Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τὰ εὐαγγέλια ἐξηγήσεις

Θεοφύλακτος Βουλγαρίας

Ερμηνεία εις το Κατά Ιωάννην: Ο Θεός Λόγος, η μαρτυρία του Προδρόμου και η κλήση των μαθητών

Θεολογικός σχολιασμός του Προλόγου του Ιωάννη, η ενανθρώπηση του Λόγου, η μαρτυρία του Ιωάννη του Βαπτιστή και η κλήση των πρώτων μαθητών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 19 από 28

ΘΕΟΦΥΛΑΚΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΒΟΥΛΓΑΡΙΑΣ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΤΑ ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΥ. αʹ. Περὶ τῆς μαρτυρίας τοῦ Ἰωάννου περὶ Χριστοῦ. Περὶ τοῦ Ἰωάννου ἐρωτηθέντος, εἰ ἔστιν ὁ Χριστός. Περὶ Ἀνδρέου, Πέτρου, Φιλίππου καὶ Ναθαναὴλ κληθέντων.

βʹ. Περὶ τοῦ ἐν Κανᾷ γάμου. Περὶ τῶν ἐκβληθέντων ἐκ τοῦ ἱεροῦ. Περὶ τοῦ, Λύσατε τὸν ναὸν τοῦτον. γʹ. Περὶ τοῦ Νικοδήμου καὶ Ἰησοῦ. Περὶ τοῦ Ἰησοῦ καὶ Ἰωάννου βαπτιζόντων. Περὶ καθαρισμοῦ. δʹ. Περὶ τῆς Σαμαρείτιδος. Περὶ τοῦ υἱοῦ τοῦ βασιλικοῦ.

εʹ. Περὶ τοῦ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχοντος ἐν ἀσθενείᾳ. Περὶ τῶν Ἰουδαίων ζητούντων ἀποκτεῖναι τὸν Ἰησοῦν. ϛʹ. Περὶ τῶν πέντε ἄρτων καὶ δύο ἰχθύων. Περὶ τῆς ἀναχωρήσεως τοῦ Ἰησοῦ, ἵνα μὴ ποιήσωσιν αὐτὸν βασιλέα. Περὶ τοῦ ἐν θαλάσσῃ περιπάτου. Περὶ τοῦ ὄχλου ἑπομένου τῷ Ἰησοῦ τοῖς πλοιαρίοις. Περὶ τοῦ ὄχλου ζητοῦντος σημεῖον. Περὶ τοῦ ἄρτου ἐκ τοῦ οὐρανοῦ. Περὶ πολλῶν μαθητῶν ἀπελθόντων ἀπὸ τοῦ Ἰησοῦ.

Περὶ τῆς ὁμολογίας τοῦ Πέτρου περὶ τοῦ Χριστοῦ. ζʹ. Περὶ τῆς ἀναβάσεως τοῦ Κυρίου ὡς ἐν κρυπτῷ εἰς τὴν ἑορτήν. Περὶ τῶν Ἰουδαίων θαυμαζόντων, πῶς ὁ Ἰησοῦς γράμματα οἶδε μὴ μεμαθηκώς. Περὶ τοῦ σχίσματος τοῦ ὄχλου περὶ Χριστοῦ. Περὶ τῆς τῶν ἀρχόντων καὶ Νικοδήμου ἀμφισβητήσεως.

ηʹ. Περὶ τῶν ἐρωτώντων τὸν Ἰησοῦν περὶ τοῦ Πατρὸς αὐτοῦ. Περὶ τοῦ Ἰησοῦ ἐλευθέρωσιν ἐπαγγελλομένου τοῖς ἑπομένοις αὐτῷ. Περὶ τῶν εἰπόντων ὅτι δαιμόνιον ἔχει ὁ Ἰησοῦς. Περὶ τῶν πειρωμένων Ἰουδαίων λιθοβολεῖν τὸν Ἰησοῦν, ὅτι τοῦ Ἀβραὰμ προέκρινεν αὐτόν.

θʹ. Περὶ τοῦ ἐκ γενετῆς τυφλοῦ. ιʹ. Περὶ τοῦ καλοῦ ποιμένος καὶ μισθωτοῦ. Περὶ τοῦ Ἰησοῦ ἐρωτηθέντος, ἐν τῇ στοᾷ περιπατοῦντος. ιαʹ. Περὶ τῆς ἐγέρσεως τοῦ Λαζάρου. Περὶ τῆς τῶν ἀρχιερέων καὶ τῶν Φαρισαίων βουλῆς περὶ τοῦ ἀποκτεῖναι τὸν Ἰησοῦν. Περὶ ὧν εἶπεν ὁ Καϊάφας.

ιβʹ. Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ. Περὶ ὧν εἶπεν Ἰούδας. Περὶ τοῦ ὀναρίου. Περὶ τῶν Ἑλλήνων προσελθόντων καὶ ἐρωτώντων τὸν Φίλιππον. Περὶ τῆς φωνῆς ἐκ τοῦ οὐρανοῦ ἀκουσθείσης. ιγʹ. Περὶ τοῦ νιπτῆρος. Περὶ τοῦ ἐξελθόντος Ἰούδα ἵνα τὸν Χριστὸν παραδῷ. Περὶ τῆς ἐντολῆς τοῦ ἀγαπᾷν ἀλλήλους. Περὶ τοῦ ζητοῦντος Πέτρου, ποῦ ὑπάγει ὁ Κύριος.

ιδʹ. Περὶ Θωμᾶ ἀγνοοῦντος ποῦ ὑπάγει ὁ Κύριος. Περὶ τοῦ Ἰούδα τοῦ Θαδδαίου ἐρωτῶντος τὸν Ἰησοῦν. Περὶ τοῦ Παρακλήτου. ιεʹ. Περὶ τῆς ἀληθινῆς ἀμπέλου, καὶ γεωργοῦ, καὶ κλήματος. ιϛʹ. Περὶ τοῦ Ἰησοῦ προλέγοντος τὰ συμβησόμενα τοῖς μαθηταῖς. Περὶ τοῦ, Μικρόν, καὶ ὄψεσθέ με. Περὶ τοῦ τὸν Πατέρα ὅσα ἂν αἰτήσωνται δώσειν.

ιζʹ. Περὶ τῆς προσευχῆς τοῦ Ἰησοῦ πρὸς τὸν Πατέρα ὑπὲρ τῶν δεδομένων ἑαυτῷ μαθητῶν. ιηʹ. Περὶ τῆς παραδόσεως τοῦ Ἰησοῦ. Περὶ τῶν Ἰουδαίων χαμαὶ πεσόντων. Περὶ τοῦ Πέτρου ἀποκόψαντος τὸ ὠτίον τῷ τοῦ ἀρχιερέως δούλῳ. Περὶ τοῦ Ἰησοῦ ἀπαγομένου πρὸς Ἄνναν, καὶ Καϊάφαν, καὶ Πιλάτον.

ιθʹ. Περὶ τῆς τοῦ Χριστοῦ μαστιγώσεως. Περὶ τῆς σταυρώσεως τοῦ Χριστοῦ. Περὶ τῶν παρὰ τῷ σταυρῷ ἑστώτων. Περὶ τῆς αἰτήσεως τοῦ Κυριακοῦ σώματος. Περὶ τῆς ταφῆς αὐτοῦ. κʹ. Περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ. Περὶ τῆς φανερώσεως τοῦ Χριστοῦ, πρῶτον μὲν τῇ Μαρίᾳ τῇ Μαγδαληνῇ, ἔπειτα δὲ τοῖς μαθηταῖς συνηγμένοις.

καʹ. Περὶ τῆς φανερώσεως τοῦ Ἰησοῦ μετὰ τὴν ἀνάστασιν Πέτρῳ καὶ ἑτέροις ἁλιεύουσιν ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος. Περὶ τοῦ τῷ Πέτρῳ λεχθέντος· Βόσκε τὰ πρόβατά μου.

ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΠΡΟΟΙΜΙΟΝ. Ἡ τοῦ ἁγίου Πνεύματος δύναμις ἐν ἀσθενείᾳ τελειοῦται, καθὰ γέγραπται, καὶ πιστεύομεν· ἐν ἀσθενείᾳ δὲ οὐ σώματος μόνον, ἀλλὰ δὴ καὶ λόγου, καὶ σοφίας ἐν γλώττῃ κειμένης. Καὶ τοῦτο δῆλον ἐκ πολλῶν μὲν καὶ ἄλλων, μάλιστα δὲ ἐκ τοῦ περὶ τὸν μέγαν Θεολόγον καὶ ἀδελφὸν τοῦ Χριστοῦ ἐν χάριτι ὁρωμένου. Οὗτος γὰρ ἁλιέως μὲν πατρὸς ἦν, τὴν αὐτὴν δὲ τέχνην τῷ πατρὶ μεταχειριζόμενος, οὐ μόνον ἀμαθὴς ἦν τῆς Ἑλληνικῆς καὶ Ἰουδαϊκῆς παιδεύσεως, ἀλλὰ καὶ πάντη ἀγράμματος, καθὰ δὴ καὶ ὁ θειότατος Λουκᾶς ἐν ταῖς Πράξεσιν ἱστορεῖ περὶ αὐτοῦ.

Καὶ γὰρ δὴ καὶ ἡ πατρὶς αὐτοῦ εὐτελεστάτη καὶ ἄσημος, ὡς χωρίον εἶναι οὐ λογικῆς, ἀλλ’ ἁλιευτικῆς τέχνης. Βηθσαϊδᾶ γὰρ τοῦτον ἐξήνεγκεν. Ἀλλ’ ὅμως ὁ τοιοῦτος, ὁ ἀγράμματος, ὁ ἄσημος, ὁ μηδὲν ἔχων περίβλεπτον, ἴδε ποίου τετύχηκε πνεύματος, ὥστε ἃ μηδεὶς τῶν ἄλλων εὐαγγελιστῶν ἡμᾶς ἐδίδαξεν, αὐτὸς ταῦτα βροντῆσαι. Ἐπειδὴ γὰρ ἐκείνων καταγενομένων περὶ τὸ σωματικὸν τοῦ Χριστοῦ, μηδὲν δὲ περὶ τῆς πρὸ αἰώνων αὐτοῦ ὑπάρξεως τρανώτερον καὶ σαφέστερον εἰπόντων, δέος ἦν μή ποτέ τινες χαμαιπετεῖς, καὶ μηδὲν ὑψηλὸν νοῆσαι δυνάμενοι, νομίσωσι τὸν Χριστὸν τότε πρῶτον εἰς ὕπαρξιν ἐλθεῖν, ὅτε ἀπὸ Μαρίας ἐγεννήθη, καὶ οὐχὶ πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθῆναι, ὃ πάντως πέπονθε Παῦλος ὁ Σαμοσατεύς. Τούτου ἕνεκεν ὁ μέγας Ἰωάννης περὶ τῆς ἄνω γεννήσεως διαλαμβάνει, καίτοι οὐδὲ τὴν σάρκωσιν τοῦ Λόγου ἀμνημόνευτον καταλείψας· φησὶ γάρ· «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο.» Ὡς δέ τινές φασι, καὶ ἠξίωσαν αὐτὸν οἱ ὀρθόδοξοι συγγράψαι περὶ τῆς ἄνω γεννήσεως, οἷα ἀναφανέντων τινῶν αἱρετικῶν ἐν ταῖς ἡμέραις ἐκείναις, τῶν δογματιζόντων ἄνθρωπον ψιλὸν ὑπάρξαι τὸν Ἰησοῦν. Ὅτε δὴ λέγεται ὁ ἅγιος τὰ τῶν ἄλλων εὐαγγελιστῶν ἀναγνούς, θαυμάσαι μὲν ἐκείνους τῆς περὶ πάντα ἀληθοῦς ἀφηγήσεως, ἐπικρῖναι δὲ ὡς ὑγιῶς ἔχοντα, καὶ μηδὲν πρὸς χάριν εἰπόντας τῶν ἀποστόλων.

Ἃ μέντοι οὐ σαφῶς εἶπον ἐκεῖνοι, ἢ τελείως παρέλιπον, ταῦτα αὐτὸν ἐξαπλῶσαι, καὶ τρανῶσαι, καὶ προσθεῖναι διὰ τοῦ ἰδίου Εὐαγγελίου· ὃ καὶ συνέγραψεν ἐν Πάτμῳ τῇ νήσῳ ἐξόριστος διατελῶν, μετὰ τριακονταδύο ἔτη τῆς τοῦ Χριστοῦ ἀναλήψεως. Ἠγαπᾶτο δὲ πάντων μάλιστα μαθητῶν Ἰωάννης τῷ Κυρίῳ, ὡς ἁπλοῦς τε καὶ πραότατος, καὶ χρηστοηθέστατος, καὶ ὡς καθαρὸς τὴν καρδίαν, ἤγουν παρθένος. Ἐξ οὗ δὴ χαρίσματος καὶ τὴν θεολογίαν ἐπιστεύθη, τῶν ἀθεάτων τοῖς πολλοῖς μυστηρίων κατατρυφήσας. «Μακάριοι γάρ, φησίν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Ἦν δὲ ἄρα καὶ συγγενὴς τοῦ Κυρίου· καὶ πῶς, ἄκουσον. Ἰωσὴφ ὁ τῆς πανάγνου Θεοτόκου μνηστὴρ ἔσχεν ἐκ προτέρας γυναικὸς παῖδας ἑπτά, τέσσαρας ἄῤῥενας καὶ τρεῖς θηλείας, τὴν Μάρθαν, τὴν Ἐσθήρ, τὴν Σαλώμην, ἧς, λέγω, τῆς Σαλώμης, υἱὸς ἦν οὗτος ὁ Ἰωάννης. Εὑρίσκεται τοίνυν ὁ Κύριος θεῖος αὐτοῦ ὤν. Ἐπεὶ γὰρ πατὴρ τοῦ Κυρίου ὁ Ἰωσήφ, τούτου δὲ τοῦ Ἰωσὴφ θυγάτηρ ἡ Σαλώμη· ἀδελφὴ ἄρα τοῦ Κυρίου ἡ Σαλώμη λογίζεται, ὥστε καὶ ὁ ταύτης υἱὸς Ἰωάννης ἀνεψιὸς τοῦ Κυρίου. Οὐκ ἄτοπον δὲ ἴσως καὶ τὰ ὀνόματα τὴν μητρὸς αὐτοῦ καὶ αὐτοῦ τοῦ εὐαγγελιστοῦ ἀναπτύξαι. Ἡ μήτηρ Σαλώμη καλουμένη, ἑρμηνεύεται εἰρηνική, ὁ δὲ Ἰωάννης, χάρις αὐτῆς.

Γινωσκέτω οὖν πᾶσα ψυχή, ὡς ἡ εἰρήνη ἡ πρός τε τοὺς ἀνθρώπους, καὶ ἡ κατὰ ψυχὴν ἀπὸ τῶν παθῶν, μήτηρ γίνεται τῆς θείας χάριτος, καὶ γεννᾷ ταύτην ἐν ἡμῖν. Τὴν γὰρ ταραττομένην ψυχήν, καὶ ἔτι μάχας ἔχουσαν πρός τε τοὺς ἄλλους ἀνθρώπους, καὶ πρὸς ἑαυτήν, οὐκ εἰκὸς τῆς θείας ἀξιωθῆναι χάριτος. Ἐπεσκεψάμεθα δὲ καί τι θαυμασιώτερον συμβὰν περὶ τοῦτον δὴ τὸν εὐαγγελιστὴν Ἰωάννην. Μόνος γὰρ οὗτος τρεῖς μητέρας ἀναφαίνεται ἔχων, τὴν φυσικὴν τὴν Σαλώμην, τὴν βροντὴν (υἱὸς γὰρ βροντῆς διὰ τὴν τοῦ Εὐαγγελίου μεγαλοφωνίαν), καὶ τὴν Θεοτόκον· «Ἰδοὺ γάρ, φησίν, ἡ μήτηρ σου.» Ἀλλ’ ἐπεὶ ταῦτα ἡμῖν πρὸ τῆς ἐξηγήσεως εἴρηται, ἀρκτέον ἤδη καὶ τῆς τοῦ ῥητοῦ ἀναπτύξεως.

ΚΕΦΑΛ. Αʹ. Περὶ τῆς μαρτυρίας τοῦ Ἰωάννου περὶ Χριστοῦ. Περὶ τοῦ Ἰωάννου ἐρωτηθέντος, εἰ ἔστιν ὁ Χριστός. Περὶ Ἀνδρέου, Πέτρου, Φιλίππου καὶ Ναθαναὴλ κληθέντων. «Ἐν ἀρχῇ ἦν ὁ Λόγος.» Ὅπερ καὶ ἐν προοιμίοις εἶπον, πάλιν καὶ τοῦτο ἐρῶ, ὅτι τῶν ἄλλων εὐαγγελιστῶν τὴν κάτω γέννησιν τοῦ Κυρίου, τὴν ἀνατροφήν, τὴν αὔξησιν πλατέως ἀφηγησαμένων, οὗτος μὲν ἐκεῖνα παρατρέχει, ὡς αὐτάρκως τοῖς συμμαθηταῖς αὐτοῦ ῥηθέντα, περὶ δὲ τῆς θεότητος τοῦ δι’ ἡμᾶς ἐνανθρωπήσαντος διαλέγεται· καίτοι εἰ ἀκριβῶς θεωρήσεις, οὔτε ἐκεῖνοι τὸ περὶ τῆς τοῦ Μονογενοῦς θεότητος εἰπεῖν παρώσαντο, ἀλλ’ ἐπεμνήσθησαν, εἰ καὶ μὴ πλατέως, οὔτε οὗτος πρὸς τὸν ὑψηλότερον λόγον ἀποβλέψας, ἠμέλησε πάντη τῆς ἐνσάρκου οἰκονομίας· ἓν γὰρ ἦν Πνεῦμα τὸ κινοῦν τὰς τῶν ἁπάντων ψυχάς. Διαλέγεται οὖν ἡμῖν περὶ τοῦ Υἱοῦ ὁ γὰρ Πατὴρ ἤδη ἀπὸ τῆς Παλαιᾶς γνώριμος ἦν. Καίτοι οὐδὲ τὸν Πατέρα ἀπεσιώπησεν, ἀλλὰ καὶ περὶ τούτου μέμνηται, καὶ περὶ τοῦ Υἱοῦ λέγει. Δείκνυσι τοίνυν τὸ ἀΐδιον τοῦ Μονογενοῦς ἐν τῷ λέγειν· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος,» τουτέστιν, ἀπ’ ἀρχῆς ἦν. Τὸ γὰρ ἀπ’ ἀρχῆς ὄν, οὐ μὴ εὑρεθῇ πάντως χρόνος, ὅτε οὐκ ἦν.

Καὶ πόθεν, φησί, δῆλον ὅτι τό, «Ἐν ἀρχῇ ἦν.» ταυτὸν σημαίνει τῷ, ἀπ’ ἀρχῆς; Πόθεν; Καὶ ἀπ’ αὐτῆς μὲν τῆς κοινῆς ὑπολήψεως, μάλιστα δὲ ἀπ’ αὐτοῦ τούτου τοῦ εὐαγγελιστοῦ. Φησὶ γὰρ ἐν μιᾷ τῶν αὐτοῦ ἐπιστολῶν· «Ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἑωράκαμεν.» Ὁρᾷς οὖν πῶς αὐτὸς ἑαυτὸν ὁ ἠγαπημένος ἑρμηνεύει; Ναί, φησίν, ἀλλ’ ἐγὼ τό, «ἐν ἀρχῇ,» οὕτω νοῶ, ὥσπερ καὶ παρὰ τῷ Μωσεῖ· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεός.» Ὥσπερ γὰρ ἐκεῖ οὐχ ὡς ἀϊδίου ὄντος τοῦ οὐρανοῦ τό, «ἐν ἀρχῇ,» νοεῖται, οὕτως οὐδ’ ἐνταῦθα τό, «ἐν ἀρχῇ,» νοήσω, ὡς ἀϊδίου ὄντος τοῦ Μονογενοῦς. Ταῦτα μὲν ὁ αἱρετικός. Ἡμεῖς δὲ πρὸς ταύτην τὴν ἀνόητον ἔνστασιν οὐδὲν ἕτερον ἐροῦμεν, ἀλλ’ ἢ τοῦτο· Ὦ σοφιστὰ τῆς κακίας, πῶς τὸ ἑξῆς ὑπεκράτησας; Ἀλλ’ ἡμεῖς τοῦτο ἐροῦμεν, κἂν σὺ μὴ θέλῃς. Ἐκεῖ μὲν γὰρ ὁ Μωσῆς φησιν· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν·» ἐνταῦθα δέ, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος.» Τίς οὖν κοινωνία τῷ «ἐποίησε,» πρὸς τὸ «ἦν;» Εἰ μὲν γὰρ ἐγέγραπτο καὶ ἐνταῦθα· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν Υἱόν, ἐσίγησα ἄν· νῦν δέ, «Ἐν ἀρχῇ ἦν·» ἐξ οὗ νοῶ τὸ ἀϊδίως εἶναι τὸν Λόγον, ἀλλὰ μὴ ὕστερον, καθὼς ὑμεῖς φλυαρεῖτε. Τίνος δὲ ἕνεκεν οὐκ εἶπεν· Ἐν ἀρχῇ ἦν ὁ Υἱός, ἀλλ’, «ὁ Λόγος,» ἄκουε.

