Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τὰ εὐαγγέλια ἐξηγήσεις

Θεοφύλακτος Βουλγαρίας

Ερμηνεία εις το Κατά Ιωάννην: Ο γάμος στην Κανά, ο καθαρισμός του ναού και η διδασκαλία στον Νικόδημο

Η μεταβολή του ύδατος σε οίνο, ο ζήλος του Κυρίου στον ναό, ο νυκτερινός διάλογος με τον Νικόδημο περί του βαπτίσματος και η διδασκαλία του Προδρόμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 20 από 28

ΚΕΦΑΛ. Βʹ. Περὶ τοῦ ἐν Κανᾷ γάμου. Περὶ τῶν ἐκβληθέντων ἐκ τοῦ ἱεροῦ. Περὶ τοῦ, Λύσατε τὸν ναὸν τοῦτον. «Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ. Ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς, καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. Καὶ ὑστερήσαντος οἴνου, λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· Οἶνον οὐκ ἔχουσι.

Λέγει αὐτῇ ὁ Ἰησοῦς· Τί ἐμοὶ καὶ σοί, γύναι; Οὔπω ἥκει ἡ ὥρα μου.» Καλοῦσιν εἰς τὸν γάμον τὸν Κύριον, οὐχ ὡς θαύματα ἰδόντες, οὐδ’ ὡς μέγαν τινά, ἀλλ’ ἁπλῶς καὶ ὡς γνώριμον, ὅθεν τοῦτο σημαίνων ὁ εὐαγγελιστής, φησίν· «Ἦν δὲ ἡ μήτηρ τοῦ Ἰησοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐκεῖ.» Ὥσπερ οὖν ἐκείνην καὶ τοὺς ἀδελφούς, οὕτω καὶ τὸν Κύριον ἐκάλεσαν. Ὁ δὲ Κύριος παραγίνεται, καὶ οὐκ ἀπαξιοῖ τὴν κλῆσιν, ὅτι μὴ εἰς τὴν οἰκείαν ἀξίαν ἑώρα, ἀλλὰ πρὸς τὴν ὠφέλειαν καὶ εὐεργεσίαν ἡμῶν. Ὁ γὰρ μὴ ἀπαξιώσας γενέσθαι ἐν δούλοις, πολλῷ μᾶλλον οὐκ ἂν ἀπηξίωσεν εἰς γάμον ἐλθεῖν. Παρακαλεῖ δὲ αὐτὸν ἡ μήτηρ εἰς θαυματουργίαν, μεγάλην περὶ τῆς αὐτοῦ δυνάμεως λαβοῦσα ὑπόληψιν ἀπό τε τῆς συλλήψεως, ἀπό τε τοῦ τόκου. Πάντα γὰρ συνετήρει ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ ἐκ τούτων ἐλογίζετο τὸν υἱὸν ὑπὲρ ἄνθρωπον δύνασθαι. Οὐ γὰρ δὴ ἀπὸ τοῦ καὶ ἄλλα θαύματα ποιῆσαι τὸν Ἰησοῦν, παρακαλέσαι αὐτὸν προήχθη ἡ μήτηρ εἰς τοῦτο.

Παῖς γὰρ ὤν, οὐδὲν ἐθαυματούργησεν· ἦ γὰρ ἂν ἐπίσημος πᾶσιν ἦν. Ἅμα δὲ ἡ μήτηρ καὶ τῶν μαρτυριῶν Ἰωάννου ἐμέμνητο, ἃς περὶ αὐτοῦ ἐμαρτύρησεν, ἔβλεπέ τε ἤδη καὶ μαθητὰς αὐτῷ ἀκολουθοῦντας· καὶ ἐκ τούτων πάντων ἐτεκμαίρετο τὴν δύναμιν τοῦ Παιδός. Ὁ δὲ ἐπιτιμᾷ αὐτῇ οὐκ ἀλόγως.

Εἰ γάρ, φησίν, οὐκ ἔστιν οἶνος, ἔδει αὐτοὺς ἐκείνους τοὺς μὴ ἔχοντας προσελθεῖν, καὶ ἀξιῶσαι, οὐχὶ σὲ τὴν Μητέρα. Ἡ γὰρ περὶ τῶν οἰκείων παράκλησις σκάνδαλον γίνεται τοῖς ὁρῶσιν· ὅταν δὲ οἱ χρείαν ἔχοντες αὐτοὶ δέωνται, ἀνύποπτον τὸ πρᾶγμα γίνεται.

Τὸ δέ, «Οὔπω ἥκει ἡ ὥρα μου,» φησίν, οὐχ ὡς ὑποκείμενος ἀνάγκαις καιρῶν, ἢ ὥρας παρατηρούμενος (πῶς γὰρ ὁ Ποιητὴς τῶν χρόνων καὶ τῶν αἰώνων;) ἀλλ’ ὅτι πάντα μετὰ τοῦ καιροῦ τοῦ προσήκοντος ἐργάζεται. Ἐπεὶ οὖν ἄδηλος ἦν ἔτι, καὶ ἄγνωστος τοῖς πολλοῖς, καὶ οὐδὲ τοὺς μαθητὰς πάντας εἶχεν, ἀλλ’ οὐδὲ οἱ ἐν τῷ γάμῳ αὐτὸν ἐγίνωσκον· ἦ γὰρ ἂν αὐτοὶ προσῆλθον καὶ παρεκάλουν περὶ τοῦ οἴνου· ἐπεὶ οὖν ταῦτα πάντα ἦν, διὰ τοῦτό φησιν· «Οὔπω ἤκει ἡ ὥρα μου·» τουτέστιν, ἐπιτήδειος καιρὸς οὐ πάρεστιν. Ἀλλ’ ἔτι ἐνίσταται ἡ τοῦ Ἀρείου λύττα, δεῖξαι πειρωμένη τὸν Κύριον ὑποκείμενον ὥραις καὶ καιροῖς. Μάνθανε τοίνυν, ὦ κατάρατε, ὡς εἰ ὑπέκειτο ὥραις, πῶς λοιπὸν ἐποίησε τὸ θαῦμα;

Ἔδει γάρ, κατὰ τὸν σὸν λόγον, ἐπεὶ δουλεύει ὥραις καὶ καιροῖς, οὔπω δὲ ἧκεν ἡ ὥρα αὐτοῦ, μὴ δυνηθῆναι θαυματουργῆσαι· ἀλλὰ μὴν ἐθαυματούργησεν· οὐκ ἄρα δουλεύει ὥραις. Ὅρα δέ μοι πῶς οὐκ ἄχρι τέλους, οὐδὲ διὰ πάντων ἀντιτείνει τῇ Μητρί· ἀλλ’ ἐπιπλήξας μικρόν, πάλιν τὴν ἀξίωσιν αὐτῆς πληροῖ, τιμῶν αὐτήν, καὶ ἡμῖν τύπους διδοὺς τῆς πρὸς τοὺς τεκόντας αἰδοῦς. «Λέγει ἡ Μήτηρ αὐτοῦ τοῖς διακόνοις· Ὅτι ἂν λέγῃ ὑμῖν, ποιήσατε. Ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἒξ κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Γεμίσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. Καὶ λέγει αὐτοῖς· Ἀντλήσατε νῦν, καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ. Καὶ ἤνεγκαν» Τοῖς διακόνοις λέγει ἡ Μήτηρ· «Ὅ τι ἂν λέγῃ ὑμῖν, ποιήσατε·» ὥστε πλείονα γενέσθαι τὴν αἴτησιν, προσελθόντων αὐτῶν καὶ αἰτησαμένων· ὡς ἂν δειχθῇ, ὅτι οὐκ ἀσθενείας ἦν ἡ παραίτησις, ἀλλὰ τοῦ μὴ δόξαι ἐπιτρέχειν ταῖς θαυματουργίαις διὰ ἔνδειξιν καὶ κενὸν τύφον. Αἱ δὲ ὑδρίαι αἱ λίθιναι, εἰς τὸν καθαρισμὸν τῶν Ἰουδαίων ἐχρημάτιζον. Οἱ γὰρ Ἰουδαῖοι καθ’ ἑκάστην σχεδὸν ἀπεπλύνοντο, καὶ οὕτως ἤσθιον· οἷον, εἰ λεπροῦ ἥψαντο, εἰ νεκροῦ, εἰ γυναικὶ ὡμίλησαν, ὡς ἀκάθαρτοι λοιπὸν ὄντες ἀπελούοντο.

Ἐπεὶ οὖν ἡ Παλαιστίνη ἄνυδρος ἦν, καὶ οὐκ ἦν πολλαχοῦ πηγὰς εὑρίσκειν, ἐπλήρουν ἀεὶ τὰς ὑδρίας ὕδατος, ὥστε μὴ τρέχειν εἰς ποταμούς, εἴποτε ἀκάθαρτοι γένοιντο. Οὐχ ἁπλῶς οὖν εἶπεν, ὅτι «κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων·» ἀλλ’ ἵνα μή τινες τῶν ἀπίστων ὑποπτεύσωσιν, ὅτι τρυγία τις ἦν ἐναπομείνασα, εἶτα τοῦ ὕδατος ἐπιβληθέντος καὶ κερασθέντος, οἶνος λεπτότατος γέγονε, δείκνυσιν, ὅτι οὐδέποτε ἐκεῖνα γεγόνασιν οἴνου δοχεῖα. Ἆρ’ οὖν οὐκ ἠδύνατο καὶ χωρὶς τοῦ γεμισθῆναι τὰς ὑδρίας ὕδατος, δημιουργῆσαι οἶνον ἐξ οὐκ ὄντων; Ἠδύνατο μέν, ἀλλὰ πολλαχοῦ περικόπτει τὸ μέγεθος τῶν θαυμάτων, ὡς ἂν εὐπαραδεκτότερα γένοιντο· ἅμα δὲ ἵνα καὶ τοὺς διακόνους μάρτυρας ἔχῃ τοῦ θαύματος, τοὺς τὸ ὕδωρ ἐπιφορήσαντας ταῖς ὑδρίαις· ἔτι τε ἵνα μάθωμεν, ὅτι αὐτός ἐστιν, ὁ καὶ τὸ τῆς ἀμπέλου ὑγρόν, ὕδωρ πάντως ὄν, εἰς οἶνον μετασκευάζων.

Κελεύει οὖν τοῖς διακόνοις, ἵνα τῷ ἀρχιτρικλίνῳ δείξωσι τὸ γεῦμα· οὐκ ἀπεικότως, ἀλλ’ ἵνα μή τινες ὑποπτεύσωσιν, ὅτι μεθυόντων σύλλογος ἦν, καὶ διέφθαρτο αὐτοῖς ἡ αἴσθησις, καὶ ὡς διεφθαρμένοι τῇ μέθῃ ᾤοντο τὸ ὕδωρ οἶνον. Ἵνα τοίνυν μὴ σχῇ χώραν ἡ τοιαύτη ὑπόνοια, τῷ ἀρχιτρικλίνῳ ἐπιτρέπει τὴν γεῦσιν, τῷ νήφοντι. Καὶ γὰρ ἐν τοῖς τοιούτοις οἱ τήνδε τὴν διακονίαν ἐμπεπιστευμένοι μάλιστα νήφουσιν, ἵνα ἐν τάξει καὶ εὐκοσμίᾳ τὰ πάντα διὰ κελεύσματος αὐτῶν γίνωνται. Ἀλλ’ εὐξώμεθα ταῦτα τελεσθῆναι καὶ ἐφ’ ἡμῖν, νῦν οἷον γάμον μὲν γενέσθαι, ἤτοι συνάφειαν τοῦ Θεοῦ πρὸς τὴν ἡμετέραν ψυχήν, ἕως ἔτι ἐσμὲν ἐν τῇ Κανᾷ τῆς Γαλιλαίας, τῷ χωρίῳ, λέγω, τοῦ κάτω τούτου καὶ κατακυλιστοῦ κόσμου, τοῦ ἄλλοτε ἄλλως μετακυλιομένου καὶ μετακυλίοντος.

Ὁ γάμος δὲ οὗτος ἄνευ τῆς παρουσίας Χριστοῦ, καὶ τῆς αὐτοῦ μητρός, καὶ τῶν μαθητῶν, οὐ γίνεται. Εἰ μὴ γάρ τις πιστεύσει εἰς Χριστὸν τὸν ἐκ Μαρίας γεννηθέντα, καὶ ἐν τοῖς ἀποστόλοις λαλήσαντα, πῶς συναφθήσεται τῷ Θεῷ; Ἴδωμεν οὖν, τί θαυματουργεῖ ὁ Κύριος ἐν τῷ τοιούτῳ γάμῳ, καὶ τῇ τοιαύτῃ συναφείᾳ τοῦ Θεοῦ πρὸς τὴν ψυχήν. Τὸ ὕδωρ εἰς οἶνον μεταποιεῖ, τὰς ἓξ ὑδρίας ἡμῶν τὰς λιθίνας πληροῖ. Ὕδωρ μὲν οὖν νοήσαις ἂν τὸ ὑδαρές, καὶ ὑγρόν, καὶ διαλελυμένον ἡμῶν ἔν τε βίῳ καὶ δόγμασιν· ὑδρίας δὲ ἕξ, τάς τε πέντε αἰσθήσεις, δι’ ὧν ἐν ταῖς πράξεσι σφαλλόμεθα, καὶ ἕκτην ὑδρίαν τὸ λογιστικόν, δι’ οὗ ἐν τοῖς δόγμασι σφαλερῶς διακείμεθα.

Ὁ τοίνυν Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ λόγος ὁ εὐαγγελικός, φημί, ἰώμενος τὰ ἡμέτερα σφάλματα, τὰ ἔν τε τῷ πρακτικῷ καὶ τῷ δογματικῷ, ἤτοι θεωρητικῷ, τὸ ἐν τούτοις ὑδαρὲς καὶ εὐδιάλυτον εἰς οἶνον μετατίθησι, τὸν στύφοντα λέγω καὶ εὐφραίνοντα βίον καὶ λόγον· καὶ οὕτω πληροῦνται αἱ ἓξ ὑδρίαι ἡμῶν τούτου τοῦ καλοῦ πόματος· αἵ τε αἰσθήσεις, ἵνα μὴ κατὰ τὸ πρακτικὸν πταίωμεν, καὶ ὁ λογισμός, ἵνα μὴ ἐν τοῖς δόγμασι προσπταίωμεν. Πρόσχες δὲ ὅτι αἱ λίθιναι ὑδρίαι διὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων ἵσταντο ἐκεῖ. Ἰούδας μὲν λέγεται «ἐξομολόγησις·» καθαρίζεται δὲ ὁ ἐξομολογούμενος διὰ τῶν πέντε αἰσθήσεων, δι’ ὧν πρότερον ἡμάρτανεν. Ὁ ὀφθαλμὸς εἶδε κακῶς, ἀλλ’ ὀφθαλμὸς πάλιν δακρύει ἐν τῇ ἐξομολογήσει, καὶ οὕτω γίνεται εἰς καθαρισμόν.

