Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τὰ εὐαγγέλια ἐξηγήσεις

Θεοφύλακτος Βουλγαρίας

Ερμηνεία εις το Κατά Ματθαίον: Η αποστολή των Δώδεκα, το κήρυγμα και οι Παραβολές της Βασιλείας

Ο Κύριος αποστέλλει τους Αποστόλους, ελέγχει την απιστία των Φαρισαίων περί της δυνάμεως του Βεελζεβούλ και διδάσκει τα πλήθη με παραβολές όπως αυτή του σπορέως και των ζιζανίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 3 από 28

ΚΕΦΑΛ. Ιʹ. Περὶ τῆς τῶν ἀποστόλων διαταγῆς. «Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε αὐτὰ ἐκβάλλειν, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.» Δώδεκα μὲν μαθητὰς ἐκλέγεται, κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν· δύναμιν δὲ τούτοις προσθείς, καίτοι γε ὀλίγοις οὖσιν ἀπέστειλεν· ὀλίγοι γὰρ οἱ διὰ τῆς στενῆς ὁδεύοντες· δίδωσι δὲ αὐτοῖς τὸ θαυματουργεῖν, ὡς ἂν διὰ τῶν θαυμάτων καταπλήσσοντες. πρὸς τὴν διδασκαλίαν πειθηνίους ἔχωσι τοὺς ἀκροατάς. «Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματα εἰσὶ ταῦτα· Πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ.» Καταλέγει τὰ τῶν ἀποστόλων ὀνόματα, διὰ τοὺς ψευδαποστόλους. Προτίθησι δὲ Πέτρον καὶ Ἀνδρέαν, διότι καὶ πρωτόκλητοι. Εἶτα τοὺς τοῦ Ζεβεδαίου· προτάττει δὲ τὸν Ἰάκωβον τοῦ Ἰωάννου· οὐ γὰρ κατὰ τὴν ἀξίαν, ἀλλ’ ἁπλῶς κατὰ τὸ παραπεσὸν καταλέγει τούτους. Φησὶ γοῦν· «Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου, καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἀλφαίου, καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος, Σίμων ὁ Κανανίτης, καὶ Ἰούδας Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν.» Ἴδε ταπείνωσιν τοῦ Ματθαίου, πῶς ἑαυτὸν μετὰ τὸν Θωμᾶν ἔταξεν. Ἐπὶ δὲ τὸν Ἰούδαν ἐλθών, οὐκ εἶπεν ὁ μιαρός, ὁ τοῦ Θεοῦ ἐχθρός, ἀλλ’ Ἰσκαριώτην αὐτὸν ἀπὸ τῆς πατρίδος ὠνόμασεν.

Ἦν γὰρ καὶ ἕτερος Ἰούδας, ὁ καὶ Λεββαῖος καὶ Θαδδαῖος. Δύο τοίνυν Ἰάκωβοι, ὁ τοῦ Ζεβεδαίου, καὶ ὁ τοῦ Ἀλφαίου, καὶ δύο Ἰοῦδαι, ὁ Θαδδαῖος, καὶ ὁ προδότης.

Καὶ τρεῖς Σίμωνες, ὁ Πέτρος, ὁ Κανανίτης, καὶ ὁ προδότης. Σίμων γὰρ Ἰούδας Ἰσκαριώτης ἐλέγετο. «Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες, ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.» Τούτους· ποίους; Τοὺς ἁλιεῖς, τοὺς ἰδιώτας, τοὺς τελώνας.

Προηγουμένως δὲ τοῖς Ἰουδαίοις ἀποστέλλει αὐτούς, ἵνα μὴ ἔχωσι λέγειν ὅτι πρὸς τοὺς ἐθνικοὺς ἀπεστάλησαν, καὶ διὰ τοῦτο ἡμεῖς οἱ Ἰουδαῖοι οὐκ ἐπιστεύσαμεν. Ἀπροφασίστους οὖν τοὺς Ἰουδαίους ποιεῖ. Συνάπτει δὲ τοὺς Σαμαρείτας τοῖς ἐθνικοῖς, ἐπεὶ Βαβυλώνιοι ὄντες κατῴκησαν τὴν Ἰουδαίαν, καὶ οὐδὲ τοὺς προφήτας ἐδέχοντο, ἀλλὰ μόνα τὰ πέντε τοῦ Μωσέως βιβλία· βασιλείαν δὲ οὐρανῶν, καὶ τὴν μέλλουσαν ἀπόλαυσιν νόει. Ὁπλίζει δὲ αὐτοὺς τοῖς θαύμασι, λέγων· «Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε. Δωρεὰν ἐλάβετε, δωρεὰν δότε.» Οὐδὲν οὕτως ἁρμόζει τῷ διδασκάλῳ, ὡς ταπείνωσις καὶ ἀκτημοσύνη. Τὰ δύο τοίνυν ταῦτα ἐνταῦθα δείκνυσι, Δωρεὰν ἐλάβετε, λέγων· μὴ γὰρ ὑψηλοφρονεῖτε, ὡς τοιαῦτα ἀγαθὰ ἔχοντες καὶ διδόντες. Δωρεὰν γὰρ καὶ χάριτι ταῦτα ἔχετε, ἀλλὰ σὺν τῷ ταπεινοφρονεῖν, καὶ ἀφιλοχρήματοι γένεσθε. Δωρεὰν γάρ, φησί, δότε. Τελεώτερον δὲ ἀνασπῶν τὴν ῥίζαν πάντων τῶν κακῶν, φησίν· «Μὴ κτήσησθε χρυσόν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδόν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδους ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν.» Εἰς πᾶσαν ἀκρίβειαν αὐτοὺς γυμνάζει, διὰ τοῦτο ἀπερίττους αὐτοὺς παντελῶς ποιῶν καὶ ἀμερίμνους, οὐδὲ ῥάβδους συγχωρεῖ ἔχειν. Τοῦτο γὰρ ἡ ἀκριβὴς ἀκτημοσύνη, ποιοῦσα πιστεύεσθαι τὸν περὶ ἀκτημοσύνης διδάσκοντα.

Εἶτα ἵνα μὴ λέγωσι, Πόθεν διατραφησόμεθα; φησίν· «Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ,» τουτέστιν, ἐκ τῶν μαθητῶν τραφήσεσθε.

Χρεωστοῦσι γὰρ τοῦτο ὑμῖν ὡς ἐργάταις. Τροφῆς δὲ εἶπεν, οὐ τρυφῆς. Οὐ γὰρ δεῖ τρυφᾷν τοὺς διδασκάλους. «Εἰς ἣν δ’ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστι, κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε.» Οὐκ εἰς πάντας κελεύει ἔρχεσθαι, ἵνα μὴ τοῖς ἀναξίοις μιγνύμενοι, διαβάλλωνται· ἐὰν γὰρ εἰς τοὺς ἀξίους μόνους ἔρχωνται, πάντως καὶ διατραφήσονται.

Κελεύει δὲ προσμένειν, καὶ μὴ οἰκίαν ἐξ οἰκίας ἀμείβειν, ἵνα μὴ ὡς γαστρίμαργοι ψέγωνται, καὶ δόξωσι τοὺς πρῶτον δεξαμένους ὑβρίζειν. «Εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτήν, λέγοντες· Εἰρήνη τῷ οἴκῳ τούτῳ· καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ’ αὐτήν, ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω.» Ἀσπασμὸν καὶ εἰρήνην τὴν εὐλογίαν νόει, ἤτις παραμένει μόνοις τοῖς ἀξίοις· μάθε οὖν ἐντεῦθεν ὅτι μάλιστα τὰ ἡμέτερα ἔργα εὐλογοῦσιν ἡμᾶς. «Καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς, μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν.

Ἀμὴν λέγω ὑμῖν ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥων ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ.» Ἐκτινάσσειν βούλεται τὸν κονιορτόν, δεικνύοντας, ὅτι οὐδὲν ἔλαβον ἐκεῖθεν, διὰ τὴν ἀπείθειαν αὐτῶν, ἢ ὥστε μαρτύριον εἶναι τῆς μακρᾶς ὁδοιπορίας ἣν ἐβάδισαν, καὶ αὐτοὺς οὐκ ὠφέλησαν· ἀνεκτότερον οὖν ἔσται τοῖς Σοδόμοις, ἡ τοῖς ἀπειθοῦσι, διότι οἱ Σοδομῖται ἐνταῦθα κολασθέντες, ἐκεῖ μετριώτερον κολασθήσονται. «Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων.» Καθώπλισεν αὐτοὺς σημείοις, ἐποίησε θαῤῥεῖν περὶ τῆς τροφῆς, τὰς τῶν ἀξίων ἀνοίξας θύρας.

Λέγει νῦν καὶ τὰ συμβησόμενα δεινά, τὴν πρόγνωσιν δεικνύς. Παραμυθεῖται δέ, διὰ τοῦ ἐγώ. Ἐγώ, φησίν, ὁ κραταιός. Ὥστε θαῤῥεῖτε· ἀχείρωτοι γὰρ ἔσεσθε. Ἑτοιμάζει δὲ αὐτοὺς πρὸς τὸ πάσχειν· ὡς γὰρ ἀδύνατον ἐν μέσῳ λύκων πρόβατον μὴ πάσχειν, οὕτω καὶ ὑμᾶς μεταξὺ τῶν Ἰουδαίων, ἀλλὰ κἂν πάσχητε, μὴ ὀργίζεσθε· ὡς πρόβατα γὰρ πράους ὑμᾶς εἶναι βούλομαι, καὶ οὕτω μᾶλλον νικᾷν. «Γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.» Θέλει τοὺς μαθητὰς καὶ φρονίμους εἶναι.

Ἵνα γὰρ μή, πρόβατα τούτους ἀκούων, νοῇς ὅτι ἠλίθιον δεῖ εἶναι τὸν Χριστιανόν, φησὶν ὅτι δεῖ καὶ φρόνιμον εἶναι, εἰδότα πῶς δεῖ ἀναστρέφεσθαι ἐν μέσῳ πολλῶν ἐχθρῶν. Ὡς γὰρ ὁ ὄφις πᾶν μὲν τὸ λοιπὸν σῶμα δίδωσι πλήττεσθαι, τὴν δὲ κεφαλὴν τηρεῖ, οὕτω καὶ ὁ Χριστιανὸς πάντα τὰ ἑαυτοῦ διδότω, καὶ τὸ σῶμα αὐτοῦ τοῖς πλήττουσι· τὴν δὲ κεφαλήν, ἥτις ἐστὶν ὁ Χριστὸς καὶ ἡ εἰς αὐτὸν πίστις, τηρείτω· καὶ ὥσπερ ὁ ὄφις στενῇ τινι ὀπῇ περισφιγγόμενος καὶ διεξερχόμενος, ἀποδύεται τὸ παλαιὸν δέρμα, οὕτω καὶ ἡμεῖς διὰ τῆς στενῆς ὁδοῦ ὁδεύοντες, τὸν παλαιὸν ἀποδυώμεθα ἄνθρωπον. Ἐπεὶ δὲ ὁ ὄφις καὶ βλαπτικός ἐστι, κελεύει ἡμᾶς ἀκεραίους εἶναι, τουτέστιν, ἁπλοῦς καὶ ἀπονήρους καὶ μὴ βλαπτικούς, ὡς αἱ περιστεραί· αὗται γάρ, καὶ ἀφαιρούμεναι τὰ τέκνα καὶ διωκόμεναι, αὖθις ἐπανακάμπτουσι πρὸς τοὺς δεσπότας. Ἔσο οὖν φρόνιμος ὡς ὄφις, ὥστε μὴ γελᾶσθαι ἐν τῷ βίῳ, ἀλλὰ πάντα τὰ κατὰ σὲ ἀμώμητα διατιθέναι· πρὸς δὲ τὸ βλάπτειν ἑτέρους, ἕσο ὡσεὶ περιστερά, τουτέστιν, ἀπόνηρος. «Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων, παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς, καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν.»

