Προηγουμένως δὲ τοῖς Ἰουδαίοις ἀποστέλλει αὐτούς, ἵνα μὴ ἔχωσι λέγειν ὅτι πρὸς τοὺς ἐθνικοὺς ἀπεστάλησαν, καὶ διὰ τοῦτο ἡμεῖς οἱ Ἰουδαῖοι οὐκ ἐπιστεύσαμεν.
Ἀπροφασίστους οὖν τοὺς Ἰουδαίους ποιεῖ.
Συνάπτει δὲ τοὺς Σαμαρείτας τοῖς ἐθνικοῖς, ἐπεὶ Βαβυλώνιοι ὄντες κατῴκησαν τὴν Ἰουδαίαν, καὶ οὐδὲ τοὺς προφήτας ἐδέχοντο, ἀλλὰ μόνα τὰ πέντε τοῦ Μωσέως βιβλία· βασιλείαν δὲ οὐρανῶν, καὶ τὴν μέλλουσαν ἀπόλαυσιν νόει. Ὁπλίζει δὲ αὐτοὺς τοῖς θαύμασι, λέγων· «Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε. Δωρεὰν ἐλάβετε, δωρεὰν δότε.» Οὐδὲν οὕτως ἁρμόζει τῷ διδασκάλῳ, ὡς ταπείνωσις καὶ ἀκτημοσύνη. Τὰ δύο τοίνυν ταῦτα ἐνταῦθα δείκνυσι, Δωρεὰν ἐλάβετε, λέγων· μὴ γὰρ ὑψηλοφρονεῖτε, ὡς τοιαῦτα ἀγαθὰ ἔχοντες καὶ διδόντες. Δωρεὰν γὰρ καὶ χάριτι ταῦτα ἔχετε, ἀλλὰ σὺν τῷ ταπεινοφρονεῖν, καὶ ἀφιλοχρήματοι γένεσθε. Δωρεὰν γάρ, φησί, δότε. Τελεώτερον δὲ ἀνασπῶν τὴν ῥίζαν πάντων τῶν κακῶν, φησίν· «Μὴ κτήσησθε χρυσόν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδόν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδους ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν.» Εἰς πᾶσαν ἀκρίβειαν αὐτοὺς γυμνάζει, διὰ τοῦτο ἀπερίττους αὐτοὺς παντελῶς ποιῶν καὶ ἀμερίμνους, οὐδὲ ῥάβδους συγχωρεῖ ἔχειν. Τοῦτο γὰρ ἡ ἀκριβὴς ἀκτημοσύνη, ποιοῦσα πιστεύεσθαι τὸν περὶ ἀκτημοσύνης διδάσκοντα.