Ἤκουσε τὸ οὗς πορνικὰ ᾄσματα, ἀλλ’ αὖθις κλίνεται εἰς ῥήματα στόματος Θεοῦ· οὕτω καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων. Πάλιν τὸ λογιστικὸν σφάλλεται ἐν τοῖς δόγμασιν, ἀλλ’ αὖθις καθαίρει τὴν προτέραν κακίαν, εἰς τὸ ὀρθῶς δογματίζειν μεταπεσόν. Λίθιναι δὲ ὑδρίαι, ἢ διότι ἀπὸ γῆς ἡμῶν ἡ σύστασις, ἢ διὰ τὸ στεῤῥὰ δεῖν εἶναι τὰ τοῦ τοιούτου οἴνου μέλλοντα ἔσεσθαι δοχεῖα, καὶ δυσκατάλυτα. Λιθίνη ὑδρία ἦν τοῦ Παύλου τὸ λογιστικόν, καὶ ὅταν ἐδίωκε, ζηλωτὴς γὰρ ἦν τῶν πατρικῶν παραδόσεων ὑπὲρ πάντας τοὺς συνηλικιώτας· καὶ ὅταν ἐκήρυττε, τοσαύτην γὰρ τὴν ἐν τοῖς λόγοις δύναμιν εἶχεν, ὥστε καὶ τοῖς Λυκεῦσιν Ἑρμῆς νομισθῆναι, ὡς τοῦ λόγου ἡγούμενος. «Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστὶν (οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ), φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος, καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, τότε τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.» Ὁ ἀρχιτρίκλινος οὐχὶ τοὺς διακόνους ἐρωτᾷ, ἀλλὰ τὸν νυμφίον. Τίνος ἕνεκεν; Κατ’ οἰκονομίαν πάντως θείαν. Εἰ γὰρ τοὺς διακόνους ἠρώτησε, πάντως ἂν ἀπεκάλυψαν τὸ θαῦμα, οὐδεὶς δὲ ἂν αὐτοῖς ἐπίστευσεν. Ἀρχὴ γὰρ ἦν τῶν σημείων, καὶ οὔπω οὐδεὶς εἶχεν ὑπόληψιν μεγάλην περὶ τοῦ Χριστοῦ· ὥστε καὶ τῶν διακόνων ἀφηγουμένων τὸ θαῦμα, οὐδεὶς ἂν ἐπίστευσε.

Μετὰ ταῦτα μέντοι ὅτε καὶ ἕτερα σημεῖα ἐπεδείξατο, ἔμελλε καὶ τοῦτο πιστευθήσεσθαι, καὶ κατὰ μικρὸν οἱ διάκονοι πρὸς πάντας ἀφηγούμενοι τοῦτο, ἔδοξαν ἂν πιστοί. Διὰ τοῦτο ᾠκονόμησεν ὁ Κύριος, μὴ τοὺς διακόνους ἐρωτηθῆναι, ἀλλὰ τὸν νυμφίον. Οὐχ ἁπλῶς δὲ οἶνον ἐποίησεν, ἀλλὰ καὶ κάλλιστον. Τοιαῦτα γὰρ τὰ τοῦ Χριστοῦ θαύματα· πολλῷ βελτίω τῶν διὰ φύσεως τελουμένων.

Τοῦ μὲν οὖν τὸ ὕδωρ οἶνον γενέσθαι, μάρτυρες οἱ διάκονοι, οἱ ἠντληκότες τὸ ὕδωρ· τοῦ δὲ κάλλιστον γενέσθαι, ὁ ἀρχιτρίκλινος· ἅπερ πάντα, τοῦ χρόνου προϊόντος, ἔμελλον κηρυχθέντα πιστωθῆναι βεβαιότερον τοῖς ἀκούουσι. Δύνασαι δὲ νοῆσαι οἶνον μὲν τὸν εὐαγγελικὸν λόγον, ὕδωρ δὲ πάντα τὰ πρὸ τοῦ Εὐαγγελίου· ὑδαρέστερα γὰρ ἧσαν, καὶ πρὸς τὴν τοῦ λόγου τελείωσιν μὴ φθάνοντα. Οἷόν τί φημι·

Δέδωκε νόμους διαφόρους τῷ ἀνθρώπῳ ὁ Κύριος, ἕνα τὸν ἐν τῷ παραδείσῳ, δεύτερον τὸν ἐπὶ Νῶε, τρίτον τὸν ἐπὶ Ἀβραὰμ τῆς περιτομῆς, τέταρτον τὸν διὰ τοῦ Μωσέως, πέμπτον διὰ τῶν προφητῶν. Πάντες οὖν οὗτοι, ὡς πρὸς τὴν τοῦ Εὐαγγελίου ἀκρίβειαν καὶ δύναμιν συγκρινόμενοι, ὑδαρεῖς εἰσιν, εἴτις ἁπλῶς αὐτοὺς καὶ κατὰ τὸ γράμμα νοεῖ. Εἰ δ’ ἐμβαθύνας τῷ πνεύματι, κατανοήσει τὰ κεκρυμμένα, εὑρήσει τὸ ὕδωρ οἶνον γεγενημένον· τὰ γὰρ ἁπλῶς λεγόμενα καὶ κατὰ τὸ γράμμα νοούμενα τοῖς πολλοῖς, ὕδωρ ὄντα, πάντως ὁ πνευματικῶς ἀνακρίνων, εὐρήσει οἶνον κάλλιστον, ὕστερον πινόμενον, καὶ τηρούμενον παρὰ τοῦ νυμφίου Χριστοῦ· ἐπεὶ καὶ ἐν ἐσχάτοις καιροῖς ἐδείχθη τὸ Εὐαγγέλιον. «Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.» Ὅτι μὲν μετὰ τὸ βάπτισμα ἤρξατο τῶν σημείων ὁ Κύριος, καὶ πρότερον εἰρήκαμεν. Ἔοικε δὲ καὶ πρῶτον σημεῖον τοῦτο ποιῆσαι τὸ τοῦ οἴνου.

Φησὶ γάρ· «Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων.» Ἀλλ’ ἐρεῖ τις, ὅτι εἰ καὶ ἀρχή ἐστι τῶν σημείων αὕτη, ἀλλ’ οὐχὶ πάντων, ἀλλὰ τῶν ἐν Κανᾷ τῆς Γαλιλαίας. Διάφορα γάρ, φησίν, θαύματα ποιήσαντος ἐν Κανᾷ, αὕτη ἐστὶν ἡ ἀρχή. Ταῦτα μὲν εἴποι τις ἄν· ἡμεῖς δέ, καίτοι πολλὰ ἔχοντες πρὸς τὸ δεῖξαι, ὅτι καὶ πάντων τῶν σημείων ἐστὶν ἀρχὴ (καὶ γὰρ τό, «Ἐφανέρωσε τὴν δόξαν αὐτοῦ,» καὶ τὸ «Ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ,» ἐνδείκνυνται, ὅτι ἕτερον πρὸ τούτου θαῦμα οὐκ ἐποίησεν· ἀπ’ ἐκείνου γὰρ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ), ὅμως οὐ διαφερόμεθα, εἴτε τοῦτο πρότερον, εἴτε ἕτερον γέγονε. Πῶς δὲ ἄρα ἐφανέρωσε τὴν δόξαν αὐτοῦ; Οὐδὲ γὰρ πολλοὶ προσεῖχον τῷ γενομένῳ, οὐδὲ ἐνώπιον δήμου γέγονεν. Ἀλλ’ εἰ καὶ μὴ τότε, ἀλλ’ ὕστερον ἔμελλον τὸ θαῦμα ἀκούσεσθαι πάντες· ὅθεν καὶ μέχρι τοῦ νῦν ᾄδεται, καὶ οὐ διέλαθε. Τὸ δέ, «Οἱ μαθηταὶ αὐτοῦ ἐπίστευσαν εἰς αὐτόν,» οὕτω νόησον, ἀντὶ τοῦ, πίστιν περισσοτέραν καὶ βεβαιοτέραν ἔλαβον εἰς αὐτόν· ἐπεὶ καὶ πρότερον πάντως ἐπίστευον, ἀλλ’ οὐχ οὕτω βεβαίως. «Μετὰ τοῦτο κατέβη εἰς Καπερναοὺμ αὐτός, καὶ ἡ μήτηρ αὐτοῦ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οἱ μαθηταὶ αὐτοῦ· καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας. Καὶ ἐγγὺς ἦν τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς.

Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας, καὶ πρόβατα, καὶ περιστεράς, καὶ τοὺς κερματιστὰς καθημένους. Καὶ ποιήσας φραγγέλλιον ἐκ σχοινίων, πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα, καὶ τοὺς βόας· καὶ τῶν κολλυβιστῶν ἐξέχεε τὸ κέρμα, καὶ τὰς τραπέζας ἀνέτρεψε, καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· Ἄρατε ταῦτα ἐντεῦθεν, καὶ μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου. Ἐμνήσθησαν δὲ οἱ μαθηταὶ αὐτοῦ, ὅτι γεγραμμένον ἐστίν· Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με.» Κατέρχεται εἰς Καπερναοὺμ ὁ Κύριος, οὐδεμιᾶς ἄλλης χρείας ἕνεκεν, ἀλλ’ ἣ τοῦ ἀποκαταστῆσαι τὴν μητέρα αὐτοῦ ἐκεῖ, ἵνα μὴ πανταχοῦ αὐτὴν ἐφέλκηται. Ἐπεὶ γὰρ διὰ τὸν γάμον ἦλθον εἰς Κανᾶ, τοῦ γάμου παρελθόντος, ἐπανάγει τὴν μητέρα εἰς τὸν ἐν Καπερναοὺμ οἶκον αὐτῆς.

Δῆλον δὲ τοῦτο, ὅτι διὰ ταύτην τὴν αἰτίαν κατέβη εἰς Καπερναούμ, ἐκ τοῦ μήτε πολλὰς μεῖναι ἐκεῖ ἡμέρας, μήτε θαύματα ἐν αὐτῇ ποιῆσαι. Ἀπίστως γὰρ εἶχον πρὸς αὐτὸν οἱ τὴν πόλιν ταύτην οἰκοῦντες· διὸ καὶ ἀλλαχοῦ ὁ Κύριος ταλανίζει αὐτήν.

Διὰ δὲ τοῦ εἰπεῖν ὁ εὐαγγελιστής, ὅτι «Ἦν ἐγγὺς τὸ Πάσχα,» δείκνυσιν ὅτι οὐ πρὸ πολλῶν ἡμερῶν τοῦ Πάσχα ἐβαπτίσατο. Ἀνελθὼν δὲ εἰς Ἱεροσόλυμα, ποιεῖ πρᾶγμα πολλῆς αὐθεντίας γέμον. Τοὺς γὰρ πωλοῦντας τὰ πρόβατα, καὶ τοὺς βόας, ἐκβάλλει.

Εἰ δὲ καὶ ὁ Ματθαῖός φησι τοῦτο πεποιηκέναι αὐτόν, ἀλλ’ ἴσθι ὡς οὐχ ἅπαξ τοῦτο ἐποίησεν, ἀλλὰ τὸ μὲν παρὰ τῷ Ματθαίῳ, ἐγγὺς τοῦ πάθους ποιεῖ· τὸ δὲ νῦν παρὰ τῷ Ἰωάννῃ, τῶν σημείων ἀρχόμενος· διὸ ἐνταῦθα ἀφειμένως εἶπε· «Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου, οἶκον ἐμπορίου.» Ἀρχὴ γὰρ τέως ἦν τῶν σημείων, καὶ οὔπω τοσαύτη παῤῥησία ἦν αὐτῷ ἀπὸ τῆς τῶν σημείων ἐπιδείξεως. Ἐκεῖ δέ, παρὰ τῷ Ματθαίῳ, φημί· «Μὴ ποιεῖτε, φησί, σπήλαιον λῃστῶν.» Φανερῶς γὰρ λῃστὰς αὐτοὺς ὠνόμασε, ὡς ἐξ ἀδίκων κερδαίνοντας πόρων. Ὅταν γάρ τις τὸ ὀλίγου τιμώμενον πολλοῦ τιμήματος ἀξιοῖ, καὶ ἀπὸ πενήτων τυχὸν καὶ χηρῶν τὸ κέρδος ἐρανίζηται (ὡς ἐπὶ τὸ πολὺ γὰρ οὗτοι οἱ τὰ χρειώδη ἐξωνούμενοι, καὶ πιπράσκοντες), τί ἄλλο, ἢ ἔργον λῃστοῦ ποιεῖ, ἐκ συμφορῶν ἑτέρων κέρδη πραγματευόμενος;

Τίνος δὲ ἕνεκεν ὅλως ἐκβάλλει τοὺς τοιούτους ἐκ τοῦ ἱεροῦ; Οὐκ ἀλόγως· ἀλλ’ ἐπεὶ ἔμελλεν ἐν Σαββάτῳ θεραπεύειν, καὶ παραλύειν τὸν νόμον, ἵνα μὴ δόξῃ ἀντίθεος εἶναι, διορθοῦται ἐντεῦθεν τὴν τοιαύτην ὑπόληψιν. Οὐ γὰρ ἂν ὁ τοσοῦτον ζῆλον ἐπιδειξάμενος ὑπὲρ τοῦ οἴκου, τὸν τοῦ οἴκου δεσπότην τὸν Θεὸν ἠθέτησεν. Οὐ γὰρ ἁπλῶς ἐξέβαλεν, ἀλλὰ καὶ φραγελλίῳ πλεκτῷ τύπτων, καὶ ἀνατρέπων τὰς τραπέζας, καὶ τὸ κέρμα, ἤτοι τὸ νόμισμα τῶν κολλυβιστῶν, ἐκχέων, καὶ ἔργῳ παρακεκινδυνευμένῳ ἐπιχειρῶν.