Ὅτι διὰ τὴν τῶν ἀκουόντων ἀσθένειαν, ἵνα μὴ ἀκούσαντες εὐθὺς ἐξ ἀρχῆς υἱόν, νοήσωμεν γέννησιν ἐμπαθῆ καὶ σωματικήν, τούτου ἕνεκεν Λόγον αὐτὸν ἐκάλεσεν· ἵνα σὺ μάθῃς ὅτι ὥσπερ ὁ λόγος γεννᾶται ἐκ τοῦ νοὸς ἀπαθῶς, οὕτω καὶ οὗτος ἐγεννήθη ἐκ τοῦ Πατρὸς ἀπαθῶς· καὶ ἄλλως δὲ αὐτὸν Λόγον ἐκάλεσεν, ἐπειδὴ τὰ τοῦ Πατρὸς ἡμῖν ἀπήγγειλεν, ὥσπερ καὶ πᾶς λόγος τὰ τοῦ νοὸς ἀπαγγέλλει βουλεύματα. ἅμα δὲ καὶ ἵνα δείξῃ αὐτὸν συναΐδιον τῷ Πατρὶ ὄντα.

Ὥσπερ γὰρ οὐκ ἔστιν εἰπεῖν νοῦν ὄντα ποτὲ χωρὶς λόγου, οὕτως οὐδὲ τὸν Πατέρα καὶ τὸν Θεὸν χωρὶς τοῦ Υἱοῦ. Μετὰ τοῦ ἄρθρου δὲ εἶπεν· Ὁ Λόγος. Εἰσὶ γὰρ καὶ ἄλλοι πολλοὶ λόγοι τοῦ Θεοῦ, οἷον δή, φημί, αἱ προφητεῖαι, καὶ τὰ προστάγματα· καθὸ εἴρηται περὶ τῶν ἀγγέλων, ὅτι δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ, τουτέστι, τὰ προστάγματα αὐτοῦ· ἀλλ’ ὁ κυρίως Λόγος οὐσία τις ἐστὶν ἐνυπόστατος. «Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν.» Καὶ ἐνταῦθα σαφέστερον δείκνυσι συναΐδιον τὸν Υἱὸν τῷ Πατρί.

Ἵνα γὰρ μὴ νομίσῃς, ὅτι ἦν ποτε ὁ Πατὴρ χωρὶς τοῦ Υἱοῦ, φησίν, ὅτι «Ὁ Λόγος ἦν πρὸς τὸν Θεόν,» τουτέστι μετὰ Θεοῦ, ἐν τοῖς κόλποις τοῖς πατρικοῖς. Τὸ γάρ, «πρός,» ἀντὶ τοῦ, μετά, ὀφείλεις νοῆσαι, ὡς καὶ ἀλλαχοῦ κεῖται· «Οὐχὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πρὸς ἡμᾶς εἰσιν;» ἀντὶ τοῦ, μεθ’ ἡμῶν ἀναστρέφονται; Οὕτω κἀνταῦθα τό, «πρὸς τὸν Θεόν,» νόησον, ἀντὶ τοῦ, μετὰ Θεοῦ ἦν, σὺν τῷ Θεῷ, ἐν τοῖς κόλποις αὐτοῦ. Οὐκ ἐνδέχεται γὰρ τὸν Θεὸν ἄλογον ἢ ἄσοφον εἶναί ποτε, ἢ ἀδύνατον. Διὰ τοῦτο πιστεύομεν, ὅτι ἐπεὶ λόγος, καὶ σοφία, καὶ δύναμις τοῦ Πατρός ἐστιν ὁ Υἱός, ἀεὶ ἦν πρὸς τὸν Θεόν, ἀντὶ τοῦ, σὺν τῷ Πατρί, καὶ μετὰ τοῦ Πατρός.

Καὶ πῶς, φησίν, υἱὸν ὄντα μὴ εἶναι ὕστερον τοῦ πατρός; Πῶς; Μάνθανε ἀπὸ τοῦ ὑλικοῦ ὑποδείγματος. Τὸ ἀπαύγασμα τοῦ ἡλίου ἄρα οὐκ ἐξ αὐτοῦ ἐστι τοῦ ἡλίου; Ναὶ πάντως. Ἆρα οὖν καὶ ὕστερόν ἐστι τοῦ ἡλίου, ὥστε ἐννοηθῆναί ποτε ἥλιον χωρὶς τούτου;

Οὐκ ἔστιν εἰπεῖν. Πῶς γὰρ ἂν καὶ εἴη ἥλιος μὴ ἀπαύγασμα ἔχων; Ὅπερ οὖν ἐπὶ τούτου, πολλῷ μᾶλλον ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ νοηθήσεται. Ἀπαύγασμα γὰρ ὢν ὁ Υἱὸς τοῦ Πατρός, καθὼς ὁ Παῦλος λέγει, ἀεὶ τῷ Πατρὶ συνεκφαίνεσθαι πιστευθήσεται, καὶ οὐχ ὕστερος ἔσται αὐτοῦ. Νόει δέ μοι καὶ Σαβέλλιον τὸν Λίβυν ἐκ τούτου τοῦ ῥητοῦ ἀνατρεπόμενον.

Ἐκεῖνος γὰρ ἐδογμάτιζεν, ὅτι ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα ἓν πρόσωπόν εἰσι, καὶ τοῦτο τὸ ἓν πρόσωπον ποτὲ μὲν ἐφάνη ὡς Πατήρ, ποτὲ δὲ ὡς Υἱός, ποτὲ δὲ ὡς Πνεῦμα. Ταῦτα ἐφλυάρει ὁ τοῦ πατρὸς τοῦ ψεύδους υἱός, καὶ τοῦ πονηροῦ πλήρης πνεύματος. Ἐλέγχεται δὲ προφανῶς ἐκ τούτου, λέγω δὴ τοῦ· «Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν.» Σαφέστατα γὰρ ὁ εὐαγγελιστὴς ἐνταῦθα λέγει, ἄλλον εἶναι τὸν Λόγον, καὶ ἄλλον τὸν Θεὸν ἤτοι τὸν Πατέρα. Ἐπεὶ γὰρ ὁ Λόγος ἦν σὺν τῷ Θεῷ, πρόδηλον ὅτι δύο πρόσωπα εἰσάγονται, εἰ καὶ μία φύσις τούτοις τοῖς δυσίν.

Ὅτι δὲ μία φύσις, ἄκουε. «Καὶ Θεὸς ἦν ὁ Λόγος.» Ὁρᾷς ὅτι καὶ ὁ Λόγος Θεός; Ὥστε μία φύσις τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ἐπεὶ καὶ μία θεότης. Αἰσχυνέσθωσαν τοίνυν καὶ Ἄρειος καὶ Σαβέλλιος· Ἄρειος μέν, κτίσμα λέγων τὸν Υἱὸν τοῦ Θεοῦ καὶ ποίημα, ἐντρεπέσθω διὰ τοῦ, «Ἐν ἀρχῇ ἦν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Σαβέλλιος δέ, ὁ μὴ λέγων τριάδα προσώπων, ἀλλὰ μονάδα, διὰ τοῦ, «Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν.» Τρανῶς γὰρ ἐνταῦθα ἄλλον εἶναι τὸν Λόγον, καὶ ἄλλον τὸν Πατέρα, κηρύττει ὁ μέγας Ἰωάννης, εἰ καὶ μὴ ἄλλο καὶ ἄλλο. Τὸ μὲν γὰρ ἄλλος καὶ ἄλλος ἐπὶ τῶν προσώπων λέγεται, τὸ δὲ ἄλλο καὶ ἄλλο, ἐπὶ τῶν φύσεων.

Οἷον, ἵνα σαφέστερον τὸ νόημα ἐκθήσωμαι, Πέτρος καὶ Παῦλος, ἄλλος μὲν καὶ ἄλλος· δύο γὰρ πρόσωπα· οὐκ ἄλλο δὲ καὶ ἄλλο· μία γὰρ φύσις αὐτοῖς ἡ ἀνθρωπότης. Οὕτως οὖν καὶ ἐπὶ Πατρὸς καὶ Υἱοῦ δογματιστέον· ἄλλος μὲν γὰρ καὶ ἄλλος· δύο γὰρ πρόσωπα· οὐκ ἄλλο δὲ καὶ ἄλλο· μία γὰρ φύσις ἡ θεότης. «Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.» Οὗτος ὁ Θεὸς Λόγος οὐδέποτε ἐχωρίσθη τοῦ Θεοῦ καὶ Πατρός.

Ἐπεὶ γὰρ εἶπεν, ὅτι «Καὶ Θεὸς ἦν ὁ Λόγος,» ἵνα μή τις σατανικὴ ὑπόνοια ἐκταράξῃ τινάς, Ἆρα μήποτε ἐπεὶ καὶ ὁ Λόγος Θεός ἐστιν, ἐπανέστη τῷ Πατρί, ὡς οἱ παρ’ Ἕλλησι μυθευόμενοι, καὶ οἷον ἀποχωρισθεὶς αὐτοῦ, ἀντίθεος γέγονε; διὰ τοῦτο τοίνυν φησίν, ὅτι εἰ καὶ Θεός ἐστιν ὁ Λόγος, ἀλλ’ οὖν πάλιν πρὸς τὸν Θεὸν καὶ Πατέρα ἐστί, σὺν αὐτῷ ὤν, καὶ οὐδέποτε χωριζόμενος. Οὐ χεῖρον δὲ καὶ πρὸς τοὺς Ἀρειανίζοντας καὶ τοῦτο εἰπεῖν· Οἱ κωφοί, ἀκούσατε, οἱ λέγοντες ἔργον εἶναι καὶ ποίημα τοῦ Θεοῦ τὸν Υἱὸν αὐτοῦ, σύνετε ποῖον ὄνομα τέθεικεν ὁ εὐαγγελιστὴς τῷ Υἱῷ τοῦ Θεοῦ. Λόγον γὰρ αὐτὸν ἐκάλεσεν· ὑμεῖς δὲ ἔργον αὐτὸν καὶ ποίημα ὀνομάζετε.

Λόγος ἐστίν, οὐκ ἔργον, οὐδὲ κτίσμα. Διττοῦ δὲ ὄντος τοῦ λόγου (ὁ μὲν γάρ ἐστιν ἐνδιάθετος, ὃν καὶ μὴ λέγοντες ἔχομεν, φημὶ δὴ τὴν τοῦ λέγειν δύναμιν· καὶ κοιμώμενος γάρ τις, καὶ μὴ λέγων. ὅμως ἔχει τὸν λόγον ἐν αὐτῷ κείμενον, καὶ τὴν δύναμιν οὐκ ἀπέβαλεν· ὁ μὲν οὖν ἐστιν ἐνδιάθετος, ὁ δὲ προφορικός, ὃν καὶ διὰ τῶν χειλέων προφέρομεν τὴν τοῦ λέγειν δύναμιν τοῦ ἐνδιαθέτου, καὶ ἐντὸς κειμένου, εἰς ἐνέργειαν προάγοντες)· διττοῦ τοίνυν ὄντος τοῦ λόγου, οὐδέτερος τούτων ἁρμόζει ἐπὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ. Οὔτε γὰρ προφορικός, οὔτε ἐνδιάθετός ἐστιν ὁ Λόγος τοῦ Θεοῦ. Ἐκεῖνοι μὲν γὰρ τῶν φυσικῶν καὶ καθ’ ἡμᾶς· ὁ δὲ τοῦ Πατρὸς Λόγος ὑπὲρ φύσιν ὤν, οὐχ ὑποβάλλεται τοῖς κάτω τεχνολογήμασιν. Ὥστε διαπέπτωκε τοῦ Ἕλληνος Πορφυρίου τὸ σόφισμα.

Ἐκεῖνος γὰρ ἀνατρέπειν πειρώμενος τὸ Εὐαγγέλιον, τοιαύταις ἐχρῆτο διαιρέσεσιν. Εἰ γὰρ Λόγος, φησίν, ὁ Υἱὸς τοῦ Θεοῦ, ἤτοι προφορικός ἐστιν ἢ ἐνδιάθετος· ἀλλὰ μὴν οὔτε τοῦτο, οὔτε ἐκεῖνο· οὐκ ἄρα οὐδὲ Λόγος ἐστίν. Ἔφθασε μὲν οὖν λύσας ὁ εὐαγγελιστὴς τὸ σόφισμα τοῦτο διὰ τοῦ εἰπεῖν, ὅτι τὸ ἐνδιάθετον καὶ τὸ προφορικὸν ἐπὶ τῶν καθ’ ἡμᾶς καὶ τῶν φυσικῶν λέγεται· ἐπὶ δὲ τοῦ ὑπὲρ φύσιν, οὐδὲν τοιοῦτον.

Πλὴν καὶ τοῦτο ῥητέον, ὡς εἰ μὲν ἦν τὸ ὄνομα τοῦτο τὸ Λόγος ἄξιον τοῦ Θεοῦ, καὶ κυρίως ἐπ’ αὐτοῦ καὶ οὐσιωδῶς λεγόμενον, εἶχεν ἂν λόγον ἡ ἀπορία τοῦ Ἕλληνος· νῦν δὲ οὔτε ἄλλο ὄνομα εὔροι ἄν τις κύριον ἐπὶ Θεοῦ. οὔτε τό, Λόγος, αὐτὸ οὐσιωδῶς ἐστι καὶ κυρίως, δηλωτικὸν δὲ μόνον ἐστὶ τοῦ ἀπαθῶς γεννηθῆναι τὸν Υἱὸν ἐκ τοῦ Πατρός, ὥσπερ ὁ λόγος ἐκ τοῦ νοῦ, καὶ τοῦ αὐτὸν γεγονέναι τοῦ πατρικοῦ θελήματος ἄγγελον. Ὥστε τί ἐπιδράττῃ τοῦ ὀνόματος, ὦ ταλαίπωρε; Ἥ που καὶ Πατέρα ἀκούων, καὶ Υἱόν, καὶ Πνεῦμα ἐπὶ τὰ ὑλικὰ καταπεσῇ, καὶ σαρκικοὺς ἀνατυπώσεις τῷ νῷ πατέρας, καὶ υἱούς, καὶ πνεῦμα ἀέριον, νότιον τυχὸν ἣ βόρειον, ἥ τι ἄλλο τῶν ἐργαζομένων τοὺς κλύδωνας; Ἀλλὰ γὰρ εἰ βούλῃ μαθεῖν ποῖος Λόγος ἐστὶν ὁ τοῦ Θεοῦ, ἅκουσον τῶν ἐφεξῆς. «Πάντα δι’ αὐτοῦ ἐγένετο.» Μὴ νομίσῃς, φησί, λόγον εἰς ἀέρα χεόμενον καὶ λυόμενον, ἀλλὰ ποιητὴν πάντων νοητῶν καὶ αἰσθητῶν. Ἀλλὰ πάλιν οἱ περὶ τὸν Ἄρειον ἐπιφύονται, λέγοντες ὅτι ὥσπερ λέγομεν διὰ τοῦ πρίονος γενέσθαι τὴν θύραν ὡς δι’ ὀργάνου, ἕτερον μέντοι τὸν τεχνίτην τὸν κινοῦντα τὸ ὄργανον· οὕτω καὶ διὰ τοῦ Υἱοῦ γενέσθαι τὰ πάντα, οὐχ ὡς αὐτοῦ ποιητοῦ ὄντος, ἀλλ’ ὀργάνου, ὥσπερ ἐκεῖ ὁ πρίων, τοῦ μέντοι Θεοῦ καὶ Πατρὸς ποιητοῦ ὄντος καὶ χρωμένου τῷ Υἱῷ ὡς ὀργάνῳ.

Ὥστε ποίημα, φασίν, ὁ Υἱός, ἐπὶ τούτῳ κτισθείς, ἐπὶ τῷ δι’ αὐτοῦ γενέσθαι τὰ πάντα· ὥσπερ ὁ πρίων ἐπὶ τούτῳ γίνεται, ἐπὶ τῷ δι’ αὐτοῦ ἐνεργηθῆναι τὰ τεκτονικὰ ἔργα. Ταῦτα μὲν ἡ πονηρὰ τοῦ Ἀρείου φατρία.

Ἡμεῖς δέ τι πρὸς τούτους ἐροῦμεν ἁπλοῦν καὶ εὐθές, ὡς εἰ ἐπὶ τούτῳ ἔκτισεν, ὥς φατε, ὁ Πατὴρ τὸν Υἱόν, ἵνα ὄργανον ἔχῃ τοῦτον πρὸς συμπλήρωσιν τῆς κτίσεως, ἀτιμότερος ἔσται ὁ Υἱὸς τῆς κτίσεως. Ὥσπερ γὰρ τοῦ πρίονος ὀργάνου ὄντος τιμιώτερά εἰσι τὰ δι’ αὐτοῦ γινόμενα· ὁ γὰρ πρίων δι’ ἐκεῖνα ἐγένετο, οὐχὶ ἐκεῖνα διὰ τὸν πρίονα· οὕτω καὶ ἡ κτίσις τιμιωτέρα ἔσται τοῦ Μονογενοῦς. Δι’ ἐκείνην γάρ, ὡς λέγουσιν αὐτοί, ὁ Πατὴρ ἔκτισεν αὐτόν· ὡς ἐάν γε μὴ ἔμελλεν ὁ Θεὸς κτίσαι τὰ πάντα. οὐδὲ τὸν Μονογενῆ παρήγαγε. Τούτων τῶν ῥημάτων τί ἀνοητότερον;

Ναί, φησί, καὶ πῶς οὐκ εἶπεν, Αὑτὸς ὁ Λόγος ἐποίησε τὰ πάντα, ἀλλ’ ἐχρήσατο ταύτῃ τῇ προθέσει τῇ, «διά;» Πῶς; Ἵνα μὴ ἀγέννητον καὶ ἄναρχον ὑπονοήσῃς εἶναι τὸν Υἱὸν καὶ ἀντίθεον, τούτου ἕνεκεν εἶπεν, ὡς ὁ Πατὴρ διὰ τοῦ Λόγου ἐποίησε τὰ πάντα.

Ὑπόθες γάρ τινα ἔχοντα υἱὸν βασιλέα, μέλλοντα δὲ κτίσαι πόλιν, ἐμπιστεῦσαι τῷ υἱῷ τὴν ταύτης κτίσιν. Ὥσπερ οὖν ὁ λέγων· Διὰ τοῦ Υἱοῦ τοῦ βασιλέως ἐκτίσθη ἡ πόλις, οὐ δοῦλον εἰσάγει τὸν υἱὸν τοῦ βασιλέως, ἀλλὰ δείκνυσιν, ὅτι οὗτος ὁ υἱὸς ἔχει καὶ πατέρα, καὶ οὐ μόνος ἐστίν· οὕτω καὶ ἐνταῦθα ὁ εὐαγγελιστὴς εἰπὼν διὰ τοῦ υἱοῦ γεγενῆσθαι τὰ πάντα, ἐδήλωσεν ὅτι ὁ Πατὴρ μεσίτῃ αὐτῷ πρὸς τὴν κτίσιν, ἵν’ οὕτως εἴπω, ἐχρήσατο, οὐχ ὡς ἐλάττονι αὐτῷ, ἀλλὰ ὡς μᾶλλον ἰσοδυνάμῳ, καὶ ὡς ἰσχύοντι τηλικαύτην ἐκτελεῖν ἐπίτασιν. Καὶ τοῦτό σοι λέγω, ὅτι ἐάν σε ταράττῃ ἡ «διὰ» πρόσθεσις, καὶ ζητῇς εὑρεῖν ἐν τῇ Γραφῇ ῥῆσίν τινα λέγουσαν ὅτι αὐτὸς ὁ Λόγος ἐποίησε τὰ πάντα, ἄκουε τοῦ Δαυΐδ· «Κατ’ ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί.» Ὁρᾷς πῶς οὐκ εἶπεν, ὅτι Διὰ σοῦ ἐγένοντο οἱ οὐρανοί, καὶ ἐθεμελιώθη ἡ γῆ, ἀλλά, «Σὺ ἐθεμελίωσας, καὶ ἔργα χειρῶν σού εἰσιν.» Ὅτι δὲ ταῦτα περὶ τοῦ Μονογενοῦς ὁ Δαυΐδ, ἀλλ’ οὐ περὶ τοῦ Πατρὸς λέγει, μάθοις ἂν καὶ ἀπ’ αὐτοῦ τοῦ Ἀποστόλου, συγχρωμένου τῷ ῥητῷ ἐν τῇ πρὸς Ἑβραίους· μάθοις δ’ ἂν καὶ ἀπ’ αὐτοῦ τοῦ ψαλμοῦ. Εἰπὼν γάρ, ὅτι «Ὁ Κύριος ἐπέβλεψεν ἐπὶ τὴν γῆν, τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ, καὶ λῦσαι τοὺς τεθανατωμένους, καὶ τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου,» τίνα ἄλλον δηλοῖ, ἢ τὸν Υἱὸν τοῦ Θεοῦ;

