοῦ Θεοῦ, οὐδὲν ἐναντίον· θέλει γὰρ περὶ ἑαυτοῦ μὲν μηδὲν λέγειν, διηγεῖσθαι δὲ τὴν δόξαν τοῦ Θεοῦ. «Αὐτῶν δὲ ἐξερχομένων, ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον. Καὶ ἐκβληθέντος τοῦ δαιμονίου, ἐλάλησεν ὁ κωφός.» Οὐ φυσικὸν ἦν τὸ πάθος, ἀλλὰ τοῦ δαίμονος· διὸ καὶ ἕτεροι προσάγουσιν αὐτόν. Οὐ γὰρ δι’ ἑαυτοῦ παρακαλέσαι ἡδύνατο, τοῦ δαίμονος δήσαντος τὴν γλῶσσαν. Ὅθεν οὐδὲ ἀπαιτεῖ πίστιν, ἀλλ’ εὐθέως ἰᾶται, ἐκβαλὼν τὸν δαίμονα, τὸν τὴν λαλιὰν κωλύοντα. «Καὶ ἐθαύμασαν οἱ ὄχλοι, λέγοντες ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ.» Θαυμάσας ὁ ὄχλος, καὶ προφητῶν καὶ πατριαρχῶν ὑπερτίθησι τὸν Χριστόν. Μετ’ ἐξουσίας γὰρ ἐθεράπευε, καὶ οὐχ ὡς ἐκεῖνοι, εὐχόμενοι. Ἴδωμεν δὲ καὶ τοὺς Φαρισαίους τί φασιν. «Οἱ δὲ Φαρισαῖοι ἔλεγον· ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.» Ἄκρας μωρίας οἱ λόγοι. Οὐδεὶς γὰρ δαίμων ἐκβάλλει δαίμονα. Ἔστω δὲ ὅτι τοὺς δαίμονας ἐξέβαλεν, ὡς τῷ ἄρχοντι τῶν δαιμονίων δουλεύων, ἤτοι μαγεύων· τὰς νόσους δὲ καὶ τὰ ἁμαρτήματα, πῶς ἔλυε, καὶ βασιλείαν ἐκήρυττεν; ὁ γὰρ δαίμων, τοὐναντίον μᾶλλον, καὶ νόσους ἐπιφέρει, καὶ Θεοῦ ἀφιστᾷ. «

Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ Εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.» Φιλάνθρωπος ὤν, οὐκ ἀναμένει αὐτοὺς πρὸς ἐκεῖνον ἐλθεῖν, ἀλλ’ αὐτὸς περίεισιν, ἵνα μὴ ἔχωσιν ἀπολογίαν ὡς οὐδεὶς ἡμᾶς ἐδίδαξεν. Ἔργῳ δὲ καὶ λόγῳ ἕλκει αὐτούς, διδάσκων καὶ θαυματουργῶν. «Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐῤῥιμμένοι ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα.» Οὐκ εἶχον ποιμένα, ἐπεὶ οἱ ἄρχοντες αὐτῶν οὐ μόνον οὐ διώρθουν, ἀλλὰ δὴ καὶ ἔβλαπτον· ἀληθοῦς δὲ ποιμένος ἐστὶ τὸ σπλαγχνίζεσθαι ἐπὶ τῷ ποιμνίῳ. «Τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ, Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.» Θερισμὸν ὀνομάζει τὸ πλῆθος τὸ χρῇζον τῆς θεραπείας, ἐργάτας δὲ τοὺς ὀφείλοντας διδάσκειν, οἱ οὐκ ἦσαν τότε ἐν τῷ Ἰσραήλ. Κύριος δὲ τοῦ θερισμοῦ, αὐτὸς ὁ Χριστός, ὡς προφητῶν καὶ ἀποστόλων Κύριος· δῆλον δὲ τοῦτο ἀπὸ τοῦ προχειρίσασθαι τοὺς δώδεκα χωρὶς τοῦ αἰτῆσαι τὸν Θεόν. Ἄκουε γάρ·