Ὁρᾷς, τοῦτό ἐστι τὸ φρόνιμον εἶναι, τὸ προσέχειν καὶ μὴ διδόναι ἀφορμὴν τοῖς θέλουσι θλίβειν, ἀλλὰ φρονίμως διοικεῖν τὰ καθ’ ἑαυτούς· ἂν χρήματα θέλῃ ὁ διώκων, ἂν τιμήν, δὸς ἵνα μὴ ἔχῃ ἀφορμήν· ἂν δὲ τὴν πίστιν ἀφαιρῆται, φύλαττέ σου τὴν κεφαλήν. Οὐ μόνον δὲ πρὸς Ἰουδαίους πέμπειν μέλλει τοὺς μαθητάς, ἀλλὰ καὶ πρὸς τὰ ἔθνη, διὸ καὶ λέγει, Εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσι, τουτέστιν εἰς ἔλεγχον αὐτῶν μὴ πιστευόντων. «Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε, δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν.» Ἵνα μὴ εἴπωσι, Καὶ πῶς δυνησόμεθα πεῖσαι σοφοὺς ἰδιῶται ὄντες; κελεύει θαῤῥεῖν, καὶ μὴ μεριμνᾷν· ὅταν μὲν γὰρ μέλλωμεν μεταξὺ πιστῶν διαλέγεσθαι, δεῖ ἡμᾶς προμελετᾷν, καὶ ἑτοίμους εἶναι πρὸς ἀπολογίαν, ὡς ὁ Πέτρος παραινεῖ· μεταξὺ δὲ ὄχλων καὶ βασιλέων μαινομένων, τὴν ἑαυτοῦ ὑπισχνεῖται ἰσχύν, ἵνα μὴ φοβηθῶμεν· τὸ μὲν γὰρ ὁμολογεῖν, ἡμέτερον· τὸ δὲ σοφῶς ἀπολογεῖσθαι, Θεοῦ. Καὶ ἵνα μὴ ὑπολάβῃς ὅτι φυσική ἐστιν ἡ πρὸς τὰς ἀπολογίας ἐπιτηδειότης, φησίν, Οὐχ ὑμεῖς λαλεῖτε, ἀλλὰ τὸ Πνεῦμα. «Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον. Καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς.»

Προλέγει αὐτοῖς τὰ συμβησόμενα, ἵνα ὅταν γένωνται, μὴ θορυβηθῶσι· δείκνυσι δὲ καὶ τὴν τοῦ κηρύγματος δύναμιν, πῶς ποιεῖ καταφρονεῖν τῆς φύσεως· τοιοῦτος γὰρ ὁ Χριστιανισμός· ἀλλὰ καὶ τὴν μανίαν ἐκείνων ἐμφαίνει, ὅτι οὐδὲ τῶν οἰκειοτάτων φείσονται. «Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.» Τὸ ὑπὸ πάντων, ἀντὶ τοῦ, ὑπὸ πολλῶν. Οὐ γὰρ πάντες ἐμίσουν αὐτούς. Ἦσαν γὰρ καὶ οἱ παραδεξάμενοι τὴν πίστιν· ὁ δὲ ἄχρι τέλους ὑπομείνας, καὶ μὴ ἐν τῇ ἀρχῇ μόνον, ἐκεῖνος τῆς αἰωνίου μεθέξει ζωῆς. «Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην. Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου.» Τὰ μὲν ἄνω ῥηθέντα, φοβερά, οἷον τό, Παραδώσουσιν ὑμᾶς, καὶ τό, Ἔσεσθε μισούμενοι, περὶ τῶν μετὰ τὴν Ἀνάληψιν συμβησομένων ἦσαν· τὸ δὲ νῦν λεγόμενον, περὶ τῶν πρὸ τοῦ σταυροῦ. Οὐ μὴ γὰρ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ διωκόμενοι, καὶ εὐθὺς ἐλεύσομαι πρὸς ὑμᾶς. Κελεύει δὲ φεύγειν διωκομένους. Τὸ γὰρ προδήλως ῥίπτειν ἑαυτὸν εἰς κίνδυνον, καὶ αἴτιον γίνεσθαι κατακρίσεως τοῖς φονευταῖς, καὶ ζημιοῦν τοὺς μέλλοντας ὠφελεῖσθαι διὰ τοῦ κηρύγματος, διαβολικόν ἐστι· τὸ γοῦν Ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου, μὴ περὶ τῆς δευτέρας παρουσίας νοήσῃς, ἀλλὰ περὶ τῆς πρὸ τοῦ σταυροῦ συνουσίας καὶ παραμυθίας.

Ἀποσταλέντες γὰρ καὶ κηρύξαντες, πάλιν ὑπεστράφησαν πρὸς τὸν Χριστόν, καὶ συνῆσαν αὐτῷ. «Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ· ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ.» Διδάσκει ἐνταῦθα ἀνέχεσθαι τῶν ὕβρεων. Εἰ γὰρ ἐγὼ ὁ διδάσκαλος καὶ δεσπότης ἠνεσχόμην, πολλῷ μᾶλλον ὑμεῖς οἱ μαθηταὶ καὶ δοῦλοι. Ἐρωτᾷς δὲ πῶς φησι τό, Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, ὅπου γε πολλοὺς ὁρῶμεν μαθητὰς κρείττους τῶν διδασκάλων; Μάθε οὖν ὅτι, ἕως ἂν ὦσι μαθηταί, ἐλάττους εἰσὶ τῶν διδασκάλων, ἐὰν δὲ κρείττους γένωνται, οὐκ ἔτι λοιπόν εἰσι μαθηταί, ὥσπερ καὶ ὁ δοῦλος, ἕως ἂν ᾖ δοῦλος, οὐκ ἔστιν ὑπὲρ τὸν κύριον αὐτοῦ. «Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἀπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ; Μὴ οὖν φοβηθῆτε αὐτούς, οὐδὲν γάρ ἐστι κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.» Παραμυθεῖσθε, φησίν, ἀπὸ τῶν ἐμῶν· εἰ γὰρ ἐμὲ ἄρχοντα τῶν δαιμονίων ἐκάλεσαν, τί δεινὸν εἰ ὑμᾶς διαβαλοῦσι τοὺς οἰκείους ἐμοί; Οἰκιακοὺς γὰρ αὐτοὺς ἐκάλεσεν. Ἀλλ’ οὐ δούλους, τὴν πρὸς αὐτοὺς δεικνὺς οἰκειότητα. Ἀλλὰ θαῤῥεῖτε. Οὐ γὰρ ἡ ἀλήθεια συγκρυβήσεται, ἀλλ’ ὁ χρόνος δείξει καὶ τὴν ὑμῶν ἀρετήν, καὶ τὴν τῶν διαβαλλόντων κακίαν, οὐ γάρ ἐστι κρυπτὸν ὃ οὐ γνωσθήσεται· ὥστε εἰ καὶ διαβαλοῦσιν, ἀλλ’ ὕστερον γνωριοῦσιν ὑμᾶς. «

Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί.

Καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων.» Ἅπερ, φησί, μόνοις ὑμῖν εἶπον, καὶ ἐν ἑνὶ τόπῳ, τοῦτο γάρ ἐστι τὸ πρὸς τὸ οὖς καὶ ἐν τῇ σκοτίᾳ, μετὰ παῤῥησίας διδάξατε καὶ μεγαλοφώνως, ὥστε πάντας ἀκούειν ὑμῶν. Ἐπεὶ δὲ τῇ παῤῥησίᾳ ἕπονται καὶ κίνδυνοι, ἐπάγει· «Καὶ μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι, φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.» Διδάσκει καὶ θανάτου καταφρονεῖν· φοβερωτέρα γάρ, φησίν, ἡ ἐν γεέννῃ κόλασις· οἱ μὲν γὰρ θανατοῦντες μόνης σαρκὸς ποιοῦνται φθοράν, τὴν δὲ ψυχὴν τυχὸν καὶ εὐεργετοῦσιν· ὁ δὲ Θεὸς ῥίπτων εἰς γέενναν, ἀμφότερα καὶ ψυχὴν καὶ σῶμα κολάζει· ἐν γεέννῃ δὲ εἰπών, σημαίνει τὸ διηνεκὲς τῆς κολάσεως. Γέεννα γάρ, παρὰ τὸ ἀεί. «Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν. Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσί· μὴ οὖν φοβηθῆτε, πολλῷ στρουθίων διαφέρετε ὑμεῖς.» Ἵνα μὴ ὡς ἐγκαταλελειμμένοι ταράσσωνται, φησίν, Εἰ οὐδὲ στρουθίον κρατηθήσεται ἀγνοοῦντος ἐμοῦ, πῶς ὑμᾶς οὓς φιλῶ, ἐγκαταλείψω;

Τὴν ἀκριβῆ δὲ γνῶσιν καὶ πρόνοιαν ἐνδεικνύμενος, λέγει τὰς τρίχας ἡμῶν ἠριθμημένας εἶναι αὐτῷ. Μὴ νόμιζε δὲ ὅτι τοῦ Θεοῦ ἐνεργοῦντος παγιδεύονται τὰ στρουθία, ἀλλ’ ὅτι οὐδὲ ἡ ἐκείνων ἄγρα ἀγνοεῖται αὐτῷ. «Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις δ’ ἂν ἀρνήσεταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.» Εἰς μαρτύριον προτρέπει· οὐκ ἀρκεῖται γὰρ μόνῃ τῇ κατὰ ψυχὴν πίστει, ἀλλὰ θέλει καὶ τὴν διὰ στόματος. Οὐκ εἶπε δέ, Ὅστις ὁμολογήσει ἐμέ, ἀλλ’ ἐν ἐμοί, τουτέστιν, ἐν τῇ ἐμῇ δυνάμει· τῇ γὰρ ἄνωθεν βοηθούμενος χάριτι, ὁμολογεῖ ὁ ὁμολογῶν· ἐπὶ δὲ τοῦ ἀρνουμένου οὐκ εἶπεν, ἐν ἐμοί, ἀλλ’ ἐμέ· δεικνὺς ὅτι οὐκ ἔχων τὴν ἄνωθεν βοήθειαν, ἀρνεῖται.