Οὗτος γὰρ ἐπὶ τὴν γῆν ἐπέβλεψεν, εἴτε ταύτην ἐφ’ ἧς κινούμεθα, εἴτε τὴν ἡμετέραν φύσιν τὴν γεωθεῖσαν, εἴτε τὴν σάρκα, κατὰ τό, «Γῆ εἶ,» ἣν καὶ προσείληφεν, ἔλυσέ τε ἡμᾶς τοὺς πεπεδημένους ταῖς τῶν οἰκείων ἁμαρτημάτων πλοκαῖς, καὶ υἱοὺς τῶν τεθανατωμένων, τοῦ Ἀδὰμ καὶ τῆς Εὔας, καὶ ἀνήγγειλεν ἐν Σιὼν τὸ ὄνομα Κυρίου. Ἐν γὰρ τῷ ἱερῷ ἑστὼς ἐδίδασκε περὶ τοῦ Πατρὸς αὐτοῦ· καθὰ καὶ αὐτὸς λέγει· «Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις.» Ταῦτα τοίνυν τίνι ἁρμόζουσι, τῷ Πατρί, ἢ τῷ Υἱῷ; Πάντα τῷ Υἱῷ. Αὐτὸς γὰρ ἀνήγγειλε τὸ ὄνομα τοῦ Πατρός, διδάσκων. Μετὰ γοῦν τὸ ταῦτα εἰπεῖν ὁ μακάριος Δαυΐδ, ἐπάγει· «Καὶ σὺ κατ’ ἀρχάς, Κύρις, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί.» Ἆρ’ οὐ φανερῶς τὸν Υἱὸν παρεισάγει ποιητήν, ἀλλ’ οὐκ ὄργανον; Εἰ δὲ πόλιν ἡ «διὰ» πρόθεσις ὕφεσίν τινα δοκεῖ σοι εἰσάγειν, τί φήσεις, ὅταν ὁ Παῦλος τιθῇ ταύτην ἐπὶ τοῦ Πατρός; Φησὶ γάρ· «Πιστὸς ὁ Θεός, δι’ οὗ ἐκλήθημεν εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.» Ἆρα ὄργανον ἐνταῦθα ποιεῖ τὸν Πατέρα; Καὶ πάλιν, «Παῦλος ἀπόστολος διὰ θελήματος Θεοῦ.» Ἀλλὰ ταῦτα μὲν ἱκανά· ἐπανιτέον δὲ πάλιν ὅθεν ἐξέβημεν. «Πάντα δι’ αὐτοῦ ἐγένετο.» Μωσῆς μὲν περὶ τῆς ὁρατῆς κτίσεως διαλαβών, οὐδὲν ἡμῖν περὶ τῶν νοητῶν διετράνωσεν· ὁ δ’ εὐαγγελιστὴς ἑνὶ ῥήματι πάντα περιλαβών, φησί· «Πάντα δι’ αὐτοῦ ἐγένετο,» τὰ ὁρατὰ καὶ τὰ νοητά. «

Καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν.» Ἐπειδὴ εἶπεν, ὅτι πάντα αὐτὸς ἔκτισεν, ἵνα μὴ νομίσῃ τις, ὅτι καὶ τὸ Πνεῦμα τὸ ἅγιον αὐτὸς ἔκτισε, προστίθησιν, ὅτι «Πάντα δι’ αὐτοῦ ἐγένετο.» Ποῖα δὲ πάντα; Τὰ γενόμενα· ὥσπερ εἰ ἔλεγεν, ὅτι Εἴ τι ἔστι τῆς γεννητῆς φύσεως, ἐκεῖνο γέγονεν ὑπὸ τοῦ Λόγου, τὸ δὲ Πνεῦμα οὐκ ἔστιν ἐπὶ τῆς γεννητῆς φύσεως, διὸ οὐδὲ γέγονεν ὑπ’ αὐτοῦ. Χωρὶς οὖν τῆς τοῦ Λόγου δυνάμεως οὐδὲν ἐγένετο ὃ γέγονεν, ἀντὶ τοῦ, ὃ γεννητῆς φύσεως ἦν. «Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.» Οἱ μὲν οὖν Πνευματομάχοι οὕτως ἀναγινώσκουσι τὸ παρὸν χωρίον· Καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· εἶτα ἐνταῦθα στίξαντες, ἀναγινώσκουσιν ὡς ἀφ’ ἑτέρας ἀρχῆς· Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν· καὶ ἑρμηνεύουσι κατὰ τὸν οἰκεῖον νοῦν τὸ χωρίον, λέγοντες ὅτι ἐνταῦθα περὶ τοῦ Πνεύματος διαλαμβάνει ὁ εὐαγγελιστὴς λέγων, τουτέστι, τὸ Πνεῦμα τὸ ἅγιον ζωὴ ἦν. Ταῦτα λέγουσιν οἱ περὶ Μακεδόνιον, σπεύδοντες δεῖξαι κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, καὶ συγκαταριθμῆσαι αὐτὸ τοῖς γενομένοις. Ἡμεῖς δὲ οὐχ οὕτως, ἀλλὰ στίξαντες ἐν τῷ, «ὃ γέγονεν,» ἀπ’ ἀρχῆς ἑτέρας ἀναγινώσκομεν τό, «Ἐν αὐτῷ ζωὴ ἦν.»

Ἐπειδὴ γὰρ εἶπε περὶ τῆς δημιουργίας, ὅτι «Πάντα δι’ αὐτοῦ ἐγένετο,» λέγει λοιπὸν καὶ περὶ τῆς προνοίας, ὅτι οὐ μόνον ἐδημιούργησεν, ἀλλὰ καὶ τὴν ζωὴν τῶν δημιουργηθέντων αὐτός ἐστιν ὁ συνέχων· καὶ γὰρ «Ἐν αὐτῷ ζωὴ ἦν.» Οἶδα δὲ παρά τινι τῶν ἁγίων οὕτως ἀναγνωσθὲν τὸ χωρίον τοῦτο· «Καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν ἐν αὐτῷ·» εἶτα ἐνταῦθα στίξας, ἤρξατο τοῦ ἐφεξῆς, «Ζωὴ ἦν·» καὶ οἶμαι ὅτι οὐδὲ αὕτη ἡ ἀνάγνωσις ἔσφαλται, ἀλλὰ τοῦ αὐτοῦ ὀρθοῦ νοήματος ἔχεται. Καὶ οὗτος γὰρ ὁ ἅγιος ὀρθοδόξως ἐνόησεν, ὅτι χωρὶς τοῦ Λόγου οὐδὲ ἓν ἐγένετο, ὃ γέγονεν ἐν αὐτῷ. Πάντα γὰρ ὅσα γεγόνασι καὶ ἐκτίσθησαν ἐν αὐτῷ, τῷ Λόγῳ φημί, χωρὶς αὐτοῦ οὐ γεγόνασιν. Εἶτα ἀπὸ ἄλλης ἀρχῆς· «Ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.» Ζωὴν δὲ ὁ εὐαγγελιστὴς ὀνομάζει τὸν Κύριον, ὡς τὴν τῶν ἁπάντων ζωὴν συνέχοντα, ἀλλὰ καὶ ὡς τῆς πνευματικῆς ζωῆς πρόξενον πᾶσι τοῖς λογικοῖς. Φῶς δέ, οὐ τοιοῦτον αἰσθητόν, ἀλλὰ νοητόν, τὴν ψυχὴν φωτίζον αὐτήν. Οὐκ εἶπε δέ, ὅτι τῶν Ἰουδαίων μόνων ἐστὶ φῶς, ἀλλὰ πάντων ἀνθρώπων. Πάντες γὰρ ἄνθρωποι, καθὸ νοῦν ἐλάβομεν καὶ λόγον παρὰ τοῦ κτίσαντος ἡμᾶς Λόγου, κατὰ τοῦτο λεγόμεθα φωτισθῆναι ὑπ’ αὐτοῦ. Ὁ γὰρ λόγος ὁ δοθεὶς ἡμῖν, δι’ ὃν καὶ λογικοὶ καλούμεθα, φῶς ἐστιν ὁδηγοῦν ἡμᾶς εἰς τὰ πρακτέα, καὶ τὰ μὴ πρακτέα. «

Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.» Τὸ φῶς, ἤγουν ὁ Λόγος τοῦ Θεοῦ, ἐν τῇ σκοτίᾳ, τουτέστιν, ἐν τῷ θανάτῳ καὶ τῇ πλάνῃ φαίνει. Καὶ γὰρ καὶ ἐν τῷ θανάτῳ γενόμενος, οὕτως αὐτοῦ περιεγένετο, ὡς καὶ οὓς ἔφθασε καταπιεῖν, ἀναγκάσαι αὐτὸν ἐξεμέσαι· καὶ ἐν τῇ πλάνῃ τῇ Ἑλληνικῇ λάμπει τὸ κήρυγμα. «Καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.» Οὔτε γὰρ ὁ θάνατος αὐτοῦ περιεγένετο, οὔτε ἡ πλάνη. Ἀκαταγώνιστον γάρ ἐστι τὸ φῶς τοῦτο, ὁ Θεὸς Λόγος φημί. Τινὲς δὲ σκοτίαν ἐνόμισαν τὴν σάρκα καὶ τὸν βίον. Καὶ ἐν σαρκὶ οὖν γενόμενος καὶ ἐν τῷ βίῳ τούτῳ ὁ Λόγος ἔλαμψε· καὶ ἡ σκοτία, ἡ ἀντικειμένη λέγω δύναμις, ἐπείρασε μέν, καὶ ἐδίωξε τὸ φῶς, ἀλλ’ εὗρεν ἀκαταμάχητον καὶ ἀήττητον. Σκοτία δὲ λέγεται ἡ σάρξ, οὐχ ὡς κατὰ φύσιν τοιαύτη οὖσα, ἄπαγε! ἀλλ’ ὡς διὰ τὴν ἁμαρτίαν. Ἡ γὰρ σὰρξ οὐδὲν ὅλως ἔχει κακὸν φυσικῶς κινουμένη, παρὰ φύσιν δὲ κινηθεῖσα, καὶ πρὸς ἁμαρτίαν ὑπηρετήσασα, σκοτία καὶ γίνεται καὶ λέγεται. «Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης.» Μετὰ τὸ διαλεχθῆναι ἡμῖν περὶ τῆς πρὸ αἰώνων ὑπάρξεως τοῦ Θεοῦ Λόγου, ἐπειδὴ μέλλει καὶ περὶ τῆς τοῦ Λόγου σαρκώσεως εἰπεῖν, παρεμβάλλει τὸν τοῦ Προδρόμου λόγον. Καὶ τί γὰρ ἄλλο, ἢ Πρόδρομος ὢν ὁ Ἰωάννης ἔχει καὶ τὸν περὶ τῆς αὐτοῦ γενέσεως λόγον, προτρέχοντα τῆς τοῦ Κυρίου ἐνσάρκου γεννήσεως;

Φησὶν οὖν περὶ τοῦ Προδρόμου ὁ εὐαγγελιστής, ὅτι «Ἐγένετο ἀπεσταλμένος παρὰ Θεοῦ,» ἀντὶ τοῦ, ἀπεστάλη παρὰ Θεοῦ.

Οἱ γὰρ ψευδοπροφῆται οὐκ ἐκ Θεοῦ. Ὅταν δὲ ἀκούσῃς, ὅτι ἀπεστάλη παρὰ Θεοῦ, μηδὲν ἴδιον νομίσῃς ἢ ἀνθρώπινον λέγειν, ἀλλὰ πάντα θεῖα. Διὰ τοῦτο καὶ ἄγγελος λέγεται, ἀγγέλου δὲ ἀρετὴ μηδὲν ἴδιον λέγειν. Ἄγγελον δὲ ἀκούσας, μὴ νόμιζε, ὅτι φύσει ἄγγελος ἦν, ἢ ἐκ τῶν οὐρανῶν κατέβη· ἀλλὰ διὰ τὸ ἔργον καὶ τὴν διακονίαν ἄγγελος καλεῖται. Ἐπεὶ γὰρ ὑπηρέτησε τῷ κηρύγματι, καὶ προήγγειλε τὸν Κύριον, τούτου ἕνεκεν ἐκλήθη ἄγγελος. Διὸ καὶ ὁ εὐαγγελιστὴς ἀνατρέπων τὴν τῶν πολλῶν ὑπόνοιαν. τῶν ἴσως νομισάντων, ὅτι ἄγγελος ἦν ὁ Ἰωάννης τῇ φύσει, φησίν· «Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ.» «Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι’ αὐτοῦ.» Οὗτος, φησίν, ὁ ἀπεσταλμένος παρὰ Θεοῦ, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Εἶτα ἵνα μή τις νομίσῃ, ὅτι ἔχρῃζεν ἄρα τῆς τούτου μαρτυρίας ὁ Μονογενὴς ὡς ἐλλιπὴς ὤν, διὰ τοῦτο προστίθησιν, ὅτι ἦλθε μαρτυρήσων περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ· οὐχ ὡς αὐτοῦ τῆς ἐκείνου χρῄζοντος μαρτυρίας, ἀλλ’ ἵνα πάντες πιστεύσωσι δι’ αὐτοῦ. Ἆρα οὖν καὶ πάντες ἐπίστευσαν δι’ αὐτοῦ;

Οὐχί. Πῶς οὖν φησιν ὁ εὐαγγελιστής, «Ἵνα πάντες πιστεύσωσι;» Πῶς; Ὄσον τὸ ἐπ’ ἐκείνῳ. διὰ τοῦτο ἐμαρτύρησεν, ἵνα πάντας ἑλκύσῃ· εἰ δὲ ἠπίστησάν τινες, οὐκ ἐκεῖνος μεμπτέος. Ἐπειδὴ καὶ ὁ ἥλιος ἐπὶ τούτῳ ἀνατέλλει, ἵνα πάντας φωτίσῃ· εἰ δέ τις ἀποκλείσας ἑαυτὸν ἐν ζοφώδει οἰκήματι, οὐκ ἀπολαύοι τῆς ἀκτῖνος αὐτοῦ, τί τοῦτο πρὸς τὸν ἥλιον; Οὕτω κἀνταῦθα, ἀπεστάλη μὲν ὁ Ἰωάννης, ἵνα πάντες πιστεύσωσιν· εἰ δὲ μὴ τοῦτο ἀπέβη, οὐκ ἐκεῖνος αἴτιος. «Οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ’ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.» Ἐπειδὴ ὡς ἐπὶ πολὺ συμβαίνει τὸν μαρτυροῦντα κρείττονα εἶναι τοῦ μαρτυρουμένου, ἵνα μὴ νομίσῃς, ὅτι καὶ Ἰωάννης μαρτυρῶν [περὶ] Χριστοῦ κρείττων αὐτοῦ ἦν· τὴν πονηρὰν ταύτην ὑποψίαν περιαιρῶν, φησίν· Οὐκ ἦν ἐκεῖνος τὸ φῶς.

Ἀλλ’ εἴποι ἄν τις· Ἆρα οὐδὲ τὸν Ἰωάννην, οὔτε τινὰ ἄλλον τῶν ἁγίων εἴποιμεν φῶς; Φῶς μὲν εἴποιμεν ἕκαστον τῶν ἁγίων· τὸ φῶς δὲ οὐκ ἂν εἴποιμεν μετὰ τοῦ ἄρθρου. Οἷον, ἐάν σε ἔροιτό τις· Ἆρα ὁ Ἰωάννης φῶς ἐστι; κατάνευσον· εἰ δὲ οὕτως ἐρωτήσει·

Ἆρα ὁ Ἰωάννης τὸ φῶς ἐστιν; εἰπέ, Οὔ. Οὐ γάρ ἐστιν αὐτὸς τὸ φῶς κυρίως, ἀλλὰ φῶς κατὰ μετοχήν, ἔχον τὴν λάμψιν ἐκ τοῦ ἀληθινοῦ φωτός. «Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.» Μέλλει εἰπεῖν περὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ Μονογενοῦς, ὅτι ἦλθεν εἰς τὰ ἴδια, ὅτι σὰρξ ἐγένετο. Ἵνα τοίνυν μὴ νομίσῃ τις, ὅτι πρὸ τοῦ σαρκωθῆναι οὐκ ἦν, τούτου ἕνεκα ἀνάγει τὴν διάνοιαν ἐπὶ τὴν ἐπέκεινα πάσης ἀρχῆς ὕπαρξιν, καί φησιν· Ἦν καὶ πρὸ τοῦ σαρκωθῆναι τὸ φῶς τὸ ἀληθινόν. Διὰ τούτου δὲ τὴν Φωτεινοῦ καὶ Παύλου τοῦ Σαμοσατέως αἵρεσιν ἀνατρέπει, τῶν δογματισάντων τότε ὑπάρξαι τὸν Μονογενῆ, ὅτε ἀπὸ Μαρίας ἐγεννήθη· πρὸ τούτου δὲ μὴ εἶναι. Ἄκουε καὶ σύ, ὁ Ἀρειανός, ὁ μὴ λέγων ἀληθινὸν Θεὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τί φησιν ὁ εὐαγγελιστής· «τὸ φῶς τὸ ἀληθινόν·» καὶ σὺ δέ, ὦ Μανιχαῖε, ὁ λέγων, ὅτι τοῦ πονηροῦ δημιουργοῦ ἐσμεν κτίσματα, ἄκουε, ὅτι τὸ φῶς τὸ ἀληθινὸν φωτίζει πάντα ἄνθρωπον. Εἰ οὖν ὁ πονηρὸς δημιουργὸς σκότος ἐστίν, οὐκ ἂν φωτίσῃ τινά· ὥστε τοῦ φωτὸς τοῦ ἀληθινοῦ ἐσμεν κτίσματα.

Καὶ πῶς, φησί, φωτίζει πάντα ἄνθρωπον, ὅπου γε βλέπομέν τινας ἐσκοτισμένους; Ὅσον τὸ ἐφ’ ἑαυτῷ, πάντας φωτίζει. Εἰπὲ γάρ μοι, οὐ πάντες λογικοί; οὐ πάντες φύσει γινώσκοντες τὸ καλὸν καὶ τοὐναντίον; οὐκ ἔχοντες δύναμιν ἐννοῆσαι ἀπὸ τῶν κτισμάτων τὸν Κτίστην; Ὥστε ὁ λόγος ὁ δοθεὶς ἡμῖν, καὶ παιδαγωγῶν ἡμᾶς φύσει, ὃς καὶ φυσικὸς νόμος καλεῖται, οὗτος ἂν κληθείη φῶς, τὸ δοθὲν ἡμῖν παρὰ Θεοῦ· εἰ δέ τινες κακῶς τῷ λόγῳ ἐχρήσαντο, ἑαυτοὺς ἐσκότισαν. Τινὲς δὲ οὕτω λύουσι τὴν ἔνστασιν ταύτην· Φωτίζει, φησίν, ὁ Κύριος πάντα ἄνθρωπον τὸν ἐρχόμενον εἰς τὸν κόσμον, ἤτοι εἰς τάξιν βελτίονα, καὶ σπουδάζοντα κοσμῆσαι τὴν οἰκείαν ψυχήν, καὶ μὴ ἐᾶσαι ἄκοσμόν τε καὶ ἀκαλλῆ. «Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.» Ἐν τῷ κόσμῳ ἦν, ὡς Θεὸς πανταχοῦ παρών· ἀλλὰ δὴ καὶ κατὰ προνοητικὸν καὶ συνε[κ]τικὸν λεχθείη ἂν ἐν τῷ κόσμῳ εἶναι. Καίτοι τί τοῦτο, φησί, λέγω, ὅτι ἐν τῷ κόσμῳ ἦν, ὅπου γε οὐδὲ ὁ κόσμος ἂν ἦν, εἰ μὴ αὐτὸς αὐτὸν ἐποίησε;

Πανταχόθεν δὲ Δημιουργὸν αὐτὸν δείκνυσιν· ἅμα μὲν καὶ τὴν τοῦ Μάνεντος λύσσαν ἀναστέλλων, τοῦ λέγοντος, πονηρὸν δημιουργὸν παραγαγεῖν τὰ σύμπαντα· ἀλλὰ δὴ καὶ τὴν τοῦ Ἀρείου, τοῦ φήσαντος κτίσμα εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ· ἅμα δὲ καὶ πάντα ἄνθρωπον ἐνάγων εἰς τὸ ὁμολογῆσαι τὸν Ποιητήν, καὶ μὴ λατρεῦσαι τοῖς κτίσμασιν, ἀλλὰ προσκυνῆσαι τὸν Κτίστην. «Ὁ κόσμος δέ, φησίν, αὐτὸν οὐκ ἔγνω,» ἀντὶ τοῦ, ὁ χυδαῖος λαός, ὁ τοῖς τοῦ κόσμου προστετηκὼς πράγμασι. Τὸ γὰρ «κόσμος» ὄνομα σημαίνει μὲν καὶ τὸ σύμπαν τοῦτο, καθὰ ἐνταῦθα εἴρηται, ὅτι «Ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο·» σημαίνει δὲ καὶ τοὺς τὰ κοσμικὰ φρονοῦντας· καθὰ ἐνταῦθά φησιν, ὅτι «Ὁ κόσμος αὐτὸν οὐκ ἔγνω,» ἀντὶ τοῦ, οἱ γήϊνοι ἄνθρωποι· ἐπεὶ οἵγε ἅγιοι πάντες καὶ οἱ προφῆται ἐπέγνωσαν. «Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.» Ἐνταῦθα φανερώτατα εἰς τὸν περὶ τῆς ἐνσάρκου οἰκονομίας λόγον εἰσβάλλει, καὶ ἔστιν ἡ ὅλη ὑφὴ τοῦ νοήματος τοιαύτη· Ἦν μὲν χωρὶς σαρκὸς τὸ φῶς τὸ ἀληθινὸν ἐν τῷ κόσμῳ, καὶ οὐκ ἐπεγινώσκετο· εἶτα καὶ εἰς τὰ ἴδια ἧλθε μετὰ σαρκός. Ἴδια δὲ αὐτοῦ ἢ τὸν ὅλον κόσμον νοήσεις, ἢ τὴν Ἰουδαίαν, ἣν ἐξελέξατο ὡς σχοίνισμα κληρονομίας. καὶ ὡς μερίδα, καὶ ὡς περιουσιασμὸν αὐτοῦ. «Καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον,» ἢ οἱ Ἰουδαῖοι, ἢ καὶ οἱ λοιποὶ ἄνθρωποι, οἱ ὑπ’ αὐτοῦ κτισθέντες.