Οὐκ ἂν οὖν ὁ εἰς κίνδυνον ῥίπτων ἑαυτὸν ὑπὲρ τοῦ οἴκου τοῦ Θεοῦ, παρέλυε τὸν νόμον τοῦ Θεοῦ ὡς ἀντίθεος, ἀλλὰ πάντως ὡς Υἱὸς ὤν, καὶ τὴν ἴσην ἐξουσίαν ἔχων τῷ Θεῷ καὶ Πατρί, τῷ καὶ τὸν περὶ τοῦ Σαββάτου νόμον δόντι. Διὸ οὐδὲ εἶπε· Τὸν οἶκον τοῦ Θεοῦ, ἀλλά, «Τὸν οἶκον τοῦ Πατρός μου·» δεικνύων ὅτι ἐξουσιάζει, ὡς Υἱός, τῶν τοῦ Πατρὸς πάντων. Κολλυβισταὶ δὲ εἰσὶν οἱ τὰ λεπτὰ νομίσματα πωλοῦντες, ἤτοι τοὺς νούμμους. Κόλλυβος γὰρ λέγεται τὸ λεπτὸν νόμισμα παρ’ Ἕλλησιν, ὃ Ῥωμαῖοι νοῦμμον ὀνομάζουσι. Πολλοὶ καὶ τῶν ἀρχιερέων ἁμαρτάνουσι τοιαῦτα, οἷα τότε οἱ κάπηλοι, τοὺς βόας πωλοῦντες ἐν τῇ Ἐκκλησίᾳ, λέγω δή, τοὺς ἐν λόγῳ διδασκαλικῷ διαπρέποντας μὴ περιποιούμενοι, ἀλλ’ ἐκδιδόντες τοῖς κακουργεῖν βουλομένοις· ἀλλὰ καὶ τὰ πρόβατα, τὸν ἀφελέστερον καὶ κοινὸν λαόν, καὶ τὰς περιστεράς, τὰ πνευματικά φημι χαρίσματα, πιπράσκοντες, καὶ τοὺς πλείονα διδόντας, τοῖς μείζοσι βαθμοῖς ἐγκατατάττοντες· οὓς ὁ Κύριος ἐκβάλλει τοῦ ἱεροῦ, ἀναξίους τῆς ἀρχιερωσύνης κρίνων.

Ἀλλὰ κἄν τις κέρμα καὶ νόμισμα, ἤτοι δόγμα καὶ λόγον, πωλῇ, καὶ τυχὸν διδάσκαλος ὤν, οὐ καταγγέλλει τὸν λόγον, εἰ μὴ κέρδος ἔχει, καὶ τούτου τὴν τράπεζαν ἀνατρέπει ὁ Κύριος, τὸν θρόνον λέγω τῆς διδασκαλίας, καὶ τὸν λόγον, ὃν ἐκεῖνος συνέχει διὰ κακίαν, μὴ διδοὺς αὐτὸν πᾶσιν, ὃν ὁ Κύριος Ἰησοῦς ἐκχέει διὰ φιλανθρωπίαν, καὶ τοῖς λαοῖς δίδωσιν, ἐκεῖνον μὲν παραλύων τῆς ἀρχῆς, ἄλλον δὲ τὸν ἄξιον ἐπὶ τὸν τῆς διδασκαλίας θρόνον καθίζων.

Ἐμνήσθησαν δὲ οἱ μαθηταί, ὅτι γεγραμμένον ἐστίν· «Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με.» Κατὰ βραχὺ γὰρ τὴν ἐπὶ τὸ κρεῖττον ἐπίδοσιν λαμβάνοντες, ἤδη καὶ τῶν Γραφῶν ἀναμιμνήσκονται, κἀκεῖθεν τὰς μαρτυρίας λαμβάνοντες, βεβαιοτέραν τὴν περὶ Χριστοῦ γνῶσιν καθιστῶσιν ἑαυτοῖς. «Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι, καὶ εἶπον αὐτῷ·

Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; Ἀπεκρίθη ὁ Ἰησοῦς, καὶ εἶπεν αὐτοῖς· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Εἶπον οὖν οἱ Ἰουδαῖοι· Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. Ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ, ὅτι τοῦτο ἔλεγεν αὐτοῖς, καὶ ἐπίστευσαν τῇ Γραφῇ, καὶ τῷ λόγῳ ᾧ εἶπεν ὁ Ἰησοῦς.» Ἐπειδὴ ἔβλεπον τὸν Κύριον οἱ Ἰουδαῖοι μετὰ πολλῆς ἐξουσίας ταῦτα ποιοῦντα, καὶ λέγοντα, «Τὸν οἶκον τοῦ Πατρός μου μὴ ποιεῖτε ἐμπόριον,» φασί· Πεῖσον ἡμᾶς διά τινος σημείου, ὅτι Υἱὸς εἶ τοῦ Θεοῦ, καὶ ὅτι ἐκεῖθεν ἐπέμφθης· πόθεν γὰρ δῆλον, ὅτι Πατήρ σού ἐστιν ὁ τοῦ οἴκου τούτου Κύριος;

Ὁ δὲ αἰνιγματωδῶς αὐτοῖς ἀποκρίνεται, «Λύσατε, λέγων, τὸν ναὸν τοῦτον,» τὸ σῶμα πάντως λέγων αὐτοῦ, ἐπειδὴ ἐν αὐτῷ κατῴκει πᾶσα ἡ θεότης τοῦ Μονογενοῦς. Εἰπὼν δέ, «Λύσατε,» οὐ προτρέπει αὐτοὺς εἰς μιαιφονίαν, ἄπαγε! ἀλλ’ ἐπείπερ ἠπίστατο δράσοντας τοῦτο, ἀνυπερθέτως αὐτὸ τὸ συμβησόμενον ὑπαινίττεται. Ἀκουέτωσαν καὶ Ἀρειανοί, πῶς ὁ Κύριος, καὶ τοῦ θανάτου καταλυτής, φησὶ τό, «Ἐγερῶ.» Οὐ γὰρ εἶπεν, ὅτι Ἐγερεῖ ὁ Πατήρ, ἀλλ’ εἶπεν, ὅτι «Ἐγερῶ ἐγώ,» τῇ οἰκείᾳ δυνάμει χρώμενος, καὶ οὐκ ἄλλης ἔξωθεν προσδεόμενος. Οἱ δὲ Ἰουδαῖοι, περὶ τοῦ ἀψύχου ναοῦ δοκοῦντες αὐτὸν λέγειν, καταγελῶσιν αὐτοῦ. Διὰ γὰρ τεσσαράκοντα καὶ ἓξ ἐτῶν οἰκοδομηθέντα, πῶς, φασί, λέγεις αὐτὸς ἐν τρισὶν ἡμέραις ἐγερεῖν;

Ἰστέον δὲ ὅτι, ὅτε μὲν παρὰ τοῦ Σολομῶντος ᾠκοδομήθη ὁ ναὸς τὸ πρῶτον, διὰ εἴκοσι ἐτῶν πάντα ἀνενδεῶς ἀπηρτίσθησαν· ὕστερον δὲ μετὰ τὴν αἰχμαλωσίαν, λαβόντες οἱ Ἑβραῖοι ἐξουσίαν οἰκοδομῆσαι αὐτόν, ἤρξαντο μὲν ἐπὶ τῆς βασιλείας Κύρου ἀνοικοδομεῖν· εἶτα ἐμποδιζόμενοι παρὰ τῶν διαφθονούντων αὐτοῖς, παρέτειναν τὴν οἰκοδομὴν ἄχρι τῆς Ἀρταξέρξου βασιλείας· ἐπὶ τούτου δὲ πάσης ἀδείας ἀπολαύσαντες, μετὰ πολλῆς σπουδῆς ἠδυνήθησαν ἐκτελέσαι τὸ ἔργον· ὅτε δὴ καὶ λέγεται τοὺς Ἰουδαίους κτίζοντας, τῇ μὲν ἑτέρᾳ ταῖν χεροῖν δόρυ, θατέρᾳ δὲ οἰκοδομικὸν ἐργαλεῖον κατέχειν· οὕτως ἧσαν ἐν φόβῳ πολλῷ τοὺς πλησιοχώρους δεδοικότες Ἰδουμαίους, οὔ τί που τοὺς Πέρσας· παρ’ ἐκείνων γάρ, ὡς εἶπον, φημὶ δή, τῶν Περσῶν, ἄδειαν πᾶσαν ἔλαβον. Ταύτην τοίνυν τὴν οἰκοδομὴν τὴν μετὰ τὴν αἰχμαλωσίαν φασὶν ἐν τεσσαράκοντα καὶ ἓξ ἔτεσι γενέσθαι, ὡς κωλυθέντων τῶν Ἰουδαίων, καὶ διὰ τοῦτο παρατεινάντων ἀπὸ τῆς Κύρου βασιλείας ἄχρι καὶ τῆς Ἀρταξέρξου.

Καὶ οὐ θαυμαστόν, εἴπερ οἱ Ἰουδαῖοι οὐκ ἔγνωσαν, ὅπου γε οὐδὲ οἱ μαθηταί. Καὶ γὰρ δύο αὐτοὺς τὰ μέγιστα ἐνεπόδιζον· ἓν μὲν τὸ περὶ τῆς ἀναστάσεως δυσκατάληπτον ὅν, μᾶλλον δὲ παντάπασιν ἄγνωστον αὐτοῖς· ἕτερον δέ, ὅτι Θεός ἐστιν ὁ ἐνοικῶν τῷ σώματι μετὰ μέντοι τὴν ἀνάστασιν ἔγνωσαν οἱ μαθηταί, καὶ ἐπίστευσαν τῇ Γραφῇ· ποίᾳ Γραφῇ; Καὶ πάσῃ μὲν τῇ περὶ τῆς ἀναστάσεως διαλαμβανούσῃ· προδηλότατα δὲ τῇ, «Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην·» καὶ τῇ, «Κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς, καὶ δεῖξαι αὐτῷ φῶς.» Ἐμφανέστατα γὰρ αὖται αἱ Γραφαὶ περὶ τῆς ἀναστάσεως διαλαμβάνουσιν.

Ἀπολινάριος δὲ ἐντεῦθεν πειρᾶται συνηγορίαν εὑρέσθαι τῆς οἰκείας αἱρέσεως. Θέλων γὰρ συστῆσαι, ὅτι ἄψυχος ἦν ἡ τοῦ Κυρίου σάρξ, φησίν, ὅτι Ἐπειδὴ ναὸς λέγεται ἡ σάρξ, ἄψυχος δὲ ὁ ναός, ἄψυχος ἄρα καὶ αὕτη. Ἐμβρόντητε καὶ πολύτροπε· σὺ δὲ καὶ ξύλα καὶ λίθους ποιήσεις τὴν τοῦ Κυρίου σάρκα, ἐπειδὴ ἐκ τούτων ὁ ναός; Ὅταν δὲ ἀκούσῃς τοῦ Κυρίου, «Νῦν ἡ ψυχή μου τετάρακται·» καὶ ὅτι «Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου,» πῶς ταῦτα νοεῖς; Εἰ δὲ οὐ περὶ τῆς λογικῆς καὶ νοερᾶς ταῦτα ψυχῆς φὴς λέγεσθαι, τό, «Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου,» ποῦ θήσεις; οὐ γὰρ δήπου περὶ τῆς ἀλόγου ψυχῆς καὶ τοῦτο νοήσεις. Τὸ δέ, «Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην,» τί σοι δοκεῖ; Ἀλλὰ σὺ μὲν φθείρου μετὰ τῶν σῶν.

ΚΕΦΑΛ. Γʹ. Περὶ τοῦ Νικοδήμου καὶ Ἰησοῦ. Περὶ τοῦ Ἰησοῦ καὶ Ἰωάννου βαπτιζόντων. Περὶ καθαρισμοῦ. «Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ Πάσχᾳ ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες τὰ σημεῖα ἃ ἐποίει. Αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς, διὰ τὸ αὐτὸν γινώσκειν πάντας, καὶ ὅτι οὐ χρείαν εἶχεν, ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου. Αὐτὸς γὰρ ἐγίνωσκε, τί ἦν ἐν τῷ ἀνθρώπῳ. Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων (Νικόδημος ὄνομα αὐτῷ), ἄρχων τῶν Ἰουδαίων· οὗτος ἦλθε πρὸς τὸν Ἰησοῦν νυκτός, καὶ εἶπεν αὐτῷ· Ῥαββί, οἴδαμεν, ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ τὰ σημεῖα ταῦτα δύναται ποιεῖν, ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾗ ὁ Θεὸς μετ’ αὐτοῦ.» Ἔδοξαν μέν τινες πιστεύειν εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ, ὅτε ἦν ἐν τῇ ἑορτῇ, ἀλλ’ οὐ βεβαία ἦν ἡ πίστις αὐτῶν. Πρὸς καιρὸν γὰρ προσέχοντες τῷ Χριστῷ οὐχ ὡς Θεῷ, ἀλλ’ ὡς ἀνθρώπῳ θεοφορουμένῳ, πάλιν καὶ ταύτης αὐτῆς τῆς οὐδαμινῆς πίστεως ἐξέπιπτον.

