Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τὰ εὐαγγέλια ἐξηγήσεις

Θεοφύλακτος Βουλγαρίας

Ερμηνεία εις το Κατά Ιωάννην: Η Σαμαρείτιδα, η Προβατική Κολυμβήθρα και η θεία εξουσία του Υιού

Ο διάλογος με τη Σαμαρείτιδα, η θεραπεία του παραλύτου στο Σάββατο και η υπεράσπιση της ισοτιμίας του Υιού με τον Θεό Πατέρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 21 από 28

ΚΕΦΑΛ. Δʹ. Περὶ τῆς Σαμαρείτιδος. Περὶ τοῦ υἱοῦ τοῦ βασιλικοῦ. «Ὡς οὖν ἔγνω ὁ Κύριος ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει, ἢ Ἰωάννης (καίτοι γε αὐτὸς ὁ Ἰησοῦς οὐκ ἐβάπτιζεν, ἀλλ’ οἱ μαθηταὶ αὐτοῦ), ἀφῆκε τὴν Ἰουδαίαν γῆν, καὶ ἀπῆλθε πάλιν εἰς τὴν Γαλιλαίαν.

Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας.» Ὁ φιλάνθρωπος, ἅπαξ δι’ ἡμᾶς σαρκωθείς, πάντα πρὸς ἡμετέραν ὠφέλειαν διαπράττεται. Ἀμέλει καὶ νῦν ἀκούσας, ὅτι οἱ Φαρισαῖοι περὶ τῆς δόξης αὐτοῦ ἤκουσαν, καὶ γνούς, ὅτι εἰς φθόνον κινηθήσονται τὸν κατ’ αὐτοῦ, ὑποχωρεῖ εἰς τὴν Γαλιλαίαν· δύο ταῦτα διδάσκων ἡμᾶς· ἓν μέν, τὸ φείδεσθαι τῶν ἐχθρῶν, καὶ πάντα τρόπον πειρᾶσθαι μὴ διδόναι αὐτοῖς ἀφορμὴν σκανδάλου ἢ φθόνου· ἕτερον δέ, τὸ μὴ ἐπιῤῥίπτειν ἑαυτοὺς τοῖς πειρασμοῖς ἀνοήτως καὶ ἀνονήτως, ἀλλ’ ὑποχωρεῖν πρὸς καιρόν, μέχρις ἂν ἡ μανία ῥαΐσῃ. Καίτοι δὲ δυνατὸς ὢν ἐπισχεῖν τοὺς αὐτῷ φθονοῦντας, κἂν εἰ κατ’ αὐτοῦ ὥρμησαν, ὅμως ὑπεξίσταται, ὥστε μὴ φαντασίαν δόξαι τὴν οἰκονομίαν τῆς σαρκός. Εἰ γὰρ συχνάκις διὰ μέσου αὐτῶν ἐξήρχετο, τί οὐκ ἂν εἶπον οἱ Φαντασιοδοκῆται, οἱ περὶ Μάνεντα, λέγω, καὶ Οὐαλεντῖνον, καὶ τὸν κατάρατον Εὐτυχῆ; Αἰνιττόμενος δὲ ὁ εὐαγγελιστὴς τὸ τοῦ φθόνου συκοφαντικόν, φησίν, ὅτι καίτοι γε ὁ Ἰησοῦς οὐκ ἐβάπτιζεν, ἀλλ’ ὅμως οἱ φθονοῦντες, βουλόμενοι ὑποκνίζειν τοὺς Φαρισαίους κατὰ Χριστοῦ, ἐσυκοφάντουν αὐτὸν ὡς βαπτίζοντα. «Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας.» Ὡς πάρεργον γὰρ ὁδοῦ ἐποιεῖτο τοὺς Σαμαρείτας. Ὅρα γὰρ ὅτι οὐκ εἶπεν, Ἔδει αὐτὸν ἀπέρχεσθαι εἰς Σαμάρειαν, ἀλλά, «διέρχεσθαι διὰ τῆς Σαμαρείας.»

Ἐβούλετο γὰρ πρόφασιν πᾶσαν κατηγορίας τοῖς Ἰουδαίοις ἐκκόψαι, ὥστε μὴ ἔχειν αὐτοὺς λέγειν, ὅτι ἀφεὶς αὐτοὺς εἰς τὰ ἔθνη τὰ βδελυκτὰ μετῆλθεν.

Ὅταν γὰρ ἀπήλαυνον αὐτόν, τότε τοῖς ἐθνικοῖς παρέβαλε· καὶ οὐδὲ τότε προηγουμένως, ἀλλ’ ἐκ παρέργου. «Ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου, ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ. Ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ.» Ἄξιον εἰπεῖν, πόθεν οἱ Σαμαρεῖται συνέστησαν, καὶ πόθεν τὴν προσηγορίαν ταύτην ἔλαβον. Σομὸρ τὸ ὄρος ἐκαλεῖτο ἀπὸ τοῦ κτησαμένου αὐτό, καθὰ καὶ Ἡσαΐας φησίν· «Ἡ κεφαλὴ Σομόρων Ἐφραΐμ.» Οἱ δὲ ὑπὸ τὸ ὄρος οἰκοῦντες, οὐ Σαμαρεῖται τὸ πρῶτον, ἀλλ’ Ἰσραηλῖται ἐλέγοντο. Προσκρούσαντες δὲ τῷ Θεῷ, παρεδόθησαν κατὰ διαφόρους καιροὺς τοῖς Ἀσσυρίοις. Τέλος δὲ ὁ Ἀσσύριος ἐπελθὼν αὐτοῖς, ἀποστασίαν μελετήσασιν, εἶλέ τε αὐτούς, καὶ οὐκ ἔτι μένειν κατὰ χώραν ἀφίησιν, ὑποπτεύων τὴν αὖθις ἀποστασίαν· ἀλλὰ τούτους μὲν εἰς Βαβυλωνίους καὶ Μήδους μετήγαγεν, ἐκεῖθεν δὲ ἔθνη ἐκ διαφόρων τόπων ἀγαγών, κατῴκισεν ἐν τῇ Σαμαρείᾳ. Τούτων δὲ γενομένων, βουλόμενος ὁ Θεὸς δεῖξαι τοῖς βαρβάροις, ὅτι μὴ δι’ ἀσθένειαν, ἀλλὰ δι’ ἁμαρτίαν ἐξέδωκε τοὺς Ἰουδαίους αὐτοῖς, ἐπαφίησι λέοντας τοῖς μετοικισθεῖσιν ἐν Σαμαρείᾳ βαρβάροις, οἵτινες τούτους ἐλυμαίνοντο ἁπαξάπαντας. Ἀπαγγελθέντος δὲ τούτου τῷ βασιλεῖ, μεταστέλλεταί τινας τῶν ἐν αἰχμαλωσίᾳ γερόντων Ἰουδαίων, καὶ ἐρωτᾷ, τί ποιητέον εἴη, ὡς ἂν μηκέτι οἱ λέοντες λυμαίνωνται τοὺς ἐν τῇ Σαμαρείᾳ βαρβάρους.

Οἱ δὲ ὑφηγοῦνται αὐτῷ, ὅτι ὁ Θεὸς τοῦ Ἰσραὴλ ἐφορᾷ τὸν τόπον ἐκεῖνον, καὶ οὐκ ἀνέχεται κατοικεῖν ἐκεῖ τοὺς μὴ τὰ αὐτοῦ εἰδότας νόμιμα. Εἴ τι οὖν αὐτῷ μέλει τῶν ἐκεῖ βαρβάρων, στεῖλαι ἱερεῖς Ἰουδαίους, οἳ τὰ τοῦ Θεοῦ νόμιμα τοῖς βαρβάροις παραδώσουσιν, καὶ οὕτως ἐξιλεωθήσεσθαι τὸν Θεόν. Πείθεται τούτοις ὁ βασιλεύς, καὶ πέμπει ἱερέα τινὰ παραδώσοντα τοῖς ἐν Σαμαρείᾳ βαρβάροις τὸν τοῦ Θεοῦ νόμον. Οἱ δὲ πάντα μὲν τὰ θεῖα βιβλία οὐκ ἐδέξαντο, μόνα δὲ τὰ πέντε τοῦ Μωσέως, τὴν Γένεσιν, τὴν Ἔξοδον, τὸ Λευϊτικόν, τοὺς Ἀριθμοὺς καὶ τὸ Δευτερονόμιον. Ἀλλ’ οὐδὲ τελείως τῆς δυσσεβείας ἀπέστησαν· χρόνοις δὲ ὕστερον τῶν μὲν εἰδώλων ἀπέστησαν, ἐσέβοντο δὲ τὸν Θεόν. Οἱ τοίνυν Ἰουδαῖοι ἐκ τῆς αἰχμαλωσίας ἐπανελθόντες ζηλοτύπως ἀεὶ πρὸς αὐτοὺς εἶχον, ἅτε Ἀσσυρίους ὄντας τὸ γένος, καὶ ἀπὸ τοῦ ὄρους Σαμαρείτας αὐτοὺς ἐκάλουν. Ἐκεῖνοι δὲ τοῦ Ἀβραὰμ καὶ Ἰακὼβ ἑαυτοὺς ἀπογόνους ὠνόμαζον. Ὅ τε γὰρ Ἀβραὰμ Χαλδαῖος ἦν, ὅ τε Ἰακὼβ διὰ τὴν ἐκεῖσε πηγὴν οἰκεῖος αὐτοῖς ἐλογίζετο. Οἱ γοῦν Ἰουδαῖοι μετὰ πάντων τῶν ἐθνικῶν καὶ αὐτοὺς ἐβδελύσσοντο· ὅθεν καὶ τῷ Κυρίῳ προσονειδίζοντες ἔλεγον· «Σαμαρείτης εἶ.» Καὶ αὐτὸς δὲ τοῖς μαθηταῖς ἔλεγε· «Εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε.» Τίνος δὲ ἕνεκεν ὁ εὐαγγελιστὴς περὶ τοῦ χωρίου τοῦ Ἰακὼβ καὶ τῆς πηγῆς ἀκριβολογεῖται;

Πρῶτον μέν, ἵνα ὅταν ἀκούσῃς τῆς γυναικὸς λεγούσης, ὅτι «Ἰακὼβ ὁ πατὴρ ἡμῶν ἔδωκεν ἡμῖν τὴν πηγὴν ταύτην,» μὴ ξενισθῇς. Ὁ γὰρ τόπος ἐκεῖνος ἦν τὰ Σύκιμα, ἔνθα οἱ υἱοὶ Ἰακὼβ Συμεὼν καὶ Λευῒ τὸν χαλεπὸν ἐκεῖνον εἰργάσαντο φόνον, διὰ τὸ τὴν ἀδελφὴν αὐτῶν Δεῖναν βιασθῆναι ὑπὸ τοῦ Συκιμιτῶν ἄρχοντος.

Ἔπειτα δὲ καὶ τοῦτο μανθάνομεν ἀπὸ τοῦ τὸν εὐαγγελιστὴν καταλέγειν ἡμῖν τὰ περὶ τοῦ χωρίου καὶ τῆς πηγῆς, ὅτι ἡ τῶν Ἰουδαίων ἀποβολὴ πάλαι ἐγένετο διὰ τὰς ἁμαρτίας αὐτῶν· καὶ προσκρουσάντων αὐτῶν τῷ Θεῷ, οἱ ἐθνικοὶ κατέσχον τοὺς τόπους· καὶ ἃ οἱ πατριάρχαι διὰ τὴν εἰς Χριστὸν πίστιν ἐκτήσαντο, ταῦτα αὐτοὶ διὰ τὴν δυσσέβειαν ἀπώλεσαν.

Ὥστε οὐδὲν καινόν, οὐδὲ νῦν εἰ οἱ ἐθνικοὶ ἀντὶ τῶν Ἰουδαίων εἰσήχθησαν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τὸ δὲ χωρίον ὃ ἔδωκεν Ἰακὼβ τῷ Ἰωσήφ, Σύκιμα ἐλέγετο. Ἐπεὶ γὰρ οἱ παῖδες τοῦ Ἰακὼβ τοὺς Συκιμίτας ἀπολέσαντες, τὴν πόλιν ἐξερήμωσαν, ταύτην δὴ τὴν ἐξερημωθεῖσαν δέδωκεν εἰς κλῆρον τῷ Ἰωσὴφ ὁ πατήρ. «Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ὡσεὶ ἕκτη.

Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Δός μοι πιεῖν. Οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσιν.» Κεκοπιακέναι τὸν Κύριον ἐκ τῆς ὁδοιπορίας φάσκων ὁ εὐαγγελιστής, δείκνυσιν ἡμῖν ἅμα μὲν τὸ ἄτυφον αὐτοῦ καὶ ἀπέριττον (οὐδὲ γὰρ ὑποζυγίοις ἐχρᾶτο πρὸς τὴν ὁδοιπορίαν, ἀλλὰ πεζὸς ὥδευε, παιδεύων καὶ ἡμᾶς τὸ μὴ πολλῶν δεῖσθαι), ἅμα δὲ καὶ τὸ συντόνως αὐτὸν ὁδεύειν καὶ μὴ ῥᾳθύμως. Ἐξ οὗ μανθάνομεν καὶ ἡμεῖς τὸ μετὰ συντονίας καὶ ἐπιμελείας πράττειν τὸ ἔργον τοῦ Θεοῦ. Τὸ δέ, «Ἐκαθέζετο οὕτω,» σημαίνοι ἂν τὸ ἁπλῶς καὶ ὡς ἔτυχε, καὶ ὅτι οὐκ ἐπὶ θρόνου, ἀλλ’ οὕτως, ἀφελῶς δηλονότι, ἐπὶ ἐδάφους ἀναπαύων τὸ σῶμα, καὶ παρὰ τῇ πηγῇ ἀναψύχων αὐτό. Εἶτα καὶ ἑτέραν αἰτίαν εἰσάγει τοῦ καθῆσθαι αὐτὸν παρὰ τῇ πηγῇ, τὸ εἶναι σταθερὰν μεσημβρίαν. «Ὥρα γάρ, φησίν, ἦν ὡσεὶ ἕκτη.» Ὥστε καὶ διὰ τὸ τῆς ὥρας θαλπεινὸν ἐδεῖτο ἀναπαύσεώς τε καὶ ἀναψύξεως. Καὶ ἄλλως δέ· ἵνα μή τις αἰτιάσηται τὸν Κύριον, πῶς τοῖς μαθηταῖς αὐτοῦ ἐγκελευόμενος εἰς ὁδὸν ἐθνῶν μὴ ἀπελθεῖν, αὐτὸς εἰς Σαμαρείτας ἔρχεται, διὰ τοῦτό φησιν, ὅτι ἡ ἐπὶ τοῦ τόπου καθέδρα διὰ τὸν κόπον γέγονε, καὶ ὅτι ἡ πρὸς τὴν γυναῖκα διάλεξις εὔλογον εἶχεν ἀφορμήν, τὸ δίψος. Ἐπεὶ γὰρ ἐδίψα ἀκολούθως κατὰ τὸ ἀνθρώπινον, ἐδεῖτο καὶ ποτοῦ.

Ζητοῦντι δὲ ὁμιλεῖ τὸ γύναιον ὁμιλίαν ψυχῆς φιλομαθοῦς. Τί οὖν λοιπὸν ἔδει ποιῆσαι; ἀπώσασθαι τὴν γυναῖκα οὕτω φιλομαθῶς διακειμένην, καὶ διψῶσαν ἀκοῦσαι τῶν ἐφ’ οἷς ἠπόρει; Ἄπαγε! οὐ Θεοῦ φιλανθρωπίας τοῦτο. Ὅρα δέ μοι καὶ ἀπὸ τούτου τὸ ἄτυφον τοῦ Κυρίου. Μόνος γὰρ καταλιμπάνεται ἐπὶ τῆς ὁδοῦ, τῶν μαθητῶν ἀπελθόντων εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσι. Τοσοῦτον γὰρ ἐν δευτέρῳ τὰ τῆς γαστρὸς ἐτίθεντο, ὥστε ἐν ᾧ καιρῷ πάντες σχεδὸν καὶ ὑπνώττουσι μετὰ τὸ ἀριστῆσαι οὗτοι τροφὰς ἠγόραζον, ἄρτους δηλαδὴ μόνους, ἵνα καὶ ἡμεῖς μάθωμεν τῆς ποικιλίας τῶν ἐδεσμάτων ὀλιγωρεῖν. Ὅρα δέ μοι καὶ τὴν ἀκρίβειαν τοῦ εὐαγγελιστοῦ.

Οὐδὲ γὰρ εἶπεν ἀποφαντικῶς; Ὥρα ἦν ἕκτη, ἀλλὰ διὰ τὸ μὴ ἀποπεσεῖν τῆς ἀληθείας. «ὡσεὶ ἕκτη,» ἔφη, τὸ ἀσφαλὲς τῷ λόγῳ προμηθούμενος. «Λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις· Πῶς σὺ Ἰουδαῖος ὤν, παρ’ ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; Οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις.

Ἀπεκρίθη Ἰησοῦς, καὶ εἶπεν αὐτῇ· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Λέγει αὐτῷ ἡ γυνή· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ, πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν;» Ἀπὸ τοῦ σχήματος καὶ τῆς στολῆς ἴσως, καὶ τῆς ἄλλης περὶ τὸ σῶμα διαθέσεως, καὶ αὐτῆς τῆς ὁμιλίας, ἐνόμισεν ἡ Σαμαρεῖτις Ἰουδαῖον εἶναι τὸν Κύριον· διὸ καὶ πρὸς αὐτὸν λέγει· «Πῶς σὺ Ἰουδαῖος ὤν,» καὶ τὰ ἑξῆς. Ὅρα δὲ πῶς διεσκεμμένον ἦν τὸ γύναιον. Εἰ γὰρ ἔδει φυλάξασθαι, τὸν Κύριον ἔδει, οὐκ ἐκείνην. Οὐ γὰρ εἶπεν, ὅτι Ἰουδαίοις οὐ συγχρῶνται Σαμαρεῖται, ἀλλ’, Ἰουδαῖοι Σαμαρείτας οὐ προσίενται. Ἀλλ’ ὅμως ἡ γυνὴ οὐδὲ οὕτως σιγᾷ, ἀλλ’ οἰηθεῖσα τὸν Κύριον πρᾶγμα παράνομον ποιεῖν, διορθοῦται τὸ μὴ κατὰ νόμον γινόμενον. Ὁ δὲ Χριστὸς οὐ πρότερον ἐκκαλύπτει ἑαυτόν, πρὶν ἡ ἀρετὴ τῆς γυναικὸς δειχθείη.

Ἐπεὶ γὰρ ἐδείχθη τοῦ γυναίου ἡ ἀρετή, καὶ ὅτι οὕτως διεσκεμμένη καὶ ἀκριβής ἐστι, τότε ἄρχεται λοιπὸν αὐτῇ ὁμιλεῖν τὰ ὑψηλότερα. «Εἰ ᾔδεις γάρ, φησί, τὴν δωρεὰν τοῦ Θεοῦ,» τουτέστιν, εἰ ἐγίνωσκες, τί δωρεῖται Θεός, καὶ ὅτι αἰώνια καὶ ἄφθαρτα, ᾔδεις δὲ καὶ ἐμέ, ὅτι Θεὸς ὢν δύναμαι ταῦτά σοι δοῦναι, σὺ ἂν ἐζήτησας καὶ ἔλαβες ὕδωρ ζῶν. Τὴν χάριν δὲ τοῦ ἁγίου Πνεύματος, ὕδωρ φησὶν εἶναι, διότι τε καθαίρει καὶ πολλὴν παραψυχὴν χορηγεῖ τοῖς ὑποδεχομένοις· ὕδωρ δὲ οὐχ ἱστάμενον, οἷα τὰ ἐν λάκκοις καὶ φρέασι σηπεδονώδη καὶ διεφθορότα, ἀλλὰ ζῶν, τουτέστιν ἀναβλύζον, ἀναπηδύον, κινούμενον.

