Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τὰ εὐαγγέλια ἐξηγήσεις

Θεοφύλακτος Βουλγαρίας

Ερμηνεία εις το Κατά Λουκάν: Η αποστολή των Εβδομήκοντα, παραβολές και διδασκαλία

Η ιεραποστολική δράση των εβδομήκοντα μαθητών, η παραβολή του Καλού Σαμαρείτη, η Κυριακή Προσευχή, ο έλεγχος των Φαρισαίων και οι παραβολές της αμεριμνησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 15 από 28

ΚΕΦΑΛ. Ιʹ. Περὶ τῶν ἀναδειχθέντων ἑβδομήκοντα. Περὶ τοῦ ἐπερωτήσαντος νομικοῦ Περὶ τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς. Περὶ Μάρθας καὶ Μαρίας τῆς ἀδελφῆς αὐτῆς. «Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρους ἑβδομήκοντα, καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο πρὸς προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον, οὗ ἔμελλεν αὐτὸς ἔρχεσθαι· ἔλεγεν οὖν πρὸς αὐτούς· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι. Δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὑτοῦ. Ὑπάγετε· ἰδοὺ ἀποστέλλω ὑμᾶς, ὡς ἄρνας ἐν μέσῳ λύκων.» Γέγραπται ἐν τῇ Ἐξόδῳ ὅτι ἦλθον οἱ υἱοὶ Ἰσραὴλ εἰς Ἐλείμ, καὶ ἦσαν ἐκεῖ δώδεκα πηγαὶ ὑδάτων, καὶ ἑβδομήκοντα στελέχη φοινίκων. Τοῦτο τοίνυν τότε μὲν ἱστορικῶς τε καὶ τυπικῶς ἐγένετο, νῦν δὲ ἀληθῶς ἐξέβη.

Ἐλεὶμ γὰρ ἑρμηνεύεται ἀνάβασις· ὅπερ οὐδὲν ἄλλο, ἢ τοῦτο, ὅτι ἀναβαίνοντες ἡμεῖς εἰς τελειοτέραν σύνεσιν καὶ αὔξησιν πνευματικήν, καὶ μὴ κατὰ τοὺς Ἑβραίους ἐναπομένοντες τῷ νόμῳ, ἀλλ’ εἰς τὸν Χριστιανισμὸν ἀνατρέχοντες, εὑρήσομεν τὰς δώδεκα πηγάς, τοὺς κορυφαίους λέγω δώδεκα ἀποστόλους, οἳ πηγαὶ πάσης διδασκαλίας γλυκυτάτης εἰσίν. Εὑρήσομεν δὲ καὶ τὰ ἑβδομήκοντα στελέχη τῶν φοινίκων, τοὺς ἑβδομήκοντα λέγω· οἳ πηγαὶ μὲν οὐ λέγονται, φοίνικες δέ, ὡς ἀπὸ τῶν ἀποστόλων ἐκτρεφόμενοι καὶ διδασκόμενοι. Εἰ γὰρ καὶ ὁ Χριστὸς αὐτοὺς ἐξελέξατο, ἀλλ’ οὖν ὑποδεέστεροι ἦσαν τῶν δώδεκα, καὶ μαθηταὶ αὐτῶν ὕστερον καὶ ἀκόλουθοι γεγόνασιν. Οἱ φοίνικες οὖν οὗτοι ὑπὸ μὲν τῶν πηγῶν, τῶν ἀποστόλων λέγω, ἀνετράφησαν. Ἡμῖν δὲ καρπὸν γλυκὺν ἅμα καὶ στύφοντα μετρίως ἐχορήγησαν.

Τοιαύτη γὰρ τῶν ἁγίων ἡ διδασκαλία, οὔτε πάντη γλυκαίνουσα καὶ κολακεύουσα, οὔτε πάντη στύφουσα καὶ πλήττουσα, ἀλλ’ ἀμφοτέρων μετέχουσα, καὶ ὄντως ἠρτυμένη μὲν ἅλατι, ἀλλὰ καὶ χάριν ἔχουσα, καθὼς ὁ Παῦλος βοᾷ· «Ὁ λόγος ὑμῶν ἐν χάριτι, ἅλατι ἠρτυμένος.» Ἀναδείκνυσι δὲ τοὺς ἑβδομήκοντα μαθητὰς ὁ Κύριος διὰ τὸ πλῆθος τῶν δεομένων διδασκαλίας. Ὥσπερ γὰρ ἀγροὶ εὐφορήσαντες πολλοὺς ζητοῦσι τοὺς θεριστάς, οὕτως οἱ μέλλοντες πιστεύειν, πολλοὶ ὄντες καὶ ἀναρίθμητοι, πολλῶν ἐδέοντο διδασκάλων. Ἀνὰ δύο δὲ πέμπει αὐτοὺς ὡς ἀσφαλεστέρους, ἵνα ὁ ἕτερος τῷ ἑτέρῳ συνεργῇ, πρὸ προσώπου δὲ αὐτοῦ πορευόμενοι, δηλονότι ἐδίδασκον, ὡς Ἰωάννης· «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου.» Σκόπει δὲ πῶς εἰπών, ὅτι, «Δεήθητε τοῦ Κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλλῃ ἐργάτας,» ὕστερον αὐτὸς οἰκείᾳ ἀποστέλλει αὐτούς. Ἀληθῶς γὰρ αὐτός ἐστιν ὁ Κύριος τοῦ θερισμοῦ, ἤτοι τῶν πιστευόντων, ὡς Θεὸς ἀληθής. Προλέγει δὲ αὐτοῖς καὶ διωγμούς, καὶ ὅτι ὡς ἐν μέσῳ λύκων ἄρνες ὕσονται, ὡς ἂν μὴ ἀπροσδόκητοι αὐτοῖς ἐπελθόντες, ταράξωσι τῷ αἰφνιδίῳ. «Μὴ βαστάζετε βαλάντιον, μὴ πήραν, μηδὲ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. Εἰς ἣν δ’ ἂν οἰκίαν εἰσέρχησθε, πρῶτον λέγετε· Εἰρήνη τῷ οἴκῳ τούτῳ. Καὶ ἐὰν μὲν ᾗ ἐκεῖ υἱὸς εἰρήνης, ἐπαναπαύσεται ἐπ’ αὐτὸν ἡ εἰρήνη ὑμῶν, εἰ δὲ μή γε, ἐφ’ ὑμᾶς ἀνακάμψει.

Ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε ἐσθίοντες καὶ πίνοντες τὰ παρ’ αὐτῶν. Ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ἐστι. Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. Καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε, καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν. Καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς· Ἤγγικεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.» Ἐπειδὴ ἔμελλεν αὐτοὺς ἀποστέλλειν κήρυκας τοῦ Εὐαγγελίου, φησί· Μὴ βαστάζετε βαλάντιον, μήτε τὸ καὶ τό· ἀρκεῖ γὰρ ὑμῖν τὴν φροντίδα τοῦ λόγου ἔχειν. Εἰ γὰρ βαλάντιον βαστάζετε, πρόδηλον, ὅτι ἐπ’ ἐκεῖνο ἀσχοληθήσεσθε, καὶ τοῦ λόγου καταφρονήσετε.

Ἄλλως τε· Ἐπειδὴ μέλλετε τρέφεσθαι ὑπὸ τῶν διδασκομένων, τίς χρεία βαλαντίου ὑμῖν ἢ πήρας, ἣ ὑποδημάτων; Πᾶσαν γὰρ ὑμῖν τὴν χρείαν τούτων οἱ διδασκόμενοι ἀποθεραπεύουσι. Τὸ δέ, Μηδένα κατὰ τὴν ὁδὸν ἀσπάζεσθε, διὰ τοῦτο αὐτοῖς ἐπιτίθησι, διὰ τὸ μὴ ἀπασχολεῖσθαι περὶ ἀνθρωπίνους ἀσπασμούς, καὶ φιλοφρονήσεις, καὶ ἐκ τούτου πρὸς τὸ κήρυγμα ἐμποδίζεσθαι. Εἰκὸς γὰρ τὸν τυχόντα τοῦ ἀσπασμοῦ, πάλιν καὶ αὐτὸν ἀντασπάσασθαι, καὶ τυχὸν καὶ μακροτέρας ὁμιλίας ἀξιῶσαι, οἷα τὰ τῶν συνοδοιπορούντων, εἶτα ὡς ἤδη φίλον γενόμενον, καὶ φιλοφρονήσασθαί τι περιττότερον, καὶ οὕτω κατὰ μικρὸν εἰς ἀνθρωπίνας σχέσεις τὸν ἀπόστολον ἐκπεσεῖν, καὶ ἀμελῆσαι τοῦ λόγου. Κατὰ μὲν οὖν τὴν ὁδὸν ἀσπάζεσθαί τινα κωλύει διὰ τὴν εἰρημένην αἰτίαν. Εἰς δὲ οἰκίαν εἰσερχόμενοι, φησί, λέγετε· Εἰρήνη τῷ οἴκῳ τούτῳ· τουτέστιν, ἀσπάζεσθε τοὺς ἐν τῇ οἰκίᾳ. Εἶτα δεικνύων, ὅτι οὐ μόνον ἀσπασμός ἐστι τοῦτο, ἀλλὰ καὶ εὐλογία, φησίν, ὅτι Ἐὰν μὲν ᾖ ἄξιος ὁ οἰκοδεσπότης, εὐλογηθήσεται, εἰ δὲ ὑβριστὴς καὶ ἀνεπίδεκτος εἰρήνης, μαχόμενος καὶ ἐναντιούμενος τῷ λόγῳ ὑμῶν καὶ τῇ διδασκαλίᾳ, ἡ εὐλογία οὐκ ἐπ’ αὐτὸν ἤξει, ἀλλ’ εἰς ὑμᾶς ἐπαναστρέψει. Μὴ μεταβαίνειν δὲ εἰς πολλὰς οἰκίας παραγγέλλει, ἵνα μὴ δοκῶσι γαστρίμαργοι, καὶ σκανδαλίζωσι πολλούς, καὶ λυπῶσι τοὺς ἐξ ἀρχῆς ὑποδεξαμένους.

Ἀλλὰ καὶ ἐσθίετε, φησί, τὰ παρ’ αὐτῶν, τουτέστιν, ἂ προσάγουσι ὑμῖν, κἂν μικρὰ ὦσιν, κἂν εὐτελῆ, μηδὲν πλέον ἐπιζητοῦντες. Ἀντὶ μισθοῦ δὲ ἔχετε τὴν τροφήν, καὶ μὴ ζητεῖτε καὶ τρέφεσθαι, καὶ μισθὸν πάλιν παρὰ μέρος λαμβάνειν, ἀλλ’ αὐτὴν τὴν τροφὴν ἀντὶ μισθοῦ ἔχετε. Ὄρα οὖν, πῶς τοὺς μαθητὰς ἐξασφαλίζεται πρὸς ἀκτημοσύνην, καὶ θεραπεύειν δὲ τοὺς ἐν ταῖς πόλεσιν ἀσθενεῖς παραγγέλλει, ἵνα ἐντεῦθεν θαυματουργοῦντες, ἐφελκύωνται τοὺς ἀνθρώπους ἐπὶ τὸ κήρυγμα.

Ὅρα γὰρ τί φησι, Καὶ λέγετε αὐτοῖς, ὅτι Ἤγγικεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Εἰ γὰρ πρῶτον θεραπεύετε, εἶτα διδάσκετε, εὐδρομήσει ὑμῖν ὁ λόγος, καὶ πιστεύσουσιν οἱ ἄνθρωποι, ὅτι ἡ βασιλεία τοῦ Θεοῦ ἔφθασεν ἐπ’ αὐτούς. Οὐκ ἂν γὰρ ἐθεραπεύοντο. εἰ μή τις θεία δύναμις ἦν ἡ ταῦτα τελοῦσα. Ἀλλὰ γὰρ καὶ ὅταν κατὰ ψυχὴν ἀσθενοῦντες θεραπευθῶσι, τότε ἤγγικεν ἐπ’ αὐτοὺς ἡ βασιλεία τοῦ Θεοῦ. Ἀπὸ γὰρ τοῦ ἀσθενοῦντος μακράν ἐστιν αὕτη, βασιλευομένου ὑπὸ τῆς ἁμαρτίας ἔτι. «Εἰς ἣν δ’ ἂν πόλιν εἰσέρχησθε καὶ μὴ δέχονται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας, αὐτοῖς εἴπατε·

Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν, ἀπομασσόμεθα ὑμῖν, πλὴν τοῦτο γινώσκετε, ὅτι ἤγγικεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ· Λέγω δὲ ὑμῖν ὅτι Σοδόμοις ἀνεκτότερον ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἢ τῇ πόλει ἐκείνῃ.» Ὅταν, φησί, μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες διαμαρτύρασθε αὐτοῖς, ὅτι Οὐδὲν κοινὸν ἡμῖν πρὸς ὑμᾶς, οὐδὲ ἔχομέν τι ἀπὸ τῆς ὑμετέρας πόλεως· ἀλλὰ καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἀπομασσόμεθα, τουτέστιν ἀποτινάσσομεν, ἀποσπογγίζομεν, ἀποῤῥίπτομεν ὑμῖν· πλὴν γινώσκετε, ὅτι ἤγγικεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Ἐνταῦθα ζητήσει τις· Πῶς φησιν ὁ Κύριος καὶ τοῖς ὑποδεχομένοις τοὺς ἀποστόλους ἐγγίσαι τὴν βασιλείαν, καὶ τοῖς μὴ ὑποδεχομένοις;

Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐδὲν ἐναντίον φησί. Καὶ γὰρ τοῖς μὲν τοὺς ἀποστόλους δεχομένοις, ἐγγίζειν τὴν βασιλείαν ἐπ’ εὐεργεσίᾳ, τοῖς δὲ μὴ ὑποδεχομένοις, ἐπὶ κατακρίσει. Ὑπόθου γάρ μοι ἐν θεάτρῳ τινὶ κατακρίτους εἶναι πολλούς, καὶ ἑτέρους ἀκατακρίτους· συγκλητικούς τέ φημι, στρατηγούς τε καὶ ἀριστέας τυχὸν εἶτα λέγειν τινὰ κήρυκα πρὸς πάντας ὁμοῦ τούς τε κατακρίτους, καὶ τοὺς ἐντίμους, ὅτι ἤγγικεν ὁ βασιλεὺς ὑμῖν, ἆρ’ οὐ τοῖς μὲν ἐπὶ κολάσει, τοῖς δὲ ἐπὶ τιμῇ καὶ εὐεργεσίᾳ ἐγγίζειν τὸν βασιλέα λέγει; Οὕτως οὖν ἐνταῦθα νόει. Ἀνεκτότερον δὲ ἔσται Σοδόμοις, φησί, ἢ τῇ μὴ παραδεξαμένῃ ὑμᾶς πόλει. Διατί; Διότι εἰς Σόδομα ἀπόστολοι οὐκ ἀπεστάλησαν· οἱ τοίνυν τοὺς ἀποστόλους μὴ δεξάμενοι, χείρους Σοδομιτῶν εἰσιν. Παρατήρησον δέ, ὅτι ἡ πόλις ἡ μὴ παραδεχομένη τοὺς ἀποστόλους. πλατείας ἔχει. Πλατεῖα γάρ ἐστιν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν· ὅστις οὖν πλατείας ὁδοὺς ἔχει ἀπαγούσας εἰς ἀπώλειαν, ἐκεῖνος ἀποστολικὸν λόγον καὶ θεῖον οὐ παραδέχεται. «Οὐαί σοι, Χωραζείν, οὐαί σοι, Βηθσαϊδᾶ, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις, αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἄν, ἐν σάκκῳ καὶ σποδῷ καθήμεναι, μετενόησαν. Πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει, ἢ ὑμῖν. Καὶ σύ, Καπερναούμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου καταβιβασθήσῃ.

Ὁ ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν, ἀθετεῖ τὸν ἀποστείλαντά με.» Ἡ Τύρος καὶ ἡ Σιδὼν πόλεις ἦσαν Ἑλληνίδες, ἡ δὲ Βηθσαϊδὰ καὶ ἡ Χωραζείν, Ἰουδαϊκαί. Λέγει τοίνυν, ὅτι Ἐν τῇ κρίσει ἀνεκτότερον ἔσται τοῖς Ἕλλησιν, ἢ ὑμῖν τοῖς ἰδοῦσι θαύματα, καὶ μὴ πιστεύσασιν. Ἐκεῖνοι γὰρ εἰ εἶδον, ἐπίστευσαν ἄν. Ἀλλὰ καὶ σύ, Καπερναούμ, ὑψώθης μὲν ἕως οὐρανοῦ, δοξαζομένη διὰ τὰ ἐν σοὶ θαύματα πολλὰ γεγονότα, καταβιβασθήσῃ δὲ ἕως ᾅδου, κατακριθησομένη δι’ αὐτὸ τοῦτο, ὅτι καὶ μετὰ τοσαῦτα θαύματα ἀπιστεῖς. Εἶτα ἵνα μὴ λέγωσιν οἱ πεμπόμενοι ἐπὶ τὸ κήρυγμα, ὅτι ποῦ ἀποστέλλεις ἡμᾶς, εἰ μὴ μέλλουσιν ἡμᾶς πόλεις τινὲς ὑποδέχεσθαι; φησί· Μὴ λυπεῖσθε· ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ καὶ τὸν Πατέρα μου, ὥστε ἡ ὕβρις οὐκ εἰς ὑμᾶς ἵσταται, ἀλλ’ εἰς Θεὸν ἀνατρέχει. Παραμυθία τοίνυν ἔστω ὑμῖν, τὸν Θεὸν ὑβρίζεσθαι· ὥσπερ πάλιν μὴ καυχᾶσθε. Ἢ ὑψηλοφρονεῖτε, ὅτι ἀκούουσί τινες ὑμῶν. Οὐ γὰρ ὑμέτερον τὸ ἔργον, ἀλλ’ ἐμοῦ καὶ τῆς χάριτος. «Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς, λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.

Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται. Χαίρετε δὲ μᾶλλον ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.» Προεῖπεν ὅτι ἀπέστειλε τοὺς ἑβδομήκοντα.

Νῦν οὖν λέγει ὅτι ὑπέστρεψαν χαίροντες, ὅτι οὐ μόνον τὰς ἄλλας νόσους ἐδίωκον, ἀλλ’ ὅτι καὶ τὸ μεῖζον κακόν, τοὺς δαίμονας ἐξήλαυνον. Ὅρα δὲ πῶς οὐχ ὑψηλοφρονοῦσι. Φασὶ γάρ, ὅτι Ἐν τῷ ὀνόματί σου ὑποτάσσονται ἡμῖν οἱ δαίμονες. Ἐν τῇ σῇ χάριτι, οὐ τῇ ἡμετέρᾳ ἰσχύϊ. Εἶπε δὲ αὐτοῖς ὁ Κύριος·

Μὴ θαυμάζετε, εἰ δαίμονες ὑμῖν ὑποτάσσονται· ὁ γὰρ ἄρχων αὐτῶν, πάλαι κατέπεσεν ἀπ’ οὐρανοῦ, Καὶ οὐδεμίαν ἰσχὺν ἔχει. Εἰ γὰρ καὶ τοῖς ἀνθρώποις οὐχ ἑωρᾶτο τοῦτο, ἀλλ’ οὖν ἐμοὶ ἐθεωρεῖτο τῷ τῶν ἀοράτων θεωρῷ. Ὡς ἀστραπὴ δὲ κατέπεσεν, ἐπεὶ φῶς ἦν, καὶ ἀρχάγγελος, καὶ ἑωσφόρος, εἰ καὶ σκότος γέγονεν. Εἰ τοίνυν οὗτος κατέπεσεν ἀπ’ οὐρανοῦ, οἱ δοῦλοι αὐτοῦ, τὰ δαιμόνια λέγω, τί οὐ πείσονται;

Τινὲς δὲ τό, ἀπ’ οὐρανοῦ, οὕτω νοοῦσι, τουτέστιν, ἀπὸ δόξης. Ἐπεὶ γὰρ εἶπον αὐτῷ οἱ ἑβδομήκοντα, ὅτι τὰ δαιμόνια ὑποτάσσεται, φησίν, ὅτι, Καὶ ἐγὼ τοῦτο ἐγίνωσκον. Ἔβλεπον γὰρ τὸν Σατανᾶν ἐξ οὐρανῶν, τουτέστιν, ἀπὸ τῆς δόξης ἧς εἶχε, καὶ τῆς τιμῆς πεσόντα. Πρὸ γὰρ Χριστοῦ ὡς Θεὸς ἐτιμᾶτο.

Νῦν δὲ ἐξέπεσε τοῦ οὐρανοῦ, τουτέστι, τοῦ τιμᾶσθαι ὡς Θεός, καὶ νομίζεσθαι ὅτι ἐν τῷ οὐρανῷ ἐστιν. Ἰδοὺ οὖν δίδωμι ὑμῖν ἐξουσίαν καταπατεῖν τὰς δυνάμεις αὐτοῦ. Ὄφεις γὰρ καὶ σκορπίοι αἱ τῶν δαιμόνων φάλαγγες κάτω συρόμεναι· καὶ ὅσοι μὲν ἐμφανέστερον πλήττουσιν, οὗτοι ὄφεις. Ὅσοι δὲ ἀφανέστερον, οὗτοι σκορπίοι, οἷον ὁ μὲν τῆς πορνείας καὶ τοῦ φόνου δαίμων, ὄφις. Εἰς προφανῆ γὰρ κακὰ συνωθεῖ. Ὁ δὲ διὰ νόσον δῆθεν πείθων τὸν ἄνθρωπον λουτροῖς χρᾶσθαι καὶ μυρίσμασι καὶ ταῖς ἄλλαις βλακείαις, ὁ τοιοῦτος δαίμων σκορπίος ἂν κληθείη.

Μὴ ἐμφανὲς ἔχων τὸ κέντρον, ἀλλὰ λεληθότως τὴν σάρκα περιποιεῖσθαι σπεύδων, ἵνα ῥίψῃ τὸν πειθόμενον εἰς πτῶμα μέγα. Χάρις δὲ τῷ Κυρίῳ τῷ διδόντι δύναμιν πατεῖν ἐπάνω τούτων. Παιδεύων δὲ αὐτοὺς μὴ ὑψηλοφρονεῖν, φησί· Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται. Ἄλλοι γάρ εἰσιν οἱ ἐκ τούτου εὐεργετούμενοι, οἱ τῆς ἰάσεως καταξιούμενοι.

Ἀλλὰ μᾶλλον ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς, οὐ μέλανι, ἀλλὰ μνήμῃ Θεοῦ, καὶ χάριτι. Καὶ ὁ μὲν διάβολος ἄνωθεν καταπίπτει, οἱ δὲ ἄνθρωποι κάτω ὄντες γράφονται ἄνω. Ἡ ἀληθινὴ οὖν χαρά, τὸ γράφεσθαι ὑμῶν τὰ ὀνόματα ἄνω καὶ μνημονεύεσθαι ὑπὸ Θεοῦ. «Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς, καὶ εἶπεν· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.» Ὥσπερ πατὴρ ἀγαθὸς παῖδας ἰδὼν κατορθώσαντάς τι, οὕτω καὶ ὁ Σωτὴρ ἀγάλλεται, ὅτι τοιούτων ἀγαθῶν ἠξιώθησαν οἱ ἀπόστολοι.

Εὐχαριστεῖ οὖν τῷ Πατρί, ὅτι ἀπεκρύβησαν τὰ τοιαῦτα μυστήρια ἀπὸ σοφῶν, τῶν Φαρισαίων δηλαδὴ καὶ Γραμματέων τῶν ἑρμηνευόντων τὸν νόμον, καὶ συνετῶν τῶν μαθητευομένων ὑπὸ τούτων δὴ τῶν Γραμματέων. Σοφὸς μὲν γάρ ἐστιν ὁ διδάσκων, συνετὸς δὲ ὁ διδασκόμενος καὶ συνιεὶς τὰ λεγόμενα.

Οἷον ὑποδείγματος χάριν, σοφὸς ὁ Γαμαλιήλ, συνετὸς δὲ ὁ Παῦλος. Ὁ μὲν γὰρ διδάσκαλος, ὁ δὲ συνιεὶς τὰ λεγόμενα παρ’ ἐκείνου. Νηπίους δὲ ὀνομάζει τοὺς οἰκείους μαθητὰς ὁ Κύριος, οἷα μὴ νομομαθεῖς ὄντας, ἀλλὰ τοὺς πλείους ἐκ τοῦ ὄχλου καὶ τῶν ἁλιέων συνηρανισμένους. Ἀλλὰ μὴν καὶ ὡς ἄκακοι, νήπιοι ἂν κληθεῖεν. Ἐκεῖνοι δὲ δοκοῦντες συνετοὶ καὶ σοφοί, οὐ μὴν ὄντες. Ἀπεκρύβη οὖν τὰ μυστήρια ἀπὸ τῶν δοκούντων σοφῶν καὶ συνετῶν, οὐ μὴν ὄντων. Εἰ γὰρ ἦσαν, ἀπεκαλύφθη ἂν αὐτοῖς. Ναί, ὁ Πατήρ, εὐχαριστῶ σοι, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου, τουτέστιν, ὅτι τοιαύτη εὐδοκία καὶ θέλησις ἐγένετο ἔμπροσθέν σου, καὶ οὕτως ἤρεσέ σοι. «Καὶ στραφεὶς πρὸς τοὺς μαθητάς, εἶπε· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου. Καὶ οὐδεὶς γινώσκει, τίς ἐστιν ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ, καὶ τίς ἐστιν ὁ Πατήρ, εἰ μὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Καὶ στραφεὶς πρὸς τοὺς μαθητάς, κατ’ ἰδίαν εἶπε· Μακάριοι οἱ ὀφθαλμοί, οἱ βλέποντες ἃ ὑμεῖς βλέπετε. Λέγω γὰρ ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἥκουσαν.» Πάντα παραδίδονται τῷ Υἱῷ ὑπὸ τοῦ Πατρός, καθ’ ὃ ἔμελλον ὑποταγῆναι τῷ Υἱῷ τὰ πάντα. Δύο γὰρ τρόποι εἰσὶ καθ’ οὓς βασιλεύει τῶν πάντων ὁ Θεός· ὁ μέν, καὶ μὴ βουλομένων, ὁ δέ, βουλομένων.

Οἷόν τι λέγω, Δεσπότης ἐστὶν ὁ Θεὸς ἐμοῦ, κἂν μὴ θέλω, καθὸ Δημιουργός μού ἐστιν.

Ἔστι δὲ Δεσπότης ἐμὸς πάλιν, ὅταν διὰ τῆς τῶν ἐντολῶν ἐργασίας τὸ θέλημα αὐτοῦ πληρῶ ὡς δοῦλος εὐγνώμων. Πρώην μὲν γὰρ ἡ τῶν ἀνθρώπων φύσις δούλη ἦν, καὶ ὑποχείριος τῷ Θεῷ, κἂν μὴ ἤθελε, κἂν τῷ Σατανᾷ ὑπούργει. Ἐπεὶ δὲ ὁ Χριστὸς τὸν ὑπὲρ ἡμῶν ἀνεδέξατο πόλεμον, καὶ ἐκσπάσας ἡμᾶς ἀπὸ τῆς τυραννίδος τοῦ διαβόλου, ὑπηρέτας ἡμᾶς καὶ ἐργάτας τῶν ἐντολῶν ἐποίησεν, ἔκτοτε δοῦλοι γεγόναμεν εὐγνώμονες καὶ φύσει καὶ προαιρέσει.

Ἡ μὲν γὰρ πρὶν δουλεία φύσει μόνον ἦν, ἡ δευτέρα δέ, καὶ προαιρέσει. Τοῦτο οὖν ἔστιν ὃ λέγει νῦν ὁ Κύριος, ὅτι Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, τουτέστι, πάντα μοι ὑποταγῆναι μέλλει, καὶ ὑπὸ τὴν ἐμὴν δεσποτείαν μεταπεσεῖν.

Ὅμοιον δὲ τοῦτο τῷ ἀλλαχοῦ ῥηθέντι, «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.» Ἐπεὶ γὰρ εἰρηνοποίησε τὰ πάντα τά τε ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, διὰ τοῦτο τοιαῦτα λέγει. Καὶ ἄλλως δέ, Πάντα παραδίδονται τῷ Υἱῷ ὑπὸ τοῦ Πατρός, πάντα τὰ τῆς ὑπὲρ ἡμῶν οἰκονομίας ἔργα. Ἐπειδὴ γὰρ ὑπὲρ ἡμῶν οὔτε ὁ Πατήρ, οὔτε τὸ Πνεῦμα ἢ ἐσαρκώθη, ἢ ἔπαθεν, ἢ ἀνέστη, ἀλλ’ ὁ Υἱὸς ταῦτα πάντα ἐνήργησε, καὶ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν ἐγένετο, διὰ τοῦτο εἶπε πάντα παραδεδόσθαι αὐτῷ. ὥσπερ ἂν εἰ ἔλεγεν· Ὁ Πατήρ μου ἐμοὶ ἐνεπίστευσε πάντα, τὸ σαρκωθῆναι, τὸ παθεῖν, τὸ ἀναστῆναι, τὸ σῶσαι τὴν ἀπωσθεῖσαν φύσιν, καὶ οὐδεὶς γινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ, καὶ τίς ἐστιν ὁ Πατήρ, εἰ μὴ ὁ Υἱός· ἐπειδὴ εἶπεν ὅτι, Πάντα μοι παρεδόθη, ὡσανεὶ ἀπορίαν τινὰ λύει νῦν. Ἵνα γὰρ μὴ ἀπορῇ τις, Καὶ τίνος ἕνεκά σοι παρέδωκε πάντα καὶ οὐχ ἑτέρῳ, τυχὸν ἀγγέλῳ, ἢ ἀρχαγγέλῳ; φησίν, ὅτι Διὰ τοῦτό μοι παρέδωκε, διότι ὁμοφυὴς αὐτῷ εἰμι καὶ ὁμοούσιος.

Καὶ ὥσπερ ἐκεῖνον οὐδεὶς γινώσκει, οὕτως οὐδὲ ἐμέ, εἰ μὴ ὁ Πατὴρ μόνος, ὥστε εἰκότως μοι παρέδωκε πάντα, ὡς ὁμοφυεῖ αὐτῷ, καὶ πᾶσαν ὑπερκειμένῳ γνῶσιν, ὥσπερ καὶ αὐτὸς πάσης γνώσεως ἐπέκεινα. Καὶ γὰρ καὶ ὁ Πατήρ, φησί, ὑπὸ τοῦ Υἱοῦ μόνου γινώσκεται, καὶ ᾧ ἂν βουληθῇ ἀποκαλύψαι ὁ Υἱός. Ὅρα δὲ πῶς ὁ μὲν Υἱὸς οὐ δι’ ἀποκαλύψεως γινώσκει τὸν Πατέρα, οἱ δὲ κτιστοὶ δι’ ἀποκαλύψεως· χάριτι γὰρ λαμβάνουσι τὴν γνῶσιν· οὐκ ἄρα κτιστὸς ὁ Υἱός. Στραφεὶς δὲ πρὸς τοὺς μαθητάς, μακαρίζει αὐτούς, καὶ πάντας ἁπλῶς τοὺς βλέποντας, μετὰ πίστεως δηλονότι, ἐν σαρκὶ περιπατοῦντα αὐτὸν καὶ θαυματουργοῦντα. Καὶ γὰρ οἱ πάλαι προφῆται καὶ βασιλεῖς ἐπεθύμησαν μὲν ἰδεῖν ἐν σαρκὶ τὸν Κύριον, καὶ ἀκοῦσαι αὐτοῦ, ἀλλ’ οὐκ ἔτυχον τούτου. Καὶ ἄλλως δέ, Ἐπεὶ εἶπεν ἄνω, ὅτι ᾯ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ, ἐκεῖνος γινώσκει τὸν Πατέρα, μακαρίζει λοιπὸν τοὺς μαθητὰς ὡς τῆς ἀποκαλύψεως ταύτης τυχόντας. Ἀπεκάλυπτε γὰρ αὐτοῖς τὸν Πατέρα δι’ αὐτοῦ. Ὁ γὰρ αὐτὸν ὁρῶν, ἑώρα τὸν Πατέρα. Τούτου δὲ τοῦ ἀγαθοῦ οὐδεὶς τῶν πρὸ τῆς ἐνσάρκου οἰκονομίας ἁγίων ἐπέτυχεν· ἐπεὶ γὰρ οὐκ εἶδον τὸν Κύριον ἐν σαρκί, δι’ οὗ ὁ Πατὴρ ἐγνωρίζετο, λοιπὸν οὐδὲ τὸν Πατέρα εἶδον οὕτως ὡς οἱ ἀπόστολοι. «Καὶ ἰδοὺ νομικός τις ἀνέστη, ἐκπειράζων αὐτόν, καὶ λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Ὁ δὲ εἶπε πρὸς αὐτόν· Ἐν τῷ νόμῳ τί γέγραπται;

πῶς ἀναγινώσκεις; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Εἶπε δὲ αὐτῷ·

Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει, καὶ ζήσῃ.» Ἀλαζών τις ἦν ὁ νομικός, μᾶλλον δὲ ὑπερήφανος, ὡς ἐκ τῶν ἑξῆς δείκνυται, οὐ μόνον δέ, ἀλλὰ καὶ δόλιος. Πρόσεισι γοῦν ἐκπειράζων τὸν Κύριον. ᾬετο γὰρ ὡς ὑποσκελίσει αὐτόν, ἐξ ὧν ἂν πρὸς αὐτὸν ἀποκριθείη.