Ὥσπερ οὖν ἀποκλαίεται τὴν ἄνοιαν τῶν ἀνθρώπων, καὶ θαυμάζει τὴν φιλανθρωπίαν τοῦ Δεσπότου. Ἴδιοι, φησίν, ὄντες αὐτοῦ, οὐ πάντες παρέλαβον αὐτόν. Οὐ γὰρ ἀνάγκῃ τινὰ ἐφέλκεται ὁ Κύριος, ἀλλὰ γνώμῃ καὶ προαιρέσει. «Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ.» Κἂν δοῦλοι, κἂν ἐλεύθεροι, κἂν παῖδες, κἂν γέροντες, κἂν Βάρβαροι, κἂν Ἕλληνες, ὅσοι ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.

Τίνες δέ εἰσιν οὗτοι; Οἱ πιστεύοντες εἰς τὸ ὄνομα αὐτοῦ. Ὥστε οἱ λαβόντες τὸν Λόγον καὶ τὸ φῶς τὸ ἀληθινόν, διὰ τῆς πίστεως ἔλαβον καὶ ὑπεδέξαντο. Τίνος δὲ χάριν οὐκ εἶπεν, ὅτι ἐποίησεν αὐτοὺς τέκνα Θεοῦ, ἀλλ’ ὅτι ἐξουσίαν ἔδωκεν αὐτοῖς τέκνα Θεοῦ γενέσθαι; Τίνος ἕνεκεν; Ἄκουε, ὅτι οὐκ ἐξαρκεῖ πρὸς τὴν φυλακὴν τῆς καθαρότητος τὸ βαπτισθῆναι, ἀλλὰ καὶ πολλῆς σπουδῆς χρεία, ὥστε τὴν ἐν τῷ βαπτίσματι τυπωθεῖσαν εἰκόνα τῆς υἱοθεσίας ἀκηλίδωτον διαφυλάξαι· διὸ πολλοὶ ἔλαβον μὲν τὴν διὰ τοῦ βαπτίσματος χάριν τῆς υἱοθεσίας, ῥᾳθυμήσαντες δὲ οὐκ ἐγένοντο τέκνα Θεοῦ ἄχρι τέλους. Τάχα δ’ ἄν τις εἴποι καὶ τοῦτο, ὅτι πολλοὶ λαμβάνουσι μὲν αὐτὸν διὰ τοῦ πιστεῦσαι μόνον, οἷοί εἰσιν οἱ λεγόμενοι Κατηχούμενοι, οὔπω δὲ ἐγένοντο τέκνα Θεοῦ· ἐξουσίαν μέντοι γε ἔχουσιν, εἰ βούλοιντο βαπτισθῆναι, καὶ ταύτης καταξιωθῆναι τῆς χάριτος, τῆς υἱοθεσίας φημί. Ἐρεῖ δέ τις καὶ τοῦτο, ὅτι Εἰ καὶ διὰ τοῦ βαπτίσματος τῆς υἱοθεσίας τὴν χάριν δεχόμεθα, ἀλλὰ τὸ τέλειον ἐν τῇ ἀναστάσει ἀπολαμβάνομεν, καὶ τὴν ἐντελεστάτην υἱοθεσίαν τότε ἐλπίζομεν ἀπολήψεσθαι· καθὰ δὴ καὶ Παῦλός φησιν· «Ὅτι τὴν υἱοθεσίαν ἀπεκδεχόμεθα.»

Διὰ τοῦτο γοῦν καὶ οὗτος ὁ εὐαγγελιστὴς οὐκ εἶπεν, ὅτι Ὅσοι ἔλαβον αὐτόν, ἐποίησεν αὐτοὺς τέκνα Θεοῦ, ἀλλ’, «Ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι,» τουτέστιν, ἐν τῷ μέλλοντι αἰῶνι ἀπολήψεσθαι ταύτην τὴν χάριν. «Οἲ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν.» Σύγκρισιν ὥσπερ ποιεῖται τοῦ θείου καὶ τοῦ σαρκικοῦ τόκου, οὐκ ἀπεικότως ἀναμιμνήσκων ἡμᾶς τῶν σαρκικῶν ὠδίνων, ἀλλ’ ὅπως διὰ τῆς συγκρίσεως ἐπιγνόντες ἡμεῖς τοῦ σαρκικοῦ τόκου τὸ ἀγεννὲς καὶ ταπεινόν, πρὸς τὴν θείαν χάριν δράμωμεν. Φησὶ γοῦν· «Οἳ οὐκ ἐξ αἱμάτων ἐγεννήθησαν,» τῶν καταμηνίων δηλαδή· ἐκ τούτων γὰρ ἡ τροφὴ καὶ ἡ αὔξησις τῷ ἐμβρύῳ· φασὶ δὲ ὅτι καὶ τὸ σπέρμα πρῶτον ἐξαιματοῦται, εἶτα εἰς σάρκα καὶ τὴν ἄλλην διασκευὴν μεταπλάττεται. Ἐπεὶ δὲ εἰκὸς ἦν τινας εἰπεῖν, ὅτι καὶ τοῦ Ἰσαὰκ λοιπὸν ἡ γέννησις τοιαύτη ἦν, οἵαν γεννῶνται οἱ πιστεύοντες εἰς Χριστόν· καὶ γὰρ καὶ ὁ Ἰσαὰκ οὐκ ἐξ αἱμάτων ἐγεννήθη· ἐξέλιπε γὰρ τῇ Σάῤῥᾳ τὰ καταμήνια· ἐπεὶ τοίνυν ἐνεδέχετό τινας ὑπονοῆσαι τοῦτο, ἐπάγει τό, «Οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός.» Καὶ γὰρ τῷ Ἰσαὰκ εἰ οὐκ ἐξ αἱμάτων ἡ γέννησις, ἀλλά γε ἐκ θελήματος ἀνδρός· ἤθελε γὰρ δήπου ὁ ἀνὴρ γεννηθῆναι αὐτῷ παιδίον ἐκ τῆς Σάῤῥας. Ἐκ θελήματος δὲ σαρκός, ὡς ἐκ τῆς Ἄννης ὁ Σαμουήλ.

Εἴποις οὖν τὸν μὲν Ἰσαὰκ ἐκ θελήματος ἀνδρός, τὸν δὲ Σαμουὴλ ἐκ θελήματος σαρκός, τουτέστι, τῆς ἀνθρωπίνης· ἐδίψα γὰρ τοῦ κτήσασθαι παῖδα ἡ στεῖρα αὕτη· τάχα δὲ καὶ ἀμφότερα ἐπὶ ἀμφοτέρων. Εἰ δέ τι καὶ ἕτερον βούλοιο μαθεῖν, ἄκουε, ὅτι ἡ κατὰ σάρκα μίξις ἢ ἀπὸ πυρώσεως φυσικῆς γίνεται· πολλάκις γάρ τις ἔτυχε διαπλάσεως θερμοτέρας, καὶ ἐκ τούτου ἐστὶν εὐκατάφορος πρὸς συνουσίαν (τοῦτο γοῦν ὠνόμασε θέλημα σαρκός), ἢ διὰ πονηρὰν συνήθειαν, καὶ ἀκόλαστον δίαιταν, ἡ πρὸς συνουσίαν ὁρμὴ ἄσχετος γίνεται, ἣν θέλημα ἀνδρὸς ἐκάλεσεν, ὡς οὐ τῆς φυσικῆς διαπλάσεως, ἀλλὰ τῆς τοῦ ἀνδρὸς ἀκολασίας ἔργον οὖσαν. Ἴσως δέ, ἐπεὶ ποτὲ μὲν εὑρίσκεται ἡ γυνὴ πρὸς συνουσίαν εὐκατάφορος, ποτὲ δὲ ὁ ἀνήρ, διὰ μὲν τοῦ θελήματος τοῦ ἀνδρὸς τὴν τοῦ ἀνδρὸς λαγνείαν ἐδήλωσε· διὰ δὲ τοῦ θελήματος τῆς σαρκός, τὴν τῆς γυναικός. Νοήσεις δ’ ἂν εἰκότως καὶ θέλημα σαρκὸς τὴν ἐπιθυμίαν τὴν ἀναζωπυροῦσαν πρὸς μίξιν τὴν σάρκα· θέλημα δὲ ἀνδρός, τὴν πρὸς τὸν συνδυασμὸν τοῦ ἐπιθυμοῦντος συγκατάθεσιν, ἥτις ἀρχὴ τῆς πράξεως. Ἔθηκε δὲ καὶ ἀμφότερα, ὅτι πολλοὶ ἐπιθυμοῦσι μέν, οὐ μὴν εὐθὺς καὶ συναπάγονται τῇ ἐπιθυμίᾳ· ἀλλὰ κατακρατοῦσι ταύτης, καὶ πρὸς τὴν πρᾶξιν οὐκ ὀλισθαίνουσιν. Ὅσοι δὲ ἡττῶνται, ἐκεῖνοι πρῶτον ὑπὸ τῆς σαρκὸς καὶ τῆς ἐν ταύτῃ ὑποσμυχούσης ἐπιθυμίας διακαιόμενοι, πρὸς τὸ θέλειν μιγῆναι ἐκτρέπονται.

Εὐτάκτως οὖν ὁ εὐαγγελιστὴς τὸ θέλημα τῆς σαρκὸς προέταξε τοῦ θελήματος τοῦ ἀνδρός, ὡς τῆς ἐπιθυμίας φυσικῶς προηγουμένης τῆς μίξεως, καὶ ἀμφοτέρων ἐπὶ τοῦ συνδυασμοῦ συντρεχόντων ἐξ ἀνάγκης. Ταῦτα δὲ πάντα εἵρηται διὰ τοὺς τὰ ἀνόητα πολλάκις ἐρωτῶντας· ἐπεί, τό γε κυριώτερον εἰπεῖν, μία διὰ πάντων τούτων ἔννοια δηλοῦται, φημὶ δή, ἡ τῆς τοῦ σαρκικοῦ τόπου εὐτελείας ἔμφασις. Τί οὖν πλέον ἔχομεν οἱ εἰς Χριστὸν πιστεύοντες τῶν ἐν τῷ νόμῳ Ἰσραηλιτῶν;

Καὶ γὰρ κἀκεῖνοι υἱοὶ Θεοῦ ἐλέγοντο. Πολὺ τὸ διάφορον ἡμῶν κἀκείνων. Ἐπεὶ γὰρ ὁ νόμος ἐν πᾶσι σκιὰν εἶχε τῶν μελλόντων, οὐδὲ τὴν υἱοθεσίαν ἔχειν ἐδίδου τοῖς Ἰσραηλίταις, ἀλλ’ ὡς ἐν τύπῳ καὶ σχήματι· ἡμεῖς δὲ κατὰ ἀλήθειαν λαβόντες τὸ Πνεῦμα τοῦ Θεοῦ διὰ τοῦ βαπτίσματος, κράζομεν· «Ἀββᾶ ὁ Πατήρ.» Ἐκείνοις δὲ ὥσπερ τὸ βάπτισμα τυπικὸν ἦν καὶ σκιῶδες, οὕτω καὶ ἡ υἱοθεσία τὴν ἡμετέραν προτυποῦσα. Κἂν οὖν υἱοὶ ἐκαλοῦντο, ἀλλὰ σκιωδῶς, καὶ οὐκ αὐτὴν τὴν ἀλήθειαν τῆς υἱοθεσίας εἶχον, ὡς ἡμεῖς νῦν διὰ τοῦ βαπτίσματος. «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο.» Εἰπὼν ὅτι τέκνα γινόμεθα Θεοῦ, εἰ θέλομεν, οἱ πιστεύσαντες εἰς Χριστόν, ἐπιφέρει καὶ τὴν αἰτίαν τοῦ τηλικούτου ἀγαθοῦ.

Τί γάρ, φησί, προεξένησεν ἡμῖν τὴν υἱοθεσίαν ταύτην, βούλει μαθεῖν; Τὸ τὸν Λόγον σάρκα γενέσθαι. Ὅταν δὲ ἀκούσῃς, ὅτι «Σὰρξ ἐγένετο,» μὴ νομίσῃς ὅτι ἐξέστη τῆς οἰκείας φύσεως, καὶ ἐτράπη εἰς σάρκα· οὐ γὰρ ἂν Θεὸς ἦν, εἴπερ ἐτρέπετο καὶ ἠλλοιοῦτο· ἀλλ’ ὅτι μένων ὃ ἦν, ἐγένετο ὃ οὐκ ἦν. Ἀπολλινάριος δὲ ὁ Λαοδικεὺς ἐντεῦθεν αἵρεσιν συνεστήσατο.

Ἐδογμάτισε γὰρ ὅτι ὁ Κύριος καὶ Θεὸς ἡμῶν οὐκ ἀνέλαβε τὴν τοῦ ἀνθρώπου φύσιν τελείαν, ἤγουν σῶμα μετὰ ψυχῆς λογικῆς, ἀλλὰ σάρκα μόνην, ψυχῆς λογικῆς καὶ νοερᾶς ἄμοιρον. Τί γὰρ ἔχρῃζεν ὁ Θεὸς τῆς ψυχῆς, ἔχων τὴν θεότητα κυβερνῶσαν τὸ σῶμα, ὃν τρόπον ἔχομεν ἡμεῖς τὴν ψυχὴν διεξάγουσαν τὸ ἡμῶν σῶμα; Εἶχε δὲ εἰς ἐπικουρίαν, ὡς ᾤετο, τὸ παρὸν ῥητόν· «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο.» Οὐ γάρ, φησίν, εἶπεν, ὅτι Ἄνθρωπος ἐγένετο, ἀλλά, «σάρξ.» Ὥστε οὐκ ἀνέλαβε ψυχὴν νοῦν ἔχουσαν καὶ λόγον, ἀλλὰ σάρκα ἄνουν καὶ ἄλογον. Ἠγνόει δὲ ἄρα ὁ ἐλεεινός, ὅτι ἡ Γραφὴ ἀπὸ τοῦ μέρους πολλάκις ὀνομάζει τὸ ὅλον οἷον, μέλλουσα ἐπιμνησθῆναι ἀνθρώπου ὅλου, ἀπὸ μέρους, τῆς ψυχῆς λόγῳ ὀνομάζει αὐτόν· οἷον, «Πᾶσα ψυχή, ἥτις οὐ περιτμηθῇ, θανατούσθω.» Ἰδοὺ γὰρ ἀντὶ τοῦ εἰπεῖν, πᾶς ἄνθρωπος, εἶπε τὸ μέρος, τὴν ψυχὴν λέγω. Καὶ πάλιν ἀπὸ τῆς σαρκὸς ὀνομάζει τὸ ὅλον, ὡς ὅταν λέγῃ· «Καὶ ὄψεται πᾶσα σὰρξ τὸ Σωτήριον τοῦ Θεοῦ·» πάντα γὰρ ἄνθρωπον μέλλων εἰπεῖν, τῷ τῆς σαρκὸς ὀνόματι προσεχρήσατο. Οὕτως οὖν καὶ ὁ εὐαγγελιστής, ἀντὶ τοῦ εἰπεῖν· Ὁ Λόγος ἄνθρωπος ἐγένετο, εἶπεν. «Ὁ Λόγος σὰρξ ἐγένετο,» ἀπὸ τοῦ μέρους τὸν ἄνθρωπον ὀνομάζων, τὸν ἐκ ψυχῆς καὶ σώματος συγκείμενον. Τάχα δὲ ἐπεὶ ἡ σὰρξ ἀλλότριόν ἐστι τῆς θείας φύσεως.

θέλων ὁ εὐαγγελιστὴς δηλῶσαι τὴν ὑπεράπειρον συγκατάβασιν τοῦ Θεοῦ, τῆς σαρκὸς ἐμνήσθη, ἵν’ ἐκπλαγῶμεν τὴν ἄφατον φιλανθρωπίαν αὑτοῦ, ὅτι, διὰ τὴν σωτηρίαν ἡμῶν, τὸ ἀλλότριον τῆς φύσεως αὐτοῦ καὶ ξένον παντάπασι, φημὶ δὴ τὴν σάρκα, προσέλαβεν. Ἡ μὲν γὰρ ψυχὴ ἔχει τινὰ συγγένειαν πρὸς Θεόν· ἡ δὲ σὰρξ παντάπασιν ἀκοινώνητος. Διὰ τοῦτο οὖν οἶμαι τὸν εὐαγγελιστὴν ἐνταῦθα μόνῳ τῷ τῆς σαρκὸς ὀνόματι χρήσασθαι, οὐχ ὡς ἀμοιροῦντος ψυχῆς τοῦ προσλήμματος, ἀλλὰ πρὸς ἔνδειξιν πλείω τοῦ θαυμαστοῦ καὶ φρικώδους μυστηρίου. Ἐπεὶ ἐὰν οὐ προσελάβετο ψυχὴν ἀνθρωπίνην ὁ Λόγος σαρκωθείς, ἀθεράπευτοι ἔτι εἰσὶν αἱ ψυχαὶ ἡμῶν· ὃ γὰρ οὐ προσελάβετο, οὐδὲ ἡγίασε. Καὶ τίς ὁ γέλως, τῆς ψυχῆς πρώτης παθούσης (ἐκείνη γὰρ ἡ ἐνδοῦσα τοῖς τοῦ ὄφεως λόγοις καὶ ἀπατηθεῖσα ἐν παραδείσῳ, εἶτα καὶ ἡ χεὶρ ἤψατο ἐπακολουθήσασα τῇ κυρίᾳ καὶ δεσποίνῃ τῇ ψυχῇ), τὴν μὲν θεράπαιναν, τὴν σάρκα, καὶ προσληφθῆναι, καὶ ἁγιασθῆναι, καὶ θεραπευθῆναι, τὴν δὲ κυρίαν ἐαθῆναι ἀπρόσληπτόν τε καὶ ἀθεράπευτον;

Ἀλλ’ Ἀπολινάριος μὲν ἐῤῥέτω. Ἡμεῖς δὲ ὅταν ἀκούωμεν, ὅτι «Ὁ Λόγος σὰρξ ἐγένετο,» πιστεύομεν ὅτι ἄνθρωπος τέλειος, τῆς Γραφῆς εἰωθυίας καὶ σάρκα καὶ ψυχὴν μονομερῶς τὸν σύνθετον ἄνθρωπον ὀνομάζειν. Ἀνατρέπεται δὲ ἐκ τούτου τοῦ ῥητοῦ καὶ Νεστόριος. Ἐκεῖνος γὰρ ἔλεγεν, ὅτι οὐχ ὁ Θεὸς Λόγος αὐτὸς ἐκεῖνος ἐγένετο ἄνθρωπος, συλληφθεὶς ἐκ τῶν πανάγνων αἱμάτων τῆς ἁγίας Παρθένου, ἀλλ’ ἔτεκεν ἡ Παρθένος ἄνθρωπον· οὗτος δὲ ὁ ἄνθρωπος, χαριτωθεὶς ἀρετῆς πάσης εἴδει, ἔσχε τὸν τοῦ Θεοῦ Λόγον συνημμένον αὐτῷ, καὶ ἐξουσίαν διδόντα κατὰ πνευμάτων ἀκαθάρτων· καὶ ἐκ τούτου ἐδογμάτιζε δύο υἱούς, ἕνα τὸν τῆς Παρθένου, τὸν Ἰησοῦν τὸν ἄνθρωπον, καὶ ἕτερον τὸν Υἱὸν τοῦ Θεοῦ, συνημμένον μὲν τῷ ἀνθρώπῳ, καὶ ἀδιάσπαστον αὐτῷ ὄντα, ἀλλὰ κατὰ χάριν παὶ σχέσιν καὶ ἀγάπην, οἷα δὴ ἐναρέτου ὄντος τοῦ ἀνθρώπου. Ταῦτα ἐκεῖνος ἐθελοκωφῶν πρὸς τὴν ἀλήθειαν. Εἰ γὰρ ἠβούλετο, ἤκουσεν ἂν καὶ αὐτὸς τοῦ μακαρίου τούτου εὐαγγελιστοῦ λέγοντος, ὅτι «Ὁ Λόγος σὰρξ ἐγένετο.» Οὐ προφανῶς γὰρ ἐνταῦθα ἐλέγχεται; Αὐτὸς γὰρ ὁ Λόγος ἄνθρωπος ἐγένετο. Οὐκ εἶπεν· Εὑρὼν ἄνθρωπον ὁ Λόγος, συνήφθη αὐτῷ, ἀλλ’, Αὐτὸς ἐκεῖνος ἄνθρωπος ἐγένετο. Ἀνατρέπεται δὲ καὶ Εὐτυχής, καὶ Οὐαλεντῖνος, καὶ Μάνης ἐντεῦθεν. Οὗτοι γὰρ κατὰ φαντασίαν ἔλεγον φανῆναι τὸν Λόγον τοῦ Θεοῦ. Ἀκουέτωσαν οὖν, ὅτι «Ὁ Λόγος σὰρξ ἐγένετο.»