Ἡ γὰρ χάρις τοῦ Πνεύματος ἀεικίνητον πρὸς τὸ ἀγαθὸν τὴν ψυχὴν ἐργάζεται, ἀναβάσεις ἀεὶ διατιθεμένην. Τοιοῦτον ὕδωρ ἔπιε Παῦλος ζῶν καὶ ἀεικίνητον, τῶν μὲν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος. «Λέγει αὐτῷ ἡ γυνή·

Κύριε.» Ὁρᾷς πῶς εὐθὺς τῆς ταπεινῆς ἐννοίας ἀποστᾶσα, πολλὴν τὴν τιμὴν αὐτῷ ἀπονέμει, Κύριον ὀνομάζουσα; Οὐ μέντοι εἰς τὸ βάθος τῶν τοῦ Χριστοῦ ῥημάτων ἔφθασεν, ἀλλ’ ἄλλως μὲν ἐκεῖνος λέγει, ἄλλως δὲ ἐκείνη νοεῖ τὰ περὶ τοῦ ὕδατος. «Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ τὰ θρέμματα αὐτοῦ;

Ἀπεκρίθη Ἰησοῦς, καὶ εἶπεν αὐτῇ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.

Λέγει πρὸς αὐτὸν ἡ γυνή· Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν.» Πατέρα ἑαυτῆς ποιεῖται τὸν Ἰακώβ, εἰς τὴν Ἰουδαϊκὴν εὐγένειαν αὐτὴν συνωθοῦσα. Ὅρα δέ μοι τὴν σύνεσιν τῆς γυναικός, πῶς εὐθὺς ἀπὸ τῆς τῶν ὑδάτων διαφορᾶς συλλογίζεται καὶ τὴν διαφορὰν τῶν διδόντων. Εἰ γάρ, φησί, τοιοῦτον ὕδωρ δώσεις, πάντως μείζων εἶ τοῦ τὸ παρὸν ὕδωρ δεδωκότος ἡμῖν Ἰακώβ. Τὸ δέ, «Καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν.» ἔπαινός ἐστι τῆς τοῦ ὕδατος ἡδύτητος. Τοσοῦτον γάρ, φησίν, ἠρέσκετο τῇ πηγῇ ὁ πατριάρχης, ὥστε καὶ αὐτὸς πιεῖν, καὶ οἱ υἱοὶ αὐτοῦ. Τὸ δὲ καὶ τὰ θρέμματα αὐτοῦ πιεῖν, ἐνδεικτικόν ἐστι τῆς ἀφθονίας τοῦ ὕδατος. Οὐ μόνον γάρ, φησίν, ἡδύ ἐστι τὸ ὕδωρ, καὶ οὕτως ἡδύ, ὡς καὶ τὸν Ἰακὼβ πιεῖν ἐξ αὐτοῦ· ἀλλὰ καὶ δαψιλές, καὶ οὕτως, ὥστε καὶ πρὸς τὸ πλῆθος τῶν θρεμμάτων τοῦ πατριάρχου ἀρκέσαι. Εἰπούσης δὲ τῆς γυναικὸς τό, «Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν;» ὁ Κύριος φανερῶς μὲν οὐ λέγει, ὅτι Ναὶ μείζων εἰμί, ἵνα μὴ δόξῃ κομπάζειν, μήπω δοὺς ἀπόδειξιν τῆς οἰκείας, δυνάμεως· δι’ ὧν δὲ λέγει, τοῦτο κατασκευάζει· «Ὁ πίνων μὲν γὰρ ἐκ τοῦ ὕδατος τούτου διψήσει· ὁ δὲ ἐκ τοῦ ἐμοῦ πίνων οὐ μὴ διψήσει.» Ὥστε εἰ θαυμάζεις τὸν Ἰακὼβ τὸν δόντα τὸ ὕδωρ τοῦτο, πολλῷ μᾶλλον ἐμὲ χρὴ θαυμάσαι, τὸ πολὺ βέλτιον ὕδωρ παρέχοντα. Ὃ γὰρ ἐγὼ δίδωμι, πηγὴ γίνεται ὕδατος ἀεὶ καὶ ἀεὶ πληθυνομένου.

Οὐ γὰρ ὅσον λάβωσιν οἱ ἅγιοι ἐκ Θεοῦ, τοσοῦτον καὶ ἄχρι τέλους τηροῦσιν· ἀλλὰ σπέρματα μὲν καὶ ἀρχὰς τοῦ ἀγαθοῦ δέχονται διὰ τῆς χάριτος, προσδαπανῶσι δὲ καὶ αὐτοὶ καὶ αὔξουσιν· ὃ καὶ διὰ τῆς τῶν ταλάντων παραβολῆς σημαίνει ὁ Κύριος, καὶ διὰ τοῦ πανδοχέως. Καὶ γὰρ ὁ τὰ δύο τάλαντα λαβών, ἐκέρδησεν ἄλλα δύο διὰ τῆς ἐπεργασίας· καὶ τῷ πανδοχεῖ δέ, τῷ τὸν τραυματισθέντα ὑπὸ λῃστῶν ὑποδεξαμένῳ, ὑπισχνεῖται ὁ Κύριος, ὅτι Ὃ ἐὰν προσδαπανήσῃς οἴκοθεν, ἐγὼ δώσω σοι. Τοῦτο οὖν κἀνταῦθα αἰνίττεται· Δίδωμι μὲν ἐγὼ ὕδωρ τῷ διψῶντι, ἐκεῖνο δέ, ὅπερ δίδωμι, οἱ μένει τοσοῦτον, ἀλλὰ πλημμυρεῖ, καὶ πηγὴ γίνεται. Δέδωκε δὲ τῷ Παύλῳ ὕδωρ βραχὺ ὁ Κύριος, τὰς τοῦ Ἀνανίου κατηχήσεις, ἀλλὰ πηγὴν ὁ Παῦλος τὸ βραχὺ ἐκεῖνο τῆς διδασκαλίας ὕδωρ τοῦ Ἀνανίου ἀπέδειξεν, ὥστε ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ φθᾶσαι τὰ τῆς πηγῆς ἐκείνης ὁρμήματα. Ἡ γυνὴ δὲ πῶς ποτε ἆρα περὶ ταῦτα διάκειται; Ταπεινῶς μὲν ἔτι (νομίζει γὰρ περὶ ὕδατος αἰσθητοῦ τοὺς λόγους εἶναι), πλὴν ἀλλ’ ἐμφαίνει καί τινα προκοπήν. Τὸ μὲν γὰρ πρότερον ἠπόρει, λέγουσα· «Πόθεν ἔχεις ὕδωρ ζῶν;» νῦν δὲ ἀνενδοιάστως δεξαμένη τὸν λόγον, φησί· «Δός μοι τοῦτο τὸ ὕδωρ.» Ἔοικεν οὖν αὕτη συνετωτέρα εἶναι τοῦ Νικοδήμου. Ἐκεῖνος μὲν γάρ, μυρίων ἀκούσας τοιούτων, ἔλεγε· «Πῶς ταῦτα γενέσθαι δύναται;» αὕτη δὲ ἄρχεται καταφρονεῖν ἤδη καὶ τῆς πηγῆς τοῦ Ἰακώβ.

Εἰ γάρ, φησί, τοιοῦτον ὕδωρ ἔχεις, δός μοι, καὶ οὐκ ἔτι ἐλεύσομαι ᾧδε, ὥστε ἀντλεῖν. Ὁρᾷς πῶς προέκρινε τὸν Κύριον τοῦ Ἰακώβ. «Λέγει αὐτῇ ὁ Ἰησοῦς· Ὕπαγε, φώνησον τὸν ἄνδρα σου, καὶ ἐλθὲ ἐνθάδε. Ἀπεκρίθη δὲ ἡ γυνή, καὶ εἶπεν αὐτῷ· Οὐκ ἔχω ἄνδρα. Λέγει αὐτῇ ὁ Ἰησοῦς·

Καλῶς εἶπας, ὅτι Ἄνδρα οὐκ ἔχω. Πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθῶς εἴρηκας. Λέγει αὐτῷ ἡ γυνή· Κύριε, θεωρῶ, ὅτι προφήτης εἶ σύ. Οἱ πατέρες ἡμῶν ἐν τούτῳ τῷ ὄρει προσεκύνησαν, καὶ ὑμεῖς λέγετε, ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος, ὅπου δεῖ προσκυνεῖν.

Λέγει αὐτῇ ὁ Ἰησοῦς· Γύναι, πίστευσόν μοι, ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί. Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν.» —«Ὕπαγε, φώνησόν σου τὸν ἄνδρα.» Ἐπεὶ γὰρ ἐώρα αὐτὴν ἐπικειμένην, ὥστε λαβεῖν, καὶ ἀναγκάζουσαν αὐτὸν δοῦναι, φησί· «Φώνησόν σου τὸν ἄνδρα·» ὡσανεὶ ἐνδεικνύμενος, ὅτι Κἀκεῖνον δεῖ κοινωνόν σοι γενέσθαι τῆς δωρεᾶς ταύτης τῆς ἐμῆς. Ἐκείνη δὲ ἅμα μὲν λαθεῖν, ἅμα δὲ καὶ λαβεῖν σπεύδουσα, φησίν· «Οὐκ ἔχω ἄνδρα.» Ὁ δὲ Κύριος, διὰ προφητείας λοιπὸν ἀποκαλύπτων τὴν οἰκείαν δύναμιν, τούς τε προτέρους ἀριθμεῖ, καὶ τὸν νῦν ἐγκρυπτόμενον ἤλεγξεν. Ἆρα οὖν ἐδυσχέρανεν ἐκείνη ταῦτα ἀκούσασα; ἢ ἀφεῖσα τοῦτον ἔφυγεν; Οὔκουν, ἀλλὰ θαυμάσασα μᾶλλον καὶ προσκαρτερήσασα πλέον λέγει· «Κύριε, θεωρῶ, ὅτι προφήτης εἷ σύ·» καὶ περὶ δογμάτων ἐνθέων αὐτὸν ἐρωτᾷ, οὐ περὶ βιωτικῶν, οἷον, σώματος ὑγείας, ἢ χρημάτων· οὕτω φιλόσοφον εἶχεν καὶ εὐφυᾶ πρὸς ἀρετὴν τὴν ψυχήν.

Ἀλλὰ τί; «Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν.» Ταῦτα δὲ λέγει διὰ τοὺς περὶ τὸν Ἀβραάμ· καὶ γὰρ ἐν ἐκείνῳ φασὶν ὑπ’ αὐτοῦ ἀνηνέχθαι τὸν Ἰσαὰκ εἰς θυσίαν. Καὶ πῶς, φησίν, «ὑμεῖς λέγετε, ὅτι ἐν Ἱεροσολύμοις δεῖ προσκυνεῖν;» Εἶδες πῶς ὑψηλοτέρα γέγονεν; Ἡ γὰρ πρὸ μικροῦ μεριμνῶσα ὑπὲρ τοῦ μὴ σκύλλεσθαι διὰ τοῦ διψῇν, περὶ δογμάτων ἐρωτᾷ. Διὸ καὶ ὁ Χριστὸς ἰδὼν τὴν αὐτῆς σύνεσιν, τοῦτο μὲν τὸ ἀπόρημα αὐτῆς οὐ λύει (οὐ γὰρ ἦν περισπούδαστον), ἄλλο δὲ μεῖζον δόγμα ἀποκαλύπτει, ὅπερ οὐδὲ Νικοδήμῳ, οὐδὲ Ναθαναὴλ ἀπεκάλυψεν. Ἔρχεται γάρ, φησίν, ὥρα, ὅτε οὔτε ἐν Ἱεροσολύμοις, οὔτε ἐνταῦθα προσκυνηθήσεται ὁ Θεός.

Σὺ μὲν γάρ, φησί, σπουδάζεις δεῖξαι τὰ τῶν Σαμαρειτῶν ἐντιμότερα τῶν παρὰ τοῖς Ἰουδαίοις· ἐγὼ δὲ λέγω σοι, ὅτι οὔτε ταῦτα, οὔτε ἐκεῖνα ἔχουσι τὸ πρεσβεῖον, ἀλλ’ ἑτέρα τις ἔσται κατάστασις, ἀμφοτέρων ἀμείνων. Πλὴν καὶ οὕτω τοὺς Ἰουδαίους σεμνοτέρους τῶν Σαμαρειτῶν ὑμῶν ἀποφαίνω. Ὑμεῖς γάρ, φησί, προσκυνεῖτε οὐκ οἴδατε· ἡμεῖς δὲ οἱ Ἰουδαῖοι, ὃ οἴδαμεν. Ἑαυτὸν δὲ μετὰ τῶν Ἰουδαίων ἀριθμεῖ, διότι πρὸς τὴν ὑπόνοιαν τῆς γυναικὸς φθέγγεται· ὡς προφήτην γὰρ Ἰουδαῖον αὐτὸν ὑπενόει ἐκείνη, καὶ διὰ τοῦτό φησι· «Ἡμεῖς προσκυνοῦμεν.» Πῶς δὲ οὐκ ᾔδεισαν οἱ Σαμαρεῖται ὃ προσεκύνουν; Τόπῳ περικλείεσθαι ἐνόμιζον τὸν Θεόν. Διὸ καὶ πέμψαντες, ὅτε ὑπὸ τῶν λεόντων κατεβιβρώσκοντο, ὡς ἄνω εἴρηται, ἀπήγγειλαν τῷ βασιλεῖ τῶν Ἀσσυρίων, ὅτι ὁ τοῦ τόπου Θεὸς αὐτοὺς οὐ παραδέχεται. Ἔνθεν τοι καὶ ἔμειναν ἄχρι πολλοῦ καὶ εἴδωλα θεραπεύοντες, καὶ οὐκ αὐτὸν δὲ τὸν Θεόν. Ἰουδαῖοι δὲ ταύτης ἦσαν ἀπηλλαγμένοι τῆς ὑπονοίας, καὶ Θεὸν τῶν ἁπάντων αὐτὸν ᾔδεισαν, εἰ καὶ μὴ πάντες. «Ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστί.» Διπλῆν ἔννοιαν τοῦτο δίδωσιν ἡμῖν.

Ἢ γὰρ ὅτι τῇ οἰκουμένῃ τὰ ἀγαθὰ ἐκ τῶν Ἰουδαίων γέγονε (τὸ γὰρ εἰδέναι Θεόν, καὶ καταγινώσκειν εἰδώλων, ἐκεῖθεν τὴν ἀρχὴν ἔσχε, καὶ τὰ ἄλλα πάντα δόγματα, καὶ αὐτὸ δὲ τοῦτο τὸ τῆς προσκυνήσεως παρ’ ἡμῖν τοῖς Σαμαρείταις, εἰ καὶ μὴ ὀρθῶς, ἀπὸ γοῦν τῶν Ἰουδαίων τὴν ἀρχὴν ἔσχεν)· ἢ σωτηρίαν τὴν οἰκείαν παρουσίαν ὀνομάζει, ἤτις ἐκ τῶν Ἰουδαίων γέγονεν. Ἔστι δὲ καὶ αὐτὸν τὸν Κύριον σωτηρίαν νοῆσαι, ὃς ἐγένετο ἐκ τῶν Ἰουδαίων τὸ κατὰ σάρκα. «Ἀλλ’ ἔρχεται ὥρα, καὶ νῦν ἔστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτόν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Εἰ καὶ πλέον ὑμῶν τῶν Σαμαρειτῶν ἔχομεν ἡμεῖς οἱ Ἰουδαῖοι τῷ τρόπῳ τῆς προσκυνήσεως, ἀλλὰ καὶ τὰ τῶν Ἰουδαίων τέλος ἕξει λοιπόν. Οὐ γὰρ τὰ τῶν τόπων ἀμειφθήσεται μόνον, ἀλλὰ καὶ τὰ τοῦ τρόπου τῆς λατρείας· καὶ ταῦτα ἐπὶ θύραις ἐφέστηκε, καὶ νῦν ἔστιν· οὐ γάρ, ὡς τὰ παρὰ τῶν προφητῶν εἰρημένα, παράτασιν χρονικὴν λήψονται. Ἀληθινοὺς δὲ προσκυνητάς φησι τοὺς κατὰ τὸν αὐτοῦ νόμον πολιτευομένους, οἳ οὐ τόπῳ περικλείουσι τὸν Θεόν, ὡς οἱ Σαμαρεῖται, ἢ λατρείᾳ θεραπεύουσιν αὐτὸν σωματικῇ, ὡς Ἰουδαῖοι, ἀλλ’ ἐν πνεύματι καὶ ἀληθείᾳ, τουτέστι διὰ τῆς ψυχῆς, διὰ τῆς τοῦ νοὸς καθαρότητος.

Ἐπεὶ γὰρ ὁ Θεὸς πνεῦμά ἐστι, τουτέστιν ἀσώματος, δεῖ αὐτὸν προσκυνεῖν ἀσωμάτως, ὃ ἔστι κατὰ ψυχήν. Τοῦτο γὰρ διὰ τοῦ, «ἐν πνεύματι,» δηλοῖ· καὶ γὰρ καὶ πνεῦμα, καὶ ἀσώματον ἡ ψυχή. Ἐπεὶ δὲ πολλοὶ δοκοῦσι μὲν αὐτὸν προσκυνεῖν κατὰ ψυχήν, οὐκ ὀρθὴν δὲ δόξαν περὶ αὐτοῦ ἔχουσιν, ὡς οἱ αἱρετικοί, διὰ τοῦτο προσέθηκε τό, «ἐν ἀληθείᾳ.» Δεῖ γὰρ καὶ κατὰ νοῦν προσκυνεῖν τῷ Θεῷ, ἀλλὰ καὶ ἀληθῆ δόξαν περὶ αὐτοῦ ἔχειν. Τάχα δέ τις ἐρεῖ, ὅτι τὰ δύο τῆς καθ’ ἡμᾶς φιλοσοφίας ἐνταῦθα μέρη αἰνίττεται, πρᾶξιν λέγω καὶ θεωρίαν, διὰ τῶν δύο τούτων· διὰ μὲν τοῦ, «ἐν πνεύματι,» τὸ πρακτικόν. «Ὅσοι γὰρ πνεύματι Θεοῦ ἄγονται, τὰς πράξεις τοῦ σώματος θανατοῦσι,» κατὰ τὸν θεῖον Ἀπόστολον· καὶ πάλιν· «Ἡ σάρξ, ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος· τὸ δὲ πνεῦμα, κατὰ τῆς σαρκός·» ὥστε τὴν πρακτικὴν αἰνίττεται διὰ τοῦ, «ἐν πνεύματι·» διὰ δὲ τοῦ, «ἐν ἀληθείᾳ,» τὸ θεωρητικόν. Ταῦτα δὲ καὶ Παῦλός φησιν, ὅταν λέγῃ, «ἐν ἀζύμοις εἰλικρινείας,» ἤτοι καθαρότητος βίου, ὃ ἔστι τοῦ πρακτικοῦ, «καὶ ἀληθείας,» ὃ ἔστι τοῦ θεωρητικοῦ· τὸ γὰρ θεωρητικὸν περὶ τὴν ἀλήθειαν καταγίνεται τοῦ δογματικοῦ λόγου.

Καὶ ἄλλως· Ἐπεὶ τῶν Σαμαρειτῶν ἴδιον ἦν τὸ περικλείειν τόπῳ τὸν Θεόν, καὶ λέγειν ὅτι ἐν τούτῳ τῷ τόπῳ δεῖ προσκυνεῖν, τοῖς δὲ Ἰουδαίοις τυπικῶς πάντα ἐτελεῖτο καὶ σκιωδῶς· τὸ μέν, «ἐν πνεύματι,» πρὸς ἀντιδιαστολὴν τῶν Σαμαρειτῶν φησιν, ὥστε εἶναι τὸ λεγόμενον τοιοῦτον· Ὑμεῖς μέν, οἱ Σαμαρεῖται, τοπικήν τινα λατρείαν προσάγετε τῷ Θεῷ· οἱ δὲ ἀληθινοὶ προσκυνηταὶ οὐ τοπικὴν προσάξουσιν· ἐν πνεύματι γὰρ λατρεύσουσιν, ἤτοι τῷ νῷ καὶ τῇ ψυχῇ. Ἀλλ’ οὐδὲ κατὰ τοὺς Ἰουδαίους ἐν τύπῳ καὶ σκιᾷ προσκυνήσουσιν, ἀλλ’ ἐν ἀληθείᾳ, οἷα τῶν Ἰουδαϊκῶν ἐθῶν τε καὶ παρατηρημάτων μελλόντων καταλυθῆναι. Τάχα δὲ ἐπεὶ ὁ Ἰουδαϊκὸς νόμος, κατὰ τὸ γράμμα νοούμενος, τύπος καὶ σκιὰ ἦν, πρὸς ἀντιδιαστολὴν μὲν τοῦ γράμματος κεῖται τό, «ἐν πνεύματι·» (οὐκ ἔτι γὰρ ὁ τοῦ γράμματος ἐν ἡμῖν πολιτεύεται νόμος, ἀλλ’ ὁ τοῦ πνεύματος· «Τὸ μὲν γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ·») πρὸς ἀντιδιαστολὴν δὲ τοῦ τύπου καὶ τῆς σκιᾶς, τό, «ἐν ἀληθείᾳ.»