Ἀλλ’ ὁ Κύριος ἐπὶ τὸν νόμον αὐτὸν ἀπάγει, ἐφ’ ᾧ μέγα ἐβρενθύετο. Ὅρα δὲ τὴν τοῦ νόμου ἀκρίβειαν, πῶς κελεύει ἀγαπᾷν τὸν Θεόν. Ὁ ἄνθρωπος τελειότερόν ἐστι πάντων τῶν κτισμάτων, μετέχων μὲν καὶ αὐτῶν πάντων, ἔχων δέ τι καὶ ἐξαίρετον, οἷόν τι λέγω· Μετέχει καὶ τοῦ λίθου· ἔχει γὰρ τρίχας, ὄνυχας, ἀναίσθητα ὄντα, ὥσπερ ὁ λίθος. Μετέχει καὶ τοῦ φυτοῦ, καθὸ αὔξεται, καὶ τρέφεται, καὶ γεννᾷ τὸ ὅμοιον, ὥσπερ καὶ τὰ φυτά. Μετέχει καὶ τῶν ἀλόγων, καθὸ ἔχει τὰς αἰσθήσεις, καὶ θυμοῦται, καὶ ἐπιθυμεῖ. Μετέχει δὲ καὶ Θεοῦ παρὰ πάντα τὰ ἄλλα ζῶα, κατὰ τὴν νοερὰν ψυχήν. Θέλων οὖν δεῖξαι ὁ νόμος, ὅτι δεῖ τὸν ἄνθρωπον ὅλον δι’ ὅλου ἑαυτόν, δοῦναι Θεῷ, καὶ πάσας τὰς ψυχικὰς δυνάμεις εἰς τὴν ἀγάπην τοῦ Θεοῦ ἀναλῶσαι, διὰ μὲν τοῦ εἰπεῖν, ἐξ ὅλης τῆς καρδίας, τὴν σωματικωτέραν καὶ τὴν τοῖς φυτοῖς οἰκείαν ἐδήλωσε δύναμιν. Διὰ δὲ τοῦ ἐξ ὅλης τῆς ψυχῆς, τὴν μέσην καὶ τοῖς αἰσθητικοῖς ἁρμόζουσαν. Διὰ δὲ τοῦ ἐξ ὅλης τῆς διανοίας, τὸ ἰδιαίτατον τοῦ ἀνθρώπου τὴν νοερὰν ψυχὴν κατεμήνυσε.

Τὸ δὲ ἐξ ὅλης τῆς ἰσχύος, εἰς πάντα ταῦτα δεῖ ἡμᾶς ἕλκειν. Δεῖ γὰρ ἡμᾶς καὶ τὴν φυτικὴν δύναμιν τῆς ψυχῆς ὑποτάττειν τῇ ἀγάπῃ τοῦ Χριστοῦ. Ἀλλὰ πῶς; Ἰσχυρῶς, ἀλλὰ μὴ ἐκλελυμένως. Καὶ τὴν αἰσθητικήν, καὶ ταύτην ἰσχυρῶς, καὶ τὴν νοεράν, καὶ ταύτην ἐξ ὅλης τῆς ἰσχύος. Ὥστε ὅλους ἑαυτοὺς ὀφείλομεν διδόναι Θεῷ, καὶ ὑποτάττειν, καὶ τὴν θρεπτικήν, καὶ τὴν αἰσθητικὴν καὶ διανοητικὴν ἡμῶν δύναμιν τῇ ἀγάπῃ τοῦ Θεοῦ. Καὶ τὸν πλησίον σου ὡς σεαυτόν. Ὁ νόμος οὔπω τὰ τέλεια δυνάμενος διδάσκειν διὰ τὸ νηπιῶδες τῶν ἀκουόντων, τὸν πλησίον ἀγαπᾷν προτρέπεται ὡς ἑαυτόν. Ὁ δὲ Χριστὸς καὶ ὑπὲρ ἑαυτὸν ἀγαπᾷν τὸν πλησίον ἐδίδαξε·

Μείζονα γὰρ ταύτης ἀγάπην, φησί, οὐκ ἔχει τις δεῖξαι, ἢ ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Λέγει οὖν πρὸς τὸν νομικόν· Ὀρθῶς ἀπεκρίθης. Ἐπεὶ γάρ, φησίν, ἔτι τῷ νόμῳ ὑπόκεισαι, ὀρθῶς ἀποκρίνῃ· κατὰ τὸν νόμον γὰρ φρονεῖς. «Ὁ δὲ θέλων δικαιοῦν ἑαυτόν, εἶπε πρὸς τὸν Ἰησοῦν· Καὶ τίς ἐστί μου πλησίον; Ὑπολαβὼν δὲ ὁ Ἰησοῦς, εἶπεν· Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτόν, καὶ πληγὰς περιθέντες, ἀπῆλθον, ἀφέντες ἡμιθανῆ τυγχάνοντα. Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. Ὁμοίως δὲ καὶ Λευίτης γενόμενος κατὰ τὸν τόπον ἐλθών, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθε. Σαμαρείτης δὲ ὁδεύων ἦλθε κατ’ αὐτόν, καὶ ἰδὼν ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον.

Ἐπιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ. Καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ, καὶ εἶπεν αὐτῷ· Ἐπιμελήθητι αὐτοῦ καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με, ἀποδώσω σοι. Τίς οὖν τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; Ὁ δὲ εἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετ’ αὐτοῦ. Εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· Πορεύου, καὶ σὺ ποίει ὁμοίως.» Ἐπαινεθεὶς ὑπὸ τοῦ Σωτῆρος ὁ νομικός, τὴν ἀλαζονείαν ἐξέῤῥηξεν. Εἶπε γάρ· Καὶ τίς ἐστί μου πλησίον; ᾬετο γὰρ ὅτι δίκαιος ὤν, οὐδένα ἔχειν ὅμοιον ἑαυτῷ, καὶ πλησιάζοντα κατὰ τὴν ἀρετήν. Πλησίον γὰρ μόνον ἤλπιζεν εἶναι τὸν δίκαιον τῷ δικαίῳ.

Θέλων οὖν δικαιοῦν ἑαυτὸν καὶ ὑπεραίρειν πάντων ἀνθρώπων, ἀλαζονευόμενός φησι· Καὶ τίς ἐστί μου πλησίον; Ὁ δὲ Σωτήρ, ἅτε δὴ Ποιητὴς ὤν, καὶ εἰδὼς πάντας ἓν πλάσμα, οὐ ταῖς πράξεσιν, οὐδὲ τοῖς ἀξιώμασιν, ἀλλὰ τῇ φύσει ὁρίζεται τὸν πλησίον. Μὴ γὰρ νόμιζε, φησίν, ὅτι ἐπειδὴ δίκαιος εἶ, οὐδείς σοί ἐστιν ὅμοιος. Πάντες γὰρ οἱ τῆς αὐτῆς φύσεως κεκοινωνηκότες πλησίον σού εἰσι. Γενοῦ τοίνυν καὶ αὐτὸς πλησίον αὐτοῖς, οὐ τῷ τόπῳ, ἀλλὰ τῇ διαθέσει καὶ τῇ εἰς αὐτοὺς ἐπιμελείᾳ. Διὸ καὶ τὸν Σαμαρείτην εἰσάγω σοι πρὸς ὑπόδειγμα, ἵνα σοι δείξω, ὅτι ὥσπερ οὗτος διαφέρων τῷ βίῳ, ὅμως πλησίον γέγονε τοῦ ἀξίου ἐλεηθῆναι, οὕτω καὶ σὺ δεῖξον σεαυτὸν πλησίον τῇ συμπαθείᾳ, καὶ αὐτόκλητος ἐπὶ τὴν βοήθειαν βάδιζε. Διδασκόμεθα οὖν καὶ ταῦτα διὰ τῆς παραβολῆς ταύτης, τὸ ἑτοίμους εἶναι πρὸς ἔλεον, καὶ σπεύδειν πλησίον γίνεσθαι τῶν δεομένων τῆς παρ’ ἡμῶν βοηθείας. Διδασκόμεθα δὲ καὶ τὴν περὶ τὸν ἄνθρωπον ἀγαθότητα τοῦ Θεοῦ. Κατέβαινε γὰρ ἡ ἀνθρωπίνη φύσις ἀπὸ Ἱερουσαλήμ, τουτέστι τῆς ἀστασιάστου καὶ εἰρηναίας διαγωγῆς. Ὅρασις γὰρ εἰρήνης ἑρμηνεύεται ἡ Ἱερουσαλήμ. Ποῦ δὲ κατέβαινεν; Εἰς τὴν Ἱεριχώ, τὴν κοίλην καὶ χθαμαλὴν καὶ τῷ καύματι πνιγηράν, τουτέστι, τὴν ἐμπαθῆ ζωήν. Ὅρα δέ, οὐκ εἶπεν ὅτι Κατέβη, ἀλλά, Κατέβαινεν.

Ἀεὶ γὰρ ἡ ἀνθρωπίνη φύσις ἐπὶ τὰ κάτω ἔνευεν, οὐχ ἅπαξ, ἀλλὰ δι’ ὅλου τῷ ἐμπαθεῖ βίῳ προσέχουσα. Περιέπεσε δὲ λῃσταῖς, τοῖς δαίμοσιν.

Εἰ μὴ γὰρ καταβῇ τις ἀπὸ τοῦ ὕψους τῆς διανοίας, οὐ περιπίπτει τοῖς δαίμοσιν· οἳ ἐκδύσαντες τὸν ἄνθρωπον, καὶ στερήσαντες τῶν τῆς ἀρετῆς ἱματίων, τότε τὰς πληγὰς ἐπέθηκαν τῆς ἁμαρτίας. Πρότερον γὰρ ἀπογυμνοῦσιν ἡμᾶς παντὸς ἀγαθοῦ λογισμοῦ, καὶ τῆς τοῦ Θεοῦ σκέπης, εἶθ’ οὕτως τὰς πληγὰς τῆς ἁμαρτίας ἐπιβάλλουσιν. Ἡμιθανῆ δὲ κατέλειψαν τὴν ἀνθρωπίνην φύσιν, ἣ διότι ἡ ψυχὴ ἀθάνατος, τὸ δὲ σῶμα θνητόν· ὥστε τὸ ἥμισυ τοῦ ἀνθρώπου τῷ θανάτῳ ὑπαχθῆναι· ἣ διότι οὐ πάντη ἦν ἀπεγνωσμένη ἡ ἀνθρωπίνη φύσις· ἐν γὰρ Χριστῷ τὴν σωτηρίαν ἕξειν ἠλπίζετο. Ὥστε οὐκ ἐτεθανάτωτο παντελῶς, ἀλλ’ ὅσον μὲν ἐπὶ τῷ τοῦ Ἀδὰμ παραπτώματι θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν· ὅσον δὲ ἐπὶ τῷ τοῦ Χριστοῦ δικαιώματι ὁ θάνατος ἔμελλε καταργεῖσθαι. Ἱερέα δὲ καὶ Λευίτην, τὸν νόμον μοι νόει καὶ τοὺς προφήτας. Οὗτοι γὰρ ἠβούλοντο μὲν δικαιῶσαι τὴν ἀνθρωπίνην φύσιν, οὐκ ἠδυνήθησαν δέ. Ἀδύνατον γάρ, φησὶν ὁ Παῦλος, αἷμα ταύρων καὶ τράγων ἀφελεῖν ἁμαρτίας. Ἠλέησαν μὲν οὖν τὸν ἄνθρωπον, καὶ θεραπεῦσαι διενοήθησαν. Εἶτα τῇ τῶν πληγῶν ἐπικρατείᾳ νικηθέντες, εἰς τοὐπίσω πάλιν ὑπεχώρησαν. Τοῦτο γὰρ σημαίνει τὸ ἀντιπαρελθεῖν.

Ἧλθε μὲν γὰρ ὁ νόμος, καὶ ἐπέστη τῷ κειμένῳ, εἶτα μὴ ἰσχύων θεραπεῦσαι, ἀπεστράφη. Ὅπερ ἔστι τὸ ἀντιπαρῆλθεν. Ὅρα δὲ τὸ κατὰ συγκυρίαν, τίνα νοῦν ἔχει. Τῷ ὄντι γὰρ ὁ νόμος οὐ προηγουμένως ἐδόθη, ἀλλὰ διὰ τὴν ἀνθρωπίνην ἀσθένειαν, μὴ δυναμένην ἐξ ἀρχῆς δέξασθαι τὸ κατὰ Χριστὸν μυστήριον. Διὰ τοῦτό φησιν, ὅτι Ὁ ἱερεύς, τουτέστιν ὁ νόμος, κατὰ συγκυρίαν, ὅπερ εἰώθαμεν λέγειν κατὰ σύμβαμα, ἀλλ’ οὐ προηγουμένως, ἦλθεν εἰς τὸ θεραπεῦσαι τὸν ἄνθρωπον. Ἀλλ’ ὁ Κύριος καὶ Θεὸς ἡμῶν, ὁ δι’ ἡμᾶς κατάρα γενόμενος, καὶ Σαμαρείτης ἀκούσας. ὁδεύων, τουτέστιν, αὐτὸ τοῦτο πρόφασιν ὁδοῦ ποιησάμενος, καὶ τὸν σκοπὸν θέμενος, τὸ ἡμᾶς θεραπεῦσαι, ἀλλ’ οὐ παροδεύων, καὶ ἐκ παρέργου ἐπισκεψάμενος ἡμᾶς, ἦλθεν εἰς ἡμᾶς, συναναστραφεὶς ἡμῖν, καὶ ὁμιλήσας ἀφαντάστως. Κατέδησεν οὖν εὐθὺς τὰ τραύματα, μὴ ἐάσας τὴν κακίαν ἐπὶ πλέον ἄνετον εἶναι, ἀλλὰ καταδήσας αὐτήν, ἐπέχεεν δὲ ἔλαιον καὶ οἶνον· ἔλαιον μὲν τὸν λόγον τῆς διδασκαλίας, τὸν διὰ τῶν ἀγαθῶν προτρεπόμενον· οἶνον δέ, τὸν διὰ τῶν φοβερωτέρων ἐνάγοντα πρὸς ἀρετήν. Οἶον ὅταν ἀκούῃς τοῦ Κυρίου λέγοντος· Δεῦτε πρὸς μέ, κἀγὼ ἀναπαύσω ὑμᾶς, τοῦτο τὸ ἔλαιον· ἱλαρότητα γὰρ καὶ ἀνάπαυσιν ὑποδείκνυσι. Καὶ πάλιν· Δεῦτε, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Ὅταν δὲ λέγῃ, ὅτι Πορεύεσθε εἰς τὸ σκότος, τοῦτο ὁ οἶνος, ἡ στυπτικὴ διδασκαλία.

Νοήσεις δ’ ἂν καὶ ἄλλως· ἔλαιον τὴν κατὰ ἄνθρωπον διαγωγήν, οἶνον τὴν κατὰ Θεόν, οἷόν τι λέγω· Ὁ Κύριος τὰ μὲν ἀνθρωπίνως ἐνήργει, τὰ δέ, θεϊκῶς. Τὸ μὲν γὰρ ἐσθίειν καὶ πίνειν, καὶ τὸν ἄνετον βίον μεταδιώκειν, ἀλλ’ οὐχὶ σκληραγωγίαν ἐνδείκνυσθαι, ὥσπερ ὁ Ἰωάννης, τοῦτό ἐστι τὸ ἔλαιον. Ἡ δὲ ξένη νηστεία καὶ ὁ ἐν θαλάσσῃ περίπατος, καὶ ὅσα ἄλλα τῆς θείας δυνάμεως, ταῦτά ἐστιν ὁ οἶνος. Οἴνῳ γὰρ ἀπεικαστέον τὴν θεότητα, ἣν ἄκρατον ὑπενεγκεῖν οὐδεὶς ἂν ἠδυνήθη, εἰ μὴ καὶ τὸ ἔλαιον ἦν, τουτέστιν ἡ κατὰ ἄνθρωπον διαγωγή. Ἐπεὶ οὖν δι’ ἀμφοτέρων ἡμᾶς ἔσωσε, θεότητός φημι καὶ ἀνθρωπότητος, διὰ τοῦτο λέγεται οἶνον καὶ ἔλαιον ἐπιχέαι. Καὶ καθ’ ἑκάστην δὲ οἱ βαπτιζόμενοι, τῶν τραυμάτων τῆς ψυχῆς ἀπαλλάττονται, ἐλαίῳ μὲν τοῦ μύρου χριόμενοι, εὐθὺς δὲ κοινωνοῦντες, καὶ τοῦ θείου αἵματος μεταλαμβάνοντες.

Ἀνεβίβασε δὲ ὁ Κύριος τὴν τραυματισθεῖσαν ἡμῶν φύσιν ἐπὶ τὸ ἴδιον ὑποζύγιον, τουτέστιν, ἐπὶ τὸ σῶμα αὐτοῦ· μέλη γὰρ αὐτοῦ ἡμᾶς ἐποίησε, καὶ κοινωνοὺς τοῦ σώματος αὐτοῦ, κάτω τε κειμένους ἀνεβίβασεν ἐπὶ τὴν ἀξίαν ἐκείνην, ὥστε συσσώμους αὐτῷ εἶναι. Πανδοχεῖον δὲ ἡ Ἐκκλησία, ἡ πάντα ὑποδεχομένη· ὁ μὲν γὰρ νόμος, οὐ πάντας ἐδέχετο. Μωαβίτης γάρ, φησί, καὶ Ἀμμανίτης οὐκ εἰσελεύσεται εἰς Ἐκκλησίαν Θεοῦ. Νῦν δὲ ἐν παντὶ ἔθνει ὁ φοβούμενος τὸν Θεὸν δεκτὸς αὐτῷ ἐστι, θέλων πιστεῦσαι, καὶ μέρος γενέσθαι τῆς Ἐκκλησίας.

Πάντας γὰρ ὑποδέχεται, καὶ ἁμαρτωλοὺς καὶ τελώνας. Ὅρα δὲ τὴν ἀκρίβειαν, πῶς φησιν, ὅτι ἀπαγαγὼν εἰς τὸ πανδοχεῖον, ἐπεμελήθη αὐτοῦ· πρὶν γὰρ ἢ ἀπαγαγεῖν εἰς τοῦτο, μόνον κατέδησε τὰ τραύματα. Τί οὖν ἐστιν ὅ φημι; Ὅτι τῆς Ἐκκλησίας συστάσης, καὶ γενομένου τοῦ πανδοχείου, τουτέστιν, ἐκ πάντων σχεδὸν τῶν ἐθνῶν τῆς πίστεως αὐξηθείσης, τότε ἐγένετο καὶ Πνεύματος ἁγίου δωρεά, καὶ ἡ χάρις τοῦ Θεοῦ ἐπλατύνετο. Καὶ τοῦτο μαθήσῃ ἀπὸ τῶν Πράξεων τῶν ἀποστόλων. Ἐπέχει δὲ τύπον πανδοχέως πᾶς ἀπόστολος, καὶ διδάσκαλος, καὶ ποιμήν, οἷς δέδωκεν ὁ Κύριος δύο δηνάρια, τὰς δύο Διαθήκας. τὴν Παλαιὰν καὶ τὴν Νέαν. Ἐνὸς γὰρ εἰκόνα βασιλέως φέρουσιν ἀμφότεραι, τοῦ αὐτοῦ Θεοῦ λόγια οὖσαι. Ταῦτα γοῦν τὰ δηνάρια εἰς οὐρανοὺς ἀνερχόμενος ὁ Κύριος κατέλιπε τοῖς ἀποστόλοις, καὶ τοῖς κατὰ καιροὺς ἐπισκόποις, καὶ διδασκάλοις.

Εἶπε δέ, ὅτι Ὃ ἂν προσδαπανήσῃς οἴκοθεν, ἐγὼ δώσω σοι. Τῷ ὄντι γὰρ προσεδαπάνησαν οἴκοθεν οἱ ἀπόστολοι, πολλὰ κοπιάσαντες, καὶ πανταχοῦ τὴν διδασκαλίαν σπείροντες. Ἀλλὰ καὶ οἱ κατὰ καιροὺς διδάσκαλοι ἐξηγούμενοι τὴν Παλαιὰν καὶ τὴν Νέαν, πολλὰ προσεδαπάνησαν οἴκοθεν, ὑπὲρ ὧν τὸν μισθὸν ἀπολήψονται ἐν τῷ ἐπανέρχεσθαι τὸν Κύριον, τουτέστιν ἐν τῇ δευτέρᾳ παρουσίᾳ. Τότε γὰρ ἂν εἴποι ἕκαστος αὐτῶν αὐτῷ· Κύριε, δύο δηνάρια δέδωκάς μοι, ἰδοὺ ἄλλα δύο προσεδαπάνησα. Πρὸς ὃν ἐρεῖ καὶ αὐτός· Εὖ, δοῦλε ἀγαθέ. «Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτούς, καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά, γυνὴ δέ τις, ὀνόματι Μάρθα, ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, ἤκουε τῶν λόγων αὐτοῦ.

Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν. Ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι, ὅτι ἡ ἀδελφή μου μόνη με κατέλιπε διακονεῖν; Εἰπὲ οὖν αὐτῇ, ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα, Μάρθα, μεριμνᾷς, καὶ τυρβάζῃ περὶ πολλά. Ἑνὸς δέ ἐστι χρεία. Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς.» Μέγα μὲν τὸ τῆς φιλοξενίας ἀγαθόν, ὅπερ ἡ Μάρθα ἐπεδείκνυτο, καὶ οὐκ ἀπόβλητον· μεῖζον δὲ τὸ προσέχειν τοῖς πνευματικωτέροις λόγοις. Δι’ ἐκείνου μὲν γὰρ τὸ σῶμα τρέφεται, διὰ δὲ τούτου ἡ ψυχὴ ζωοῦται. Οὐ γὰρ διὰ τοῦτο, φησί, πάρεσμεν, ὦ Μάρθα, ἵνα τὴν γαστέρα ἐμπλήσωμεν ποικίλων βρωμάτων, ἀλλ’ ἵνα ψυχὰς ὠφελήσωμεν.

Ὅρα δὲ τὴν τοῦ Κυρίου γνώμην. Οὐ πρότερον εἶπέ τι πρὸς τὴν Μάρθαν, πρὶν ἣ παρ’ ἐκείνης λαβεῖν τὰς ἀφορμὰς τῆς ἐπιπλήξεως. Ἐπεὶ γὰρ ἐκείνη ἀποσπάσασθαι ἐπειρᾶτο τὴν ἀδελφὴν αὐτῆς ἀπὸ τῆς ἀκροάσεως, τότε ὁ Κύριος δραξάμενος ἀφορμῆς, ἐπιπλήττει αὐτήν. Μέχρι γὰρ τότε ἡ φιλοξενία τιμητέα, μέχρις ὅτου οὐ περισπᾷ ἡμᾶς, καὶ ἀπαγάγει τῶν ἀναγκαιοτέρων. Ἐπὰν δὲ ἄρξηται κωλύειν ἡμᾶς ἀπὸ τῶν σπουδαιοτέρων, τηνικαῦτα ταύτης προτιμητέον τὴν τῶν θείων ἀκρόασιν, μᾶλλον δὲ εἰ δεῖ τὸ ἀκριβέστερον εἰπεῖν, οὐ τὴν φιλοξενίαν κωλύει ὁ Κύριος, ἀλλὰ τὴν ποικιλίαν καὶ τύρβην, τουτέστι τὸν περισπασμόν, καὶ τὴν ταραχήν· ἐπεὶ τὴν λιτὴν ὑποδοχὴν ἐπαινεῖ. Ἵνα τί γάρ, φησί, Μάρθα μεριμνᾷς, καὶ τυρβάζῃ πολλά, τουτέστι, περισπᾷ, ταράττῃ; Ἑνὸς ἔχομεν χρείαν τοῦ φαγεῖν ὅ τι δή ποτε, οὐχὶ ποικιλίας. Τινὲς δὲ τό, Ἑνός ἐστι χρεία, οὐ περὶ τοῦ φαγεῖν ἐνόησαν, ἀλλὰ τοῦ προσέχειν τῇ διδασκαλίᾳ. Δι’ ὧν δὲ λέγει, διδάσκει τοὺς ἀποστόλους ὁ Κύριος, ἵνα ὅταν εἰσέλθωσιν εἰς οἰκίαν τινός, μηδὲν ποικίλον ζητῶσιν, ἀλλ’ ἀρκῶνται τῇ λιτῇ ὑποδοχῇ, μηδὲν πλέον ζητοῦντες, ἢ τὸ προσέχειν τῇ διδασκαλίᾳ· νόει δέ μοι, Μάρθαν μὲν τὴν πρακτικὴν ἀρετήν, Μαρίαν δὲ τὴν θεωρίαν.

Ἡ μὲν οὖν πρακτικὴ περισπασμοὺς ἔχει καὶ ὀχλήσεις, ἡ δὲ θεωρία, κυρία γενομένη τῶν παθῶν· Μαρία γάρ, κυρία, ἑρμηνεύεται· εἰς τὴν τῶν θείων λόγων καὶ τῶν κριμάτων ἐποψίαν ἐνασχολεῖται μόνην. Πρόσχες δὲ καὶ τό, Παρακαθίσασα παρὰ τοὺς πόδας αὐτοῦ, ἤκουε τῶν λόγων αὐτοῦ. Οἱ μὲν γὰρ πόδες νοοῖντο ἂν εἰς τὴν πρακτικὴν ἀρετήν. Κινήσεως γὰρ καὶ πορείας εἰσὶν ἐνδεικτικοί. Τὸ δὲ καθίσαι, τῆς ἑδραιότητος σύμβολον. Ὅστις οὖν καθίσει παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, τουτέστιν, ὅστις ἑδραιωθῇ ἐν τῇ πρακτικῇ, καὶ τὴν τοῦ Ἰησοῦ πορείαν καὶ διαγωγὴν μιμησάμενος ἐν ταύτῃ στερεωθῇ, ἐκεῖνος μετὰ ταῦτα φθάνει εἰς τὴν ἀκοὴν τῶν θείων λογίων, ἤγουν τὴν θεωρίαν. Ἐπεὶ καὶ ἡ Μαρία πρῶτον καθίσασα, εἰθ’ οὕτως ἤκουε τῶν λόγων. Σὺ τοίνυν, εἰ μὲν δύνασαι, εἰς τὴν τῆς Μαρίας τάξιν ἀνάβηθι, κυρία γενομένη τῶν παθῶν, καὶ εἰς θεωρίαν φθάσασα. Εἰ δὲ μὴ τοῦτό σοι δυνατόν, Μάρθα γενοῦ, τῷ πρακτικῷ μέρει προσκειμένη, καὶ διὰ τούτου Χριστὸν ὑποδεχομένη.

Ὅρα δὲ καὶ τό, «ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς.» Ὁ μὲν γὰρ πρακτικὸς ἔχει ὃ ἀφαιρεθήσεται ἀπ’ αὐτοῦ, τουτέστιν, αὐτὸ τοῦτο τὴν ἀσχολίαν, καὶ τὸν περισπασμόν· προκόπτων γὰρ καὶ φθάνων εἰς θεωρίαν, τοῦ περισπασμοῦ καὶ τῆς τύρβης ἐλευθεροῦται· ὥστε ἀφαιρεῖταί τι ἀπ’ αὐτοῦ.

Ὁ δὲ θεωρητικὸς οὐ στερεῖταί ποτε τῆς ἀγαθῆς ταύτης μερίδος, λέγω δὴ τῆς θεωρίας. Εἰς γὰρ ποῖον ἄλλο μεῖζον προκόψει, φθάσας εἰς αὐτὸ τὸ ἀκρότατον, λέγω δὴ τὸ Θεὸν βλέπειν, ὅπερ ἔστι θεουργεῖσθαι; Ὁ γὰρ Θεὸν βλέπειν ἀξιωθείς, θεὸς γίνεται·

Τῷ ὁμοίῳ γὰρ τὸ ὅμοιον καταλαμβάνεται.

ΚΕΦΑΛ. ΙΑʹ. Περὶ προσευχῆς. Περὶ τοῦ ἔχοντος δαιμόνιον κωφόν. Περὶ τῆς ἐκ τοῦ ὄχλου ἐπαράσης φωνήν. Περὶ τῶν αἰτούντων σημεῖον. Περὶ τοῦ Φαρισαίου τοῦ καλέσαντος τὸν Ἰησοῦν. Περὶ τοῦ ταλανισμοῦ τῶν νομικῶν. «Καὶ ἐγένετο, ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέ τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν· Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξε τοὺς μαθητὰς αὐτοῦ. Εἶπε δὲ αὐτοῖς· Ὅταν προσεύχησθε, λέγετε·

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς, τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ’ ἡμέραν, καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίεμεν παντὶ ὀφείλοντι ἡμῖν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.» Ζηλοῖ ὁ μαθητὴς Χριστοῦ τοὺς μαθητὰς Ἰωάννου, διὸ καὶ ζητεῖ διδαχθῆναι τρόπον προσευχῆς. Ὁ γοῦν Σωτὴρ διδάσκει, μὴ παρωσάμενος τὴν ἀξίωσιν τοῦ μαθητοῦ. Πάτερ ἡμῶν, φησίν, ὁ ἐν τοῖς οὐρανοῖς.

Ὅρα τὴν τῆς εὐχῆς δύναμιν. Εὐθὺς ἄνω σε ἀνάγει, καὶ πείθει σε, ἐπειδὴ ὀνομάζεις πατέρα τὸν Θεόν, μὴ πάντη τῆς ὁμοιότητος ἀπολείπεσθαι, ἀλλὰ σπουδάζειν πρὸς τὸν Πατέρα ἐξομοιοῦσθαι. Οὐκ εἶπε δέ, Πάτερ μου, ἀλλὰ Πάτερ ἡμῶν, εἰς φιλαδελφίαν σε διεγείρων, καὶ καταναγκάζων πάντας ἀγαπᾷν, ὡς κοινοὺς ἀδελφούς. Ἐν τοῖς οὐρανοῖς δὲ εἰπών, οὐ περιγράφει ἐκεῖ τὸν Θεόν, ἀλλὰ τὸν ἀκροατὴν ἀνάγει εἰς οὐρανούς, καὶ ἀπάγει τῶν γηΐνων. Ἁγιασθήτω τὸ ὄνομά σου, ἀντὶ τοῦ, δοξασθήτω, τουτέστι, ποίησον ἡμῶν τὸν βίον εἰς δόξαν εἶναι σήν. Ὥσπερ γὰρ τὸ ὄνομα τοῦ Θεοῦ βλασφημεῖται διὰ τοὺς κακούς, οὕτω δοξάζεται διὰ τοὺς ἀγαθὸν βίον ἔχοντας.

Ἐλθέτω ἡ βασιλεία σου. Ὁ μὲν ἁμαρτωλὸς ἀπεύχεται τὴν βασιλείαν τοῦ Θεοῦ, μὴ βουλόμενος ταύτην ἐλθεῖν, διὰ τὰ ἐκεῖ δικαιωτήρια. Ὁ δὲ δίκαιος τοὐναντίον τάχιον αὐτὴν ἐλθεῖν εὔχεται, ὡς ἂν ἀπαλλαγεὶς τῶν ἐνταῦθα πειρατηρίων, ἀναπαύσηται. Γενέσθω δὲ καὶ τὸ θέλημά σου, ὥσπερ ἐν οὐρανῷ ὑπὸ τῶν ἀγγέλων, οὕτω καὶ ὑφ’ ἡμῶν τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς. Οἱ γὰρ ἄγγελοι πάντες κατὰ τὸ τοῦ Θεοῦ θέλημα πάντα ἐνεργοῦσι. Διδάσκει δὲ τὸν ἐπιούσιον ἄρτον ζητεῖν μόνον, τουτέστι, τὸν ἐπὶ τῇ οὐσίᾳ ἡμῶν, καὶ τῇ συστάσει τῆς ζωῆς συμβαλλόμενον· οὐ τὸν περιττὸν πάντως, ἀλλὰ τὸν ἀναγκαῖον. Τὸ δέ, μὴ εἰσελθεῖν εἰς πειρασμόν, τὸ μὴ ἐπιπηδᾷν τοῖς πειρασμοῖς σημαίνει.

Οὐ γὰρ δεῖ ἡμᾶς παρακαλεῖν τὸν Θεόν, ἵνα ἡμᾶς εἰς πειρασμὸν ἐμβάλῃ, ἀλλ’ ἀπεύχεσθαι μὲν τοῦτο· ἐπὰν δὲ ἔλθῃ, γενναίως φέρειν. Ἔστι δὲ εἰπεῖν, ὅτι διττὸν τὸ εἶδος τῶν πειρασμῶν. Οἱ μὲν γὰρ ἑκούσιοι· οἷον μέθη, φόνος, μοιχεία, καὶ τἄλλα πάθη· τούτοις γὰρ τοῖς πειρασμοῖς ἑκόντες ἑαυτοὺς ὑπεμβάλλομεν. Ἀκούσιοι δὲ πειρασμοί, οἷς οἱ τύραννοι καὶ βίαιοι ἡμᾶς ὑποβάλλουσιν. Ἀπὸ τοίνυν τῶν ἑκουσίων πειρασμῶν, τουτέστι τῶν παθῶν, φεύγειν δεῖ ἡμᾶς, καὶ τούτους ἀπεύχεσθαι, καὶ λέγειν, Μὴ εἰσενέγκῃς ἡμᾶς, τουτέστι, μὴ συγχωρήσῃς ἡμᾶς ἐμπεσεῖν εἰς πειρασμόν, ἤγουν εἰς πάθος ἑκούσιον, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Οὗτος γάρ ἐστι καὶ τοὺς ἀκουσίους καὶ τοὺς ἑκουσίους πειρασμοὺς ἐπάγων. Διὸ μὴ ἀκουσίως πειραζόμενος ὑπὸ ἀνθρώπου, νόμιζε τὸν ἄνθρωπον εἶναί σοι αἴτιον τοῦ πειρασμοῦ, ἀλλὰ τὸν πονηρόν. Ἐκεῖνος γάρ ἐστιν ὁ πείθων τὸν ἄνθρωπον κατὰ σοῦ λυττᾷν καὶ μαίνεσθαι. «Καὶ εἶπε πρὸς αὐτούς· Τίς ἐξ ὑμῶν ἕξει φίλον. καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου, καὶ εἴπῃ αὐτῷ· Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, ἐπειδὴ φίλος παρεγένετο ἐξ ὁδοῦ πρὸς μέ, καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ. Κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ· Μή μοι κόπους πάρεχε, ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ’ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν, οὐ δύναμαι ἀναστὰς δοῦναί σοι.

Λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι αὐτοῦ φίλον, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρῄζει.» Παραβολήν τινα καὶ ὑπόδειγμα λέγει ὁ Κύριος, παιδεύων ἡμᾶς ἀόκνως προσεύχεσθαι. Τί οὖν σημαίνει ἡ παραβολή; Μεσονύκτιον μέν φασιν εἶναι τὰ ἔσχατα τοῦ βίου, ἐν οἷς οἱ ἄνθρωποι γενόμενοι πρὸς συναίσθησιν ἔρχονται τοῦ καλοῦ, καὶ προστρέχουσι Θεῷ. Οὗτος γάρ ἐστιν ὁ φίλος, ὁ πάντας φιλῶν, καὶ θέλων σωθῆναι. Προσέρχονται τοίνυν πολλοὶ ἐν τῷ μεσονυκτίῳ, τουτέστιν ἐν τῷ ἐσχάτῳ βίῳ, τῷ Θεῷ, ὡς φίλῳ, καὶ λέγουσι· Δὸς τρεῖς ἄρτους, τὴν εἰς Τριάδα πίστιν. Φίλος γὰρ παρεγένετο τουτέστιν, ὁ ἄγγελος ὁ τὴν ψυχὴν παραλαμβάνων. Φίλος δὲ καὶ πᾶς ἄγγελος, καθὰ δὴ καὶ ὁ Κύριός φησι· Χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ σωτηρίᾳ ἀνθρώπου. Τὰ δὲ παιδία τὰ ἐπὶ τῆς κλίνης ἀναπαυόμενα, εἰσὶν οἱ στραφέντες, καὶ γεγονότες ὡς τὰ παιδία, καὶ ἠξιωμένοι τῷ Κυρίῳ συναναπαύεσθαι. Ἀναίδειαν δὲ λέγει τὴν μεθ’ ὑπομονῆς ἐπιτεταμένην προσευχήν.

Νόει δὲ καὶ ἄλλως, μεσονύκτιον μέν, τὴν ἀκμήν, καὶ τὸ μεσαίτατον τῶν πειρασμῶν. Νὺξ μὲν γὰρ πᾶς πειρασμός, μεσονύκτιον δὲ πάντως τὸ μέσον τῶν πειρασμῶν. Ὅταν οὖν τις ἐν μέσοις τοῖς πειρασμοῖς γένηται, προσέρχεται τῷ φιλοῦντι ἡμᾶς Θεῷ, καὶ λέγει· Χρῆσόν μοι τρεῖς ἄρτους. τὴν σωτηρίαν τοῦ σώματος, καὶ τῆς ψυχῆς, καὶ τοῦ πνεύματος.

Ἀπὸ γὰρ τῶν πειρασμῶν δέος, μὴ κινδυνεύσῃ ταῦτα τὰ τρία. Τίς δὲ ὁ φίλος ὁ παραγενόμενος ἐξ ὁδοῦ; Ἦ πάντως ὁ Κύριος ὁ δοκιμάζων ἡμᾶς ἐν τοῖς πειρασμοῖς, καὶ θέλων φαγεῖν τὴν ἡμετέραν σωτηρίαν; Οὐκ ἔχει δὲ τί παραθήσει τούτῳ ὁ ἐν τοῖς πειρασμοῖς ἐμπεσών, καὶ ἀσθενῶν ἀφ’ ἑαυτοῦ ἀντιστῆναι τούτοις, καὶ θεραπεῦσαι Θεόν.

Τὸ δὲ κλεισθῆναι τὴν θύραν, τοῦτο σημαίνει, ὅτε δεῖ πρὸ τῶν πειρασμῶν ἡμᾶς εἶναι ἡτοιμασμένους, ἐπὰν δὲ ἐμπέσωμεν, κέκλεισται ἡ τῆς ἑτοιμασίας θύρα, καὶ ἀνέτοιμοι εὑρισκόμενοι, εἰ μὴ ὁ Θεὸς βοηθήσει, κινδυνεύσωμεν. Παιδία δέ, καθὰ προαπεδόθησαν, εἶεν ἂν οἱ γενόμενοι υἱοὶ τοῦ Θεοῦ δι’ ἀρετῆς, καὶ ἀνακλινόμενοι, καὶ ἀναπαυόμενοι ἐν Θεῷ. «Κἀγὼ ὑμῖν λέγω· Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν, ζητεῖτε, καὶ εὑρήσετε, κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Τίνα δὲ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Ἢ καὶ ἰχθύν, μὴ ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ; Ἢ καὶ ἐὰν αἰτήσῃ ὠόν, μὴ ἐπιδώσει αὐτῷ σκορπίον; Εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν!» Ὅρα τὸ ἀκριβὲς τῆς λέξεως. Οὐκ εἶπεν, ὅτι Αἰτήσασθε, καὶ δοθήσεται, ἀλλ’, Αἰτεῖτε, ἀντὶ τοῦ, διηνεκῶς ζητεῖτε. Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει.

Ἆρα οὖν ὁ ἀσύμφορα αἰτῶν λαμβάνει; Οὐχί· πρῶτον μὲν γὰρ ἡ τῶν ἀσυμφόρων αἴτησις οὐδὲ αἴτησις ἂν κληθείη πρὸς τὸν Θεόν. Ὁ γὰρ τῷ Θεῷ προσευχόμενος, ὀφείλει αἰτεῖσθαι ἃ ἐκεῖνος δίδωσιν. Ὅταν δέ τις τὰ ἀσύμφορα αἰτεῖται, οὐ πρὸς τὸν Θεὸν ποιεῖται τὴν αἴτησιν· οὗτος γὰρ ἀσύμφορα οὐ δίδωσιν. Ἔπειτα ἄκουε καὶ αὐτοῦ τοῦ Κυρίου, πῶς διδάσκει ἡμᾶς αἰτεῖσθαι ἃ δεῖ. Ἄρτον γάρ, φησίν, ὁ υἱὸς καὶ ἰχθὺν καὶ ὠὸν αἰτεῖται. Ὥσπερ οὖν ταῦτα ἀνθρώπου ἐστὶ βρῶσις, οὕτω καὶ τὰ αἰτήματα ἡμῶν ὀφείλουσιν εἶναι συμφέροντα καὶ συμβαλλόμενα ἡμῖν.

Νόει δέ μοι, ὅτι ἄρτον μὲν αἰτεῖται πᾶς ὁ τὴν εἰς Τριάδα πίστιν ἀποκαλυφθῆναι αὐτῷ, καὶ τὴν ὀρθότητα τῶν δογμάτων αἰτῶν· ἄρτος γὰρ ταῦτά εἰσιν ὡς στηρίζοντα καρδίαν. Ἰχθὺν δὲ αἰτεῖ ὁ ἐν τῷ πελάγει μὲν τοῦ βίου ὤν, ζητῶν δὲ τὴν παρὰ τοῦ Θεοῦ συνέργειαν, ἵνα ἐν μέσῳ τῶν πειρασμῶν ἀκαταβάπτιστος, καὶ ζῶν ὥσπερ ἰχθὺς διαφυλαχθῇ. Ὠὸν δὲ αἰτεῖ ὁ τὰ γεννήματα τῶν ἐναρέτων ψυχῶν δοθῆναι αὐτῷ ζητῶν, αἵτινες δηλαδὴ ψυχαὶ ὄρνισιν ἂν εἰκότως παραβάλλοιντο πτέρυγας λαβοῦσαι, καὶ πνεύματι κουφισθεῖσαι, καὶ ὑπεραναπτᾶσαι τὴν γῆν. «Καὶ ἦν ἐκβάλλων δαιμόνιον, καὶ αὐτὸ ἦν κωφόν.

Ἐγένετο δέ, τοῦ δαιμονίου ἐξελθόντος, ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμασαν οἱ ὄχλοι. Τινὲς δὲ ἐξ αὐτῶν εἶπον· Ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Ἕτεροι δὲ πειράζοντες, σημεῖον παρ’ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ. Αὐτὸς δὲ εἰδὼς τὰ διανοήματα αὐτῶν, εἶπεν αὐτοῖς· Πᾶσα βασιλεία ἐφ’ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται, καὶ οἶκος ἐπὶ οἶκον πίπτει. Εἰ δὲ καὶ Σατανᾶς ἐφ’ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ, ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια; Εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; Διὰ τοῦτο κριταὶ ὑμῶν αὐτοὶ ἔσονται. Εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.» Κωφὸς λέγεται μὲν ὡς ἐπὶ τὸ πολὺ ὁ μὴ λαλῶν, λέγοιτο δ’ ἂν καὶ ὁ μὴ ἀκούων, κυριώτερον δὲ ὁ μήτε ἀκούων, μήτε λαλῶν. Καὶ οἵγε ἐκ γενετῆς μὴ ἀκούοντες, οὐδὲ λαλοῦσιν· ἐξ ἀνάγκης γὰρ τοῦτο συμβαίνει αὐτοῖς. Ἐκεῖνα γὰρ λαλοῦμεν, ὅσα διὰ τοῦ ἀκούειν μανθάνομεν δηλαδή. Ὅταν δέ τις οὐκ ἀκούῃ, εἰκότως οὐδὲ λαλεῖ, πλὴν εἰ μὴ πολλάκις ὑπὸ πάθους ὕστερον ἐβλάβη τὰς ἀκοάς· τὸν τοιοῦτον γὰρ οὐδὲν κωλύει λαλεῖν. Ὁ τοίνυν τῷ Κυρίῳ προσαχθεὶς ἀμφότερα ἦν, καὶ τὴν γλῶτταν καὶ τὰ ὦτα κωφός. Σύμβολον δὲ οὗτος τῆς ἀνθρωπίνης φύσεως, ἥτις ὑπὸ δαιμόνων κατεχομένη, οὔτε ἀκούειν ἠνείχετο λόγων Θεοῦ, οὔτε πολλῷ μᾶλλον ἐκλαλεῖν ἡδύνατο.

Ἀλλ’ ὁ Κύριος ἐλθών, καὶ τὰ δαιμόνια ἐξελάσας, τὰς ἐμπαθεῖς καὶ δαιμονιώδεις πράξεις, ἐποίησεν ἡμᾶς λαλεῖν, καὶ κηρύττειν τὴν ἀλήθειαν· δεῖ γὰρ οὐ μόνον ἀκούειν Θεοῦ λόγους, ἀλλὰ καὶ ἑτέροις λαλεῖν. Ἀκούσωμεν οὖν οἱ ἔχοντες μὲν ἐν ἑαυτοῖς τὰς δαιμονιώδεις πράξεις, οἰόμενοι δὲ καὶ ἑτέρους διδάσκειν, καὶ ἐφιέμενοι ὑπὸ τῶν ἀνθρώπων καλεῖσθαι Ῥαββί. Ἐξελθόντος γὰρ τοῦ δαιμονίου, τότε ἡ ἀληθὴς λαλιὰ ἤτοι διδασκαλία γίνεται· ἕως δ’ ἂν ἔσω ἡμῶν εἴη ἡ τοῦ δαίμονος πρᾶξις, κἂν δοκῶμεν λαλεῖν, οὐ λαλοῦμεν. Οἱ Φαρισαῖοι δὲ διαβάλλουσι τὸ θαῦμα, καὶ ὡς γόητα τὸν Κύριον ὑβρίζουσι.

Τὸν γὰρ ἄρχοντα, φασί, τῶν δαιμονίων ἔχων φίλον, τῇ συνεργίᾳ ἐκείνου ἐκβάλλει τὰ δαιμόνια. Πρὸς οὓς ὁ Κύριος, Πῶς, φησί, δυνατὸν δαίμονα ἐκβάλλειν ἄλλον δαίμονα; Τοῦτο γὰρ κατάλυσις ἂν εἴη τῆς βασιλείας αὐτοῦ. Εἰ γὰρ βασιλείαν μὲν αὐτοὶ ἡγοῦνται καὶ ἀνάπαυσιν τὸ κατοικεῖν ἐν ἀνθρώποις, ἐκβάλλει δὲ αὐτοὺς ὁ ἄρχων αὐτῶν, πρόδηλον ὅτι ἑαυτὸν καταλύει. Καὶ γὰρ πᾶσα βασιλεία μερισθεῖσα καὶ στασιάζουσα καταλύεται, καὶ οἶκος μερισθεὶς πίπτει. Οἶκον δὲ εἴτε τὸ οἰκοδόμημα νοήσεις καλῶς.

Καὶ γὰρ ἡ οἰκοδομὴ ἕως μὲν φυλάττει τὴν συνέχειαν, ἵσταται, ἐπὰν δὲ διαστῶσιν ἀπ’ ἀλλήλων οἱ τοῖχοι, πίπτει, εἴτε οἶκον νοήσεις τοὺς ἐν τῇ οἰκίᾳ, καὶ οὗτοι ἕως μὲν εἰρηνεύουσι, συνεστήκασι, ἐπὰν δὲ διαστῶσι κατ’ ἀλλήλων, πίπτουσιν. Ἔστω δέ, ὅτι ἐκβάλλω ἐγὼ τὰ δαιμόνια ἐν τῷ Βεελζεβούλ, οἱ υἱοὶ ὑμῶν, τουτέστιν οἱ ἀπόστολοι, ἐν τίνι ἐκβάλλουσιν;

Ἦ δῆλον, ὅτι ἐν τῷ ἐμῷ ὀνόματι; Πῶς οὖν ἐμὲ λέγετε, ὅτι ἐν τῷ Βεελζεβοὺλ ἐκβάλλω ἐγώ, ὡς χρείαν ἔχων τῆς ἐκείνου δυνάμεως, ὅπου γε οἱ ὑμέτεροι υἱοί, ἤγουν οἱ ἀπόστολοι, ἐν τῷ ὀνόματί μου ἐκβάλλουσιν; Ἄρα αὐτοὶ κατακρινοῦσιν ὑμᾶς.

Πρόδηλον γὰρ ὡς ἐὰν ἐκεῖνοι ἐκβάλλωσιν ἐν τῷ ὀνόματί μου, ἐγὼ τῆς ἑτέρου δυνάμεως οὐ χρῄζω. Ἐν δακτύλῳ γοῦν Θεοῦ, τουτέστιν ἐν Πνεύματι ἁγίῳ, ἐκβάλλω, καὶ οὐκ ἐν πνεύματι πονηρῷ. Δάκτυλον δὲ τὸ Πνεῦμα λέγει, ἵνα μάθῃς ὅτι ὥσπερ ὁ δάκτυλος ὁμοούσιός ἐστι τῷ ὅλῳ σώματι, οὕτω καὶ τὸ Πνεῦμα ὁμοούσιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ. Μήποτε δὲ ἐπειδὴ χεὶρ Θεοῦ λέγεται ὁ Υἱός, ἐπανεπαύσαντο δὲ ἐπ’ αὐτὸν αἱ τοῦ Πνεύματος ἑπτὰ ἐνέργειαι οὐχ ὡς ἐνεργούμενον, ἀλλ’ ὡς ὁμοούσιον τῷ Πνεύματι. Ἓν δὲ τῶν τοῦ Πνεύματος χαρισμάτων καὶ ἐνεργειῶν ἐστι τὸ ἰᾶσθαι· διὰ τοῦτο λέγεται ἐν δακτύλῳ Θεοῦ ἐκβάλλειν τὰ δαιμόνια, τουτέστι τῷ πνευματικῷ χαρίσματι.

Ὥσπερ γὰρ ὁ δάκτυλος μέρος τῆς χειρός, οὕτω καὶ τὸ πνεῦμα τῶν ἰάσεων μέρος ἦν ὧν εἶχεν ὁ Ἰησοῦς πνευμάτων, ἤτοι τῶν τοῦ πνεύματος ἐνεργειῶν. Ἐὰν οὖν ἐκβάλλω, φησί, τὰ δαιμόνια θείᾳ ἐνεργείᾳ, ἔφθασεν ἄρα ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.

Ὅπερ τοιοῦτον ἔχει τὸν νοῦν, ὅτι καταλύεται λοιπὸν ἡ βασιλεία τοῦ διαβόλου, καὶ βασιλεύει ὁ Θεὸς ὁ τοὺς δαίμονας ἐκδιώκων. Ἄκουε γὰρ τί διὰ τῶν ἑξῆς λέγει. «Ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶ τὰ ὑπάρχοντα αὐτῷ.

Ἐπὰν δὲ ὁ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει, ἐφ’ ᾗ ἐπεποίθει, καὶ τὰ σκύλα αὐτοῦ διαδίδωσιν. Ὁ μὴ ὢν μετ’ ἐμοῦ, κατ’ ἐμοῦ ἐστι, καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ, σκορπίζει. Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι’ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ μὴ εὑρίσκων λέγει· Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον. Καὶ ἐλθὼν εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον, τότε πορεύεται, καὶ παραλαμβάνει ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.» Ἦν μέν, φησί, πρὸ τῆς ἐμῆς παρουσίας ἰσχυρὸς ὁ Σατανᾶς, καὶ ἐφύλασσε τὴν ἑαυτοῦ αὐλήν, τουτέστι, κατεκράτει τῆς ἀνθρωπίνης φύσεως βεβαίως καὶ ἀσφαλῶς ἐπὰν δὲ ἦλθον ἐγὼ ὁ ἰσχυρότερος αὐτοῦ, καὶ νενίκηκα τὸν κόσμον, καὶ τὴν πανοπλίαν αὐτοῦ, ἐφ’ ᾗ ἐπεποίθει, ὅπερ ἔστι πάντα τὰ εἴδη τῆς ἁμαρτίας· αὕτη γὰρ ὅπλα τοῦ διαβόλου, καὶ ταύτῃ θαῤῥῶν ἐνίσχυε κατὰ τῶν ἀνθρώπων· ταύτην οὖν τὴν πανοπλίαν αὐτοῦ διέῤῥηξα ἀναμάρτητος εὑρεθείς, καὶ ἔκτοτε ἠσθένησε.

Καὶ τὰ σκύλα αὐτοῦ, ἤτοι τοὺς ἀνθρώπους, οὒς εἶχεν ὡς λάφυρα, ἀπέσπασα ἀπ’ αὐτοῦ, καὶ διαδίδωμι ἄλλον ἄλλῳ ἀγγέλῳ πιστῷ φύλακι, ἵνα ἀντὶ τοῦ δαίμονος, ᾧ ἐτυραννεῖτο, ἔχῃ αὐτὸν ὁ ἄγγελος. Καὶ ἄλλως δέ· Τίνα κοινωνίαν ἔχω ἐγὼ πρὸς τὸν Βεελζεβούλ;

Ἐμὸν ἔργον ἐστί, τὸ συνάγειν τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα, ἐκείνου ἔργον, τὸ τὰ συνηγμένα σκορπίζειν. Πῶς οὖν τοιαῦτα περὶ ἐμοῦ λογίζεσθε, ὅτι κοινωνίαν ἔχω πρὸς τὸν Σατανᾶν; Ἀλλ’ ὄντως ὁ τοιοῦτος λογισμὸς ὑμῖν συνέβη ἀπὸ τοῦ μᾶλλον ὑμᾶς δαιμονᾷν. Καὶ γὰρ εἴχετε μὲν καὶ πρώην τὸ ἀκάθαρτον πνεῦμα ἐνοικοῦν ἐν ὑμῖν, ὅτε εἰδωλολατρεῖτε, καὶ τοὺς προφήτας ἐφονεύετε· εἶτα ἔδοξεν ἐξελθεῖν ἐξ ὑμῶν, εἶτα νῦν ὑποστρέψαν εἰς τὸν ἑαυτοῦ οἶκον, τουτέστι τὰς ὑμετέρας ψυχάς, μετὰ πνευμάτων ἑπτά, ἤγουν πολλῶν· τὸ γὰρ ἑπτά, ἀντὶ τοῦ, πολλά, νοεῖται παρὰ τῇ Γραφῇ· ἐποίησεν ὑμῖν τὰ ἔσχατα χείρονα τῶν πρώτων. Ὅσῳ τότε μὲν ὅταν εἰδώλοις ἐλατρεύετε, τοὺς προφήτας ἀπεκτιννύετε, καὶ οὔπω οὐδὲν εἰς τὸν τοῦ Θεοῦ Υἱὸν προδήλως δι’ ὑμᾶς ἐν σαρκὶ φανέντα ὑβρίζετε. Νῦν δὲ ποία ἐλπὶς σωτηρίας, ὅτε καὶ σαρκωθέντος τοῦ Υἱοῦ, καὶ δι’ ὑμᾶς θαυματουργοῦντος, ἐπὶ τῆς αὐτῆς ἀγνωμοσύνης καὶ ὕβρεως ἑστήκατε; Ἄνυδροι δὲ τόποι, αἱ τῶν μηδὲν ὑδαρὲς ἐχόντων ψυχαὶ μηδὲ ἔκλυτον, ἀλλὰ καὶ ξηραί, καὶ μεμεριμνημέναι, ἐν αἷς οὐδεμίαν εὑρίσκει τὸ πνεῦμα τῆς ἀκαθαρσίας ἀνάπαυσιν.

Ἐπεὶ τοίνυν ἐν ταῖς τοιαύταις ψυχαῖς οὐδεμίαν ἐνοικήσεως χώραν ἔχει ὁ πονηρός, ἐπὶ τοὺς Ἰουδαίους τρέπεται, καὶ γίνεται αὐτῶν τὰ ἔσχατα χείρονα τῶν πρώτων· οὐκέτι γὰρ παρ’ αὐτοῖς προφῆται· ἀπέκτειναν γὰρ τὸν λόγον· οὐκέτι χρίσμα· τὸν γὰρ Χριστὸν ἐσταύρωσαν. Ταῦτα δὲ ἐν αὐτοῖς ὡρῶντο πρώην, εἰ καὶ εἰδωλολάτρουν, νῦν δὲ ἐπεὶ εἰς τὸν Υἱὸν τοῦ Θεοῦ ἥμαρτον, πάντων ἐστέρηνται. «Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου, εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοί, οὓς ἐθήλασας.

Αὐτὸς δὲ εἶπε· Μενοῦνγε, μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ, καὶ φυλάσσοντες αὐτόν. Τῶν δὲ ὄχλων ἐπαθροιζομένων, ἤρξατο λέγειν· Ἡ γενεὰ αὕτη πονηρά ἐστι, σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.

Καθὼς γὰρ ἐγένετο Ἰωνᾶς σημεῖον τοῖς Νινευίταις, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ. Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης, καὶ κατακρινεῖ αὐτούς, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος, καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε. Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.» Τῶν Φαρισαίων καὶ Γραμματέων διαβαλλόντων τὰ θαύματα, ἡ γυνὴ τὸ ἄδολον χρῆμα καὶ ἁπλοῦν εὐφημεῖ. Ποῦ δέ εἰσιν οἱ λέγοντες φαντασίᾳ φανῆναι τὸν Κύριον; Ἰδοὺ γὰρ καὶ μαστοὺς θηλάσαι μαρτυρεῖται. Αὐτὸς δὲ μακαρίζει τοὺς φυλάσσοντας τὸν λόγον τοῦ Θεοῦ, οὐκ ἐκβάλλων τοῦ μακαρισμοῦ τὴν Μητέρα αὑτοῦ, ἄπαγε, ἀλλὰ δεικνύων, ὅτι οὐδὲν οὐδὲ ἐκείνη ὠφεληθήσεται ἀπὸ τοῦ τεκεῖν αὐτὸν καὶ θηλάσαι, εἰ μὴ καὶ τὴν ἄλλην ἅπασαν ἀρετὴν ἔχοι. Ἅμα δὲ καὶ πρὸς τὸν καιρὸν ταῦτά φησιν. Ἐπεὶ γὰρ οἱ βάσκανοι καὶ ἀνήκοοι τῶν λόγων αὐτοῦ διέβαλλον τοὺς ἀκούοντας, αὐτὸς τὸ ἐναντίον ποιῶν, μᾶλλον μακαρίζει τοὺς ἀκούοντας. Τάχα δὲ καὶ διὰ τὸν ἰαθέντα κωφὸν ταῦτά φησιν, ἵνα καὶ αὐτὸς ἀκούσας φυλάξῃ τὸν λόγον, καὶ μὴ γίνηται αὐτῷ ἡ πρὸς τὸ ἀκούειν δύναμις εἰς κατάκρισιν. Τῶν δὲ ὄχλων ἐπαθροιζομένων, ἤρξατο ὁ Κύριος ἐλέγχειν τοὺς ἀγνώμονας.

Ἐπειδὴ γὰρ ἦσάν τινες παρ’ αὐτοῖς οἱ ζητοῦντες σημεῖον ἐξ οὐρανοῦ γενέσθαι παρὰ τοῦ Ἰησοῦ· ἔλεγον γάρ, ὅτι Ὅσα ποιεῖ σημεῖα, ἀπὸ γῆς εἰσι, καὶ ἐν Βεελζεβοὺλ ταῦτα ποιεῖ τῷ κοσμοκράτορι, ὡς ἔχοντι τῆς γῆς ἐξουσίαν, ἐξ οὐρανοῦ δὲ οὐ δύναται ποιῆσαι, οἷα μὴ τοῦ οὐρανίου Πατρὸς Υἱὸς ὤν. Ἐπεὶ οὖν ἦσάν τινες οἱ ταῦτα λέγοντες, τούτου ἕνεκεν ἐλέγχει αὐτοὺς ὁ Κύριος, καί φησιν, ὅτι Δοθήσεται ὑμῖν σημεῖον, ὅπερ δείξει με ἀληθινὸν Υἱὸν τοῦ οὐρανίου Πατρός. Ποῖον τοῦτο; Τὸ τοῦ Ἰωνᾶ, ἥγουν τὸ τῆς ἀναστάσεως. Ὥσπερ γὰρ ἐκεῖνος τρεῖς ἡμέρας ἐποίησεν ἐν τῇ κοιλίᾳ τοῦ κήτους, οὕτω κἀγὼ τρεῖς ἡμέρας ποιήσας ἐν τῇ κοιλίᾳ τοῦ κήτους, τοῦ μεγάλου θηρός, τοῦ ᾅδου, ἀναστήσομαι. Ἀλλ’ Ἰωνᾶ μὲν μετὰ τὴν ἐκ τοῦ κήτους οἷον ἀναβίωσιν κηρύσσοντι ἐπείσθησαν οἱ Νινευῖται, ἐμοὶ δὲ καὶ ἀναστάντι οὐ πιστεύσει ἡ γενεὰ αὕτη· ὅθεν κατακριθήσονται, ὅτι Νινευίτας οὐκ ἐμιμήσαντο, καίτοι γε πλεῖον Ἰωνᾶ ὧδε. Τό τε γὰρ ἀξίωμα τὸ ἐμὸν καὶ τὸ τοῦ κηρύγματος εἶδος πολλὴν διαφορὰν ἐνδείκνυται.

Ἐγὼ Δεσπότης, ἐκεῖνος δοῦλος. Ἐγὼ βασιλείαν οὐρανῶν κηρύσσω, ἐκεῖνος σωτηρίαν τὴν ἀπὸ τῆς καταστροφῆς. Ἐγὼ μετὰ θαυμάτων, ἐκεῖνος οὐδὲν ποιήσας θαῦμα. Ὁμοίως καὶ ἡ βασίλισσα τοῦ νότου κατακρινεῖ τὴν γενεὰν ταύτην, ὅτι ἐκ περάτων γῆς ἦλθεν ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος. Νόει δέ μοι καὶ πᾶσαν ψυχὴν ἐν τῷ καλῷ κρατοῦσαν καὶ ἱσταμένην βασίλισσαν τοῦ νότου. Οἷόν τί φημι, ὁ βοῤῥᾶς παρὰ τῇ Γραφῇ διαβάλλεται, ὡς τοῦ ἀντικειμένου τόπος· ψυχρὸς γὰρ καὶ νεκροποιὸς καὶ ναρκώδης· ὁ δὲ νότος ἐπαινεῖται ὡς πνεῦμα θερμὸν καὶ ζωογόνον, καὶ τῶν νεναρκηκότων μελῶν θαλπτικόν. Διὸ καὶ ἡ ἐν τῷ ᾌσματι νύμφη τὸν βοῤῥᾶν διώκουσα, Ἐξεγέρθητι, φησί, βοῤῥᾶ, καὶ ἔρχου, νότε. Καὶ πάλιν ὁ προφήτης φησί· Καὶ τὸν ἀπὸ βοῤῥᾶ ἐξολοθρεύσῃ Κύριος, δηλονότι τὸν Σατανᾶν. Ἡ τοίνυν ψυχὴ ἡ βασιλεύουσα ἐν τῷ νότῳ, τῇ ἀγαθῇ μερίδι καὶ τῷ πνευματικῷ βίῳ, καὶ διὰ τῆς πρακτικῆς τὸ κράτος ἔχουσα, ἔρχεται εἰς τὸ ἀκοῦσαι τὴν σοφίαν, ὅπερ ἔστιν, εἰς θεωρίαν ἀναβαίνει. Ἡ γὰρ σοφία τοῦ Σολομῶντος τοῦ εἰρηνικοῦ βασιλέως, τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν ἡ θεωρία ἐστίν, εἰς ἣν ἄλλως οὐκ ἂν εἰσέλθῃ τις, εἰ μὴ διὰ τοῦ βασιλεῦσαι ἐν τῷ ἀγαθῷ βίῳ, καὶ κρατῆσαι διὰ τῆς πρακτικῆς. «Οὐδεὶς δὲ λύχνον ἅψας, εἰς κρυπτὴν τίθησιν, οὐδὲ ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ φῶς βλέπωσιν. Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός.

Ὅταν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν.

Ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν ἐστι. Σκόπει οὖν, μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν. Εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον τι μέρος σκοτεινόν, ἔσται φωτεινὸν ὅλον, ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.» Ἐπειδήπερ οἱ βάσκανοι Ἰουδαῖοι τὰ θαύματα βλέποντες ἐσυκοφάντουν ταῦτα νοὸς κακίᾳ, τούτου ἕνεκεν ὁ Κύριος ταῦτά φησι· Ὅτι λύχνον λαβόντες οἱ ἄνθρωποι παρὰ τοῦ Θεοῦ, τὴν τοῦ νοὸς χάριν, δι’ ἧς βλέπομεν ὡσανεὶ φωτὸς δοθέντος ἡμῖν, κατέκρυψαν ταύτην τὴν διάκρισιν τοῦ νοῦ, καὶ ἀπὸ βασκανίας σκοτισθέντες, τὰ θαύματα καὶ τὰς εὐεργεσίας οὐχ ὁρῶσι. Καίτοι ἐπὶ τούτῳ ἐλάβομεν τὸν νοῦν, ἵνα ἐπὶ τὴν λυχνίαν τιθῶμεν, ὡς ἂν καὶ ἄλλοι βλέπωσι τὸ φῶς. Δοκεῖ δέ μοι τοῦτο λέγειν, ὅτι, Ὦ Φαρισαῖε, ἔχεις γνῶσιν, τοῦτο ὁ λύχνος. Ἔδει σε τῇ γνώσει ταύτῃ κεχρῆσθαι πρὸς τὴν τῶν θαυμάτων ἐπίγνωσιν, καὶ τοῖς ἄλλοις δὲ φαίνειν καὶ δεικνύειν ταῦτα, ὅτι ἔργα εἰσὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οὐχὶ τοῦ Βεελζεβούλ, ὡς ἂν οἱ εἰσπορευόμενοι, τουτέστιν οἱ εἰσαγωγικοὶ καὶ ἀρχάριοι, τὸ φῶς βλέπωσιν.

Ὁ μὲν γὰρ σοφὸς ἤδη ἐπορεύθη, ὃ δὲ ἔτι μανθάνων πορεύεται. Ἀλλ’ οὐ τοῦτο ἠβουλήθητε ὑμεῖς οἱ Φαρισαῖοι, ἀλλὰ τὸν ὀφθαλμὸν τῆς ψυχῆς τὸν νοῦν ἁπλοῦν ὄντα, ἐποιήσατε λοξὸν καὶ σκολιόν. Ὥσπερ γὰρ ὁ ὀφθαλμὸς τοῦ σώματος, ὅπως ἂν ἔχῃ, οὕτω καὶ τὸ σῶμα ποιεῖ, εἰ μὲν φωτεινὸς εἴη, ἔσται καὶ τὸ σῶμα ἐν φωτί· εἰ δὲ σκοτεινός, ἔσται κἀκεῖνο ἐν σκότει. Τὸν αὐτὸν τρόπον καὶ τῷ νοῒ ἡ ψυχὴ συνδιατίθεται.

Καὶ ὃν ἔλαβεν ἐκ Θεοῦ ὀφθαλμὸν καὶ φῶς, τοῦτον εἰ εὕροι σκοτιζόμενον ἢ ὑπὸ βασκανίας, ἢ φιλοχρηματίας, καὶ ἁπλῶς εἰπεῖν φιλοϋλίας, σκοτίζεται καὶ αὐτή. «Ἐν δὲ τῷ λαλῆσαι, ἠρώτα αὐτὸν Φαρισαῖός τις, ὅπως ἀριστήσῃ παρ’ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν. Ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν, ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου. Εἶπε δὲ ὁ Κύριος πρὸς αὐτόν· Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας· ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν, καὶ τὸ ἔσωθεν ἐποίησεν; Πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστιν.» ᾜδει μὲν τὴν τῶν Φαρισαίων σκαιότητα ὁ Κύριος, ἀλλ’ ὅμως συνεστιᾶται αὐτοῖς δι’ αὐτὸ τοῦτο, ὅτι πονηροὶ ἦσαν, καὶ διορθώσεως ἔχρῃζον.

Διὰ τοῦτο γάρ τοι συνεσθίει, ὡς ἂν δράξηται ἀφορμῆς, καὶ βελτιώσῃ τὰ ἤθη αὐτῶν. Ὥσπερ οὖν καὶ νῦν τὸ ἀνόητον αὐτῶν ἔθος ἐπισκώπτων, φημὶ δὴ τὸ πρὸ τοῦ φαγεῖν καθαρίζεσθαι αὐτούς, διδάσκει, ὅτι δεῖ τὴν ψυχὴν κεκαθάρθαι δι’ ἔργων ἀγαθῶν, ὡς τόγε νίπτεσθαι δι’ ὕδατος, οὐ ψυχήν, ἀλλὰ σῶμα καθαίρει. Ἐκεῖνοι γὰρ ἐνόμιζον οἱ ἀνόητοι, ὅτι ἅμα τῷ σώματι καὶ ἡ ψυχὴ αὐτῶν καθαίρεται διὰ τοῦ βαπτίζεσθαι καὶ νίπτεσθαι τὸ σῶμα. Ὁ τοίνυν Κύριος χαρίεντι παραδείγματι κέχρηται τῷ τοῦ ποτηρίου.

