Ἀκούων δὲ ἀπεστάλθαι, ὡς ἀκτῖνα νόησον ἀπὸ τοῦ ἡλίου τοῦ, Πατρός, αὐτὸν ἀποσταλῆναι. Ἢ οὐχ οὕτω λέγομεν, ὅτι Ἀπέστειλε τὰς ἀκτῖνας ὁ ἥλιος; καὶ Ἀφῆκε τὸ φῶς ὁ ἥλιος, ἀντὶ τοῦ, ἔπεμψε τῇ γῇ, Καὶ οὐδέ που τὴν ἀκτῖνα, ἑτέρας οὐσίας λέγομεν εἶναι, ἢ ὑστέραν τοῦ ἡλίου. Οὕτως οὖν καὶ τὸν Υἱὸν ἀπεστάλθαι τῷ κόσμῳ παρὰ τοῦ νοητοῦ ἡλίου, τοῦ Πατρός, ὡς ἀπαύγασμα καὶ ἀκτῖνα, καὶ φῶς, καὶ ὡς ἂν βούλοιο, καθ’ ὅσον ἐγχωρεῖ, καλεῖν αὐτόν. Οὐκ ἄκαιρον δὲ εἰπεῖν, ἐνταῦθα τοῦ λόγου γενομένου, πῶς ἔχει ὁ Υἱὸς τὸ Πνεῦμα, καὶ πῶς λέγεται τὸ Πνεῦμα τοῦ Υἱοῦ. Φησὶ γὰρ καὶ ὁ Ἀπόστολος· «Τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ ἐν ταῖς καρδίαις ὑμῶν ἀπέστειλε, κράζον· Ἀββᾶ ὁ Πατήρ·» καὶ πάλιν, «Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.» Οἱ γὰρ Λατῖνοι, κακῶς ταῦτα ἐκδεχόμενοι καὶ παρανοοῦντες, φασίν, ὅτι τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται. Ἡμεῖς δὲ πρῶτον μὲν τοῦτό φαμεν πρὸς αὐτούς, ὅτι ἄλλο ἐστὶ τὸ εἶναι ἔκ τινος, καὶ ἄλλο τὸ εἶναί τινος· οἷον, τὸ Πνεῦμα εἶναι μὲν τοῦ Υἱοῦ Πνεῦμα, ἀναμφίβολον, καὶ παρὰ τῆς Γραφῆς πάσης βεβαιούμενον· εἶναι δὲ ἐκ τοῦ Υἱοῦ, οὐδεμία Γραφὴ μαρτυρεῖ, ἵνα μὴ δύο τοὺς αἰτίους τοῦ Πνεύματος εἰσάξωμεν, τόν τε Πατέρα καὶ τὸν Υἱόν. Ναί, φασίν, ἀλλ’ ἐνεφύσησε τοῖς μαθηταῖς, καὶ εἶπε· «Λάβετε Πνεῦμα ἅγιον.» Βαβαὶ τῆς παροινίας!