Ἔρχεται οὖν, φησίν, ὥρα, μᾶλλον δὲ καὶ νῦν ἔστιν, ὁ τῆς ἐμῆς δηλαδὴ σωματικῆς παρουσίας καιρός, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ οὔτε κατὰ Σαμαρείτας, ἐν τόπῳ ἑνὶ προσκυνήσουσιν, ἀλλ’ ἐν παντὶ τόπῳ κατὰ πνεῦμα, καὶ ἀσωμάτως τὴν προσκύνησιν προσάγοντες (ὥσπερ καὶ Παῦλός φησιν· «ᾯ λατρεύω ἐν τῷ πνεύματί μου»)· οὔτε κατὰ τοὺς Ἰουδαίους, τυπικήν, καὶ σκιώδη, καὶ τῶν μελλόντων ἐμφαντικὴν λατρείαν προσάξουσιν, ἀλλ’ ἀληθῆ καὶ μηδὲν σκιῶδες ἔχουσαν.

Τοιούτους γὰρ ζητεῖ τοὺς προσκυνητὰς ὁ Θεός· ἐπειδὴ πνεῦμά ἐστι, πνευματικούς, καὶ ἐπειδὴ ἀλήθειά ἐστιν, ἀληθινούς. «Λέγει αὐτῷ ἡ γυνή· Οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος Χριστός. Ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ὁ λαλῶν σοι. Καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμασαν, ὅτι μετὰ γυναικὸς ἐλάλει.

Οὐδεὶς μέντοι εἶπε· Τί ζητεῖς, ἢ τί λαλεῖς μετ’ αὐτῆς;» Πόθεν ἡ γυνὴ ἠπίστατο, ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός; Ἐκ τῶν Μωσαϊκῶν Γραφῶν. Καὶ γὰρ ἔφημεν εἰπόντες, ὅτι τὴν Πεντάτευχον Μωσέως οἱ Σαμαρεῖται ἐδέξαντο. Ἐπεὶ οὖν τὰ Μωσαϊκὰ ἐδέξαντο, ἐκ τούτων ᾔδεισαν τὰς περὶ Χριστοῦ προφητείας, καὶ ὅτι Υἱός ἐστι τοῦ Θεοῦ.

Τό τε γάρ, «Ποιήσωμεν ἄνθρωπον,» ὡς πρὸς τὸν Υἱὸν εἰρῆσθαι παρὰ τοῦ Πατρὸς ἐμφαίνει· καὶ τῷ Ἀβραὰμ δὲ ἐν τῇ σκηνῇ ὁ Υἱὸς ἦν ὁ διαλεγόμενος· καὶ ὁ Ἰακὼβ περὶ αὐτοῦ προφητεύων ἔλεγε τό, «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, ἕως ἂν ἔλθῃ, ᾧ ἀπόκειται·» καὶ αὐτὸς δὲ Μωϋσῆς. «Προφήτην ἀναστήσει Κύριος ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε·» καὶ πολλὰ ἕτερα τὴν τοῦ Χριστοῦ παρουσίαν ἀνακηρύττουσι. Διὰ τοῦτο οὖν φησιν ἡ γυνή· «Οἶδα ὅτι ἔρχεται Μεσσίας.» Ὁ δὲ Κύριος λοιπὸν ἐκκαλύπτει αὐτῇ ἑαυτόν, οὕτω τῆς ἀκολουθίας τοῦ λόγου ἀπαιτησάσης. Εἰ δὲ εὐθὺς ἐξ ἀρχῆς εἶπεν, ὅτι Ἐγώ εἰμι ὁ Χριστός, οὔτε τὴν γυναῖκα ἔπεισεν ἄν, καὶ ἔδοξε φορτικός τις εἶναι καὶ ἀλαζών· νῦν δὲ κατὰ μικρὸν αὐτὴν προβιβάσας ἐπὶ τὸ ἀναμνησθῆναι τῆς περὶ Χριστοῦ προσδοκίας, οὕτως ἤδη ἑαυτὸν ἐκκαλύπτει. Τίνος δὲ ἕνεκεν τοῖς μὲν Ἰουδαίοις συνεχῶς ἐρωτῶσιν. «Εἰπὲ ἡμῖν εἰ σὺ εἶ ὁ Χριστός,» οὐκ ἀπεκάλυψεν ἑαυτόν, τῇ δὲ γυναικὶ λέγει; Ἐκείνοις μὲν οὐδὲν λέγει, διότι οὐκ ἐπὶ τῷ μαθεῖν ἠρώτων, ἀλλ’ ἐπὶ τῷ μᾶλλον συκοφαντῆσαι· ταύτῃ δέ, διὰ τὸ εὐγνώμονα εἶναι, φανερῶς ἑαυτὸν ἀποκαλύπτει. Καὶ γὰρ ἐξ ἁπλῆς γνώμης καὶ διανοίας, καὶ ποθοῦσα μαθεῖν τὸ ἀληθές, ἠρώτα, καὶ δῆλον ἐκ τῶν μετὰ ταῦτα. Καὶ γὰρ ἀκούσασα, οὐ μόνον αὐτὴ ἐπίστευσεν, ἀλλὰ καὶ ἄλλους εἰς πίστιν ἐσαγήνευσεν, καὶ πανταχοῦ ἡ γυνὴ φαίνεται καὶ ἀκριβουμένη καὶ πιστή.

Ἀπαρτισθείσης δὲ λοιπὸν τῆς πρὸς τὴν γυναῖκα ὁμιλίας καὶ διδασκαλίας, εὐκαίρως ἀπήντησαν οἱ μαθηταί, καὶ ἐθαύμαζον τὸ ἄτυφον αὐτοῦ, ὅτι οὕτως ὢν ἔνδοξος καὶ περιβόητος παρὰ πᾶσιν, ἠνείχετο μετὰ τοσαύτης συγκαταβάσεως γυναικὶ διαλέγεσθαι πενιχρᾷ καὶ Σαμαρείτιδι.

Θαυμάζοντες δέ, ὅμως οὐ θαῤῥοῦσιν ἐρωτῆσαι, περὶ τίνος αὐτῇ διαλέγεται· οὕτως ἦσαν πεπαιδευμένοι, καὶ τὴν μαθηταῖς πρέπουσαν εὐλάβειαν ἐτήρουν πρὸς τὸν διδάσκαλον. Εἰ δέ που καὶ φαίνοιντο παῤῥησιαζόμενοι, ὥσπερ Ἰωάννης ἡνίκα πίπτει ἐπὶ τὸ στῆθος, καὶ ὅταν προσιόντες λέγωσιν· «Τίς μείζων;» καὶ ὅταν οἱ τοῦ Ζεβεδαίου παρακαλῶσιν, ἵνα εἷς ἐξ εὐωνύμων, καὶ εἷς ἐκ δεξιῶν καθίσωσιν· ἀλλ’ ἐκεῖνα ὡς εἰς αὐτοὺς ἀνήκοντα, καὶ τέως ἀναγκαῖα αὐτοῖς φαινόμενα, ἐξετάζουσιν. Ἐνταῦθα δέ, ἐπεὶ μὴ τοσοῦτον αὐτοῖς διέφερε τὸ ζητεῖν, ὃ μὴ ἀναγκαῖον ἦν ὅλως, διὰ τοῦτο οὐ χρῶνται τῇ παῤῥησίᾳ ὡς μὴ ἐχούσῃ καιρόν. «Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις· Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; Ἐξῆλθον οὖν ἐκ τῆς πόλεως, καὶ ἤρχοντο πρὸς αὐτόν.» Τοσοῦτον ἀνήφθη τὴν καρδίαν ἡ γυνὴ ὑπὸ τῶν εἰρημένων, ὥστε καὶ τὴν ὑδρίαν ἀφεῖναι· οὕτως ἄρα ταχέως προετίμησε τὸ ὕδωρ τοῦ Χριστοῦ τῆς τοῦ Ἰακὼβ πηγῆς· καὶ δὴ ἀπόστολος γίνεται, ὑπὸ τῆς τὴν καρδίαν αὐτῆς περιλαβούσης πίστεως χειροτονηθεῖσα, καὶ πόλιν ὁλόκληρον διδάσκει, καὶ ἐφέλκεται. «Δεῦτε, φησίν, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα.» Ὄντως ἐπειδὰν ἐπυρώθη ἡ ψυχὴ πυρὶ θείῳ, πρὸς οὐδὲν τῶν ἐν γῇ ὁρᾷ, οὐ πρὸς αἰσχύνην, οὐ πρὸς ἀτιμίαν.

Ἰδοὺ οὖν καὶ αὕτη οὐκ αἰσχύνεται καὶ τὰ οἰκεῖα ἐκπομπεύουσα, ἀλλά φησιν· «Ὂς εἶπέ μοι πάντα ὅσα ἐποίησα.» Καίτοι γε ἠδύνατο καὶ ἑτέρως εἰπεῖν· Δεῦτε, ἴδετε προφήτην προφητεύοντα· ἀλλ’ οὐχ οὕτως, ἀλλὰ καταφρονεῖ τῆς οἰκείας δόξης καὶ πρὸς τὸ κηρύξαι τὴν ἀλήθειαν ἀποβλέπει μόνον.

Οὐ λέγει δέ, ὅτι Οὗτός ἐστιν ὁ Χριστός, ἀποφαντικῶς, ἀλλά, «Μήτι οὗτός ἐστιν ὁ Χριστός;» βουλομένη λοιπὸν αὐτοὺς ἐκείνους συμψήφους λαβεῖν, καὶ εὐπαραδεκτότερον ποιοῦσα τὸν λόγον. Εἰ γὰρ ἀπεφήνατο, ὅτι Οὗτός ἐστιν ὁ Χριστός, τυχὸν ἂν καὶ ἀπεδυσπέτησάν τινες, τὴν ψῆφον αὐτῆς ὡς διαβεβλημένης μὴ παραδεχόμενοι. Ἐνόησαν δέ τινες τοὺς πέντε ἄνδρας τῆς Σαμαρείτιδος εἶναι τὰ πέντε βιβλία, ἃ ἡ Σαμαρεῖτις μόνη παρεδέχετο. «Ὃν δὲ νῦν ἔχεις,» φησί, τουτέστιν, ὁ λόγος ὁ ἐμός, ὃν νῦν ἐξ ἐμοῦ δέχῃ, «οὐκ ἔστι σου ἀνήρ·» οὔπω γὰρ συνεζεύχθης, φησί, τῇ ἐμῇ τοῦ Ἰησοῦ διδασκαλίᾳ.

Εἴποι δ’ ἄν τις καὶ εἰς τύπον τῆς ἀνθρωπίνης φύσεως λογίζεσθαι τὴν Σαμαρεῖτιν. Ἡ γὰρ φύσις ἡμῶν πάλαι μὲν ἐν ὄρει κατῴκει, τῷ νοῒ τῷ πλήρει τῆς θείας χάριτος. Πρὶν ἢ γὰρ ἁμάρτῃ ὁ Ἀδάμ, πᾶσι θείοις ἐκεκόσμητο χαρίσμασι. Καὶ γὰρ καὶ προφήτης ἦν. Ἐγερθεὶς γὰρ ἀπὸ τοῦ ὕπνου, περί τε τῆς διαπλάσεως τῆς γυναικός, καὶ περὶ τῆς πρὸς αὐτὴν σχέσεως τοῦ ἀνδρὸς ἀπεφήνατο. Ἔφησε γάρ· «Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου·» καὶ ὅτι «Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα.» Ἦν μὲν οὖν ἡ φύσις ἡμῶν ἐν τῷ ὄρει τούτῳ, τῷ ὑψηλῷ νοΐ, ἀλλὰ προσκρούσασα τῷ Θεῷ, αἰχμάλωτος ἀπήχθη, καὶ τὸ μὲν σπέρμα τὸ ἅγιον, πᾶσαν ἔννοιαν λέγω θειοτέραν, ὁ αἰχμαλωτίσας ἡμᾶς διάβολος ἀπήγαγεν εἰς Βαβυλῶνα, τὴν σύγχυσίν φημι τοῦδε τοῦ κόσμου· ἀντενῴκισε δὲ καὶ τοὺς βαρβαρικοὺς λογισμούς, οὓς οἱ λέοντες, οἱ βασιλεύοντες ἐν ἡμῖν ἀγαθοὶ λογισμοί, κατήσθιον, ἄχρις ἂν ἔπεισαν αὐτοὺς παραδέξασθαι τὰ τοῦ Θεοῦ λόγια. Ἀλλ’ οὐδὲ ταῦτα ὁλοκλήρως· ἡ γὰρ κακία ἅπαξ ἐν τῷ ὄρει ἡμῶν, τῷ νοῒ λέγω, κατοικήσασα, ἐδέξατο μὲν τὰ Μωσέως, οὐχ ὁλοκλήρως δὲ τοῦ καλοῦ ἐγένετο, ἀλλὰ καὶ ἔτι ὑπὸ κατάραν ἦν.

Ὁ τοίνυν Ἰησοῦς ὁδοιπορήσας, τουτέστι, πολλὰς ὁδοὺς οἰκονομιῶν καὶ τρόπους πρὸς ἡμετέραν σωτηρίαν μετελθών, καὶ ποτὲ μὲν ἀπειλαῖς, ποτὲ δὲ κακῶν πληγαῖς, ποτὲ δὲ εὐεργεσίαις, ἄλλοτε δὲ ἀγαθῶν ὑποσχέσεσι μεθοδεύων τὴν ἡμετέραν ζωήν, ἀπέκαμε μέν, τοιούτοις τρόποις ἐπιχειρῶν ἡμᾶς διορθώσασθαι, εὗρε δὲ καὶ ἄλλην οἰκονομίαν, ἐν ᾗ καὶ ἐκάθισε, καὶ ἐπανεπαύσατο ἀρεσθεὶς ταύτῃ. Ποίαν; Τὴν πηγὴν τοῦ βαπτίσματος, ἐν ᾗ τὴν φύσιν ἡμῶν ὥσπερ τινὰ Σαμαρεῖτιν εὐηργέτησεν. Ἡ δὲ πηγὴ αὕτη τοῦ βαπτίσματος πηγὴ Ἰακὼβ εἰκότως ἂν λεχθείη, τουτέστι πτερνιστοῦ.

Ἐν αὐτῇ γὰρ τῇ πηγῇ πτερνίζει τις τὸν διάβολον· ἐπεὶ καὶ ὁ Κύριος ἐν ταύτῃ συνέθλασε τὴν κεφαλὴν τοῦ δράκοντος, ὃν καὶ ἔδωκε βρῶμα λαοῖς τοῖς Αἰθίοψι. Τῷ γὰρ δράκοντι τούτῳ οὐκ ἄλλοι τινὲς ἐνευφραίνονται καὶ τρέφονται, εἰ μὴ οἱ ἐζοφωμένοι καὶ μέλανες τὴν ψυχήν, καὶ τοῦ θείου φωτὸς ἀμέτοχοι. Ταύτῃ δὲ τῇ φύσει ἡμῶν πέντε ἄνδρες συνεζύγησαν· οἱ διάφοροι νόμοι, οἱ παρὰ τοῦ Θεοῦ δοθέντες αὐτῇ, ὁ ἐν τῷ παραδείσῳ, ὁ ἐπὶ τοῦ Νῶε, ὁ ἐπὶ τοῦ Ἀβραάμ, ὁ ἐπὶ τοῦ Μωσέως, ὁ διὰ τῶν προφητῶν. Ὁ Νῶε γὰρ μετὰ τὸν κατακλυσμὸν διαταγήν τινα ἐδέξατο, καὶ ὁ Ἀβραὰμ τὴν τῆς περιτομῆς.

Τούτοις οὖν τοῖς πέντε νόμοις συζυγεῖσα ἡ φύσις, καὶ ἕκτον προσέλαβεν ὕστερον ὃν οὐκ εἶχεν ἄνδρα, οὐδὲ συνεζύγη οὐδέπω, τὸν τῆς Καινῆς Διαθήκης. Νοήσειε δ’ ἄν τις ἕκτον νόμον, ὃν ἄνδρα οὐκ εἶχεν ἡ φύσις, τὸν τῆς εἰδωλολατρείας. Τοῦτον γὰρ δὴ τὸν νόμον οὐκ εἶχεν ἐκ Θεοῦ δοθέντα αὐτῇ σύζυγον, ἀλλ’ ὡς μοιχαλὶς ἐμίγνυτο τούτῳ. Διὸ καὶ ὁ προφήτης φησί· «Καὶ ἐμοιχῶντο ἐν τῷ ξύλῳ·» καὶ πάλιν· «Ἐξεπόρνευσαν ὀπίσω παντὸς ξύλου,» διὰ τὰ γλυπτὰ δηλαδὴ καὶ τὰ δένδρα ἃ ἐτίμων. Εἰς τοσοῦτον γὰρ ἀνοησίας ἐξετραχηλίσθη ἡ φύσις, ὥστε καὶ δένδροις ὡραίοις διὰ τὸ κάλλος θύειν, κυπαρίσσοις καὶ πλατάνοις, καὶ τοῖς τοιούτοις. Ὅτε τοίνυν τὸν ἕκτον τοῦτον μοιχὸν ὁ ἄνθρωπος ἔστερξε, καὶ εἰς εἰδωλολατρείας ἐξωλίσθησε, τότε ὁ Κύριος ἐλθὼν ἀπαλλάττει ἡμᾶς ταύτης· διὸ καί φησιν· «Ὃν νῦν ἔχεις.» Καὶ γὰρ ὄντως κατὰ τοὺς τῆς τοῦ Χριστοῦ παρουσίας χρόνους εἰς Ἑλληνισμὸν καὶ Ἰουδαίων οἱ σοφώτεροι ἐξετράπησαν· καὶ δηλοῖ ἡ τῶν Φαρισαίων αἵρεσις, εἱμαρμένῃ καὶ ἀστρολογίᾳ πιστεύουσα. Ἔστι δὲ Σαμαρεῖτις καὶ πᾶσα ψυχὴ ἡ ταῖς πέντε αἰσθήσεσιν ἀλόγως ὑποζυγεῖσα, εἶτα καὶ τὴν περὶ τὰ δόγματα σφαλερώτατα, οἷόν τινα ἕκτον μοιχὸν προσλαβομένη, ἣν ὁ Ἰησοῦς εὐεργετεῖ, εἴτε διὰ τοῦ βαπτίσματος, εἴτε διὰ τῆς πηγῆς τῶν δακρύων. Καὶ τὰ δάκρυα γὰρ φρέαρ τοῦ Ἰακὼβ ἂν λεχθεῖεν, τοῦ ἡμετέρου νοῦ, τοῦ πτερνίζοντος τὴν κακίαν.

Ἐξ οὗ ὕδατος αὐτός τε ὁ νοῦς πίνει, καὶ οἱ υἱοὶ αὐτοῦ οἱ λογισμοί, καὶ τὰ θρέμματα αὐτοῦ, τὰ ἄλογα μέρη τῆς ψυχῆς, θυμὸς καὶ ἐπιθυμία· τὰ γὰρ δάκρυα τῷ νῷ καὶ τοῖς λογισμοῖς καὶ τοῖς λοιποῖς εἰς ἀναψυχὴν γίνονται. «Ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες· Ῥαββεί, φάγε. Καὶ εἶπεν αὐτοῖς·

Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. Ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους· Μήτις ἤνεγκεν αὐτῷ φαγεῖν; Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.» Ἠρώτων οἱ μαθηταὶ τὸν Κύριον, ἀντὶ τοῦ, παρεκάλουν, ὥστε φαγεῖν, οὐκ ἐκ προπετοῦς γνώμης, ἀλλ’ ἐκ πολλῆς φιλοστοργίας τῆς πρὸς τὸν διδάσκαλον· καὶ γὰρ ἔβλεπον αὐτὸν κεκμηκότα ὑπὸ τῆς ὁδοιπορίας καὶ τῆς ἐπικειμένης φλογός. Ὁ δὲ Κύριος, γινώσκων ὅτι ἡ Σαμαρεῖτις μέλλει ἐπισπάσασθαι πᾶσαν σχεδὸν τὴν πόλιν πρὸς αὐτόν, καὶ ὅτι πιστεύσωσιν αὐτῷ οἱ Σαμαρεῖται, «Ἐγώ, φησί, βρῶσιν ἔχω φαγεῖν,» τουτέστι τὴν σωτηρίαν τῶν ἀνθρώπων· οὕτω γὰρ ταύτης ἐπιθυμῶ, ὡς οὐδεὶς ὑμῶν τῆς αἰσθητῆς βρώσεως. Ταύτην δὲ τὴν βρῶσιν, ἣν ἔχω φαγεῖν, ὑμεῖς οἱ μαθηταί μου οὐκ οἴδατε. Παχεῖς γὰρ ὄντες ἔτι, καὶ μὴ δυνάμενοι νοῆσαι τὰ αἰνιγματωδῶς ὑπ’ ἐμοῦ λεγόμενα, οὐκ οἴδατε ὅτι βρῶσιν ὀνομάζω τὴν τῶν ἀνθρώπων σωτηρίαν.