Ἐπεὶ γὰρ καιρὸς ἦν τραπέζης, ποτηρίου καὶ πίνακος μνημονεύει, ἀπὸ τῶν ἐν ὄψει κειμένων μαρτυρίαν παράγων, καὶ συμπείθων τὸν Φαρισαῖον, ὅτι ὥσπερ οὐδὲν ὄφελος ἔξωθεν μὲν καθαρὸν εἶναι τὸ ποτήριον, ἔσωθεν δὲ ῥύπου παντὸς πεπληρωμένον, οὕτως οὐδὲ σώματος βαπτιζομένου, ψυχῆς δὲ γεμούσης πάσης ἀκαθαρσίας, οἷον ἁρπαγῆς καὶ πονηρίας. ᾘνίξατο δὲ τὰ δύο πάθη τὰ ἐπικρατοῦντα τῶν Ἰουδαίων. πλεονεξίαν διὰ τῆς ἁρπαγῆς, φθόνον δὲ καὶ τὰ ἐκ φθόνου διὰ τῆς πονηρίας. Οὐδὲν οὖν ὄφελος, ὅταν οὕτως ἔχῃ ἡ ψυχή. Ἄφρονες, οὐχ ὁ ποιήσας τὸ σῶμα, ὃ πολλῆς ἐπιμελείας ἀξιοῖς, καὶ τὴν ψυχὴν ἐποίησεν; Ὀφείλετε οὖν καὶ ταύτην καθαίρειν. Εἶτα διδάσκει αὐτούς, πῶς καθαρίζεται τὸ ἔσω. Διὰ τῆς ἐλεημοσύνης, φησίν. Ὅρα δέ μοι πῶς τὰ δύο πάθη αὐτῶν θεραπεύει, τὸν φθόνον λέγω, καὶ τὴν ἁρπαγήν, διὰ τοῦ ὑποθέσθαι τὴν ἐλεημοσύνην. Ὁ γὰρ ἐλεῶν ἀληθῶς, οὐχ ἁρπάσει τὰ τοῦ ἐλεουμένου, οὐ φθονήσει τῷ ἐλεουμένῳ. Ἐπεὶ τοίνυν δύο τούτοις πάθη ὠνείδισε, δι’ ἑνὸς φαρμάκου ταῦτα ἐκμοχλεύει, τῆς ἐλεημοσύνης, ἤτις πρώτη θύρα τῆς θεοποιοῦ ἀγάπης· ἀγάπης δὲ παρούσης ποῦ πλεονεξία καὶ φθόνος;

Τὰ ἐνόντα οὖν, τουτέστι, τὰ ὑπάρχοντα ὑμῖν· καλῶς δὲ εἶπε τὰ ἐνόντα, καὶ οὐκ εἶπεν, ὄντα, διότι τὰ χρήματα ἔνεισιν ἐν τῇ καρδίᾳ τοῦ φιλοχρημάτου, καὶ ἐγκάθηνται αὐτῇ, διὸ καὶ Δαυΐδ φησι, μὴ προστίθεσθαι τὴν καρδίαν τῷ πλούτῳ, τουτέστι, μὴ προσηλοῦν αὐτὴν καὶ συνδεσμεῖν. «Ἀλλ’ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον, καὶ τὸ πήγανον, καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν, καὶ τὴν ἀγάπην τοῦ Θεοῦ· ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι. Οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς. Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποι περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν. Ἀποκριθεὶς δέ τις τῶν νομικῶν, λέγει αὐτῷ· Διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις. Ὁ δὲ εἶπε· Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις. Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς· ἄρα μαρτυρεῖτε, καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτούς, ὑμεῖς δὲ οἰκοδομεῖτε αὐτῶν τὰ μνημεῖα.

Διὰ τοῦτο καὶ ἡ σοφία τοῦ Θεοῦ εἶπεν· Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσι καὶ διώξουσιν, ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν, τὸ ἐκχυνόμενον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης, ἀπὸ τοῦ αἵματος Ἄβελ ἕως τοῦ αἵματος Ζαχαρίου, τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου. Ναὶ λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης.» Οἱ Φαρισαῖοι ἵνα μὴ παραβῶσι δῆθεν τὸν νόμον, ἀπεδεκάτουν καὶ τὰ ἐλάχιστα, εἰ δέ τις αὐτοῖς ἐμέμψατο τυχὸν ὡς μικρολογουμένοις, τὸν νόμον προὔφερον, ὃς ἀπὸ πάντων δεκάτας προσφέρεσθαι τοῖς ἱερεῦσιν ἐκέλευεν. Ὁ γοῦν Κύριός φησιν, ὅτι Ὥσπερ τούτων οὐκ ἀμελεῖτε, ἔδει ὑμᾶς καὶ τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ περιποιεῖσθαι.

Ἐπειδὴ γὰρ ἄδικοι ἦσαν, καὶ χήραν καὶ ὀρφανὸν ἀπεκτίννυον, φησίν, ὅτι Δεῖ ὑμᾶς ἔχειν τὴν κρίσιν, ἤγουν τὴν δικαιοκρισίαν. Ἐπεὶ δὲ καὶ καταφρονηταὶ ἦσαν τοῦ Θεοῦ, ἀδιαφόρως τοῖς ἱεροῖς ἔργοις ἐπιχειροῦντες, διὰ τοῦτο αὐτοῖς τὴν τοῦ Θεοῦ ἀγάπην ἔχειν ἐντέλλεται. Ὁ γὰρ ἀγαπῶν τὸν Θεόν, οὐ καταφρονητικῶς μέτεισι τὰ ἔργα αὐτοῦ. Τάχα δέ μοι δοκεῖ, ἐπειδὴ δύο εἴδη τῆς ἀγάπης, τό τε πρὸς τὸν Θεόν, καὶ τὸ πρὸς τὸν πλησίον, τὰ δύο ταῦτα αἰνίττεσθαι, διὰ μὲν τοῦ εἰπεῖν τὴν κρίσιν, ὑποδηλῶν τὴν εἰς τὸν πλησίον ἀγάπην· τὸ γὰρ δικαίως κρίνειν τὸν πλησίον, καὶ μὴ καταδυναστεύειν αὐτοῦ, ἐκ τοῦ ἀγαπᾷν αὐτὸν γίνεται. Διὰ δὲ τοῦ εἰπεῖν τὴν ἀγάπην τοῦ Θεοῦ, τὴν πρὸς τὸν Θεὸν πάντως μηνύων ὁλικὴν διάθεσιν. Καὶ ὅταν δέ τις ἀγαπᾷ τὸν πλησίον οὐ διά τι κοσμικόν, ἢ αἰσχρὸν πάθος, ἀλλὰ κατὰ Θεόν, λεχθείη ἂν καὶ αὔτη ἀγάπη τοῦ Θεοῦ, ἤγουν ἣν ἐντέλλεται ὁ Θεός, ἣν ἀποδέχεται. Ἤθελον δὲ παρὰ παντὸς ἀνθρώπου τιμᾶσθαι καὶ προσαγορεύεσθαι ὡς διδάσκαλοι ἐν ταῖς ἀγοραῖς· τοῦτο γὰρ ὁ ἀσπασμός, ἡ προσηγορία. Ἐοίκατε γοῦν, φησί, μνήμασιν, ἃ γέμουσι μὲν πάσης σαπρίας, ἔξωθεν δὲ λάμπουσιν μαρμάροις· ἃ ὁρῶντες οἱ ἄνθρωποι, οὐκ οἴδασι ποῦ περιπατοῦσιν, ἢ γὰρ ἂν ἐμυσάχθησαν τὴν ἔσωθεν βδελυγμίαν. Ὁ δὲ νομικὸς ἀνοήτως ὑπάγει ἑαυτὸν τῷ ἐλέγχῳ. Ἄλλοι δὲ ἦσαν οἱ νομικοὶ παρὰ τοὺς Φαρισαίους.

Οἱ μὲν γὰρ Φαρισαῖοι ὡς ἀσκηταὶ ἐδόκουν, καὶ ἀποκεκομμένοι τῶν ἄλλων. Οἱ δὲ νομικοὶ Γραμματεῖς ἦσαν καὶ διδάσκαλοι, τοῖς βουλομένοις τὰ τοῦ νόμου ζητήματα λύοντες. Ἐφόρτιζον οὖν τοὺς ἀνθρώπους βαρέα καὶ δυσβάστακτα οἱ νομικοί, ἐντελλόμενοι αὐτοῖς τὰ τοῦ νόμου δυσφύλακτα παρατηρήματα, αὐτοὶ δὲ τῷ δακτύλῳ αὐτῶν οὐ προσέψαυον τοῖς φορτίοις, τουτέστιν, αὐτοὶ οὐδέν, ἐξ ὧν τοῖς ἄλλοις ἐπέταττον, ἔπραττον. Ὅταν μὲν γὰρ ὁ διδάσκων πράττῃ ἃ διδάσκει, ἐπελαφρύνει τὰ φορτία, ὑπόδειγμα διδοὺς ἑαυτόν, καὶ παρηγορίαν ἐμποιῶν τοῖς διδασκομένοις. Ὅταν δὲ οὐδὲν ὧν λέγει πράττῃ, τηνικαῦτα βαρέα ὄντως τὰ φορτία δοκεῖ τοῖς διδασκομένοις, ὡς μηδὲ παρὰ τοῦ διδασκάλου δυνάμενα κατορθωθῆναι.

Ἐμφαίνει δὲ ὁ Κύριος τοὺς Ἰουδαίους ἀπογόνους καὶ κληρονόμους τῆς κακίας τοῦ Κάϊν, διὰ τοῦ λέγειν ὅτι πᾶν αἷμα ἐκχυθὲν ἀπὸ Ἄβελ ἕως τοῦ Ζαχαρίου ἀπαιτηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. Καὶ γάρ, φησίν, ὑμεῖς ἀδελφοὺς ὄντας ὑμῶν τοὺς προφήτας ἐφονεύσατε, ὡς κἀκεῖνος τὸν Ἄβελ. Ὅθεν οὐκ ἀλόγως τινὲς τὸν μὲν Κάϊν εἰς τὸν τοὺς προφήτας ἀποκτείναντα λαὸν ἐξελάβοντο, ἀφ’ οὗ ἐκδεδίκηνται ἑπτά, ἐλαφροτέρᾳ δηλαδὴ τιμωρίᾳ· τὸν δὲ Λάμεχ εἰς τοὺς ἀποκτείναντας τὸν Χριστόν, διὸ καὶ ἑβδομηκοντάκις ἑπτὰ ἐκδεδίκηνται, εἰς αἰχμαλωσίαν διασπαρέντες ἀνυπόστροφον. Τίς δὲ ἦν ἄρα Ζαχαρίας, ὃν ἐφόνευσαν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου;

Οἱ μὲν λέγουσι τὸν ἀρχαῖον Ζαχαρίαν τὸν τοῦ Ἰωάδε, καὶ ὃν ἐλιθοβόλησαν, ὡς ἔστι μαθεῖν ἐκ τῆς βίβλου τῶν Βασιλειῶν· οἱ δὲ τὸν πατέρα τοῦ Προδρόμου, τοῦτον γὰρ τάξαντα τὴν Θεοτόκον μετὰ τῶν παρθένων μετὰ τὸ τεκεῖν τὸν Χριστόν, καὶ στήσαντα ταύτην ἐν τῷ τόπῳ ἐν ᾧ ἐκεῖναι ἵσταντο· ὁ δὲ τόπος ἦν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου τοῦ ἔξω τοῦ χαλκοῦ. Διὰ τοῦτο τοίνυν ἐφόνευσαν αὐτόν. Ἐπεὶ γὰρ προσεδόκων τινὲς τὸν Χριστὸν βασιλέα αὑτῶν ἐσόμενον, οὐκ ἤθελον δὲ βασιλευθῆναι, τούτου ἕνεκα ἐφόνευσαν τὸν ἅγιον, ὡς βεβαιοῦντα ὅτι παρθένος ἔτεκεν, καὶ ὁ Χριστὸς ἐγεννήθη ὁ μέλλων αὐτῶν βασιλεύειν, ὅπερ ἀπεστρέφοντο· ἀβασίλευτοι γὰρ ἤθελον εἶναι. «Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ᾔρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε. Λέγοντος δὲ αὐτοῦ ταῦτα πρὸς αὐτούς, ἤρξαντο οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν, καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων, ἐνεδρεύοντες αὐτόν, ζητοῦντες θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ, ἵνα κατηγορήσωσιν αὐτοῦ» Κλεῖδα γνώσεως ὠνόμασεν ὁ Κύριος τὴν διδασκαλίαν, καὶ τὴν διὰ τοῦ νόμου χειραγωγίαν δυναμένου προσάγειν τῷ Χριστῷ. Ὁ γὰρ νόμος χειραγωγὸς πάντως εἰς Χριστόν.

Οἱ τοίνυν νομικοὶ τὸν νόμον δοκοῦντες ἑρμηνεύειν, τὴν κλεῖδα τῆς γνώσεως κατεῖχον ἐθελοκάκως, καὶ οὐκ ἤνοιγον τὰς τοῦ νόμου θύρας, ἵνα δι’ αὐτῶν εἰσέλθωσιν αὐτοῖ τε καὶ ὁ λαὸς πρὸς Χριστόν. Ἔστι δὲ ὁ νόμος θύρα εἰς Χριστόν· πλὴν ἡ θύρα αὕτη κεκλεισμένη ἐστίν, ἐὰν μή τις τὴν ἀσάφειαν τοῦ νόμου σαφηνίζῃ καὶ διανοίγῃ. Καὶ γὰρ ὁ Κύριος εἶπεν· «Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί.» Καὶ πάλιν· «Ἐρευνᾶτε τὰς Γραφάς, ὅτι αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ ὑμεῖς οὐ θέλετε ἐλθεῖν πρός με.» Οἷον ὡς ἐπὶ ἑνὸς ὑποδεῖξαι, ἀμνὸς ἐσφάζετο τοῖς Ἰουδαίοις, ἐχρίοντο αἱ φλιαί, καὶ τὰ κρέα ἤσθιον, καὶ ἦν αὐτοῖς νίκη τοῦτο κατὰ τοῦ ὀλοθρευτοῦ.

Τοῦτο δὲ ἅπαν τὸ τοῦ Χριστοῦ μυστήριον ἐδήλου, οὗ ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου σφαγέντος, ἐχρίσθησαν αἱ ἡμέτεραι φλιαί, θυμὸς καὶ ἐπιθυμία, καὶ τὸ τούτων ὑπέρθυρον τὸ λογιστικόν· καὶ τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐφάγομεν, καὶ νενικήκαμεν τὸν τὰς ψυχικὰς ἡμῶν δυνάμεις ὀλοθρεύοντα.

Καὶ τὰ πλείω δὲ τοῦ νόμου τὸν Χριστὸν ὑπεδήλουν. Κεκλεισμένος μέντοι ἦν ὁ νόμος τῇ τοῦ γράμματος ἀσαφείᾳ, ὥσπερ τινὶ θύρᾳ. Ἐὰν δέ τις διδασκαλίαν ἐνεκεχείριστο, οὗτος εἶχε τὴν κλεῖδα τῆς γνώσεως· καὶ εἰ ἠβούλετο, ἤνοιξεν ἄν, καὶ αὐτός τε εἰσῆλθε, καὶ ἄλλοις ὁδηγὸς ἐγένετο, ὅπερ οἱ νομικοὶ οὐκ ἐποίησαν, ἀλλ’ ἦραν τὴν κλεῖδα τῆς γνώσεως, τουτέστιν ἀπέκρυψαν, ἠφάνισαν, καὶ λοιπὸν ὡς τῆς κλειδὸς ἀρθείσης ἐκ μέσου, ἤτοι τῆς ἑρμηνείας τοῦ νόμου, ἔμεινε κεκλεισμένη ἡ τούτου θύρα. Νοήσεις δ’ ἂν καὶ τὴν πίστιν κλεῖδα τῆς γνώσεως. Διὰ γὰρ τῆς πίστεως προσγίνεται ἡ τῆς ἀληθείας γνῶσις· καὶ γοῦν ὁ προφήτης Ἡσαΐας φησί· «Καί, Ἐὰν οὐ πιστεύσητε, οὐδ’ οὐ μὴ συνῆτε.» Οἱ τοίνυν νομικοὶ τὴν κλεῖδα ταύτης, ἤτοι τὴν πίστιν, ἦραν ἐκ μέσου, καὶ ἀπέκρυψαν. Οὐ γὰρ εἴων πιστεύειν τινὰς εἰς τὸν ὅλων Σωτῆρα Χριστόν. Ἐθαυματούργει ἐκεῖνος, καὶ ὁ λαὸς διὰ τῶν θαυμάτων πιστεύων, ἔμελλεν ἐπιγινώσκειν αὐτὸν Θεόν· οἱ δὲ ἐν Βεελζεβοὺλ ἔλεγον ἐπιτελεῖν αὐτὸν τὰ θαύματα. Ὁρᾷς πῶς ἦραν τὴν κλεῖδα τῆς γνώσεως, οὐκ ἐῶντες πιστεύειν τῷ δι’ οὗ ἡ γνῶσις αὐτοῖς ἔμελλεν ἐπιγίνεσθαι; Ἐδίδασκεν ἐν ταῖς Συναγωγαῖς τὸ θέλημα τοῦ Θεοῦ, οἱ δὲ ἔλεγον, Δαιμόνιον ἔχει, καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε;

Ἦραν οὖν κατὰ τὸ ἀληθὲς τὴν κλεῖδα τῆς γνώσεως, αὐτοί τε οὐκ εἰσῆλθον, καὶ ἑτέρους κεκωλύκασι, καὶ ταῦτα εἰσερχομένους, τουτέστιν ἐπιτηδείους ὄντας πρὸς θεογνωσίαν. Ἔτι δὲ αὐτοῦ ταῦτα λέγοντος, ἐκεῖνοι ὥσπερ ἐπιμαρτυροῦντες τοῖς λόγοις αὐτοῦ, δέον ἐπιγνῶναι τὴν οἰκείαν ἀσθένειαν, ἐπεδείκνυον ἑαυτοὺς δῆθεν σοφωτέρους αὐτοῦ, καὶ δὴ ἀποστοματίζειν αὐτὸν ἤρξαντο, τουτέστι πυκνῶς ἐρωτᾷν αὐτόν, καὶ ἀπορεῖν. Γίνεται γὰρ τὸ ἀποστοματίζειν, ὅταν πλείονες ἐρωτῶσιν ἔνα περὶ ἄλλων καὶ ἄλλων ὑποθέσεων.

Τότε γὰρ μὴ δυνάμενος πᾶσιν ἀποκρίνεσθαι, ἔμφασιν δίδωσι τοῖς ἀνοήτοις τοῦ ἐξαπορηθῆναι. Τοῦτο τοίνυν ἐσοφίζοντο καὶ οἱ κατάρατοι ἐκεῖνοι κατὰ Χριστοῦ. Πολλοὶ γὰρ ἐρωτῶντες ἕνα, ἐδόκουν ἀποστοματίζειν, καὶ εἰς ἀπορίαν ἄγειν αὐτόν, ὡς μὴ δυνάμενον αὐτοῖς ἀποκρίνεσθαι, ὅπερ εἰκότως ἐγίνετο· πῶς γὰρ ὁ εἷς δύναται πολλοῖς ἀποκρίνεσθαι ἄλλα καὶ ἄλλα ἐρωτῶσι; Δύναται δὲ τὸ ἀποστοματίζειν καὶ οὕτω νοηθῆναι, ἀντὶ τοῦ παγιδεύειν αὐτόν, καὶ ἀπὸ τοῦ στόματος κρατεῖν. Ὅταν γάρ τις κρατηθῇ ἀφ’ ὧν λέγει, ἀποστοματίζεσθαι δοκεῖ, τουτέστιν, ἀπὸ τοῦ στόματος ἕλκεσθαι, καὶ κατακρίνεσθαι. Δηλοῖ δὲ τοῦτο καὶ τὰ ἐφεξῆς. Ζητοῦντες γάρ, φησί, θηράσαι τι ἐκ τοῦ στόματος αὐτοῦ· ὅπερ γὰρ πρὸ ὀλίγου εἶπεν ἀποστοματίζειν, τοῦτο νῦν λέγει θηρεῦσαι ἐκ τοῦ στόματος αὐτοῦ.

Ἠρώτων δὲ αὐτόν, ποτὲ μὲν περὶ τοῦ νόμου, ὡς ἂν βλάσφημον ἐλέγξωσιν αὐτὸν κατηγορήσαντα τοῦ Μωσέως· Τοῦτο γὰρ ὑπενόουν. Ποτὲ δὲ περὶ τῶν τοῦ Καίσαρος, ἵνα ὡς στασιαστὴν αὐτὸν καὶ τυραννιῶντα προσαγγείλωσι, καὶ ὅλως, οἷα ἂν ψυχαὶ πονηραὶ καὶ πάσης κακοηθείας ἀνάμεστοι ἐννοήσαιεν.

ΚΕΦΑΛ ΙΒʹ. Περὶ τῆς ζύμης τῶν Φαρισαίων. Περὶ τοῦ θέλοντος μερίσασθαι τὴν κληρονομίαν. Περὶ οὗ εὐφόρησεν ἡ χώρα πλουσίου. Περὶ τοῦ τῶν γηΐνων καταφρονεῖν. Περὶ τοῦ φεύγειν τὴν φιλαργυρίαν. Περὶ τοῦ ἀγρύπνου δούλου. Περὶ τοῦ πρὸς τὸν πλησίον μὴ φιλονεικεῖν. «Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὑτοῦ πρῶτον· Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις. Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστίν, ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. Ἀνθ’ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε, ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις, κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.» Φαρισαῖοι μὲν παγιδεύειν αὐτὸν ἐπειρῶντο ἐν λόγῳ, ὡς ἂν τοὺς ὄχλους ἀποστήσωσιν ἀπ’ αὐτοῦ. Τὸ δὲ εἰς τοὐναντίον περιΐστατο· μᾶλλον γὰρ προσίεσαν οἱ ὄχλοι, καὶ εἰς μυριάδας συλλεγόμενοι, καὶ οὕτως ἐφιέμενοι ἕκαστος πλησιάζειν αὐτῷ, ὥστε καὶ συμπατεῖν ἀλλήλους. Οὕτως ἄρα ἰσχυρὸν ἡ ἀλήθεια, καὶ ὁ δόλος πανταχοῦ ἀσθενής.

Ἰησοῦς οὖν ἰδὼν τὸν δόλον τῶν Φαρισαίων, καὶ ὅτι σχηματίζονται μὲν ἐρωτᾷν, τῇ δὲ ἀληθείᾳ παγιδεύουσιν, εἶπε τοῖς μαθηταῖς αὑτοῦ περὶ τῆς ὑποκρίσεως τῶν Φαρισαίων, ἐλέγχων πάντως αὐτούς, καὶ τὰς καρδίας αὐτῶν μεστὰς ὑποκρίσεως ἀπογυμνῶν.

Ζύμην δὲ καλεῖ τὴν ὑπόκρισιν ὡς ἐξώδη καὶ τῆς παλαιᾶς κακίας οὖσαν, καὶ μεταποιοῦσαν καὶ συμφθείρουσαν ἑαυτῇ τὰς τῶν ἀνθρώπων γνώμας, οἷς ἂν προσμιγείη. Οὐδὲν γὰρ οὕτως ἀλλοιοῖ τὰ ἤθη, ὡς ἡ ὑπόκρισις. Δεῖ οὖν τοὺς τῷ Χριστῷ μαθητευθέντας τὴν ὑπόκρισιν φεύγειν. Ἀλήθεια γὰρ ὢν ὁ Χριστός, προδήλως τῷ ψεύδει ἀντίκειται. Ψεύδους δὲ μεστὴ πᾶσα ὑπόκρισις, ἄλλο μὲν πλαττομένη, ἄλλο δὲ οὖσα.

Οἱ μὲν οὖν Φαρισαῖοι, φησίν, οἴονται λανθάνειν διὰ τῆς ὑποκρίσεως, τὸ χρηστόηθες αὐτοῖς περιποιούμενοι. Πλὴν οὐδὲν συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται. Πάντα γὰρ καὶ ῥήματα καὶ διανοήματα γυμνὰ παραστήσονται τῷ τελευταίῳ μὲν πάντως κριτηρίῳ, πλὴν κὰν τῷ παρόντι βίῳ πολλὰ τῶν κρυπτομένων γυμνοῦσθαι φιλεῖ· ὅσα οὖν εἴπατε ἐν τῇ σκοτίᾳ καὶ ἐν τοῖς ταμείοις, καὶ κρυφίως ἐλαλήσατε, κηρυχθήσεται ἐπὶ τῷ φωτὶ καὶ ἐπὶ τῶν δωμάτων.

Ταῦτα δὲ φαίνεται μὲν πρὸς τοὺς μαθητὰς λέγων, πρὸς δὲ τοὺς Φαρισαίους ἀποτείνεται, τὰς αὐτῶν ἐπιβουλὰς αἰνιττόμενος, καὶ μονονουχὶ τοῦτο δηλῶν αὐτοῖς, κἂν δοκῇ πρὸς τοὺς μαθητὰς ταῦτα λέγειν. Ὅτι, ὦ Φαρισαῖοι, ὅσα ἐν τῇ σκοτίᾳ, τουτέστιν ἐν ταῖς σκοτειναῖς ὑμῶν καρδίαις, ἐμελετήσατε παγιδεῦσαί με θέλοντες, ἐν τῷ φωτὶ ἀκουσθήσεται καὶ γνωσθήσεται· ἐγὼ γάρ εἰμι τὸ φῶς, καὶ οὐ δύνασθέ με λαθεῖν, ἀλλ’ ἐν ἐμοὶ τῷ φωτὶ πᾶν ὃ ἡ ὑμετέρα σκοτία βουλεύεται, διαγινώσκεται. Καὶ ὃ πρὸς τὸ οὖς ἀλλήλους συνεβουλεύσασθε, ἀκουστόν μοι γέγονεν οὕτως, ὥσπερ ἂν εἰ ἐπὶ τῶν ὑψηλῶν δωμάτων ἐκηρύχθη. Ταῦτα δὲ δύνασαι νοῆσαι, καὶ ὅτι φῶς μέν ἐστι τὸ Εὐαγγέλιον, καὶ δώματα ὑψηλά, αἱ τῶν ἀποστόλων ὑψηλαὶ ψυχαί. Ὅσα δὲ οἱ Φαρισαῖοι ἐβουλεύοντο, ἐκηρύχθησαν ὕστερον, καὶ ἠκούσθησαν ἐν τῷ φωτὶ τοῦ Εὐαγγελίου, ἐπὶ τῶν ἀποστολικῶν ψυχῶν ἱσταμένου τοῦ μεγάλου κήρυκος τοῦ Πνεύματος. «Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. Ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε. Φοβηθῆτε τὸν μετὰ τὸ ἀποκτεῖναι, ἐξουσίαν ἔχοντα ἐμβαλεῖν εἰς τὴν γέενναν. Ναὶ λέγω ὑμῖν, τοῦτον φοβηθῆτε. Οὐχὶ πέντε στρουθία πωλεῖται ἀσσαρίων δύο; Καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ Θεοῦ, ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται.

Μὴ οὖν φοβεῖσθε, πολλῶν στρουθίων διαφέρετε.» Ἐπειδὴ τῆς ὑποκρίσεως τῶν Φαρισαίων κατηγόρησεν ὁ Κύριος, καὶ ἀπέστησεν αὐτῆς τοὺς αὑτοῦ μαθητάς, καὶ ἐν τῷ μέσῳ δὲ πάλιν τοὺς Φαρισαίους ἔπληττε διὰ τοῦ λέγειν· «Ὃ εἴπατε ἐν τῇ σκοτίᾳ, ἀκουσθήσεται ἐν τῷ φωτὶ,» νῦν πρὸς τοὺς φίλους αὑτοῦ τὰ τελειότερα διαλέγεται. Τὰς γὰρ ἀκάνθας ἐξελὼν ἤδη, σπείρει τὸ ἀγαθὸν σπέρμα. Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου· τὰ γὰρ πρότερον λεγόμενα οὐ πρὸς αὐτοὺς ἦσαν, ἀλλὰ πρὸς τοὺς Φαρισαίους· ὑμῖν οὖν λέγω τοῖς φίλοις μου· οὐ πᾶσι γὰρ ἁρμόζει ὁ λόγος οὗτος, ἀλλ’ οἳ ἐξ ὅλης ψυχῆς ἠγάπησαν αὐτόν, καὶ οἳ δύνανται λέγειν·

Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; Τοῖς τοιούτοις ἁρμόζει αὕτη ἡ παραίνεσις. Μὴ φοβηθῆτε, φησίν, ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, καὶ μηδὲν τούτου πλέον βλάπτειν ἐχόντων. Εἰς γὰρ μικρὸν ἡ ἀπ’ αὐτῶν ζημία περιίσταται, σῶμα βλαπτόντων, ὃ τὸ οἰκεῖον πείσεται, κἂν αὐτοὶ μὴ βλάψωσιν.

Ἐκεῖνον δὲ ἄξιον φοβεῖσθαι τὸν οὐ μόνον σῶμα κολάζοντα, ἀλλὰ καὶ ψυχήν, τὸ ἀθάνατον χρῆμα ἀθανάτοις ὑποβάλλοντα τιμωρίαις, καὶ ταύταις ἐν πυρί, εἰς ἀνδρίαν οὖν πνευματικὴν ἀλείφει τοὺς αὐτοῦ φίλους ὁ Χριστός, μάρτυρας αὐτοὺς ἐργαζόμενος, καὶ τὸν τῶν ἀνθρώπων φόβον ἀπ’ αὐτῶν ἐκβάλλων. Ἄνθρωποι γάρ, φησί, μέχρι τοῦ φθαρτοῦ σώματος ἐκτείνουσι τὰς ὀργάς, καὶ πέρας αὐτῶν τῆς καθ’ ἡμῶν ἐπιβουλῆς ὁ τῆς σαρκὸς θάνατος· Θεοῦ δὲ κολάζοντος, οὐ μέχρι μόνης σαρκὸς ἡ ζημία στήσεται, ἀλλὰ καὶ αὐτὴ συνυπάγεται ταῖς αἰκίαις ἡ ἀθλία ψυχή. Σημείωσαι δὲ ἐντεῦθεν, ὅτι τοῖς ἁμαρτωλοῖς ὁ θάνατος πρὸς τιμωρίαν ἐπάγεται, κἀνταῦθα κολαζομένοις διὰ τοῦ ἀποκτείνεσθαι, κἀκεῖσε μετὰ ταῦτα εἰς γέενναν ἐμβαλλομένοις.

Ἐξετάζων δὲ τὴν λέξιν, καί τι ἕτερον ἐννοήσεις. Ὅρα γὰρ ὅτι οὐκ εἶπε· Φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι βάλλοντα εἰς τὴν γέενναν, ἀλλ’, ἐξουσίαν ἔχοντα βαλεῖν. Οὐ γὰρ πάντως οἱ ἀποθνήσκοντες ἁμαρτωλοὶ βάλλονται εἰς τὴν γέενναν, ἀλλ’ ἐν τῇ ἐξουσίᾳ κεῖται τοῦτο τοῦ Θεοῦ, ὥστε καὶ τὸ συγχωρεῖν.

Τοῦτο δὲ λέγω διὰ τὰς ἐπὶ τοῖς κεκοιμημένοις γενομένας προσφορὰς καὶ τὰς διαδόσεις, αἳ οὐ μικρὰ συντελοῦσι τοῖς καὶ ἐν ἁμαρτίαις βαρείαις ἀποθανοῦσιν. Οὐ πάντως οὖν μετὰ τὸ ἀποκτεῖναι βάλλει εἰς τὴν γέενναν, ἀλλ’ ἐξουσίαν ἔχει βαλεῖν. Μὴ τοίνυν ἐλλείψωμεν ἡμεῖς, σπουδάζοντες δι’ ἐλεημοσυνῶν καὶ πρεσβειῶν ἐξιλεοῦσθαι τὸν ἐξουσίαν μὲν ἔχοντα βαλεῖν, οὐ πάντως καὶ τῇ ἐξουσίᾳ ταύτῃ χρώμενον, ἀλλὰ καὶ συγχωρεῖν δυνάμενον. Ἐπεὶ δὲ πολλοὶ τὸν ὑπὲρ τῆς ἀληθείας θάνατον ἐγκατάλειψιν οἴονται Θεοῦ· Μὴ τοῦτο, φησίν, ὑμεῖς οἰηθῆτε. Οὐ γὰρ ὡς ἐγκαταλιμπανόμενοι ὑπ’ ἐμοῦ, μέλλετε θνήσκειν. Εἰ γὰρ καὶ τῶν στρουθίων τῶν πωλουμένων οὐδὲν ἀνεπίληστον, πολλοῦ δεῖ ὁ ὑμέτερος θάνατος τῶν ἐμῶν φίλων γενέσθαι, ὡς μὴ προνοουμένου ὑμῶν ἐμοῦ.

Τοσαύτην γὰρ ὑμῶν ποιοῦμαι τὴν πρόνοιαν, ὥστε ἕκαστα τῶν ὑμετέρων εἰδέναι λεπτῶς, καὶ οἷον ἠριθμημένας ἔχειν τὰς τρίχας ὑμῶν· κἂν τοίνυν εἰς πειρασμὸν ἐάσω ὑμᾶς εἰσελθεῖν, χορηγήσω πάντως καὶ τὴν εἰς τὸ ὑπομεῖναι δύναμιν. Πολλάκις δὲ εἴ τινα ἀσθενῆ ἴδω, οὐδὲ ἐμπεσεῖν αὐτὸν συγχωρήσω πειρατηρίῳ. Κηδεμὼν γὰρ ὤν, καὶ πάντα εἰδώς, καὶ ἠριθμημένα ἔχων καὶ τὰ λεπτότατα. ἑκάστῳ τὸ κατ’ ἀξίαν καὶ τὸ πρόσφορον οἰκονομῶ. Ἐπιτηρήσας δὲ εὑρήσεις ἐν τῇ Γραφῇ ἀριθμούμενα πάντα τὰ ἀνδρεῖα, καὶ εἰς μέτρον ἡλικίας φθάσαντα, καὶ ἄξια ἁπλῶς θείας ἀπαριθμήσεως. Κεφαλὴν οὖν ἑκάστου τῶν πιστῶν τὴν χριστοπρεπῆ πολιτείαν νοητέον.