Οὐκ εἶπεν, ὅτι Σὰρξ ἐφαντάσθη, ἢ ἔδοξεν, ἀλλ’, ὅτι Ἐγένετο ἀληθείᾳ, καὶ οὐσίᾳ, καὶ οὐ φαντασίᾳ.

Ἄτοπον γὰρ καὶ ἀνόητον πιστεύειν, ὡς ὁ Υἱὸς τοῦ Θεοῦ, ἀλήθεια ὢν καὶ λεγόμενος, ἐψεύσατο τὴν ἐνανθρώπησιν· τοιοῦτον γὰρ ἡ φαντασία, ψευδὴς πάντως ἔνδειξις. «Καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Ἐπειδὴ ἄνω εἶπεν, ὅτι «Ὁ Λόγος σὰρξ ἐγένετο,» ἵνα μή τις ὑπολάβῃ, ὅτι μία φύσις λοιπὸν ἐγένετο ὁ Χριστός, διὰ τοῦτο ἐπάγει τό, «Ἐσκήνωσεν ἐν ἡμῖν,» ἵνα δείξῃ τὰς δύο φύσεις, τήν τε ἡμετέραν, καὶ τὴν τοῦ Λόγου. Ὥσπερ γὰρ ἄλλης φύσεώς ἐστιν ἡ σκηνή, καὶ ἄλλης ὁ κατασκηνῶν ἐν αὐτῇ· οὕτω καὶ ὁ Λόγος σκηνῶσαι ἐν ἡμῖν λεγόμενος, τουτέστιν, ἐν τῇ ἡμετέρᾳ φύσει, ἄλλης ἂν εἵη φύσεως παρὰ τὴν ἡμετέραν. Αἰσχυνέσθωσαν οἱ Ἀρμένιοι, οἱ μίαν φύσιν πρεσβεύοντες. Μανθάνομεν οὖν, διὰ μὲν τοῦ, «Ὁ Λόγος σὰρξ ἐγένετο,» ὅτι αὐτὸς ὁ Λόγος ἄνθρωπος ἐγένετο, καὶ υἱὸς ὢν τοῦ Θεοῦ, γέγονε καὶ γυναικὸς Υἱός· ἥτις καὶ κυρίως Θεοτόκος καλεῖται, ὡς τὸν Θεὸν γεννήσασα ἐν σαρκί. Διὰ δὲ τοῦ, «Ἐσκήνωσεν ἐν ἡμῖν,» τοῦτο διδασκόμεθα, τὸ δύο φύσεις πιστεύειν εἰς τὸν ἕνα Χριστόν. Εἰ γὰρ καὶ εἷς κατὰ ὑπόστασιν ἤγουν τὸ πρόσωπον, ἀλλὰ δύο κατὰ τὰς φύσεις· Θεὸς γὰρ καὶ ἄνθρωπος· θεία δὲ φύσις καὶ ἀνθρωπίνη οὐκ ἂν εἶεν ἕν, εἰ καὶ περὶ ἕνα θεωροῖντο, τὸν Χριστόν φημι. «Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας.»

Ἐπειδὴ εἶπεν, ὅτι «Σὰρξ ἐγένετο,» ἐπιφέρει λοιπόν, ὅτι «Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ,» ἐν σαρκὶ δηλονότι ὄντος. Εἰ γὰρ τὸ πρόσωπον Μωσέως λαμπρυνθὲν ἐκ τῆς πρὸς Θεὸν ὁμιλίας οἱ Ἰσραηλῖται ἰδεῖν οὐκ ἡδύναντο, πολλῷ μᾶλλον τὴν θεότητα τοῦ Μονογενοῦς γυμνὴν οὐκ ἂν ἐχώρησαν οἱ ἀπόστολοι, εἰ μὴ διὰ τῆς σαρκὸς ἐπεφάνη. Ἐθεασάμεθα δὲ τὴν δόξαν οὐ τοιαύτην, οἵαν ἔσχεν ὁ Μωσῆς, ἢ μεθ’ οἵας δόξης ὤφθησαν τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ τῷ προφήτῃ, ἀλλὰ τοιαύτην δόξαν, οἵαν ἔπρεπεν εἶναι μονογενεῖ Υἱῷ, ἐκ τοῦ Πατρὸς φυσικῶς αὐτῷ προσοῦσαν. Τὸ γὰρ «ὡς» ἐνταῦθα οὐχ ὁμοιώσεώς ἐστιν, ἀλλὰ βεβαιώσεως καὶ ἀναμφισβητήτου διορισμοῦ. Ὥσπερ βασιλέα βλέποντες μετὰ δόξης πολλῆς προερχόμενον, λέγομεν ὅτι ὡς βασιλεὺς προῆλθεν, ἀντὶ τοῦ, ὡς ὄντως καὶ κατὰ ἀλήθειαν βασιλεύς· οὕτως οὖν κἀνταῦθα τό, «ὡς Μονογενοῦς,» ὀφείλομεν νοῆσαι, ἀντὶ τοῦ, Ἡ δόξα, ἣν ἐθεασάμεθα, ὡς τῷ ὄντι κατὰ ἀλήθειαν Υἱοῦ δόξα ἦν. «Πλήρης χάριτος καὶ ἀληθείας.» Χάριτος μὲν πλήρης, καθὸ καὶ ὁ Λόγος αὐτοῦ κεχαριτωμένος ἦν, ἵνα οὕτως εἴπω, καθὰ καὶ Δαυῒδ λέγει· «Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου.» Καὶ ὁ εὐαγγελιστής, ὅτι «Ἐθαύμαζον πάντες ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ.» Καὶ πᾶσι δὲ τὰς ἰάσεις ἐχαρίζετο τοῖς χρῄζουσιν αὐτῶν.

Ἀληθείας δὲ πλήρης ἦν, καθὸ καὶ οἱ προφῆται, καὶ Μωσῆς αὐτός, ὅσα ἔλεγον ἢ ἔπραττον, πάντα τύποι ἦσαν· ὁ δὲ Χριστὸς ἃ ἔλεγε καὶ ἔπραττεν, ἅπαντα ἀληθείας πλήρη, αὐτόχαρις ὢν καὶ αὐτοαλήθεια, καὶ ἄλλοις ταῦτα χορηγῶν. Ποῦ δὲ ἐθεάσαντο τὴν δόξαν; Ἴσως μέν τινες ὑπολήψονται, ὅτι ἐν τῷ ὄρει τῷ Θαβώρ. Τάχα δὲ καὶ τοῦτο μὲν ἀληθές, πλὴν οὐκ ἐν τῷ ὄρει μόνῳ, ἀλλ’ ἐν πᾶσιν οἷς ἔπραττε καὶ ἔλεγεν, ἔβλεπον τὴν δόξαν αὐτοῦ. «Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων· Οὗτος ἦν, ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.» Τὴν Ἰωάννου μαρτυρίαν συνεχῶς παραλαμβάνει ὁ εὐαγγελιστής· οὐχὶ τὸν Δεσπότην ἀξιόπιστον ἀπὸ τοῦ δούλου ποιῶν, ἀλλ’ ἐπεὶ μεγάλην ὑπόληψιν εἶχον περὶ Ἰωάννου οἱ ὄχλοι, τούτου ἕνεκεν παραλαμβάνει εἰς τὴν περὶ τοῦ Χριστοῦ μαρτυρίαν τὸν παρ’ ἐκείνοις νομιζόμενον μέγαν Ἰωάννην, καὶ διὰ τοῦτο ὑπὲρ ἅπαντας πιστευόμενον. Τὸ δέ, «κέκραγε.» τὴν πολλὴν παῤῥησίαν τοῦ Ἰωάννου δεικνύει. Οὐ γὰρ ἐν γωνίᾳ, ἀλλὰ μετὰ πολλῆς τῆς παῤῥησίας ἐβόα περὶ Χριστοῦ. Τί δὲ ἔλεγεν; «Οὗτος ἦν, ὃν εἶπον·» καὶ πρὸ τοῦ ἰδεῖν τὸν Χριστὸν ὁ Ἰωάννης ἐμαρτύρει περὶ αὐτοῦ. Καὶ τοῦτο Θεοῦ πάντως εὐδοκία, ἵνα μὴ δόξῃ, τῷ προσώπῳ χαριζόμενος τοῦ Χριστοῦ, περὶ αὐτοῦ τὰ χρηστότερα μαρτυρεῖν.

Διὸ καὶ λέγει· «Ὃν εἶπον,» τουτέστι, καὶ πρὶν ἰδεῖν αὐτόν, «ὁ ὀπίσω μου ἐρχόμενος,» κατὰ τοὺς τῆς γεννήσεως δηλαδὴ χρόνους· ἓξ γὰρ μῆνας πρότερος ἦν ὁ πρόδρομος τοῦ Χριστοῦ κατὰ τὴν ἐν σαρκὶ γέννησιν. «Οὗτος ἔμπροσθέν μου γέγονεν,» ἀντὶ τοῦ, προτιμότερός μου καὶ ἐνδοξότερος ἐγένετο.

Διὰ τί; Ὅτι καὶ πρῶτός μου ἦν κατὰ τὴν θεότητα. Οἱ δὲ Ἀρειανοὶ ἀνοήτως ἡρμήνευσαν τὸ ῥητὸν τοῦτο. Θέλοντες γὰρ δεῖξαι, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ οὐκ ἐγεννήθη ἀπὸ τοῦ Πατρός, ἀλλὰ γέγονεν ὡς ἓν τῶν κτισμάτων, φασίν, ὅτι Ἰδοὺ ὁ Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ τό, «Ἔμπροσθέν μου γέγονεν,» ἀντὶ τοῦ, πρὸ ἐμοῦ γέγονε, καὶ ἐκτίσθη παρὰ τοῦ Θεοῦ, ὡς ἓν τῶν ποιημάτων. Ἐλέγχονται δέ, κακῶς νοοῦντες τὸ ῥητὸν ἐκ τοῦ ἐφεξῆς. Ποία γὰρ ἔννοια ἐμφαίνεται ἐν τῷ λέγειν, ὅτι «Οὗτος,» ὁ Χριστὸς δηλαδή, «ἔμπροσθέν μου γέγονεν,» ἀντὶ τοῦ, πρὸ ἐμοῦ ἐκτίσθη, «διότι πρῶτός μου ἦν;» Ἀνόητον γὰρ παντάπασι τὸ λέγειν, ὅτι Τοῦτον ἔκτισεν ὁ Θεὸς πρότερον, διότι πρῶτός μου ἦν. Τοὐναντίον γὰρ ὤφειλε μᾶλλον εἰπεῖν, ὅτι Οὗτος πρῶτός μού ἐστι, διότι ἔμπροσθέν μου γέγονεν, ἤγουν ἐκτίσθη. Ταῦτα μὲν τὰ τῶν Ἀρειανῶν. Ἡμεῖς δὲ ὀρθοδόξως νοοῦμεν, ὅτι «Ὁ ὀπίσω μου ἐρχόμενος,» κατὰ τὴν ἐκ Παρθένου ἐν σαρκὶ γέννησιν, «ἔμπροσθέν μου γέγονεν,» ἀντὶ τοῦ, ἐνδοξότερος καὶ προτιμότερός μου ἐγένετο ἐκ τῶν περὶ αὐτὸν συμβάντων θαυμάτων, ἐκ τοῦ τόκου, ἐκ τῆς ἀνατροφῆς, ἐκ τῆς σοφίας. Καὶ εἰκότως τοῦτο. Καὶ γὰρ πρῶτός μου ἦν, κατὰ τὴν πρὸ αἰώνων ἐκ Πατρὸς γέννησιν, εἰ καὶ ὀπίσω μου ἦλθε κατὰ τὴν ἐν σαρκὶ παρουσίαν. «Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος.»

Καὶ ταῦτα τοῦ Προδρόμου εἰσὶ ῥήματα λέγοντος περὶ τοῦ Χριστοῦ, ὅτι Ἡμεῖς πάντες οἱ προφῆται ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν. Οὐ γὰρ τοσαύτην ἔχει τὴν χάριν, ἴσην οἱ πνευματοφόρητοι ἄνθρωποι· ἀλλὰ πηγὴ ὑπάρχων παντὸς ἀγαθοῦ, καὶ πάσης σοφίας καὶ προφητείας, ὑπερβλύζει αὐτὴν πᾶσι τοῖς ἀξίοις, καὶ ἐν τῷ ὑπερβλύζειν πλήρης διαμένων, καὶ οὐδέποτε κενούμενος. Καὶ χάριν δὲ ἐλάβομεν, τὴν τῆς Καινῆς δηλαδὴ Διαθήκης, ἀντὶ τῆς χάριτος, τῆς παλαιᾶς νομοθεσίας. Ἐπεὶ γὰρ ἐκείνη ἡ Διαθήκη ἐγήρασε καὶ ἐσαθρώθη, ἀντ’ ἐκείνης τὴν Νέαν ἐλάβομεν.

Καὶ πῶς, φησίν, ὠνόμασε χάριν τὴν Παλαιὰν Διαθήκην; Διότι καὶ οἱ Ἰουδαῖοι χάριτι υἱοθετήθησαν καὶ προσεδέχθησαν. Φησὶ γάρ, ὅτι «Οὐ διὰ τὸ πολυπληθεῖν ὑμᾶς, ἀλλὰ διὰ τοὺς πατέρας ὑμῶν ἐξελεξάμην ὑμᾶς.» Καὶ οἱ παλαιοὶ τοίνυν χάριτι προσεδέχθησαν, καὶ ἡμεῖς δὲ ὁμολογουμένως χάριτί ἐσμεν σεσωσμένοι. «Ὅτι ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.» Ἐφερμηνεύει ἡμῖν, πῶς ἐλάβομεν χάριν μεγίστην ἀντὶ μικρᾶς χάριτος· καί φησιν, ὅτι ὁ μὲν νόμος διὰ Μωσέως ἐδόθη, μεσίτῃ χρησαμένου τοῦ Θεοῦ ἀνθρώπῳ, τῷ Μωσεῖ φημι· ἡ δὲ Καινὴ Διαθήκη διὰ Ἰησοῦ Χριστοῦ, ἤτις καὶ χάρις ὀνομάζεται, διότι ἐχαρίσατο ἡμῖν ὁ Θεὸς οὐ μόνον τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ἀλλὰ καὶ τὴν υἱοθεσίαν. Ἀλήθεια δὲ καλεῖται, καθ’ ὅσον ὅσα οἱ πάλαι τυπικῶς ἢ εἶδον, ἢ εἶπον, ταῦτα λαμπρῶς αὕτη ἀνεκήρυξεν. Ἡ τοίνυν Καινὴ Διαθήκη, ἡ καὶ χάρις ὀνομαζομένη καὶ ἀλήθεια, οὐκ ἀνθρώπῳ ψιλῷ μεσίτῃ ἐχρήσατο, ἀλλὰ τῷ Υἱῷ τοῦ Θεοῦ. Καὶ ὅρα πῶς ἐπὶ μὲν τῆς Παλαιᾶς εἶπε τό, «Ἐδόθη διὰ Μωσέως·» ὑπουργὸς γὰρ καὶ ὑπηρέτης οὗτος ἦν. Ἐπὶ δὲ τῆς Καινῆς, οὐκ εἶπε τό, «ἐδόθη,» ἀλλὰ τό, «ἐγένετο,» ἵνα δείξῃ ὑπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὡς δεσπότου, οὐχὶ δούλου, γενομένην, καὶ εἰς τέλος προβᾶσαν τὴν χάριν καὶ τὴν ἀλήθειαν.

Νόμος μὲν γὰρ ἐδόθη παρὰ Θεοῦ διὰ μέσου τοῦ Μωσέως· ἡ χάρις ἐγένετο, οὐχὶ ἐδόθη, διὰ Ἰησοῦ Χριστοῦ. Αὐθεντικὸν μὲν τό, «Ἐγένετο,» δουλικὸν δὲ τό, «ἐδόθη.» «Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱός, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρός, ἐκεῖνος ἐξηγήσατο.» Ἐπειδὴ εἶπεν, ὅτι «Ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο,» τοῦτο θέλων κατασκευάσαι, φησίν, ὅτι Οὐδὲν ἄπιστον εἴρηκα. Ὁ μὲν γὰρ Μωσῆς οὔτε Θεὸν ἑώρακεν, ὥσπερ οὐδ’ ἄλλος τις, οὔτε εἶχεν ἡμῖν ἐξήγησιν τρανεστάτην καὶ σαφῆ περὶ αὐτοῦ εἰπεῖν· ἀλλὰ δοῦλος ὤν, ὑπηρέτησε μόνον πρὸς τὴν τοῦ νομικοῦ γράμματος διακονίαν. Ὁ δὲ Χριστός, Υἱὸς ὢν καὶ Μονογενής, καὶ ἐν τοῖς κόλποις ὢν τοῖς πατρικοῖς, οὐ μόνον αὐτὸν ὁρᾷ, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις ἐξηγεῖται περὶ αὐτοῦ. Ὥστε ἐπειδὴ Υἱός ἐστι, καὶ τὸν Πατέρα ὁρᾷ, οἷα δὴ ἐν τοῖς κόλποις αὐτοῦ ὤν, εἰκότως τὴν χάριν καὶ τὴν ἀλήθειαν ἡμῖν ἔδωκεν. Ἀλλ’ ἐρεῖ τις ἴσως· Πῶς ἐνταῦθα μὲν μανθάνομεν, ὅτι οὐδεὶς ἑώρακε τὸν Θεόν, ὁ δὲ προφήτης λέγει· «Εἶδον τὸν Κύριον;» Εἶδε μὲν ὁ προφήτης, ἀλλ’ οὐκ αὐτὴν τὴν οὐσίαν, ἀλλ’ ὁμοίωμά τι καὶ φαντασίαν τινά, ὡς ἐχώρει ἰδεῖν. Καὶ ἄλλος πάλιν ἐν ἄλλῳ τύπῳ εἶδε, καὶ ἄλλος ἐν ἄλλῳ. Ὅθεν δῆλον, ὅτι οὐκ αὐτὴν τὴν ἀλήθειαν ἔβλεπον· οὐ γὰρ ἂν ἐν διαφόροις σχήμασιν αὐτὴν ἐθεώρουν ἁπλῆν οὖσαν καὶ ἀσχημάτιστον.

Ἀλλ’ οὐδὲ οἱ ἄγγελοι βλέπουσι Θεοῦ οὐσίαν, εἰ καὶ λέγονται τὸ πρόσωπον τοῦ Θεοῦ ὁρᾷν· τοῦτο γὰρ ἐνδεικτικόν ἐστι μόνου τοῦ φαντάζεσθαι ἀεὶ Θεόν. Ὁ Υἱὸς οὖν μόνος ὁρᾷ τὸν Πατέρα, καὶ ἐξηγεῖται αὐτὸν πᾶσιν ἀνθρώποις. Κόλπους δὲ ἀκούων πατρικούς, μηδὲν ὑποπτεύσῃς σωματικὸν ἐπὶ Θεοῦ. Τὴν γὰρ γνησιότητα, καὶ τὸ ἀχώριστον, καὶ συναΐδιον δεῖξαι βουλόμενος τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ὁ εὐαγγελιστής, τούτου τοῦ ὀνόματος ἐμνήσθη. «Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευΐτας, ἵνα ἐρωτήσωσιν αὐτόν· Σὺ τίς εἷ; Καὶ ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν, ὅτι Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός.» Εἶπεν ἀνωτέρω, ὅτι Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ· εἶτα εἰπὼν διὰ μέσου τί ἐμαρτύρησεν ὁ Ἰωάννης περὶ τοῦ Χριστοῦ, ὅτι «Οὗτος ἔμπροσθέν μου γέγονε,» καὶ ὅτι «Ἡμεῖς πάντες οἱ προφῆται ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν,» ἐπιφέρει· «Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου.» Ποία; Ἣν ἀνωτέρω εἶπεν, ὅτι «Ἔμπροσθέν μου γέγονε,» καὶ τὰ λοιπά· ἀλλὰ καὶ ἃ ἐφεξῆς λέγει, ὅτι «Οὐκ εἰμὶ ὁ Χριστός,» καὶ ταῦτα μαρτυρία Ἰωάννου εἰσίν. Ἀπέστειλαν οὖν οἱ Ἰουδαῖοι πρὸς Ἰωάννην οὓς εἶχον κρείττονας· ἱερεῖς γὰρ καὶ Λευΐτας, καὶ τούτους Ἱεροσολυμίτας· ὡς ἂν οὗτοι, οἷα δὴ συνετώτεροι, πείσωσι τὸν Ἰωάννην διὰ κολακείας, ὁμολογῆσαι ἑαυτὸν Χριστόν.

Ὅρα δὲ τὴν σκαιότητα· οὐκ ἐρωτῶσιν αὐτὸν εὐθέως· Σὺ εἶ ὁ Χριστός; ἀλλά, «Σὺ τίς εἶ;» Ἐκεῖνος δέ, τὴν κακουργίαν εἰδὼς αὐτῶν, οὐ λέγει τίς ἦν, ἀλλ’ ὁμολογεῖ, ὅτι «Οὐκ εἰμὶ ὁ Χριστός,» πρὸς τὸν σκοπὸν αὐτῶν ἀποβλέπων, καὶ πανταχόθεν αὐτοὺς ἐπισπώμενος πρὸς τὸ πιστεῦσαι, ὅτι ἄλλος ἐστὶν ὁ Χριστὸς ὁ παρ’ αὐτῶν νομιζόμενος εὐτελής, καὶ εὐτελοῦς πατρός, τέκτονος γάρ· καὶ εὐτελοῦς πατρίδος, Ναζαρὲτ γάρ· ἐξ ἧς οὐδὲν ἀγαθὸν εἶναι ἐπίστευον. Περὶ μέντοι αὐτοῦ τοῦ Προδρόμου μεγάλην δόξαν εἶχον· πατρός τε γὰρ ἀρχιερέως ἦν, καὶ βίου ἀγγελικοῦ καὶ ἀΰλου σχεδόν. Ὅθεν θαυμάσαι δίκαιον, πῶς ἐξ ὧν ᾤοντο ἐκεῖνοι βλάψαι τὴν τοῦ Χριστοῦ δόξαν, ἐκ τούτων συμποδίζονται. Ἐρωτῶσι μὲν γὰρ ὡς ἀξιόπιστον τὸν Ἰωάννην, ἵνα τῆς εἰς Χριστὸν ἀπιστίας τὴν ἐκείνου μαρτυρίαν ὑπόθεσιν ἔχωσιν, εἴπερ μὴ ὁμολογήσῃ αὐτὸν Χριστόν· τὸ δὲ εἰς τοὐναντίον περιετράπη αὐτοῖς. Τοῦτον γάρ, ὃν εἶχον ἀξιόπιστον, εὑρίσκουσι μαρτυροῦντα περὶ Χριστοῦ, καὶ μὴ εἰς ἑαυτὸν ἕλκοντα τὴν τιμήν. «Καὶ ἠρώτησαν αὐτόν· Τί οὖν; Ἠλίας εἶ σύ; Καὶ λέγει· Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; Καὶ ἀπεκρίθη·

Οὔ. Εἶπον οὖν αὐτῷ· Τίς εἶ, ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς; Τί λέγεις περὶ σεαυτοῦ; Ἔφη· Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης.» Τὸν Ἠλίαν προσεδόκων ἥξειν, ἀρχαίᾳ παραδόσει πειθόμενοι· διὸ ἐρωτῶσιν αὐτὸν εἰ ἔστιν Ἠλίας· καὶ γάρ τοι καὶ ὁ βίος αὐτοῦ ἐῴκει τῷ τοῦ Ἡλιοῦ. Ἀρνεῖται οὖν καὶ τοῦτο. «Ὁ προφήτης εἶ σύ;» Ἀρνεῖται καὶ τοῦτο, καίτοι γε προφήτης ἦν. Πῶς οὖν ἀρνεῖται; Πῶς; Ὅτι οὐκ ἠρώτησαν αὐτόν, Προφήτης εἶ σύ; ἀλλ’, «Ὁ προφήτης εἶ;» μετὰ τοῦ, «ὁ,» ἄρθρου ποιησάμενοι τὴν ἐρώτησιν, ἀντὶ τοῦ, ἐκεῖνος ὁ προφήτης ὁ προσδοκώμενος, ὃν εἶπε Μωσῆς, ὅτι «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεός.» Οὐκ ἠρνήσατο οὖν ὁ Ἰωάννης τὸ προφήτης εἶναι, ἀλλὰ τό, «ὁ προφήτης,» ἐκεῖνος ὁ προσδοκώμενος.

Ἐπεὶ γὰρ ἤκουσαν Μωσέως εἰπόντος. ὅτι προφήτης ἀναστήσεται, ἤλπιζον κατά τινας καιροὺς γενήσεσθαι τοῦτον τὸν προφήτην. Εἶτα πάλιν ἐπίκεινται· Εἰπὲ οὖν ἡμῖν, τίς εἶ; Τότε ἀποκρίνεται αὐτοῖς· «Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ.» Ἐγώ, φησίν, εἰμί, περὶ οὗ γέγραπται· «Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ.» Εἰ μὴ γὰρ προσθήσεις τό, «περὶ οὗ γέγραπται,» ἄτοπός τις φαίνεται ἡ τοῦ λόγου σύνταξις. Τί δὲ βοῶντος; «Εὐθύνατε τὴν ὁδὸν Κυρίου.» Δοῦλος, φησίν, εἰμί, καὶ προοδοποιῶ τῷ Κυρίῳ τὰς καρδίας ὑμῶν. Εὐθύνατε οὖν ταύτας, οἱ σκολιοὶ καὶ δόλιοι, καὶ ὁμαλίσατε, ὥστε ὁδὸν γενέσθαι τῷ Κυρίῳ Χριστῷ δι’ ὑμῶν. Εἶτα ἐπεισάγει τὸν Ἡσαΐαν μάρτυρα. Μεγάλα γὰρ εἰπὼν περὶ τοῦ Χριστοῦ, ὅτι Κύριός ἐστι, καὶ ὅτι αὐτὸς δούλου καὶ κήρυκος ἔργον μεταχειρίζεται, καταφεύγει ἐπὶ τὸν προφήτην. Τάχα δ’ ἄν τις τό, «Ἐγὼ φωνὴ βοῶντος,» οὕτως ἑρμηνεύσειεν, ὅτι Ἐγώ εἰμι φωνὴ τοῦ Χριστοῦ τοῦ βοῶντος, τουτέστι, τοῦ τὴν ἀλήθειαν τρανῶς διαγγέλλοντος. Οἱ μὲν γὰρ τοῦ νόμου πάντες ἰσχνόφωνοι, οἷα μὴ τῆς ἀληθείας τοῦ Εὐαγγελίου καιρὸν ἐχούσης· καὶ τοῦτο ἦν ἄρα τὸ ἰσχνόφωνον τοῦ Μωσέως, τὸ τοῦ νόμου ἀτράνωτον καὶ ἀσαφές. Ὁ δὲ Χριστὸς οἷα δὴ αὐτοαλήθεια ὤν, καὶ πάντα ἡμῖν ἀπαγγείλας τὰ τοῦ Πατρός, βοῶν ἐστιν. Ὁ τοίνυν Ἰωάννης φησίν· Ἐγώ εἰμι ἡ φωνὴ τοῦ Λόγου τοῦ βοῶντος, ἐν τῇ ἐρήμῳ διάγων.

Εἶτα ἀπ’ ἄλλης ἀρχῆς· «Εὐθύνατε τὴν ὁδὸν τοῦ Κυρίου.» Εἰκότως λέγεται φωνὴ ὁ Ἰωάννης, ὡς Πρόδρομος ὢν τοῦ Χριστοῦ, ὥσπερ καὶ ἡ φωνὴ προτρέχει τοῦ λόγου· οἷον, ἵνα σαφέστερον εἴπω, φωνὴ μέν ἐστιν πνεῦμα ἀδιάρθρωτον, ὃ ἐκ τοῦ θώρακος ἔξεισιν· ὅταν δὲ ὑπὸ τῆς γλώττης διαρθρωθῇ, τότε γίνεται λόγος. Πρῶτον οὖν ἡ φωνή, εἶτα ὁ λόγος· πρότερος Ἰωάννης, εἶτα Χριστὸς κατὰ τὴν ἐν σαρκὶ παρουσίαν. Καὶ τὸ μὲν τοῦ Ἰωάννου βάπτισμα, ἀδιάρθρωτον· οὐ γὰρ εἶχε τό, «ἐν Πνεύματι·» τὸ δὲ τοῦ Χριστοῦ, διηρθρωμένον, καὶ οὐδὲν τοῦ σκιώδους καὶ τυπικοῦ ἔχον· «ἐν Πνεύματι» γάρ. «Καὶ οἱ ἀπεσταλμένοι ἧσαν ἐκ τῶν Φαρισαίων· καὶ ἠρώτησαν αὐτόν, καὶ εἶπον αὐτῷ· Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστός, οὔτε Ἠλίας, οὔτε ὁ προφήτης;» Ἐπειδὴ διὰ κολακείας οὐκ ἠδύναντο αὐτὸν ἑλεῖν, διὰ σκληροτέρων καὶ ἐπιπληκτικωτέρων λόγων ἐκφοβοῦσιν· ἵνα εἴπῃ ὃ ἤθελον, καὶ ὁμολογήσῃ ἑαυτὸν Χριστόν, «Τί οὖν βαπτίζεις;» λέγοντες· τίς σοι τοσαύτην ἐξουσίαν ἔδωκεν; Ὅσον δὲ ἐκ τοῦ λόγου τούτου, δείκνυται, ὅτι ἄλλον εἶναι ἐνόμιζον τὸν Χριστόν, καὶ ἄλλον τὸν προσδοκώμενον προφήτην.

Λέγουσι γάρ· «Εἰ σὺ οὐκ εἶ ὁ Χριστός, οὔτε ὁ προφήτης·» ἕτερον νοοῦντες τὸν Χριστὸν εἶναι, καὶ ἄλλον τὸν προφήτην, κακῶς εἰδότες. Ὁ γὰρ προφήτης αὐτός ἐστιν ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν. Ταῦτα δὲ πάντα ἔλεγον, ὡς ἔφην, ὡς ἂν καταναγκάσωσιν ὁμολογῆσαι ἑαυτὸν Χριστόν· μᾶλλον δέ, εἰ χρὴ τὸ ἀληθέστερον εἰπεῖν, ὡς βασκαίνοντες αὐτοῦ τῆς δόξης, ἐρωτῶσιν αὐτόν.

Διὸ οὐδὲ πυνθάνονται, εἰ αὐτός ἐστιν ὁ Χριστός, ἀλλά, «Σὺ τίς εἶ;» ὡσανεὶ λέγοντες· Τίς εἷ σὺ ὁ τηλικούτῳ ἔργῳ ἐπιχειρῶν, τῷ βαπτίζειν καὶ καθαίρειν τοὺς ἐξομολογουμένους; Καὶ γάρ μοι φαίνονται οἱ Ἰουδαῖοι θέλοντες μηδὲ τὸν Ἰωάννην δόξαι παρὰ τοῖς πολλοῖς Χριστόν, ἀλλ’ ἀπὸ φθόνου καὶ βασκανίας ἐρωτᾷν αὐτόν· «Σὺ τίς εἷς» Καταρατώτατοι τοίνυν, οἱ βαπτίζοντα ὑποδεχόμενοι, μεθ’ ὃ δὲ βαπτισθῶσιν, ἀγνωμονοῦντες, ὄντως γεννήματα ἐχιδνῶν οἱ Ἰουδαῖοι. «Ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων· Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε· αὐτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν, οὗ οὐκ εἰμὶ ἄξιος, ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.» Ἴδε καὶ τὴν πραότητα τοῦ ἁγίου, καὶ τὴν ἀλήθειαν· τὴν μέν, ὅτι οὐδὲν πρὸς αὐτοὺς τραχὺ φθέγγεται, καίτοι ἐπηρεαστὰς ὄντας· τὴν δὲ ἀλήθειαν, ὅτι μάρτυς ἐστὶ τῆς τοῦ Χριστοῦ δόξης εὐπαῤῥησίαστος· καὶ οὐκ ἀποκρύπτεται τὴν δόξαν τοῦ Κυρίου, ἑαυτῷ περιποιούμενος εὔκλειαν, ἀλλ’ ὁμολογεῖ, ὅτι Ἐγὼ μὲν βαπτίζω εὐτελὲς βάπτισμα· ἐν ὕδατι γὰρ μόνῳ, οὐκ ἄφεσιν ἁμαρτιῶν ἔχοντι, ἀλλὰ προπαρασκευάζοντι εἰς τὸ δέξασθαι τὸ πνευματικὸν βάπτισμα, τὸ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν δωρούμενον. «Μέσος δὲ ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε·» ἀναμεμιγμένος γὰρ τῷ πλήθει ὁ Κύριος, ἠγνοεῖτο τίς εἵη καὶ πόθεν.

Τάχα δ’ ἄν τις εἴποι, ὅτι καὶ κατ’ ἄλλον τρόπον μέσος ἵστατο τῶν Φαρισαίων ὁ Κύριος, ἀλλ’ ἠγνόουν αὐτόν. Ἐπεὶ γὰρ αὐτοὶ τὰς Γραφὰς ἐδόκουν ἐκμελετᾷν, ἐν δὲ ταύταις κατηγγέλλετο ὁ Κύριος, μέσος αὐτῶν ἦν, τουτέστιν, ἐν ταῖς καρδίαις αὐτῶν, ἀλλ’ ἠγνόουν αὐτόν, οἷα μὴ νοοῦντες τὰς Γραφάς, εἰ καὶ ἐν ταῖς καρδίαις ταύτας εἶχον. Μή ποτε δὲ καὶ καθὸ μεσίτης Θεοῦ καὶ ἀνθρώπων ἦν ὁ Κύριος, μέσος ἵστατο τῶν Φαρισαίων, ἀποκαταλλάξαι θέλων αὐτοὺς τῷ Θεῷ, ἀλλ’ ἠγνόουν αὐτόν. Συνεχῶς δὲ τίθησι τό· «Ὁ ὀπίσω μου ἐρχόμενος·» δεικνύων, ὅτι οὐ τελειωτικόν ἐστι τὸ αὐτοῦ βάπτισμα, ἀλλὰ προοδοποιητικὸν τοῦ πνευματικοῦ βαπτίσματος. Τὸ δέ, «Ἔμπροσθέν μου γέγονεν,» ἀντὶ τοῦ, ἐντιμότερος, ἐνδοξότερος, καὶ τοσοῦτον, ὥστε οὐδὲ ἐν τοῖς ἐσχάτοις τῶν αὐτοῦ δούλων καταριθμεῖσθαί με· τὸ γὰρ λύειν τὸ ὑπόδημα τῆς ἐσχάτης διακονίας ἐστίν. Οἶδα δὲ παρά τινι τῶν ἁγίων τοιαύτην ἀναγνοὺς ἐξήγησιν· Τὸ ὑπόδημα εἰς τὴν τῶν ἁμαρτωλῶν σάρκα, καὶ τῇ φθορᾷ ὑποκειμένην, λαμβάνεται πανταχοῦ· ὁ δὲ ἱμάς, ἤτοι ὁ λῶρος, εἰς τὸν δεσμὸν τῶν ἁμαρτιῶν.

Ὁ τοίνυν Ἰωάννης ἐν μὲν τοῖς ἄλλοις, τοῖς ἐκπορευομένοις πρὸς αὐτὸν καὶ ἐξομολογουμένοις, ἴσχυε λύειν τὸν ἱμάντα τῶν ἁμαρτιῶν· σειραῖς γὰρ τῶν οἰκείων ἁμαρτιῶν σφιγγόμενοι ἐξήρχοντο πρὸς αὐτόν· καὶ διὰ τοῦ εἰς μετάνοιαν αὐτοὺς παρακαλεῖν, προωδοποίει αὐτοῖς εἰς τὸ καὶ τελείως ἀποβαλέσθαι τὸν ἱμάντα τοῦτον, καὶ τὸ ἁμαρτωλὸν ὑπόδημα· ἐπὶ δὲ Χριστοῦ, ἱμάντα μὴ εὑρίσκων, ἤτοι σύνδεσμον ἁμαρτίας, εἰκότως οὐδὲ λύειν αὐτὸν ἐδύνατο. Πῶς γάρ, ὃν οὐχ εὕρισκεν; «Ἀμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὐρέθη ἐν τῷ στόματι αὐτοῦ δόλος.» Ὑπόδημα δὲ ἡ παρουσία τοῦ Κυρίου ἡ εἰς ἡμᾶς· ἱμὰς δὲ αὐτῆς, ὁ τρόπος τῆς σαρκώσεως, καὶ τοῦ πῶς συνεδέθη τῷ σώματι ὁ Λόγος τοῦ Θεοῦ.

Τοῦτον οὖν τὸν τρόπον λύειν ἀδύνατον· τίς γὰρ δύναται λῦσαι πῶς συνεδέθη τῷ σώματι Θεός; «Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων.» Τίνος ἕνεκεν εἶπεν, ὅτι «Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο;» Ἵνα δείξῃ τὴν παῤῥησίαν τοῦ μεγάλου κήρυκος, ὅτι οὐκ ἐν οἰκίᾳ, οὐδὲ ἐν γωνίᾳ, ἀλλὰ τὸν Ἰορδάνην καταλαβών, ἐν μέσῳ πλήθους ταῦτα περὶ Χριστοῦ ἀνεκήρυττε. Χρὴ δὲ γινώσκειν, ὅτι τὰ ἀκριβῆ τῶν ἀντιγράφων, «ἐν Βηθαβαρᾷ,» ἔχει· ἡ γὰρ Βηθανία οὐχὶ πέραν τοῦ Ἰορδάνου, ἀλλ’ ἐγγύς που τῶν Ἱεροσολύμων ἐστίν. «Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Συνεχῶς ὁ Κύριος ἔρχεται πρὸς τὸν Πρόδρομον· τίνος ἕνεκεν; Ἢ πάντως ἐπειδὴ ὡς εἷς τῶν πολλῶν ἐβαπτίσθη καὶ αὐτὸς ὑπὸ Ἰωάννου, ἵνα μὴ νομίσωσί τινες, ὅτι ὡς ἁμαρτίαις ἔνοχος ὢν ἐπίσης, τοῖς ἄλλοις ἐβαπτίσατο, ταύτην τὴν ὑπόνοιαν διορθώσασθαι βουλόμενος ὁ Βαπτιστής, φησίν· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τοῦ κόσμου τὴν ἁμαρτίαν.» Ὁ γὰρ οὕτω καθαρὸς ὥστε καὶ τὰ τῶν ἄλλων ἁμαρτήματα αἴρειν καὶ ἀφανίζειν, πρόδηλον, ὅτι οὐκ ἂν τὸ τῆς ἐξομολογήσεως βάπτισμα ἐπίσης τοῖς ἄλλοις ἐδέξατο. Ἐξέτασον δέ μοι καὶ τὸ ῥητόν· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ,» ὡς πρὸς ἐπιθυμοῦντας ἰδεῖν τὸν ὑπὸ τοῦ Ἡσαΐου κηρυττόμενον ἀμνόν, ὁ λόγος ἐστίν.

Ἴδε ὁ ἀμνός, φησίν, ὁ ζητούμενος, ἐκεῖνος ὁ ἀμνὸς ἰδοὺ πάρεστιν. Εἰκὸς γάρ, πολλοὺς τῇ προφητικῇ τοῦ Ἡσαΐου βίβλῳ ἐμμελετήσαντας, ζητεῖν τίς ἂν εἴη ὁ ἀμνός. Ὁ τοίνυν Ἰωάννης ὑποδείκνυσιν αὐτόν· οὐκ εἶπε δέ, ἀμνός, ἀλλ’, «ὁ ἀμνός.» Πολλοὶ μὲν γὰρ ἀμνοί, ὥσπερ καὶ πολλοὶ Χριστοί· ἀλλ’ ὁ ἀληθινὸς ἀμνὸς ὁ παρὰ Μωσῇ τυπούμενος, καὶ παρὰ Ἡσαΐου κηρυττόμενος, οὗτός ἐστι. Τοῦ Θεοῦ δὲ λέγεται ἀμνὸς ὁ Χριστός, εἴτε τοῦ Θεοῦ ὡς προσδεξαμένου τὸν ἐπὶ σωτηρίᾳ ἡμῶν θάνατον τοῦ Χριστοῦ, εἴτε ὡς τοῦ Θεοῦ δόντος αὐτὸν ὑπὲρ ἡμῶν εἰς θάνατον. Ὥσπερ εἰώθαμεν λέγειν·

Τόδε τὸ θῦμα τοῦ δεῖνός ἐστιν, ἀντὶ τοῦ· Ὁ δεῖνα τοῦτο προσήγαγεν· οὕτως οὖν καὶ ὁ Κύριος λέγεται ἀμνὸς τοῦ Θεοῦ, ὡς τοῦ Θεοῦ καὶ Πατρὸς διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην δόντος αὐτὸν εἰς σφαγὴν ὑπὲρ ἡμῶν. Οὐκ εἶπε δέ, ὁ ἄρας τὴν ἁμαρτίαν, ἀλλ’, «ὁ αἴρων·» καθ’ ἑκάστην γὰρ αἴρει τὰς ἁμαρτίας ἡμῶν, τὰς μὲν διὰ τοῦ βαπτίσματος, τὰς δὲ διὰ μετανοίας. Καὶ οἱ μὲν θυόμενοι ἐν τῇ Παλαιᾷ ἀμνοί, οὐδενὸς ἁμαρτίας παντελῶς ἐξηφάνιζον· οὗτος δὲ τοῦ κόσμου παντὸς τὴν ἁμαρτίαν αἵρει, τουτέστιν ἀφανίζει, ἐκ μέσου ποιεῖ. Τίνος δὲ ἕνεκεν οὐκ εἶπεν, ἁμαρτίας· ἀλλ’, «ἁμαρτίαν;» Τάχα μὲν καὶ διὰ τοῦ «ἁμαρτίαν,» εἰπεῖν, καθολικῶς εἶπεν, ὥσπερ εἰώθαμεν λέγειν, ὅτι ἀπέστη ὁ ἄνθρωπος, ἀντὶ τοῦ, πᾶσα ἡ ἀνθρωπότης ἀπὸ Θεοῦ· οὕτως οὖν κἀνταῦθα τὴν ἁμαρτίαν εἰπών, πάσας τὰς ἁμαρτίας ἐδήλωσεν· τάχα δέ, ἐπεὶ παρακούσας ὁ ἄνθρωπος τοῦ Θεοῦ, εἰς τὰ πάθη ἐξετραχηλίσθη, ἡ ἁμαρτία τοῦ κόσμου ἡ παρακοὴ ἦν, ἣν ἐκ μέσου ἦρεν ὁ Κύριος, γενόμενος ὑπήκοος μέχρι θανάτου, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ ἰασάμενος. «Οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· Ὀπίσω μου ἔρχεται ἀνήρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.» Ἄνω μὲν τοῖς ἀπὸ τῶν Φαρισαίων ἐλθοῦσιν ὁ Ἰωάννης ἔλεγεν, ὅτι «Μέσος ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε, ὃς ἔμπροσθέν μου γέγονε·» νῦν δὲ καὶ δακτυλοδεικτεῖ αὐτόν, καὶ ἐμφανίζει τοῖς ἀγνοοῦσιν.

Οὗτος ἐκεῖνός ἐστι περὶ οὗ ἐμαρτύρουν. φησὶ πρὸς τοὺς Φαρισαίους, ὅτι ἔμπροσθέν μου γέγονεν, ἀντὶ τοῦ, ἐπισημότερός μου καὶ ἐντιμότερος.

Διατί; «Ὅτι πρῶτός μου ἦν.» Ἄκουε, Ἄρειε, οὐκ εἶπεν, ὅτι Πρῶτός μου ἐκτίσθη, ἀλλ’ «ὅτι ἦν,» Ἄκουε καί, ἡ τοῦ Σαμοσατέως φατρία, ὅτι οὐκ ἀπὸ Μαρίας ἤρξατο τοῦ εἶναι ὁ Κύριος, ἀλλὰ πρῶτος ἦν τοῦ Προδρόμου, κατὰ τὴν προαιώνιον ὕπαρξιν. Ἐπεὶ ἐάν, ὡς ὑμεῖς φλυαρεῖτε, ἀπὸ Μαρίας ἀρχὴν ἔλαβε τοῦ εἶναι ὁ Κύριος, πῶς ἦν πρῶτος τοῦ Προδρόμου;

Οὗτος γάρ τοι προδήλως ἓξ μησὶ προτερεῖ τοῦ Κυρίου κατὰ τὴν ἐν σαρκὶ γέννησιν. Ἀνὴρ δὲ λέγεται ὁ Κύριος, τάχα μὲν καὶ διὰ τὸ τῆς ἡλικίας τέλειον· τριακονταετὴς γὰρ ἐβαπτίσατο· τάχα δὲ καὶ ὡς πάσης ψυχῆς ἀνήρ, καὶ τῆς Ἐκκλησίας νυμφίος. «Ἡρμοσάμην γάρ, φησὶν ὁ Παῦλος, ὑμᾶς ἑνὶ ἀνδρὶ παραστῆσαι,» τῷ Χριστῷ δηλαδή. Φησὶν οὖν ὁ Πρόδρομος, ὅτι Ἐγὼ μέν εἰμι ὁ νυμφαγωγὸς καὶ προξενητής· ἔρχεται δὲ ὁπίσω μου ὁ ἀνήρ. Ἐγὼ γὰρ ἐφέλκομαι τὰς ψυχὰς πρὸς τὴν εἰς Χριστὸν πίστιν· αὐτὸς δέ ἐστιν ὁ ἀνήρ, ὁ ταύταις μέλλων ἁρμοσθῆναι. «Κἀγὼ οὐκ ᾔδειν αὑτόν· ἀλλ’ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων.

Καὶ ἐμαρτύρησεν ὁ Ἰωάννης λέγων, ὅτι Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ’ αὐτόν, καὶ οὐκ ᾔδειν αὐτόν· ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ’ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ.

Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.» Ἐπειδὴ συγγενὴς ἦν τοῦ Κυρίου ὁ Πρόδρομος· φησὶ γὰρ ὁ ἄγγελος πρὸς τὴν Παρθένον, ὅτι «Ἰδοὺ ἡ συγγενής σου Ἐλισάβετ συνέλαβεν·» ἵνα μή τις ὑπονοήσῃ, ὡς διὰ τὴν συγγένειαν καταχαρίζεται ὁ Πρόδρομος τῷ Κυρίῳ, καὶ τοιαῦτα μαρτυρεῖ περὶ αὐτοῦ, τούτου ἕνεκέν φησι συνεχῶς, ὅτι «Κἀγὼ οὐκ ᾔδειν αὐτόν,» τὰς ὑποψίας ἀναιρῶν· ἀλλ’ ἵνα, φησί, φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον βαπτίζων. Ἵνα, φησί, πάντες ὁδηγηθῶσι πρὸς τὴν εἰς αὐτὸν πίστιν, καὶ ὑποδειχθῇ τοῖς λαοῖς, διὰ τοῦτο ἐγὼ βαπτίζω. Ἐμοῦ γὰρ βαπτίζοντος, συντρέχουσιν οἱ λαοί· συναγομένοις δέ, φανεροῦται αὐτοῖς ὁ Χριστὸς ὑπ’ ἐμοῦ κηρυττόμενος, καὶ παρὼν παροῦσι δεικνύμενος. Εἰ μὴ γὰρ διὰ τὸ βάπτισμα συνέτρεχον, πῶς ἂν ὑπεδείχθη παρὰ τοῦ Ἰωάννου ὁ Κύριος; Οὐ γὰρ ἂν τὰς οἰκίας περιερχόμενος καὶ περιάγων ἀπὸ χειρὸς τὸν Χριστὸν ἐδεικνύειν ἑκάστῳ. Διὰ τοῦτο οὖν, φησίν, ἦλθον βαπτίζων ἐν ὕδατι, ἵνα διὰ τὸ βάπτισμα συνερχομένοις τοῖς λαοῖς, ὑπ’ ἐμοῦ φανερωθῇ. Ἐντεῦθεν δὲ μανθάνομεν, ὅτι τὰ λεγόμενα παιδικὰ τοῦ Χριστοῦ θαύματα ψευδῆ εἰσι, καὶ παρὰ τῶν θελόντων διαγελᾶσθαι τὸ μυστήριον συντεθειμένα. Εἰ γὰρ ἦσαν ἀληθῆ, πῶς ἠγνοεῖτο ποιῶν ταῦτα ὁ Κύριος; Οὐ γὰρ δήπου ἦν εἰκός, τοιαῦτα θαυματουργοῦντα μὴ οὐχὶ περιβόητον εἶναι. Ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστι.

Πρὸ γὰρ τοῦ βαπτισθῆναι οὔτε σημεῖα ἐποίησεν. οὔτε ἐγνωρίζετο. «Ἀλλ’ ὁ πέμψας με βαπτίζειν, ἐκεῖνός μοι εἶπεν· Ἐφ’ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον, ἐκεῖνός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ.» Ἀνύποπτον τὴν περὶ Χριστοῦ μαρτυρίαν, ὡς ἔφην, ποιούμενος ὁ Ἰωάννης, ἀνάγει τὴν μαρτυρίαν ἐπὶ τὸν Θεὸν καὶ Πατέρα. Ἐγὼ μὲν γάρ, φησίν, οὐκ ᾔδειν αὐτόν, ὁ δὲ Πατήρ μοι ἀπεκάλυψε τοῦτον ἐν τῷ βαπτίσματι. Ἀλλ’ ἐρωτήσειεν ἄν τις·

Εἰ οὐκ ᾔδει αὐτὸν Ἰωάννης, πῶς ὁ Ματθαῖός φησιν. ὅτι «Διεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι;» Ἔστιν οὖν εἰπεῖν τοῦτο· Τό, «Οὐκ ᾔδειν αὐτόν,» οὕτως νόησον, ὅτι πρὸ πολλοῦ χρόνου καὶ πρὸ τοῦ βαπτίσματος οὐκ ᾔδει αὐτόν· ἐν μέντοι τῷ τοῦ βαπτίσματος καιρῷ, τότε ἔγνω αὐτόν.

Ἢ καὶ ἄλλως ἔστιν εἰπεῖν, ὅτι ᾔδει μὲν αὐτόν, ὅτι Χριστός ἐστιν· ὅτι δέ γε αὐτὸς ὁ βαπτίσων ἐστὶν ἐν Πνεύματι ἁγίῳ, τότε ἔμαθεν, ὅτε τὸ Πνεῦμα ἴδε καταβαῖνον. Λέγων οὖν, ὅτι «Οὐκ ᾔδειν αὐτόν,» τοῦτο δίδωσι νοεῖν, ὅτι οὐκ ᾔδει, ὡς αὐτός ἐστιν ὁ ἐν Πνεύματι ἁγίῳ βαπτίσων· ὅτι μέντοι ὑπὲρ τοὺς πολλούς ἐστιν, ᾔδει. Διὸ καί, κατὰ τὸν Ματθαῖον, διεκώλυεν αὐτόν, ὡς μείζονα πάντως εἰδώς· ἐπεὶ δὲ τὸ Πνεῦμα κατῆλθεν, τότε σαφέστερον ἐπιγνούς, καὶ τοῖς ἄλλοις ἐκήρυξεν αὐτόν. Τὸ δὲ Πνεῦμα πᾶσιν ὤφθη τοῖς παροῦσιν, καὶ οὐ μόνον Ἰωάννῃ. Τί οὖν, φησίν, οὐκ ἐπίστευσαν; Διότι ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία, ἐπεὶ καὶ θαυματουργοῦντα αὐτὸν βλέποντες, οὐκ ἐπίστευσαν. Τινὲς δέ φασιν, ὅτι οὐ πάντες εἶδον, ἀλλ’ οἱ εὐλαβέστεροι. Εἰ γὰρ καὶ σωματικῶς κατέβη τὸ Πνεῦμα, ἀλλ’ εἰκός ἐστι μὴ πᾶσιν ὀφθῆναι, ἀλλὰ τοῖς ἀξίοις, ἐπεὶ καὶ οἱ προφῆται πολλὰ ἐν αἰσθητῷ εἴδει εἶδον· οἷον ὁ Δανιήλ, ὁ Ἐζεκιήλ· ἀλλ’ ὅμως οὐδεὶς ἄλλος ἐθεώρει ταῦτα. «Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα, ὅτι αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.» Καὶ ποῦ ἐμαρτύρησεν ὁ Ἰωάννης. ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ; Οὐδαμοῦ γὰρ γέγραπται τοῦτο· ἀμνὸν μὲν γὰρ λέγει, Υἱὸν δὲ Θεοῦ οὐδαμοῦ.

Ὅθεν εἰκὸς στοχάζεσθαι, ὅτι καὶ ἕτερα πλείονα παραλέλειπται· οὐ γὰρ πάντα συνεγράφησαν. «Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης, καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. Καὶ ἥκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.» Διὰ τὴν τῶν ἀκουόντων ῥᾳθυμίαν ἀναγκάζεται ὁ Ἰωάννης τὰ αὐτὰ λέγειν, ἵνα τῷ συνεχεῖ γοῦν τῆς μαρτυρίας κατεργάσηταί τι.

Οὐκ οὖν οὐδὲ διεψεύσθη, ἀλλὰ δύο μαθητὰς προσήγαγε τῷ Χριστῷ. Νυμφαγωγὸς γὰρ ὢν τῷ ὄντι, πάντα ἐποίει, ὥστε προσαγαγεῖν τῷ νυμφίῳ τὴν ἀνθρωπίνην φύσιν· διὸ καὶ ὁ μὲν Χριστὸς σιγᾷ ὡς νυμφίος, ὁ δὲ πρόξενος ἅπαντα φθέγγεται. Καὶ ὡς νυμφίος δὲ παραγίνεται πρὸς τὸ πλῆθος ὁ Κύριος Ἐπὶ γὰρ τῶν γάμων οὐχ ἡ νύμφη πρὸς τὸν νυμφίον, ἀλλ’ οὗτος πρὸς ἐκείνην ἄπεισι, κἂν βασιλέως εἴη υἱός. Διὸ καὶ τὴν φύσιν ἡμῶν μέλλων νυμφεύσασθαι ὁ Κύριος, κατέβη πρὸς αὐτὴν ἐπὶ τὴν γῆν, καὶ γενομένων τῶν γάμων, ἔλαβεν αὐτήν, ἀναληφθεὶς εἰς τὸν οἶκον τὸν πατρικόν. «Ἐμβλέψας οὖν, φησίν, τῷ Ἰησοῦ ὁ Ἰωάννης,» τουτέστι, καὶ τοῖς ὀφθαλμοῖς ἐνδεικνύμενος τὴν χαρὰν ἣν εἶχεν ἐπὶ τῷ Χριστῷ, καὶ τὸ θαῦμα, «Ἴδε, φησίν, ὁ ἀμνός.» Οἱ δὲ μαθηταὶ συνεχέσι μαρτυρίαις καταμαλαχθέντες, ἠκολούθησαν τῷ Ἰησοῦ, οὐ καταφρονήσαντες Ἰωάννου, μᾶλλον δὲ πεισθέντες αὐτῷ μαρτυροῦντι περὶ τοῦ Χριστοῦ τὰ κρείττονα. «Στραφεὶς δὲ ὁ Ἰησοῦς, καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς· Τί ζητεῖτε; Οἱ δὲ εἶπον αὐτῷ· Ῥαββί, ὃ λέγεται ἑρμηνευόμενον, διδάσκαλε, ποῦ μένεις; Λέγει αὐτοῖς· Ἔρχεσθε, καὶ ἴδετε. Ἦλθον οὖν, καὶ εἶδον ποῦ μένει, καὶ παρ’ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην. Ὥρα δὲ ἦν ὡς δεκάτη.»

Ὁ μὲν Ματθαῖος περὶ τοῦ βαπτίσματος τοῦ Κυρίου διηγησάμενος, ἀνάγει αὐτὸν εὐθὺς εἰς τὸ ὅρος πειρασθησόμενον· ὁ δέ γε παρὼν εὐαγγελιστής, ὅσα ἐκείνῳ εἴρηται ἐάσας, τὰ μετὰ τὴν ἐκ τοῦ ὄρους κάθοδον διηγεῖται. Καὶ ἡ τῶν μαθητῶν τοίνυν τοῦ Ἰωάννου ἀκολούθησις, καὶ πρὸς τὸν Χριστὸν ἔλευσις, μετὰ τὸ κατελθεῖν ἐκ τοῦ ὄρους καὶ πειρασθῆναι γίνεται· δεικνύντος, οἶμαι, τοῦ λόγου, ὅτι οὐ χρὴ διδάσκαλόν τινα καθίστασθαι, εἰ μὴ πρότερον αὐτὸς ἀνελθὼν ἐπὶ τὸ τῆς ἀρετῆς ἄκρον (τοῦτο γὰρ τὸ ὄρος) καὶ πάντα νικήσας πειρασμόν, ἄρῃ τὸ τρόπαιον κατὰ τοῦ πειράζοντος. Ἀκολουθοῦσι τοίνυν πρῶτον οἱ μαθηταί, καὶ τότε ἐρωτῶσιν αὐτὸν ποῦ μένει. Οὐ γὰρ δημοσίᾳ πολλῶν παρόντων, ἀλλὰ κατ’ ἰδίαν ἐχρῆν διαλεχθῆναι ὡς περὶ ἀναγκαίων. Μᾶλλον δέ, οὐδὲ αὐτοὶ πρῶτοι ἐρωτῶσιν, ἀλλ’ ὁ Χριστὸς αὐτὸς ἐνάγει εἰς τὸ ἐρωτῆσαι. Λέγει γὰρ αὐτοῖς· «Τί ζητεῖτε;» οὐχ ὡς ἀγνοῶν (πῶς γὰρ ὁ εἰδὼς τὰς καρδίας τῶν ἀνθρώπων;), ἀλλ’ ἵνα διὰ τῆς ἐρωτήσεως προσκαλέσηται αὐτοὺς εἰς τὸ εἰπεῖν ὃ βούλονται.

Εἰκὸς γὰρ αὐτοῦς καὶ ἐρυθριᾷν, καὶ δεδοικέναι αὐτόν, ὡς ὑπὲρ ἄνθρωπον μαρτυρούμενον παρὰ τοῦ Ἰωάννου. Σὺ δέ μοι θαύμασον τὴν εὐγνωμοσύνην τούτων. Οὐ γὰρ μόνον ἠκολούθησαν, ἀλλὰ καὶ ῥαββὶ αὐτὸν καλοῦσιν, ὅ ἐστι, διδάσκαλε, καὶ ταῦτα οὔπω οὐδὲν παρ’ αὐτοῦ ἀκούσαντες. Ἰδίᾳ μέντοι θέλοντές τι παρ’ αὐτοῦ μαθεῖν, ἐρωτῶσι· «Ποῦ μένεις;» ἐν ἡσυχίᾳ γὰρ τὸ εἰπεῖν, καὶ ἀκοῦσαι ἁρμοδιώτερον.

Ὁ δὲ Κύριος οὐ λέγει αὐτοῖς τὰ σημεῖα τῆς οἰκίας, ἀλλ’, «Ἔρχεσθε, φησί, καὶ ἴδετε.» Τοῦτο δὲ ποιεῖ, ἅμα μὲν ἐπισπώμενος αὐτοὺς πλέον πρὸς τὴν ἀκολούθησιν, ἅμα δὲ γυμνάζων αὐτῶν τὸν πόθον, εἰ μὴ ἀποκάμοιεν πρὸς τὴν ὁδόν· εἰ γὰρ μετὰ ψυχρᾶς γνώμης προσῆλθον, οὐδ’ ἂν πρὸς τὴν οἰκίαν ἠκολούθησαν. Πῶς δὲ ἀλλαχοῦ φησιν, ὅτι «Ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι,» ἐνταῦθα δὲ φαίνεται οἰκίαν ἔχων; Οὐκ ἐναντίον τοῦτο ἐκείνῳ. Καὶ γὰρ ὅταν λέγῃ, «Οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι,» οὐ τοῦτο λέγει, τὸ μηδ’ ὄλως ἔχειν καταγώγιον, ἀλλὰ τὸ μὴ ἴδιον ἔχειν. Εἰ ἔμενεν οὖν ἐν οἰκίᾳ, οὐκ ἐν ἰδίᾳ ἔμενεν, ἀλλ’ ἐκ ἀλλοτρίᾳ. Οὐ μάτην δὲ ἐπισημαίνεται ὁ εὐαγγελιστὴς τὸν καιρόν, ὅτι «Ὥρα ἦν ὡς δεκάτη,» ἀλλ’ ἵνα καὶ τοὺς διδάσκοντας καὶ τοὺς μαθητιῶντας διδάξῃ, ὅτι οὐ διὰ τὸν καιρὸν ἀναβάλλεσθαι δεῖ, ἀλλὰ καὶ τὸν διδάσκαλον μὴ ὑπερτίθεσθαι, καὶ λέγειν, ὅτι Ὀψέ ἐστιν, αὔριον μαθήσῃ, καὶ τὸν μαθητὴν πάντα καιρὸν γινώσκειν μαθήσεως, καὶ μὴ ἀναβάλλεσθαι τὴν ἀκρόασιν εἰς τὴν αὔριον. Καὶ τοῦτο δὲ μανθάνομεν, ὅτι οὕτως εἶχον ἀβαρῆ τὴν γαστέρα, καὶ ἔννηφον, ὥστε τὸν καιρὸν ὃν ἄλλοι δαπανῶσιν εἰς ἀνάπαυσιν σώματος, βαρούμενοι δήπου τοῖς βρώμασι, καὶ μὴ δυνάμενοι σπουδαίῳ ἔργῳ ἐπιχειρῆσαι, τοῦτον αὐτοὶ ἀνήλισκον εἰς ἀκρόασιν. Ὄντως Ἰωάννου τοῦ ἀτρόφου ἦσαν μαθηταί.

Ὅρα δέ μοι, ὅτι πρὸς τοὺς ἀκολουθοῦντας αὐτῷ στρέφεται ὁ Ἰησοῦς, καὶ δεικνύει αὐτοῖς τὸ ἑαυτοῦ πρόσωπον. Εἰ μὴ γὰρ διὰ τῆς ἀγαθῆς πράξεως ἀκολουθήσῃς τῷ Ἰησοῦ, οὐκ ἂν φθάσῃς εἰς θεωρίαν τοῦ προσώπου Κυρίου, οὐδὲ ἀπελεύσῃ πρὸς τὴν καταμονὴν αὐτοῦ, τουτέστιν, οὐ φθάσεις εἰς τὸν τῆς θείας γνώσεως φωτισμόν· οἰκία γὰρ τοῦ Χριστοῦ τὸ φῶς. «Φῶς γάρ, φησίν, οἰκῶν ἀπρόσιτον.» Ὁ γάρ τοι μὴ καθάρας ἑαυτόν, καὶ διὰ τῆς καθάρσεως ἀκολουθήσας, πῶς ἐν γνώσει φωτισθήσεται; «Ἦν δὲ Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου, καὶ ἀκολουθησάντων αὐτῷ. Εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν, ὅ ἐστι μεθερμηνευόμενον, ‹Χριστός·› καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. Ἐμβλέψας δὲ αὐτῷ ὁ Ἰησοῦς, εἶπε· Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἐρμηνεύεται, Πέτρος.» Τὸ μὲν τοῦ Ἀνδρέου ὄνομα γνωρίζει ἡμῖν, τὸ δὲ τοῦ ἑτέρου οὐδαμῶς. Φασὶ γάρ τινες αὐτὸν εἶναι τὸν Ἰωάννην τὸν ταῦτα γράφοντα· τινὲς δὲ ὅτι οὐκ ἦν τῶν ἐπισήμων ἐκεῖνος· ἅμα δὲ οὐδὲ κέρδος ἦν τι ἐκ τοῦ μαθεῖν τὸ ὄνομα. Τοῦ μέντοι Ἀνδρέου μέμνηται, καὶ ὡς ἐπισήμου, καὶ ὡς τὸν ἴδιον ἀδελφὸν προσαγαγόντος.

Ὅρα δέ μοι φιλαδελφίαν, πῶς οὐκ ἀπεκρύψατο τὸν ἀδελφὸν τὸ ἀγαθόν, ἀλλὰ κοινοῦται αὐτῷ τὸν θησαυρόν, καὶ περιχαρείας φωνὴν ἀφίησιν, «Εὑρήκαμεν,» λέγων· ὡς ἔοικε γάρ, ἐκ πολλοῦ ἐπόθουν καὶ ἐμελέτων τὴν ζήτησιν. Καὶ οὐχ ἁπλῶς λέγει, Μεσσίαν, ἀλλά, «τὸν Μεσσίαν,» μετὰ τοῦ ἄρθρου, ἐκεῖνον αὐτὸν τὸν κυρίως ὄντα Χριστόν. Ὁ γὰρ προσδοκώμενος αὐτοῖς εἶς ἦν, εἰ καὶ πολλοὶ Χριστοὶ καὶ υἱοὶ τοῦ Θεοῦ προσηγορεύοντο. Ἤγαγε δὲ αὐτὸν πρὸς τὸν Ἰησοῦν, οὐχ ὡς εὔκολον ὄντα τὸ ἦθος, καὶ παντὶ λόγῳ συμπεριφερόμενον, ἀλλ’ ὡς ὀξὺν μᾶλλον καὶ θερμόν, καὶ εὐφυῶς παραδεξάμενον τοὺς λόγους, οὓς αὐτῷ εἴρηκεν ὁ ἀδελφὸς περὶ Χριστοῦ. Εἰκὸς γὰρ τὸν Ἀνδρέαν πλείω διαλεχθῆναι αὐτῷ, καὶ ἀκριβῶς τὰ περὶ Χριστοῦ ἐπαγγεῖλαι, ἅτε παρὰ τῷ Χριστῷ μείναντα καὶ διδαχθέντα μυστικώτερά τινα. Εἰ δὲ ἐπιμένοι τις εὐκολίαν καταγινώσκων τοῦ Πέτρου, μανθανέτω καὶ τοῦτο, ὅτι οὐδὲ γέγραπται, ὅτι ἐπίστευσεν εὐθὺς τῷ Ἀνδρέᾳ, ἀλλ’ ὅτι «ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν,» ὅπερ μᾶλλον στεῤῥᾶς διανοίας καὶ οὐ συμπεριφερομένης ἐστίν. Οὐ γὰρ ἁπλῶς παραδέξατο τοὺς Ἀνδρέου λόγους, ἀλλ’ ἠθέλησεν ἰδεῖν καὶ τὸν Χριστόν· ἵνα εἰ μὲν εὕρη τι ἀξιόλογον, ἀκολουθήσῃ, εἰ δὲ οὔκ, ἀναποδίσῃ· ὥστε τὸ ἀχθῆναι, πρὸς τὸν Ἰησοῦν οὐκ εὐηθείας, ἀλλ’ ἀκριβείας γνώρισμα. Τί οὖν ὁ Κύριος; Ἀπὸ τοῦ προφητεῦσαι περὶ αὐτοῦ, ἀποκαλύπτειν ἄρχεται αὐτῷ ἑαυτόν.

Ἐπεὶ γὰρ αἱ προφητεῖαι οὐδὲν ἔλαττον τῶν σημείων, εἰ μὴ καὶ μᾶλλον, πείθουσι τοὺς ἀνθρώπους, προφητεύει περὶ τοῦ Πέτρου. «Σὺ γάρ, φησίν, εἷ Σίμων υἱὸς Ἰωνᾶ·» εἶτα καὶ τὸ μέλλον· «Σὺ κληθήσῃ Κηφᾶς.» Ἀπὸ γὰρ τοῦ τὸ παρὸν εἰπεῖν, καὶ τὸ μέλλον πιστοῦται. Οὐκ εἶπε δέ, ὅτι Καλέσω σε ἐγὼ Πέτρον, ἀλλά, «κληθήσῃ.» Οὐ γὰρ ἠβούλετο ἐξ ἀρχῆς τὰ τῆς αὐθεντίας ἐπιδείκνυσθαι, ἐπεὶ οὐδὲ εἶχον πίστιν βεβαίαν περὶ αὐτοῦ.

Τίνος δὲ ἕνεκεν τοῦτον μὲν Πέτρον ἐπονομάζει, τοὺς δὲ τοῦ Ζεβεδαίου, υἱοὺς βροντῆς; Ἵνα δείξῃ, ὅτι καὶ τὴν Παλαιὰν αὐτός ἐστιν ὁ δεδωκώς, ὁ καὶ τὰ ὀνόματα, ὥσπερ τότε, καὶ νῦν μετατιθεὶς τόν τε Ἄβραμ Ἀβραάμ, καὶ τὴν Σάραν Σάῤῥαν καλέσας.

Ἴσθι δὲ ὅτι Σίμων ἑρμηνεύεται «ὑπακοή,» Ἰωνᾶς δὲ «περιστερά.» Τέκνον οὖν τῆς πραότητος, ἥτις διὰ τῆς περιστερᾶς δηλοῦται, ἡ ὑπακοή· ὁ δὲ τὴν ὑπακοὴν ἔχων καὶ Πέτρος γίνεται, εἰς στεῤῥότητα τοῦ καλοῦ διὰ τῆς ὑπακοῆς προβιβαζόμενος. «Τῇ δὲ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδᾶ ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναήλ, καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.» Ὁ μὲν Ἀνδρέας τοῦ Προδρόμου ἀκούσας, καὶ ὁ Πέτρος τοῦ Ἀνδρέου, ἠκολούθησαν τῷ Ἰησοῦ· ὁ δὲ Φίλιππος φαίνεται μηδὲν ἀκούσας, καὶ ὅμως ἀκολουθήσας τῷ Κυρίῳ εὐθύς, εἰπόντι πρὸς αὐτὸν τό, «Ἀκολούθει μοι.» Πόθεν οὖν οὕτως εὐθέως ἐπείσθη; Δοκεῖ τοίνυν πρῶτον μὲν ἡ τοῦ Κυρίου φωνὴ ἐν τῇ ψυχῇ αὐτοῦ ἐργάσασθαί τι κέντρον ἀγάπης. Οὐ γὰρ ἁπλῶς ἡ τοῦ Σωτῆρος φωνὴ ἐλέγετο. ἀλλὰ τοῖς ἀξίοις εὐθὺς διέκαιε τὰ ἐντὸς πρὸς τὴν ἀγάπησιν αὐτοῦ· ὥσπερ καὶ οἱ περὶ τὸν Κλεόπαν φασί· «Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ;» Ἔπειτα δὲ καὶ διὰ τὸ μεμεριμνημένην καρδίαν ἔχειν τὸν Φίλιππον, καὶ συνεχῶς μελετᾷν τὰ Μωσέως, καὶ προσδοκᾷν ἀεὶ τὸν Χριστόν, εὐθέως ὅτε εἶδεν, ἐπείσθη· διὸ καί φησιν· «Εὑρήκαμεν Ἰησοῦν·» ὃ δείκνυσιν ὡς ἐζήτει ἄν.

Μή ποτε δὲ παρὰ τοῦ Ἀνδρέου καὶ τοῦ Πέτρου ἔμαθε περὶ τοῦ Χριστοῦ.

Καὶ γὰρ ἐκ τῆς αὐτῆς πατρίδος ὄντι, εἰκός, συνομιλήσαντας τούτους, ἀφηγήσασθαι περὶ τοῦ Κυρίου· ὃ καὶ ὁ εὐαγγελιστὴς δοκεῖ παραινίττεσθαι διὰ τοῦ λέγειν· «Ἦν δὲ ὁ Φίλιππος ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.» Μικρὰ δέ τις ἦν αὕτη ἡ πόλις, καὶ κώμη μᾶλλον ἁρμόδιος λέγεσθαι. Ὅθεν καὶ θαυμάσαι ἄξιον τὴν τοῦ Χριστοῦ δύναμιν, ὅτι ἀπὸ τῶν οὐδένα καρπὸν φερόντων, τοὺς ἐκκρίτους τῶν μαθητῶν ἐξελέξατο. Οὐ τοίνυν οὐδὲ Φίλιππος παρ’ ἑαυτῷ κατέχει τὸ ἀγαθόν, ἀλλὰ μεταδίδωσι καὶ τῷ Ναθαναήλ. Καὶ ἐπειδὴ νομομαθὴς ἦν ὁ Ναθαναήλ, ἐπὶ τὸν νόμον καὶ τοὺς προφήτας αὐτὸν παραπέμπει Φίλιππος· καὶ γὰρ ἀκριβὴς καὶ διεσκεμμένος ἦν τὰ νομικά. Υἱὸν δὲ τοῦ Ἰωσὴφ λέγει τὸν Κύριον, ἐπειδὴ τούτου παῖς ἐνομίζετο· καὶ ἀπὸ Ναζαρὲτ αὐτὸν ὀνομάζει, εἰ καὶ κυρίως ἀπὸ Βηθλεὲμ ἦν. Ἐν ἐκείνῃ γὰρ ἐγγεννήθη, ἐν δὲ Ναζαρὲτ ἀνετράφη· ἀλλ’ ὅμως ἐπεὶ ἡ μὲν γέννησις αὐτοῦ τοῖς πολλοῖς ἄδηλος ἦν, ἡ δὲ ἀνατροφὴ δήλη, ἀπὸ Ναζαρὲτ τοῦτον ὀνομάζουσιν, ὡς ἐν ταύτῃ τραφέντα. «Καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε. Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. Λέγει αὐτῷ Ναθαναήλ·

Πόθεν με γινώσκεις; Ἀπεκρίθη Ἰησοῦς, καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε.» Ὁ μὲν Φίλιππος ἐκ Ναζαρὲτ τὸν Χριστὸν εἶπεν· ὁ δὲ Ναθαναήλ, οἷα δὴ ἀκριβέστερος ὤν, ἐγίνωσκεν ἀπὸ τῶν Γραφῶν, ὅτι ἀπὸ Βηθλεὲμ δεῖ ἐλθεῖν τὸν Χριστόν· καὶ διὰ τοῦτό φησιν· «Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι;» Ὁ δὲ Φίλιππος· «Ἔρχου καὶ ἴδε,» φησίν· εἰδὼς ὅτι ἐὰν γεύσηται τῶν ῥημάτων τοῦ Χριστοῦ, οὐκ ἀποστήσεται.

Ἐπαινεῖται δὲ Ναθαναὴλ παρὰ Χριστοῦ, ὡς ἀληθῶς Ἰσραηλίτης, ἐπειδὴ οὐδὲν πρὸς χάριν ἢ πρὸς ἀπέχθειαν εἶπεν. Οὐ γὰρ ἀπιστίας ἦσαν τὰ ῥήματα, ἀλλὰ ἀκριβείας καὶ νομομαθοῦς διανοίας, γινωσκούσης, ὅτι ὁ Χριστὸς οὐκ ἀπὸ Ναζαρέτ, ἀλλ’ ἐκ Βηθλεὲμ ἔρχεται. Τί τοίνυν ὁ Ναθαναήλ; ἆρα ἐχαυνώθη τῷ ἐπαίνῳ; Οὔκουν, ἀλλ’ ἐπιμένει. σαφέστερον καὶ ἀκριβέστερόν τι βουλόμενος μαθεῖν· διὸ καὶ ἐρωτᾷ· «Πόθεν με γινώσκεις;» Ὁ δὲ Κύριος, διὰ τοῦ εἰπεῖν αὐτῷ, ἃ οὐδεὶς ἐγίνωσκε πλὴν αὐτοῦ καὶ Φιλίππου, ὡς καταμόνας λαληθέντα καὶ πραχθέντα, ἀποκαλύπτει τὴν οἰκείαν θεότητα.

Ὁ γάρ τοι Φίλιππος καταμόνας καὶ οὐδενὸς παρόντος ὑπὸ τὴν συκῆν ὡμίλησεν τῷ Ναθαναήλ, ἃ δὴ πάντα ὁ Χριστὸς καὶ μὴ παρὼν ἐγίνωσκε· διὸ καί φησιν· «Ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε.» Πρὸ τοῦ πλησιάσαι δὲ τὸν Φίλιππον εἶπεν ὁ Κύριος περὶ τοῦ Ναθαναήλ, ἵνα μή τις ὑποπτεύσῃ, ὅτι ὁ Φίλιππος εἶπε τὸ περὶ τῆς συκῆς καὶ τῶν ἄλλων, ἃ διελέχθη τῷ Ναθαναήλ. Ὅθεν ὁ Ναθαναὴλ ἐπιγνοὺς τὸν Κύριον, ὡμολόγησεν αὐτὸν Υἱὸν Θεοῦ. Ἄκουε γὰρ τί φησίν. «Ἀπεκρίθη Ναθαναήλ, καὶ λέγει αὐτῷ· Ῥαββί, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἰ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Ἀπεκρίθη Ἰησοῦς, καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι, Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις· μείζω τούτων ὄψει. Καὶ λέγει αὐτῷ· Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ἀπάρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου.» Τὰ μέγιστα δύναται ἡ προφητεία εἰς τὸ ἐφελκύσασθαί τινας εἰς πίστιν, καὶ πλείονα δὲ τῶν θαυμάτων δύναμιν ἔχει.

Τὰ μὲν γὰρ θαύματα δύνανται φαντασιωδῶς καὶ οἱ δαίμονες ὑποκρίνεσθαι· τὴν δὲ πρόγνωσιν τῶν μελλόντων καὶ προαγόρευσιν οὐδεὶς ἀκριβῶς ἔχει, οὔτε ἄγγελος, οὔτε πολλῷ μᾶλλον δαίμονες. Διὸ καὶ τὸν Ναθαναὴλ ὁ Κύριος ἐπεσπάσατο, εἰπὼν αὐτῷ τόν τε τόπον, καὶ ὅτι ἐφώνησεν αὐτὸν ὁ Φίλιππος, καὶ ὅτι ἀληθῶς ἐστιν Ἰσραηλίτης. Ἀκούσας οὖν ταῦτα Ναθαναήλ, ἐν συναισθήσει γίνεται τῆς τοῦ Κυρίου μεγαλειότητος, καθ’ ὅσον τέως ἐνῆν, καὶ ὁμολογεῖ αὐτὸν Υἱὸν Θεοῦ. Πλὴν εἰ καὶ Υἱὸν Θεοῦ ὁμολογεῖ, ἀλλ’ οὖν οὐχ ὡς ὁ Πέτρος. Ὁ μὲν γὰρ Πέτρος Υἱὸν Θεοῦ ἀνωμολόγησεν, ὡς Θεὸν ἀληθῆ· διὸ καὶ μακαρίζεται, καὶ τὴν Ἐκκλησίαν πιστεύεται. Ὁ δὲ Ναθαναὴλ ὡς ἄνθρωπον ψιλὸν αὐτὸν ὡμολόγησε, χάριτι διὰ τὴν ἀρετὴν υἱοθετηθέντα τῷ Θεῷ· καὶ τοῦτο δῆλον ἐκ τοῦ ἐπαγαγεῖν· «Σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.» Ὁρᾷς, ὅτι οὔπω ἔφθασεν εἰς τὴν τελείαν γνῶσιν τῆς ἀληθοῦς θεότητος τοῦ Μονογενοῦς; ὡς ἄνθρωπον γὰρ θεοφιλῆ, καὶ ὡς βασιλέα τοῦ Ἰσραὴλ αὐτὸν πιστεύει εἶναι. Εἰ δὲ ἀληθῶς Θεὸν ὡμολόγησεν, οὐκ ἂν εἶπεν αὐτὸν βασιλέα τοῦ Ἰσραήλ, ἀλλὰ βασιλέα τοῦ παντός· διὸ οὐδὲ μακαρίζεται ὡς ὁ Πέτρος. Ὅθεν καὶ ὁ Κύριος διορθούμενος αὐτόν, καὶ ἀνάγων εἰς τὸ νοῆσαί τι ἄξιον τῆς αὐτοῦ θεότητος, «Ὄψεσθε, φησί, τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου.»

Μὴ γάρ με, φησίν, ὑπολάμβανε ψιλὸν ἄνθρωπον, ἀλλὰ Δεσπότην τῶν ἀγγέλων. ᾯ γὰρ ἄγγελοι διακονοῦσιν, οὐκ ἂν εἴη ἄνθρωπος ψιλός, ἀλλὰ Θεὸς ἀληθής. Ἐπὶ δὲ τοῦ σταυροῦ καὶ τῆς ἀναλήψεως ταῦτα ἐξέβησαν. Καὶ γὰρ καὶ πρὸς τῷ καιρῷ τοῦ πάθους ἄγγελος ἀπ’ οὐρανοῦ ἐνίσχυσεν αὐτόν· καὶ ἐν τῷ τάφῳ, ἄγγελος· καὶ ἐν τῇ ἀναλήψει, ὡς ὁ Λουκᾶς ἱστορεῖ. Τινὲς δὲ συκῆν ἐνόησαν τὸν νόμον, ὡς καρπὸν ἔχοντα πρὸς καιρὸν γλυκαίνοντα, τῇ τραχύτητι δὲ τῶν νομικῶν παρατηρημάτων, καὶ τῷ δυσκατεργάστῳ τῶν ἐντολῶν, ὥσπερ φύλλοις σκεπόμενον.

Φασὶν οὖν, ὅτι τὸν Ναθαναὴλ εἶδεν ὁ Κύριος, ἀντὶ τοῦ ἱλαρῶς ἐπέβλεψε, καὶ τὴν σύνεσιν αὐτοῦ κατενόησεν, καὶ ἔτι ὑπὸ τὸν νόμον ὄντος. Σὺ δέ μοι καὶ τούτῳ τὸν νοῦν ἐπίστησον, εἴγε θέλγῃ τοῖς τοιούτοις, ὅτι τὸν Ναθαναὴλ ὁ Κύριος εἶδεν ὑπὸ τὴν συκῆν, ἤτοι ὑπὸ τὸν νόμον, τουτέστιν ἐντὸς τοῦ νόμου, καὶ τὰ βάθη αὐτοῦ ἐρευνῶντα. Εἰ γὰρ μὴ τὰ βάθη τοῦ νόμου ἠρεύνα, οὐκ ἂν αὐτὸν εἶδεν ὁ Κύριος. Ἴσθι δὲ καὶ τοῦτο, ὅτι Γαλιλαία ἑρμηνεύεται, κατακυλιστή. Ἐξῆλθεν οὖν ὁ Κύριος εἰς τὴν κατακυλιστὴν τούτου τοῦ κόσμου ἢ χώραν. καὶ τὴν φύσιν τὴν ἀνθρωπίνην, καὶ ὄντας ἡμᾶς ὑπὸ τὴν συκῆν, τουτέστι τὴν ἐνήδονον ἁμαρτίαν, ᾗ καὶ δριμύτης οὐκ ὀλίγη σύνεστι διὰ τὴν μεταμέλειαν, καὶ τὰ ἐκεῖ δικαιωτήρια, ὡς φιλάνθρωπος εἶδε, καὶ ἐξελέξατο ὁμολογοῦντας αὐτὸν Υἱὸν Θεοῦ, καὶ βασιλέα τοῦ Ἰσραὴλ τοῦ ὁρῶντος Θεόν. Εἰ δέ γε ἐπιτείνοιμεν τὴν σπουδήν, καὶ μειζόνων καταξιώσει ἡμᾶς θεαμάτων, καὶ ὀψόμεθα τοὺς ἀγγέλους ἀναβαίνοντες μὲν πρὸς τὸ ὕψος τῆς αὐτοῦ θείας γνώσεως, καταβαίνοντας δὲ πάλιν, διὰ τοῦ μὴ φθάνειν κατανοῆσαι τὴν ἄγνωστον οὐσίαν. Καὶ ἄλλως δέ, ἀναβαίνει τις, ὅτε τοῖς περὶ τῆς θεότητος τοῦ Μονογενοῦς λόγοις ἐνδιατρίβει· καταβαίνει δέ, ὅτε τοῖς περὶ σαρκὸς καὶ τῆς ἐν τῷ ᾅδῃ καταβάσεως ἐμφιλοχωρεῖ.