Ὅτι δὲ τοιοῦτοι ἦσαν, δῆλον ἐκ τῶν ἑξῆς. «Αὐτὸς γάρ, φησίν, ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς,» οὐδὲ ὡς τῷ ὄντι πιστοῖς πάντα τὰ δόγματα ἐνεχείριζεν, ἐμβατεύων ταῖς καρδίαις αὐτῶν, καὶ γινώσκων τί ἦν ἐν αὐταῖς περὶ αὐτοῦ. Οὐ γὰρ διελάνθανεν αὐτὸν οἷος ἦν ὁ λογισμὸς ἐν ἑκάστῳ ἀνθρώπῳ τῷ δοκοῦντι πιστεύειν. Σχεδὸν δὲ καὶ Νικόδημος τοιοῦτος ἦν· ἐπίστευε μὲν γὰρ καὶ οὗτος τῷ Ἰησοῦ, καὶ φαίνεται πρὸς τοὺς Ἰουδαίους ὑπὲρ τοῦ Κυρίου λέγων, ὅτι δεῖ μετὰ ἐρεύνης καὶ ἐξετάσεως καταδικάσαι αὐτόν· ἀλλὰ καὶ μετὰ τὸν σταυρὸν πολλὴν ἐπιμέλειαν καὶ φιλοτιμίαν πρὸς τὸν ἐνταφιασμὸν ἐνδείκνυται. Οὐ μέντοι γε, ὡς ἐχρῆν, ἐπίστευσεν· ἀλλ’ ἔτι τῆς Ἰουδαϊκῆς ἀσθενείας ἐχόμενος, νύκτωρ μὲν ἔρχεται πρὸς τὸν Ἰησοῦν διὰ τὸν φόβον τῶν Ἰουδαίων, διδάσκαλον δὲ αὐτὸν ἀποκαλεῖ, ὡς ψιλὸν ἄνθρωπον· τοιαύτην γὰρ ὑπόληψιν εἶχε περὶ αὐτοῦ· διὸ καὶ ἐπάγει, ὅτι «Οὐδεὶς δύναται ταῦτα ποιεῖν, ἐὰν μὴ ᾗ ὁ Θεὸς μετ’ αὐτοῦ.» Ὁρᾷς, ὅτι ὡς ἀνθρώπῳ προφήτῃ, καὶ παρὰ τοῦ Θεοῦ ἀγαπωμένῳ, πρόσεισι τῷ Ἰησοῦ; Τί οὖν ὁ Κύριος; Οὐκ ἐλέγχει αὐτὸν ἐπιπληκτικῶς, οὐδέ φησι· Διὰ τί οὖν πρὸς τὸν ἐκ Θεοῦ ἀποσταλέντα διδάσκαλον ἔρχῃ νυκτός;

Διατί μὴ παῤῥησιάζῃ; Οὐδὲν τούτων φησίν, ἀλλ’ ἱλαρῶς αὐτῷ περὶ θείων καὶ ὑψηλῶν διαλέγεται. Σημείωσαι δέ, ὅτι πολλὰ θαύματα ποιοῦντος τοῦ Χριστοῦ, οὐδὲν τούτων ὁ παρὼν εὐαγγελιστὴς διηγεῖται· ἢ ὡς τοῖς ἄλλοις εὐαγγελισταῖς ῥηθέντων, ἢ ὡς τὴν κατὰ μέρος ἀφήγησιν ὑπερβαινόντων. «Ἀπεκρίθη ὁ Ἰησοῦς, καὶ εἶπεν αὐτῷ· Ἀμήν, ἀμὴν λέγω σοι, ἑὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ.» Δοκεῖ τὰ παρὰ τοῦ Σωτῆρος πρὸς τὸν Νικόδημον ῥηθέντα, οὐδεμίαν κοινωνίαν ἔχειν πρὸς ἃ εἴρηκεν ὁ Νικόδημος· τῷ δὲ προσέχοντι καὶ πολλὴ κοινωνία ἐμφανήσεται.

Ἐπεὶ γὰρ ὁ Νικόδημος ὑπόληψιν εἶχε περὶ Χριστοῦ ταπεινήν, ὅτι διδάσκαλός ἐστι, καὶ ὅτι ὁ Θεός ἐστι μετ’ αὐτοῦ, φησὶ πρὸς αὐτὸν ὁ Κύριος, ὅτι Εἰκότως ἔχεις τοιαύτην ὑπόληψιν περὶ ἐμοῦ. Οὔπω γὰρ ἐγεννήθης ἄνωθεν, τουτέστιν, ἐκ Θεοῦ πνευματικὴν γέννησιν, ἀλλ’ ἔτι σαρκικὸς εἶ, καὶ ἡ γνῶσις, ἣν ἔχεις περὶ ἐμοῦ, οὐκ ἔστι πνευματική, ἀλλὰ ψυχικὴ καὶ ἀνθρωπική. Ἐγὼ δὲ λέγω σοι, ὅτι καὶ σύ, καὶ ἄλλος ὁστισοῦν, ἐὰν μὴ ἄνωθεν καὶ ἐκ Θεοῦ γεννηθέντες, τὴν ἀξίαν δόξαν περὶ ἐμοῦ λάβοιτε. ἔξω τῆς βασιλείας ἐστέ. Ἡ γὰρ διὰ τοῦ βαπτίσματος γέννησις φωτισμὸν ἐμποιοῦσα τῇ ψυχῇ, τὴν τοῦ Θεοῦ βασιλείαν, ἤτοι τὸν μονογενῆ Υἱὸν αὐτοῦ βλέπειν, τουτέστι, νοεῖν, δίδωσιν. Ὥσπερ γὰρ Θεοῦ σοφία ὁ Υἱός, οὕτω δὴ καὶ βασιλεία Θεοῦ αὐτὸς ἂν λέγοιτο.

Ταύτην δὲ τὴν βασιλείαν οὐκ ἂν ἴδοι τις, τουτέστι, νοήσοι, ὦ Νικόδημε, εἰ μὴ γεννηθῇ ἐκ τοῦ Θεοῦ. Ὥστε καὶ σύ, ἐπεὶ οὐκ ἐγεννήθης οὔπω πνευματικῶς, διὰ τοῦτο οὐ βλέπεις ἐμέ, τὴν βασιλείαν τοῦ Θεοῦ, καθὰ δεῖ, ἀλλὰ ταπεινὴν δόξαν ἔχεις περὶ ἐμοῦ. «Λέγει πρὸς αὐτὸν ὁ Νικόδημος, Πῶς δύναται ἄνθρωπος γεννηθῆναι, γέρων ὤν; Μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν, καὶ γεννηθῆναι; Ἀπεκρίθη Ἰησοῦς· Ἀμήν, ἀμὴν λέγω σοι, ἐὰν μήτις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.» Ἀκούων ὁ Νικόδημος μείζω ἀνθρωπίνης διδασκαλίας, ἐκπλήττεται, καὶ παθὼν ἀνθρώπινον πάθος, ἐρωτᾷ· «Πῶς δύναται;» ὅπερ ἀπιστίας ἐστὶ σημεῖον. Ὅπου γὰρ πίστις οὐκ ἔστιν, ἐκεῖ τό, Πῶς τόδε; καί, Διὰ τί τόδε; Διὸ καὶ καταγέλαστα τὰ τοῦ Νικοδήμου ῥήματα φαίνονται. Οὐ γὰρ ἐνενόησε γέννησιν πνευματικήν, ἀλλὰ γαστρὸς σωματικῆς μέμνηται. Ἐπεὶ γὰρ ἤκουσε τό, «Ἐὰν μή τις γεννηθῇ ἄνωθεν,» ἐνόμισε τὸ ἄνωθεν οὕτω λέγεσθαι, ἀντὶ τοῦ, ἐξ ἀρχῆς, ἐκ δευτέρου· ὥστε εἶναι τὸ λεγόμενον τοιοῦτον· Ἐὰν μή τις γεννηθῇ ἐξ ἀρχῆς καὶ ἐκ δευτέρου. Διὰ τοῦτο οὖν φησι, Πῶς δύναται γέρων ὢν δεύτερον εἰσελθεῖν εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ; Δύο γὰρ ἦσαν τὰ ποιοῦντα αὐτὸν ἀπορεῖν, ἥ τε γέννησις ἡ πνευματική, ἥ τε βασιλεία.

Οὐδὲ γὰρ ὄνομα βασιλείας οὐρανῶν ἠκούσθη ποτὲ παρὰ Ἰουδαίοις. Τέως δ’ οὖν περὶ τῆς γεννήσεως ἀπορεῖ, διὸ καὶ ὁ Χριστὸς σαφέστερον αὐτῷ τὸν τῆς γεννήσεως τῆς πνευματικῆς τρόπον ἀποκαλύπτει, «Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος, λέγων, καὶ Πνεύματος.» Διπλοῦς γὰρ ὢν ὁ ἄνθρωπος, ἐκ ψυχῆς καὶ σώματος, διπλοῦν ἔχει καὶ τὸν τῆς γεννήσεως τρόπον. Τὸ μὲν γὰρ ὕδωρ ὁρατῶς λαμβανόμενον, εἰς τὴν τοῦ σώματος κάθαρσιν νοεῖται· τὸ δὲ Πνεῦμα ἀοράτως συντρέχον, εἰς τὴν τῆς ἀοράτου ψυχῆς ἀναγέννησιν. Εἰ δὲ ἐρωτᾷς· Πῶς τὸ ὕδωρ δύναται γεννῆσαι, ἐρωτήσω κἀγώ· Πῶς τὸ σπέρμα, ὑδατῶδες ὃν καὶ αὐτό, δύναται εἰς ἄνθρωπον διαπλασθῆναι;

Ὥσπερ οὖν ἐπὶ τοῦ σωματικοῦ σπέρματος, τὸ πᾶν, τῆς τοῦ Θεοῦ χάριτός ἐστιν· οὕτω καὶ ἐπὶ τοῦ βαπτίσματος, ὕδωρ ὑπόκειται. Ἀλλὰ τὸ Πνεῦμα τὰ πάντα ἐνεργεῖ, καὶ ἡ διὰ τῶν εὐχῶν ἐπίκλησις, τοῦ Θεοῦ δὲ μᾶλλον παρουσία. Ταφῆς γὰρ καὶ ἀναστάσεως σύμβολα καὶ εἰκὼν ἐν τῷ ὕδατι τούτῳ τελεῖται.

Αἱ τρεῖς καταδύσεις, τῆς τριημέρου ταφῆς σύμβολα· εἶτα ἀναδύνει ὁ ἄνθρωπος ὥσπερ ὁ Κύριος, λαμπρότερον καὶ φαιδρότερον τὸ τῆς ἀφθαρσίας ἔνδυμα φορῶν, καὶ τὴν φθορὰν ἐγκαταβυθίσας τῷ ὕδατι. «Τὸ γεγεννημένον ἐκ τῆς σαρκός, σάρξ ἐστι· καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστι.

Μὴ θαυμάσῃς, ὅτι εἶπόν σοι, ὅτι δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. Τὸ πνεῦμα ὅπου θέλει, πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος.» Ἀπάγων τὸν Νικόδημον ὁ Κύριος ἀπὸ τῆς σαρκικῆς γεννήσεως, φησί· «Τὸ γεγεννημένον ἐκ τῆς σαρκός, σάρξ ἐστι· τὸ δὲ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμα»· τουτέστι, πνευματικός ἐστιν ὁ ἄνθρωπος ὁ γεγεννημένος διὰ τοῦ βαπτίσματος· τὸ γὰρ πνεῦμα, ἀντὶ τοῦ, πνευματικός, ὀφείλεις νοῆσαι. Οὐ γὰρ δὴ Πνεῦμα θεῖον γίνεται ὁ βαπτισθείς, ἀλλὰ τὴν ἐν Πνεύματι υἱοθεσίαν καὶ χάριν καὶ τιμὴν λαβών, τοῦ πνευματικὸς εἶναι καταξιοῦται.

Ὁρῶν δὲ τὸν Νικόδημον ἔτι θορυβούμενον φησί· «Μὴ θαυμάσῃς.» Εἶτα ἀπὸ αἰσθητοῦ παραδείγματος πειρᾶται διδάσκειν αὐτόν. «Τὸ πνεῦμα γάρ, φησίν, ὅπου θέλει, πνεῖ.» Ἀπὸ ἀνέμου, φησί, μάνθανε τὰ μείζονα. Ὁ γὰρ ἄνεμος (τοῦτον γὰρ ἐνταῦθά φησι πνεῦμα) ὅπου θέλει, πνεῖ· καὶ τὸν ἦχον αὐτοῦ ἀκούεις, ἀλλ’ ὅμως οὐκ οἶδας τὴν φορὰν αὐτοῦ. Ἀκάθεκτος γάρ ἐστι, καὶ ἀκώλυτος, καὶ φυσικῇ ἐξουσίᾳ τὴν ὁποιδήποτε ὁρμὴν ἔχει. Τὸ δέ, «Ὅπου θέλει πνεῖ,» φησίν, οὐχ ὡς προαιρετικοῦ ὄντος τοῦ ἀνέμου, καὶ θέλησιν ἔχοντος, ἀλλ’ ὡς ἔφην, τὴν ἀπὸ φύσεως αὐτῷ προσοῦσαν φορὰν καὶ ἀκώλυτον ἐξουσίαν δεῖξαι βουλόμενος. Εἰ οὖν τὸν ἄνεμον, τοῦτο δὴ τὸ αἰσθήσει ὑποπίπτον πνεῦμα, ἀγνοεῖς, πῶς καὶ ποῦ πνεῖ, πῶς τὴν ἀπὸ τοῦ θείου Πνεύματος ἀναγέννησιν περιεργάζῃ; Εἰ τοῦτο τὸ πνεῦμα οὐ δύναται κατασχεθῆναι, πολλῷ μᾶλλον ἡ τοῦ ἁγίου Πνεύματος χάρις, νόμοις φύσεως οὐχ ὑπενεχθήσεται.

Αἰσχυνέσθω Μακεδόνιος ὁ Πνευματομάχος, καὶ πρὸ τούτου Εὐνόμιος· ὁ μὲν δοῦλον ποιῶν τὸ Πνεῦμα, καίτοι γε ἤκουσεν ἐνταῦθα, ὅτι Ἄνεμος ὅπου θέλει, πνεῖ· πολλῷ οὖν μᾶλλον τὸ Πνεῦμα αὐτεξουσιωτέραν ἕξει τὴν κίνησιν, καὶ ὅπου θέλει, καὶ ὡς θέλει, ἐνεργήσει ὁ δὲ Εὐνόμιος αὐτά τε ταῦτα πρότερος ἁμαρτών, καὶ κτίσμα εἰπὼν τὸ Πνεῦμα, καὶ πρός γε ἀπαυθαδιασάμενος, οὕτω γινώσκειν Θεόν, ὡς ἑαυτὸν αὐτός. Ἀκουέτω οὖν, ὅτι οὐδὲ τοῦ ἀνέμου τὴν φοράν, καὶ τὴν ὁρμὴν οἶδε· πῶς οὖν Θεοῦ οὐσίας κατατολμᾷς, ἀλιτήριε. «Ἀπεκρίθη Νικόδημος, καὶ εἶπεν αὐτῷ· Πῶς δύναται ταῦτα γενέσθαι; Ἀπεκρίθη Ἰησοῦς, καὶ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραήλ, καὶ ταῦτα οὐ γινώσκεις; Ἀμήν, ἀμὴν λέγω σοι, ὅτι ὃ οἴδαμεν, λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν, μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε;» Ἔτι ἐπὶ τῆς Ἰουδαϊκῆς εὐτελείας ὁ Νικόδημος ἵσταται· διὰ τοῦτο ἐρωτᾷ πάλιν· «Πῶς δύναται ταῦτα γενέσθαι;» Διὸ καὶ ὁ Κύριος δεικνύων αὐτῷ.