Τρίχας δὲ ταύτης τὰς κατὰ μέρος νεκροτέρας τοῦ σώματος πράξεις, αἳ ἀριθμοῦνται παρὰ Θεῷ, καὶ ἐν λόγῳ τίθενται. Αἱ γὰρ τοιαῦται ὑμῶν πράξεις θείας ἐπισκοπῆς ἀξιοῦνται. Νοοῦσι δέ τινες, πέντε στρουθία, τὰς πέντε αἰσθήσεις, αἳ δύο ἀσσαρίων πωλούμεναι, τουτέστι διὰ Καινῆς καὶ Παλαιᾶς Διαθήκης, ἀνεπίληστοί εἰσι παρὰ τῷ Θεῷ. Ὧν γὰρ αἱ αἰσθήσεις ῥυθμίζονται καὶ προσάγονται τῷ λόγῳ, ὥστε μὴ εἶναι ἀχρεῖαι εἰς πνευματικὴν βρῶσιν, οὗτοι ἀνεπίληστοι τῷ Κυρίῳ. «Λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσῃ ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅτ’ ἂν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς Συναγωγάς, καὶ τὰς ἀρχάς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε, πῶς ἢ τί ἀπολογήσησθε, ἢ τί εἴπητε· τὸ γὰρ ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὑτῇ τῇ ὥρᾳ, ἃ δεῖ εἰπεῖν.» Νῦν τὸ ἔπαθλον τῆς μαρτυρίας προτίθησιν. Ἐπεὶ γὰρ εἶπε. Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, καὶ προσεῖπεν, ὅτι, Καὶ αἱ τρίχες ὑμῶν ἠρίθμηνται, ἵνα μή τις εἴπῃ· Δός μοι καὶ μισθόν τινα· τί γάρ μοι μέλλει εἰ τὰς τρίχας ἔχεις ἠριθμημένας; φησί· Θέλεις καὶ μισθόν;

ἄκουε· Ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοί, ὁμολογηθήσεται ἐνώπιον τοῦ Θεοῦ. Τὸ δέ, Ὁμολογήσῃ ἐν ἐμοί, εἶπεν, ἀντὶ τοῦ, Μετὰ τῆς ἐμῆς συνεργείας, καὶ ἐν τῇ ἐμῇ δυνάμει· Ὁμολογήσω γοῦν κἀγὼ ἐν αὐτῷ, τουτέστιν, ὑπ’ αὐτοῦ συνεργούμενος. Χρῄζομεν γὰρ καὶ ἡμεῖς προηγουμένως τοῦ Θεοῦ· οὐδὲν γὰρ χωρὶς ἐκείνου δυνάμεθα· καὶ ὁ Θεὸς πάλιν χρῄζει ἡμῶν· ἐὰν γὰρ μὴ εὕρῃ ἐν ἡμῖν ἔργα ἄξια, οὐδὲ προσλαμβάνεται ἡμᾶς, ἢ γὰρ ἂν προσωπολήπτης εἵη. Ὁμολογοῦμεν οὖν ἡμεῖς ἐν αὐτῷ, τουτέστιν ἐν τῇ αὐτοῦ συνεργείᾳ. Καὶ αὐτὸς ἐν ἡμῖν, τουτέστιν ἐν τῇ ἡμῶν συνεργείᾳ. Εἰ μὴ γὰρ δώσομεν αὐτῷ ἀφορμήν, οὐδὲ ὁμολογήσει ὑπὲρ ἡμῶν. Ὁ δὲ ἀρνούμενος, οὐκ ἐν τῇ τοῦ Θεοῦ δυνάμει ἀρνεῖται.

Διὸ οὐδὲ προσέθηκε τό, ἐν ἐμοί, ἀλλ’, ὁ ἀρνησάμενός με, μήποτε δὲ καθὸ πᾶς ἅγιος ἐν τῷ Χριστῷ μένει, καὶ ὁ Χριστὸς ἐν αὐτῷ, κατὰ τοῦτο εἴρηται τό· Ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοί, τουτέστι μένων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ μένων· καὶ πᾶς ὃς ἂν ἐρῇ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ. Τοῦτ’ ἔστι, ὃς βλασφημήσει εἰς ἐμὲ τὸν φαινόμενον Υἱὸν ψιλὸν τοῦ ἀνθρώπου, καὶ ἐσθίοντα, καὶ πίνοντα, καὶ μετὰ τελωνῶν διάγοντα καὶ πορνῶν, συγγνωστός, κἂν μετανοήσῃ, κἂν μή. Οὐ γὰρ λογίζεται αὐτῷ ἁμαρτία μὴ πιστεύοντι. Τί γὰρ εἶδεν, ἵνα πιστεύσῃ; Τί δὲ μᾶλλον οὐκ εἶδεν ἄξιον δυσφημίας; Εἶδεν ἄνθρωπον, πόρναις συνδιάγοντα, καὶ βλασφημεῖ εἰς αὐτόν· οὐ λογίζεται οὖν αὐτῷ ἁμαρτία. Εἰκὸς γὰρ ἔπαθε· πῶς γὰρ Υἱὸς Θεοῦ, ὁ πόρναις συνδιάγων; Βλασφημήσει τοίνυν καὶ πλάνον ἀποκαλέσει τὸν οὕτω μὲν διάγοντα, Υἱὸν δὲ Θεοῦ ἑαυτὸν ποιοῦντα. Ὅταν δέ τις εἰς τὸ ἅγιον Πνεῦμα βλασφημῇ, ἀσύγγνωστος. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὅταν θεοσημείας βλέπων, καὶ ἔργα μεγάλα καὶ ἐξαίρετα ἀπιστῇ καὶ συκοφαντῇ, τὰς τοῦ ἁγίου Πνεύματος ἐνεργείας τῷ Βεελζεβοὺλ προσανατιθείς, τότε βλασφημῶν εἰς τὸ ἅγιον Πνεῦμα, καὶ ἐν πνεύματι πονηρῷ καὶ οὐ θείῳ τὰ σημεῖα γίνεσθαι λέγων, ἀσύγγνωστός ἐστι, καὶ οὐκ ἔσται ἀθῶος, εἰ μὴ μετανοήσει· τῷ μὲν εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου βλασφημοῦντι, οὐδὲ ἁμαρτία ἐλογίζετο, διὸ καὶ μὴ μετανοῶν συγγνωστέος.

Τῷ δὲ θείου Πνεύματος ἔργα ὁρῶντι, καὶ βλασφημοῦντι, χωρὶς μετανοίας οὐκ ἀφεθήσεται. Ἁμαρτία γὰρ μεγίστη λογισθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ τὰ ἑξῆς.

Ἐπειδὴ ἡ ἀσθένεια ἡμῶν διττή, καὶ ἣ διὰ φόβον κολάσεων ἀποφεύγομεν τὸ μαρτύριον, ἢ δι’ ἀγροικίαν, καὶ τὸ μὴ δύνασθαι δοῦναι λόγον τῆς ἐν ἡμῖν πίστεως· ἰάσατο μὲν τὸν ἐπὶ ταῖς κολάσεσι φόβον διὰ τοῦ εἰπεῖν, Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, ἰᾶται δὲ νῦν καὶ τὸν ἐπὶ τῇ ἀγροικίᾳ.

Ἐπεὶ γὰρ οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα ἐπίστευσαν, ἀλλ’ οἱ πλείους ἰδιῶται, Μὴ φοβοῦ, φησί, ὁ ἄγροικος καὶ ἰδιώτης, μηδὲ μερίμνα πῶς ἢ τί ἀπολογήσῃ τῷ τυράννῳ ἐρωτώμενος ἢ τί εἴπῃς· ἄλλον τρόπον δημηγορῶν· τὸ γὰρ ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὤρᾳ, ἃ δεῖ εἰπεῖν. Ὥστε, τίς χρεία τοῦ φροντίζειν, εἴγε ἐν αὐτῇ τῇ ὥρᾳ μέλλεις ὑπὸ τοῦ Πνεύματος διδάσκεσθαι; οὕτως οὖν ἀμφοτέρωθεν εἰς τὸ μαρτύριον ἡμᾶς ἐπαλείφει, τόν τε ἐπὶ τῇ σωματικῇ ἀσθενείᾳ φόβον, τόν τε ἐπὶ τῇ ἀγροικίᾳ ἰώμενος. «Εἶπε δέ τις αὐτῷ ἐκ τοῦ ὄχλου· Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ’ ἐμοῦ τὴν κληρονομίαν.

Ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπε, τίς με κατέστησε δικαστὴν ἢ μεριστὴν ἐφ’ ὑμᾶς; Εἶπε δὲ πρὸς αὐτούς· Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ τῆς πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτῷ.» Διδάσκων ἡμᾶς ὁ Κύριος, πῶς δεῖ καταφρονεῖν τῶν βιωτικῶν, καὶ ὅτι οὐ δεῖ περισπᾶσθαι περὶ τὰ γήϊνα, ἀποπέμπεται τὸν προσκαλούμενον αὐτὸν εἰς τὸ μερίσασθαι τὴν πατρῴαν κληρονομίαν. Διὸ καί φησι· Τίς με κατέστησε δικαστὴν ἢ μεριστὴν ἐφ’ ὑμᾶς; Ἐπειδὴ γὰρ ἐκεῖνος, καταλιπὼν αἰτεῖν τὰ χρήσιμα καὶ πρὸς ψυχικὴν σωτηρίαν συμφέροντα, περὶ γηΐνων καὶ προσκαίρων πραγμάτων μεριστὴν αὐτὸν γενέσθαι ᾐτεῖτο, τούτου χάριν ὡς ὀχληρὸν καὶ οὐδὲν ἐθέλοντα μαθεῖν τῶν δεόντων ἀποπέμπεται, καὶ τοῦτο πράως ποιῶν καὶ οὐκ ἐπιπληκτικῶς. Πείθει δὲ πάντως διὰ τούτου πάντας τοὺς καὶ τότε καὶ νῦν ἀκούοντας παντὸς μὲν ἀμελεῖν προσκαίρου καὶ γηΐνου πράγματος, μὴ φιλονεικοῦντας ἀδελφοῖς, εἴκοντας δὲ μᾶλλον αὐτοῖς, κἂν βούλωνται πλεονεκτεῖν. Ἀπὸ γὰρ τοῦ αἴροντος, φησί, τὰ σὰ μὴ ἀπαίτει, ζητοῦντας ὅσα πέρ ἐστι χρήσιμα καὶ ἀναγκαῖα πρὸς σωτηρίαν ψυχῆς. Διὸ καὶ ἐπήγαγε λέγων· Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ τῆς πλεονεξίας, ὡς βόθρον τινὰ διαβολικὸν παραινῶν ἡμῖν ταύτην ἀποφεύγειν. Πρὸς τίνας δὲ τοῦτο εἶπε, Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ τῆς πλεονεξίας;

Πρὸς τοὺς δύο τούτους ἀδελφούς· ἐπεὶ γὰρ περὶ κληρονομίας ἦν αὐτοῖς ἡ ἀμφιβολία, εἰκὸς δὲ ἦν τῶν δύο τούτων τὸν ἕνα ἀδικεῖν τὸν ἕτερον, διὰ τοῦτο περὶ πλεονεξίας αὐτοῖς διαλέγεται. Μέγα γὰρ τοῦτο κακόν· διὸ καὶ Παῦλος, εἰδωλολατρείαν τοῦτο καλεῖ, τάχα ὡς μόνοις πρέπον τοῖς μὴ εἰδόσι Θεόν· ἢ ὅπερ καὶ ἀληθέστερον, ἐπεὶ τὰ εἴδωλα τῶν ἐθνῶν, ἀργύριον καὶ χρυσίον. Ὅμοιος τοῖς εἰδωλολάτραις ὁ τιμῶν τὸ ἀργύριον καὶ τὸ χρυσίον· τὴν γὰρ αὐτὴν ὕλην προσκυνοῦσι καὶ περιέπουσιν ἀμφότεροι. Δεῖ οὖν φεύγειν τὸ περιττόν. Διατί; Διότι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστι, τουτέστιν, οὐ συνεκτείνεται τὸ τῆς ζωῆς μέτρον τῇ περιουσίᾳ· οὐ γὰρ δὴ ὁ ἔχων πολλά, ἤδη που καὶ ἐς μακρὸν ζήσεται, οὐδὲ ἀκολουθεῖ τῷ πλήθει τοῦ πλούτου ἡ μακροζωΐα.

Τοῦτο δὲ λέγει ὁ Κύριος, ἀνατρέπων τοὺς τῶν φιλοπλούτων λογισμούς· ἐπειδὴ γὰρ οἱ φιλόπλουτοι δοκοῦσιν ὡς φιλόζωοι περιέπειν τὸν πλοῦτον, καὶ ὡς ἐπὶ μακρὸν μέλλοντες βιώσεσθαι, πανταχόθεν συνάγειν, φησίν· Ἄθλιε καὶ ταλαίπωρε, μὴ γὰρ ἐκ τοῦ ἔχειν πολλὰ προσγενήσεταί σοι καὶ τὸ μακρόβιον; τί τοίνυν κακοπαθεῖς προδήλως ὑπὲρ τῆς ἀδήλου ἀναπαύσεως; Ἄδηλον μὲν γάρ, εἴγε φθάσεις εἰς γῆρας, οὗ εἵνεκα θησαυρίζεις. Πρόδηλον δὲ ὅτι νῦν δαπανᾷ περὶ τὸν πορισμὸν τῶν χρημάτων. «Εἶπε δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα, καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; Καὶ εἶπε· Τοῦτο ποιήσω, καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γεννήματά μου, καὶ τὰ ἀγαθά μου, καὶ ἐρῶ τῇ ψυχῇ μου·

Τυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά, ἀναπαύου, φάγε, πίε, εὐφραίνου. Εἶπε δὲ αὐτῷ ὁ Θεός· Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; Οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν.» Εἰπὼν ὅτι οὐ τῇ περισσείᾳ τῶν χρημάτων καὶ ἡ τοῦ ἀνθρώπου ζωὴ συμπαρεκτείνεται, πρὸς βεβαίωσιν τούτου ἐπιφέρει καὶ παραβολήν. Καὶ ὅρα πῶς ὑπογράφει ἡμῖν ἀνοήτου πλουσίου ἀπλήστους λογισμούς.

Ὁ μὲν γὰρ Θεὸς τὰ ἑαυτοῦ ἐποίει, καὶ τὴν οἰκείαν εὐσπλαγχνίαν ἐπεδείκνυτο· οὐ γὰρ ἓν γήδιον τοῦ πλουσίου, ἀλλ’ ὅλη ἡ χώρα εὐφόρησεν. Ὁ δὲ οὕτως ἦν ἄκαρπος περὶ τὴν εὐσπλαγχνίαν, ὥστε πρὶν ἢ λαβεῖν, συνεῖχεν. Ὅρα δὲ καὶ τὰς τοῦ πλουσίου ἡδονάς, Τί ποιήσω; Τοιαύτας φωνὰς οὐχὶ καὶ ὁ πένης λέγει, τί ποιήσω, ὅτι οὐκ ἔχω πῶς τραφήσομαι, πῶς ἐνδύσομαι; Ἴδε μοι καὶ τὰς τοῦ πλουσίου φωνάς· Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; Καλή γε ἀνάπαυσις. Εἴγε καὶ ὁ πένης φησί· Τί ποιήσω, ὅτι οὐκ ἔχω; καὶ ὁ πλούσιος, Τί ποιήσω, ὅτι οὐκ ἔχω; τί τοίνυν συνάγομεν ἐκ τοῦ πλείω συνάγειν; ἀνάπαυσιν μὲν γὰρ οὐ κερδαίνομεν.

Καὶ δῆλον ἀπὸ τῶν φροντίδων, ἁμαρτιῶν δὲ μόνον πλῆθος ἑαυτοῖς ἐπισωρεύομεν. Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω. Ἐὰν δὲ πλέον εὐφορήσῃ εἰς τὸ μέλλον ἡ χώρα, πάλιν καθαιρήσεις, καὶ πάλιν οἰκοδομήσεις· καὶ τίς χρεία καθαιρεῖν καὶ οἰκοδομεῖν; Ἔχεις ἀποθήκας τῶν πτωχῶν τὰς γαστέρας, πολλὰ δυναμένας χωρεῖν, καὶ ἀκαταλύτους καὶ ἀφθάρτους· οὐράνιοι γάρ εἰσι καὶ θεῖαι, εἴπερ ὁ τρέφων πένητα, Θεὸν τρέφει. Ὅρα δὲ καὶ ἕτερον ἀνόητον. Τὰ γεννήματά μου, καὶ τὰ ἀγαθά μου. Οὐ γὰρ ἐνόμιζε ταῦτα ἔχειν ἐκ Θεοῦ, ἢ γὰρ ἄν, ὡς Θεοῦ οἰκονόμος, περὶ ταῦτα διέκειτο. Ἀλλ’ οἰκείων πόνων γεννήματα ταῦτα ᾤετο, διὸ καὶ ἑαυτῷ ταῦτα σφετεριζόμενος, Τὰ γεννήματά μου καὶ τὰ ἀγαθά μου, ἔλεγεν· οὐδένα γάρ, φησίν, ἔχω κοινωνόν, οὐδένα μεριστὴν ποιοῦμαι, οὐ τοῦ Θεοῦ εἰσιν, ἀλλ’ ἐμά, μόνος οὖν ἀπολαύσω· οὐ τὸν Θεὸν προσλήψομαι εἰς τὴν τούτων ἀπόλαυσιν. Ἐπεὶ δὲ ταῦτα αὐτοῦ ἀνόητα, ἴδωμεν καὶ τὰ ἑξῆς. Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά. Μῆκος ἑαυτῷ ὁρίζει ζωῆς, ὥσπερ καὶ τοῦτο ἐκ γῆς γεωργήσας· μὴ γὰρ καὶ τοῦτο γέννημα σόν, μὴ γὰρ καὶ τοῦτο ἀγαθὸν σόν.

Φάγε, πίε, εὐφραίνου. Εὖγε τῶν ἀγαθῶν τῆς ψυχῆς· τὸ γὰρ φαγεῖν καὶ τὸ πιεῖν, ἀλόγου ψυχῆς ἀγαθόν· τοιαύτην οὖν ἔχων καὶ αὐτὸς ψυχήν, εἰκότως αὐτῇ ταῦτα προσανατίθης. Λογικῆς δὲ ψυχῆς ἀγαθόν, νοῆσαι, λογίσασθαι, εὐφρανθῆναι νόμῳ Θεοῦ καὶ διανοήμασιν ἀγαθοῖς. Οὐκ ἀρκεῖ δέ σοι τὸ φαγεῖν καὶ πιεῖν, ὦ ἄφρον, ἀλλὰ καὶ τὴν ἐπακολουθοῦσαν τούτοις αἰσχίστην καὶ μυσαρὰν ἡδονὴν ἐπιτάττεις τῇ ψυχῇ; Εὐφήμως γὰρ ὁ Κύριος διὰ τοῦ, Εὐφραίνου, τὰ ἀσελγέστατα πάθη ἐδήλωσεν, ἃ τῇ πλησμονῇ τῶν βρωμάτων καὶ πομάτων παρέπεται. Εἶπε δὲ αὐτῷ ὁ Θεός· Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ. Οὐχ ὡς τοῦ Θεοῦ τῷ πλουσίῳ ὁμιλήσαντος λέγεται τό, Εἶπε δὲ αὐτῷ ὁ Θεός, ἀλλὰ τοιοῦτόν τι λέγει, ὅτι ταῦτα δὲ αὐτοῦ ἐνθυμουμένου, εἶπεν ὁ Θεὸς (πλάττεται γὰρ ταῦτα ἡ παραβολή)·

Ἄφρον. Ἄφρονα μὲν οὖν αὐτὸν ὀνομάζει, ὡς πάντη ἀνόητα βουλευσάμενον, καθὰ δὴ ἀπεδείξαμεν. Ἄφρων γὰρ καὶ μάταιος πᾶς τοιοῦτος, καθὰ καὶ Δαυῒδ λέγει· Μάτην πᾶς ἄνθρωπος· καὶ ἡ αἰτία, θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά· πῶς γὰρ οὐκ ἄφρων, ὁ μὴ γνοὺς ὅτι ζωῆς μέτρα παρὰ μόνῳ τῷ Θεῷ, καὶ οὐκ αὐτός τις ἕκαστος ἑαυτῷ ὁριστὴς τῆς ζωῆς, Ὅρα δὲ καὶ τὴν λέξιν τοῦ, Ἀπαιτοῦσιν. Ὥσπερ γάρ τινες ἀπηνεῖς φορολόγοι, φοβεροὶ ἄγγελοι τὴν ψυχήν σου ἀπαιτοῦσιν ἄκοντος, οἷα διὰ φιλοζωΐαν ἀντιποιουμένου τῶν ἐνταῦθα· ὁ μὲν γὰρ δίκαιος οὐκ ἀπαιτεῖται τὴν ψυχήν, ἀλλὰ παρατίθεται ταύτην τῷ Θεῷ καὶ Πατρὶ τῶν πνευμάτων, χαίρων καὶ ἀγαλλόμενος, καὶ οὐδὲ δυσφορεῖ περὶ τὴν ἀπόθεσιν· ἐλαφρὸν γὰρ φορτίον τὸ σῶμα περίκειται· ὁ δέ γε ἁμαρτωλὸς κατασαρκώσας τὴν ψυχήν, καὶ προσσωματοποιώσας αὐτήν, καὶ γῆν ποιήσας, δυσαποσπάστως αὑτὴν ἔχειν παρεσκεύασε, διὸ καὶ ἀπαιτεῖσθαι ταύτην λέγεται, ὥσπερ τις χρεώστης ἀπειθὴς πράκτορσιν ἀπηνέσι παραδιδόμενος. Ὅρα δὲ πῶς οὐκ εἶπεν· Ἀπαιτῶ τὴν ψυχήν σου, ἀλλ’, Ἀπαιτοῦσι· τῶν δικαίων γὰρ αἱ ψυχαὶ ἐν χειρὶ Θεοῦ. Τῷ ὄντι οὖν ἐν νυκτὶ ἀπαιτεῖται τὴν ψυχὴν ὁ τοιοῦτος.

Οὐ γὰρ ἔχει φῶς θείας ἐπιγνώσεως ἐπιλάμπον αὐτῷ, ἀλλ’ ἐν νυκτὶ τῆς φιλοπλουτίας ὤν, καὶ ὑπὸ ταύτης ἐσκοτισμένος, θανάτῳ καταλαμβάνεται· οὕτως ἄρα ὁ θησαυρίζων ἑαυτῷ, ἄφρων δηλαδὴ καλούμενος, καὶ μὴ περαίνων τὰς αὑτοῦ βουλάς, ἀλλ’ ἐν αὐτῷ τῷ καιρῷ τῆς βουλῆς ἐκτεμνόμενος ὅλως τοῦ βίου.

Εἰ δέ γε τοῖς πένησι καὶ τῷ Θεῷ ἐθησαύριζεν, οὐκ ἂν εἶχον οὕτως· σπουδάσωμεν οὖν εἰς Θεὸν πλουτεῖν, τουτέστιν, ἐπ’ ἐκείνῳ πεποιθέναι, καὶ ἐκεῖνον ἡμέτερον ἔχειν πλοῦτον, καὶ τοῦ πλούτου ταμείαν, καὶ μὴ λέγειν ὅτι τὰ ἀγαθά μου, ἀλλά, τὰ ἀγαθὰ τοῦ Θεοῦ· εἰ δὲ Θεοῦ εἰσιν ἀγαθά, μὴ ἀποστερώμεθα τὸν Θεὸν τῶν ἀγαθῶν αὐτοῦ· τοῦτο ἔστι τὸ εἰς Θεὸν πλουτεῖν, τὸ πιστεύειν ὅτι ἐὰν πάντα δώσω καὶ κενώσω, οὐδέν μοι τῶν ἀναγκαίων ἐπιλείψει· ταμεῖον γάρ μοι τῶν ἀγαθῶν ἐστιν ὁ Θεός· ἀνοίγω καὶ αἵρω τὰ χρειώδη. «Εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Διὰ τοῦτο ὑμῖν λέγω, μὴ μεριμνᾶτε τῇ ψυχῇ τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε. Ἡ γὰρ ψυχὴ πλείων ἐστὶ τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος· κατανοήσατε τοὺς κόρακας ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστι ταμεῖον, οὐδὲ ἀποθήκη, καὶ ὁ Θεὸς τρέφει αὐτούς. Πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν; Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; Εἰ οὖν οὔτε ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶ μεριμνᾶτε;» Κατὰ μικρὸν ἐπὶ τὰ τελεώτερα προάγει τὴν διδασκαλίαν ὁ Κύριος. Ὅρα γὰρ τὴν τάξιν.

Ἐδίδαξε φυλάσσεσθαι ἀπὸ τῆς πλεονεξίας, καὶ προσέθηκε παραβολήν, τὴν περὶ τοῦ πλουσίου, διὰ ταύτης δεικνύς, ὅτι ἄφρων ὁ τοῦ πλείονος ὀρεγόμενος. Εἶτα προκόπτων τῷ λόγῳ, οὐδὲ περὶ τῶν ἀναγκαίων ἡμᾶς μεριμνᾷν ἐᾷ. Ὥσπερ οὖν ὁ διάβολος ἀπὸ τῶν μικρῶν ἀρχόμενος περιπίπτειν ἡμᾶς τοῖς μείζωσι ποιεῖ (διὸ καὶ μυρμηκολέων ὠνόμασται παρὰ τῷ Ἰὼβ), οὕτως ἐκ τοῦ ἐναντίου ὁ Κύριος ἀναλύων αὐτοῦ τὰ ἔργα, πρότερον τὰ μεγάλα ἁμαρτήματα φεύγει, εἶτα καὶ τὰς ἀρχὰς τούτων ὑποδείκνυσι.

Τὴν οὖν πλεονεξίαν ὑποδείξας ἡμῖν φυλάττεσθαι, ἔρχεται καὶ ἐπὶ τὴν ῥίζαν ταύτης, ἵνα καὶ ταύτην ὑποτέμῃ, φημὶ δὴ τὴν μέριμναν, καί φησι· Διὰ τοῦτο λέγω ὑμῖν, ἐπειδή, φησίν, ἄφρων ἐστὶν ὁ πλείονα ζωῆς μέτρα ἑαυτῷ διαγράφων, καὶ ἀπατώμενος τοῦ πλείονος ἐντεῦθεν ὀρέγεσθαι, οἷος ἦν ὁ πλούσιος, διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνήσετε τῇ ψυχῇ ὑμῶν τί φάγητε, οὐχ ὡς τῆς νοερᾶς ψυχῆς ἐσθιούσης, ἀλλ’ ἐπεὶ δοκεῖ ἡ ψυχὴ μὴ ἄλλως ἀνέχεσθαι τῷ σώματι συνδεδέσθαι, εἰ μὴ τρεφομένων ἡμῶν· διὰ τοῦτο οὕτως εἶπεν. Ἄλλως τε· τὸ μὲν σῶμα καὶ νεκρὸν ἐνδύεται, οὐ τρέφεται δέ. Ἐπεὶ οὖν τοῦ ἐμψύχου τὸ τρέφεσθαι, εἰκότως ἀνέθηκε τῇ ψυχῇ τὸ τρέφεσθαι. Ἣ οὐχὶ καὶ ἡ θρεπτικὴ δύναμις ψυχὴ λέγεται; Μὴ μεριμνήσητε οὖν τῷ θρεπτικῷ μέρει τῆς ἀλόγου ψυχῆς, τί φάγητε, μηδὲ τῷ σώματι, τί ἐνδύσησθε. Εἶτα ἐπιφέρει λογισμόν· ὁ γὰρ τὸ μεῖζον δούς, τὴν ψυχήν, οὐ δώσει καὶ τὴν τροφήν; Ὁ τὸ σῶμα δούς, οὐχὶ καὶ τὸ ἔνδυμα δώσει; Εἶτα ἀπὸ παραδείγματος τῶν κοράκων, ὡς ἂν ἐνθρέψῃ ἡμᾶς, τὰ πετεινὰ εἰς μέσον ἄγει. Ἠδύνατο μὲν γὰρ ἁγίους προφήτας παραγαγεῖν, οἷον τὸν Ἠλίαν καὶ τὸν Μωϋσῆν, ἀλλὰ πρὸς πλείω δυσωπίαν τὰ πετεινὰ φέρει.

Εἶτα καὶ ἕτερον λογισμὸν ἐπιφέρει. Εἰπέ μοι, τί μεριμνῶν κερδαίνεις; Προστίθης τῇ ἡλικίᾳ σου κἂν τὸ ἐλάχιστον; Οὐχί, μᾶλλον μὲν οὖν ὑφαιρεῖς τῶν σαρκῶν· τηκεδὼν γὰρ ἡ μέριμνα. Εἰ τοίνυν τὸ ἐλάχιστον οὐ δύνασαι προσθῆναι, τί περὶ τῶν λοιπῶν μεριμνᾷς;

Πρόδηλον γὰρ ὅτι, ὥσπερ τὴν αὔξησιν ὁ Θεὸς δίδωσιν, οὕτω καὶ τἆλλα δώσει. «Κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ. οὐδὲ νήθει. Λέγω ὑμῖν, ὅτι οὐδὲ Σολομῶν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. Εἰ δὲ τὸν χόρτον ἐν τῷ ἀγρῷ σήμερον ὄντα, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσι, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε ἢ καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε. Ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ. Ὑμῶν δὲ ὁ Πατὴρ οἶδεν, ὅτι χρῄζετε τούτων· πλὴν ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.» Καὶ τὸ τῶν κρίνων ὑπόδειγμα, πρὸς τὸ ἐντρέψαι ἡμᾶς πλεῖον ἔθηκεν· εἰ γὰρ ταῦτα οὕτως ἀμφιέννυσιν ὁ Θεός, ὡς μηδὲ τὴν τοῦ Σολομῶντος δόξαν ἰσχύσαι περιβαλέσθαι ποτὲ ὡς ἓν τούτων, καὶ ταῦτα τοῦ κάλλους τῶν κρίνων μὴ ἀναγκαίου ὄντος, πόσῳ μᾶλλον ἡμᾶς, τὸ τίμιον πλάσμα, οὐκ ἀμφιέσει, καὶ ταῦτα ἀναγκαίου ὄντος τῷ σώματι ἡμῶν τοῦ ἐνδύματος; Τί οὖν, φησί, κελεύεις ἡμᾶς μὴ γεωργεῖν;

Οὐκ εἶπε· Μὴ γεωργεῖτε, ἀλλά, Μὴ μεριμνᾶτε. Ἐργάζεσθαι μὲν γὰρ οὐ κωλύω, μεριμνᾷν δέ, ὅπερ ἔστι τὴν ἐλπίδα ἔχειν ἐν ἑαυτοῖς, τοῦτο ἀπαγορεύω. Ὡς ὅγε ἐργαζόμενος μέν, ἐλπίζων δὲ εἰς Θεόν, οὕτως ἀμερίμνως διάγει. Ὅτι γὰρ τὴν μέριμναν ὡς ἀπάγουσαν Θεοῦ ἐκκόπτει, δῆλον. Φησὶ γάρ· Μὴ ζητεῖτε τί φάγητε, ἢ τί πίητε, καὶ μὴ μετεωρίζεσθε. Μετεωρισμὸν γὰρ πάντως οὐδὲν ἄλλο λέγει, ἢ τὸν περισπασμόν, καὶ τοῦ λογισμοῦ τὴν ἄστατον περιφοράν, ἄλλοτε ἄλλο ἐνθυμουμένου, καὶ ἀπὸ τούτου πηδῶντος ἐπ’ ἐκεῖνο, καὶ ἀεὶ τὰ ὑψηλότερα φανταζομένου· οὐχὶ τοῦτό ἐστιν ὁ μετεωρισμός; Ὡς οὖν ἀπάγουσαν ἡμᾶς τοῦ Θεοῦ τὴν τοιαύτην μέριμναν, ἤτοι τὸν μετεωρισμόν, ἀπαγορεύει ὁ Κύριος, εἰπών, ὅτι Ταῦτα πάντα τὰ ἔθνη ἐπιζητεῖ. Οὐ γὰρ μέχρι τῶν ἀναγκαίων ἡ μέριμνα ἵσταται, ἀλλ’ ὅπερ εἶπον, ἀεὶ τὰ ὑψηλότερα ζητεῖ· διὸ καὶ μετεωρισμὸς λέγεται, οἷόν τί φημι· Οὐκ ἔχομεν ἄρτον, μεριμνῶμεν πόθεν ἔξωμεν, καὶ οὐκ ἄχρι τούτου ἱστάμεθα, ἀλλὰ καὶ ὁποῖον στέαρ πυροῦ· εἶτα καὶ οἶνον, καὶ τοῦτον ἀνθοσμίαν, καὶ ὅψον πρὸς τούτοις. Καὶ τοῦτο ἀτταγῆνος ἢ φασιανοῦ. Ὁρᾷς τὴν μέριμναν, καὶ τὸν μετεωρισμόν; Διὰ τοῦτο ὁ Κύριος παντελῶς ταύτην ἀποκόπτει· οἱ ἐθνικοὶ γὰρ ταῦτα ζητοῦσιν. Εἶτα καὶ ἕτερον ἐπάγει λογισμόν, ὅτι ὁ Πατὴρ ἡμῶν οἶδεν ὅτι χρῄζετε, καὶ οὐχ ἕνα λογισμόν, ἀλλὰ καὶ πλείους.

