Ὑπόθες γάρ τινα ἔχοντα υἱὸν βασιλέα, μέλλοντα δὲ κτίσαι πόλιν, ἐμπιστεῦσαι τῷ υἱῷ τὴν ταύτης κτίσιν.
Ὥσπερ οὖν ὁ λέγων· Διὰ τοῦ Υἱοῦ τοῦ βασιλέως ἐκτίσθη ἡ πόλις, οὐ δοῦλον εἰσάγει τὸν υἱὸν τοῦ βασιλέως, ἀλλὰ δείκνυσιν, ὅτι οὗτος ὁ υἱὸς ἔχει καὶ πατέρα, καὶ οὐ μόνος ἐστίν· οὕτω καὶ ἐνταῦθα ὁ εὐαγγελιστὴς εἰπὼν διὰ τοῦ υἱοῦ γεγενῆσθαι τὰ πάντα, ἐδήλωσεν ὅτι ὁ Πατὴρ μεσίτῃ αὐτῷ πρὸς τὴν κτίσιν, ἵν’ οὕτως εἴπω, ἐχρήσατο, οὐχ ὡς ἐλάττονι αὐτῷ, ἀλλὰ ὡς μᾶλλον ἰσοδυνάμῳ, καὶ ὡς ἰσχύοντι τηλικαύτην ἐκτελεῖν ἐπίτασιν. Καὶ τοῦτό σοι λέγω, ὅτι ἐάν σε ταράττῃ ἡ «διὰ» πρόσθεσις, καὶ ζητῇς εὑρεῖν ἐν τῇ Γραφῇ ῥῆσίν τινα λέγουσαν ὅτι αὐτὸς ὁ Λόγος ἐποίησε τὰ πάντα, ἄκουε τοῦ Δαυΐδ· «Κατ’ ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί.» Ὁρᾷς πῶς οὐκ εἶπεν, ὅτι Διὰ σοῦ ἐγένοντο οἱ οὐρανοί, καὶ ἐθεμελιώθη ἡ γῆ, ἀλλά, «Σὺ ἐθεμελίωσας, καὶ ἔργα χειρῶν σού εἰσιν.» Ὅτι δὲ ταῦτα περὶ τοῦ Μονογενοῦς ὁ Δαυΐδ, ἀλλ’ οὐ περὶ τοῦ Πατρὸς λέγει, μάθοις ἂν καὶ ἀπ’ αὐτοῦ τοῦ Ἀποστόλου, συγχρωμένου τῷ ῥητῷ ἐν τῇ πρὸς Ἑβραίους· μάθοις δ’ ἂν καὶ ἀπ’ αὐτοῦ τοῦ ψαλμοῦ. Εἰπὼν γάρ, ὅτι «Ὁ Κύριος ἐπέβλεψεν ἐπὶ τὴν γῆν, τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ, καὶ λῦσαι τοὺς τεθανατωμένους, καὶ τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου,» τίνα ἄλλον δηλοῖ, ἢ τὸν Υἱὸν τοῦ Θεοῦ;