Καὶ ἄλλως δέ· Οὐκ οἴδατε ταύτην τὴν βρῶσιν· οὐ γὰρ γινώσκετε, ὅτι πιστεύσουσί μοι οἱ Σαμαρεῖται, καὶ σωθήσονται. Τί οὖν οἱ μαθηταί; Ἔτι διαποροῦσι, Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; Οὐ τολμῶσι γάρ, διὰ τὸ τὴν συνήθη αὐτοῖς εὐλάβειαν, πεῦσιν προσαγαγεῖν αὐτῷ. Ἐκεῖνος μέντοι, καίτοι ἐκείνων μὴ ἐρωτησάντων, ἀποκαλύπτει τὸ αἰνιγματωδῶς ῥηθέν, καί φησιν· «Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με (θέλημα γὰρ Θεοῦ ἡ τῶν ἀνθρώπων σωτηρία), καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.» Οἱ μὲν γὰρ προφῆται καὶ ὁ νόμος οὐκ ἠδυνήθησαν τελειῶσαι τὸ τοῦ Θεοῦ ἔργον· ἀτελεῖς γὰρ ἦσαν, τύπους καὶ σκιὰς τῶν μελλόντων ἀγαθῶν ἐμφαίνοντες. Ὁ δὲ Κύριος ἐτελείωσε τὸ τοῦ Θεοῦ ἔργον, τὴν ἡμετέραν λέγω σωτηρίαν καὶ ἀνακαίνισιν. Τάχα δέ μοι νόει Θεοῦ ἔργον τὸν ἄνθρωπον, ὃν ἐτελείωσε μόνος ὁ Υἱὸς τοῦ Θεοῦ, ἐν ἑαυτῷ ἀναμάρτητον ἀποδείξας τὴν φύσιν ἡμῶν καὶ ἐν παντὶ ἔργῳ ἀγαθῷ, διὰ τῆς ἐν σαρκὶ θείας πολιτείας τετελειωμένην καὶ ἀπηρτισμένην ἀποφήνας, καὶ ἄχρι τέλους νικήσας τὸν κόσμον. Καὶ ὁ νόμος δὲ Θεοῦ ἔργον ἐστί, καθὸ δακτύλῳ Θεοῦ ἐγράφη, ὃν νόμον ἐτελείωσεν ὁ Κύριος. Τέλος γὰρ νόμου Χριστός, ὡς πάντα τὰ ἐν τῷ νόμῳ τελούμενα καταπαύσας, καὶ ἀπὸ τῆς σωματικῆς λατρείας ἐπὶ τὴν πνευματικὴν ταῦτα μεταγαγών.

Αἰνιγματωδῶς δὲ φθέγγεται πολλάκις ὁ Κύριος προσεκτικωτέρους ποιῶν τοὺς ἀκροατάς, καὶ διεγείρων αὐτοὺς εἰς τὸ ἐρωτῆσαι καὶ μαθεῖν τὸ συγκεκαλυμμένως λεγόμενον. Βρῶσιν δὲ ὀνομάζων τὴν τῶν ἀνθρώπων σωτηρίαν, διδάσκει τοὺς μαθητάς, ἵνα καὶ αὐτοί, ὅτε δὴ χειροτονηθεῖεν διδάσκαλοι τῆς οἰκουμένης, περὶ ἐλάττονος ποιοῖντο τὴν σωματικὴν βρῶσιν, ὅλην τὴν ἐπιθυμίαν πρὸς τὸ σώζειν ἀνθρώπους μετενεγκόντες. Σημείωσαι δέ, ὅτι καὶ τὰ παρά τινων προσφερόμενα βρώματα ἐδέχετο ὁ Κύριος. Φασὶ γὰρ οἱ μαθηταί· «Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;» Τοῦτο δὲ ἐποίει, οὐχ ὡς χρῄζων τῆς παρ’ ἑτέρων διακονίας, (πῶς γὰρ ὁ διδοὺς τροφὴν πάσῃ σαρκί;) ἀλλ’ ἵνα οἱ προσφέροντες μισθὸν ἔχωσι, καὶ συνεθισθῶσι καὶ ἄλλους τρέφειν, καὶ ἅμα τύπον διδοὺς πᾶσιν ἀνθρώποις τοῦ μὴ ἐπαισχύνεσθαι τὴν πτωχείαν, μηδὲ βαρὺ νομίζειν τὸ παρ’ ἄλλων τρέφεσθαι. Ἴδιον δὲ τοῖς διδάσκουσι καὶ ἀναγκαιότατον τοῦτό ἐστι, τὸ ἄλλους ἔχειν τῆς τροφῆς φροντιστάς, ἵν’ αὐτοὶ ἀπερίσπαστοι ὄντες, διακονῶσι τὴν τοῦ λόγου διακονίαν. Διὸ καὶ τοῖς μαθηταῖς τοῦτο ἐπέταξε, τὸ παρὰ τῶν μαθητευομένων τρέφεσθαι. «Οὐχ ὑμεῖς λέγετε, ὅτι Τετράμηνόν ἐστι, καὶ ὁ θερισμὸς ἔρχεται; Ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη.

Καὶ ὁ θερίζων, μισθὸν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον· ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. Ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ἀληθινός, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων, καὶ ἄλλος ὁ θερίζων. Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε. Ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε» Ἄρχεται νῦν σαφέστερον ἀνακαλύπτειν τοῖς μαθηταῖς τὰ αἰνιγματωδῶς προῤῥηθέντα. Ὑμεῖς μὲν γὰρ φησί, λέγετε, ἀντὶ τοῦ, νομίζετε, ὅτι ὁ θερισμὸς ἐν τῇ τετραμήνῳ ταύτῃ ἔρχεται, ὁ αἰσθητὸς δηλαδή· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πάρεστιν ὁ νοητὸς θερισμός.

Ταῦτα δὲ ἔλεγε διὰ τοὺς Σαμαρείτας ἤδη προσερχομένους αὐτῷ. Ἐπάρατε οὖν τοὺς ὀφθαλμοὺς ὑμῶν, εἴτε τοὺς νοητούς, εἴτε τοὺς αἰσθητούς, καὶ θεάσασθε τὸ πλῆθος τῶν προσερχομένων Σαμαρειτῶν, καὶ τὰς εἰς τὴν πίστιν προθύμους καὶ ἑτοίμους ψυχὰς αὐτῶν, αἵτινες ὥσπερ χῶραι λελευκασμέναι δέονται θερισμοῦ.

Καθάπερ γὰρ οἱ στάχυες, ὅταν λευκανθῶσιν, ἕτοιμοι εἰς θερισμόν, οὕτω καὶ οὗτοι πρὸς σωτηρίαν εἰσὶ παρεσκευασμένοι. «Καὶ ὁ θερίζων μισθὸν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον· ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ, καὶ ὁ θερίζων.» Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οἱ προφῆται ἔσπειραν, ἀλλ’ οὐκ ἐθέρισαν.

Οὐ μὴν διὰ τοῦτο ἀπεστέρηνται τῆς ἡδονῆς, ἀλλὰ σὺν ἡμῖν χαίρουσιν, εἰ καὶ μὴ σὺν ἡμῖν θερίζουσιν, ὅπερ ἐν τοῖς αἰσθητοῖς θερισμοῖς οὐκ ἔστιν. Ἐκεῖ γὰρ ἐὰν συμβῇ ἄλλον σπεῖραι, καὶ ἄλλον θερίσαι, λύπη τῷ μὴ θερίζοντι. Ἐν δὲ τοῖς πνευματικοῖς, οὐχ οὕτως· ἀλλὰ καὶ οἱ προφῆται προκηρύξαντες, καὶ προμαλάξαντες τῶν ἀνθρώπων τὰς γνώμας, χαίρουσι σὺν ἡμῖν τοῖς εἰς σωτηρίαν τοὺς ἀνθρώπους ἐφελκύσασι. Τὸ δέ, «Ἐγὼ ὑμᾶς ἀπέστειλα θερίζειν, ὃ οὐχ ὑμεῖς κεκοπιάκατε,» διὰ τοῦτό φησιν ὁ Κύριος, ἵν’ ὅταν ἀποστέλλῃ τοὺς μαθητὰς ἐπὶ τὸ κήρυγμα, μὴ θορυβηθῶσιν, ὡς εἰς πρᾶγμα ἐπίπονον ἀποστελλόμενοι. Τὸ γὰρ ἐπιπονώτερον, φησίν, οἱ προφῆται ἀνεδέξαντο, ὑμεῖς δὲ ἐπὶ τὸ ἕτοιμον πέμπεσθε. Λόγον δὲ ἀληθινόν φησι, παροιμίαν τινὰ περιφερομένην παρὰ τῷ πλήθει, ὅτι «Ἄλλος ἐστὶν ὁ σπείρων, καὶ ἄλλος ὁ θερίζων.» Ὅρα δέ, πῶς πάντα δεσποτικῶς λέγει καὶ ἐξουσιαστικῶς· «Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν.» Ἀκουέτωσαν οἱ περὶ Μαρκίωνα τὸν κατάρατον, καὶ Μάνεντα, καὶ τοὺς τοιούτους, οἳ τὴν Παλαιὰν Διαθήκην ἀπαλλοτριοῦσι τῆς Νέας· κἀντεῦθεν γὰρ ἐλέγχονται. Εἰ γὰρ ἀλλοτρία ἦν ἡ Παλαιά, πῶς οἱ ἀπόστολοι ἐθέρισαν τὰ τῶν προφητῶν; Ὥστε ἐπεὶ τὰ τῆς Παλαιᾶς οἱ ἀπόστολοι ἐθέρισαν, οὐκ ἀλλοτρία τῆς Καινῆς Διαθήκης ἐκείνη, ἀλλ’ ἀμφότεραι μία.

Ἀκουέτωσαν καὶ οἱ περὶ Ἄρειον πῶς ὡς Κύριος καὶ ἐξουσιαστὴς πέμπει τοὺς μαθητάς· πέμπει δέ, ἵνα ἀπὸ τῶν γηΐνων θερίσωσι, καὶ ἐκτέμωσι τοὺς προστετηκότας αὐτοῖς καὶ Ἕλληνας καὶ Ἰουδαίους, καὶ εἰς τὴν ἅλω ἀποκομίζωσιν αὐτούς, τὴν Ἐκκλησίαν λέγω· ἐν ᾗ γενόμενοι διὰ τοῦ ἁλοῦσθαι παρὰ τῶν βοῶν, τουτέστι τῶν διδασκάλων, καὶ ὑποκεῖσθαι αὐτοῖς, τρίβονται, καὶ πᾶν ἀσχυρῶδες, καὶ σαρκικόν, καὶ τοῦ πυρὸς ὑπέγκαυμα ἀποβαλλόμενοι, καθαροὶ κόκκοι τῇ οὐρανίῳ ἀποθήκῃ ἐναποτίθενται, εἶτα καὶ βρῶμα γίνονται τοῦ Θεοῦ τῇ σωτηρίᾳ τούτων ἐνευφραινομένου. Οὕτως ὁ Παῦλος ἐθέριζε τῆς γῆς ἀποτέμνων, καὶ διδάσκων ἡμᾶς, ὅτι τὸ πολίτευμα ἡμῶν ἐν οὐρανοῖς ὑπάρχει. Χρῶνται δέ τινες καὶ ἐπὶ τῶν γερόντων χαριέντως τῷ, «Θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμόν,» διὰ τὰς πολιὰς δηλαδή, καὶ τὸν τοῦ θανάτου θερισμόν. «Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης, ὅτι Εἶπέ μοι πάντα ὅσα ἐποίησα. Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ’ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας, καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ· τῇ τε γυναικὶ ἔλεγον, ὅτι Οὐκ ἔτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου ὁ Χριστός.»

Διὰ τὸν λόγον τῆς γυναικὸς πιστεύουσιν οἱ Σαμαρεῖται, ὡς συνετοὶ παρ’ ἑαυτοῖς κρίναντες, ὡς οὐκ ἂν τὸν οἰκεῖον βίον ἡ γυνὴ ἐξεπόμπευσεν ὑπὲρ τοῦ χαρίσασθαι ἑτέρῳ, εἰ μὴ ἀληθῶς μέγας τις ἦν καὶ ὑπὲρ τοὺς πολλοὺς ὁ ὑπ’ αὐτῆς κηρυττόμενος· διὸ καὶ τὴν πίστιν τοῖς ἔργοις δεικνύντες, παρεκάλουν αὐτὸν δι’ ὅλου παρ’ ἑαυτοῖς εἶναι· τὸ γάρ, «μεῖναι,» τοῦτο σημαίνει τὸ κατοικῆσαι τελείως παρ’ αὐτοῖς. Ὁ δὲ τοῦτο μὲν οὐ πείθεται, δύο δὲ μόνας ἡμέρας μένει· ὅθεν καὶ πολλῷ πλείους αὐτῶν ἐπίστευσαν διὰ τὴν διδασκαλίαν αὐτοῦ. Καὶ γὰρ ὁ εὐαγγελιστὴς οὐκ ἐξηγεῖται τὰ κατὰ μέρος θαυμαστὰ τῆς διδασκαλίας αὐτοῦ ῥήματα, ἀλλ’ ἡμῖν γε δίδωσι νοεῖν ἐκ τοῦ τέλους τῶν πραγμάτων τὴν δύναμιν τῆς θείας αὐτοῦ διδασκαλίας. Πολλὰ γάρ τοι καὶ τῶν μεγάλων παρατρέχουσιν οἱ εὐαγγελισταί, ὅτι μὴ πρὸς ἐπίδειξιν καὶ φιλοτιμίαν γράφουσιν, ἀλλὰ πρὸς ἀλήθειαν. Καὶ παρὰ τοῖς Σαμαρείταις οὖν γενόμενον τὸν Κύριον εἰκὸς θειότερά τινα διδάξαι· ὅθεν οὐδὲ σημεῖον οὐδὲν ἰδόντες, πιστεύουσι καὶ παρακαλοῦσι μένειν. Ἰουδαῖοι δὲ καὶ λόγων μυρίων καὶ σημείων καταπολαύσαντες, ἔτι ἐδίωκον, ὄντως «ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ αὐτοῦ.» Ὅρα δέ μοι πόσον βραχὺ τὸ πλῆθος τὴν διδάξασαν αὐτοὺς ὑπερηκόντισαν.

Οὐ γὰρ προφήτην αὐτὸν λέγουσιν, οὐδὲ Σωτῆρα τοῦ Ἰσραήλ, ἀλλὰ τοῦ κόσμου, καὶ μετὰ τοῦ ἄρθρου, «Οὗτός ἐστιν ὁ Σωτήρ,» ὁ κυρίως καὶ τῷ ὄντι σώσας πάντας. Ἦλθον μὲν γὰρ πολλοὶ σῶσαι, καὶ νόμος, καὶ προφῆται, καὶ ἄγγελοι, ἀλλ’ οὗτός ἐστιν ὁ ἀληθινὸς Σωτήρ. «Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν, καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν· αὐτὸς γὰρ ὁ Ἰησοῦς ἐμαρτύρησεν, ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει. Ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.» Ἐξελθὼν ἀπὸ Σαμαρείας ὁ Κύριος, εἰς τὴν Γαλιλαίαν ἀπέρχεται. Εἶτα, ἵνα μὴ ἐξετάζῃ τις, καὶ διαπορῇ, τίνος ἕνεκεν οὐκ ἐν τῇ Γαλιλαίᾳ ἀεὶ ἦν, ἀλλ’ ἐκ διαλείμματος αὐτοῖς ἐπιδημεῖ, καὶ ταῦτα ἐκ τῆς Γαλιλαίας εἶναι δοκῶν, φησίν, ὅτι διὰ τοῦτο οὐκ ἐν τῇ Γαλιλαίᾳ παρέμενε, διότι οὐδεμίαν τιμὴν πρὸς αὐτὸν ἐνεδείκνυντο. «Αὐτὸς γὰρ ὁ Ἰησοῦς ἐμαρτύρησεν, ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι ἄτιμός ἐστιν.» Εἰώθαμεν γὰρ οἱ ἄνθρωποι τῶν ἐν συνηθείᾳ καταφρονεῖν, ἀεὶ τοῖς ξένοις καὶ ἀηθέσι προσέχοντες. Τί οὖν; Οὐχ ὁρῶμεν πολλοὺς καὶ παρὰ τοῖς οἰκείοις τιμωμένους;

Μάλιστα μὲν οὖν σπάνιον τὸ τοιοῦτον· εἰ δέ πού τινες εὑρεθεῖεν ἐν τῇ πατρίδι τιμώμενοι, πολλῷ μᾶλλον ἐν τῇ ἀλλοτρίᾳ τιμηθήσονται, ὥστε συγκρινομένη ἡ ἐν τῇ πατρίδι τιμὴ πρὸς τὴν ἐν τῇ ἀλλοτρίᾳ, ἀτιμία εὑρεθήσεται.

Ὁ γάρ τοι φθόνος, τοῖς συμπατριώταις οὐ συγχωρεῖ τὴν προσήκουσαν τιμὴν ἀποδιδόναι, ἀλλ’ ὑφειμένην τὴν ταύτην ἀποδιδόασιν, αἰσχύνην οἰκείαν ἡγούμενοι τὴν τοῦ ὁμοφύλου εὐδοκίμησιν. Ἐλθόντι οὖν τῷ Κυρίῳ εἰς Γαλιλαίαν ἐπίστευσαν οἱ Γαλιλαῖοι, τὰ σημεῖα ἰδόντες ἃ ἐποίησεν ἐν Ἱεροσολύμοις. Πλὴν οἱ Σαμαρεῖται δοκιμώτεροι, οἱ καὶ χωρὶς σημείων πιστεύσαντες ἀπὸ τοῦ λόγου τῆς γυναικός. Ὅρα δὲ πανταχοῦ τοὺς ἀποβλήτους μὲν δοκοῦντας, εὐδοκιμοῦντας ἐν τῇ πίστει Σαμαρείτας λέγω καὶ Γαλιλαίους· (καὶ γὰρ καὶ τούτους ἐξουθένουν ὡς ἀγροικότερον διακειμένους· διὸ καὶ ἔλεγον, ὅτι «Προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται).» τοὺς δὲ ἐκλεκτοὺς νομιζομένους, ἀποβαλλομένους, οἷοι ἦσαν οἱ Ἱεροσολυμῖται Ἰουδαῖοι, Εἰκότως ἄρα καὶ οἱ ἐθνικοὶ παρεδέχθημεν.

Ἐν γὰρ τῇ οἰκείᾳ πατρίδι, τῇ τῶν Ἰουδαίων, εἴποι ἄν τις, συναγωγῇ, τιμὴν οὐκ ἔσχεν ὁ προφήτης Χριστός, καθὰ Μωϋσῆς λέγει, ὅτι «Προφήτην ἀναστήσει Κύριος ἡμῶν.» «Ἦλθεν οὖν ὁ Ἰησοῦς πάλιν εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον. Καὶ ἦν τις βασιλικός, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καπερναούμ. Οὗτος ἀκούσας, ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθεν πρὸς αὐτόν, καὶ ἠρώτα αὐτόν, ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἔμελλε γὰρ ἀποθνήσκειν. Εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν· Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. Λέγει πρὸς αὐτὸν ὁ βασιλικός· Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς·

Πορεύου, ὁ υἱός σου ζῇ. Καὶ ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ, ᾧ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐπορεύετο.» Ἀναμιμνήσκει ἡμᾶς ὁ εὐαγγελιστὴς τοῦ ἐν Κανᾷ θαύματος, ὅπου ἐγένετο τὸ ὕδωρ οἶνος, ἅμα μὲν διὰ τὸ αὐξῆσαι τῶν Σαμαρειτῶν τὸ ἐγκώμιον (οἱ μὲν γὰρ Γαλιλαῖοι, φησί, καὶ ἀπὸ τῶν ἐν Ἱεροσολύμοις καὶ ἀπὸ τῶν παρ’ αὐτοῖς γενομένων σημείων αὐτὸν ἐδέξαντο· οἱ δὲ Σαμαρεῖται ἀπὸ μόνης τῆς μαρτυρίας τῆς γυναικός, καὶ τῆς αὐτοῦ τοῦ Κυρίου διδασκαλίας), ἅμα δὲ καὶ ἵνα δείξῃ ἡμῖν, ὅτι καὶ ὁ βασιλικὸς ἀπὸ τοῦ ἐν Κανᾷ θαύματος ἀγαθήν τινα περὶ τοῦ Χριστοῦ ὑπόληψιν ἐδέξατο, εἰ καὶ μὴ τὴν ἀξίαν.