Πᾶς οὖν ὁ ὁμολογῶν ὅτι Θεός ἐστιν ὁ Χριστός, εὑρήσει τὸν Χριστὸν ὁμολογοῦντα περὶ αὐτοῦ τῷ Πατρί, ὅτι γνήσιός ἐστι δοῦλος. Οἱ δὲ ἀρνούμενοι ἀκούσονται τό. «Οὐκ οἶδα ὑμᾶς.» «Μὴ νομίσητε, ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς· καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὑτῆς· καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ.» Οὐ πανταχοῦ καλὸν ἡ ὁμόνοια· ἀλλ’ ἔστιν ὅτε καὶ ἡ διάστασις.

Μάχαιρα γοῦν ὁ τῆς πίστεως λόγος, ὃς ἀποτέμνει ἡμᾶς ἀπὸ τῆς σχέσεως τῶν οἰκείων καὶ συγγενῶν, ἐμποδιζόντων ἡμῖν εἰς θεοσέβειαν, Οὐ γὰρ ἀπλῶς διχάζεσθαι ἤτοι χωρίζεσθαι ἀπὸ τούτων λέγει, ἀλλ’ ὅταν μὴ συνέρχοιντο, μᾶλλον δὲ καὶ ἐμποδίζοιεν εἰς τὴν πίστιν. «Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος, καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος.» Ὁρᾷς ὅτι τότε δεῖ μισεῖν τοὺς γονεῖς καὶ τὰ τέκνα, ὅταν θέλωσι πλέον Χριστοῦ ἀγαπᾶσθαι; Καὶ τί λέγω πατέρα καὶ μητέρα καὶ τέκνα; τὸ μεῖζον ἄκουε· «Καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.» Ὅστις, φησίν, οὐκ ἀποτάξεται τῇ παρούσῃ ζωῇ, καὶ ἐκδώσει ἑαυτὸν εἰς θάνατον τὸν ἐπονείδιστον, (τοῦτο γὰρ ὁ σταυρὸς παρὰ τοῖς παλαιοῖς) οὐκ ἔστι μου ἄξιος.

Ἐπεὶ δὲ πολλοὶ ὡς λῃσταὶ καὶ κλέπται σταυροῦνται, προσέθηκε τό, «Καὶ ἀκολουθεῖ ὀπίσω μου,» τουτέστι, κατὰ τοὺς ἐμοὺς νόμους ζῇ. «Ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν. Καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν.» Εὑρίσκειν δοκεῖ τὴν ψυχὴν ὁ περιποιούμενος τὴν ἐν σαρκὶ ζωήν. Ὃς καὶ ἀπόλλυσι ταύτην, αἰωνίᾳ παραπεμπόμενος τιμωρίᾳ· ὁ δὲ ἀπολλύων τὴν ψυχὴν αὐτοῦ καὶ ἀποθνήσκων, οὐχ ὡς λῃστὴς ἢ ὡς πνίγων ἑαυτόν, ἀλλ’ ἕνεκεν Χριστοῦ, ἐκεῖνος σώζει αὐτήν. «Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχόμενος, δέχεται τὸν ἀποστείλαντά με. Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήψεται.» Διεγείρει ἡμᾶς ἵνα ὑποδεχώμεθα τοὺς παρὰ Χριστοῦ. Ὁ γὰρ τοὺς μαθητὰς αὐτοῦ τιμῶν, ἐκεῖνον τιμᾷ, καὶ δι’ ἐκείνου καὶ τὸν Πατέρα. Δεῖ δὲ ὑποδέχεσθαι τοὺς δικαίους καὶ τοὺς προφήτας, εἰς ὄνομα δικαίου καὶ προφήτου, τουτέστι, διότι δίκαιοί εἰσι καὶ προφῆται. Μὴ διά τινα προστασίαν καὶ ἀντίληψιν παρὰ τοῖς βασιλεῦσιν, ἀλλὰ κἂν τυχὸν προφήτου σχῆμα ἔχῃ τις, τῷ δὲ ἔργῳ λείπηται, σὺ ὡς προφήτην αὐτὸν δέξαι.

Καὶ ὁ Θεὸς ὡς ἂν εἰ δίκαιον τῷ ὄντι ἐδέξω, ἀμείψεταί σε. Τοῦτο γὰρ σημαίνει τό, Μισθὸν δικαίου λήψεται· ἢ καὶ ἑτέρως νοήσεις, ὅτι δίκαιος λογισθήσεται καὶ αὐτὸς ὁ δεξάμενος, καὶ λήψεται μισθὸν ὃν οἱ δίκαιοι λαμβάνουσιν. «Καὶ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον, εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.» Ἵνα μὴ πενίαν προβάλληταί τις, φησίν, ὅτι Κἂν ποτήριον ὕδατος ψυχροῦ δῷς, χάριν τοῦ εἶναι ἐμὸν μαθητὴν ἐκεῖνον, καὶ τούτου λήψῃ τὸν μισθόν· ποτήριον δὲ ψυχροῦ δίδωσι καὶ ὁ διδάσκων τινὰ φλογιζόμενον τῷ τοῦ θυμοῦ πυρὶ καὶ τῶν ἐπιθυμιῶν. Καὶ ποιῶν αὐτὸν μαθητὴν ὀνομάζεσθαι Χριστοῦ, οὐδὲ οὗτος οὖν ἀπόλλυσι τὸν μισθὸν αὐτοῦ.

ΚΕΦΑΛ. ΙΑʹ. Περὶ τῶν ἀποσταλέντων παρὰ Ἰωάννου. «Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.» Τοὺς μαθητὰς ἀποστείλας, αὐτὸς λοιπὸν ἡσυχάζει, μηδὲν θαυματουργῶν, ἀλλὰ μόνον διδάσκων ἐν ταῖς συναγωγαῖς. Εἰ γὰρ αὐτὸς ἐθεράπευε παρών, οὐκ ἂν προσήρχοντό τινες τοῖς μαθηταῖς· ἵνα οὖν σχῶσι χώραν ἐκεῖνοι τοῦ θεραπεύειν, αὐτὸς μεταβαίνει. «Ὁ δὲ Ἰωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας δύο τῶν μαθητῶν αὑτοῦ, εἶπεν αὐτῷ· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;» Οὐχ ὡς αὐτὸς ἀγνοῶν τὸν Χριστὸν ὁ Ἰωάννης ἐρωτᾷ. Πῶς γάρ, ὑπὲρ οὗ ἐμαρτύρει, ὅτι «Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ;» Ἀλλ’ ἐπεὶ οἱ μαθηταὶ αὐτοῦ ἐφθόνουν τῷ Χριστῷ, ἵνα πληροφορήσῃ ἐκείνους, διὰ τοῦτο ἀποστέλλει αὐτούς, ὡς ἂν τὰ θαύματα ἰδόντες πεισθῶσιν, ὅτι μείζων τοῦ Ἰωάννου ἐστὶν ὁ Χριστός· διὰ τοῦτο καὶ σχηματίζεται αὐτὸς ἐρωτᾷν, Σὺ εἶ ὁ ἐρχόμενος; τουτέστιν, ὁ προσδοκώμενος ἐν ταῖς Γραφαῖς ἔρχεσθαι μετὰ σαρκός. Τινὲς δέ φασιν ὅτι τὸ ἐρχόμενος, περὶ τῆς εἰς ᾅδην καθόδου ἠρώτησεν, ὡς ἀγνοῶν ὁ Ἰωάννης, ὡσανεὶ λέγων· Σὺ εἶ ὁ ἐρχόμενος καὶ εἰς τὸν ᾅδην, ἢ ἕτερον προσδοκῶμεν;

Τοῦτο δὲ ἀνόητον. Ὁ γὰρ Ἰωάννης προφητῶν περισσότερος ὤν, πῶς ἂν ἠγνόει τὴν σταύρωσιν τοῦ Χριστοῦ καὶ τὴν εἰς ᾅδου κάθοδον, καὶ ταῦτα ἀμνὸν αὐτὸν ὀνομάσας, διὰ τὸ μέλλειν ὑπὲρ ἡμῶν σφαγῆναι; ᾜδει τοίνυν ὁ Ἰωάννης ὅτι καὶ εἰς ᾅδου ἐλεύσεται ὁ Κύριος μετὰ τῆς ψυχῆς, ἵνα κἀκεῖ σώσῃ, ὥς φησιν ὁ Θεολόγος Γρηγόριος, τούς, ὅσοι πιστεύειν ἔμελλον. εἰ ἐπὶ τῶν ἡμερῶν αὐτῶν ἐσαρκώθη· καὶ οὐχ ὡς ἀγνοῶν ἐρωτᾷ, ἀλλ’ ὡς θέλων πληροφορῆσαι τοὺς μαθητὰς αὐτοῦ περὶ τοῦ Χριστοῦ, διὰ τῆς τῶν θαυμάτων ἐργασίας. Ὅρα γὰρ καὶ ὁ Χριστὸς τί λέγει πρὸς τὴν τοιαύτην ἐρώτησιν.

Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς, εἶπεν αὐτοῖς· «Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ ἀναβλέπουσι, καὶ χωλοὶ περιπατοῦσι· λεπροὶ καθαρίζονται, καὶ κωφοὶ ἀκούουσι· νεκροὶ ἐγείρονται, καὶ πτωχοὶ εὐαγγελίζονται. Καὶ μακάριός ἐστιν, ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.» Οὐκ εἶπεν ὅτι Ἀπαγγείλατε τῷ Ἰωάννῃ, ὅτι ἐγώ εἰμι ὁ ἐρχόμενος, ἀλλ’ ὡς γινώσκων ὅτι ὁ Ἰωάννης διὰ τοῦτο ἀπέστειλε τοὺς μαθητάς, ἵνα ἴδωσι τὰ θαύματα, φησίν, ὅτι «Ἃ βλέπετε ἀπαγγείλατε τῷ Ἰωάννῃ,» καὶ πάντως ἐκεῖνος ἀφορμῆς δραξάμενος, ἐπὶ πλεῖον περὶ ἐμοῦ μαρτυρήσει πρὸς ὑμᾶς. Πτωχοὺς δὲ εὐαγγελιζομένους, ἢ τοὺς τὸ Εὐαγγέλιον κηρύττοντας, τουτέστι, τοὺς ἀποστόλους νοήσεις, πτωχοὶ γὰρ ἦσαν ὡς ἁλιεῖς καὶ καταπεφρονημένοι διὰ ἰδιωτείαν, ἢ τοὺς τὸ Εὐαγγέλιον ἐνωτιζομένους καὶ ἀκούοντας περὶ τῶν αἰωνίων ἀγαθῶν· δεικνύων δὲ τοῖς Ἰωάννου μαθηταῖς ὅτι οὐ λανθάνουσιν αὐτὸν ἃ διαλογίζονται, φησίν, ὅτι Μακάριός ἐστιν, ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί, αὐτοὶ γὰρ πολὺν εἶχον περὶ αὐτοῦ δισταγμόν. «Τούτων δὲ πορευομένων, ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· Τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;»