ὅτι ἀπὸ ἀφελείας ταῦτα φθέγγεται, φησί· Σὺ διδάσκαλος ὢν τοῦ Ἰσραήλ, εἰ ἀναμνησθεὶς τὰ ἐν τῇ Παλαιᾷ παράδοξα θαύματα ἀπὸ τῆς τοῦ ἀνθρώπου πλάσεως, καὶ τὰ ἑξῆς, πῶς πέπλασται, πῶς ἐκ πλευρᾶς ἡ γυνή, πῶς τὰ ἐν Αἰγύπτῳ τεράστια, πῶς τὰ ἐν Ἐρυθρᾷ, πῶς στεῖραι ἔτεκον, καὶ τὰ ὅμοια· εἰ ταῦτα ἀναλογίσῃ, ὡς διδάσκαλος τοῦ Ἰσραήλ, οὐδὲ περὶ ὧν λέγω νῦν ἀπιστήσεις. Πλὴν ἐγὼ μὲν ὃ οἶδα λέγω, καὶ ὃ ἑώρακα, τουτέστιν, ἀκριβῶς ἔγνωκα. Οὐ γὰρ δήπου σωματικὴν ὄψιν τό, «Ἑωράκαμεν,» δηλοῖ, ἀλλὰ γνῶσιν ἀκριβεστάτην· ἀλλ’ ὑμεῖς τὴν μαρτυρίαν ἡμῶν, τουτέστιν, ἐμοῦ, οὐ λαμβάνετε. Ταῦτα δὲ λέγει ὁ Κύριος οὐ πρὸς τὸν Νικόδημον, ἀλλὰ πρὸς τὸ γένος τῶν Ἰουδαίων ἀποτεινόμενος τῶν ἀπιστησάντων ἄχρι τέλους.

Εἰ οὖν τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε. τουτέστιν, εἰ περὶ τῆς ἐν τῷ βαπτίσματι γινομένης ἀναγεννήσεως εἶπον ὑμῖν, καὶ οὐ παρεδέξασθε. ἀλλ’ ἠρωτήσατε τό, «Πῶς;» (ἐπίγειον δὲ ταύτην τὴν γέννησιν ὀνομάζει, ὡς ἐπὶ γῆς τελουμένην πρὸς εὐεργεσίαν τῶν ἐπὶ γῆς ἀνθρώπων· εἰ γὰρ καὶ ἐπουράνιός ἐστι κατὰ τὴν χάριν καὶ τὴν τιμήν, ἀλλ’ οὖν ἐπὶ γῆς ὄντες βαπτιζόμεθα)· εἰ τοίνυν περὶ ταύτης τῆς ἐπιγείου γεννήσεως εἰπών, εὗρον ὑμᾶς ἀπιστοῦντας· περὶ τῆς ἐπουρανίου γεννήσεως τῆς ἀποῤῥήτου, ἣν ὁ μονογενὴς Υἱὸς ἐγεννήθη ἀπὸ τοῦ Πατρός, ἀκούσαντες, πῶς πιστεύσετε; Τινὲς δέ, ἐπίγειον, τὸ τοῦ ἀνέμου παράδειγμα ἐνόησαν· ὥστε εἶναι τὸ λεγόμενον τοιοῦτον· Εἰ τὸ ὑπόδειγμα ἀπὸ τῶν ἐπιγείων δέδωκα ὑμῖν, καὶ οὐδὲ οὕτως ἐπείσθητε, πῶς δυνήσεσθε τὰ ἀνώτερα μαθεῖν. «Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ.» Οὐδὲ τοῦτο φαίνεται ἔχειν τινὰ κοινωνίαν πρὸς τὰ πρὸ αὐτοῦ. Εἰ δέ τις ἀκριβῶς ὁρᾷ τὸν νοῦν τοῦ Κυρίου, καὶ μάλα φανήσεται τοῖς πρὸ αὐτοῦ κοινωνοῦν. Ἐπεὶ γὰρ διδάσκαλον τὸν Κύριον, καὶ προφήτην ὠνόμαζεν ὁ Νικόδημος, Μὴ νόμιζέ με, φησίν, ὡς προφήτην ἀπὸ γῆς ὄντα, παρὰ Θεοῦ ἀπεστάλθαι διδάξοντα· ἀλλ’ ἄνωθέν με νόμιζε κατελθεῖν, ὡς Υἱόν, οὐκ ἀπὸ γῆς εἶναι.

Οὐδεὶς οὖν τῶν προφητῶν ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ἐγὼ μέλλω μόνος ἀναβῆναι, ὡς καὶ κατῆλθον. Υἱὸν δὲ ἀνθρώπου ἀκούσας καταβῆναι ἐξ οὐρανοῦ, μὴ νομίσῃς, ὅτι ἡ σὰρξ ἐκ τοῦ οὐρανοῦ κατέβη, (τοῦτο γὰρ Ἀπολιναρίου τοῦ δογματίσαντος τὸ σῶμα ἐξ οὐρανοῦ ἔχοντα τὸν Χριστόν, διὰ τῆς Παρθένου ἐλθεῖν ὡς διὰ σωλῆνος)· ἀλλ’ ἐπεὶ μία ἡ ὑπόστασις, ἤγουν ἓν πρόσωπον ἦν ὁ Χριστὸς ἐκ δύο φύσεων σύνθετος, τὰ τοῦ ἀνθρώπου ὀνόματα λέγονται ἐπὶ τοῦ Λόγου, καὶ πάλιν τὰ τοῦ Λόγου τῷ ἀνθρώπῳ προστίθενται. Οὕτως οὖν κἀνταῦθα ὁ Υἱὸς τοῦ ἀνθρώπου λέγεται κατελθεῖν ἐξ οὐρανοῦ, ὡς ἑνὸς ὄντος τοῦ προσώπου, καὶ μιᾶς τῆς ὑποστάσεως. Εἶτα ἵνα μὴ ἀκούσας, ὅτι κατέβη, νομίσῃς, ὡς καταβὰς οὐκ ἔστι λοιπὸν ἐν οὐρανῷ, φησίν, «Ὁ ὢν ἐν τῷ οὐρανῷ.» Μὴ γὰρ δὴ ἐπειδὴ ἤκουσας, ὅτι κατέβην, νομίσῃς μὴ εἶναί με καὶ ἐκεῖ· ἀλλὰ κἀνταῦθα πάρειμι σωματικῶς, κἀκεῖ συγκάθημαι τῷ Πατρὶ θεϊκῶς. «Καὶ καθὼς Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου· ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόλληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.» Προειπὼν περὶ τῆς διὰ τοῦ βαπτίσματος ἀναγεννήσεως, λέγει λοιπὸν καὶ περὶ τῆς διὰ τοῦ σταυροῦ γενομένης ἡμῖν εὐεργεσίας. Ὁ γὰρ σταυρός, καὶ ὁ θάνατος, αἴτιος ἡμῖν τῆς διὰ τοῦ βαπτίσματος χάριτος, εἴγε βαπτιζόμενοι, τὸν θάνατον τοῦ Κυρίου εἰκονίζομεν.

Οὐ λέγει δὲ προφανῶς, ὅτι Μέλλω σταυρωθῆναι· ἀλλὰ τοῦ ὄφεως μέμνηται, καὶ τῆς Παλαιᾶς ἱστορίας· ἅμα μὲν διδάσκων ἡμᾶς, ὅτι συγγενῆ τὰ παλαιὰ τοῖς καινοῖς, καὶ εἷς καὶ ὁ αὐτός ἐστι νομοθέτης Παλαιᾶς τε καὶ Νέας Διαθήκης, κἂν Μαρκίων, καὶ Μάνης, καὶ ὁ λοιπὸς τῶν τοιούτων αἱρετικῶν κατάλογος, ἀθετῶσι τὴν Παλαιάν, τοῦ πονηροῦ δημιουργοῦ λέγοντες αὐτὴν εἶναι νομοθεσίαν· ἅμα δὲ καὶ παιδεύων, ὅτι εἰ πρὸς εἰκόνα χαλκῆν βλέποντες ὄφεως οἱ Ἰουδαῖοι, τὸν θάνατον ἔφευγον· πολλῷ μᾶλλον ἡμεῖς, εἰς τὸν ἐσταυρωμένον βλέποντες, καὶ πιστεύοντες, τὸν ψυχικὸν ἐκφεύγομεν θάνατον. Ὅρα δέ μοι τὸν τύπον πρὸς τὴν ἀλήθειαν. Ἐκεῖ ὄφεως ὁμοίωμα, εἶδος μὲν ἔχον θηρίου, τὸν ἰὸν δὲ οὐκ ἔχον· οὕτω κἀνταῦθα, ἄνθρωπος ὁ Κύριος, ἀλλ’ ἁμαρτίας ἰοῦ ἐλεύθερος, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἐλθών, τουτέστιν, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίᾳ ὑποκειμένης, ἀλλ’ οὐχὶ σὰρξ ἁμαρτίας ὑπάρχων. Καὶ τότε μὲν οἱ ὁρῶντες, σωματικόν, ἡμεῖς δὲ ψυχικὸν ἐκφεύγομεν θάνατον· καὶ τότε μὲν δήγματα ὄφεων ἰᾶτο ὁ κρεμάμενος, νῦν δὲ τοῦ νοητοῦ δράκοντος τὰς πληγὰς θεραπεύει Χριστός. «Ὑψωθῆναι» δὲ ἀκούων, νόει τό, κρεμασθῆναι.

Ἐφ’ ὕψους γὰρ ἐκρεμάσθη, ἵνα καὶ τὸν ἀέρα ἁγιάσῃ, ὁ τὴν γῆν ἁγιάσας διὰ τοῦ ἐπ’ αὐτῆς περιπατῆσαι. Νόει δὲ καὶ τό, δοξασθῆναι. Καὶ γὰρ ὄντως ὕψος καὶ δόξα τοῦ Χριστοῦ ὁ σταυρὸς γέγονεν. Ἐν ᾧ γὰρ ἐδόκει κατακριθῆναι, ἐν τούτῳ κατέκρινε τὸν ἄρχοντα τοῦ κόσμου τούτου. Οἶόν τι λέγω· Ὁ Ἀδὰμ δικαίως ἀπέθανεν· ἥμαρτε γάρ. Ὁ Κύριος ἀδίκως ἀπέθανεν· οὐχ ἥμαρτε γάρ. Μέχρι μὲν οὖν τῆς τοῦ Κυρίου σταυρώσεως, δικαίως κατεκράτει τῶν ἀνθρώπων ὁ θάνατος· ἐπεὶ δὲ ἀναμάρτητος εὑρέθη ὁ Κύριος, τί λοιπὸν δίκαιον ἐπ’ αὐτῷ εἶχεν ὁ διάβολος, ἵνα θανατώσῃ αὐτόν; Ὥστε ἐπεὶ ἀδίκως ἐθανατώθη, νενίκηκε τὸν θανατώσαντα αὐτόν, καὶ οὕτως ἠλευθέρωσε καὶ τὸν Ἀδὰμ ἐκ τοῦ θανάτου, τοῦ δικαίως ἐπαχθέντος αὐτῷ, ὡς ἁμαρτήσαντι.

Καὶ ἄλλως δέ· Δύο ἦσαν τὰ κρατοῦντα τοῦ ἀνθρωπίνου γένους, ἡδονή, καὶ λύπη· διὰ δὴ τοίνυν τῶν δύο τούτων ἐλθὼν ὁ Κύριος, ἀήττητος εὑρέθη. Προσέβαλε μὲν γὰρ αὐτῷ πρότερον ἐν τῷ ὄρει ὁ πειράζων δι’ ἡδονῆς· εὑρὼν δὲ ταύτῃ ἀνάλωτον, ὕστερον τὸ μέγα μηχάνημα τὴν λύπην προσήγαγεν, ἵνα κἂν διὰ ταύτης γοῦν κρατήσῃ αὐτοῦ· καὶ διὰ τοῦτο παρεκίνησε πάντα κατ’ αὐτοῦ, τοὺς μαθητὰς ἀρνήσασθαι, τοὺς στρατιώτας ἐμπαίζειν, τοὺς παραπορευομένους βλασφημεῖν, καὶ ἁπλῶς τοὺς Ἰουδαίους θανατῶσαι. Ἀλλὰ καὶ οὕτως εὗρεν αὐτὸν ἀήττητον.

Οὐ γὰρ ἠδυνήθη ἐν τῷ σταυρῷ λύπη πεῖσαι τὸν Κύριον μισῆσαι τοὺς σταυροῦντας, ἀλλὰ γὰρ ἠγάπα πάλιν καὶ ὑπερηύχετο λέγων· «Μὴ στήσῃς αὐτοῖς, Πάτερ, τὴν ἁμαρτίαν ταύτην.» Ὁρᾷς πως νενίκηκεν ἐν ᾧ ἐδόκει ἡττᾶσθαι; Οὕτως οὖν καὶ ὕψωσις αὐτοῦ καὶ δόξα γέγονεν ὁ σταυρός. «Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτόν, μὴ ἀπόλληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.» Πολλὴ ἡ τῆς ἀγάπης τοῦ Θεοῦ πρὸς τὸν κόσμον ἐπίτασις, καὶ τοσαύτη. ὥστε οὐκ ἄγγελον, οὐ προφήτην δοῦναι, ἀλλὰ τὸν Υἱὸν αὐτοῦ, καὶ τοῦτον μονογενῆ. Καὶ ἄγγελον μὲν γὰρ εἰ ἔδωκεν, οὐδὲν οὕτω μικρὸν ἦν τὸ πρᾶγμα. Διατί; Διότι ὁ μὲν ἄγγελος, διάκονος αὐτοῦ πιστὸς καὶ ὑπηρέτης· ἡμεῖς δέ, ἐχθροὶ καὶ ἀποστάται. Νῦν δὲ Υἱὸν δούς, ποίαν ὑπερβολὴν ἀγάπης παρῆκε; Πάλιν, εἰ πολλοὺς ἔχων υἱούς, ἕνα δέδωκε, καὶ τοῦτο ὑπέρμεγα· νῦν δὲ τὸν Μονογενῆ δέδωκεν. Ἄρα οὖν ἔστιν ἀξίως ὑμνῆσαι τὴν ἀγαθότητα. Οἱ δὲ Ἀρειανοὶ λέγουσιν ὅτι Μονογενὴς λέγεται, διότι αὐτὸς μόνος γέγονε, καὶ ἐκτίσθη ὑπὸ Θεοῦ, τὰ δ’ ἄλλα πάντα ὑπ’ αὐτοῦ.