Βασιλικὸν δὲ τοῦτον καλεῖ, ἢ ὡς ἐκ γένους ὄντα βασιλικοῦ, ἢ ἀξίωμά τι ἀρχῆς ἕτερον οὕτω καλούμενον ἔχοντα. Ἆρα οὖν, φησί, καὶ αὐτός ἐστιν οὖτος τῷ παρὰ τῷ Ματθαίῳ ἑκατοντάρχῳ; καὶ γὰρ κἀκεῖνος ἐν Καπερναοὺμ ἦν. Οὐκ οἶμαι τοίνυν τὸν αὐτὸν εἶναι, ἀλλ’ ἕτερον. Ἐκεῖνος μὲν γὰρ καὶ βουλόμενον ἐλθεῖν τὸν Χριστὸν διακωλύει, λέγων· «Οὐκ εἰμὶ ἄξιος, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς·» οὗτος δὲ εἰς τὴν οἰκίαν αὐτοῦ ἕλκει τὸν Ἰησοῦν. Κἀκείνου μὲν ὁ παῖς, ἤγουν ὁ δοῦλος, παρέσει κατείχετο· τούτου δὲ ὁ υἱὸς πυρετῷ. Κἀκεῖ μὲν ἀπὸ τοῦ ὄρους καταβάς, εἰς Καπερναοὺμ εἰσῆλθε· νῦν δέ, ἀπὸ τῆς Σαμαρείας, καὶ οὐκ εἰς Καπερναούμ, ἀλλ’ εἰς Κανᾶ. Ἐπὶ πᾶσιν, ἐκεῖνος μὲν ἑκατόνταρχος· οὗτος δέ, βασιλικὸς τὸ ἀξίωμα. Ἀξιοῖ μὲν οὖν ὁ βασιλικὸς τὸν Κύριον κατελθεῖν, ὡς ἰάσηται τὸν υἱόν· ὁ δὲ Κύριος καθαπτόμενος αὐτοῦ, ὡς μὴ τελείαν τὴν πίστιν, ἀλλ’ ἐκ μέρους ἔχοντος (καὶ γὰρ τὸ εἰπεῖν, «Κατάβηθι πρὶν ἀποθανεῖν τὸν υἱόν μου,» τὴν ἀσθένειαν τῆς πίστεως αὐτοῦ ἐμφαίνει, ὡς μὴ πιστεύοντος, ὅτι εἰ καὶ συμβῇ αὐτὸν ἀποθανεῖν, δυνατός ἐστιν ἀναστῆσαι αὐτόν), διὰ ταῦτα οὖν καθαπτόμενος αὐτοῦ, φησίν· «Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε·» ἅμα δὲ καὶ τῶν ἑτέρων πολιτῶν κατηγορῶν τῶν ἐν τῇ Καπερναούμ. Φαίνονται γὰρ πανταχοῦ πολλὴν ἀπιστίαν κατηγορούμενοι.

Ἐπεὶ οὖν ἀσθενὴς ἦν ὁ βασιλικὸς τὴν γνώμην, καὶ κατήπειγε τὸν Κύριον κατελθεῖν εἰς θεραπείαν τοῦ παιδός, δεικνύων αὐτῷ ὁ Σωτήρ, ὅτι καὶ ἀπὼν δύναται αὐτὸν θεραπεῦσαι, λέγει· «Πορεύου, ὁ υἱός σου ζῇ» Ἀμέλει τοῦ μὲν παιδὸς τὸν πυρετόν, τοῦ πατρὸς δὲ τὴν ἀπιστίαν ἰάσατο. Γίνωσκε δέ, ὡς ἄλλο τέρας, καὶ ἄλλο σημεῖον. Τέρας μὲν γὰρ τὸ παρὰ φύσιν, οἷον τὸ διανοῖξαι ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου, καὶ ἐγεῖραι νεκρόν· σημεῖον δέ, τὸ οὐκ ἔξω τῆς φύσεως, οἷον τὸ ἰᾶσθαι ἄῤῥωστον. Τελέσει δὲ καὶ τοῦτο τὸ θαῦμα καὶ νῦν ὁ Κύριος ἐπὶ παντὸς τοῦ προσερχομένου.

Οἷον βασιλικός ἐστι πᾶς ἄνθρωπος, οὐ μόνον ὡς τοῦ βασιλέως πάντων συγγενὴς διὰ τὴν ψυχήν, ἀλλὰ καὶ ὡς αὐτὸς βασιλικὴν ἀρχὴν κατὰ πάντων δεξάμενος. Εὑρίσκεται δὲ πολλάκις ἔχων τις τὸν νοῦν, οἷα υἱόν, πυρὶ ἡδονῶν ἀτόπων καὶ ἐπιθυμίαις κακῶς ἔχοντα. Εἰ τοίνυν προσέλθῃ τῷ Ἰησοῦ, καὶ αἰτήσει αὐτὸν καταβῆναι, τουτέστι, συγκαταβάσει φιλανθρωπίας χρήσασθαι, καὶ συγχωρῆσαι αὐτῷ τὰς ἁμαρτίας πρὶν ἢ τελείως ἀπὸ τῆς νόσου τῶν ἐπιθυμιῶν ἀπονεκρωθῇ, (εἰ μὴ γὰρ συγκαταβαίη ἡμῖν ὁ Θεός, ἀλλὰ τὰς ἀνομίας παρατηρήσαιτο, καὶ κατ’ ἐκείνας ἐξετάσειε, τίς λοιπὸν ὑποστήσεται;) εἰ προσέλθῃ τοίνυν, ὡς εἴρηται, τεύξεται τοῦ ζητουμένου, καὶ ἀπολήψεται τὸν νοῦν αὐτοῦ ὑγιᾶ. Πλὴν ὅρα καὶ τί φησιν ὁ Κύριος πρὸς αὐτόν· «Πορεύου, ὁ υἱός σου ζῇ·» τουτέστι, Μὴ ἀκίνητος ἔσο πρὸς τὸ καλόν, ἀλλὰ πορεύου, καὶ κίνησιν ἀκατάπαυστον ἐνδείκνυσο πρὸς τὸ ἀγαθόν· τότε γὰρ ὁ υἱός σου ζῇ. Εἰ δὲ παύσῃ τοῦ πορεύεσθαι, τεθνήξεταί σου πάντως ὁ νοῦς, τῇ περὶ τὸ καλὸν ἀκινησίᾳ τὴν νέκρωσιν λαβών. «Ἤδη δὲ αὐτοῦ καταβαίνοντος, οἱ δοῦλοι αὐτοῦ ἀπήντησαν αὐτῷ, καὶ ἀπήγγειλαν λέγοντες, ὅτι Ὁ υἱός σου ζῇ. Ἐπύθετο οὖν παρ’ αὐτῶν τὴν ὥραν, ἐν ᾗ κομψότερον ἔσχεν. Καὶ εἶπον αὐτῷ, ὅτι Χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. Ἔγνω οὖν ὁ πατήρ, ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ.

ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι Ὁ υἱός σου ζῇ, καὶ ἐπίστευσεν αὐτός, καὶ ἡ οἰκία αὐτοῦ ὅλη. Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς, ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.» Ἐκπλαγέντες οἱ δοῦλοι τὴν ἀθρόαν μεταβολὴν τῆς νόσου, ἀπαντῶσι τῷ κυρίῳ, εὐαγγελιζόμενοι αὐτῷ τὴν τοῦ υἱοῦ ὑγείαν. Οὐ γὰρ ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλ’ ἀθρόον ἀπηλλάγη τοῦ πυρετοῦ, ὥστε δειχθῆναι μὴ φύσεως ἀκολουθίαν εἶναι τὸ πρᾶγμα, ἀλλὰ τῆς δυνάμεως τοῦ Χριστοῦ. Μαθὼν δὲ παρὰ τῶν δούλων τὴν ὤραν, ἐν ᾗ κομψότερον ὁ παῖς ἔσχεν, ἀντὶ τοῦ, ἐπὶ τὸ βέλτιον καὶ εὐρωστότερον μετῆλθεν ὁ παῖς, τελείως πιστεύει τῷ Κυρίῳ. Ἡ γὰρ προτέρα πίστις αὐτοῦ ἀτελὴς ἦν. Μὴ γάρ μοι εἴπῃς, ὅτι Καὶ μὴν οὐκ ἂν προσῆλθεν, εἰ μὴ ἐπίστευσεν. Εἰώθασι γὰρ οἱ πατέρες ἀπὸ τῆς πρὸς τοὺς παῖδας φιλίας, οὐ μόνον οἷς θαῤῥοῦσιν ἰατροῖς προσιέναι, ἀλλὰ καὶ τοῖς ἀτέχνοις, μηδὲν τῶν δεόντων παραλιπεῖν βουλόμενοι.

Προσῆλθε μὲν οὖν ἀπὸ πίστεως, εἴγε καὶ τοῦτο δώσομεν, ἀλλὰ ψυχρᾶς καὶ ἀτελοῦς, ἣν οὐδὲ πίστιν ἄν τις καλέσειε. Τότε δὲ τελείως ἐπίστευσεν, ὅτε καὶ περὶ τῆς ὥρας ἔμαθε. Τίνος δὲ ἕνεκεν ὁ εὐαγγελιστής φησιν, ὅτι δεύτερον τοῦτο τὸ σημεῖον ἐποίησεν ἐν Κανᾷ; Ἵνα δείξῃ τοὺς Σαμαρείτας πολλῶν ἀξίου; ἐγκωμίων. Καὶ γάρ, φησί, καὶ δευτέρου τούτου τοῦ σημείου γενομένου, οὐδέπω οἱ Γαλιλαῖοι πρὸς τὸ ὕψος ἐκείνων ἔφθασαν, τῶν μηδὲν ἰδόντων σημεῖον.

ΚΕΦΑΛ. Εʹ. Περὶ τοῦ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχοντος ἐν τῇ ἀσθενείᾳ. Περὶ τῶν Ἰουδαίων ζητούντων ἀποκτεῖναι τὸν Ἰησοῦν. «Μετὰ ταῦτα ἦν ἡ ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις προβατικὴ κολυμβήθρα ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδᾶ, πέντε στοὰς ἔχουσα. Ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν.

Ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐτάρασσε τὸ ὕδωρ. Ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος, ὑγιὴς ἐγένετο, ᾧ δήποτε κατείχετο νοσήματι.» Ἑορτὴ ἦν τῶν Ἰουδαίων, ἡ τῆς Πεντηκοστῆς, οἶμαι. Ἀναβαίνει δὲ ἐν ταύτῃ ὁ Κύριος· ἅμα μέν, ἵνα μὴ δόξῃ ἐναντίος τῷ νόμῳ, ἀλλὰ φαίνηται συνεορτάζων τοῖς πολλοῖς· ἅμα δέ, ἵνα πλείους διὰ σημείων διδασκαλίας ἐπισπάσηται, καὶ μάλιστα τὸ πλῆθος τὸ ἄδολον. Ἐν γὰρ ταῖς ἑορταῖς εἰώθασι συνέρχεσθαι καὶ ἀγρόται, καὶ ἀστικοὶ χειρώνακτες, τὰς ἄλλας ἡμέρας τοῖς ἔργοις συνασχολούμενοι.

Προβατικὴ δὲ ἐλέγετο ἡ κολυμβήθρα, διότι τὰ πρὸς θυσίαν πρόβατα ἐκεῖ συνήγετο, καὶ τὰ ἔγκατα αὐτῶν ἐπλύνοντο ἐκεῖ. Εἶχον δὲ οἱ πολλοὶ ὑπόληψιν, ὅτι καὶ ἀπὸ μόνου τοῦ πλύνεσθαι τὰ ἐντόσθια τῶν ἱερείων δύναμίν τινα λαμβάνει θειοτέραν τὸ ὕδωρ, διὸ καὶ τὸν ἄγγελον ἐπιφοιτᾷν τούτῳ τῷ ὕδατι ὡς ἐκλεκτῷ, καὶ θαυματουργεῖν. Ἔοικεν ἄρα ἡ θεία πρόνοια πόῤῥωθεν ὁδοποιοῦσα τοῖς Ἰουδαίοις πρὸς τὴν εἰς Χριστὸν πίστιν, τὸ τῆς κολυμβήθρας ταύτης θαῦμα προοικονομῆσαι. Ἐπεὶ γὰρ ἔμελλε βάπτισμα δίδοσθαι πολλὴν ἔχον δύναμιν, καὶ δωρεὰν μεγίστην, οἷα καθαῖρον ἁμαρτίας, καὶ ζωοποιοῦν τὰς ψυχάς, προζωγραφεῖ Θεὸς τὸ βάπτισμα ἐν τοῖς Ἰουδαϊκοῖς, καὶ δίδωσι μὲν καὶ ὕδωρ αὐτοῖς καθαῖρον μολυσμοὺς οὐ κυρίως ὄντας, ἀλλὰ δοκοῦντας· οἷον τοὺς ἀπὸ τοῦ ἅψασθαι νεκροῦ, ἢ λεπροῦ, καὶ τῶν τοιούτων ἑτέρων· δίδωσι δὲ καὶ τὸ τῆς κολυμβήθρας ταύτης θαῦμα, ὁδηγοῦν αὐτοὺς εἰς τὴν παραδοχὴν τοῦ βαπτίσματος. Ἄγγελος γὰρ κατὰ καιρὸν καταβαίνων, διετάρασσε τὸ ὕδωρ, καὶ ἰαματικὴν ἐνετίθει τούτῳ δύναμιν. Οὐ γὰρ δήπου ἡ τοῦ ὕδατος φύσις, αὐτὴ καθ’ ἑαυτὴν ἰᾶτο (ἦ γὰρ ἂν διὰ παντὸς τοῦτο ἐγίνετο), ἀλλ’ ἐπὶ τῇ τοῦ ἀγγέλου ἐνεργείᾳ τὸ πᾶν ἐκεῖτο.

Οὕτως οὖν καὶ ἐφ’ ἡμῖν τὸ τοῦ βαπτίσματος ὕδωρ, ὕδωρ ἐστὶν ἁπλῶς, δεξάμενον δὲ τὴν τοῦ Πνεύματος χάριν διὰ τῶν θείων ἐπικλήσεων, τὰ ψυχικὰ νοσήματα λύει· κἂν τυφλὸς εἵη τις τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς πεπηρωμένος, καὶ μὴ δυνάμενος διακρῖναι τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, κἂν χωλός, ἀκίνητος πρὸς ἐργασίαν καλοῦ, καὶ προκοπὴν τὴν ἐπὶ τὸ κρεῖττον, κἂν ξηρὸς παντάπασι καὶ ἀπεγνωσμένος, καὶ μηδενὸς ἀγαθοῦ μετουσίαν ἔχων, πάντας τὸ ὕδωρ τοῦτο ἰᾶται. Καὶ τότε μὲν ἡ ἀσθένεια ἐνεπόδιζέ τισι πρὸς τὴν θεραπείαν, νῦν δὲ πρὸς τὸ βαπτισθῆναι οὐδὲν ἔχομεν κώλυμα. Οὐ γὰρ ἑνὸς θεραπευομένου, οἱ ἄλλοι ἀθεράπευτοι ἐῶνται· ἀλλὰ κἂν πᾶσα ἡ οἰκουμένη συνέλθῃ, οὐκ ἐλαττοῦται ἡ χάρις. «Ἦν δέ τις ἄνθρωπος ἐκεῖ, τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ. Τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνούς, ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι; Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει.» Ἐκπληκτικὴ ἡ καρτερία τοῦ παραλύτου.

Ἔτη τριάκοντα καὶ ὀκτὼ εἶχε, καὶ καθ’ ἕκαστον ἐνιαυτὸν ἀπαλλαγήσεσθαι τοῦ νοσήματος προσδοκῶν, ἐνηδρεύετο ἐμποδιζόμενος ὑπὸ τῶν δυνατωτέρων. Καὶ ὅμως οὐκ ἀφίστατο, οὐδὲ ἀπεγίνωσκε· διὸ καὶ ἐρωτᾷ αὐτὸν ὁ Κύριος, θέλων δεῖξαι ἡμῖν τὴν καρτερίαν τοῦ ἀνθρώπου· οὐ γὰρ δὴ ὡς μαθησόμενος ἐρωτᾷ. Τοῦτο γὰρ οὐ μόνον περιττόν, ἀλλὰ καὶ ἀνόητον, τὸ ἐρωτᾷν εἰ θέλει ὁ νοσῶν ὑγιᾶναι. Ὅπερ οὖν εἶπον, ἵνα δείξῃ ἡμῖν τὴν καρτερίαν τοῦ ἀνθρώπου, διὰ τοῦτο ἐρωτᾷ. Τί οὖν ἐκεῖνος; Μετὰ πολλῆς ἐπιεικείας ἀποκρίνεται· Ναί, φησί, Κύριε, θέλω μέν, ἀλλ’ οὐκ ἔχω ἄνθρωπον τὸν δυνάμενόν με ἐμβαλεῖν τῷ ὕδατι. Οὐδὲν βλάσφημον ἀπεκρίνατο, οὐκ ἀπεπέμψατο τὸν Χριστόν, ὡς ἐρωτήσαντα ἄτοπον ἐρώτημα, οὐ κατηράσατο τὴν ἡμέραν τῆς γεννήσεως, οἷα οἱ μικρόψυχοι ποιοῦμεν, καὶ ταῦτα ἐλαφροτέροις νοσήμασι περιπίπτοντες, ἀλλὰ πράως καὶ δυσωπητικῶς ποιεῖται τὴν ἀπόκρισιν, καίτοι γε μὴ εἰδώς, ὅστις ποτὲ ἦν ὁ ἐρωτῶν, ἀλλ’ ἢ τοῦτο μόνον ἴσως ἐνόμισε, χρησιμεύει[ν] αὐτῷ τὸν Χριστόν, ὥστε ἐμβαλεῖν αὐτὸν εἰς τὸ ὕδωρ, καὶ διὰ τούτων ἐπισπάσασθαι καὶ δυσωπῆσαι τῶν ῥημάτων βούλεται. Οὐκ εἶπε δὲ ὁ Χριστός, Θέλεις; θεραπεύσω σε, ἵνα μὴ δόξῃ κομπάζειν. «Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἔγειραι, ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. Καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράββατον αὐτοῦ, καὶ περιεπάτει. Ἦν δὲ Σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.

Ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· Σάββατόν ἐστιν· οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατον.» Κελεύει ἆραι τὸ κλινίδιον, πιστώσασθαι βουλόμενος τὸ γενόμενον θαῦμα, ὥστε μηδένα νομίσαι φαντασίαν αὐτὸ εἶναι. Οὐ γὰρ ἄν, εἰ μὴ βεβαίως καὶ σφόδρα συνεπάγη αὐτῷ τὰ μέλη, τὴν κλίνην φέρειν ἠδύνατο.