Ἴσως ἀκούσαντες οἱ ὄχλοι τῆς ἐρωτήσεως τοῦ Ἰωάννου, ἐσκανδαλίσθησαν ἄν, μήποτε καὶ ὁ Ἰωάννης ἀμφιβάλλει περὶ τοῦ Χριστοῦ, καὶ οὕτως εὐκόλως μετεστράφη τὴν γνώμην, καίτοιγε περὶ Χριστοῦ μαρτυρήσας πρότερον. Ταύτην οὖν τὴν ὑπόνοιαν ἀναιρῶν ὁ Χριστός, φησίν· Οὐκ ἔστιν ὁ Ἰωάννης κάλαμος, τουτέστιν, εὐμετάτρεπτος. Εἰ γὰρ ἦν τοιοῦτος, πῶς λοιπὸν ἐξήλθετε πρὸς αὐτὸν εἰς τὴν ἔρημον; Οὐ γὰρ δὴ πρὸς κάλαμον, ἤτοι εὐρίπιστον ἄνθρωπον, ἐξήλθετε ἄν, ἀλλ’ ὡς πρὸς μέγαν ἐξήλθετε καὶ βέβαιον ἄνθρωπον. Οὐκοῦν τοιοῦτος μένει οἷον αὐτοὶ ἐνομίζετε. «Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες, ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν.» Ἵνα γὰρ μὴ ἔχωσιν εἰπεῖν ὅτι τρυφῇ δουλεύσας ὕστερον χαῦνος γέγονε, φησίν, Οὔ. Ἡ γὰρ στολὴ αὐτοῦ τριχίνη οὖσα, δείκνυσιν, ὅτι ἐχθρός ἐστι τῆς τρυφῆς. Εἰ γὰρ ἂν καὶ μαλακὰ ἐφόρει, καὶ ἐν τοῖς οἴκοις τῶν βασιλέων ἦν, ἀλλ’ οὐκ ἐν τῷ δεσμωτηρίῳ, ἐὰν ἤθελε τρυφᾷν. Μάθε οὖν ὅτι οὐ δεῖ τὸν ἀκριβῆ Χριστιανὸν μαλακὰ φορεῖν. «Ἀλλὰ τί ἐξήλθετε εἰδεῖν; προφήτην; Ναὶ λέγω ὑμῖν καὶ περισσότερον προφήτου.» Περισσότερος προφήτου ὁ Ἰωάννης, διότι οἱ ἄλλοι προφῆται, μόνον προεῖπον περὶ Χριστοῦ, οὗτος δὲ καὶ αὐτόπτης ἐγένετο, ὅπερ μέγα ὄντως ἐστί.

Καὶ ὅτι οἱ μὲν ἄλλοι μετὰ τὸ γεννηθῆναι προεφήτευσαν· οὗτος δὲ καὶ ἐν κοιλίᾳ ὢν τῆς μητρός, ἐπέγνω τὸν Χριστὸν καὶ ἐσκίρτα. «Οὗτος γάρ ἐστι περὶ οὗ γέγραπται· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.» Ἄγγελος ἐκλήθη, καὶ διὰ τὴν ἀγγελικὴν ζωὴν καὶ ἄϋλον σχεδόν· καὶ διότι ἤγγειλε καὶ ἐκήρυξε τὸν Χριστόν. Κατεσκεύασε δὲ τὴν ὁδὸν τοῦ Χριστοῦ, ὡς μαρτυρῶν περὶ αὐτοῦ, καὶ ὡς βαπτίζων εἰς μετάνοιαν, μετὰ γὰρ τὴν μετάνοιαν ἄφεσις ἁμαρτιῶν, ἣν ἄφεσιν ὁ Χριστὸς δίδωσι. Μετὰ δὲ τὸ πορευθῆναι τοὺς Ἰωάννου μαθητὰς ταῦτα λέγει ὁ Χριστός, ἵνα μὴ δόξῃ κολακεύειν ἐκεῖνον. Μαλαχίου δὲ ἡ ῥηθεῖσα προφητεία. «Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ.» Μετὰ βεβαιώσεως τοῦτο ἀποφαίνεται, ὅτι οὐκ ἔστι τις μείζων Ἰωάννου· γυναικῶν δὲ εἰπών, ὑπεξεῖλεν ἑαυτόν. Αὐτὸς γὰρ ὁ Χριστὸς γεννητὸς ἦν παρθένου, οὐχὶ γυναικός, τουτέστιν, ἐλθούσης εἰς γάμον. «Ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν.» Ἐπειδὴ πολλὰ εἶπεν ἐγκώμια περὶ Ἰωάννου, ἵνα μὴ νομίσωσιν ὅτι καὶ αὐτοῦ μείζων ἐστὶν ἐκεῖνος, φησὶν ἐνταῦθα φανερώτερον, ὅτι ὁ μικρότερος ἐγὼ καὶ κατὰ τὴν ἡλικίαν καὶ κατὰ τὴν ὑμῶν ὑπόληψιν, μείζων αὐτοῦ εἰμι ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, τουτέστιν, ἐν τοῖς πνευματικοῖς καὶ οὐρανίοις ἀγαθοῖς.

Ἐνταῦθα μὲν γὰρ ἐλαττοῦμαι αὐτοῦ, καὶ καθ’ ὃ πρότερός μου ἐγεννήθη, καὶ καθ’ ὃ δοκεῖ ὑμῖν αὐτὸς μέγας, ἐκεῖ δὲ μείζων εἰμί. «Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ οἱ βιασταὶ ἁρπάζουσιν αὐτήν.» Φαίνεται ἀνακόλουθον εἶναι τοῦτο, οὐκ ἔστι δέ. Σκόπει γοῦν· καὶ γὰρ περὶ ἑαυτοῦ εἰπὼν ὁ Χριστός, ὅτι μείζων ἐστὶν Ἰωάννου, συνωθεῖ αὐτοὺς εἰς τὸ πιστεῦσαι αὐτῷ· δεικνύων ὅτι πολλοὶ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν, τουτέστι, τὴν εἰς αὐτὸν πίστιν· βίας δὲ χρεία πολλῆς. Τὸ γὰρ ἀφεῖναι πατέρα καὶ μητέρα, καὶ τῆς ψυχῆς αὐτῆς καταφρονῆσαι, πόσης βίας ἐστί· «Πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου προεφήτευσαν.» Καὶ τοῦτο τῆς αὐτῆς ἀκολουθίας ἐστί. Φησὶ γάρ, ὅτι Ἐγώ εἰμι ὁ ἐρχόμενος, πάντες γὰρ οἱ προφῆται πεπλήρωνται· οὐκ ἂν δὲ ἐπληρώθησαν, εἰ μὴ ἐγὼ ἦλθον· μηδὲν οὖν προσδοκᾶτε περαιτέρω. «Καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι.» Εἰ θέλετε, φησί, δέξασθαι, τουτέστιν, ἐὰν εὐγνωμόνως κρίνητε, καὶ μὴ φθονερῶς, αὐτός ἐστιν ὃν εἶπεν ὁ προφήτης Μαλαχίας Ἠλίαν μέλλοντα. Καὶ γὰρ ὁ Πρόδρομος καὶ ὁ Ἠλίας τὴν αὐτὴν ἔχουσι διακονίαν. Ὁ μὲν τῆς πρώτης παρουσίας προδραμών, ὁ δὲ Ἠλίας τῆς μελλούσης προδραμούμενος.

Εἶτα δεικνύων ὅτι αἴνιγμά ἐστι τὸ τὸν Ἰωάννην Ἠλίαν εἶναι, καὶ συνέσεως χρεία πρὸς τὸ νοῆσαι, φησίν, ὅτι «Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω,» ἐνάγων αὐτοὺς εἰς τὸ ἐρωτῆσαι καὶ μαθεῖν. «Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; Ὁμοία ἐστὶ παιδίοις καθημένοις ἐν ἀγορᾷ, καὶ προσφωνοῦσι τοῖς ἑταίροις αὐτῶν, καὶ λέγουσιν· Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε. Ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκόψασθε.» Τὸ δυσάρεστον τῶν Ἰουδαίων αἰνίττεται ἐνταῦθα. Δύστροποι γὰρ ὄντες, οὔτε τῇ σκληραγωγίᾳ τοῦ Ἰωάννου ἠρέσκοντο, οὔτε τῇ τοῦ Χριστοῦ ἁπλότητι· ἀλλ’ ὅμοιοι ἦσαν παιδίοις δυσαρεστουμένοις διὰ κουφότητα, οἷς κἂν κλαίῃ τις, οὐκ ἀρέσκει, κἂν αὐλῇ, οὐδ’ οὕτως. «Ἦλθε γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσι, Δαιμόνιον ἔχει. Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν, Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν.» Θρήνῳ μὲν ἀπεικάζει τὴν Ἰωάννου διαγωγήν· καὶ γὰρ σκληρότητα πολλὴν καὶ ἐν ῥήμασι καὶ ἐν πράγμασιν ἐπεδείκνυτο ὁ Ἰωάννης· τὴν δὲ τοῦ Χριστοῦ, αὐλῷ· καὶ γὰρ χαριέστατος ἦν ὁ Κύριος, πᾶσι συγκαταβαίνων, ἵνα πάντας κερδήσῃ τούτους, καὶ βασιλείαν εὐαγγελιζόμενος, καὶ οὐδὲν τοιοῦτον σκυθρωπόν, οἷον ὁ Ἰωάννης. «Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς.»

Τοῦτό φησιν, ὅτι Λοιπὸν ἐπεὶ οὔτε ὁ Ἰωάννου βίος, οὔτε ὁ ἐμὸς ἀρέσκει ὑμῖν, ἀλλὰ πάντας τοὺς τρόπους τῆς σωτηρίας διαπτύετε, δίκαιος φαίνομαι ἐγὼ ἡ σοφία.

Οὐκ ἔσται γὰρ ἔτι πρόφασις ὑμῖν, ἀλλὰ κατακριθήσεσθε πάντως. Καὶ γὰρ ἐγὼ μὲν πάντα πεπλήρωκα, ὑμεῖς δὲ ἀπειθήσαντες, δίκαιον ἐμὲ ὡς μηδὲν παραλιπόντα δεικνύετε. «Τότε ἤρξατο ὁ Ἰησοῦς ὀνειδίζειν τὰς πόλεις, ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν.» Μετὰ τὸ δεῖξαι ὅτι πάντα ὅσα ἔδει, ἐποίησε, καὶ ἔμειναν ἀμετανόητοι, τότε λοιπὸν ὀνειδίζει. «Οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά.» Ἵνα νοήσῃς ὅτι οὐκ ἐκ φύσεως ἦσαν πονηροὶ οἱ μὴ πιστεύσαντες, ἀλλ’ ἐκ προαιρέσεως, μέμνηται τῆς Βηθσαϊδά, ἐξ ἧς Ἀνδρέας, καὶ Πέτρος, καὶ Φίλιππος, καὶ οἱ τοῦ Ζεβεδαίου ἦσαν· ὥστε οὐκ ἐκ φύσεως ἡ πονηρία, ἀλλ’ ἐκ προαιρέσεως. Εἰ γὰρ ἐκ φύσεως, ἦσαν ἂν κἀκεῖνοι πονηροί. «Ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν. Πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως, ἢ ὑμῖν.» Χείρονας τοὺς Ἰουδαίους λέγει τῶν Τυρίων καὶ Σιδωνίων, καθ’ ὃ οἱ μὲν Τύριοι τὸν φυσικὸν νόμον παρέβησαν· Ἰουδαῖοι δὲ καὶ τὸν Μωσαϊκόν. Καὶ ἐκεῖνοι μὲν οὐκ εἶδον θαύματα· οὗτοι δὲ καὶ ἰδόντες, διέβαλλον· ὁ δὲ σάκκος, σύμβολον μετανοίας, καὶ τὸ σποδὸν καὶ κόνιν πάττειν κατὰ τῆς κεφαλῆς, ἐπὶ τῶν πενθούντων βλέπομεν. «

Καὶ σὺ Καπερναούμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου καταβιβασθήσῃ· ὅτι εἰ ἐν Σοδόμοις ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμειναν ἂν μέχρι τῆς σήμερον. Πλὴν λέγω ὑμῖν, ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως, ἢ σοί.» Ἡ Καπερναοὺμ ὑψώθη διὰ τὸ εἶναι πόλις τοῦ Ἰησοῦ, ἐδοξάζετο γὰρ ὡς δῆθεν πατρὶς αὐτοῦ, ἀλλ’ οὐδὲν ὠφελήθη, διὰ τὸ μὴ πιστεῦσαι. Τοὐναντίον γὰρ καὶ διὰ τοῦτο μᾶλλον κατακέκριται ἕως ᾅδου, ὅτι τοιοῦτον ἔχουσα οἰκήτορα, οὐδὲν ὠφελήθη ἐξ αὐτοῦ.

Ἐπεὶ δὲ Καπερναοὺμ ἑρμηνεύεται χωρίον παρακλήσεως, βλέπε ὅτι κἂν ἀξιωθῇ τις γενέσθαι χωρίον τοῦ Παρακλήτου, τοῦ ἁγίου δηλαδὴ Πνεύματος, εἶτα ὑψηλοφρονήσῃ, καὶ ἐπαρθῇ ἄχρις οὐρανοῦ, καταπίπτει λοιπὸν διὰ τὴν ὑψηλοφροσύνην. Φρίξον οὖν, ὦ ἄνθρωπε. «Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπεν·

Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις.» Ὃ λέγει, τοιοῦτόν ἐστιν· Ἐξομολογοῦμαι, ἀντὶ τοῦ, Εὐχαριστῶ σοι, ὦ Πάτερ, ὅτι οἱ δοκοῦντες σοφοὶ καὶ ἔμπειροι εἶναι τῶν Γραφῶν Ἰουδαῖοι, ἠπείθησαν, οἱ δὲ ἀμαθεῖς καὶ νήπιοι ἐπίστευσαν καὶ ἔγνων τὰ μυστήρια.

Ἀπέκρυψε δὲ τὰ μυστήρια ὁ Θεὸς ἀπὸ τῶν δοκούντων εἶναι σοφῶν, οὐχ ὡς φθονῶν ἢ ὡς αἴτιος ἀγνωσίας, ἀλλὰ διὰ τὸ μὴ εἶναι ἀξίους, ἐξ αὐτοῦ τούτου τοῦ δοκεῖν ἑαυτοὺς εἶναι σοφούς· ὁ γὰρ δοκῶν ἑαυτὸν σοφόν, καὶ θαῤῥῶν τῇ οἰκείᾳ γνώσει, οὐδὲ προσκαλεῖται Θεόν. Καὶ λοιπὸν ὁ Θεὸς ὡς μὴ προσκαλούμενος οὐδὲ βοηθεῖ αὐτῷ, οὐδὲ ἀποκαλύπτει. Ἄλλως τε, ὁ Θεὸς μᾶλλον διὰ φιλανθρωπίαν οὐκ ἀποκαλύπτει τοῖς πολλοῖς τὰ μυστήρια, ἵνα μὴ πλεῖον κολασθῶσιν, ὡς μετὰ τὸ γνῶναι διαπτύσαντες αὐτά. «Ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.» Δηλοῖ ἐνταῦθα τὴν φιλανθρωπίαν τοῦ Πατρός, ὅτι οὐχ ὑπ’ ἄλλου παρακληθεὶς ἀπεκάλυψε τοῖς νηπίοις, ἀλλ’ οὕτως ἤρεσεν αὐτῷ ἐξ ἀρχῆς. Εὐδοκία γάρ, ἡ θέλησις καὶ ἡ ἀρέσκεια. «Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου.» Εἶπεν ἀνωτέρω πρὸς τὸν Πατέρα, ὅτι ἀπεκάλυψας, ὦ Πάτερ· ἵνα οὖν μὴ ὑπολάβῃς ὅτι αὐτὸς οὐδὲν ποιεῖ, πάντα δὲ τοῦ Πατρός εἰσι, φησίν, ὅτι Πάντα μοι παρεδόθη, καὶ μία ἐξουσία ἐμοῦ κἀκείνου· τὸ δὲ παρεδόθη ἀκούων, μὴ νόμιζε ὅτι ὡς δούλῳ καὶ ὑποδεεστέρῳ παρεδόθη, ἀλλ’ ὡς υἱῷ. Καθ’ ὃ γὰρ ἐγεννήθη ἐκ τοῦ Πατρός, κατὰ τοῦτο παρεδόθη αὐτῷ· εἰ γὰρ μὴ ἐγεννήθη, καὶ τῆς αὐτῆς οὐσίας ἦν τῷ Πατρί, οὐκ ἂν παρεδόθησαν.

Ὅρα γὰρ τί λέγει· «Πάντα μοι παρεδόθη,» οὐχ ὑπὸ τοῦ δεσπότου, ἀλλ’, «ὑπὸ τοῦ Πατρός μου·» ὥσπερ λόγου χάριν, ἐὰν γεννηθῇ εὐειδὲς παιδίον ἀπὸ πατρὸς εὐειδοῦς, καὶ εἴπῃ ὅτι Ἐδόθη μοι τὸ κάλλος ἐκ τοῦ πατρός μου. «Καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.» Τὸ μεῖζον λέγει, ὅτι Οὐδὲν θαυμαστὸν εἰ πάντων εἰμὶ Δεσπότης, ὅπουγε καὶ ἕτερον μεῖζον ἔχω, τὸ εἰδέναι τὸν Πατέρα, καὶ οὕτως αὐτὸν γινώσκειν, ὥστε καὶ ἑτέροις αὐτὸν ἀποκαλύπτειν. Σκόπει δέ, ἀνωτέρω εἶπεν, ὅτι ὁ Πατὴρ ἀπεκάλυψε τὰ μυστήρια τοῖς νηπίοις· ἐνταῦθα δέ, ὅτι ὁ Υἱὸς ἀποκαλύπτει τὸν Πατέρα.

Ὁρᾷς οὖν μίαν δύναμιν Πατρὸς καὶ Υἱοῦ, εἴγε καὶ ὁ Πατὴρ ἀποκαλύπτει καὶ ὁ Υἱός. «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Πάντας καλεῖ, οὐ μόνον Ἰουδαίους, ἀλλὰ καὶ ἐθνικούς. Νοήσαις γὰρ ἂν κοπιῶντας μὲν τοὺς Ἰουδαίους, ὡς παρατηρήματα νομικὰ βαρέα μετερχομένους, καὶ κοπιῶντας ἐν τῇ ἐργασίᾳ τῶν ἐντολῶν τοῦ νόμου, πεφορτισμένους δέ, τοὺς ἐθνικούς, οἳ τῷ βάρει τῶν ἁμαρτιῶν ἐπιέζοντο· τούτους οὖν πάντας ἀναπαύει ὁ Χριστός.

Τὸ γὰρ πιστεῦσαι, καὶ ὁμολογῆσαι, καὶ βαπτίσασθαι, ποῖος κόπος; πῶς δὲ οὐκ ἀνάπαυσις; ὅταν καὶ ἐνταῦθα ἀμέριμνος ᾖς ἐπὶ τοῖς πρὸ τοῦ βαπτίσματος πραχθεῖσι, κἀκεῖ ὡσαύτως ἀνάπαυσις διαδέξηταί σε. «Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.» Ζυγὸς τοῦ Χριστοῦ ἡ ταπείνωσις καὶ ἡ πραότης. Ὁ γοῦν ταπεινούμενος παντὶ ἀνθρώπῳ, ἀνάπαυσιν ἔχει, ἀτάραχος μένων, ὥσπερ ὁ κενόδοξος καὶ ἀλαζὼν πάντοτε ἐν μερίμναις, οὐ θέλων ἐλαττωθῆναί τινος, ἀλλὰ λογιζόμενος πῶς πλέον δοξασθήσεται, πῶς νικήσει τοὺς ἐχθρούς. Ὁ ζυγὸς τοίνυν τοῦ Χριστοῦ, ἡ ταπείνωσις λέγω, ἐλαφρός ἐστιν, εὐκολώτερον γάρ ἐστι τῇ ταπεινῇ ἡμῶν φύσει τὸ ταπεινοῦσθαι, ἢ τὸ ἐπαίρεσθαι· ἀλλὰ καὶ πᾶσαι αἱ ἐντολαὶ τοῦ Χριστοῦ ζυγὸς λέγονται, αἵτινες ἐλαφραί εἰσι διὰ τὴν μέλλουσαν ἀντίδοσιν, εἰ καὶ πρὸς καιρὸν βαρεῖαι δοκοῦσιν.

ΚΕΦΑΛ. ΙΒʹ. Περὶ τῶν μαθητῶν τοῖς Σάββασι τιλλόντων στάχυας. Περὶ τοῦ ξηρὰν ἔχοντος τὴν χεῖρα. Περὶ τοῦ δαιμονιζομένου τυφλοῦ καὶ κωφοῦ. Περὶ τῶν αἰτούντων σημεῖον. Περὶ Μητρὸς καὶ ἀδελφῶν τοῦ Χριστοῦ. «Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς Σάββασι διὰ τῶν σπορίμων. Οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν.» Λύων τὰς νομικὰς παρατηρήσεις, ἄγει τοὺς μαθητὰς διὰ τῶν σπορίμων· ἵνα φαγόντες, λύσωσιν τοῦ Σαββάτου. «Οἱ δὲ Φαρισαῖοι ἰδόντες, εἶπον αὐτῷ·

Ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστι ποιεῖν ἐν Σαββάτῳ. Ὁ δὲ εἶπεν αὐτοῖς, Οὐκ ἀνέγνωτε τί ἐποίησε Δαυΐδ, ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν, οὐδὲ τοῖς μετ’ αὐτοῦ, ἀλλὰ τοῖς ἱερεῦσι μόνοις;» Πάλιν οἱ Φαρισαῖοι τὸ φυσικὸν πάθος, τὴν πεῖναν αἰτιῶνται, χείρω αὐτοὶ ἁμαρτάνοντες· ὁ δὲ Κύριος ἀπὸ τῆς περὶ τὸν Δαυῒδ ἱστορίας ἐντρέπει αὐτούς. Ἐκεῖνος γάρ, φησί, διὰ τὴν πεῖναν, καὶ μεῖζόν τι ἐτόλμησεν. Ἄρτοι δὲ τῆς προθέσεως, οἱ καθ’ ἑκάστην ἡμέραν προτιθέμενοι· προετίθεντο γὰρ ἐν τῇ τραπέζῃ δώδεκα· ἓξ ἐκ τοῦ δεξιοῦ μέρους, καὶ ἒξ ἐκ τοῦ ἑτέρου· καί τοι κἂν προφήτης ἦν ὁ Δαυΐδ, οὐδὲ οὕτως ἔδει φαγεῖν· τοῖς γὰρ ἱερεῦσι μόνοις ἐξῆν. Ἀλλὰ καὶ πολλῷ μᾶλλον οὐδὲ τοῖς μετ’ αὐτοῦ ἐξῆν, ὅμως διὰ τὴν πεῖναν, συγγνώμης ἄξιος· οὕτως οὖν καὶ οἱ μαθηταί. «Ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ, ὅτι τοῖς Σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ Σάββατον βεβηλοῦσι, καὶ ἀναίτιοί εἰσι; Λέγω δὲ ὑμῖν, ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε.» Ὁ νόμος ἐκώλυεν ἐν τῷ Σαββάτῳ ἐργάζεσθαι· οἱ οὖν ἱερεῖς ἐν τῷ Σαββάτῳ καὶ ξύλα ἔσχιζον, καὶ πῦρ ἧπτον, ὥστε ἐβεβήλουν τὸ Σάββατον, τουτέστιν, ἐμίαινον, ὡς ὑμεῖς δοκεῖτε. Ἀλλὰ λέγεις μοι, ὅτι ἐκεῖνοι ἱερεῖς ἦσαν, οἱ δὲ μαθηταὶ οὔ.

Λέγω οὖν, ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε, τουτέστιν, Ἐπεὶ ἐγὼ ὁ μείζων τοῦ ναοῦ Δεσπότης, καὶ μετὰ τῶν μαθητῶν εἰμι, μείζονα ἐξουσίαν ἔχουσιν οὗτοι λύειν τὸ Σάββατον παρὰ τοὺς ἱερεῖς. «Εἰ δὲ ἐγνώκειτε τί ἐστιν· Ἔλεον θέλω, καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους, Κύριος γάρ ἐστι καὶ τοῦ Σαββάτου ὁ Υἱὸς τοῦ ἀνθρώπου.» Δείκνυσιν αὐτοὺς καὶ ἀμαθεῖς, ὡς μὴ γινώσκοντας τὰ προφητικά· Οὐκ ἔδει γάρ, φησίν, ἐλεῆσαι τοὺς ἀνθρώπους πεινῶντας; Ἄλλως τε, Ἐγὼ ὁ Υἱὸς τοῦ ἀνθρώπου Κύριός εἰμι τοῦ Σαββάτου, ὡς πάντων καὶ τῶν ἡμερῶν Δημιουργός, ὥστε ἐγὼ λύω τὸ Σάββατον ὡς Δεσπότης. Νόησον δὲ καὶ κατὰ ἀναγωγήν· ἐπεὶ γὰρ ἐργάται ἦσαν οἱ ἀπόστολοι, θερισμὸς δὲ καὶ στάχυες οἱ πιστεύοντες, ἔτιλλον τούτους οἱ ἀπόστολοι καὶ ἤσθιον, τουτέστι, βρῶμα εἶχον τὴν σωτηρίαν τῶν ἀνθρώπων· τοῦτο δὲ ἐποίουν ἐν τοῖς Σάββασιν, ἐν τῇ ἀργίᾳ τῶν κακῶν· οἱ δὲ Φαρισαῖοι ἠγανάκτουν. Οὕτω κἀν τῇ Ἐκκλησίᾳ, τῶν διδασκάλων πολλάκις διδασκόντων καὶ ὠφελούντων, οἱ Φαρισαΐζοντες καὶ φθονεροὶ ἀπαρέσκονται. «Καὶ μεταβὰς ἐκεῖθεν, ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν, καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐκεῖ, τὴν χεῖρα ἔχων ξηράν, καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες· Εἰ ἔξεστι τοῖς Σάββασι θεραπεύειν; ἵνα κατηγορήσωσιν αὐτοῦ.» Οἱ ἄλλοι εὐαγγελισταὶ λέγουσιν, ὅτι ὁ Ἰησοῦς ἐπηρώτησε τοὺς Φαρισαίους.

Ἔστιν οὖν εἰπεῖν, ὅτι φθονεροὶ ὄντες, προέλαβον καὶ ἠρώτησαν αὐτόν, ὡς λέγει ὁ Ματθαῖος. Εἶτα ὁ Χριστὸς πάλιν ἠρώτησεν αὐτούς, ὥσπερ χλευάζων καὶ τὴν πώρωσιν αὐτῶν διαγελῶν, ὅπερ οἱ ἕτεροι εὐαγγελισταί φασιν. Ἠρώτησαν δὲ αὐτόν, ἵνα σχῶσιν ἀφορμὴν εἰς τὸ διαβάλλειν. «Ὁ δὲ εἶπεν αὐτοῖς, Τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος, ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς Σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτό, καὶ ἐγερεῖ; Πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου;

Ὥστε ἔξεστι τοῖς Σάββασι καλῶς ποιεῖν.» Δείκνυσιν αὐτοὺς διὰ μὲν φιλοχρηματίαν, καὶ ἵνα μὴ προβάτου στερηθῶσι, καταλύοντας τὸ Σάββατον, διὰ δὲ τὸ θεραπευθῆναι ἄνθρωπον, μὴ ἀνεχομένους, τοῦτο γενέσθαι. Ὥστε ἐν ταυτῷ καὶ φιλοχρημάτους καὶ ἀπηνεῖς δεικνύει, καὶ καταφρονητὰς τοῦ Θεοῦ. Καταφρονοῦσι γὰρ τοῦ Σαββάτου, ἵνα μὴ ζημιωθῶσι πρόβατον, ἀνελεεῖς δέ εἰσιν, ὅτι ἀνθρώπου θεραπείαν οὐ θέλουσιν. «Τότε λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινον τὴν χεῖρά σου· καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη.» Πολλοὶ καὶ νῦν ἔχουσι ξηρὰς τὰς χεῖρας, τουτέστιν, ἀνελεήμονας καὶ ἀμεταδότους· ἀλλ’ ὅταν ὁ λόγος ὁ εὐαγγελικὸς ἐνηχήσῃ αὐτοῖς, ἐκτείνουσιν εἰς μετάδοσιν ταύτας, κἂν οἱ Φαρισαῖοι, οἱ ἀλαζόνες δαίμονες, οἱ ἀποκεκομμένοι ἡμῶν, διὰ τὴν πρὸς ἡμᾶς ἔχθραν, οὐ θέλουσιν ἐκταθῆναι τὰς χεῖρας ἡμῶν εἰς ἐλεημοσύνην. «Οἱ δὲ Φαρισαῖοι ἐξελθόντες, συμβούλιον ἔλαβον κατ’ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν. Ὁ δὲ Ἰησοῦ; γνούς, ἀνεχώρησεν ἐκεῖθεν.» Ὢ φθόνου! ὅτε εὐεργετῶνται, τότε ἐκμαίνονται. Ἀναχωρεῖ δὲ ὁ Ἰησοῦς, διὰ τὸ μήπω ἐνστῆναι τὸν καιρὸν τοῦ πάθους, καὶ ἅμα ἐκείνων φειδόμενος, μὴ ἐγκλήματι φόνου περιπέσωσι.

Τὸ γὰρ ῥιψοκίνδυνον, οὐ θεάρεστον. Ὅρα δὲ τό, Ἐξελθόντες. Ὅτε γὰρ ἐξῆλθον ἐκ τοῦ Θεοῦ, τότε ἠβουλήθησαν ἀπολέσαι τὸν Ἰησοῦν. Οὐδεὶς γὰρ ἐν τῷ Θεῷ μένων τοιαῦτα βουλεύεται. «Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας· καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν.» Τὸν φθόνον ἐκείνων παραμυθούμενος, οὐ θέλει φανεροῦσθαι. Ἐσπούδαζε γὰρ παντὶ τρόπῳ θεραπεύειν αὐτούς. «Ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα· ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου. Θήσω τὸ πνεῦμά μου ἐπ’ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ. Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει.» Εἰσάγει καὶ τὸν προφήτην μάρτυρα τῆς τοῦ Ἰησοῦ πραότητος.

Ὅσα γάρ, φησί, θέλουσιν οἱ Ἰουδαῖοι, ποιήσει· εἰ θέλουσιν αὐτὸν μὴ φαίνεσθαι, οὐκοῦν καὶ τοῦτο ποιήσει, καὶ οὐκ ἀντιστήσεται ὡς φιλόδοξος, οὐδὲ ἐρίσει. Ἀλλὰ παραγγελεῖ τοῖς ὄχλοις ἵνα μὴ φανερώσωσιν αὐτόν, ἀλλὰ καὶ τοῖς ἔθνεσι κρίσιν ἀπαγγελεῖ, τουτέστι, καὶ τοὺς ἐθνικοὺς διδάξει. Κρίσις γὰρ ἡ διδασκαλία, καὶ γνῶσις, καὶ διάκρισις τοῦ καλοῦ.

Ἢ καὶ τὴν μέλλουσαν κρίσιν ἀπαγγελεῖ τοῖς ἐθνικοῖς, οἳ οὐδέποτε ἤκουσαν περὶ μελλούσης κρίσεως. «Οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ.» Οὐ γὰρ ἐν μέσῳ ἀγορᾶς ὡς οἱ φιλόδοξοι, ἀλλ’ ἐν τῷ ἱερῷ καὶ ταῖς συναγωγαῖς, καὶ ἐν τῷ ὄρει, καὶ παρὰ τοῖς αἰγιαλοῖς ἐδίδασκεν. «Κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λῖνον τυφόμενον οὐ σβέσει.» Ἠδύνατο, φησί, τοὺς Ἰουδαίους ὡς κάλαμον συντετριμμένον κατακλάσαι, καὶ τὸν θυμὸν αὐτῶν ὡς λίνον τυφόμενον, ἤτοι καιόμενον, σβέσαι, ἀλλ’ οὐκ ἠθέλησεν, ἕως οὗ πληρώσῃ τὴν οἰκονομίαν, καὶ νικήσῃ διὰ πάντων αὐτούς. Τοῦτο γὰρ σημαίνει τὸ ἐπαγόμενον. «Ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν· καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.» Ἵνα γὰρ μὴ ἔχωσί τι προφασίζεσθαι, πάντα ὑπέμενεν, ὡς ἂν ὕστερον καταδικάσῃ αὐτούς, καὶ νικήσῃ μηδὲν ἀντιλέγοντας.

Καὶ τί γὰρ οὐκ ἐποίησεν ἵνα κερδήσῃ ἐκείνους; Ἀλλ’ οὐκ ἠθέλησαν· ὅθεν τὰ ἔθνη ἐλπιοῦσιν ἐπ’ αὐτόν, ἐπειδὴ οἱ Ἰουδαῖοι οὐκ ἠθέλησαν. «Τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος, τυφλὸς καὶ κωφός, καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν τυφλὸν καὶ κωφὸν καὶ λαλεῖν καὶ βλέπειν. Καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι, καὶ ἔλεγον· Μήτι οὗτός ἐστιν ὁ υἱὸς Δαυΐδ;» Τὰς πρὸς τὴν πίστιν ὁδοὺς ἀπέκλεισεν ὁ δαίμων ὀφθαλμούς, καὶ ἀκοήν, καὶ γλῶτταν. Ἀλλ’ ὁ Ἰησοῦς ἰᾶται, καὶ υἱὸς Δαυῒδ ὀνομάζεται παρὰ τῶν ὄχλων. Προσεδοκᾶτο γὰρ ὁ Χριστὸς ἐκ σπέρματος Δαυΐδ· καὶ νῦν δέ, ἐὰν ἴδῃς τινὰ μήτ’ αὐτὸν νοοῦντα τὸ ἀγαθόν, μήτε ἑτέρου λόγους δεχόμενον, τοῦτον νόμιζε τυφλὸν καὶ κωφόν, ὃν ἰάσαιτο ὁ Θεὸς ἁπτόμενος τῆς καρδίας αὐτοῦ. «Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες, εἶπον· Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν τῷ Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.» Καίτοι γε ἀνεχώρησεν ὁ Κύριος δι’ αὐτούς, ἀλλ’ ἐκεῖνοι καὶ πόῤῥωθεν ἀκούοντες διαβάλλουσιν, καὶ εὐεργετουμένων τῶν ἀνθρώπων, οὕτως ἦσαν ἐχθροὶ τῆς φύσεως ὡς ὁ διάβολος. «Εἰδὼς δὲ ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν, εἶπεν αὐτοῖς· Πᾶσα βασιλεία μερισθεῖσα καθ’ ἑαυτῆς, ἐρημοῦται· καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ’ ἑαυτῆς, οὐ σταθήσεται. Καὶ εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, ἐφ’ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ;»

Διὰ τοῦ δημοσιεύειν τὰς ἐνθυμήσεις αὐτῶν, δείκνυσιν ὅτι Θεός ἐστιν. Ἀπολογεῖται δὲ αὐτοῖς ἀπὸ τῶν κοινῶν παραδειγμάτων, καὶ δείκνυσι τὴν ἀφροσύνην αὐτῶν. Πῶς γὰρ οἱ δαίμονες ἑαυτοὺς ἐκβάλλουσιν, ὅπου γε μᾶλλον ἑαυτοὺς συγκροτοῦσι; Σατὰν δὲ λέγεται ὁ ἀντικείμενος. «Καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; Διὰ τοῦτο αὐτοὶ ὑμῶν ἔσονται κριταί.» Ἔστω, φησίν, ὅτι ἐγὼ τοιοῦτός εἰμι· οἱ δὲ υἱοὶ ὑμῶν, τουτέστιν, οἱ ἐμοὶ μαθηταί, ἐν τίνι ἐκβάλλουσιν; Οὐ γὰρ δὴ καὶ ἐκεῖνοι ἐν τῷ Βεελζεβούλ; Εἰ δὲ ἐκεῖνοι θείᾳ δυνάμει, πολλῷ μᾶλλον ἐγώ. Ἐκεῖνοι γὰρ ἐν τῷ ἐμῷ ὀνόματι θαυματουργοῦσι· διὰ τοῦτο οὖν ἐκεῖνοι πρὸς κατάκρισιν ὑμῶν ἔσονται, ὅτι καὶ ἐκείνους βλέποντες ἐν τῷ ἐμῷ ὀνόματι θαυματουργοῦντας, ἔτι διαβάλλετέ με. «Εἰ δὲ ἐγὼ ἐν πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.» Τοῦτο λέγει, ὅτι Εἰ ἐν θείᾳ δυνάμει ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἐγώ εἰμι ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ παραγέγονα δι’ ὑμᾶς, ἵνα εὐεργετηθῆτε. Ὥστε ἔφθασεν εἰς ὑμᾶς ἡ ἐμὴ παρουσία. Αὕτη γὰρ ἡ βασιλεία τοῦ Θεοῦ· τί τοίνυν τὴν δι’ ὑμᾶς γενομένην παρουσίαν μου διαβάλλετε; «Ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει;»

Τοσοῦτον, φησίν, ἀπέχω τοῦ φίλους ἔχειν τοὺς δαίμονας, ὥστε καὶ ἀντιτάττομαι αὐτοῖς, καὶ δεσμῶ αὐτούς, τοὺς πρὸ τῆς ἐμῆς παρουσίας ἰσχυροὺς ὄντας· εἰς τὴν οἰκίαν γάρ, ἤτοι τὸν κόσμον, εἰσελθὼν ὁ Χριστός, τὰ σκεύη τῶν δαιμόνων, τοὺς ἀνθρώπους λέγω, ἀφήρπασεν. «Ὁ μὴ ὢν μετ’ ἐμοῦ, κατ’ ἐμοῦ ἐστι· καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ, σκορπίζει.» Πῶς, φησίν, ὁ Βεελζεβοὺλ ἔμελλέ μοι συνεργεῖν, ὃς ἀντιπράττει μοι μᾶλλον; Ἐγὼ μὲν γὰρ ἀρετὴν διδάσκω, ἐκεῖνος δὲ κακίαν. Πῶς οὖν ἐστι μετ’ ἐμοῦ; Κἀγὼ μὲν συνάγω τοὺς ἀνθρώπους εἰς σωτηρίαν, ἐκεῖνος δὲ σκορπίζει· αἰνίττεται δὲ καὶ τοὺς Φαρισαίους, ὅτι αὐτοῦ διδάσκοντος καὶ ὠφελοῦντος πολλούς, ἐκεῖνοι ἐσκεδάννυον τὸν λαόν, ὥστε μὴ προσέρχεσθαι αὐτῷ.

Δείκνυσιν οὖν αὐτοὺς δαιμονιώδεις τῷ ὄντι. «Διὰ τοῦτο λέγω ὑμῖν· Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται τοῖς ἀνθρώποις. Καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ’ ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι.» Τοῦτο ἐνταῦθα λέγει, ὅτι πᾶσα μὲν ἄλλη ἁμαρτία, κἂν μικρὰν γοῦν ἔχει ἀπολογίαν, οἷον πορνεία, κλοπή. Καταφεύγομεν γὰρ εἰς τὴν ἀνθρωπίνην ἀσθένειαν, καὶ συγγνωστότεροί ἐσμεν. Ὅταν δέ τις βλέπῃ θαύματα διὰ τοῦ Πνεύματος τελούμενα, καὶ διαβάλλῃ ταῦτα ὡς ὑπὸ δαίμονος γινόμενα, ποίαν ἕξει οὗτος ἀπολογίαν; Πρόδηλον γὰρ ὅτι οἶδε μὲν ὅτι ἁπὸ Πνεύματος ἁγίου γίνονται, ἐθελοκακεῖ δέ. Πῶς οὖν ὁ τοιοῦτος συγγνωστός;

Ὅταν μὲν οὖν ἔβλεπον οἱ Ἰουδαῖοι τὸν Κύριον τρώγοντα καὶ πίνοντα, καὶ μετὰ τελωνῶν διάγοντα καὶ πορνῶν, καὶ τἄλλα πάντα ὡς Υἱὸν ἀνθρώπου πράττοντα, εἶτα διέβαλλον αὐτὸν ὡς φάγον καὶ οἰνοπότην, ὑπὲρ τούτου συγγνώμης ἄξιοι, καὶ οὐδὲ μετάνοιαν ἀπαιτηθήσονται ὑπὲρ τούτου. Δοκοῦσι γὰρ εὐλόγως σκανδαλίζεσθαι. Ὅταν δὲ βλέποντες αὐτὸν θαυματουργοῦντα, διέβαλλον καὶ ἐβλασφήμουν τὸ Πνεῦμα τὸ ἅγιον, λέγοντες αὐτὸ δαιμονιῶδες εἶναι, πῶς ἀφεθήσεται τοῦτο τὸ ἁμάρτημα αὐτοῖς, ἐὰν μὴ μετανοήσωσιν;

Ὥστε γίνωσκε ὡς ὁ μὲν εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου βλασφημῶν, ἀνθρωπικῶς ζῶντα βλέπων αὐτόν, καὶ λέγων αὐτὸν φίλον πορνῶν, καὶ φάγον, καὶ οἰνοπότην, διὰ τὸ ταῦτα τὸν Χριστὸν ποιεῖν, ὁ τοιοῦτος κἂν μὴ μετανοήσῃ, οὐ δώσει ὑπὲρ τούτου λόγον· συγγινώσκεται γὰρ ὡς μὴ νοήσας αὐτὸν Θεὸν ὄντα κρυπτόν· ὁ δὲ εἰς τὸ ἅγιον Πνεῦμα, ἤτοι τὰς πνευματικὰς πράξεις τοῦ Χριστοῦ, βλασφημῶν, καὶ λέγων αὐτὰς δαιμονιώδεις, ἐὰν μὴ μετανοήσῃ, οὐ συγγνωσθήσεται· μὴ γὰρ εὔλογόν τινα ἀφορμὴν εἰς τὸ διαβάλλειν εἶχεν, ὥσπερ ἐκεῖνος ὁ τὸν Χριστὸν ὀρῶν μετὰ πορνῶν ὄντα καὶ τελωνῶν, εἶτα διαβάλλων;

Οὐκ ἀφεθήσεται οὖν τούτῳ οὔτε ἐνταῦθα οὔτε ἐκεῖ· ἀλλὰ καὶ ἐνταῦθα καὶ ἐκεῖ τιμωρηθήσεται. Πολλοὶ γὰρ ἐνταῦθα μὲν κολάζονται, ἐκεῖ δὲ οὐδ’ ὅλως· ὡς ὁ πτωχὸς Λάζαρος. Ἄλλοι δέ, καὶ ὧδε καὶ ἐκεῖ· ὡς οἱ Σοδομῖται, καὶ οὗτοι οἱ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημοῦντες. Τινὲς δέ, οὔτε ὧδε, οὔτε ἐκεῖ· ὡς οἱ ἀπόστολοι, καὶ ὁ Πρόδρομος. Κἂν γὰρ δοκῶσι κολάζεσθαι διωκόμενοι, ἀλλ’ οὐκ εἰσὶν ἐκεῖνα κολάσεις ὑπὲρ ἁμαρτημάτων, ἀλλὰ δοκιμασίαι καὶ στέφανοι. «Ἢ ποιήσατε τὸ δένδρον καλόν, καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρόν, καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν. Ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.» Ἐπειδὴ οἱ Ἰουδαῖοι τὰ μὲν θαύματα οὐκ ἠδύναντο διαβάλλειν ὡς κακά, τὸν δὲ ταῦτα ποιοῦντα Χριστὸν ἐβλασφήμουν ὡς δαιμονιώδη, φησίν, ἢ καὶ ἐμὲ τὸ δένδρον λέγετε εἶναι καλόν, καὶ πάντως ἔσονται καὶ τὰ θαύματά μου, ἅτινά εἰσιν ὁ καρπός, καλά· ἢ ἐὰν ἐμὲ λέγητε σαπρὸν δένδρον, εὔδηλον, ὅτι καὶ ὁ καρπός, ἤτοι τὰ θαύματα, σαπρὸς ἔσται· ἀλλὰ μὴν τὰ θαύματα, τουτέστι, τὸν καρπόν, καλὰ λέγετε εἶναι, καὶ ἐγὼ ἄρα καλός εἰμι, τὸ δένδρον.

Πάντως γὰρ ἐκ τοῦ καρποῦ τὸ δένδρον γνωρίζεται, ὥστε κἀγὼ ἐκ τῶν θαυμάτων. «Γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροὶ ὄντες;» Ἰδού, φησίν, ὑμεῖς δένδρα πονηρὰ ὄντες, καρπὸν πονηρὸν φέρετε, κακολογοῦντες ἐμέ· ὥστε κἀγὼ ἐὰν ἤμην πονηρός, καρπὸν ἂν πονηρὸν προέφερον, καὶ οὐ θαύματα τοιαῦτα. Γεννήματα δὲ ἐχιδνῶν τούτους καλεῖ, ἐπεὶ ἐπὶ τῷ Ἀβραὰμ ἐκόμπαζον.

Δείκνυσιν οὖν αὐτούς, ὅτι οὐκ εἰσὶν ἀπὸ τοῦ Ἀβραάμ, ἀλλὰ προγόνων ἀξίων τῆς πονηρίας αὐτῶν. «Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ· ὁ ἀγαθὸς ἄνθρωπος, ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει ἀγαθά· καὶ ὁ πονηρὸς ἄνθρωπος, ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά.» Ὅταν ἴδῃς τινὰ αἰσχρολόγον, γίνωσκε, ὅτι οὐχ ὅσα λέγει ἔχει ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ πολλαπλάσια.

Καὶ γὰρ ἐκ τοῦ περισσεύματος ἐκχεῖται καὶ εἰς τὰ ἔξω, καὶ θησαυρὸν ἔχων κρυπτόν, ὀλίγον τι μέρος ἐκφαίνει. Ὁμοίως καὶ ὁ ἀγαθὰ λαλῶν πλείονα ἔχει ἐν τῇ καρδίᾳ. «Λέγω δὲ ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως· ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.» Ἐκφοβεῖ ἐνταῦθα ἡμᾶς, ὅτι καὶ ὑπὲρ τοῦ ἀργοῦ λόγου δώσομεν λόγον, τουτέστι, τοῦ ψευδοῦς, τοῦ συκοφαντικοῦ, ἢ καὶ τοῦ ἀτάκτου καὶ γελοιώδους. Εἶτα τίθησι μαρτυρίαν ἀπὸ τῆς Γραφῆς, ἵνα μὴ δόξῃ οἰκεῖά τινα λέγειν· «Ἐκ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.» «Τότε ἀπεκρίθησάν τινες τῶν γραμματέων καὶ Φαρισαίων, λέγοντες· Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.» Θαυμάζων ὁ εὐαγγελιστής, προσέθηκε τό, τότε. Ὅτε γὰρ ὑποταγῆναι ἔδει διὰ τὰ προγεγονότα θαύματα, τότε σημεῖον αἰτοῦσιν· ἐξ οὐρανοῦ δὲ θέλουσιν ἰδεῖν σημεῖον, ὡς ἄλλος εὐαγγελιστὴς λέγει. Ἐδόκουν γάρ, ὅτι τὰ ἐπὶ τῆς γῆς θαύματα, ἀπὸ τῆς τοῦ διαβόλου δυνάμεως ποιεῖ· κοσμοκράτωρ γὰρ ὁ διάβολος. Τί οὖν ὁ Σωτήρ; «Ὁ δέ, ἀποκριθεὶς εἶπεν αὐτοῖς· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.

Ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.» Πονηρὰν μὲν γενεὰν αὐτοὺς καλεῖ, ὡς ἐπηρεαστὰς καὶ δολερούς. Μοιχαλίδα δέ, ὡς ἀφισταμένους ἀπὸ τοῦ Θεοῦ, καὶ δαίμοσι κολλωμένους.

Σημεῖον δὲ λέγει τὴν ἀνάστασιν αὐτοῦ, ὡς παράδοξον· ἐν γὰρ τῇ καρδίᾳ τῆς γῆς, τῷ κατωτάτω λέγω τόπῳ, τῷ ᾅδῃ δηλονότι καταβάς, τριήμερος ἀνέστη· τὰς τρεῖς δὲ ἡμέρας καὶ τὰς τρεῖς νύκτας, ἀπὸ μέρους νόησον καὶ μὴ ὁλοκλήρους.

Ἀπέθανε μὲν γὰρ τῇ παρασκευῇ, μία αὕτη ἡμέρα ἦν· καὶ τῷ Σαββάτῳ νεκρός, ἰδοὺ καὶ ἄλλη ἡμέρα· καὶ ἡ νὺξ δὲ τῆς Κυριακῆς, ἔτι νεκρὸν αὐτὸν κατέλαβε. Τρία οὖν ἡμερονύκτια ἀπὸ μέρους ἀριθμοῦνται. Ἐπεὶ καὶ οὕτως εἰώθαμεν πολλάκις ἀριθμεῖν. «Ἄνδρες Νινευῗται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.» Ὁ μὲν Ἰωνᾶς, φησί, μετὰ τὴν ἐκ τοῦ κήτους ἔξοδον, κηρύξας ἐπιστεύθη· ἐγὼ δὲ οὐδὲ μετὰ τὴν ἀνάστασιν ὑμῖν πιστευθήσομαι. Ὅθεν καὶ κατακριθήσεσθε ὑπὸ τῶν Νινευϊτῶν πιστευσάντων τῷ δούλῳ μου Ἰωνᾷ χωρὶς σημείων, καὶ ταῦτα Βαρβάρων ὄντων· ὑμεῖς οἱ προφήταις συντεθραμμένοι, οἱ σημεῖα ἰδόντες, μὴ πιστεύσατε ἐμοὶ τῷ δεσπότη.

Τοῦτο γὰρ σημαίνει τό, Καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε. «Βασίλισσα Νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινεῖ αὐτήν, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος· καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε.» Ἡ μὲν βασίλισσα, φησί, μακρόθεν ἦλθε, καίτοι γυνὴ ἀσθενὴς οὖσα, ἵνα περὶ δένδρων καὶ ξύλων καὶ φυσικῶν τινων ἀκούσῃ. Ὑμεῖς δέ, καὶ ἐλθόντα με πρὸς ὑμᾶς, καὶ ἀπόῤῥητα λέγοντα, οὐκ ἐδέξασθε. «Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι’ ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει· τότε λέγει· Ἐπιστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον. Καὶ ἐλθόν, εὑρίσκει σχολάζοντα, σεσαρωμένον καὶ κεκοσμημένον. Τότε πορεύεται, καὶ παραλαμβάνει μεθ’ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ. Καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου, χείρονα τῶν πρώτων· οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.» Δείκνυσιν αὐτοὺς εἰς ἔσχατον ἀπωλείας καταντήσοντας ἐκ τοῦ μὴ παραδέξασθαι αὐτόν. Ὥσπερ γὰρ οἱ δαιμόνων ἐλευθερωθέντος, ἐὰν ῥᾳθυμήσωσι, χείρονα πάσχουσιν· οὕτω καὶ ἡ ὑμετέρα γενεὰ κατείχετο δαίμονι, ὅτε τὰ εἴδωλα προσεκυνεῖτε· ἀλλὰ διὰ τῶν προφητῶν ἐξέβαλον τοῦτον τὸν δαίμονα.

Ἦλθον δὲ καὶ αὐτός, πλέον καθᾶραι ὑμᾶς βουλόμενος· ἀλλ’ ἐπειδὴ παρώσασθέ με, καὶ ἀνελεῖν μᾶλλον σπεύδετε, ὡς χεῖρον ἁμαρτάνοντες, χεῖρον καὶ κολασθήσεσθε, καὶ ἡ ἐσχάτη αἰχμαλωσία ὑμῶν βαρυτέρα ἔσται τῶν προτέρων. Σὺ δὲ νόει καὶ τοῦτο, ὅτι διὰ τοῦ βαπτίσματος ἐκβάλλεται τὸ ἀκάθαρτον πνεῦμα, καὶ πορεύεται ἐν ταῖς ἀνύδροις καὶ ἀβαπτίστοις ψυχαῖς· ἀλλ’ ἐν ἐκείναις οὐχ εὑρίσκει ἀνάπαυσιν. Ἀνάπαυσις γὰρ τοῖς δαίμοσι, τὸ τοῖς βεβαπτισμένοις ἐνοχλεῖν διὰ τῶν πονηρῶν πράξεων, ἐπεὶ τοὺς ἀβαπτίστους ἤδη ἔχει. Ὑποστρέφεται οὖν ἐπὶ τὸν βεβαπτισμένον μετὰ τῶν ἑπτὰ πνευμάτων.

Ὥσπερ γὰρ ἑπτὰ τὰ τοῦ πνεύματος χαρίσματα, οὕτως ἐκ τοῦ ἐναντίου ἑπτὰ καὶ τὰ τῆς κακίας πνεύματα. Ἐπὰν δὲ εἰσέλθῃ εἰς τὸν βεβαπτισμένον, χείρων ἡ συμφορά. Πρότερον μὲν γὰρ ἐλπὶς ἦν διὰ τοῦ βαπτίσματος καθαρισθῆναι. Ἔκτοτε δέ, δευτέρου βαπτίσματος οὐκ ἔστιν ἐλπίς, εἰ μὴ τοῦ διὰ μετανοίας, ὃ σφόδρα ἐπίπονον. «Ἔτι δὲ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις, ἰδοὺ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰστήκεισαν ἔξω, ζητοῦντες αὐτῷ λαλῆσαι.» Ἀνθρώπινόν τι ἐβούλετο ἐνδείξασθαι ἡ μήτηρ, ὅτι ἐξουσιάζει τοῦ παιδός. Οὐδὲν γὰρ μέγα οὔπω περὶ αὐτοῦ ἐνόει· διὰ τοῦτο οὖν καὶ ἔτι λαλοῦντα, βούλεται πρὸς ἑαυτὴν ἐπισπάσασθαι, φιλοτιμουμένη ὡς ὑποταττομένου αὐτῇ τοῦ υἱοῦ. Τί γοῦν ὁ Χριστός; Ἐπεὶ τὸν σκοπὸν αὐτῆς ἔγνω, ἄκουε τί φησιν. «Εἶπε δέ τις αὐτῷ. Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασι ζητοῦντές σοι λαλῆσαι· ὁ δέ, ἀποκριθεