Ἧλθε μὲν γὰρ ὁ νόμος, καὶ ἐπέστη τῷ κειμένῳ, εἶτα μὴ ἰσχύων θεραπεῦσαι, ἀπεστράφη.
Ὅπερ ἔστι τὸ ἀντιπαρῆλθεν. Ὅρα δὲ τὸ κατὰ συγκυρίαν, τίνα νοῦν ἔχει. Τῷ ὄντι γὰρ ὁ νόμος οὐ προηγουμένως ἐδόθη, ἀλλὰ διὰ τὴν ἀνθρωπίνην ἀσθένειαν, μὴ δυναμένην ἐξ ἀρχῆς δέξασθαι τὸ κατὰ Χριστὸν μυστήριον. Διὰ τοῦτό φησιν, ὅτι Ὁ ἱερεύς, τουτέστιν ὁ νόμος, κατὰ συγκυρίαν, ὅπερ εἰώθαμεν λέγειν κατὰ σύμβαμα, ἀλλ’ οὐ προηγουμένως, ἦλθεν εἰς τὸ θεραπεῦσαι τὸν ἄνθρωπον. Ἀλλ’ ὁ Κύριος καὶ Θεὸς ἡμῶν, ὁ δι’ ἡμᾶς κατάρα γενόμενος, καὶ Σαμαρείτης ἀκούσας. ὁδεύων, τουτέστιν, αὐτὸ τοῦτο πρόφασιν ὁδοῦ ποιησάμενος, καὶ τὸν σκοπὸν θέμενος, τὸ ἡμᾶς θεραπεῦσαι, ἀλλ’ οὐ παροδεύων, καὶ ἐκ παρέργου ἐπισκεψάμενος ἡμᾶς, ἦλθεν εἰς ἡμᾶς, συναναστραφεὶς ἡμῖν, καὶ ὁμιλήσας ἀφαντάστως. Κατέδησεν οὖν εὐθὺς τὰ τραύματα, μὴ ἐάσας τὴν κακίαν ἐπὶ πλέον ἄνετον εἶναι, ἀλλὰ καταδήσας αὐτήν, ἐπέχεεν δὲ ἔλαιον καὶ οἶνον· ἔλαιον μὲν τὸν λόγον τῆς διδασκαλίας, τὸν διὰ τῶν ἀγαθῶν προτρεπόμενον· οἶνον δέ, τὸν διὰ τῶν φοβερωτέρων ἐνάγοντα πρὸς ἀρετήν. Οἶον ὅταν ἀκούῃς τοῦ Κυρίου λέγοντος· Δεῦτε πρὸς μέ, κἀγὼ ἀναπαύσω ὑμᾶς, τοῦτο τὸ ἔλαιον· ἱλαρότητα γὰρ καὶ ἀνάπαυσιν ὑποδείκνυσι. Καὶ πάλιν· Δεῦτε, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Ὅταν δὲ λέγῃ, ὅτι Πορεύεσθε εἰς τὸ σκότος, τοῦτο ὁ οἶνος, ἡ στυπτικὴ διδασκαλία.