Οὐκ ἀπαιτεῖ δὲ αὐτὸν πρὸ τῆς ἰάσεως πίστιν, ὥσπερ ἐπὶ ἄλλων τινῶν, ὅτι οὐδέπω αὐτὸν εἶδεν ὁ ἀσθενῶν σημεῖον πεποιηκότα. Καὶ γὰρ κἀκείνους, οὓς ἀπαιτεῖ πίστιν ὁ Κύριος, οὐ πρὸ τῶν θαυμάτων, ἀλλὰ μετὰ τὸ ποιῆσαι ἐνώπιον αὐτῶν τὰ θαύματα, ἀπαιτεῖ αὐτοὺς τὴν πίστιν. Ὅρα δέ μοι πῶς ἅμα τε ἤκουσε καὶ ἐπίστευσεν. Οὐ γὰρ διεκρίθη καθ’ ἑαυτόν, καὶ εἶπεν· Οὐ λῆρος οὗτος, ὃς αὐθωρὸν ἐγερθῆναί με ἐγκελεύεται; τριάκοντα ὀκτὼ ἔτη ἔχων, οὐκ ἐπέτυχον ἰάσεως, καὶ οὕτως ἀθρόον ἐγερθήσομαι;

Οὐδὲν τοιοῦτον, ἀλλὰ πιστεύσας ἠγέρθη. Ἐν Σαββάτῳ δὲ θεραπεύει, διδάσκων τοὺς ἀνθρώπους ἑτέρως νοεῖν τὰς τοῦ νόμου παρατηρήσεις, καὶ μὴ τῇ σωματικῶς νοουμένῃ ἀργίᾳ δοκεῖν τιμᾷν τὸ Σάββατον, ἀλλὰ τῇ τῶν κακῶν ἀποχῇ. Ἐπεὶ τόγε ἀγαθοποιεῖν ἐν Σαββάτῳ, οὐκ ἂν ὁ νόμος ἐκώλυε, νόμος ὢν τοῦ Θεοῦ τοῦ ἀγαθοποιοῦντος. «Ἀπεκρίθη αὐτοῖς· Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει.

Ἠρώτησαν οὖν αὐτόν· Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι· Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει; Ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ.» Χρὴ θαυμάσαι τὴν τοῦ ἀνθρώπου πρὸς Ἰουδαίους παῤῥησίαν, πῶς ἐπικειμένων αὐτῷ καὶ λεγόντων, «Οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατόν σου διὰ τὸ Σάββατον,» αὐτὸς μετὰ παῤῥησίας ἀνεκήρυττε τὸν εὐεργέτην· «Ὁ ποιήσας με ὑγιῆ, αὐτός μοι εἶπεν·» ὡσανεὶ τοιαῦτα λέγων·

Ληρεῖτε, καὶ παραπαίετε, κελεύοντες μὴ πείθεσθαι τῷ ἀπὸ μακρᾶς οὕτω καὶ χαλεπῆς με νόσου ἀπαλλάξαντι. Οἱ δὲ Ἰουδαῖοι οὐκ ἐρωτῶσιν αὐτόν, Τίς ἐστιν ὁ ποιήσας σε ὑγιῆ; ἀλλά, «Τίς ἐστιν ὁ εἰπών σοι· Ἆρον τὸν κράββατον;» Οὕτως ἄρα πρὸς μὲν τὸ καλὸν ἐθελοντὶ ἐτύφλωττον, τὴν δὲ δοκοῦσαν παράβασιν τοῦ Σαββάτου ἄνω καὶ κάτω προέφερον· ὁ δὲ Ἰησοῦς ἐξένευσε, πρῶτον μέν, ἵνα ἀπόντος αὐτοῦ ἀνύποπτος γένηται ἡ μαρτυρία ἡ περὶ τῆς ὑγείας, καὶ μὴ δόξῃ ὁ ἄνθρωπος καταχαρίζεσθαι αὐτῷ, ἀλλὰ τῇ ἀληθείᾳ προσμαρτυρεῖν· ἔπειτα, ἵνα μὴ ἐπὶ πλεῖον ἀνάψῃ τοῖς Ἰουδαίοις τὸν θυμόν. Οἶδε γὰρ καὶ ὄψις μόνη τοῦ διαφθονουμένου, οὐ μικρὸν τοῖς βασκαίνουσιν ἐνιέναι σπινθῆρα φθόνου· διὰ τοῦτο ἀφίησιν αὐτὸ καθ’ ἑαυτὸ τὸ ἔργον ἐξετάζεσθαι. Οἱ γὰρ ἐγκαλοῦντες Ἰουδαῖοι, εἰς ἐξέτασιν καὶ λόγους τὸ γεγονὸς φέροντες, ἐξακουστότερον αὐτὸ ποιοῦσιν. «Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ, καὶ εἶπεν αὐτῷ· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Ἀπῆλθεν ὁ ἄνθρωπος, καὶ ἀπήγγειλε τοῖς Ἰουδαίοις, ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ. Καὶ διὰ τοῦτο ἐδίωκον τὸν Ἰησοῦν οἱ Ἰουδαῖοι, καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὅτι ταῦτα ἐποίησεν ἐν Σαββάτῳ.» Ἐκ τοῦ φάναι τὸν Κύριον τῷ παραλύτῳ, «Ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε,» μανθάνομεν πρῶτον μέν, ὅτι ἐξ ἁμαρτιῶν ἐτέχθη.

τῷ ἀνθρώπῳ τὸ νόσημα· δεύτερον δέ, ὅτι ἀληθὴς ὁ περὶ τῆς γεέννης λόγος, καὶ ὅτι ἀΐδιός ἐστιν ἡ τιμωρία. Ποῦ γὰρ νῦν εἰσιν οἱ λέγοντες, ὅτι Ἐν μιᾷ ὥρᾳ ἐπόρνευσα, καὶ πῶς ἀθάνατα κολασθήσομαι;

Ἰδοὺ γὰρ καὶ οὗτος οὐκ ἐν τοσούτοις ἥμαρτεν ἔτεσιν, ἐν ὅσοις ἐκολάζετο, ἀλλ’ ὁλόκληρον ἀνθρώπου βίον σχεδὸν ἠνάλωσεν ἐν τῷ μήκει τῆς τιμωρίας. Οὐ γὰρ χρόνῳ τὰ ἁμαρτήματα κρίνεται, ἀλλ’ αὐτῇ τῇ φύσει τῶν πεπλημμελημένων. Μετὰ τούτων κἀκεῖνο μανθάνομεν, ὅτι κἂν χαλεπὴν δῶμεν ὑπὲρ τῶν προτέρων ἁμαρτημάτων τὴν δίκην, εἶτα τοῖς αὐτοῖς ἁμαρτήμασι πάλιν ἐμφυρῶμεν, χαλεπώτερα πάλιν πεισόμεθα· καὶ μάλα εἰκότως. Ὁ γὰρ μηδὲ τῇ προτέρᾳ τιμωρίᾳ βελτιωθείς, ἐπὶ μείζονα ἄγεται κολαστήρια, ὡς ἀναίσθητος καὶ καταφρονητής.

Καὶ τίνος ἕνεκεν, φησίν, οὐ πάντες οὕτω κολάζονται; Καὶ γὰρ πολλοὺς ὁρῶμεν τῶν φαύλων εὐσωματοῦντας, καὶ σφριγῶντας, καὶ εὐημεροῦντας. Ἀλλὰ τὸ μηδὲν αὐτοὺς παθεῖν ἐνταῦθα, ἐφόδιον γίνεται μείζονος ἐκεῖ τιμωρίας· καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν, ὅτι «Κρινόμενοι ὑπὸ Κυρίου,» ἐνταῦθα δηλονότι, «παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν,» ἐκεῖ δηλαδή· τὰ μὲν γὰρ ἐνταῦθα νουθεσίας, τὰ δὲ ἐκεῖ τιμωρίας ἐστί. Τί οὖν; Πάντα τὰ νοσήματα ἐξ ἁμαρτημάτων; Οὐ πάντα μέν, ἀλλὰ τὰ πλείονα. Τὰ μὲν γὰρ δι’ ἁμαρτήματα, ὥσπερ καὶ τοῦ παραλύτου τούτου, καὶ ἐν ταῖς Βασιλείαις δὲ ὁρῶμέν τινα ποδαλγίᾳ περιπεσόντα δι’ ἁμαρτίας· τὰ δὲ δι’ εὐδοκίμησιν καὶ ἀνάῤῥησιν, ὥσπερ ἐπὶ τοῦ Ἰώβ, ἵνα δειχθῇ ἡ ἀρετὴ αὐτοῦ· γίνονται δέ τινα καὶ ἀπὸ ῥᾳθυμίας, οἷον γαστριμαργίας καὶ μέθης. Τινὲς δὲ ἀπὸ τοῦ εἰπεῖν τὸν Κύριον, «Μηκέτι ἁμάρτανε,» στοχαζόμενοι ἀποφαίνονται, ὅτι τοῦτον τὸν παράλυτον ᾔδει ὁ Κύριος μέλλοντα ὑποδεῖξαι αὐτόν, καὶ καταμηνῦσαι τοῖς Ἰουδαίοις, μεθ’ ὃ εὗρεν αὐτὸν ἐν τῷ ἱερῷ, καὶ διὰ τοῦτό φησι· «Μηκέτι ἁμάρτανε.» Ἀλλ’ οὐκ ἔστι τοῦτο. Φαίνεται γὰρ εὐλαβὴς ὁ ἄνθρωπος. «Εὑρίσκει γὰρ αὐτόν, φησίν, ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ.»

Καίτοι εἰ μὴ εὐλαβὴς ἦν, ἀνέσει καὶ τρυφῇ ἂν ἐξέδωκεν ἑαυτόν, οἴκαδε δραμών, καὶ ἐξέφυγεν ἂν τὴν τῶν Ἰουδαίων μανίαν, καὶ τὰς λογοπραγίας· ἀλλ’ οὐδὲν τούτων αὐτὸν ἐποίησεν ἀποστῆναι τοῦ ἱεροῦ· ἀλλὰ καὶ μετὰ τὸ ἐπιγνῶναι τὸν Ἰησοῦν, ὅρα πῶς αὐτὸν εὐγνωμόνως ἀνακηρύττει τοῖς Ἰουδαίοις.

Οὐ γὰρ λέγει, ὅτι Ἰησοῦς ἐστιν ὁ εἰπὼν ἆραι τὸν κράββατον, ὅπερ ἐκεῖνοι ἤθελον ἀκούειν, ἀλλ’ ὁ ποιήσας αὐτὸν ὑγιῆ, ὅπερ ἀκούειν οὐκ ἠνείχοντο, ἔγκλημα ποιούμενοι τὴν τοῦ Σαββάτου παράλυσιν. Εἰ δὲ Ἰουδαῖοι ἐδίωκον τὸν Κύριον, τί παρὰ τοῦτο ἥμαρτεν ὁ ἄνθρωπος, ὑποδείξας αὐτὸν αὐτοῖς; Αὐτὸς μὲν γὰρ ἀπ’ εὐγνώμονος διανοίας, ἵνα καὶ τοὺς ἄλλους ἐφελκύσηται πρὸς πίστιν, ἐκήρυττε τὸν θεραπευτήν· εἰ δὲ ἐκεῖνοι ἐδίωκον τὸν εὐεργέτην, ἐκείνων τὸ ἔγκλημα. Νόει δέ μοι προβατικὴν κολυμβήθραν, τὴν τοῦ βαπτίσματος χάριν, ἐν ᾗ τὸ ὑπὲρ ἡμῶν τυθὲν πρόβατον Ἰησοῦς ὁ Κύριος, ἐπλύθη βαπτισάμενος ὑπὲρ ἡμῶν. Πέντε δὲ στοὰς ἔχει αὕτη ἡ κολυμβήθρα.

Αἱ γὰρ τέσσαρες ἀρεταί, καὶ τὸ θεωρητικὸν καὶ δογματικόν, τῷ βαπτίσματι συνεμφαίνονται. Ἡ τοίνυν ἀνθρωπίνη φύσις, οἷά τις παράλυτος, πάσας τὰς ψυχικὰς δυνάμεις παρεθεῖσα, κατέκειτο τριάκοντα καὶ ὀκτὼ ἔτη νοσοῦσα. Οὔτε γὰρ ἐν τῇ εἰς Τριάδα πίστει ὑγιῶς εἶχεν, οὔτε ὄγδοον αἰῶνα, ἀνάστασιν λέγω καὶ κρίσιν τῶν βεβιωμένων, βεβαίως ἐπίστευε γενήσεσθαι.

Διὸ καὶ οὐχ εὕρισκε θεραπείαν· οὐδὲ γὰρ εἶχεν ἄνθρωπον τὸν ἐμβαλοῦντα εἰς τὴν κολυμβήθραν, τουτέστιν, οὔπω ἐγεγόνει ἄνθρωπος ὁ Υἱὸς τοῦ Θεοῦ, ὃς ἔμελλε διὰ τοῦ βαπτίσματος ὑγιᾶσαι αὐτόν. Ὅτε δὲ γέγονεν ἄνθρωπος, τότε ὑγίασε μὲν τὴν φύσιν ἡμῶν, προσέταξε δὲ καὶ τὸ κλινίδιον ἆραι, τουτέστι, καὶ τὸ σῶμα κοῦφον ποιῆσαι καὶ ἐλαφρόν, καὶ ἆραι ἀπὸ τῆς γῆς, μὴ βαρυνόμενον σαρξὶ καὶ μερίμναις γηΐναις, ἀλλὰ τῆς πρὸς τὸ καλὸν ῥᾳθυμίας ἐξαναστῆσαι, καὶ περιπατεῖν, ὅ ἐστι κινεῖσθαι πρὸς τὴν τοῦ ἀγαθοῦ ἐργασίαν. Τὸ δὲ ταράσσεσθαι τὸ ὕδωρ τῆς κολυμβήθρας τοῦτο δηλοῖ, τὸ ἐν αὐτῇ θορυβεῖσθαι τὰ πνεύματα τῆς πονηρίας, συντριβόμενα καὶ συμπνιγόμενα τῇ τοῦ ἁγίου Πνεύματος χάριτι. Εἵη δὲ καὶ ἡμᾶς ἐπιτυχεῖν τῆς ὑγείας, τοὺς παρειμένους μέν, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀκινητοῦντας, μὴ ἔχοντας δὲ ἄνθρωπον, τουτέστιν, ἀνθρώπινον λογισμόν, οἷα παρασυμβληθέντας τοῖς κτήνεσιν τοῖς ἀνοήτοις, ἵνα βάλλῃ ἡμᾶς εἰς τὴν τῶν δακρύων τῆς μετανοίας κολυμβήθραν, εἰς ἣν ὁ πρῶτος ἐμβὰς θεραπεύεται. Ὁ γὰρ εἰς τοὺς ὑστέρους καιροὺς ἀναβαλλόμενος, καὶ ὑπερτιθεὶς τὴν μετάνοιαν, καὶ μὴ σπεύδων ἐνταῦθα μετανοῆσαι, ἀλλ’ ὑστερῶν, οὐ τυγχάνει τῆς ἰάσεως. Πρῶτος οὖν σπούδασον ἐμβῆναι, ἵνα μή σε προλάβῃ ὁ θάνατος. Ταύτην δὲ τὴν κολυμβήθραν τῆς μετανοίας ἄγγελος ταράσσει.

Ποῖος; Ὁ τῆς μεγάλης βουλῆς τοῦ Πατρός, ὁ Χριστὸς καὶ Σωτήρ. Εἰ γὰρ μὴ ἅψηται τῆς καρδίας ἡμῶν ὁ θεῖος λόγος, καὶ ταραχὴν ἐργάσηται ἐν ταύτῃ διὰ μνήμης τῶν ἐν τῷ μέλλοντι αἰῶνι κολαστηρίων, οὐκ ἄλλως ἐνεργηθήσεται ἡ κολυμβήθρα αὕτη, οὐδὲ ὑγεία γίνεται τῇ παρειμένῃ ψυχῇ. Προβατικὴ δ’ ἂν εἰκότως κληθείη αὕτη· τὰ γὰρ ἐντόσθια καὶ οἱ λογισμοὶ τῶν εἰς θυσίαν ζῶσαν ἁγίων εὐάρεστον τῷ Θεῷ ἑτοιμαζομένων, καὶ ἀκάκων γινομένων, ὡς πρόβατα ἐν ταύτῃ ἀποπλύνονται. Γένοιτο οὖν ἡμᾶς τῆς ὑγείας τυχεῖν, καὶ ἐν τῷ ἱερῷ εὑρεθῆναι μετὰ τὴν ὑγείαν, ἤγουν, μηκέτι ἀνιέροις λογισμοῖς μολυνθῆναι, ἵνα μὴ χείρων ἡμῖν ἡ μέλλουσα κόλασις γένηται. «Ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Διὰ τοῦτο οὖν μᾶλλον αὐτὸν ἐζήτουν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ Σάββατον, ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.» Οἱ μὲν Ἰουδαῖοι ὡς ἐργασαμένῳ ἐν Σαββάτῳ τὴν θεραπείαν, ἐγκαλοῦσι τῷ Χριστῷ· αὐτὸς δὲ οἷα δὴ ὁμότιμος ὢν τῷ Πατρὶ καὶ τῆς αὐτῆς ἐξουσίας, φησίν, ὅτι Ὥσπερ ὁ Θεὸς καὶ Πατήρ μου ἐργάζεται καὶ ἐν Σαββάτῳ, καὶ οὐκ ἐγκαλεῖτε αὐτῷ, οὕτως οὐδὲ ἐμοί. Πῶς δὲ ὁ Πατὴρ ἐργάζεται ἕως ἄρτι, τοῦ Μωσέως λέγοντος, ὅτι «Κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ;» Θέλεις μαθεῖν, πῶς ἐργάζεται ἔτι ὁ Θεός;

Ὅρα τὴν οἰκουμένην, καὶ κατάμαθε τὰ τῆς Προνοίας ἔργα· ἥλιον ἀνατέλλοντα, δυόμενον, θάλασσαν, πηγάς, ποταμούς, ζῶα πάντα ἁπλῶς δημιουργηθέντα· καὶ ἴδοις ἂν τὴν κτίσιν τὰ ἑαυτῆς ἐνεργοῦσαν, μᾶλλον δὲ ἐνεργουμένην, καὶ κινουμένην τῷ ἀῤῥήτῳ τῆς Προνοίας λόγῳ. Πάντως δὲ ἡ Πρόνοια καὶ ἐν Σαββάτῳ τὰ οἰκεῖα ἐνεργεῖ. Ὥστε ἐπεὶ ὁ Πατὴρ ἐργάζεται, καὶ ἐν Σαββάτῳ τὴν κτίσιν διακυβερνᾷ, εἰκότως κἀγώ, φησίν, ὁ Υἱὸς αὐτοῦ ἐργάζομαι. Οἱ δέ, διατηκόμενοι τῷ φθόνῳ, ἐζήτουν αὐτὸν ἀποκτεῖναι, οὐ μόνον, ὅτι ἔλυε τὸ Σάββατον, ἀλλ’ ὅτι καὶ Πατέρα αὐτοῦ ἔλεγε τὸν Θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.

Ἐπεὶ γὰρ Υἱὸν ἔλεγεν ἑαυτόν, ἀναγκαίως ἰσότιμον ἐποίει ἑαυτὸν τῷ Θεῷ· πᾶς γὰρ υἱὸς τῆς αὐτῆς ἐστι φύσεως τῷ πατρί. Ποῦ Ἄρειος ἐνταῦθα; Ὄντως τετύφλωται περὶ τὸ φῶς. Υἱὸν γὰρ ὀνομάζων τὸν Χριστὸν τοῦ Πατρός, οὐκ ἐδίδου αὐτῷ τὸ καὶ τὴν αὐτὴν φύσιν ἔχειν τῷ Πατρί, ἀλλὰ κτίσμα τὸν τοῦ ἀκτίστου Πατρὸς Υἱὸν ὡμολόγει. Καίτοι Ἰουδαίους γοῦν ἔδει διδασκάλους παραλαβεῖν, οἳ διὰ τοῦτο ἐδίωκον τὸν Κύριον, ὅτι Υἱὸν ἑαυτὸν ἔλεγε τοῦ Θεοῦ.

Ἀναγκαίως γὰρ συνήγετο, καὶ ἴσος εἶναι Θεῷ· ἐπεὶ εἰ μὴ μέγα ἦν τὸ τοῦ Υἱοῦ ἀξίωμα, καὶ εἰς ἴσον ἦγεν ἑαυτὸν τῷ Θεῷ, τίνος ἕνεκεν ἐδίωκον αὐτόν; «Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς, καὶ εἶπεν αὐτοῖς· Ἀμήν, ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ.