Πατὴρ γάρ ἐστι, φησί, καὶ εἰ Πατήρ, πῶς οὐ δώσει, Ἀλλὰ καὶ οἶδε, μὴ γὰρ ἀγνοεῖ, ἀλλὰ καὶ χρῄζετε, μὴ γὰρ περιττά ἐστιν, ἀλλὰ χρειώδη. Εἰ οὖν καὶ Πατήρ, καὶ ὑμεῖς χρῄζετε, καὶ οἶδεν ἐκεῖνος, πῶς οὐ δώσει; Ζητεῖτε οὖν τὴν βασιλείαν τοῦ Θεοῦ προηγουμένως, καὶ τὴν περὶ τὰ βιωτικὰ μέριμναν ἀποποιήσασθε, ὡς ἐκκόπτουσαν ἡμᾶς ἀπὸ τούτου. Καὶ τότε ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ὁρᾷς Θεόν; εἰ ζητεῖς τὰ μικρά, οὐκ ἀρεστὸν αὐτῷ ποιεῖς· καταισχύνεις γὰρ τὸ αὐτοῦ μεγαλόδωρον. Εἰ ζητεῖς τὰ μεγάλα, ἐκεῖνά τε λήψῃ, καὶ πρός γε προσθήκην ἕξεις καὶ τὰ μικρά· εἰ γὰρ ἴδοι σε ἀσχολούμενον περὶ τὴν βασιλείαν αὐτοῦ, ἀναγκαῖον πάντως, ὅτι προνοήσεταί σου ἐν τοῖς σοῖς. Ἣ οὐχὶ καὶ ἡμεῖς ἐν ταῖς οἰκείαις οὕτω ποιοῦμεν, μᾶλλον ἐκείνων φροντίζοντες τῶν ὅλους ἑαυτοὺς ἐπιδεδωκότων τῇ ἡμετέρᾳ θεραπείᾳ, καὶ τούτων προνοούμενοι, ὡς μὴ προνοουμένων αὐτῶν; οὐ πολλῷ οὖν μᾶλλον ὁ Κύριος; Ἐκκόπτει τοίνυν τὴν περὶ τῶν βιωτικῶν μέριμναν ὁ Κύριος, ἵνα πείσῃ ἡμᾶς ζητεῖν τὴν βασιλείαν αὐτοῦ· μεριμνῶσι γὰρ τοῦτο οὐκ ἔνεστιν. Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ Πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. «

Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει, οὐδὲ σὴς διαφθείρει· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.» Μικρὸν ποίμνιον ὀνομάζει τοὺς αὐτῷ μαθητεύειν θέλοντας ὁ Κύριος, ἢ διότι ἐν τῷ κόσμῳ τούτῳ οἱ ἅγιοι μικροὶ καὶ ἐλάχιστοι διὰ τὴν ἑκούσιον ἀκτημοσύνην καὶ ἀχρηματοσύνην, ἢ διὰ τὸ ἡττᾶσθαι τῆς τῶν ἀγγέλων πληθύος ἀμετρήτου οὔσης, καὶ ἀσυγκρίτως ὑπερεχούσης τὰ καθ’ ἡμᾶς· ὅτι γὰρ πλείους οἱ ἄγγελοι, δῆλον ἐκ τῆς παραβολῆς, ἣν εἶπεν ὁ Κύριος· ὅτι χαίρει ὁ ποιμὴν ἐπὶ τῷ ἑνὶ πλανηθέντι καὶ εὑρεθέντι, ἢ ἐπὶ τοῖς ἐννενηκονταεννέα τοῖς μὴ πεπλανημένοις· ἔδειξε γὰρ ἐντεῦθεν, ὅτι ὥσπερ τὸ ἓν πρὸς τὰ ἐννενηκονταεννέα, οὕτω καὶ ἡ ἀνθρωπίνη φύσις πρὸς τὴν ἀγγελικήν. Μὴ φοβοῦ, φησί, ὦ μικρὸν ποίμνιον, ἀντὶ τοῦ, Μὴ ἀπιστήσῃς, ὅτι προνοήσεταί σου ὁ Θεός, κἂν μὴ σὺ μεριμνᾷς. Διὰ τί; Διότι εὐδόκησεν ὁ Πατὴρ δοῦναι ὑμῖν τὴν βασιλείαν. Ἐπεὶ οὖν τὴν βασιλείαν δίδωσι, πολλῷ μᾶλλον τὰ τῆς γῆς. Μὴ τοίνυν ἀπίστει, ὅτι ἐὰν ἀκτημοσύνην ἐπιτηδεύσῃ, οὐχ ἕξεις τὸν προνοησόμενόν σου, ἀλλὰ πώλησον τὰ ὑπάρχοντα, καὶ δὸς ἐλεημοσύνην, καὶ ποίησον θησαυρὸν ἀνέκλειπτον.

Εἶτα πείθει ἡμᾶς καὶ ἀπὸ λογισμῶν ἀναντιῤῥήτων. Ἐνταῦθα μὲν γάρ, φησί, σὴς διαφθείρει, ἐν οὐρανοῖς δὲ οὐ τοῦτο. Οὐκ ἆρα οὖν ἀνόητον τὸ θησαυρίζειν ἐν τόπῳ, ἐν ᾧ διαφθορά; Εἶτα ἐπειδὴ τὸν χρυσὸν οὐ διαφθείρει σής, εἶπε καὶ τό, Ὅπου κλέπτης οὐκ ἐγγίζει.

Σὴς μὲν γὰρ οὐ διαφθείρει χρυσόν, ἀλλὰ κλέπτης συλᾷ. Εἶτα ἐπειδὴ οὐ πάντες κλέπτονται, προστίθησι τὸν μείζω πάντη καὶ ἀναντίῤῥητον λογισμόν. Ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται. Ἔστω γάρ, φησίν, ὅτι οὔτε σὴς διαφθείρει, οὔτε κλέπτης ἐγγίζει, αὐτὸ τοῦτο τὸ ἔχειν τὴν καρδίαν προσηλωμένην τῷ κατορωρυγμένῳ θησαυρῷ, καὶ τὸ θεῖον χρῆμα τῆς ψυχῆς τῇ γῇ ἐμβαλεῖν, πόσης ἄξιον τιμωρίας; Μᾶλλον δὲ πῶς οὐ μεγίστη τιμωρία τῷ γε νοῦν ἔχοντι; Ὅπου ὁ θησαυρός σου, ἐκεῖ καὶ ἡ καρδία σου· εἰ ἐν τῇ γῇ, καὶ αὕτη, εἰ ἐν τῷ οὐρανῷ ἐκεῖνος, ἄνω καὶ αὕτη. Τίς οὖν οὐκ ἂν ἕλοιτο εἶναι ἄνω καὶ μὴ ὑπὸ γῆν; ἄγγελος εἶναι καὶ μὴ ἀσπάλαξ ὑπὸ γῆν ἀεὶ ἐν τοῖς ὀρύγμασι διαιτώμενος «Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι, καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσει ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος, εὐθέως ἀνοίξωσιν αὐτῷ· μακάριοι οἱ δοῦλοι ἐκεῖνοι οὒς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας. Ἀμὴν λέγω ὑμῖν, ὅτι περιζώσεται, καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ φυλακῇ, καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι. Τοῦτο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἄν, καὶ οὐκ ἂν ἀφῆκε διορυγῆναι τὸν οἶκον αὐτοῦ.

Καὶ ὑμεῖς οὖν γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.» Ἀπέριττον ποιήσας τὸν μαθητὴν αὐτοῦ ὁ Κύριος, καὶ γυμνώσας αὐτὸν πάσης βιωτικῆς μερίμνης καὶ μετεωρισμοῦ, καὶ κοῦφον ἀπεργασάμενος, ἤδη καὶ ὑπηρέτην αὐτὸν ποιεῖ. Δεῖ γὰρ τὸν ὑπηρετεῖν θέλοντα, κοῦφον εἶναι καὶ εὐθαλῆ, διό φησιν· Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, ὅπερ ἔστιν, Ἕτοιμοι πάντοτε φαίνεσθε πρὸς τὰ ἔργα τοῦ Δεσπότου ὑμῶν. Καὶ οἱ λύχνοι καιόμενοι· ὅπερ ἔστι, Μὴ ἐν σκότει καὶ ἀκρισίᾳ διάγετε, ἀλλ’ ἔστω ὑμῶν τὸ τοῦ λόγου φῶς, πάντα ὑποδεικνύον τὰ πρακτέα καὶ μὴ πρακτέα.

Ἔστιν οὖν νὺξ ὁ κόσμος οὖτος. Ἐζωσμένοι δὲ τὰς ὀσφύας, οἱ τὴν πρακτικὴν μετιόντες. Τοιοῦτον γὰρ τὸ σχῆμα τῶν ἐργατικῶν, οἷς δεῖ καὶ τοὺς λύχνους προσεῖναι καιομένους. Δεῖ γὰρ τῇ πρακτικῇ προσεῖναι καὶ τὸ τῆς διακρίσεως χάρισμα, ἵν’ ἔχοι διαγινώσκειν ὁ πρακτικός, οὐ μόνον τί χρὴ ποιεῖν, ἀλλὰ καὶ τὸ πῶς. Πολλοὶ μὲν γὰρ τὸ καλὸν ἐποίησαν, οὐ καλῶς δέ· οἱ τοιοῦτοι οὖν τὰς μὲν ὀσφύας ἦσαν περιεζωσμένοι· ἔπραττον γάρ, τοὺς δὲ λύχνους οὐκ εἶχον καιομένους, τουτέστιν, οὐκ εἶχον τὴν ἐκ τοῦ λόγου διάκρισιν, ἀλλ’ ἢ εἰς τύφον ἐνέπεσον, ἢ εἰς ἄλλον ἀπονοίας κρημνόν. Νοήσεις δὲ καὶ τοῦτο, ὅτι πρῶτον αἱ ὀσφύες ἡμῶν περιζώννυνται, εἶτα οἱ λύχνοι καίονται. Πρῶτον γὰρ πρᾶξις, εἶτα θεωρία, ἤτις ἐστὶ τοῦ νοῦ ἔλλαμψις. Λύχνος γὰρ ὁ νοῦς ἡμῶν, ὃς ὅταν ἔχῃ τὸ φῶς τοῦ Θεοῦ ἐν αὐτῷ λάμπον, τότε λέγεται καίεσθαι· σπουδάσωμεν οὖν ἀρετὴν ἀσκεῖν, ἵνα τοὺς δύο λύχνους ἡμῶν καιομένους ἔχωμεν, τόν τε ἐνδιάθετον λόγον, καὶ τὸν προφορικόν, τὸν μὲν ἐνδιάθετον διὰ παντὸς ἀστράπτοντα ἐν τῇ ψυχῇ, τὸν δὲ προφορικὸν ἐν τῇ γλώσσῃ.

Ὁ μὲν γὰρ ἔνδον ἡμᾶς φωτίζει, ὁ δὲ διδασκαλικὸς καὶ προφορικὸς λύχνος τοὺς ἄλλους. Καὶ ἡμεῖς ὦμεν ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν Κύριον ἑαυτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων· τίς δὲ οὗτος ὁ Κύριος, ἢ ὁ Χριστὸς ὁ Ἰησοῦς; Ὃς τὴν ἀνθρωπίνην φύσιν ἀναλαβὼν ὡς νύμφην, καὶ ἑνώσας ἑαυτῷ, γάμον ἐποίησεν εἰς σάρκα μίαν αὐτῇ κολληθείς, μᾶλλον δέ, οὐχ ἕνα γάμον ποιεῖται, ἀλλὰ πολλούς· καθ’ ἑκάστην γὰρ ἡμέραν νυμφεύεται ἐν οὐρανῷ τὰς τῶν ἁγίων ψυχάς, ἃς παριστάνει αὐτῷ Παῦλος, ἢ εἴ τις κατὰ Παῦλον, παρθένους ἁγνάς. Ἀναλύει δὲ ἐκ τῶν ἐν οὐρανοῖς γάμων, τάχα μὲν καθολικῶς ἐν τῇ καθόλου συντελείᾳ, ὅτε ἀπ’ οὐρανοῦ ἐλεύσεται ἐν τῇ δόξῃ τοῦ Πατρός. Τάχα δὲ καὶ καθ’ ἑκάστην ὥραν ἐν τῇ μερικῇ τοῦ καθ’ ἕνα συντελείᾳ ἀοράτως καὶ ἀπροσδοκήτως ἐφιστάμενος· μακάριος οὖν ἐκεῖνος, ὃν εὑρήσει περιεζωσμένον μὲν τὴν ὀσφύν, οἷα δὴ τῷ πρακτικῷ μέρει τῆς κατὰ Χριστὸν φιλοσοφίας θεραπεύειν τὸν Θεὸν ἑτοιμασθέντα, ἔχοντα δὲ τὸν λύχνον τοῦ λόγου καὶ τῆς διακρίσεως καιόμενον, καὶ μὴ μόνον πράττοντα τὸ καλόν, ἀλλὰ καὶ καλῶς· οὐ μὴν ἀλλὰ καὶ τὴν θεωρίαν, οἷόν τινα λύχνον δεξάμενον· διὰ γὰρ τοῦ τὴν ὀσφὺν περιεζῶσθαι περιγίνεται ἡμῖν καὶ ὁ καιόμενος λύχνος τῆς θεωρίας, μᾶλλον δὲ οἱ δύο λύχνοι, ὅ τε ἐνδιάθετος καὶ ὁ προφορικός· τῷ τοιούτῳ οὖν θεράποντι θεράπων ὁ Κύριος γίνεται.

Περιζώσεται γάρ, φησί, καὶ ἀνακλινεῖ αὐτούς. Καὶ παρελθὼν διακονήσει αὐτοῖς· περιζώννυται μὲν οὖν ὁ Θεὸς καθὸ οὐχ ἅπασαν τὴν τῶν ἀγαθῶν χύσιν ἡμῖν ἐπιχορηγεῖ, ἀλλ’ ἀναστέλλει ταύτην· τίς γὰρ δύναται χωρῆσαι Θεόν, ὅσος ἐστί; Καὶ δῆλον ἐκ τῶν Σεραφὶμ καλυπτομένων διὰ τὴν ὑπερβολὴν τοῦ θείου φωτός· ἀνακλίνει δὲ τοὺς καλοὺς δούλους· ὅλους γὰρ δι’ ὅλων ἀναπαύει· ὡς γὰρ ὁ ἀνακεκλιμένος ὅλον τὸ σῶμα ἀναπαύει, οὕτω καὶ ἐν τῇ μελλούσῃ παρουσίᾳ ὅλοι δι’ ὅλων οἱ ἅγιοι ἀναπαύονται. Ἐνταῦθα μὲν γὰρ τῷ σώματι ἄνεσιν οὐχ εὑρίσκουσιν, ἐκεῖσε δὲ σὺν ταῖς ψυχαῖς καὶ τὰ πνευματικὰ αὐτῶν καὶ τὰ θεῖα σώματα ἀφθαρσίαν κληρονομήσαντα, πάσης ἀναπαύσεως ἀπολαύουσιν, καὶ ἔσται ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν αὐτοῖς· διακονεῖ δὲ τοῖς ἀξίοις, ἀμειβόμενος αὐτοὺς τοῖς ἴσοις· καὶ ὥσπερ αὐτοὶ αὐτῷ διηκόνησαν, οὕτω καὶ αὐτὸς αὐτοῖς ὑπηρετῶν καὶ δαψιλῆ αὐτοῖς παρέχων τράπεζαν, καὶ τὴν τῶν πνευματικῶν χαρισμάτων τρυφὴν χαριζόμενος. Φυλακὴν δὲ δευτέραν καὶ τρίτην νοήσαις ἂν τὰς διαφόρους ὥρας τῆς ζωῆς ἡμῶν. Οἷόν τι λέγω· Ὥσπερ ὁ ἀγρυπνῶν ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ φυλακῇ, δοκεῖ ἐγρηγορώτατος εἶναι (αὗται γὰρ αἱ ὧραι τῆς νυκτὸς μάλιστα ὕπνου παρεκτικαὶ τοῖς ἀνθρώποις καὶ πρώτου ὕπνου), οὕτω νόει μοι καὶ ἐν τῇ διαφόρῳ καταστάσει τῆς ζωῆς ἡμῶν εἶναι ὥρας τὰς μακαρίους ἡμᾶς ποιούσας, ἐὰν εὑρεθῶμεν γρηγοροῦντες.

Ἥρπασέ τις τὰ χρήματά σου, τεθνήκασί σοι παῖδες, ἐσυκοφαντήθης· ἐὰν ἐν τοῖς τοιούτοις καιροῖς οὐ καταπέσῃς, ἀλλ’ ἐγρηγορὼς εὑρεθεὶς τῷ Θεῷ καὶ Δεσπότῃ, καὶ μηδὲν ἔξω τῶν αὐτοῦ ἐντολῶν ἀναγκασθῇς πρᾶξαι, ὄντως ἐγρηγορότα σε εὗρεν ἐν δευτέρᾳ καὶ τρίτῃ φυλακῇ, τουτέστιν, ἐν καιρῷ δεινῷ, καὶ ὕπνον θανατώδη, καὶ κατάπτωσιν ταῖς χαύναις ψυχαῖς παρέχοντι· δεῖ οὖν ἐγρηγόρσεως· οἰκοδεσπότῃ γὰρ ἐοίκαμεν, ὃς εἰ μὲν ἀγρυπνεῖ, οὐ δύναται οὐδὲν κατὰ τῶν αὐτοῦ χρημάτων ὁ κλέπτης· εἰ δὲ ὑπνώδης ἐστί, πάντα ἄρας οἰχήσεται.

Κλέπτην δὲ ἐνταῦθα νοοῦσι μέν τινες καὶ τὸν διάβολον, ὥσπερ καὶ οἶκον τὴν ψυχήν, οἰκοδεσπότην τὸν ἄνθρωπον· οὐ μὴν ἔοικε πρόσφορος εἶναι τῇ ἀκολουθίᾳ αὕτη ἡ ἐκδοχή· κλέπτῃ γὰρ ἐνταῦθα παραβάλλεται ἡ παρουσία τοῦ Κυρίου διὰ τὸ ἀπροσδόκητον, ὡς καί τις τῶν ἀποστόλων λέγει· Ἡ γὰρ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτί. Καὶ ἐνταῦθα δὲ ὁ Κύριος ἴδε πῶς ἑρμηνεύει ἡμῖν, τίς ἐστιν ὁ κλέπτης· φησὶ γάρ· Καὶ ὑμεῖς οὖν γρηγορεῖτε, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Φασὶ δέ τινες, ὅτι περὶ τὴν πρώτην φυλακὴν ἐγρηγοροῦντες νοοῦνται οἱ τῶν ἄλλων ἐπιμελέστεροι· περὶ δὲ τὴν δευτέραν οἱ ὑποβεβηκότες· περὶ δὲ τὴν τρίτην, οἱ ἔτι τούτων ἥττους. Ἄλλοι δὲ τὰς διαφόρους ἡλικίας ἐξηγήσαντο.

Πρώτην μὲν καθ’ ἣν νέοι ἐσμέν, δευτέραν δέ, καθ’ ἣν ἄνδρες, τρίτην δέ, καθ’ ἣν πρεσβῦται. Μακάριος οὖν ὅστις εὑρεθῇ ἐν ὁποιᾳδηποτοῦν ἡλικίᾳ ἐγρηγορώς, καὶ μὴ ἀμελῶς περὶ τὴν ἐργασίαν τοῦ καλοῦ διακείμενος. «Εἶπε δὲ αὐτῷ ὁ Πέτρος· Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις, ἢ καὶ πρὸς πάντας;

Εἶπε δὲ ὁ Κύριος· Τίς ἆρά ἐστιν ὁ πιστὸς οἰκονόμος, καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ, τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον; Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ, εὑρήσει ποιοῦντα οὕτως· ἀληθῶς λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ καταστήσει αὐτόν.» Ἠρώτησεν ὁ Πέτρος, οἷα πάντων φροντίζων, καὶ ὑπὲρ τῶν ἀκουόντων διακαιόμενος ὡς φιλάδελφος, καὶ ὡς ἤδη τὴν Ἐκκλησίαν πιστευθείς, εἰ πρὸς πάντας τὴν παραβολὴν ταύτην λέγει· ὁ δὲ Κύριος φανερῶς μὲν οὐδὲν ἀποκρίνεται αὐτῷ πρὸς τὴν ἐρώτησιν, ἐπικεκρυμμένως δὲ δείκνυσιν, ὅτι ἡ μὲν ῥηθεῖσα παραβολὴ κοινὴ ἦν, καὶ εἰς πάντας φθάνουσα καὶ τοὺς τυχόντας πιστούς, τῆς δὲ πρὸς ὑμᾶς, φησί, τοὺς ἀποστόλους, καὶ ἁπλῶς τοὺς διδασκαλίας ἢ προστασίας ἀξιωθέντας, ἤδη ἄκουε· Τίς ἄρα ἐστὶν ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος. Ἡ μὲν προῤῥηθεῖσα παραβολὴ πολλοῖς, φησίν, ἁρμόζει, νῦν δὲ περὶ τῶν προστασίας ἀξιωθέντων φησί, λέγων·

Διαπορῶ τίς εὐρεθήσεται ταῦτα ἔχων, καὶ πίστιν καὶ φρόνησιν· σπάνιος γὰρ οὗτος καὶ δυσεύρετος. ὥσπερ γὰρ ἐπὶ τῶν χρηματικῶν οἰκονομιῶν εἰ πιστὸς εἴη τις τῷ δεσπότῃ αὐτοῦ, μὴ φρόνιμος δέ, ἀπόλλυται τὰ δεσποτικά, μὴ δυναμένου διοικῆσαι ταῦτα ὡς δεῖ, ἀλλ’ ὅταν χρεία δοῦναι, μὴ διδόντος, καὶ πλειόνων ἀπώλειαν ποιοῦντος· πάλιν, εἰ φρόνιμος μὲν εἴη, καὶ ποριστικός, ἄπιστος δέ, κλέπτης ἂν εἵη, καὶ τόσῳ μᾶλλον δυσφώρατος, ὅσῳ καὶ φρονιμώτατος· οὕτω δὴ καὶ ἐπὶ τῶν θείων, δεῖ ἐν ταυτῷ καὶ πίστεως καὶ φρονήσεως· οἶδα γὰρ ἐγὼ πολλοὺς σπουδαίους μὲν δοκοῦντας κατ’ ἀρετήν, καὶ θεοσεβεῖς, καὶ πίστιν ἔχοντας, ἐν τῷ μὴ δύνασθαι δὲ φρονίμως διαθέσθαι τὰ ἐκκλησιαστικά, οὐ μόνον χρήματα, ἀλλὰ καὶ ψυχὰς ζημιώσαντας· οἷον ἔπταισέ τις ἐν ψυχικῷ προσπταίσματι, εἰ μὴ φρόνιμος εἵη ὁ προεστώς, ἀλλὰ μόνον πίστιν ἔχων, τουτέστιν ἀρετὴν ἀδιάκριτον, ἢ ἐξ ἀμέτρου ἐπιτιμήσεως, ἢ ἐκ πραότητος ἀκαίρου διαφθαρείη ὁ πταίσας, καὶ οὐκ ἰαθήσεται, ἀλλ’ ἐπιτριβήσεται.

Ὅστις οὖν πιστὸς εὑρεθῇ καὶ φρόνιμος, κατασταθήσεται ἐπὶ τῆς θεραπείας τοῦ Κυρίου, τουτέστιν ἐπάνω πάντων τῶν δούλων, ὥστε ἑκάστῳ ἐν καιρῷ διδόναι τὸ σιτομέτριον, εἴτε δογματικὸς λόγος ἐστίν, ᾧ τρέφονται αἱ ψυχαί, εἴτε πράξεων ὑποτύπωσις, καὶ διαταγὴ πῶς δεῖ βιοῦν· ὁ τοιοῦτος, εἰ οὕτως εὑρεθείη ποιῶν, μακάριος, καὶ ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ καταστήσει αὐτὸν ὁ Κύριος, οὐ μόνον ἐπὶ τοῖς δούλοις, ἀλλ’ ἤδη καὶ ὑψηλοτέρου βαθμοῦ ἀξιώσας, ἐπὶ πᾶσιν αὐτὸν καταστήσει, ὥστε καὶ τὰ ἐπίγεια ἔχειν ὑπακούοντα καὶ τὰ οὐράνια, οἷος Ἰησοῦς ὁ τοῦ Ναυῆ, οἷος Ἠλίας, ὁ μὲν ἡλίῳ, ὁ δὲ νεφέλαις οὐρανοῦ ἐπιτάττοντες, καὶ πάντες ἁπλῶς οἱ ἅγιοι ὡς Θεοῦ φίλοι τοῖς τοῦ φίλου χρώμενοι· κοινὰ γὰρ τὰ τῶν φίλων· καὶ πᾶς ὁ τὴν πρακτικὴν μετιὼν ἀρετὴν ἐν τῷ ἡσύχῳ βίῳ, καὶ τὰ δοῦλα πάθη, θυμὸν καὶ ἐπιθυμίαν, οἰκονομῶν, καὶ ἑκάστῳ ἐν καιρῷ τὸ σιτομέτριον παρέχων, θυμῷ μέν, ὥστε μισεῖν τοὺς μισοῦντας τὸν Κύριον, καὶ ἐπὶ τοῖς ἐχθροῖς αὐτοῦ ἐκτήκεσθαι, ἐπιθυμίᾳ δέ, ὥστε πρόνοιαν τῆς σαρκὸς ποιεῖν ἀναγκαίαν, καὶ ὅλην αὐτὴν πρὸς Θεὸν ἀναπέμπειν· πᾶς οὖν ὁ τοιοῦτος μακάριος, καὶ δὴ ἐπιτεύξεται καὶ θεωρίας, καὶ ἐπὶ πᾶσι τοῖς τοῦ Κυρίου ὑπάρχουσι κατασταθήσεται, πάντα τῷ θεωρητικῷ νῷ ἀξιωθεὶς βλέπειν καὶ ἐπισκοπεῖν· καὶ οὐ μόνον ταῦτα τὰ μὴ Κυρίως ὑπάρχοντα, ἀλλὰ καὶ τὰ κυρίως ὑπάρχοντα, λέγω δὴ τὰ αἰώνια. «

Ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει ὁ Κύριός μου ἐλθεῖν, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν, καὶ μεθύσκεσθαι, ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.» Οὐσὶ τοῖς τοιούτοις δούλοις, οἳ χάρισμα λαβόντες πνευματικῆς ἐπιστασίας, διαφθείρουσι τὴν ἐμπιστευθεῖσαν αὐτοῖς οἰκονομίαν, καὶ πίνουσι μέν, καὶ μεθύσκονται, εἴτε αἰσθητῶς ταῦτα βούλοιο νοεῖν· συμβαίνει γὰρ καὶ τοῦτο τοῖς κακοῖς τῶν Ἐκκλησιῶν ἡγεμόσι, κατασπαταλῶσι τῶν πτωχικῶν χρημάτων· εἴτε καὶ μέθην νοεῖν θέλεις τὴν παραφορὰν τοῦ νοῦ, καὶ ἐν δόγμασι καὶ ἐν χρήμασι. Τύπτουσι δὲ οἱ τοιοῦτοι προστάται τοὺς παῖδας καὶ τὰς παιδίσκας, φημὶ δή, τοὺς ἐν τῇ Ἐκκλησίᾳ ἀσθενεστέρους σκανδαλίζοντες, τύπτουσιν αὐτῶν τὴν συνείδησιν. Ὁ γὰρ ἀσθενὴς καὶ μικρόψυχος ἰδὼν ἐμὲ τὸν ἀρχιερέα κακῶς διεξάγοντα τὴν ζωήν, τύπτεται τὴν συνείδησιν σκανδαλιζόμενος, καὶ πληγὰς δέχεται ἐν τῇ καρδίᾳ, καὶ ἀσθενέστερος γίνεται. Ταῦτα δὲ πάντα συμβαίνει τῷ πονηρῷ δούλῳ ἐκ τοῦ εἰπεῖν, ὅτι, Ὁ Κύριός μου χρονίζει ἐλθεῖν· ἀπὸ ῥᾳθυμίας γάρ, καὶ τοῦ μὴ ἐνθυμεῖσθαι τὴν ὥραν τῆς τελευτῆς, τὰ τοιαῦτα γίνονται.

Εἰ γὰρ ἐνενοοῦμεν, ὅτι ἥκει ὁ Κύριος, καὶ ἐπὶ θύραις ἡ τελευτὴ καὶ συντέλεια τῆς ζωῆς ἡμῶν, ἦττον ἂν ἡμαρτάνομεν. Ἀλλ’ ὅρα καὶ τὴν τιμωρίαν. Διχοτομήσει, φησίν, αὐτόν, τουτέστι, στερήσει τοῦ χαρίσματος τοῦ διδασκαλικοῦ. Ἵνα γὰρ μή τις νομίσῃ ὅτι συμβαλεῖται αὐτῷ τὸ χάρισμα, πρὸς τὸ μὴ σφοδρότερον κολασθῆναι, Πῶς, φησί, συμβαλεῖται αὐτῶ τὸ χάρισμα, ὅπου γε γυμνὸς τούτου εὑρίσκεται τότε; τὸ γὰρ διχοτομηθῆναι, τοῦτο σημαίνει, Τὸ στερηθῆναι τῆς χάριτος. Εὑρίσκεται γὰρ ὁ ἐλεεινὸς τότε σὰρξ ὢν καὶ οὐ πνεῦμα· ἐπεὶ τότε ἐσμὲν ἐν πνεύματι, κατὰ τὸν Ἀπόστολον, ὅτε Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ἡμῖν· ὁ δὲ μὴ πνεύματι στοιχήσας, ἀλλ’ ἐν σαρκὶ ὤν, καὶ ἄμοιρος εὑρεθεὶς πνευματικῆς πολιτείας, μετὰ τῶν ἀπίστων τάττεται, οἷα σὺν τῷ ἀπίστῳ κόσμῳ κατακρινόμενος, ὡς μηδὲν ὠφεληθεὶς ἀπὸ τῆς δοκούσης πίστεως· ἡ γὰρ ἀληθὴς πίστις ἐν αὐτῷ οὐκ ἦν· εἰ γὰρ ἀληθὴς πίστις ἐν αὐτῷ ἦν, οἰκονόμος ἂν ἦν πιστός· νῦν δὲ ἐπεὶ πίνων ἦν, καὶ μεθύων, καὶ διαφθείρων τὰ δεσποτικά, οὐκ εἶχε τὴν ἀληθῆ πίστιν, ἣν ἀπαιτοῦνται οἱ οἰκονόμοι· καλῶς ἄρα μετὰ τῶν ἀπίστων τίθεται τὸ μέρος αὐτοῦ· στερηθεὶς γὰρ τοῦ χαρίσματος καὶ γυμνωθείς, κολοβὸς εὑρίσκεται καὶ οὐχ ὁλόκληρος. «

Ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ἑτοιμάσας μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς· ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας· παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ’ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.» Ἐνταῦθα καὶ πλεῖόν τι καὶ φοβερώτερον ὑποδείκνυσιν ἡμῖν ὁ Κύριος. Οὐ μόνον γάρ, φησί, τοῦ χαρίσματος γυμνωθήσεται ὁ τοιοῦτος, καὶ οὐδὲν αὐτῷ συμβαλεῖται πρὸς ἀπαλλαγὴν τῶν κολάσεων, ἀλλὰ καὶ μείζονος αὐτῷ κατακρίσεως αἴτιον γενήσεται τὸ τοῦ ἀξιώματος μέγεθος. Ὅσῳ γὰρ γινώσκων ἔπταισε, τοσούτῳ μείζονα τὴν τιμωρίαν ἑαυτῷ περιποιεῖται.

Καὶ διὰ τῶν ἐφεξῆς δὲ σαφέστερον τοῦτο ποιεῖ. ᾯ γὰρ ἐδόθη, φησί, πολύ, καὶ πολὺ ζητηθήσεται παρ’ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν. Διὰ τούτων γὰρ αἰνίττεται τὴν τοῖς διδασκάλοις ὀφειλομένην τιμωρίαν μείζονα ἐσομένην. Καὶ δίδοται οὖν τοῖς διδασκάλοις καὶ παρακατατίθεται· δίδοται μέν, οἷον τὸ χάρισμα τοῦ θαυματουργεῖν καὶ ἰᾶσθαι νόσους, παρακατατίθεται δὲ αὐτοῖς τὸ τοῦ λόγου καὶ τῆς διδασκαλίας χάρισμα. Ἐπὶ μὲν οὖν τοῦ, Δίδοται, οὐκ εἶπεν ὅτι Περισσότερον ἀπαιτήσουσιν· ἐπὶ δὲ τοῦ, Παρακατατίθεται· καὶ γὰρ ὄντως τὸ τοῦ λόγου χάρισμα ἐπεργασίας δεῖται, καὶ ἀπαιτεῖται ὁ διδάσκαλος περισσότερον. Δεῖ γὰρ αὐτὸν μὴ ῥᾳθυμεῖν, ἀλλὰ πλεονάζειν τὸ τοῦ λόγου τάλαντον· τὸ τοίνυν, παρετέθη, ἀντὶ τοῦ, ᾧ ἐδανείσθη πολύ, ὀφείλεις νοεῖν· τὸ γὰρ δάνειον παρακαταθήκην ἐνταῦθα ὠνόμασεν.

Ἀλλὰ ζητοῦσί τινες, Ἔστω, καλῶς τιμωρεῖται ὁ γνοὺς τὸ θέλημα τοῦ δεσπότου, καὶ μὴ ποιῶν, ὁ δὲ μὴ γνούς, διατί τιμωρεῖται; Διότι δυνάμενος μαθεῖν καὶ αὐτός, ὅμως οὐκ ἠθέλησεν, ἀλλ’ ἀπὸ ῥᾳθυμίας αὐτὸς ἑαυτῷ αἴτιος τοῦ μὴ μαθεῖν γέγονεν, ὥστε διὰ τοῦτο κολαστέος, ὅτι ἑκὼν οὐκ ἔμαθε. Φρίξωμεν, ἀδελφοί· εἰ γὰρ ὁ μηδ’ ὅλως γνούς, ἄξιος πληγῶν, ποῖος ἀπαλλάξει λόγος τοὺς ἐν γνώσει πλημμελοῦντας, καὶ μάλιστα εἰ καὶ διδάσκαλοι εἶεν; Φορτικώτερον γὰρ τὸ τούτων κατάκριμα. «Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν· καὶ τί θέλω, εἰ ἤδη ἀνήφθη; Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως οὗ τελεσθῇ;» Πῦρ νοεῖται μὲν καὶ τὸ κήρυγμα, ὁ λόγος γὰρ πῦρ κατεσθίων πᾶν ὑλῶδες καὶ συρφετῶδες νόημα, καὶ τὰ εἴδωλα ἐξαφανίζων ὁποίας ἂν ὕλης εἶεν. Νοεῖται δὲ καὶ ὁ ζῆλος ὁ ὑπὲρ τοῦ καλοῦ ἐν ἑκάστῳ ἡμῶν ἀναπτόμενος· τάχα δὲ καὶ οὗτος διὰ τὸν λόγον τοῦ Θεοῦ γινόμενος, οὐκ ἀπέοικε τοῦ προτέρου· τούτῳ δὴ τῷ πυρὶ βούλεται ὁ Κύριος ἀνάπτεσθαι τὰς καρδίας ἡμῶν· δεῖ γὰρ ἡμᾶς ζῆλον διάπυρον ὑπὲρ τοῦ καλοῦ ἔχειν· τὸ γάρ, τί θέλω, ἀντὶ τοῦ, πόσον θέλω, εἰ ἤδη ἀνήφθη;

Ἐπισπεύδει γὰρ τὴν ἄναψιν τούτου τοῦ πυρός, καθὼς καὶ ὁ Παῦλος λέγει· Τῷ πνεύματι ζέοντες. Καὶ πάλιν· Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Βάπτισμα δὲ τὸν θάνατον ἑαυτοῦ λέγει. Ἐπειδὴ γὰρ τὸ πῦρ τοῦτο οὐκ ἄλλως ἔμελλεν ἀναφθῆναι, εἰ μὴ μετὰ τὸν θάνατον αὐτοῦ· καὶ γὰρ ἔκτοτε τὸ κήρυγμα καὶ ὁ ζῆλος ηὐξήθη· διὰ τοῦτο ἐπάγει καὶ περὶ τοῦ θανάτου, ὀνομάζων αὐτὸν βάπτισμα. Ἐπιθυμῶν δὲ τούτου σφόδρα, φησί· Καὶ πῶς συνέχομαι, ἀντὶ τοῦ, πόσον φροντίζω καὶ θλίβομαι, ἕως οὗ τελεσθῇ;

Διψῶ γὰρ τὸν ὑπὲρ τῆς πάντων σωτηρίας θάνατον. Πῦρ δὲ ἦλθε βαλεῖν ὁ Κύριος, οὐ μόνον ἐπὶ πᾶσαν τὴν γῆν, εἰς ἣν ὁ λόγος καὶ ἡ πίστις ἡπλώθη, ἀλλὰ καὶ ἐπὶ τὴν ἑκάστου ψυχήν, γῆν μὲν οὖσαν ἀκανθηφόρον καὶ ἄκαρπον, ὑπὸ δὲ τοῦ θείου λόγου ὥσπερ πυρὸς διακαιομένην, καὶ δεκτικὴν γινομένην τῶν θείων σπερμάτων, καὶ καρποφοροῦσαν πνευματικῶς.

Ὅταν γὰρ ἅψηταί τινος ψυχῆς ἀοράτως ἡ θεία χάρις, δοκεῖ φλέγεσθαι τῷ Θεοῦ πόθῳ, ὡς οὐκ ἔστιν εἰπεῖν, ὥσπερ ἀμέλει καὶ οἱ περὶ Κλεόπαν τῷ τοιούτῳ πυρὶ τῆς τοῦ Θεοῦ ὑποφλεγόμενοι ἀοράτως χάριτος, Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν; ἔλεγον. Εἴτις οὖν ἔπαθε τὸ τοιοῦτον πάθος, εἴσεται τὸ λεγόμενον. Πάσχουσι δὲ πολλοὶ καὶ πολλάκις ἀναγινωσκομένων θείων Γραφῶν, ἢ βίων ἁγίων Πατέρων, ἢ παραινούντων τινῶν καὶ διδασκόντων, διακαιόμενοι πρὸς τὸ καλὸν τὰς ψυχάς, καὶ οἱ μὲν ἄχρι τέλους, οἱ δὲ παραυτίκα ἀποψυχραίνονται. «Δοκεῖτε, ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; Οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἢ διαμερισμόν· ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν οἴκῳ ἑνὶ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσί, καὶ δύο ἐπὶ τρισὶν διαμερισθήσονται, πατὴρ ἐπὶ υἱῷ, καὶ υἱὸς ἐπὶ πατρί· μήτηρ ἐπὶ θυγατρί, καὶ θυγάτηρ ἐπὶ μητρί· πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς, καὶ νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς.» Χριστὸς μέν ἐστιν ἡ εἰρήνη ἡμῶν, πλήν, Οὐκ ἦλθον, φησίν, εἰρήνην δοῦναι. Ὅθεν αἰνίγματι ἔοικε τὸ λεγόμενον.

Λέγομεν οὖν, ὡς οὐ πᾶσα εἰρήνη ἄψογος καὶ καλή, ἀλλ’ ἔστιν ἐπισφαλὴς πολλάκις, καὶ πόῤῥω τῆς θείας ἀγάπης βάλλουσα· οἷον ὅταν εἰρηνεύωμεν, καὶ συμφωνῶμεν ἐπὶ καταλύσει τῆς ἀληθείας· ταύτην οὖν τὴν εἰρήνην οὐκ ἦλθε δοῦναι Χριστός, τουναντίον μὲν οὖν βούλεται ἡμᾶς διαφέρεσθαι πρὸς ἀλλήλους ὑπὲρ τοῦ καλοῦ, ὃ καὶ ἐν τῷ διωγμῷ γέγονεν· ἐν ἑνὶ γὰρ οἴκῳ πατὴρ Ἕλλην υἱῷ πιστῷ διεφέρετο, καὶ μήτηρ θυγατρί, καὶ τὸ ἔμπαλιν. Πῶς δὲ εἰπὼν πέντε ἐν ἑνὶ οἴκῳ διαμεμερισμένους ἔσεσθαι, ἐν τῇ ἀπαριθμήσει ἓξ πρόσωπα τέθεικε; Λέγομεν οὖν ὅτι ἓν πρόσωπον δὶς ἐλήφθη. Ἡ θυγάτηρ γὰρ καὶ ἡ νύμφη τὸ αὐτὸ πρόσωπόν ἐστιν, ὡς πρὸς μὲν οὖν τὴν μητέρα προσλαμβανόμενον, θυγάτηρ ὠνομάσθη, ὡς δὲ πρὸς τὴν πενθεράν, νύμφη. Τρεῖς οὖν ἔσονται διαμεμερισμένοι, ὁ πατήρ, καὶ ἡ μήτηρ, καὶ ἡ πενθερά, ἐπὶ δυσί, τουτέστι τῷ υἱῷ καὶ τῇ θυγατρί. Ἡ γὰρ θυγάτηρ, ὡς ἔφαμεν, ἐν πρόσωπον οὖσα, καθὸ δύο σχέσεις ἀναδέχεται, κατὰ τοῦτο δοκεῖ εἶναι δύο πρόσωπα, τῇ μητρὶ προστεθημένη καὶ τῇ πενθερᾷ. Νόει δέ μοι ἁπλῶς πατέρα καὶ μητέρα καὶ πενθερὰν πάντα τὰ παλαιά, υἱὸν δὲ καὶ θυγατέρα, πάντα τὰ νέα· ὁ τοίνυν Κύριος πᾶσι τοῖς παλαιοῖς ἡμῶν καὶ ἁμαρτωλοῖς ἔθεσι καὶ δόγμασι μάχεσθαι τὰ νέα καὶ θεῖα αὐτοῦ ἐντάλματα καὶ δόγματα βούλεται.

Νόει δὲ καὶ οὕτως· Πατὴρ μὲν ὁ νοῦς, υἱὸς δὲ ὁ λόγος, μερισμὸς οὖν τούτων ἐγένετο ἐν τῷ ἐνὶ οἴκῳ, τῷ ἀνθρώπῳ φημί, οἷον ἵνα σαφέστερον εἴπω, ἐνελάμφθη ὁ νοῦς τοῦ Ἀρεοπαγίτου Διονυσίου, καὶ τὸ κήρυγμα ἐδέξατο· ἀνθίστατο δὲ τούτου τῷ νοῒ τῷ ἀναποδείκτως δεξαμένῳ τὴν πίστιν ὁ λόγος ὁ Ἑλληνικός, ἀποδεικνύειν πειρώμενος, καὶ διαλεκτικαῖς ἐφόδοις ἀκολουθεῖν ἀναγκάζων. Ὁρᾷς μερισμὸν πατρὸς καὶ υἱοῦ μαχομένων ἀλλήλοις διὰ Χριστὸν καὶ τὸ κήρυγμα;

Καὶ μητέρα δὲ καὶ πενθερὰν καλέσαις ἂν τὴν διάνοιαν, θυγατέρα δὲ καὶ νύμφην τὴν αἴσθησιν. Καὶ ταύταις οὖν μάχη ἵσταται διὰ Χριστόν, τῇ μὲν διανοίᾳ κατὰ τῆς αἰσθήσεως, ὅταν ἡ διάνοια πείθῃ προτιμᾷν τὰ μὴ ῥευστὰ τῶν ῥευστῶν, τὰ ἀόρατα τῶν ὁρατῶν, καὶ ἔχῃ πρὸς τοῦτο πολλὰς ἀποδείξεις συνεργούς. Ἔστι δὲ ὅτε καὶ τῇ αἰσθήσει κατὰ τῆς διανοίας πόλεμος συγκροτεῖται· ἡ γὰρ αἴσθησις διὰ τῶν θαυμάτων καὶ τῶν ὁρωμένων σημείων χειραγωγουμένη πρὸς πίστιν, οὐ πείθεται τοῖς τῆς διανοίας λογισμοῖς, οὐδὲ ταῖς Ἑλληνικαῖς ἀποδείξεσιν ἕπεσθαι βούλεται, συναναγκαζούσαις τοὺς προσέχοντας αὐταῖς μὴ πιστεύειν, ὅτι Θεὸς γέγονεν ἄνθρωπος, ἢ ὅτι παρθένος ἔτεκε. Τοιαῦτα γὰρ τὸ τῶν φύσει δουλευόντων Ἑλληνικῶν λογισμῶν ληρήματα.

Ἡ μέντοι αἴσθησις διὰ τῶν ὁρωμένων θαυμάτων κρείττων πάσης ἀποδείξεώς ἐστι πρὸς θεογνωσίαν χειραγωγός· οὐ πᾶσα οὖν εἰρήνη καὶ συμφωνία καλόν, ἀλλ’ ἔστιν ὅτε καὶ μάχη καὶ διάστασις θεῖόν τι χρῆμα δοκεῖ· μηδεὶς τοίνυν φιλιαζέτω τοῖς πονηροῖς, ἀλλὰ κἂν πατήρ, κἂν μήτηρ ἐναντίοι εὑρίσκωνται τῷ Χριστοῦ νόμῳ, πολεμητέον αὐτοῖς ὡς τῆς ἀληθείας ἐχθροῖς. «Ἔλεγε δὲ καὶ τοῖς ὄχλοις, Ὅταν ἴδητε νεφέλην ἀνατέλλουσαν ἀπὸ δυσμῶν, εὐθέως λέγετε, ὅτι Ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτως· καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται, καὶ γίνεται.

Ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν δὲ καιρὸν τοῦτον πῶς οὐ δοκιμάζετε; Τί δὲ καὶ ἀφ’ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον; Ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ’ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ’ αὐτοῦ, μή ποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδῷ τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε βάλῃ εἰς φυλακήν· λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως οὗ καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς.» Ἐπειδὴ περὶ τοῦ κηρύγματος διελέχθη, καὶ πῦρ αὐτὸ καὶ μάχαιραν ὠνόμασεν· εἰκὸς δὲ ἦν τοὺς ἀκούοντας ταράσσεσθαι, μὴ συνιέντας τί ἐστι τὸ λεγόμενον, φησίν· ὅτι Ὥσπερ τὰς τοῦ ἀέρος ποιότητας ἀπό τινων σημείων διαγινώσκετε, οὕτως ἔδει καὶ τὴν ἐμὴν παρουσίαν ἐπιγινώσκειν ἀπό τε τῶν λεγομένων, ἀπό τε τῶν πραττομένων ὑπ’ ἐμοῦ. Καὶ γὰρ οἱ λόγοι μου δεικνύουσί με ἐναντιούμενον ὑμῖν, καὶ τὰ ἔργα δὲ ὁμοίως. Ὑμεῖς μὲν γὰρ τελῶναι καὶ ἅρπαγες, ἐγὼ δὲ οὐκ ἔχω ποῦ τὴν κεφαλὴν κλίναι. Ἕδει οὖν ὑμᾶς, ὥσπερ ἀπὸ τῆς νεφέλης τεκμαίρεσθαι τὸν ὄμβρον, καὶ ἀπὸ τοῦ νότου τὸν καύσωνα, οὕτω καὶ τὸν καιρὸν τῆς ἐμῆς δηλαδὴ παρουσίας δοκιμάζειν, καὶ τεκμηριοῦσθαι, ὅτι οὐκ εἰρήνην ἦλθον δοῦναι, ἀλλ’ ὄμβρον καὶ ταραχήν. Νεφέλη γάρ εἰμι καὶ αὐτός, καὶ ἀπὸ δυσμῶν ἔρχομαι, τῆς ἀνθρωπίνης φύσεως λέγω, τῆς πρώην χθαμαλῆς τε καὶ πολὺν τὸν ἐκ τῆς ἁμαρτίας ζόφον ἐχούσης.

Ἀλλὰ καὶ πῦρ ἦλθον βαλεῖν, καὶ καύσωνα ποιῆσαι· νότος γάρ εἰμι, πνεῦμα θερμόν, καὶ τῆς τοῦ βοῤῥᾶ ψυχρότητος ἀντίθετον· ἐπεὶ καὶ ἀπὸ τῆς Βηθλεὲμ ἐφάνην, ἥτις πρὸς νότον κεῖται. Ταῦτα εἰπών, διδάσκει αὐτοὺς καὶ περὶ εἰρήνης λοιπὸν ἐπαινετῆς· ἐπεὶ γὰρ ἔδειξε τὴν ἐπαινετὴν διάστασιν, δείκνυσι καὶ τὴν ἀμώμητον εἰρήνην· καί φησιν, ὅτι Ἐπειδὰν ὁ ἀντίδικος ἕλκῃ σε εἰς δικαστήριον, ἐν τῇ ὀδῷ σπούδασον, ἀγώνισαι· τὸ γὰρ Δὸς ἐργασίαν, τοῦτο δηλοῖ· τὸ πάντα τρόπον ἐπινοήσασθαι, ὡς ἂν ἀπαλλαγῇς ἀπ’ αὐτοῦ· καὶ ἄλλως δέ, τὸ Δὸς ἐργασίαν· νοεῖται, ἀντὶ τοῦ, κἂν μηδὲν ἔχῃς, δανείσθητι, καὶ δὸς ἐργασίαν, τουτέστι, τόκον, ὑπὲρ τοῦ ἀπηλλάχθαι αὐτοῦ, Μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδῷ τῷ πράκτορι, τουτέστι τῷ ἀπαιτητῇ, κἀκεῖνος βάλῃ σε εἰς φυλακήν, ἕως οὗ καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς. Ταῦτα δὲ λέγει ὁ Κύριος, ἐκφοβῶν διὰ τούτων τοὺς παχυτέρους, καὶ πρὸς τὸ εἰρηνεύειν συνάγων· εἰδὼς γὰρ ὅτι τοὺς γεωδεστέρους ὁ τῆς ζημίας φόβος καὶ τῶν κολάσεων συστέλλει, διὰ τοῦτο ταῦτά φησι· Νοοῦνται δὲ ταῦτα καὶ διὰ τὸν διάβολον ἀντίδικος γὰρ οὗτος ἡμῶν· ἐν τῇ ὁδῷ οὖν, τῷ βίῳ τούτῳ λέγω, ὄντες, σπουδάσωμεν ἐργαζόμενοι τὴν ἀρετήν, ἀπηλλάχθαι ἀπ’ αὐτοῦ, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς αὐτόν, μήποτε ἐν τῇ μελλούσῃ κρίσει παραδῷ ἡμᾶς τῷ κριτῇ.

Τὰ γὰρ ἔργα αὐτοῦ ἃ ἐνταῦθα ἐποιήσαμεν, αὐτὰ παραδιδόασιν ἡμᾶς τῇ κρίσει, καὶ ὁ κριτὴς τῷ πράκτορι παραδίδωσιν ἡμᾶς, τιμωρητικῇ τινι καὶ κακοποιῷ δυνάμει· καὶ λοιπὸν τιμωρεῖται ἡμᾶς, ἄχρις ἂν καὶ τῶν λεπτῶν ἁμαρτημάτων δίκας δῶμεν, καὶ τὸ τῆς κολάσεως μέτρον ἐκπληρώσωμεν.

Οὐδέποτε πληροῦται τὸ τῆς κολάσεως μέτρον, ἀεὶ ἄρα κολασθησόμεθα. Εἰ γὰρ ἄχρι τότε εἰς φυλακὴν ἐσόμεθα, ἄχρις ἂν τὸ ἔσχατον λεπτὸν ἀποδῶμεν, οὐδέποτε δὲ μέλλομεν ἀποδοῦναι, πρόδηλον ὡς ἀΐδιος ἡ κόλασις ἔσται.

ΚΕΦΑΛ. ΙΓʹ. Περὶ τῶν Γαλιλαίων, καὶ τῶν ἐν τῷ Σιλωάμ. Περὶ τῆς συκῆς καρπὸν μὴ ἐνεγκούσης. Περὶ τῆς ἐχούσης πνεῦμα ἀσθενείας. Περὶ τοῦ κόκκου σινάπεως παραβολή, καὶ τῆς ζύμης. Περὶ τοῦ ἐπερωτήσαντος, εἰ ὀλίγοι οἱ σωζόμενοι. Περὶ τῶν εἰπόντων τῷ Ἰησοῦ διὰ Ἡρώδην. «Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα Πιλάτος ἔμιξε μετὰ τῶν θυσιῶν αὐτῶν· καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Δοκεῖτε ὅτε οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦτα πεπόνθασιν; Οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ μετανοῆτε, πάντες ὡσαύτως ἀπολεῖσθε.

Ἢ ἐκεῖνοι οἱ δέκα καὶ ὀκτώ, ἐφ’ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωάμ, καὶ ἀπέκτεινεν αὐτούς· δοκεῖτε ὅτι οὗτοι ὀφειλέται ἐγένοντο παρὰ πάντας ἀνθρώπους τοὺς κατοικοῦντας ἐν Ἱερουσαλήμ; Οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ μετανοῆτε, πάντες ὁμοίως ἀπολεῖσθε.» Ἰούδας ὁ Γαλιλαῖος, οὗ καὶ ἐν ταῖς Πράξεσιν ὁ αὐτὸς οὗτος εὐαγγελιστὴς μέμνηται, νομομαθὴς δῆθεν ὤν, ἔπεισε πολλοὺς καὶ ἄλλους Γαλιλαίους συναπαχθῆναι τῷ αὐτοῦ δόγματι. Ἐδογμάτιζε δὲ μηδένα ἀνθρώπων μηδὲ μέχρι στόματος ἀνέχεσθαι λέγειν Κύριον, μηδὲ κατά τινα τιμὴν καὶ φιλοφροσύνην, μηδ’ αὐτὸν τὸν βασιλεύοντα· ὅθεν καὶ πολλοί γε αὐτῶν ὑπὲρ τοῦ μὴ εἰπεῖν κύριον τὸν Καίσαρα χαλεπῶς ᾐκίζοντο, οἳ καὶ ἐδίδασκον μηδὲν παρὰ τὰς διατεταγμένας τῷ Μωσεῖ θυσίας δεῖν ἀναφέρεσθαι· διόπερ ἐκώλυον τὰς ὑπὲρ τοῦ Καίσαρος καὶ τοῦ Ῥωμαίων ἔθνους γινομένας θυσίας. Εἰκὸς οὖν ἐπὶ τούτοις ἀγανακτοῦντα τὸν Πιλάτον κελεῦσαι τοὺς Γαλιλαίους τούτους ἀποσφάττεσθαι παρ’ αὐτὰς δὴ ταῖς θυσίαις ταῖς ὑπ’ αὐτῶν κωλυομέναις ὑπὲρ τοῦ Ῥωμαίων ἔθνους γίνεσθαι, ὥστε ἀναμιγῆναι τὸ αἷμα αὐτῶν τῷ τῶν θυσιῶν αἵματι. Ἀπήγγελλον οὖν τινες ταῦτα τῷ Σωτῆρι ὡς ὑπὲρ εὐσεβείας δῆθεν γινόμενα, βουλόμενοι τὸ ἐπὶ τούτοις ἀρέσκον αὐτῷ μαθεῖν.

Ἐνόμιζον γάρ τινες δικαιότατα αὐτοὺς παθεῖν ὡς ἁμαρτωλούς, ἅτε στάσιν κινήσαντας, καὶ τὸν Πιλάτον ἐρεθίσαντας ἐπὶ τῷ μισεῖν τοὺς Ἰουδαίους· ἡ γὰρ αὐτῶν ἔνστασις ἡ ὑπὲρ τοῦ μὴ καλεῖν τὸν Καίσαρα κύριον. παντὸς τοῦ ἔθνους τῶν Ἰουδαίων ἥπτετο. Ὁ τοίνυν Σωτὴρ τὸ μὲν εἶναι αὐτοὺς ἁμαρτωλοὺς οὐκ ἀρνεῖται, οὐ μήν φησι ταῦτα πεπονθέναι αὐτοὺς ὡς ἁμαρτωλοτέρους τῶν λοιπῶν τῶν μὴ πεπονθότων· ἐὰν γὰρ καὶ ὑμεῖς μὴ μετανοήσητε, καὶ ἀφέμενοι τοῦ στασιάζειν καὶ ἐμφυλίους μάχας ἀνάπτειν, Θεὸν τοῖς ἔργοις θεραπεύειν σπεύσητε, χείρονα πείσεσθε· δεῖ γὰρ μὴ προφάσει εὐσεβείας δόξαν ἑαυτοῖς περιεθέντας, εἰς ἐμφυλίους στάσεις ἀπονεύειν. Ὁ δὲ πύργος ὁ πεσὼν ἐν τῷ Σιλωάμ, δεῖγμα ἦν τῶν μετὰ ταῦτα συμβησομένων τῷ λαῷ· διὰ γὰρ τῶν τότε ἀναιρεθέντων ὀλίγων τοὺς πολλοὺς ἐπαίδευσεν, ὅτι καὶ αὐτοὶ τὰ χείρω πείσονται· ὁ μὲν γὰρ πύργος τῆς ὅλης πόλεως ἐστὶ προτύπωσις, οἱ δὲ δέκα καὶ ὀκτὼ τοῦ ὅλου ἔθνους. Πεσούσης οὖν τῆς πόλεως ὑπὸ Τίτου, πᾶν τὸ ἔθνος συναπώλετο τῇ ἀπιστίᾳ ἐναπομείναντες.

Τοῦτο ἔστω ἡμῖν πρὸς πάντα τὰ καθ’ ἡμέραν προσπίπτοντα νουθεσία. Μὴ γὰρ ἐπειδή τινες περιπίπτουσιν, ἡμῶν ἀπειράστων καταλιμπανομένων, ἤδη τοῦτο ἡμῖν εἰς ἀμεριμνίαν παντελῆ ἔστω, ὅτι ὡς δίκαιοι ἀπείραστοι καταλιμπανόμεθα, ἀλλὰ τοὐναντίον μᾶλλον παιδευόμεθα, ὅτι ἐπὶ τούτῳ κολάζονται ἐκεῖνοι, ἵνα ἡμεῖς βελτιωθῶμεν, εἰ δὲ μή, τὰ χείριστα πεισόμεθα. «Ἔλεγε δὲ ταύτην τὴν παραβολήν· Συκῆν εἶχέ τις ἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην, καὶ ἦλθε ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρεν· εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν· Ἰδοὺ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ, καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν, ἵνα τί καὶ τὴν γῆν καταργεῖ; Ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βαλῶ κοπρίᾳ, κἂν μὲν ποιήσῃ καρπόν· εἰ δὲ μήγε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν.» Ἀκολούθως εἰσάγει τὴν παραβολὴν ταύτην· ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ἐὰν μὴ μετανοήσητε, ἀπολεῖσθε, Εἰκότως ἐπισυνάπτει τὴν παραβολὴν ταύτην. Ἔστιν οὖν συκῆ ἡ γενεὰ τῶν Ἰουδαίων φύλλα μόνα πικρὰ ποιοῦσα, καρπὸν δὲ μὴ παρέχουσα. Ἐν τῷ ἀμπελῶνι δὲ τοῦ Θεοῦ ἵστατο, τῇ πολιτείᾳ τῇ Ἰουδαϊκῇ.

Ὁ οἰκοδεσπότης ὁ Χριστὸς ἐλθών, καὶ ζητῶν καρπὸν πίστεως καὶ ἀγαθοεργίας ἐν αὐτῇ, οὐχ εὗρε. Τρία δὲ ἔτη ἦλθε, διὰ Μωσέως, διὰ προφητῶν, καὶ τὸ τρίτον δι’ ἑαυτοῦ· ὕστερον μέντοι μὴ μετανοήσαντας ἐξέκοψε τῆς τοῦ Θεοῦ ἀγάπης· οὐκ ἔτι γὰρ ἔθνος Κυρίου, καὶ λαὸς ἅγιος καλοῦνται· εἰς τὸν τόπον δὲ αὐτῶν ἀντεισήχθησαν τὰ ἔθνη τὰ δυνάμενα καρποφορεῖν. Νοηθείη δ’ ἂν καὶ ἡ σύμπασα ἀνθρωπότης συκῆ· οἰκοδεσπότης, ὁ Θεὸς καὶ Πατήρ· ἀμπελουργὸς δὲ ὁ Υἱὸς τοῦ Θεοῦ· φιλοπονῆσαι δὲ καὶ ἐκκαθάραι τὸν ἀμπελῶνα ἡμῶν ἐνδημήσας· ἐκκοπῆναι ταύτην τὴν συκῆν ὡς ἄκαρπον οὐκ ἐᾷ ὁ Χριστὸς τοιαῦτα λέγων· «Ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος.» Εἰ διὰ νόμου καὶ προφητῶν οὐκ ἐβελτιώθησαν, καὶ μετανοίας καρπὸν οὐκ ἐπέδωκαν, ἀλλά γε κἀγὼ τοῖς ἐμοῖς ἀρδεύσω τούτους δόγμασι καὶ παθήμασι, κἂν μὲν ποιήσωσι καρπὸν εὐπειθείας, εἰ δὲ μή γε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν, τῆς τῶν δικαίων μερίδος ἐκτεμὼν αὐτούς. Ἐκ τρίτου δὲ καρπὸν ζητηθεῖσα ἡ φύσις ἡμῶν, οὐκ ἐπέδωκεν· ἅπαξ μέν, ὅτε ἐν τῷ παραδείσῳ τὴν ἐντολὴν παρέβημεν· δεύτερον δέ, ὅτε ἐν τῷ νόμῳ ἐμοσχοποίησαν, «καὶ ἠλλάξαντο τὴν δόξαν τοῦ Θεοῦ ἐν ὁμοιώματι μόσχου ἐσθίοντος χόρτον.» Καὶ τρίτον, ὅτε τὸν Σωτῆρα καὶ Κύριον παρῃτήσαντο, εἰπόντες· Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα.

Καὶ ὁ καθ’ ἕνα δὲ ἡμῶν, συκῆ ἐστιν ἐν τῷ ἀμπελῶνι τοῦ Θεοῦ, τῇ Ἐκκλησίᾳ, ἢ ἀπλῶς εἰπεῖν, τῷ κόσμῳ τούτῳ πεφυτευμένος.

Ἔρχεται οὖν ζητῶν καρπὸν ὁ Θεός, καὶ ἐὰν εὕρῃ σε ἄκαρπον, ἐκκοπῆναι τοῦ βίου τούτου προστάττει· ὁ δὲ ἀμπελουργὸς ἱκετεύει φείσασθαι. Τίς δὲ ὁ ἀμπελουργός; Ἢ ὁ ἄγγελος ὁ ἑκάστου φύλαξ, ἢ καὶ αὐτὸς ὁ ἄνθρωπος· ἕκαστος γὰρ αὐτὸς ἑαυτῷ ἀμπελουργός.

Πολλάκις οὖν ἀῤῥωστίαις θανατώδεσιν, ἢ ἄλλοις κινδύνοις περιπεσόντες, Ἄφες, ὦ Κύριε, λέγομεν, καὶ τοῦτο τὸ ἔτος, καὶ μετανοήσομεν· τοῦτο γὰρ δηλοῖ τὸ σκάψαι, καὶ περιβαλεῖν κοπρίᾳ. Σκάπτεται μὲν γὰρ ἡ ψυχή, ὅταν τὸν χοῦν τῶν βιωτικῶν φροντίδων ἀποτινάσσηται, καὶ κουφίζηται. Κόπρια δὲ αὐτῇ περιβάλλονται, ἢ τῆς ἀτιμοτέρας ἀγωγῆς καὶ παρὰ πάντων καταπατουμένης θερμότης· ὅταν γάρ τις ἀπὸ δόξης εἰς ἄδοξον βίον ἑαυτὸν ἐπιῤῥίψῃ διὰ τὴν τῆς ψυχῆς σωτηρίαν, κόπρια λέγεται περιβαλεῖν τῇ ψυχῇ πρὸς τὸ καρποφορῆσαι· ἐὰν μὲν οὖν ποιήσωμεν καρπόν, εἰ δὲ μήγε, οὐκέτι ἀφίησιν ἡμᾶς ἐν τῷ ἀμπελῶνι αὐτοῦ, ἀλλ’ ἐκκόπτει τοῦδε τοῦ κόσμου, ἵνα μὴ καταργῶμεν τὸν τόπον· τὸν γὰρ ἁμαρτωλὸν πολυχρονοῦντα βλέπων τις, βλάπτεται, καὶ χείρων γίνεται· καὶ οὕτως εὑρίσκεται ὁ ἁμαρτωλὸς μήτε αὐτὸς καρποφορῶν, καὶ ἄλλῳ ἐμποδίζων δυναμένῳ καρποφορεῖν. Εἰ δὲ ἐκκοπῇ τοῦδε τοῦ βίου, τάχα οἱ ἐκκοπέντα αὐτὸν ἰδόντες, εἰς συναίσθησιν ἐρχόμενοι, μεταβαλοῦνται καὶ καρποφορήσουσι.

Τρία δὲ ἔτη λέγεται ἔρχεσθαι ὁ οἰκοδεσπότης ἐπὶ τὴν συκῆν, τάχα μὲν καὶ διὰ τὸ τρεῖς εἶναι τοὺς δεδομένους ἡμῖν νόμους, δι’ ὧν ἔρχεται πρὸς ἡμᾶς ὁ Κύριος· εἰσὶ δὲ οὗτοι, ὁ φυσικός, ὁ νομικός, καὶ ὁ πνευματικός. Ἔδει μὲν γὰρ τῷ φυσικῷ νόμῳ παιδευομένους ἡμᾶς καρποφορεῖν· ἡ γὰρ φύσις αὑτὴν διδάσκει τὸ δέον· ἐπεὶ δὲ ἄχρηστον εὗρεν ἐν ἡμῖν τὸν φυσικόν, ἔδωκε τὸν Μωσαϊκὸν βοηθὸν τοῦ φυσικοῦ νόμου· ὡς δὲ καὶ οὗτος ἄχρηστος διὰ τὴν ῥᾳθυμίαν ἡμῶν εὑρίσκετο, δίδωσι τὸν πνευματικὸν ὅταν οὖν οἱ τρεῖς οὗτοι μὴ βελτιώσουσι τήν τινος ψυχήν, μηδὲ ὑπὸ τῆς μακροζωΐας καὶ φιλανθρωπίας βελτιωθείη, τότε δὴ εἰς τὸ μέλλον οὐκέτι ἐᾶται· οὐ γὰρ πολλάκις ἐξαπατᾶται ὁ Θεὸς ταῖς ὑπερημερίαις. Μήποτε δὲ καὶ τρία ἔτη νοήσῃς τὰς τρεῖς καταστάσεις τῶν ἡλικιῶν; Τὴν παιδικήν, ἤτοι τῶν μειρακίων, ἥτις περὶ τὰ ὀκτωκαίδεκα ἕτη λογίζεται· τὴν ἀνδρικήν, καὶ τὴν τρίτην τῶν ἤδη ἀρξαμένων πολιοῦσθαι. Ὅταν οὖν ἐν τῷ γήρᾳ, τῷ τρίτῳ ἔτει, οὐ δῶμεν καρπούς, καὶ ἔτι συγχωρηθῶμεν ζῆσαι πρὸς τὸ περιβαλεῖν κόπρια, τὴν ἄτιμον διὰ Χριστὸν ζωὴν ἐπανῃρημένοι, εἶτα καὶ οὕτως ψευσόμεθα, οὐκ ἔτι φείσεται ἡμῶν ὁ Κύριος, ἀλλ’ ἐκκόψει, ἵνα μὴ καταργῶμεν τὴν γῆν καὶ ἄλλους βλάπτοντες. Αὕτη ἡ ἐξήγησις δοκεῖ μοι εἶναι προσφυεστέρα τῷ σκοπῷ τῷ προκειμένῳ. «

Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς Σάββασι· καὶ ἰδοὺ γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ, καὶ ἦν συγκύπτουσα, καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές· ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησε, καὶ εἶπεν αὐτῇ·

Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου· καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας, καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζε τὸν Θεόν. Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος ἀγανακτῶν, ὅτι τῷ Σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγε τῷ ὄχλῳ· Ἓξ ἡμέραι εἰσίν, ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ Σαββάτου. Ἀπεκρίθη δὲ αὐτῷ ὁ Κύριος, καὶ εἶπεν· Ὑποκριτά, ἕκαστος ὑμῶν τῷ Σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ, ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης, καὶ ἀπαγαγὼν ποτίζει; Ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ Σαββάτου; Καὶ ταῦτα λέγοντος αὐτοῦ, κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὑτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ’ αὐτοῦ.» Ἐξ ἐπηρείας διαβολικῆς τὸ πάθος τοῦτο τῇ γυναικὶ συνέβη, καθὰ δὴ καὶ ὁ Κύριός φησιν· ἣν ἔδησεν ὁ Σατανᾶς ἔτη δέκα καὶ ὀκτώ. Ἴσως γὰρ διὰ πταίσματά τινα ἐγκαταλειφθεῖσαν ὑπὸ Θεοῦ ἐτιμωρεῖτο ὁ Σατανᾶς. Παραίτιος γάρ ἐστι τοῖς τῶν ἀνθρώπων σώμασι πάντων τῶν δυσχερῶν, ὅταν ἄνωθεν παρὰ Θεοῦ συγχωρηθείη· ἐπεὶ καὶ ἐξ ἀρχῆς αὐτὸς ἡμῖν πρόξενος ἐγεγόνει τοῦ ἐκπεσεῖν μὲν τῆς ἀφθαρσίας, ἐφ’ ᾗ ἐκτίσθημεν, νοσερῷ δὲ σώματι καὶ παθῶν δεκτικῷ προσδεθῆναι· τοὺς δερματίνους γὰρ χιτῶνας τοῦτο νοοῦμεν πάντως.

Ὁ μέντοι Κύριος θεοπρεπεστάτῃ φωνῇ καὶ ἐξουσίας γεμούσῃ τῆς γυναικὸς ταύτης τὴν νόσον ἐλαύνει. Ἐπιτίθησι δὲ καὶ τὰς χεῖρας αὐτῇ, ἵνα μάθωμεν, ὅτι τὴν τοῦ λόγου δύναμίν τε καὶ ἐνέργειαν ἡ ἁγία πεφόρηκε σάρξ· ἰδία γὰρ ἦν αὐτοῦ, καὶ οὐχ ἑτέρου τινὸς παρ’ αὐτὸν ὄντος καταμόνας καὶ ἰδιοϋποστάτως κεχωρισμένου, καθὰ δὴ Νεστορίῳ τῷ δυσσεβεῖ δοκεῖ. Ἡ μὲν οὖν ἀγαθότης τοῦ Κυρίου τοιαύτη, καὶ οὕτω τὸ οἰκεῖον πλάσμα ἠλέησεν. Ὁ δὲ ἐξ ἀρχῆς τὴν γυναῖκα δεσμήσας Σατανᾶς, ἀχθόμενος τῇ ταύτης λύσει, οἷα θέλων ἐπὶ πλέον κακουχεῖσθαι αὐτήν, δεσμεῖ τὸν ἀρχισυνάγωγον τῷ φθόνῳ, καὶ διὰ τοῦ στόματος τούτου ἐπηρεάζει τῷ θαύματι· οὕτως ἄρα πανταχοῦ τοῖς καλοῖς ἐπιτίθεται. Ἀγανακτεῖ οὖν ὅτι ἐν Σαββάτῳ ἡ θεραπεία γέγονε, ὃν ὁ Κύριος χαριεστάτῳ ὑποδείγματι τῶν ἀλόγων ζώων ἐλέγχει· ὅθεν οὐ μόνος αὐτὸς τοῖς τοιούτοις λόγοις, ἀλλὰ καὶ πάντες οἱ ἄλλοι ἀντικείμενοι τῷ Ἰησοῦ ἀπὸ τῶν λόγων κατῃσχύνοντο, Λίαν γὰρ ἦν ἀνόητον τὸ κωλύειν θεραπευθῆναι ἄνθρωπον ἐν Σαββάτῳ, διὰ τὴν ἀργίαν δῆθεν τὴν ὑπὸ τοῦ νόμου τῷ Σαββάτῳ προστεταγμένην. Οἱ μὲν οὖν ἀντικείμενοι τῷ Ἰησοῦ ἀπὸ τῶν λόγων κατῃσχύνοντο, οἱ δὲ ὄχλοι ἔχαιρον ἐπὶ τοῖς ἔργοις, ὡς ἐκεῖνοί γε τοῖς ἔργοις οὐκ ἔχαιρον, ἀλλ’ ἐξετήκοντο θαυματουργοῦντος τοῦ Χριστοῦ. Οἱ δὲ τοῦ ὄχλου οἷα ὠφελούμενοι ἐκ τῶν σημείων, ἔχαιρον, ἰάσεων ἀπολαύοντες.

Ταῦτα δέ μοι λάμβανε τὰ θαύματα καὶ ἐπὶ τὸν ἐντὸς ἄνθρωπον· συγκύπτει γὰρ ἡ ψυχή, ὅταν ἐπὶ τὰς γηΐνας μόνας φροντίδας νεύῃ, καὶ μηδὲν οὐράνιον ἢ θεῖον φαντάζηται· διὸ καὶ ὀκτὼ καὶ δέκα ἕτη νοσεῖν λέγεται. Ὅταν γάρ τις περὶ τὴν τήρησιν τῶν ἐντολῶν τοῦ θεΐου νόμου, αἵτινές εἰσι δέκα, καὶ περὶ τὴν ἐλπίδα τοῦ ὀγδόου αἰῶνος ἀσθενῇ, δέκα καὶ ὀκτὼ ἔτη συγκύπτειν λέγεται· ἢ οὐχ ὁ τῇ γῇ προσκείμενος, καὶ ἁμαρτάνων ἀεὶ τάς τε ἐντολὰς ἀθετεῖ, καὶ τὸν μέλλοντα αἰῶνα οὐ προσδέχεται;

Ἀλλ’ ὁ Κύριος ἐν Σαββάτῳ καὶ Συναγωγῇ θεραπεύει τὴν τοιαύτην ψυχήν. Ὅταν γὰρ συναγάγῃ τις ἐν ἑαυτῷ τοὺς τῆς ἐξομολογήσεως λογισμούς· Ἰούδας γὰρ ἐξομολόγησις λέγεται· καὶ Σάββατον σχοίη, τουτέστιν ἀργίαν ἀπὸ τῶν κακῶν, τότε θεραπεύει αὐτὸν ὁ Ἰησοῦς, οὐ λόγῳ μόνῳ λέγων αὐτῷ Ἀπολέλυσαι τῆς ἀσθενείας σου, ἀλλὰ καὶ τὰς χεῖρας ἐπιθεὶς δεῖ γὰρ ἡμᾶς καὶ τὴν τῶν θείων χειρῶν συνεργίαν πρὸς τὸ πράττειν τὰ τῆς ἀρετῆς ἔργα δέξασθαι, καὶ μὴ διὰ λόγου μόνου καὶ κατηχήσεως τὴν θεραπείαν λαβεῖν δοκοῦντας ἀρκεσθῆναι. «Ἔλεγε δέ, Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν; Ὁμοία ἐστὶ κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησε, καὶ ἐγένετο εἰς δένδρον μέγα, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσαν ἐν τοῖς κλάδοις αὐτοῦ. Πάλιν εἶπε· Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; Ὁμοία ἐστὶ ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων, καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ.» Κόκκῳ σινάπεως παραβάλλει τὴν βασιλείαν τοῦ Θεοῦ· βασιλεία δὲ Θεοῦ ὁ λόγος καὶ τὸ κήρυγμα. Διὰ γὰρ τοῦ κηρύγματος ἐβασίλευσεν ἐπὶ τὰς ψυχὰς τῶν ἀνθρώπων.

Ὥσπερ οὖν τὸ σίνηπι δοκεῖ μὲν εἶναι μικρόν, πολλὴν δὲ τὴν δύναμιν ἔχει, οὕτω καὶ ὁ λόγος τοῦ Εὐαγγελίου καταφρονεῖται μὲν τοῖς πολλοῖς, καὶ δοκεῖ μωρία εἶναι, λαβὼν δὲ αὐτὸν ἄνθρωπος, καὶ βαλὼν εἰς κῆπον αὐτοῦ, ἤγουν τῇ ἑαυτοῦ ψυχῇ, δένδρον μέγα ποιεῖ, ὥστε κλάδους αὐτῷ προσεῖναι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅπερ ἔστι τοὺς τὰ ὑψηλὰ θέλοντας πέτεσθαι ἀνθρώπους, κατασκηνοῦν ἐν τούτοις τοῖς κλάδοις. Οἱ γὰρ τῶν γηΐνων ὑπερκείμενοι, ἐν τοῖς κλάδοις τοῦ κηρύγματος, ἤτοι τοῖς ἡπλωμένοις νοήμασιν ἀναπαύονται· οἷόν τί φημι, κόκκον ἔλαβεν ὁ Παῦλος, τὴν μικρὰν τοῦ Ἀνανίου κατήχησιν· ἀλλὰ φυτεύσας τοῦτον τὸν κόκκον ἐν τῷ πίονι αὐτοῦ κήπῳ, κλάδους ἐποίησε, τὰς πολλάς, φημί, καὶ καλὰς διδασκαλίας, καὶ ἐπιστολάς, ἐν αἷς κατεσκήνουν οὐ μόνον οἱ τότε ὑψηλοὶ καὶ σοφοὶ κατὰ νοῦν καὶ σοφίαν, οἷοι οἱ Κορίνθιοι, ὁ Διονύσιος, ὁ Ἱερόθεος καὶ ἄλλοι πλεῖστοι, ἀλλὰ καὶ οἱ καθ’ ἑκάστους καιρούς.

Δύναται κόκκος σινάπεως νοηθῆναι καὶ αὐτὸς ὁ Κύριος, εὐτελὴς μὲν τὸ φαινόμενον· τέκτονος γὰρ υἱός, καὶ πενέστατος· πεσὼν δὲ ἐν τῇ καρδίᾳ τῆς γῆς διὰ τοῦ νεκρωθῆναι, καὶ ἐν τῷ κήπῳ ταφείς, κλάδους ὡραίους τοὺς ἀποστόλους ἐποίησεν, οἷς ἐπαναπαύονται πάντες οἱ πρώην περιφερόμενοι παντὶ πνεύματι τῆς πλάνης, οἷον οἱ ἐξ ἐθνῶν πετεινοῖς παραβαλλόμενοι διὰ τὸ τοῦ λογισμοῦ εὐπεριάγωγον καὶ εὐεξαπάτητον, καὶ πολλῆς γέμον κουφότητος.

Τοιοῦτοι γὰρ πάντες οἱ πλανώμενοι, πετεινοῖς τοῦ οὐρανοῦ, τουτέστι τοῦ ἀέρος ἐοικότες. Πάλιν ἔοικε ζύμῃ ὁ θεῖος λόγος, ἣν λαβοῦσα γυνή, τουτέστιν ἡ ἀνθρωπεία φύσις, ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, τουτέστιν εἰς σῶμα, ψυχήν, πνεῦμα, ὥστε ἁγιασθῆναι ταῦτα, καθά φησιν ὁ μακάριος Παῦλος, καὶ γενέσθαι ἓν φύραμα τῇ πρὸς τὸ ἅγιον Πνεῦμα κοινωνίᾳ. Νοήσαις δ’ ἂν γυναῖκα τὴν ψυχήν, σάτα δὲ τρία τὸ τριμερὲς αὐτῆς, λογικόν, θυμικόν, καὶ ἐπιθυμητικόν. Εἰ οὖν τις ἐν τῷ τριμερεῖ τούτῳ κατακρύψει τὸν λόγον τοῦ Θεοῦ, ποιήσει ὅλον τοῦτο πνευματικόν, ὥστε μήτε τὸ λογιστικὸν ἐν τοῖς δόγμασι σφάλλεσθαι, μήτε θυμὸν καὶ ἐπιθυμίαν ἀλόγιστα φέρεσθαι, ἀλλὰ ζυμωθῆναι, καὶ ἐξομοιωθῆναι τῷ λόγῳ τοῦ Θεοῦ. Διεπορεύετο δὲ ὁ Ἰησοῦς κατὰ πόλεις καὶ κώμας διδάσκων· οὔτε γὰρ τῶν μικρῶν μὲν ἐπέβαινεν, οἷαι αἱ κῶμαι, τῶν δὲ πόλεων ἠμέλει, ὅπερ ποιοῦσιν οἱ τοὺς ἀφελεστέρους ἐξαπατᾷν βουλόμενοι, οὔτε τῶν πόλεων ἐπιβαίνων ὡς φιλενδείκτης καὶ φίλος δόξης, τῶν μικρῶν ἠμέλει, ἀλλ’ ὡς κοινὸς δεσπότης, μᾶλλον δὲ πατὴρ πάντων προνοούμενος πανταχοῦ περιῄει. Ἆρ’ οὖν τὰς μὲν ἔξω πόλεις περιήρχετο, ἐν αἷς οὐ τοσοῦτοι ἦσαν νομομαθεῖς, τὴν δὲ Ἱερουσαλὴμ ἀπεδίδρασκεν, ἅτε δεδιὼς τοὺς παρὰ τῶν νομομαθῶν ἐλέγχους, ἢ τὸν ἐκ τούτων θάνατον ὑφορώμενος;

Οὐκ ἔστιν εἰπεῖν, ἀλλὰ καὶ πορείαν, φησί, ποιούμενος εἰς Ἱερουσαλήμ· ἔνθα γὰρ πλείους οἱ νοσοῦντες, ἐκεῖσε μᾶλλον εἰσωθείτω ὁ ἰατρός. «Εἶπε δέ τις αὐτῷ· Κύριε, εἰ ὀλίγοι οἱ σωζόμενοι;

Ὁ δὲ εἶπε πρὸς αὐτούς· Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν, καὶ οὐκ ἰσχύσουσιν. Ἀφ’ οὗ δ’ ἐγερθῇ ὁ οἰκοδεσπότης, καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι, καὶ κρούειν τὴν θύραν, λέγοντες· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· τότε ἄρξεσθε λέγειν·

Ἐφάγομεν ἐνώπιόν σου, καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας. Καὶ ἐρεῖ, Λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ, ἀπόστητε ἀπ’ ἐμοῦ πάντες οἱ ἐργάται τῆς ἀδικίας. Ἐκεῖ ἔσται ὁ κλαυθμός, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· ὅταν ὄψησθε Ἀβραάμ, καὶ Ἰσαάκ, καὶ Ἰακώβ, καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω· καὶ ἥξουσιν ἀπὸ Ἀνατολῶν καὶ Δυσμῶν, καὶ ἀπὸ Βοῤῥᾶ καὶ Νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καί εἰσι πρῶτοι οἳ ἔσονται ἔσχατοι.» Ὀλίγοι οἱ σωζόμενοι διὰ τὸ μὴ ἐγχωρεῖν πολλοὺς δέξασθαι τὴν στενήν· ἔστιν οὖν ὁ οἰκοδεσπότης ὁ Κύριος, συγκαλεῖται δὲ πάντας ἀνθρώπους εἰς ἑστίασιν, καὶ ἀπόλαυσιν τῶν ἀδαπανήτων ἀγαθῶν· ὅσοι μὲν οὖν σπουδαῖοι ἄχρι καὶ τῆς τοῦ ἀρίστου ὥρας σπουδάζουσιν εἰσελθεῖν. Ὅσοι δὲ νωθρέστεροι, καὶ μετὰ τὴν τοῦ ἀρίστου ὥραν ἐρχόμενοι, ἀποκλείονται. Τίς δὲ ἡ ὥρα τοῦ ἀρίστου, ἢ ὁ παρὼν βίος; Οὗτος γὰρ ὄντως ὁ καιρὸς ἄριστον εἰς τὴν πρὸς τὸ ἑστιαθῆναι πνευματικὴν ἑτοιμασίαν.

Ἀφ’ οὗ τοίνυν ἐγερθῇ ὁ οἰκοδεσπότης, τουτέστιν, εἰς κρίσιν ἐξαναστῇ, καὶ ἀποκλείσῃ τὴν θύραν, τὴν τῆς ἀρετῆς, φημί, ὁδόν, ἥτις μετὰ τὴν ἐντεῦθεν ἀποβίωσιν οὐχ ὁδεύεται· ἐν τῷ βίῳ γὰρ οὖσιν ἡμῖν ὁδεύεται ἡ τῆς ἀρετῆς ὁδός· ἄρχονται μὲν οἱ ἀμελέστερον ἐνταῦθα ζήσαντες κρούειν τὴν θύραν· τότε γὰρ δὴ τότε διὰ τῆς ἀνονήτου μετανοίας τὴν τῆς ἀρετῆς ὁδὸν ἀναζητοῦσι λόγοις ψιλοῖς, οἷόν τισι κρότοις καὶ κτύποις ἀνακαλούμενοι ταύτην, τῶν ἔργων ἀπόντων. Ὁ δὲ οἰκοδεσπότης ἤδη δικαίως ἀποκλείσας, προσποιεῖται μηδὲ εἰδέναι πόθεν εἰσίν· εἰκότως, εἰσὶ μὲν γὰρ ἐκ τοῦ διαβόλου, ὁ δὲ Κύριος τοὺς ὄντας αὐτοῦ γινώσκει. Τὸ δέ, Ἐφάγομεν καὶ ἐπίομεν ἐνώπιόν σου, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας, καὶ ἁπλῶς μὲν οὕτως πρὸς τοὺς ἐξ Ἰσραὴλ λέγεται. Καὶ γὰρ ἐξ αὐτῶν ὁ Χριστὸς κατὰ σάρκα, καὶ αὐτοῖς συνήσθιε καὶ συνέπινε.

Πλὴν ἀλλὰ καὶ ὑψηλότερον δύναται νοηθῆναι τό, Ἐνώπιόν σου ἐφάγομεν καὶ ἐπίομεν· τὴν γὰρ νομικὴν τελοῦντες λατρείαν, καὶ προσκομίζοντες τῷ Θεῷ τὰς δι’ αἵματος θυσίας, ἤσθιον καὶ ηὐφραίνοντο, ἠκροῶντο δὲ καὶ τῶν θείων βίβλων ἐν ταῖς συναγωγαῖς. Πάντως γὰρ ὁ Κύριος καὶ διὰ τῶν προφητῶν ἐδίδασκεν· οὐ γὰρ τὰ ἑαυτῶν οἱ προφῆται προετίθεσαν, ἀλλὰ τὰ τοῦ Θεοῦ ὑπηγόρευον, διὸ καὶ ἔλεγον, Τάδε λέγει Κύριος.

Οὔκουν ἤρκεσε τοῖς Ἰουδαίοις εἰς δικαίωσιν ἡ δι’ αἱμάτων λατρεία, μὴ προσηκαμένοις τὴν πίστιν τὴν δικαιοῦσαν τὸν ἀσεβῆ. Καὶ τοῖς κατ’ ἐμὲ δὲ Χριστιανοῖς μέν, ἀμελέσι δὲ τὴν ζωήν, ἁρμόσειεν ἂν ταῦτα· ἢ οὐχὶ καὶ ἡμεῖς τρώγομεν τὸ θεῖον σῶμα, καὶ πίνομεν τὸ αἷμα τοῦ Θεοῦ ἐνώπιον αὐτοῦ καθ’ ἑκάστην τῇ μυστικῇ τραπέζῃ προσιόντες, καὶ διδάσκει ἐν ταῖς πλατείαις ψυχαῖς ἡμῶν ὁ Κύριος; Ἀλλ’ οὐδὲν ὄφελος, εἰ ἀκροαταὶ τοῦ θείου νόμου γινόμεθα, καὶ οὐ ποιηταί· τοὐναντίον μὲν οὖν μᾶλλον εἰς μειζόνων βασάνων ὑπόθεσιν ἡμῖν ἡ ἀκρόασις, ὥσπερ καὶ ἡ τῶν θείων ἁγιασμάτων μετάληψις εἰς κρῖμα καθίσταται.

Παρατήρησον δὲ ὅτι ἀπόβλητοί εἰσιν ἐκεῖνοι, ὧν ἐν ταῖς πλατείαις διδάσκει ὁ Κύριος· ὡς ἐάν γε διδάσκοντα αὐτὸν ἔχωμεν οὐκ ἐν πλατείαις, ἀλλ’ ἐν στεναῖς καὶ τεθλιμμέναις καὶ κατανενυγμέναις καρδίαις, οὐκ ἀπόβλητοι ἐσόμεθα. Τὸ δὲ Ἐκεῖ ἔσται ὁ κλαυθμός, ὅταν ὄψησθε Ἀβραάμ, καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἁρμόζει μὲν καὶ τοῖς Ἰσραηλίταις, πρὸς οὒς ταῦτα διελέγετο, καὶ ἔτι τοῖς κατὰ καιροὺς ἀπίστοις.

Οἱ γὰρ Ἰουδαῖοι τούτῳ μάλιστα ἐδάκνοντο τῷ ἀκούειν, ὅτι ἄλλοι μὲν οἱ ἐξ ἐθνῶν ἀναπαύσονται μετὰ Ἀβραὰμ καὶ τῶν πατέρων, αὐτοὶ δὲ ἐξωθήσονται· ἁρμόζει δὲ καὶ ἡμῖν τοῖς μὴ ἀκόλουθα τῇ πίστει πράττουσι· καὶ ἡμεῖς γὰρ ἐν τῷ νόμῳ τοῦ Χριστοῦ καυχώμενοι, εἶτα διὰ τῆς παραβάσεως τούτου ἀθετοῦντες αὐτόν, πρῶτοι μὲν τῷ δοκεῖν ἐσμεν, ὡς κατηχηθέντες ἐκ σπαργάνων αὐτῶν τὸν λόγον καὶ τὸν Χριστὸν φορέσαντες, ἔσχατοι δὲ ἐσόμεθα ἐθνικῶν τυχὸν προτιμηθέντων, τῶν πρὸς τῷ τέλει τοῦ βίου πιστευσάντων, καὶ ἀρεστῶς τῷ Θεῷ διαγαγόντων τὸν ὀλίγον τῆς ζωῆς χρόνον. «Ἐν αὐτῇ τῇ ἡμέρᾳ προσῆλθόν τινες Φαρισαῖοι λέγοντες αὐτῷ· Ἔξελθε, καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρώδης θέλει σε ἀποκτεῖναι. Καὶ εἶπεν αὐτοῖς·

Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ, Ἰδοὺ ἐκβάλλω δαιμόνια, καὶ ἰάσεις ἐπιτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι. Πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ.» Φθόνῳ διατηκόμενοι οἱ κατάρατοι Φαρισαῖοι ἐκφοβεῖν πειρῶνται τὸν Κύριον καὶ τὸν Ἡρώδην ἐπαπειλοῦσιν αὐτῷ· οὐ γὰρ ἤθελον αὐτὸν ὁρᾷν θαυματουργοῦντα, ἵνα μὴ τῷ πλήθει τῶν σημείων ἐφέλκηται τοὺς ὄχλους, καὶ τῇ τοῦ λόγου δυνάμει διδάσκων ἐπιστρέφῃ πρὸς ἑαυτόν. Προφασίζονται οὖν τὸν Ἡρώδην, καὶ κήδεσθαι τοῦ Σωτῆρος σχηματίζονται. Ἐκεῖνος δὲ εἰδὼς τὰς καρδίας αὐτῶν, πράως τε καὶ συνεσκιασμένως, ὡς ἔθος αὐτῷ, ἀποκρίνεται αὐτοῖς, καί φησιν, Εἴπατε τῇ ἀλώπεκι ταύτῃ· καὶ δοκεῖ μὲν ἀλώπεκα τὸν Ἡρώδην ὀνομάζειν, τοὺς Φαρισαίους δὲ μᾶλλον, εἴ τις ἀκριβῶς σκοποίη. Οὐ γὰρ εἶπε, τῇ ἀλώπεκι ἐκείνῃ, ἀλλὰ ταύτῃ, μέσῃ τινὶ χρώμενος φωνῇ, καί γε εὐφυῶς. Διὰ μὲν γὰρ τοῦ ἑνικῶς εἰπεῖν ἀλώπεκι, τὸν Ἡρώδην δέδωκεν ἐκείνοις ὑπολαβεῖν, διὰ δὲ τοῦ δεικτικῶς φάναι ταύτῃ, αὐτοὺς ἐκείνους τοὺς δολεροὺς ᾐνίξατο· τῷ ὄντι γὰρ τὸ τῆς ἀλώπεκος πανοῦργον καὶ δύστροπον οἱ Φαρισαῖοι ἐπεδείκνυτο.

Ὅρα δέ μοι πῶς πρὸς τὴν κακουργίαν αὐτῶν ἀποκρίνεται αὐτοῖς. Ἐπεὶ γὰρ ἐκεῖνοι διὰ τὰς ἰάσεις φθονοῦντες τὸν ἐκ τοῦ Ἡρώδου φόβον αὐτῷ ἐπέσειον, αὐτός, ὅπερ ἠπίστατο λυπεῖν ἐκείνους, τοῦτο λέγει· Ἰδοὺ γάρ, φησίν, ἐπιτελῶ ἰάσεις, καὶ δαιμόνια ἐκβάλλω· ὡς γὰρ προείρηται, διὰ τοῦτο ἐδίωκον αὐτόν, ἵνα μὴ τῇ τῶν παραδόξων ἐπιδείξει χρώμενος σαγηνεύῃ πολλοὺς εἰς τὸ πιστεύειν αὐτῷ. Τὸ δέ, σήμερον καὶ αὔριον, πλείονας ἡμέρας δηλοῖ. Ὥσπερ οὖν καὶ ἡμεῖς εἰώθαμεν ἐν τῇ συνήθει ὁμιλίᾳ λέγειν, Σήμερον καὶ αὔριον γίνεται τόδε, οὐ πάντως τοσούτῳ διαστήματι τὸ ἔργον περικλείοντες, ἀλλὰ τὸ ταχέως γενήσεσθαι δηλοῦντες· οὕτως οὖν καὶ ὁ Χριστὸς εἰπών, ὅτι Ἰάσεις ἐπιτελῶ σήμερον, καὶ αὔριον, καὶ τῇ τρίτῃ ἡμέρᾳ τελειοῦμαι, οὐ πάντως τοῦτο ἐδήλωσε, τὸ ἐν τῇ τρίτῃ ἡμέρᾳ ἀναγκαίως τελειωθῆναι, ἀλλὰ τὸ συντόμως τὸν θάνατον αὐτοῦ γενήσεσθαι δηλοῖ.

Πλὴν δεῖ με σήμερον καὶ αὔριον, τουτέστι χρόνον τινά, προσμεῖναι ἐνταῦθα θαυματουργοῦντα, καὶ τῇ ἐχομένῃ πορεύεσθαι εἰς Ἱερουσαλήμ· ἐκεῖσε γὰρ ἀφώρισα ἐμαυτῷ τὸ πάθος. Ἐπειδὴ γὰρ ἐκεῖνοι ἔλεγον αὐτῷ· Ἔξελθε, ὅτι Ἡρώδης μέλλει σε φονεύειν, ἐν τῇ Γαλιλαίᾳ δὲ ταῦτα ἔλεγον, ἐκείνης γὰρ Ἡρώδης ἦρχε, δείκνυσιν αὐτοῖς, ὅτι καὶ πολλὰ βουλευομένῳ Ἡρώδῃ οὐκ ἔσται αὐτὸν ἀνελεῖν· οὐ γὰρ ἐν Γαλιλαίᾳ, ἀλλ’ ἐν Ἱερουσαλὴμ προώρισται αὐτῷ παθεῖν.

Ἵνα δέ σοι καὶ τὸ ῥητὸν τοῦ Εὐαγγελίου σαφέστερον ἐκθῶμαι, μὴ νοήσῃς ὅτι δεῖ με σήμερον καὶ αὔριον πορεύεσθαι, ἀλλὰ στῆθι ἄχρι τοῦ σήμερον καὶ αὔριον· καὶ οὕτως εἰπὲ τό, τῇ ἐχομένῃ πορεύεσθαι, οἷον πολλάκις ἀριθμοῦντες εἰώθαμεν λέγειν, Ἐγὼ Κυριακῇ δευτέρᾳ καὶ τρίτῃ ἐξέρχομαι, οὐχ ὡς μέλλων καὶ ἐν τῇ Κυριακῇ, καὶ ἐν τῇ δευτέρᾳ ἐξελθεῖν, ἀλλ’ ἀπαριθμούμενος μόνον τὰς δύο, ἵνα δηλώσω τὴν τρίτην. Οὕτως οὖν καὶ ὁ Κύριος ἐνταῦθα ὥσπερ ἀπαριθμούμενός φησι, Δεῖ με σήμερον καὶ αὔριον, εἶτα τῇ τρίτῃ πορεύεσθαι εἰς Ἱερουσαλήμ· ἐκεῖσε γάρ μοι τὸ τέλος ἀφώρισται. Καθάπερ δὲ ἀνωτέρω ἐξείπομεν, οὐχὶ ὡς ἐν τρισὶν ἡμέραις περικλείων τὴν ἑαυτοῦ ζωὴν ὁ Κύριος, ταῦτά φησιν, ἀλλὰ πλείονας μὲν ἡμέρας, πλὴν οὐ πάνυ μακρόν τινα χρόνον ὑποσημαίνει· ὡσανεὶ γὰρ τοιαῦτά φησι πρὸς τοὺς αὐτῷ διαφθονουμένους· Τί τὸν ἐμὸν μελετᾶτε θάνατον; ἰδοὺ μετ’ ὀλίγον τοῦτο γίνεται. Ὅταν δὲ ἀκούσῃς, ὅτι οὐκ ἐνδέχεται ἔξω Ἱερουσαλὴμ ἀπολέσθαι προφήτην, μὴ νόμιζε βίαν ἀναγκαστικὴν Ἰουδαίοις ἐπάγεσθαι εἰς τὸ τοιαῦτα δρᾷν, ἐκ τοῦ τὰ τοιαῦτα γράφειν, ἀλλὰ τῇ μιαιφόνῳ αὐτῶν προαιρέσει ἀκολούθως λέγεσθαι τοῦτο· ὥσπερ ἂν εἰ λῃστὴν ὁρῶν μιαιφονώτατον ὁδοστατοῦντα εἴποιέν τις, Οὐκ ἐνδέχεται τὴν ὁδὸν ταύτην, ἐν ᾗ ὁ λῃστὴς τοὺς ὁδεύοντας ἐνεδρεύει, καθαρὰν αἱμάτων εἶναι· πάντως γὰρ τοῖς ἔργοις τοῦ λῃστοῦ τὸ ἀκόλουθόν φησιν.

Οὕτως οὖν κἀν τῇ Ἱερουσαλὴμ λῃστῶν ἐγκαθημένων τῶν Φαρισαίων καὶ Γραμματέων, οὐκ ἐνεδέχετο ἐν ἄλλῳ χωρίῳ, ἢ πάντως ἐν τῷ τῶν λῃστῶν, ἀπολέσθαι τὸν τῶν προφητῶν Δεσπότην· ἐνεθισθέντες γὰρ τοῖς αἵμασι τῶν δούλων, καὶ τὸν Κύριον ἀποκτενοῦσι. «Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος· Ἀμὴν λέγω ὑμῖν, οὐ μή με ἴδητε ἤδη, ἄχρις ἂν εἴπητε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.» Τῷ διπλασιασμῷ τοῦ ὀνόματος δείκνυσι τὴν στοργήν, ἣν ἔχει περὶ αὐτοὺς ὁ Κύριος· ὥσπερ γάρ τις ἐραστὴς παρὰ τῆς ἐρωμένης καταφρονούμενος, οὕτως ἀνακαλεῖται τὴν μοιχαλίδα Συναγωγήν· δείκνυσι δὲ καὶ τὴν οἰκείαν φιλανθρωπίαν, ὅτι πολλάκις ἠθέλησεν ἐπισυναγαγεῖν αὐτούς, καὶ τὴν ἐκείνων ἀπόνοιαν σημαίνει, ἐν τῷ εἰπεῖν, ὅτι Οὐκ ἠθελήσατε· ἀφίημι λοιπὸν ὑμᾶς.

Τοσοῦτον γὰρ ἐμίσησα τὴν πονηρίαν ὑμῶν, ὥστε οὐδὲ τὸν ναὸν λέγω οἶκόν μου εἶναι, ἀλλ’ οἶκον ὑμῶν· ἄχρι γὰρ ἐνεπολιτεύετο ὑμῖν ἡ ἀρετή, καὶ ὁ ναὸς ἐμὸς ἦν· ἐπεὶ δὲ καὶ αὐτὸν ἐμιάνατε, καὶ ἐμπόριον καὶ σπήλαιον λῃστῶν πεποιήκατε ταῖς πολλαῖς καπηλείαις, καὶ τῷ φιλοχρημάτῳ τῆς γνώμης ἀλλήλους ἀποκτιννύοντες· τοῦτο γάρ ἐστιν ἡ πραγματεία τῆς λῃστείας ὑποσκελίζουσα τὸν ἀδελφὸν καὶ ἁρπάζουσα τὰ αὐτοῦ· ὃ καὶ οἱ λῃσταὶ ποιοῦσι, συμποδίζοντες γὰρ τοὺς ὁδίτας, οὕτως ἤδη τὰ αὐτῶν ἀφαιροῦνται· ἐπεὶ οὖν τὸν ναὸν σπήλαιον λῃστῶν πεποιήκατε διὰ τὸ τῶν πραγματειῶν εἶδος, ἃς ἐν αὐτῷ τῷ τῆς προσευχῆς οἴκῳ ἐποιεῖτε, οὐκέτι ἐμός ἐστιν οἶκος, ἀλλ’ ὑμῶν· Οὐ μόνον δὲ τὸν ναὸν νοήσεις οἶκον, ἀλλὰ καὶ τὴν ἅπασαν γενεὰν τῶν Ἰουδαίων· οἶδε γὰρ ἡ Γραφὴ καὶ τὸ γένος οἶκον ὀνομάζειν· ὡς τό, «Οἶκος Λευΐ, εὐλογήσατε τὸν Κύριον.» Κἀνταῦθα οὖν δύναται νοηθῆναι τό, οἶκος ἀντὶ τοῦ τὸ γένος ὑμῶν ἀφίεται παρ’ ἐμοῦ, ὡς καὶ διὰ τοῦ προφήτου ἀλλαχοῦ φησιν, Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου· οἶκον γὰρ ἐκεῖ τοὺς Ἰσραηλίτας φησί· δείκνυσι δέ, ὅτι καὶ πρὸ τούτου αὐτὸς ἦν ὁ συνέχων αὐτούς, καὶ τῶν ἐχθρῶν ῥυόμενος· τὸ δέ, Οὐ μή με ἴδητε ἄχρις ἂν εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· τὴν δευτέραν σημαίνει παρουσίαν.

Τότε γὰρ καὶ ἄκοντες ὁμολογήσουσιν αὐτὸν Σωτῆρα καὶ Κύριον, ὅτε αὐτοῖς οὐδὲν ὄφελος. Τί οὖν; οὐκ εἶδον αὐτὸν ἀφ’ οὖ ταῦτα εἶπε; Καὶ μάλα· ὅταν οὖν λέγῃ, ὅτι Οὔ με ἴδητε ἀπὸ τοῦ νῦν, οὐχὶ τὴν τότε ὥραν σημαίνει, ἀλλὰ τὸν μετὰ τὸν σταυρὸν χρόνον· ὥσπερ ἂν εἰ εἶπεν, Ἀφ’ οὗ με σταυρώσετε, οὐκέτι οὐ μή με ἴδητε, ἄχρις ἂν πάλιν ἔλθω.