Πρὸς οὓς ἁπλοῦς ὁ λόγος, ὅτι Εἰ μὲν Μονογενὴς ἐλέγετο χωρὶς τοῦ Υἱός, εἶχεν ἂν λόγον τὸ κομψὸν ὑμῶν εὕρημα· νῦν δὲ μετὰ τοῦ Μονογενοῦς καὶ τὸ Υἱὸς λεγόμενον, οὐ δίδωσιν οὕτω νοεῖν τὸν Μονογενῆ, ἀλλὰ τὸν μόνον γεννηθέντα ἐκ τοῦ Πατρός. Ὅρα δέ μοι, ὅτι ὥσπερ ἄνω εἶπεν, ὅτι ὁ Υἱὸς τοῦ ἀνθρώπου κατέβη ἐκ τοῦ οὐρανοῦ, καίτοι οὐ κατέβη ἡ σὰρξ ἐκ τοῦ οὐρανοῦ, ἀλλ’ ὅμως διὰ τὸ ἓν πρόσωπον, καὶ τὴν μίαν ὑπόστασιν, τὰ τοῦ Θεοῦ προσέθηκε τῷ ἀνθρώπῳ· οὕτω κἀνταῦθα τὸ ἔμπαλιν τὰ τοῦ ἀνθρώπου προστίθησι τῷ Θεῷ Λόγῳ. Ἔδωκε γάρ, φησίν, ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς θάνατον· καίτοι ὁ Θεὸς ἀπαθὴς διέμεινεν· ἀλλ’ ἐπεὶ εἷς καὶ ὁ αὐτὸς καθ’ ὑπόστασιν ἦν ὅ τε τοῦ Θεοῦ Λόγος, καὶ ὁ τὰ πάθη ὑφιστάμενος ἄνθρωπος· ὁ Υἱὸς λέγεται διδόσθαι, ὃς καὶ ἀληθῶς ἔπασχεν ἐν τῇ οἰκείᾳ σαρκί. Τί δὲ τὸ κέρδος τοῦ δοθῆναι τὸν Υἱόν; Ὡς μέγα καὶ ὑπὲρ ἔννοιαν ἀνθρωπίνην, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτόν, δύο ταῦτα κερδάνῃ· ἓν μέν, τὸ μὴ ἀπολέσθαι· ἕτερον δέ, τὸ καὶ ζωὴν ἔχειν, καὶ ταύτην αἰώνιον.

Ἡ μὲν γὰρ Παλαιά, τοὺς ἐν ταύτῃ εὐαρεστοῦντας τῷ Θεῷ, μακρότητος ἡμερῶν ἐμπιπλᾷν ὑπισχνεῖτο· τὸ δὲ Εὐαγγέλιον, οὐ προσκαίρῳ ζωῇ φιλοτιμεῖται, ἀλλὰ καὶ αἰωνίῳ καὶ ἀκαταλύτῳ. Ἐπεὶ δὲ δύο εἰσὶν αἱ τοῦ Χριστοῦ παρουσίαι, ἥ τε ἤδη γεγενημένη, καὶ ἡ μέλλουσα, περὶ τῆς προτέρας λέγει παρουσίας, ὅτι οὐκ ἀπεστάλη ὁ Υἱὸς ἵνα κατακρίνῃ τὸν κόσμον.

Ἐπεὶ εἰ ἐπὶ τοῦτο ἦλθε, πάντες ἂν κατεκρίθησαν· πάντες γὰρ ἥμαρτον, καθὰ καὶ Παῦλός φησιν· ἀλλὰ προηγουμένως ἐπὶ τὸ σῶσαι τὸν κόσμον ἦλθε, καὶ τοῦτο σκοπὸς ἦν αὐτῷ· κατὰ συμβεβηκὸς δὲ κρίνει τοὺς μὴ πιστεύσαντας. Ὁ μέντοι Μωσαϊκὸς νόμος, προηγουμένως εἰς ἔλεγχον τῆς ἁμαρτίας ἦλθε, καὶ κατάκρισιν τῶν παραβαινόντων. Οὐδενὶ γὰρ συνεχώρει, ἀλλ’ ἅμα τε εὗρεν ἁμαρτάνοντά τι, καὶ ἅμα τὴν δίκην ἐπῆγεν. Ἡ μὲν οὖν πρώτη παρουσία οὐκ εἶχε σκοπὸν τὸ κρίνειν, εἰ μὴ κατὰ συμβεβηκός, τοὺς ἀπιστήσαντας· οὗτοι γὰρ ἤδη κέκρινται· ἡ δέ γε δευτέρα παρουσία, πάντως ἐπὶ τῷ πάντας κρῖναι, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, γενήσεται. «Ὁ πιστεύων εἰς τὸν Υἱόν, οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων, ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ. Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἦλθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος, ἢ τὸ φῶς· ἦν γὰρ πονηρὰ αὐτῶν τὰ ἔργα. Πᾶς γὰρ ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ· ὁ δὲ ποιῶν τὴν ἀλήθειαν, ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.» Τί ἐστιν, «Ὁ πιστεύων εἰς τὸν Υἱόν, οὐ κρίνεται;» Ἆρα γάρ, ἐὰν ἀκάθαρτον ἔχῃ βίον, οὐ κρίνεται; Μάλιστα μὲν τοὺς τοιούτους οὐδὲ γνησίως πιστοὺς ὁ Παῦλός φησι. «

Θεὸν γάρ, φησίν, ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται.» Πλὴν ἐνταῦθα τοῦτό φησιν, ὅτι κατ’ αὐτὸ τοῦτο τὸ πιστεῦσαι, οὐ κρίνεται· τῶν μέντοι πονηρῶν ἔργων χαλεπωτέρας εὐθύνας δώσει· ἀπιστίας δὲ ἕνεκεν οὐ κολάζεται· ἅπαξ γὰρ ἐπίστευσεν. «Ὁ δὲ μὴ πιστεύων, ἤδη κέκριται.» Πῶς; Πρῶτον μέν, ὅτι καὶ αὕτη ἡ ἀπιστία κατάκρισίς ἐστι. Τὸ γὰρ ἐκτὸς εἶναι τοῦ φωτός, αὐτὸ μόνον τιμωρία μεγίστη. Ἔπειτα εἰ μὴ καὶ ἐντεῦθεν ἤδη τῇ γεέννῃ δίδοται, ἀλλ’ οὖν τὰς ἀφορμὰς τῆς μελλούσης τιμωρίας ἐντεῦθεν συνῆξε· καθάπερ καὶ ὁ φονεύς, κἂν μὴ τῇ ψήφῳ τοῦ κρίνοντος καταδικασθῇ, τῇ τοῦ πράγματος καταδεδίκασται φύσει· καὶ ὁ Ἀδὰμ δέ, ᾗ ἡμέρᾳ ἔφαγεν ἀπὸ τοῦ ξύλου, ἀπέθανε, καίτοι ἔζη, ἀλλὰ τῇ ἀποφάσει καὶ τῇ τοῦ πράγματος φύσει τεθνηκὼς ἦν. Πᾶς οὖν ἄπιστος, κατάκριτός ἐστιν ἐντεῦθεν ἤδη, ὡς τῇ κολάσει πάντως παραδοθησόμενος, καὶ οὐδὲ εἰς κρίσιν ἀχθησόμενος, κατὰ τό, «Οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει·» οὐδὲ γὰρ λόγου ἀξιοῦνται οἱ ἀσεβεῖς, ὥσπερ οὐδὲ ὁ διάβολος. Ἐν κρίσει μὲν οὖν οὐκ ἀναστήσονται, ἐν κατακρίσει δέ. Οὕτω καὶ ἐν τῷ Εὐαγγελίῳ φησὶν ὁ Κύριος, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου, ἤδη κέκριται, οὐ μόνον ὡς αὐτὸς ἀπιστήσας, ἀλλὰ καὶ τὸν Ἰούδαν προδότην ποιήσας, καὶ τοῖς ἄλλοις τῆς ἀπωλείας γεγονὼς πρόξενος.

Εἰ δὲ ὁ Κύριος ἐν παραβολαῖς εἰσάγει τοὺς κολασθησομένους λόγου ἀξιουμένους, μὴ θαυμάσῃς· πρῶτον μὲν ὅτι παραβολαί εἰσι τὰ λεγόμενα, καὶ οὐ δεῖ πάντα τὰ ἐν παραβολαῖς λεγόμενα, ὡς νόμους καὶ κανόνας παραλαμβάνειν.

Ἐν γὰρ τῇ ἡμέρᾳ ἐκείνῃ ἕκαστος τὸ συνειδὸς ἔχων ἀπαραλόγιστον δικαστήν, οὐ δεῖται ἑτέρου ἐλέγχου, ἀλλ’ ἐγκεχαλινωμένος αὐτὸς ὑφ’ ἑαυτοῦ ἄπεισιν. Ἔπειτα οὐκ ἀπίστους εἰσάγει ὁ Κύριος ἀξιουμένους λόγου, ἀλλὰ πιστοὺς μέν, ἀσπλάγχνους δὲ καὶ ἀνελεήμονας. Ἡμεῖς δὲ περὶ ἀσεβῶν καὶ ἀπίστων λέγομεν· ἕτερον δὲ ἀσεβὴς καὶ ἄπιστος, καὶ ἕτερον ἀνελεήμων καὶ ἁμαρτωλός. Δείκνυσιν ἐνταῦθα πάσης ἀπολογίας ἐστερημένους, τοὺς μὴ πιστεύσαντας. Αὕτη γάρ ἐστιν ἡ κατάκρισις, φησίν, ὅτι ἦλθε πρὸς αὐτοὺς τὸ φῶς, οὐδὲ οὕτως προσέδραμον αὐτῷ. Οὐ γὰρ τοῦτο μόνον ἥμαρτον, ὅτι οὐκ ἐζήτησαν αὐτοὶ τὸ φῶς, ἀλλὰ τὸ χείριστον τοῦτό ἐστιν, ὅτι ἐκεῖνο ἦλθε πρὸς αὐτούς, καὶ ὅμως οὐ παρεδέξαντο· διὰ τοῦτο καὶ κατακεκριμένοι εἰσίν.

Εἰ μὲν γὰρ μὴ ἦλθε τὸ φῶς, εἶχον ἂν οἱ ἄνθρωποι ἄγνοιαν τοῦ καλοῦ προβαλέσθαι· ἐπεὶ δὲ ἦλθε μὲν ὁ Θεὸς Λόγος, δέδωκε δὲ τὸν λόγον αὐτοῦ, ὥστε φωτίζειν, οὐ παρεδέξαντο δέ, πάσης ἀπολογίας λοιπὸν ἐστέρηνται. Ἵνα δὲ μή τις εἴποι, ὅτι Οὐδεὶς ἂν τὸ σκότος προτιμήσειε τοῦ φωτός, τίθησι καὶ τὴν αἰτίαν, ἀφ’ ἧς οἱ ἄνθρωποι τῷ σκότει προσῆλθον. «Ἦν γάρ, φησί, πονηρὰ αὐτῶν τὰ ἔργα.» Ἐπειδὴ γὰρ ὁ Χριστιανισμός, οὐ μόνον δόγματα ὀρθά, ἀλλὰ καὶ πολιτείαν σεμνὴν ἀπαιτεῖ, αὐτοὶ δὲ ἠβούλοντο τῷ βορβόρῳ τῆς ἁμαρτίας ἐγκυλίεσθαι, διὰ τοῦτο οὐκ ἠθέλησαν οἱ τὰ φαῦλα πράσσοντες, πρὸς τὸ φῶς τοῦ Χριστιανισμοῦ ἐλθεῖν, καὶ τοῖς ἐμοῖς νόμοις ὑποβαλεῖν ἑαυτούς. Ὁ δέ γε ποιῶν τῆν ἀλήθειαν, ὁ πρὸς βίον δηλαδὴ νεύων σεμνὸν καὶ θεάρεστον, προστρέχει τῷ Χριστιανισμῷ ὡς φωτί, ἵνα μᾶλλον ἐν τῷ ἀγαθῷ προκόψῃ, καὶ φανῇ αὐτοῦ τὰ ἔργα κατὰ Θεόν. Ὁ γὰρ τοιοῦτος, μετὰ τοῦ πιστεύειν ὀρθῶς, καὶ πολιτείαν σεμνὴν κατορθῶν, λάμπει πᾶσιν ἀνθρώποις, καὶ δοξάζεται Θεὸς ἐν αὐτῷ. Ὥστε τῆς ἀπιστίας αἰτία γέγονε τοῖς Ἕλλησιν ἡ ἀκαθαρσία τοῦ βίου. Ἀλλ’ ἴσως ἐρεῖ τις· Τί οὖν; οὐκ εἰσὶ Χριστιανοὶ φαῦλοι, καὶ Ἕλληνες ἐπαινετοὶ κατὰ βίον; Τὸ μὲν οὖν εἶναι φαύλους Χριστιανούς, καὶ αὐτός φημι· τὸ δὲ Ἕλληνας ἀγαθοὺς εὑρεθῆναι, οὐκ ἄν ποτε φαίην.

Ἀπὸ φύσεως μὲν γὰρ ἐπιεικεῖς, καὶ ἀγαθοὶ εὑρεθεῖέν τινες (τοῦτο δὲ οὐκ ἔστιν ἀρετή)· ἀπὸ ἀσκήσεως δὲ καὶ μελέτης τοῦ ἀγαθοῦ, οὐδείς. Εἰ δέ τινες ἔδοξαν ἀγαθοί, ἀλλὰ πρὸς δόξαν πάντα ἐποίουν· ὁ δὲ δόξης ἕνεκα πράσσων, καὶ οὐ δι’ αὐτὸ τὸ καλόν, ὅταν καιρὸν εὕρῃ, τῇ πονηρᾷ ἐπιθυμίᾳ χαρήσεται. Εἰ γὰρ παρ’ ἡμῖν, καὶ γεέννης ἀπειλή, καὶ ἄλλη πᾶσα ἐπιμέλεια, καὶ βίοι ἀναριθμήτων ἁγίων, μόλις κατέχουσι τοὺς ἀνθρώπους ἐν ἀρετῇ· σχολῇ γε αἱ παρ’ Ἕλλησι φλυαρίαι, καὶ μιαρίαι, τοὺς παρ’ ἐκείνοις ἐν τῷ καλῷ καθέξουσι. Μέγα μὲν οὖν, εἰ καὶ μὴ παγκάκους ἐργάσαιντο. «Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβε μετ’ αὐτῶν, καὶ ἐβάπτιζεν. Ἦν δὲ καὶ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγένοντο καὶ ἐβαπτίζοντο. Οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης.» Μέχρι μὲν ἡ ἑορτὴ τοῦ Πάσχα συνίστατο, ἐν Ἱεροσολύμοις ἦν ὁ Ἰησοῦς· ἐπεὶ δὲ παρῆλθεν αὕτη, ἐξῆλθεν ἐπὶ τὴν Ἰουδαίαν γῆν, καὶ πλησίον τοῦ Ἰορδάνου διέτριβεν, ἔνθα πολλοὶ συνέτρεχον. Οὐκ ἐζήτει δὲ τοὺς πολυοχλοῦντας τόπους διὰ φιλοτιμίαν κενήν, ἢ ἐπίδειξιν, ἀλλὰ πλείοσι τὴν ὠφέλειαν καὶ τὸ ἀγαθὸν κοινοῦσθαι θέλων· ἐπεὶ καὶ εἰς τὰς ἑορτὰς ἀνέβαινε, δι’ αὐτὸ τοῦτο, ὡς πλείονας ὠφελήσων καὶ λόγῳ, καὶ θαυμάτων ἐπιδείξεσιν.

Ἀκούων δὲ ὅτι ἐβάπτιζε, μὴ αὐτὸν ἐκεῖνον νόμιζε βαπτίζειν, ἀλλὰ τοὺς αὐτοῦ μαθητάς· τὸ δὲ τῶν μαθητῶν ἔργον, εἰς τὸν Διδάσκαλον ἀναφέρει ὁ εὐαγγελιστής. Ἐπείτοι γε προϊὼν αὐτὸς οὗτος ὁ εὐαγγελιστής, φησίν, ὅτι «Ἰησοῦς οὐκ ἐβάπτιζεν, ἀλλ’ οἱ μαθηταὶ αὐτοῦ.» Ἐρωτᾷς δέ· Τίνος ἕνεκεν αὐτὸς οὐκ ἐβάπτιζε; Μάνθανε·

Προλαβὼν εἶπεν ὁ Ἰωάννης, ὅτι «Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ·» Πνεῦμα δὲ ἅγιον οὔπω ἦν δεδωκώς, διότι οὐδὲ καιρὸς ἦν. Εἰ τοίνυν ἐβάπτιζεν, ἢ χωρὶς Πνεύματος ἐβάπτιζεν ἄν, καὶ τί λοιπὸν διέφερε τοῦ Ἰωάννου; ἢ ἐδίδου ἂν Πνεῦμα καὶ πρὸ καιροῦ, ὅπερ ἀνάξιον τοῦ πάντα ἐν καιρῷ ποιοῦντος Θεοῦ. Τίς δὲ ἦν ὁ καιρὸς τῆς τοῦ Πνεύματος δόσεως;

Ὁ μετὰ τὴν ἀνάληψιν. Ἔδει γὰρ ἐμφανισθῆναι τὴν ἀνθρωπίνην φύσιν τῷ Πατρὶ ἀναμάρτητον ἐν Χριστῷ Ἰησοῦ· καὶ οὕτω διαλλαγέντος τοῦ Θεοῦ πρὸς ἡμᾶς, τὸ Πνεῦμα ὡς πλοῦτον καὶ φιλοτιμίαν ἐπιπεμφθῆναι. Οἱ τοίνυν μαθηταὶ τοῦ Ἰησοῦ ἐβάπτιζον, ἵνα πλείους τῇ σωτηριώδει διδασκαλίᾳ προσάξωσι. Τούτων δὲ βαπτιζόντων, καὶ ὁ Ἰωάννης ἔτι βαπτίζει, καὶ οὐκ ἐπαύσατο, δύο κατορθῶν ἐν ταυτῷ· ἓν μέν, τὸ τοῖς προστρέχουσιν αὐτῷ περὶ Χριστοῦ λέγειν, καὶ προσάγειν αὐτοὺς αὐτῷ· ἕτερον δέ, τὸ τοὺς μαθητὰς μὴ εἰς ζῆλον, καὶ πλείονα φιλονεικίαν ἐρεθίσαι. Εἰ γὰρ ἐπαύσατο τοῦ βαπτίζειν, τί οὐκ ἂν ἐποίησαν οἱ μαθηταὶ αὐτοῦ, φθονερώτερον διακείμενοι πρὸς Χριστόν;

Εἰ γὰρ μυριάκις βοῶν, καὶ τῶν πρωτείων ἀεὶ τῷ Χριστῷ παραχωρῶν, οὐκ ἔπεισεν αὐτοὺς αὐτῷ προσδραμεῖν· εἰς πόσον ἂν φθόνον οὐκ ἐκίνησεν αὐτούς, εἴγε τοῦ βαπτίζειν ἐπαύσατο; Διὸ καὶ ὁ Χριστὸς τότε μάλιστα ἤρξατο κηρύττειν, ὅτε Ἰωάννης κατεκλείσθη, διὰ τὸν φθόνον τῶν τοῦ Βαπτιστοῦ μαθητῶν. Οἶμαι δὲ καὶ τὴν τελευτὴν Ἰωάννου διὰ τοῦτο συγχωρηθῆναι ταχίστην γενέσθαι, ὥστε πᾶσαν τὴν τοῦ πλήθους διάθεσιν ἐπὶ τὸν Χριστὸν μετελθεῖν, καὶ μηκέτι ταῖς περὶ ἀμφοτέρων, Ἰωάννου καὶ Χριστοῦ, σχίζεσθαι γνώμαις. Βαπτίζουσι τοίνυν οἱ τοῦ Χριστοῦ μαθηταὶ βάπτισμα μηδὲν πλέον ἔχον τοῦ βαπτίσματος Ἰωάννου. Ἄμφω γὰρ ἀτελῆ, ὡς τοῦ Πνεύματος ἄμοιρα· αἰτία μέντοι ἀμφοτέροις μία, τὸ προσάγειν Χριστῷ τοὺς βαπτιζομένους. «Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίων περὶ καθαρισμοῦ. Καὶ ἦλθον πρὸς τὸν Ἰωάννην, καὶ εἶπον αὐτῷ· Ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε, οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν.

Ἀπεκρίθη, καὶ εἶπεν ὁ Ἰωάννης· Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδέν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ.» Ἐγένετο ζήτησις περὶ τοῦ βαπτίσματος πρὸς Ἰουδαῖόν τινα φιλονεικούντων τῶν Ἰωάννου μαθητῶν. Ὁ μὲν γὰρ Ἰουδαῖος, τὸ βάπτισμα τῶν Χριστοῦ μαθητῶν προετίθει· οἱ δὲ μαθηταὶ Ἰωάννου, τὸ τοῦ διδασκάλου. Ζητήσαντες δὲ περὶ τοῦ καθαρισμοῦ, ἤτοι τοῦ βαπτίσματος, προσίασι τῷ αὑτῶν διδασκάλῳ, καὶ ἄρχονται παρακνίζειν αὐτόν, λέγοντες· «Ῥαββί, ὃς ἦν μετὰ σοῦ,» ὃς τάξιν εἶχε μαθητοῦ, ἀποσχίσας «βαπτίζει.» —«ᾮ σὺ μεμαρτύρηκας,» ἀντὶ τοῦ, Ὃν σὺ ἐβάπτισας, ὃν σὺ λαμπρὸν ἐποίησας, τοιαῦτά σοι τολμᾷ· ἀλλὰ καὶ ἕτερον, τὸ σοὶ μὲν μὴ προσέχειν τινάς, αὐτῷ δὲ πάντας. Πάντες γάρ, φησίν, ἔρχονται πρὸς αὐτόν, καταφρονήσαντές σου. Ἰωάννης δὲ θέλων αὐτοὺς ἐκφοβῆσαι, καὶ δεῖξαι, ὅτι τῷ Θεῷ πολεμοῦσι, κωλύοντες τὸν Χριστόν, καὶ τοῦ δοξάζεσθαι αὐτὸν ἀπείργοντες, φησίν· «Οὐ δύναται ἄνθρωπος λαβεῖν ἀφ’ ἑαυτοῦ οὐδέν,» καὶ τὰ ἑξῆς.

Εἰ γὰρ μὴ ἄνωθεν, φησί, δεδομένον ἦν, οὐκ ἂν ηὔξανεν ὁ παρ’ ὑμῶν φθονούμενος. Ὥστε δύο ἁμαρτάνετε ἐν ταυτῷ· ἓν μέν, τὸ ἐναντιοῦσθαι τῇ τοῦ Θεοῦ βουλῇ· ἕτερον δέ, τὸ ἀδύνατον ἐπιχειρεῖν. Ἅμα δὲ καὶ ἠρέμα παραμυθεῖται αὐτούς, ὅτι Οὐκ ἄνθρωπός ἐστιν ὁ νικῶν ὑμᾶς, ἀλλὰ Θεός. Ἀλλὰ καὶ ἡμεῖς, φησίν, ἄνωθεν εἴχομεν ὃ εἴχομεν, οὐκ οἴκοθεν. Εἰ δὲ λαμπρότερα τὰ τοῦ Χριστοῦ, οὐ χρὴ θαυμάζειν· Θεὸς γὰρ βούλεται. «Αὐτοὶ ὑμεῖς μαρτυρεῖτε ἐμοί, ὅτι εἶπον· Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλ’ ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου ὁ ἐστηκώς, καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. Αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.» Αὐτοί, φησίν, ὑμεῖς γινώσκετε, ὅτι ἐγὼ μεμαρτύρηκα αὐτῷ, ὅτι μείζων ἐμοῦ ἐστιν.

Εἰ οὖν ὅλως τῇ ἐμῇ μαρτυρίᾳ προσέχετε, μάθετε, ὅτι ἐκεῖνος ἐμοῦ προτιμητέος, καὶ τοῦτό ἐστιν ἡ ἐμὴ χαρά, τὸ ἐκείνῳ πάντας προσέρχεσθαι. Εἰ μὲν γὰρ μὴ προσήρχετο τῷ νυμφίῳ νύμφη, τουτέστιν, ὁ λαός, τότε ἂν ἤλγησα ἐγὼ ὁ νυμφαγωγός· νῦν δὲ τούτου γενομένου, χαρᾷ χαίρω. Βλέπω γὰρ τὸν νυμφίον Χριστὸν φωνοῦντα τῇ νύμφῃ, τῷ λαῷ, καὶ διδάσκοντα αὐτόν. Οὐχ ἁπλῶς δὲ εἶπε καὶ τό, «Ἑστηκώς.» Δείκνυσι γὰρ ὅτι τὰ αὐτοῦ πέπαυται, καὶ ἕστη, οὐκέτι ἐνεργοῦντα, καὶ ὅτι αὐτὸν λοιπὸν ἑστάναι χρή, καὶ μόνον ἀκούειν τοῦ Χριστοῦ διδάσκοντος, καὶ διαλεγομένου πρὸς τὴν νύμφην. Τὸ γὰρ ἐμόν, φησίν, ἔργον ἤνυσται, καὶ παρέδωκα αὐτῷ τὸν λαόν.

Χρὴ τοίνυν τὴν ἐμὴν δόξαν ἐλαττοῦσθαι, τὴν δὲ ἐκείνου αὐξάνειν. Πῶς δὲ ἄρα ἐλαττοῦται ἡ δόξα τοῦ Προδρόμου; Ἦ πάντως, ὥσπερ ὁ ἑωσφόρος ὑπὸ τοῦ ἡλίου ἀποκρύπτεται, καὶ δοκεῖ μὲν τοῖς πολλοῖς. ὅτι ἔσβεσται τὸ φῶς, τῇ δὲ ἀληθείᾳ οὐκ ἔσβεσται, ἀλλ’ ὑπὸ τοῦ μείζονος κρύπτεται, οὕτω καὶ Πρόδρομος ὁ ἑωσφόρος ὑπὸ τοῦ νοητοῦ ἡλίου κρυπτόμενος, ἐλαττοῦσθαι λέγεται· αὔξει δὲ ὁ Χριστός, καθὸ κατὰ βραχὺ ἐκφαίνει ἑαυτὸν διὰ τῶν θαυμάτων· οὐ κατὰ προκοπὴν τὴν ἐν ἀρετῇ αὔξων, (μὴ γένοιτο! τοῦτο γὰρ Νεστορίου τὸ παραλήρημα), ἀλλὰ κατὰ τὴν ἔκφανσιν καὶ ἐπίδειξιν τῆς θεότητος. Κατ’ ὀλίγον γάρ, ὅτι Θεός ἐστιν, ἐξέφαινε, καὶ οὐκ ἀθρόως.

Πεπλήρωται οὖν, φησίν, ἡ ἐμὴ χαρὰ ἐπὶ τῷ νυμφίῳ. Τὸ γὰρ ἔργον, ὃ ἐπιστεύθην ὡς νυμφαγωγός, ὁρῶ προχωρῆσαν. Πάσης τοίνυν ψυχῆς νυμφίος, ὁ Κύριος· νυμφὼν δέ, ἔνθα ἡ συνάφεια γίνεται, ὁ τόπος τοῦ βαπτίσματος, ἤτοι ἡ Ἐκκλησία. Δίδωσι δὲ ἀῤῥαβῶνα τῇ νύμφῃ, ἁμαρτιῶν ἄφεσιν. Πνεύματος ἁγίου κοινωνίαν· τὰ δὲ τελεώτερα ἐν τῷ μέλλοντι, ὅτε τὰ κρείττω καὶ ὑψηλότερα μυσταγωγήσει τοῖς ἀξίοις. Σημείωσαι δέ, ὅτι οὐδεὶς ἄλλος ἐστὶ νυμφίος, εἰ μὴ μόνος ὁ Χριστός· πάντες δὲ οἱ διδάσκοντες, νυμφαγωγοί εἰσιν, ὥσπερ οὖν καὶ ὁ Πρόδρομος. Οὐδεὶς γὰρ ἄλλος δωτήρ ἐστι τῶν ἀγαθῶν, εἰ μὴ ὁ Κύριος· οἱ δὲ ἄλλοι πάντες, μεσῖται, καὶ τῶν παρὰ τοῦ Κυρίου δεδομένων ἀγαθῶν διάκονοι. «Ὁ ἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἐστίν· ὁ ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λαλεῖ.

Ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος, ἐπάνω πάντων ἐστί· καὶ ὃ ἑώρακε, καὶ ἤκουσε, τοῦτο μαρτυρεῖ· καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν, ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. Ὃν γὰρ ἀπέστειλεν ὁ Θεός, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ. Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα.» Συγκρίνει ἑαυτὸν ὁ Πρόδρομος τῷ Χριστῷ, καί φησιν, ὅτι Ἐκεῖνος μὲν ἄνωθεν ἔρχεται ἐκ τοῦ Πατρός, καὶ ἐπάνω πάντων ἐστίν, ἐξῃρημένος πάντων καὶ τὴν Πατρῴαν ὑπεροχὴν ἀποσώζων· ἐγὼ δὲ ἐκ γῆς ὤν, γήϊνα λαλῶ, εὐτελῆ καὶ ταπεινά, ὡς πρὸς σύγκρισιν τῆς τοῦ Χριστοῦ διδασκαλίας. Ἐπείτοιγε καὶ τὰ αὐτοῦ τοῦ Προδρόμου, θεῖα ἦσαν· ὡς δὲ πρὸς τὰ τοῦ Χριστοῦ συγκρινόμενα, πολὺ τὸ χθαμαλὸν ἔχουσιν. Ἐκεῖνος, φησίν, ὃ ἑώρακε καὶ ἤκουσε, λαλεῖ· τουτέστιν, ἃ παρὰ τοῦ Πατρὸς ἤκουσε, καὶ ἃ ἑώρακεν, ἤγουν, ἃ ἀκριβῶς οἶδεν, ἐκεῖνα λαλεῖ καὶ μαρτυρεῖ. Ἀλλὰ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς τῶν μὴ τῇ ἀληθείᾳ προσεχόντων λαμβάνει. Ὃς δὲ λάβῃ τὴν μαρτυρίαν, ἤτοι τὴν διδασκαλίαν αὐτοῦ, ἐσφράγισεν, ἀντὶ τοῦ, ἔδειξεν, ἐβεβαίωσεν, ὅτι ὁ Θεὸς ἀληθής ἐστιν.

Ὁ γὰρ τῷ παρὰ Θεοῦ ἀπεσταλμένῳ πιστεύων, τῷ Θεῷ πιστεύει, καὶ λοιπὸν σφραγίζει, καὶ ἀποδείκνυσιν, ὅτι ὡς ἀληθεῖ ὄντι ἐπίστευσεν· ὥσπερ οὖν πάλιν ὁ ἀπιστῶν τῷ παρὰ τοῦ Θεοῦ ἀπεσταλμένῳ, δεικνύει, ὅτι ψεύστης ἐστί, καὶ διὰ τοῦτο οὐκ ἐπίστευσεν αὐτῷ, οἷα δὴ ψευδομένῳ· ὥστε ὁ τῷ Χριστῷ πιστεύων, δείκνυσι τὸν Θεὸν ἀληθῆ, ἐξ αὐτοῦ τούτου πάντως, τοῦ πιστεῦσαι τῷ παρ’ αὐτοῦ ἀπεσταλμένῳ. Πρόδηλον γάρ, ὅτι ὡς ἀληθεῖ ὄντι αὐτῷ ἐπίστευσε, καὶ εἰκότως. Οἱ μὲν γὰρ ἄλλοι πάντες, φησί, μέτρῳ τὴν ἐνέργειαν ἔλαβον τοῦ Πνεύματος· αὐτῷ δὲ τῷ Χριστῷ οὐκ ἐκ μέτρου δέδωκε μίαν τυχὸν ἢ δύο ἐνεργείας, ἀλλ’ αὐτὸς τὸ Πνεῦμα ὁλόκληρον ἔχει οὐσιωδῶς Τοῖς μὲν οὖν προφήταις ὁ Θεὸς καὶ δίδωσι τὸ Πνεῦμα, ἤτοι τὴν ἐνέργειαν τοῦ Πνεύματος, καὶ ἐν μέτρῳ δίδωσι· Χριστῷ δὲ οὔτε ἐν μέτρῳ, οὔτε ὅλως δίδωσιν· ἔχει γὰρ αὐτὸ οὐσιωδῶς ὁ Χριστός. Ὅταν δὲ ἀκούσῃς, ὅτι ὁ Χριστός, ἃ ἤκουσε παρὰ τοῦ Πατρός, ἐκεῖνα λαλεῖ, μὴ νόμιζε αὐτὸν ἐνδεᾶ ὄντα γνώσεως, παρὰ τοῦ Πατρὸς μανθάνειν· ἀλλ’ ἐπεὶ πάντα, ὅσα εἶδεν ὁ Υἱὸς φυσικῶς, πάντα ἐκ τοῦ Πατρὸς ἔχει ὡς ὁμοούσιος αὐτῷ, τούτου ἕνεκεν λέγεται παρὰ τοῦ Πατρὸς ἀκούειν, ὅσα οἶδεν· ὥσπερ εἰ ἴδοις υἱὸν κατὰ πάντα τῷ πατρὶ ἐοικότα, λέγεις ὅτι Πάντα ἐκ τοῦ πατρὸς ἔχει. ἀντὶ τοῦ, Οὐδενὶ ἄλλῳ ὅμοιος ἀπέβη, ἢ τῷ πατρί.

Ἀκούων δὲ ἀπεστάλθαι, ὡς ἀκτῖνα νόησον ἀπὸ τοῦ ἡλίου τοῦ, Πατρός, αὐτὸν ἀποσταλῆναι. Ἢ οὐχ οὕτω λέγομεν, ὅτι Ἀπέστειλε τὰς ἀκτῖνας ὁ ἥλιος; καὶ Ἀφῆκε τὸ φῶς ὁ ἥλιος, ἀντὶ τοῦ, ἔπεμψε τῇ γῇ, Καὶ οὐδέ που τὴν ἀκτῖνα, ἑτέρας οὐσίας λέγομεν εἶναι, ἢ ὑστέραν τοῦ ἡλίου. Οὕτως οὖν καὶ τὸν Υἱὸν ἀπεστάλθαι τῷ κόσμῳ παρὰ τοῦ νοητοῦ ἡλίου, τοῦ Πατρός, ὡς ἀπαύγασμα καὶ ἀκτῖνα, καὶ φῶς, καὶ ὡς ἂν βούλοιο, καθ’ ὅσον ἐγχωρεῖ, καλεῖν αὐτόν. Οὐκ ἄκαιρον δὲ εἰπεῖν, ἐνταῦθα τοῦ λόγου γενομένου, πῶς ἔχει ὁ Υἱὸς τὸ Πνεῦμα, καὶ πῶς λέγεται τὸ Πνεῦμα τοῦ Υἱοῦ. Φησὶ γὰρ καὶ ὁ Ἀπόστολος· «Τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ ἐν ταῖς καρδίαις ὑμῶν ἀπέστειλε, κράζον· Ἀββᾶ ὁ Πατήρ·» καὶ πάλιν, «Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.» Οἱ γὰρ Λατῖνοι, κακῶς ταῦτα ἐκδεχόμενοι καὶ παρανοοῦντες, φασίν, ὅτι τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται. Ἡμεῖς δὲ πρῶτον μὲν τοῦτό φαμεν πρὸς αὐτούς, ὅτι ἄλλο ἐστὶ τὸ εἶναι ἔκ τινος, καὶ ἄλλο τὸ εἶναί τινος· οἷον, τὸ Πνεῦμα εἶναι μὲν τοῦ Υἱοῦ Πνεῦμα, ἀναμφίβολον, καὶ παρὰ τῆς Γραφῆς πάσης βεβαιούμενον· εἶναι δὲ ἐκ τοῦ Υἱοῦ, οὐδεμία Γραφὴ μαρτυρεῖ, ἵνα μὴ δύο τοὺς αἰτίους τοῦ Πνεύματος εἰσάξωμεν, τόν τε Πατέρα καὶ τὸν Υἱόν. Ναί, φασίν, ἀλλ’ ἐνεφύσησε τοῖς μαθηταῖς, καὶ εἶπε· «Λάβετε Πνεῦμα ἅγιον.» Βαβαὶ τῆς παροινίας!

Εἰ τότε ἔδωκε τοῖς μαθηταῖς τὸ Πνεῦμα, ὅτε ἐνεφύσησε, πῶς λοιπὸν ἔλεγεν αὐτοῖς, ὅτι «Λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς οὐ μετὰ πολλὰς ταύτας ἡμέρας;» ἢ πῶς ἐν τῇ Πεντηκοστῇ πιστεύομεν τὴν κάθοδον γενέσθαι τοῦ Πνεύματος, εἴγε ἐν τῇ ὀψίᾳ τῇς ἀναστασίμου ἡμέρας ἔδωκεν αὐτό; τότε γὰρ δήπου ἐνεφύσησεν.

Ἀλλὰ ταῦτα μέν ἐστι πλατὺς γέλως. Φανερὸν γάρ, ὡς τότε αὐτοῖς οὐ τὸ ἅγιον Πνεῦμα δέδωκεν, ἀλλὰ χάρισμα ἓν τῶν τοῦ Πνεύματος, τὸ ἀφιέναι τὰς ἁμαρτίας. Εὐθὺς γὰρ ἐπάγει· «Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας.» Τὸ δὲ Πνεῦμα οὐσιωδῶς ἔχει ὁ Υἱός, ὡς ὁμοούσιος αὐτῷ, οὐχ ὡς ἐνεργούμενος ὑπ’ αὐτοῦ· οἱ γὰρ προφῆται ἐνεργοῦνται. Λέγεται δὲ τὸ Πνεῦμα εἶναι τοῦ Υἱοῦ, καθὸ ἀλήθεια μέν ἐστιν ὁ Υἱός, καὶ δύναμις, καὶ σοφία· τὸ δὲ ἅγιον Πνεῦμα, καὶ ἀληθείας, καὶ ἰσχύος, καὶ σοφίας Πνεῦμα παρὰ τοῦ Ἡσαΐου ἀναγέγραπται. Καὶ ἄλλως δέ, ἐπεὶ διὰ Υἱοῦ χορηγεῖται, τοῖς ἀνθρώποις, διὰ τοῦτο τοῦ Υἱοῦ λέγεται. Πίστευε σὺ τὸ Πνεῦμα, ἐκ τοῦ Πατρὸς μὲν προϊέναι, δι’ Υἱοῦ δὲ χορηγεῖσθαι τῇ κτίσει, καὶ οὗτος ἔσται σοι κανὼν ὀρθοδοξίας. «Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν Υἱόν, ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται ζωήν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ’ αὐτόν.» Εἰπὼν περὶ τοῦ Χριστοῦ τὰ ὑψηλά, νῦν πάλιν τὰ ταπεινὰ φθέγγεται, εὐπαράδεκτον τὸν λόγον τοῖς ἀκροαταῖς ποιῶν. Διὰ τοῦτο, φησίν, ἀγαπᾷ ὁ Πατὴρ τὸν Υἱόν, ὡς περὶ ἀνθρώπου τινὸς θαυμαστοῦ διαλεγόμενος, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ τοῦ Υἱοῦ, κατὰ τὸ ἀνθρώπινον.

Εἰ δὲ καὶ κατὰ τὸ θεϊκόν, τί τοῦτο; Δέδωκε ὁ Πατὴρ τὰ πάντα τῷ Υἱῷ, λόγῳ φύσεως, ἀλλ’ οὐ χάριτος. Ἐπεὶ γὰρ καὶ τὸ εἶναι ἐκ τοῦ Πατρὸς ἔχει, εἰκότως καὶ πάντα ἐκ τοῦ Πατρὸς λέγεται ἔχειν. Ἔχει τοίνυν τὰ πάντα ὁ Υἱός, τά τε ἐν οὐρανῷ, τά τε ἐπὶ γῆς· δεσπόζει γὰρ ἁπάντων, κἂν μὴ βούλωνται.

Ὕστερον μέντοι, ὅτε κατὰ τὴν δευτέραν παρουσίαν πᾶν γόνυ κάμψει αὐτῷ. τὴν παντελῆ δεσποτείαν πάντων λήψεται· ὅτε οὐκέτι ἡ κακία δύναμιν ἔχει, ἀλλ’ ἀνενέργητος μένουσα, δείκνυσι τὴν φύσιν τοῦ ἀγαθοῦ ἐξ ἀρχῆς πᾶσιν ἐνοῦσαν, καὶ τὰ πάντα συνέχουσαν. «Ὁ πιστεύων εἰς τὸν Υἱόν, ἔχει τὴν αἰώνιον ζωὴν ἐν αὐτῷ,» αὐτὸν λέγω τὸν Χριστόν, ὃς ζωή ἐστιν ἀληθῶς. «Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα.» —«Ὁ δὲ ἀπειθῶν οὐκ ὄψεται τὴν ζωήν.» Ὁ γὰρ ἀποστὰς ἑκουσίως τῆς ζωῆς, πῶς ἕξει αὐτήν, ἥτις ἐστὶν ὁ Χριστός; Ὡς καὶ Παῦλός φησιν· «Ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς, οἱ πρὸς τὴν κακίαν νεκροὶ καὶ ἀκίνητοι γενόμενοι, φανερωθήσεσθε ἐν δόξῃ.» —«Ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ’ αὐτόν.» Οὐκ εἶπεν, ὅτι μενεῖ αὐτόν, ἀλλ’, «ἐπ’ αὐτόν,» δεικνὺς ὅτι οὐδέποτε αὐτοῦ ἀποστήσεται. Ἵνα γὰρ μὴ ἀκούσας θάνατον, πρόσκαιρον τοῦτον νοήσῃς, φησίν, ὅτι «μενεῖ ἐπ’ αὐτόν,» ἐπὶ τὸν ἀπειθήσαντα, καὶ ἀΐδιος ἔσται ἡ κόλασις. Διὰ τούτων δὲ πάντων τῶν ῥημάτων ἐνάγει ὁ Βαπτιστὴς καὶ συνωθεῖ τοὺς ἀκούοντας πάντας εἰς τὴν τοῦ Χριστοῦ πίστιν. Οὐ γὰρ μάτην ταῦτά φησιν, ἀλλὰ καὶ τοὺς οἰκείους μαθητὰς καὶ τοὺς ἄλλους πάντας παιδεύει, μηκέτι φθονεῖν τῷ Χριστῷ, ἀλλ’ ὡς Θεῷ προσέχειν.