Ὁ γὰρ Πατὴρ φιλεῖ τὸν Υἱόν, καὶ πάντα δείκνυσιν αὐτῷ, ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε. Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκρούς, καὶ ζωοποιεῖ· οὕτω καὶ ὁ Υἱός, οὒς θέλει ζωοποιεῖ.» —«Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν,» καθὸ οὐδὲν ἀλλότριον, οὐδὲ ξένον τοῦ Πατρὸς ἔχει, ἀλλὰ πάντα ἔοικε τῷ Πατρί· καὶ οὐκ ἄλλην ἔχει οὐσίαν, ἵνα καὶ ἄλλην δύναμιν ἔχῃ, καὶ ἀκολούθως ἄλλην ἐνέργειαν· ἀλλ’ ἐπεὶ τὴν αὐτὴν ἔχει οὐσίαν, τὴν αὐτὴν ἔχει καὶ δύναμιν. Διὰ τοῦτο δὲ καὶ τὰ αὐτὰ ἐνεργεῖ, καὶ οὐ δύναται ἄλλο τι ποιῆσαι, παρ’ ὃ ὁ Πατὴρ ποιεῖ. Οὐ γὰρ ἄλλην δύναμιν ἔχει ἢ ὑποδεεστέραν, ἢ ὑπερτέραν τῆς πατρικῆς· ἀλλὰ μία οὐσία, μία δύναμις, μία ἐνέργεια Πατρὶ καὶ Υἱῷ.

Ναί, φησίν, ἀλλ’ οἷόν τις διδάσκαλός ἐστιν ὁ Πατὴρ τοῦ Υἱοῦ, ὑποδεικνύων αὐτῷ, πῶς δεῖ ἐργάζεσθαι. Ἐὰν γὰρ μὴ βλέπῃ τὸν Πατέρα ὁ Υἱὸς ποιοῦντα, οὐδὲν ποιεῖ. Οὐκοῦν ἐρωτῶ Ἄρειον καὶ Εὐνόμιον, τοὺς ταῦτα ληροῦντας, πῶς διδάσκει ὁ Πατὴρ τὸν Υἱόν; Ἐν σοφίᾳ, ἢ οὔ; Πάντως ἐν σοφίᾳ. Τίς δὲ ἡ σοφία τοῦ Θεοῦ; Ἆρ’ οὐχὶ ὁ Υἱός; Ναὶ πάντως. Ὁ Υἱὸς ἄρα διδάσκει ἑαυτόν. Βαβαὶ τῆς ἀνοίας ὑμῶν! οἵγε ὡς παῖδά τινα παραδιδότατε τῷ Πατρὶ τὸν Υἱὸν μαθησόμενον. Ἐγὼ δὲ μετὰ τῆς τοῦ Θεοῦ σοφίας ἀποφαίνομαι, ὅτι εἴ τι οἶδεν ὁ Πατήρ, οὐκ ἄνευ τοῦ Υἱοῦ οἶδεν· αὐτὸς γάρ ἐστιν ἡ σοφία αὐτοῦ. Εἴ τι δύναται ὁ Πατήρ, οὐκ ἄνευ τοῦ Υἱοῦ δύναται· αὐτὸς γάρ ἐστιν δύναμις αὐτοῦ. Ὅτι δὲ ταῦτα ἀληθῆ. ἄκουε· «Ὅ τι ἂν ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ.» Εἰ ὁ Πατὴρ μετ’ ἐξουσίας καὶ δυνάμεως, καὶ ὁ Υἱὸς ὁμοίως. Οὐκ ἄρα ὑποδεέστερος ὁ Υἱὸς τοῦ Πατρός. Εἰ δὲ ταπεινῶς εἵρηται τό, «Δείκνυσιν αὐτῷ πάντα,» καὶ τό, «Μείζονα τούτων δείξει,» οὐ χρὴ θαυμάζειν. Πρὸς γὰρ ἀνθρώπους διαλέγεται φωνοῦντας, κατ’ αὐτοῦ, καὶ διαπριομένους τῷ φθόνῳ. Καὶ οἱ μὴ πανταχοῦ παρέπλεκε τὰ ταπεινὰ τοῖς ὑψηλοῖς, τί οὐκ ἂν ἐποίουν, ὅπου γε καὶ οὕτω ταπεινῶς τὰ πλείω φθεγγομένου, λυττῶσι;

Τί δέ ἐστι, τό, «Καὶ μείζονα τούτων δείξει;» Ἐπειδὴ παράλυτον ἔσφιγξε, μέλλει δὲ καὶ νεκρὸν ἐγείρειν, διὰ τοῦτό φησιν· Εἰ θαυμάζετε ὅτι παράλυτον ὑγιῆ πεποίηκα, μείζονα τούτων ὄψεσθε. Ὅτι δὲ τὸ δεῖξαι ῥῆμα ταπεινὸν ὄν, κατ’ οἰκονομίαν εἶπεν, ἵνα τὴν μωρίαν αὐτῶν παραμυθήσηται, ἄκουε τῶν ἐφεξῆς. «Ὡς γὰρ ὁ Πατήρ, φησίν, ἐγείρει τοὺς νεκρούς, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ.» Ἐγείρει μὲν οὖν ὁ Υἱός, ὥσπερ ὁ Πατήρ, καὶ διὰ τούτου δείκνυσι τὸ τῆς δυνάμεως ἀπαράλλακτον· διὰ δὲ τοῦ, «Οὓς θέλει,» τῆς ἐξουσίας τὴν ἰσότητα.

Ταῦτα δὲ πάντα οἱ μὲν Ἀρειανοὶ κατὰ τῆς Υἱοῦ δόξης ἐκλαμβάνονται, οἱ δὲ ὀρθόδοξοι ὑπὲρ ταύτης νοοῦμεν. «Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ· ἵνα πάντες τιμῶσι τὸν Υἱόν, καθὼς τιμῶσι τὸν Πατέρα. Ὁ μὴ τιμῶν τὸν Υἱόν, οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν.

Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ὁ τῶν λόγων μου ἀκούων, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.» Ἔδειξεν ἑαυτὸν εὐεργετεῖν δυνάμενον διὰ τῶν πολλῶν σημείων, ὧν ἐποίησεν.

Ἐπεὶ δὲ οὐκ ἐδυσώπησεν αὐτούς, ἢ ἐπεσπάσατο πρὸς τὸ τιμῆσαι αὐτόν, ὡς ἄξιον ἦν, φησίν, ὅτι «Τὴν κρίσιν πᾶσαν ὁ Πατὴρ τῷ Υἱῷ δέδωκεν,» ἵνα καὶ ὁ φόβος τῆς κρίσεως πείσῃ αὐτοὺς τιμὴν πρὸς αὐτὸν ἐνδείξασθαι. Εἰώθαμεν γὰρ οἱ ἄνθρωποι, καὶ μάλιστα οἱ ἀλογώτεροι, φόβῳ μᾶλλον ἢ εὐεργεσίαις, τὸ δέον μεταμανθάνειν. Τὸ δέ, «Ἔδωκε τὴν κρίσιν τῷ Υἱῷ ὁ Πατήρ,» οὕτω νόησον, ὅτι κριτὴν αὐτὸν ἐγέννησεν, ὥσπερ ἀκούεις καὶ τό, «Ζωὴν ἔδωκεν αὐτῷ,» καὶ νοεῖς, ὅτι ζῶντα αὐτὸν ἐγέννησεν.

Ἐπεὶ γὰρ ὁ Πατήρ ἐστιν αἴτιος τῷ Υἱῷ τοῦ εἶναι, τὰ πάντα, ὅσα ἔχει ὁ Υἱός, λέγεται λαβεῖν παρὰ τοῦ Πατρός, ὡς ἐξ αὐτοῦ φυσικῶς ταῦτα ἔχων. Καὶ τὴν κρίσιν οὖν ἔχει ἐκ τοῦ Πατρὸς οὕτως, ὡς ἔχει αὐτὴν ὁ Πατήρ. Ἵνα γὰρ μὴ ἀκούοντες αἴτιον εἶναι τὸν Πατέρα τοῦ Υἱοῦ, νοήσωμεν ὅτι οὗτός ἐστιν αἴτιος αὐτοῦ, ὥσπερ καὶ τῶν κτισμάτων, καὶ διὰ τοῦτο τῆς τιμῆς ἐλάττωσιν εἰσαγάγωμεν, φησὶν ὅτι οὐδεμία παραλλαγὴ τῷ Υἱῷ πρὸς τὸν Πατέρα. Ὁ γὰρ ἐξουσίαν ἔχων κολάζειν, καὶ τιμᾷν, ὡς βούλεται, ταυτὰ δύναται τῷ Πατρί· διὸ καὶ δεῖ αὐτὸν τιμᾷν οὕτως ὡς τὸν Πατέρα. «Ἵνα γάρ, φησί, πάντες τιμῶσι τὸν Υἱόν, καθὼς τιμῶσι τὸν Πατέρα.» Οἱ γοῦν περὶ τὸν Ἄρειον, ἐπειδὴ ὡς κτίσμα τιμᾷν οἴονται τὸν Υἱόν, καὶ τὸν Πατέρα λοιπὸν ὡς κτίσμα τιμῶντες ἐλέγχονται. Ἣ γὰρ οὐ τιμῶσιν ὅλως τὸν Υἱόν, καὶ μετὰ τῶν Ἰουδαίων ταττέσθωσαν· ἢ εἴπερ τιμῶσι μὲν αὐτόν, ὡς κτίσμα δέ, πρέπει δὲ τιμᾷν αὐτὸν ὥσπερ καὶ τὸν Πατέρα, ἐλέγχονται πάντως καὶ τὸν Πατέρα ὡς κτίσμα τιμῶντες. Καὶ ἄλλως δέ, κατὰ τὸ ἐπαγόμενον· πῶς τιμῶσι τὸν Πατέρα, οἱ μὴ τιμῶντες τὸν Υἱόν; Ἐπάγει γάρ· «Ὁ μὴ τιμῶν τὸν Υἱόν, οὐ τιμᾷ τὸν Πατέρα.»

Ὁ μὴ τιμῶν, φησίν, οὕτως, ὡς εἶπον, καθὼς καὶ τὸν Πατέρα· ἐπεὶ εἴ τις λέγει, ὅτι κτίσμα μὲν ὁ Υἱός, ὑπερέχων δὲ πάντων τῶν κτισμάτων, καὶ δοκοίη χαρίζεσθαι τῷ Υἱῷ ψευδῆ ταύτην καὶ ματαίαν τιμήν, ἀτιμάζει πάντως καὶ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν. Τὸ δέ, «πέμψαντα,» εἶπεν, ἵνα μὴ ἐκθηριωθῶσι, καθὰ προείπομεν. Τὴν γὰρ διδασκαλίαν, ὡς εἴρηται, πλέκει θαυμασίως, ποτὲ μὲν τὰ ὑψηλὰ ἑαυτῷ προσμαρτυρῶν, ὡς ἦν ἄξιον, ποτὲ δέ, διὰ τὴν μανίαν τῶν ἐχθρῶν Ἰουδαίων, τὰ ταπεινά. Εἰ γὰρ καὶ ἀναστάντος ἐκ νεκρῶν, καὶ ἀναβάντος εἰς οὐρανούς, καὶ διὰ τῶν ἀποστόλων δείξαντος τὴν οἰκείαν δύναμιν, ἐπανέστησαν Ἄρειος καὶ Εὐνόμιος τῇ δόξῃ αὐτοῦ, καὶ εἰς κτίσμα αὐτὸν κατήγαγον· εἰ τότε Ἰουδαῖοι βλέποντες αὐτὸν ἐν σαρκὶ περιπατοῦντα μετὰ τῶν τελωνῶν καὶ πορνῶν, καὶ τρώγοντα, καὶ πίνοντα, ὡς ἕνα τῶν πολλῶν, τί οὐκ ἂν ἐποίησαν, εἰ πάντα ὑψηλὰ περὶ ἑαυτοῦ ἔλεγε, καὶ μὴ συγκατεμίγνυε καὶ τὰ ταπεινά; Διὸ καὶ ἐπάγει· «Ὁ ἀκούων μου τοὺς λόγους, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον.» Τὰς δὲ γνώμας αὐτῶν καὶ διὰ τούτων ἱλαρύνει ἀκουόντων, ὅτι Θεῷ μέλλουσι πιστεύειν ἀκούοντες τοὺς λόγους αὐτοῦ.

Οὐ γὰρ εἶπεν, ὅτι Ὁ πιστεύων ἐμοί, ἀλλά, «Τῷ πέμψαντί με.» Ὁ τοίνυν πιστεύων ἐκείνῳ, εἰς κρίσιν, ἤτοι εἰς κόλασιν, οὐκ ἔρχεται, ἀλλὰ ζῇ ἀΐδιον ζωήν, θάνατον τὸν ψυχικὸν καὶ αἰώνιον μὴ ὑφιστάμενος, εἰ καὶ τὸν φυσικὸν τὸν πρόσκαιρον ὑποσταίη. «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται. Ὥσπερ γὰρ ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ, καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ καὶ κρίσιν ποιεῖν· ὅτι Υἱὸς ἀνθρώπου ἐστί. Μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται, οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως.» Εἰπὼν ἀνωτέρω, ὅτι Ὁ μὴ τιμῶν τὸν Υἱόν, οὐ τιμᾷ τὸν Πατέρα, καὶ ὑψηλά τινα περὶ αὑτοῦ φθεγξάμενος, ἵνα μὴ δόξῃ κόμπος εἶναι ἃ λέγει, καὶ τύφος διάκενος, παρέχει καὶ τὴν διὰ τῶν ἔργων ἀπόδειξιν λέγων, ὅτι «Ἔρχεται ὥρα·» εἶτα, ἵνα μὴ μακρὸν ὑποπτεύσωμεν τὸν χρόνον, φησί· «Καὶ νῦν ἔστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ,» τουτέστι, νῦν ἐμοῦ μεθ’ ὑμῶν διατρίβοντος. Ταῦτα δὲ λέγει περὶ ὧν ἔμελλεν ἀναστῆσαι νεκρῶν, οἷον τοῦ υἱοῦ τῆς χήρας, τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου, καὶ τοῦ Λαζάρου. Εἶτα καὶ λογισμὸν ἐπάγει τῶν εἰρημένων ἀποδεικτικόν. «

Ὥσπερ γάρ, φησίν, ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ·» ἵνα ζωογονῇ τοὺς ἀκούοντας αὐτοῦ τῆς φωνῆς. Οὐ μόνον δὲ ἐξουσίαν δέδωκεν αὐτῷ ζωογονεῖν, ἀλλὰ καὶ κρίσιν ποιεῖν, ὥστε κολάζειν καὶ τιμωρεῖσθαι. Συνεχῶς δὲ τοὺς περὶ κρίσεως λόγους εἰς τὸ μέσον ἄγει, ἵνα τοὺς ἀκροατὰς ἐπαγάγηται.

Ὁ γὰρ πεισθείς, ὅτι καὶ ἀναστήσεται, καὶ αὐτῷ δώσει τὰς εὐθύνας τῶν πεπλημμελημένων, προσδραμεῖται πάντως αὐτῷ, ἐξιλεούμενος αὐτόν, ὡς μέλλοντα αὐτοῦ κριτὴν ἔσεσθαι. Μὴ θαυμάζετε δέ, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν. Εἰ γὰρ καὶ Υἱὸς ἀνθρώπου ἐστίν, ἀλλὰ καὶ Θεός ἐστιν· ὥστε τὴν κρίσιν εἰκότως ἔχει, ὡς Υἱὸς Θεοῦ. Εἰ δὲ καὶ ἄνθρωπος φαίνεται, μὴ θαυμάζετε. Χρὴ δὲ γινώσκειν, ὅτι Παῦλος ὁ Σαμοσατεύς, ψιλὸν ἄνθρωπον δογματίζων τὸν Κύριον, οὕτως ἀνεγίνωσκε τοῦτο τὸ χωρίον· «Καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ, καὶ κρῖσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν·» ἐνταῦθα δὲ στίζων, ἀπ’ ἄλλης ἀρχῆς ἀνεγίνωσκε τό, «Μὴ θαυμάζετε τοῦτο.» Ἀνόητον δὲ τελείως ἐστὶ τὸ οὕτως ἀναγινώσκειν. Τὴν γὰρ κρίσιν δέδωκε τῷ Υἱῷ ὁ Πατήρ, οὐχ ὅτι Υἱὸς ἀνθρώπου ἐστίν, ἀλλ’ ὅτι Θεός. Ἐκεῖνος μὲν οὖν μὴ δεχόμενος εἰπεῖν τὸν Χριστὸν Θεόν, ἀλλ’ Υἱὸν ἀνθρώπου, οὕτως ἐνόει κριτὴν αὐτὸν εἶναι, οὐχ ὡς Θεόν, ἀλλ’ ὡς Υἱὸν ἀνθρώπου· ἡμεῖς δὲ οὕτω νοοῦμεν, ὡς εἵρηται.

Εἰπὼν δὲ περὶ τῆς μερικῆς ἀναστάσεως, τοῦ Λαζάρου, φημί, καὶ τῶν ἄλλων, οἳ πάλαι δηλαδὴ ἔθανον, νῦν λέγει περὶ τῆς καθόλου· «Ὅτι ἔρχεται ὥρα, ἐν ᾗ οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς τοῦ Θεοῦ·» περὶ τῆς καθολικῆς γὰρ ἀναστάσεως ἐνταῦθά φησιν. Ἐπειδὴ δὲ εἶπεν ἀνωτέρω, ὅτι «Ὁ πιστεύων, εἰς κρίσιν οὐκ ἔρχεται,» ἵνα μὴ νομίσωμεν, ὅτι ἡ πίστις μόνη εἰς σωτηρίαν ἀρκεῖ, φησίν, ὅτι «Ἀναστήσονται, οἱ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως, οἱ τὰ ἀγαθά, εἰς ἀνάστασιν ζωῆς.» Οὐκ ἄρα ἡ πίστις μόνη χωρὶς ἔργων δικαιοῖ, ἀλλὰ καὶ τὰ ἔργα προσεῖναι δεῖ· τότε γὰρ καὶ κυρίως πίστις ἐστίν. Ὅρα δὲ διπλῆν τὴν διδασκαλίαν γινομένην, διὰ φόβου καὶ ἱλαρότητος. Τὸ μὲν γὰρ κατακριθῆναι τοὺς τὰ φαῦλα πράξαντας, ἐκφοβεῖ· τὸ δὲ εἰς ζωὴν ἀναστῆναι τοὺς τὰ ἀγαθὰ πράξαντας, δι’ ἱλαρότητος προτρέπεται. «Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω, κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν· ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.» Καθὰ καὶ ἐν τοῖς ἀνωτέρω λέλεκται, τὴν ἀπαραλλαξίαν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ἐνδείκνυνται ταῦτα τὰ ῥήματα, τό, «Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν,» καὶ ὅσα τοιουτότροπα.

Οὐδὲν γὰρ ξένον καὶ ἀλλότριον τοῦ Πατρὸς δύναμαι ἐγὼ ποιεῖν· οὔτε γὰρ θέλημα ἔχω ἀλλοῖον παρὰ τὸ πατρικόν, οὔτε δύναμιν. Καθὼς δὲ ἀκούω παρὰ τοῦ Πατρός, οὕτω κρίνω· τουτέστιν, ὡς ἂν αὐτὸς ὁ Πατὴρ κρίνει, οὕτω κἀγώ. Ταῦτα δὲ λέγει διὰ τὸ δεῖξαι, ὡς πολλάκις ἔφημεν, τὸ ἀπαράλλακτον καὶ ἐν ἔργοις, καὶ λόγοις, καὶ κρίσεσιν. Ἵνα γὰρ μή τινες, ἄνθρωπον ὁρῶντες αὐτόν, σκανδαλίζωνται, πῶς ὁ φαινόμενος ἄνθρωπος δικαίαν κρίσιν ποιήσειεν, τοῦ Δαυῒδ εἰπόντος, «Πᾶς ἄνθρωπος ψεύστης·» ἔφθασε μὲν εἰπών, ὅτι Μὴ θαυμάζετε, διότι Υἱὸς ἀνθρώπου εἰμί· λέγει δὲ καὶ νῦν, ὅτι Δικαία ἡ κρίσις μού ἐστι, καθὸ κρίνω, ὡς ἀκούω τοῦ Πατρός μου κρίνοντος. Μὴ γὰρ τὸ ἐμὸν θέλημα ζητῶ, ἀλλὰ τὸ τοῦ Πατρός. Ὁ μὲν θέλων τὸ ἑαυτοῦ βούλημα κυρῶσαι, ἴσως ἂν ὑποπτευθείη, ὡς παραφθείρων τὸ δίκαιον· ὁ δὲ μὴ τὰ ἑαυτοῦ σκοπῶν, τίνα ἂν ἔχῃ πρόφασιν τοῦ μὴ τὰ δίκαια ψηφίζεσθαι; Ἐγὼ τοίνυν οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν· οὐδὲ γὰρ ἔχω ἐμὸν θέλημα· ἀλλ’ ὃ θέλει ὁ Πατήρ, ἐκεῖνο κἀγώ. «Ἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής. Ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ. Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ. Ἐγὼ δὲ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὐ λαμβάνω· ἀλλὰ ταῦτα λέγω, ἵνα ὑμεῖς σωθῆτε.

Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος, καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιασθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ.» Φαίνεται ἐνταῦθα ἐναντία λέγων ὁ Κύριος. Καὶ γὰρ πολλαχοῦ φαίνεται μαρτυρήσας ἑαυτῷ, ὥσπερ τῇ Σαμαρείτιδι ἔφη· «Ἐγώ εἰμι ὁ Χριστός·» καὶ τῷ τυφλῷ, καὶ ἑτέρωθι πολλαχοῦ.

Ἐὰν οὖν ταῦτα ὦσι ψευδῆ, ποία ἡμῖν σωτηρίας ἐλπίς; Οὐ τοῦτο δὲ μόνον δοκεῖ ἐναντίωμα, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον. Προϊὼν γάρ, φησίν, ὅτι, «Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστι.» Πῶς οὖν συμβιβασθήσονται ταῦτα δοκοῦντα μάχεσθαι; Ὃ μὲν λέγει, ὅτι «Ἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής,» λέγει ὡς πρὸς τὴν ὑπόληψιν τῶν Ἰουδαίων.

Ἐπεὶ γὰρ ἔμελλον ἐκεῖνοι ἴσως εἰπεῖν αὐτῷ, ὅτι Σὺ μαρτυρεῖς περὶ σεαυτοῦ, οὐδεὶς δὲ μαρτυρῶν ἑαυτῷ, ἀξιόπιστός ἐστι, φησὶν ἐνστατικῶς, ὅτι Οὐ μαρτυρῶ ἐγὼ περὶ ἐμαυτοῦ· ἦ γὰρ ἂν κατὰ τὴν ὑμετέραν γνώμην οὐκ ἄξιος εἵην πιστεύεσθαι. «Ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ.» ὁ Ἰωάννης. Ὃ δὲ λέγει, ὅτι «Κἂν ἐγὼ μαρτυρῶ, ἡ μαρτυρία μου ἀληθής ἐστι,» κατὰ συνδρομὴν λέγει, συντρέχων γὰρ τῷ λογισμῷ τῶν Ἰουδαίων, φησίν, ὅτι Ἔστω, ὅτι ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ. Κἂν ἐγὼ τοίνυν μαρτυρῶ, ἀληθής ἐστιν ἡ μαρτυρία μου· Θεὸς γὰρ ὤν, ἀξιόπιστός εἰμι. Ὥστε τὸ μὲν πρῶτον ἐνστατικῶς εἶπεν, ὅτι Οὐκ ἐγὼ μαρτυρῶ, ἀλλ’ ὁ Πρόδρομος· τὸ δὲ δεύτερον, κατὰ ἀντιπαράστασιν, ἤτοι συνδρομήν, ὅτι «Κἂν ἐγὼ μαρτυρῶ, ἀληθής ἐστιν ἡ μαρτυρία μου.» Τρεῖς οὖν, φησίν, ἔχω μάρτυρας, τὸν Ἰωάννην, τὰ ἔργα μου, τὸν Πατέρα μου. Καὶ πρῶτον τὸν Ἰωάννην τίθησιν, ἵνα μήτις εἴπῃ αὐτῷ· Τί οὖν, εἰ ἐκεῖνος πρὸς χάριν ἐμαρτύρησέ σοι; φησίν, ὅτι Ὑμεῖς αὐτοὶ ἀπεστείλατε πρὸς Ἰωάννην. Πάντως δὲ οὐκ ἂν ἀπεστείλατε ἐρωτῶντες, εἰ μὴ ἀξιόπιστον αὐτὸν ἐνομίζετε.

Ὥστε καὶ ὑμεῖς αὐτοὶ μαρτυρεῖτε, ὅτι ἀληθὴς ἦν ὁ Ἰωάννης. Καίτοι ἐγὼ μέν, οἷα δὴ Θεὸς ὤν, οὐ δέομαι ἀνθρωπίνης μαρτυρίας, τῆς τοῦ δούλου ὁ Δεσπότης. Ἐπεὶ δὲ ὑμεῖς αὐτὸν ἀξιοπιστότερον ἡγεῖσθε, καὶ αὐτῷ μᾶλλον προσέχετε ἤπερ ἐμοί, κἀκείνῳ μὲν προσεδράμετε, ἐμοὶ δὲ οὐδὲ θαυματουργοῦντι πιστεύετε· διὰ τοῦτο ἀναμιμνήσκω τῆς Ἰωάννου μαρτυρίας, καὶ πάντα ποιῶ, καὶ ἀναδέχομαι καὶ τὰ ἀνάξια τῆς ἐμῆς θεότητος, ἵνα ὑμεῖς σωθῆτε. Λύχνον δὲ καιόμενον τὸν Ἰωάννην φησί, καθὼς καὶ ἐκ γῆς εἶχε τὴν διάπλασιν, καὶ οὐκ οἴκοθεν τὸ φῶς, ἀλλ’ ἀπὸ τῆς τοῦ Πνεύματος χάριτος καὶ πρόσκαιρον. Ἅμα τε γὰρ ἐφάνη ἡ τοῦ Κυρίου ἡμέρα, ἤτοι διδασκαλία, καὶ ἀπεκρύβη ὁ λύχνος. Ὑμεῖς δέ, πρὸς ὥραν μὲν ἀπεδέξασθε τὰ εἰρημένα παρ’ αὐτοῦ, καὶ ἠγαλλιάσθητε ἐν αὐτῷ· εἶτα ἐπιλαθόμενοι ὧν περὶ ἐμοῦ εἶπεν, ἐμείνατε ἐπὶ τῆς προτέρας ἀπιστίας. Εἰ γὰρ ἐκείνῳ ἅπαξ βεβαίως ἐπιστεύσατε, ταχέως ἂν ὑμᾶς πρὸς τὴν ἐμὴν ἐχειραγώγησε πίστιν. «Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου.

Τὰ γὰρ ἔργα ἃ ἔδωκέ μοι ὁ Πατήρ, ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ἃ ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι ὁ Πατήρ με ἀπέσταλκε· καὶ ὁ πέμψας με Πατήρ, αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ· οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε μένοντα ἐν ὑμῖν· ὅτι ὃν ἀπέστειλε ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε.» Ἐμαρτύρησε μέν, φησίν, Ἰωάννης περὶ ἐμοῦ, Ἰωάννης ὁ πάντων δοκῶν ὑμῖν ἀξιοπιστότατος. Ἐπεὶ δὲ εἰκὸς εὑρεθῆναί τινας συκοφάντας, οἳ τυχὸν ἐροῦσι· Καὶ τί πρὸς ἡμᾶς;

Ἰωάννης ἐχαρίζετό σοι, καὶ διὰ τοῦτο τὰ χρηστότερα ἐπεμαρτύρει· Ὑμεῖς, φησίν, ἐπέμψατε πρὸς Ἰωάννην, καὶ ἠρωτήσατε, ἀληθῆ πάντως αὐτὸν νομίζοντες. Πλὴν ἔχω καὶ ἄλλην μαρτυρίαν μείζω τοῦ Ἰωάννου. Τὰ ἔργα καὶ ἃ ἔδωκέ μοι ὁ Πατήρ, τουτέστιν, Ἀνέθετό μοι ὁ Πατήρ, ἵνα τελειώσω αὐτά, μαρτυροῦσι περὶ ἐμοῦ. Λέγει δὲ ἔργα, τὰ θαύματα δήπου, οἷον τὴν τοῦ παραλύτου ἀνόρθωσιν, καὶ τὰ λοιπά. Ἐπεὶ δὲ ἐνεκάλουν αὐτῷ, ὅτι ἐν Σαββάτῳ ταῦτα ποιεῖ, λέγοντες, ὅτι «Οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ὅτι τὸ Σάββατον οὐ τηρεῖ·» δείκνυσιν αὐτοῖς, ὅτι τὰ τῷ Πατρὶ δεδογμένα ποιεῖ, καὶ ὅτι μᾶλλον ἐκ τοῦ Θεοῦ ἐστι, καθὼς τὰ παρὰ τοῦ Θεοῦ δεδομένα αὐτῷ ἔργα τελεῖ. «Τὰ γὰρ ἔργα, φησίν, ἃ ἔδωκέ μοι ὁ Πατήρ, ἵνα τελειώσω αὐτά.» Ἐπεὶ οὖν ὁ Πατὴρ δέδωκε ταῦτα, ὑμεῖς ἐστε ἀντίθεοι οἱ ἐναντιούμενοι τοῖς τοιούτοις ἔργοις. «Καὶ ὁ πέμψας με Πατήρ, αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ.» Ποῦ δὲ μεμαρτύρηκε περὶ αὐτοῦ ὁ Πατήρ; Τινὲς μὲν λέγουσιν, ὡς ἐπὶ τοῦ βαπτίσματος, ὅταν εἶπεν· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός.» Κρεῖττον δὲ οἶμαι νοεῖν, ὅτι διὰ πάσης τῆς Γραφῆς ἐμαρτύρησε περὶ αὐτοῦ ὁ Θεός, διά τε τοῦ νόμου καὶ τῶν προφητῶν.

Ἀλλ’ ὑμεῖς, φησίν, οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε, τοῦ Πατρὸς λέγω, οὔτε εἶδος αὐτοῦ ἑωράκατε, ἀλλὰ παντάπασιν ἄγνωστος ὑμῖν ἐστι· διότι καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε μένοντα ἐν ὑμῖν· τουτέστι, Τὰς Γραφὰς τὰς περὶ ἐμοῦ μαρτυρούσας οὐκ οἴδατε, εἰ καὶ δοκεῖτε ὅτι οἴδατε, καὶ καυχᾶσθε, ὡς τὰ Λόγια τοῦ Θεοῦ ἐμπιστευθέντες. Πόθεν δῆλον, ὅτι οὐκ οἴδατε τὰς Γραφάς· «Ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε.» Ὥσπερ οὖν οὔτε φωνὴν Θεοῦ ἠκούσατε (οὐ γὰρ ἔχει φωνὴν ὁ Θεὸς αἰσθητήν), οὔτε εἶδος αὐτοῦ ἑωράκατε (ἀνείδεος γάρ ἐστι καὶ ἀσχημάτιστος)· οὕτως οὐδὲ τὸν λόγον αὐτοῦ, λέγω δὴ τὰς Γραφὰς τὰς περὶ ἐμοῦ μαρτυρούσας, ἔχετε ἐν ἑαυτοῖς. «Ἐρευνᾶτε τὰς Γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε. Δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω, ἀλλ’ ἔγνωκα ὑμᾶς, ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς.» Εἶπεν αὐτοῖς, ὅτι, Ὁ λόγος τοῦ Θεοῦ, τουτέστιν, αἱ Γραφαὶ αἱ περὶ ἐμοῦ μαρτυροῦσαι, οὐκ ἔστιν ἐν ὑμῖν. Διδάσκων οὖν πῶς δυνήσονται σχεῖν τὸν λόγον τοῦ Θεοῦ, φησίν· «Ἐρευνᾶτε τὰς Γραφάς· ἐν αὐταῖς γὰρ δοκεῖτε ὑμεῖς ζωὴν ἔχειν.»

Ὅρα δὲ πῶς οὐκ εἶπεν, Ἔχετε ζωήν, ἀλλ’, «Ὅτι δοκεῖτε·» δοκεῖτε δὲ εἶπε, δεικνὺς ὅτι οὐδὲν κατὰ ἀλήθειαν ἐκεῖθεν ἐκαρποῦντο, ἀπὸ τῆς ἀναγνώσεως μόνης σώζεσθαι προσδοκῶντες, πίστεως μὴ προσούσης. «Ἐκεῖναι μὲν γάρ εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· ἀλλ’ ὑμεῖς οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε.» Ὥστε κἀντεῦθεν μανθάνωμεν, ὡς ἐκ προαιρέσεως ἦσαν κακοί. Οὐκ εἶπε γάρ, ὅτι Οὐ δύνασθε ἐλθεῖν, ἀλλ’ ὅτι «Οὐ θέλετε ἐλθεῖν.» Ἀκουέτωσαν Μανιχαῖοι, ὅτι οὐ φύσει τὸ κακόν, ἀλλὰ προαιρέσει συνίσταται.

Ἐπεὶ δὲ ἀνέμνησεν αὐτοὺς τῆς Ἰωάννου μαρτυρίας, καὶ τῆς τοῦ Πατρός, καὶ τῆς διὰ τῶν ἔργων αὐτοῦ, διὰ τὴν σωτηρίαν αὐτῶν μόνον ταῦτα ποιῶν· εἰκὸς δὲ ἦν πολλοὺς ὑποπτεύειν, ὅτι δόξης ἔρωτι ταῦτα λέγει· διὰ τοῦτό φησιν, ὅτι «Δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω·» τουτέστι, Δόξης οὐ δέομαι· οὐδὲ γὰρ φύσιν ἔχω τοιαύτην, ὥστε δεῖσθαι τῆς παρὰ ἀνθρώπων δόξης. Ὑμεῖς δὲ διώκετέ με προφασιζόμενοι, ὅτι δι’ ἀγάπην Θεοῦ τοῦτο ποιεῖτε. Ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστι. «Ἔγνωκα γὰρ ὑμᾶς, ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς·» κἂν ἄνω καὶ κάτω τοῦτο προβάλλοισθε, τὸ διὰ τὸ διώκειν με. Εἰκότως οὖν οἱ Ἰουδαῖοι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ εἶχον, ἐπεὶ ἐδίωκον τὴν αὐτοαγάπην, τὸν Υἱὸν τοῦ Θεοῦ. Εἰκότως καὶ τὸν λόγον αὐτοῦ οὐκ εἶχον μένοντα ἐν αὐτοῖς· τὸν γὰρ Λόγον καὶ Θεὸν παρῃτοῦντο. «Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἑὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε. Πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε; Μὴ δοκεῖτε. ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. Εἰ γὰρ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.

Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε;» —«Ἐγὼ μέν, φησίν, ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου» (καὶ γὰρ πανταχοῦ τὸν Πατέρα ὑμνεῖ, καὶ παρ’ αὐτοῦ φησιν ἀπεστάλθαι. καὶ οὐδὲν δύνασθαι ποιεῖν ἀφ’ ἑαυτοῦ· καὶ ὅλως ταπεινὰ πολλὰ φθέγγεται, πᾶσαν πρόφασιν ἀγνωμοσύνης ἐκκόψαι βουλόμενος)· ἄλλος δὲ ἐλεύσεται, ὁ Ἀντίχριστος δηλονότι, ὃς μέλλει ἀποδεικνύναι, ὅτι αὑτός ἐστι μόνος Θεός. Ἐμὲ μὲν οὖν τὸν ἐν ὀνόματι τοῦ Πατρὸς ἐλθόντα, τουτέστι, τὸν λέγοντα παρὰ τοῦ Πατρὸς ἀπεστάλθαι, οὐ δέχεσθε, ἐκεῖνον δὲ δέξεσθε.

Τοῦτο δὲ συμβαίνει ὑμῖν, διότι ἐκεῖνος μὲν τὴν τοῦ βίου δόξαν ὑμῖν ἐπαγγελεῖται, ἣν ὑμεῖς ζητεῖτε, θέλοντες τὴν παρὰ ἀλλήλων δόξαν λαμβάνειν, καὶ τὴν παρὰ τοῦ μόνου Θεοῦ διαπτύοντες· ἐγὼ δὲ οὐδὲν ἐν βίῳ περίβλεπτον ὑμῖν ἐπαγγέλλομαι, ἀλλὰ πολλὴν ἐνορᾶτε δυσκολίαν τοῖς ὑπ’ ἐμοῦ λεγομένοις.

Διὰ τοῦτο οὖν, φησίν, ἐμοὶ οὐ πιστεύετε· οὐδὲν γὰρ τερπνὸν βιωτικὸν προσδοκᾶτε ἔξειν ἀπ’ ἐμοῦ. Καὶ ἄλλως δέ· «Οὐ πιστεύετέ μοι, ὡς δόξαν τὴν παρὰ ἀλλήλων θέλοντες.» Ἄρχοντες μὲν γὰρ καὶ διδάσκαλοι αὐτοὶ μόνοι θέλοντες δοκεῖν παρὰ τῷ πλήθει, οὐ δέχονταί με, ἵνα μὴ ἐλαττωθείη αὐτοῖς ἡ δόξα· λαοὶ δέ, τὴν παρὰ τῶν ἀρχόντων ἀγάπην ζητοῦντες, οὐ θέλουσι προσδραμεῖν ἐμοί, ἵνα μὴ τῆς παρὰ τῶν ἀρχόντων τιμῆς δι’ ἐμὲ ἐκπέσωσιν. Ἐπεὶ δὲ καὶ τὸν Μωϋσῆν ἄνω καὶ κάτω προέφερον, φησίν, ὅτι Αὐτὸς κατηγορήσει ὑμῶν· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε. Ποῦ δὲ ἔγραψε περὶ αὐτοῦ; Καὶ ἐν πολλοῖς μὲν ἄλλοις (καὶ γὰρ τό, «Προφήτην ὑμῖν ἀναστήσει Κύριος,» περὶ Χριστοῦ ἦν, καὶ ἄλλα πολλά, τὰ μὲν ἐν λόγοις, τὰ δὲ ἐν σημείοις καὶ συμβόλοις, οἶον τὸ τῆς βάτου θαῦμα· καὶ γὰρ πῦρ μὲν ἡ θεότης· βάτος δὲ ἀκανθώδης, ἡ ἁμαρτωλὸς φύσις, ἧς ἐπιλαβόμενον τὸ πῦρ τῆς θεότητος, ἀκατάφλεκτον ταύτην ἐτήρησε, τῷ φωτὶ λαμπρύναν, καὶ τῶν οἰκείων μὲν αὐχημάτων μεταδεδωκός, τῶν δὲ ἐκείνης ἐλαττωμάτων μὴ μετειληφός), οὐχ ἥκιστα δὲ καὶ τοῦτο Μωσῆς εἴρηκεν, εἰς τὴν τοῦ Χριστοῦ πίστιν συμβαλλόμενον. Ἐὰν γάρ, φησί, προφήτης ἀναστῇ, σημεῖα ποιῶν, καὶ ἀφιστῶν ἀπὸ Θεοῦ, μὴ πιστεύσητε αὐτῷ· οἷός ἐστιν ὁ Ἀντίχριστος. Ἐὰν δὲ ἀναστῇ προφήτης σημεῖα ποιῶν, καὶ πρὸς τὸν Θεὸν καὶ Πατέρα ἄγων, μᾶλλον οὐκ ἀφιστῶν αὐτοῦ, τούτῳ πιστεύσατε.

Ὁ Χριστὸς οὖν ἐν ὀνόματι τοῦ Πατρὸς ἐλθών, καὶ σημεῖα μὲν ποιῶν, μὴ ἀπάγων δὲ αὐτοὺς τῆς θεοσεβείας, αὐτὸς ἦν ὁ παρὰ Μωσεῖ προφητευόμενος. «Εἰ οὖν τοῖς Μωϋσέως γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε;» Ἐκεῖνος, φησίν, ἔγραψε, καὶ πάρεισιν ὑμῖν ἀεὶ πρὸ ὀφθαλμῶν τὰ βιβλία, ὥστε, κἂν ἐπιλάθοισθε, ἔχειν πάλιν ῥᾳδίαν τὴν ἀνάμνησιν· καὶ ὅμως οὐ πιστεύετε τοῖς γεγραμμένοις· καὶ πῶς πιστεύσετε τοῖς ἐμοῖς ἀγράφοις ῥήμασι; Τί οὖν ταῦτα λέγεις, ὦ Κύριε, ἐπεὶ οἶδας, ὅτι οὐ πιστεύσουσιν; Εἰ καὶ οἶδα, φησίν, ὅτι παρακούσουσιν, ἀλλ’ ὅμως λέγω, ἵνα μὴ ὕστερον προφασίζωνται, ὅτι Εἰ εἶπας, ἐπιστεύσαμεν.

Ἄλλως τε, ἐκεῖνοι μὲν οἱ τότε, οἷα ἀγνώμονες, οὐκ ἐπίστευον· τοὺς δὲ μετέπειτα μέλλοντας πιστεύειν, οὐκ ἦν εἰκός, οὐδὲ δίκαιον, στερηθῆναι τῆς ἀπὸ τῶν τοῦ Χριστοῦ ῥημάτων ὠφελείας.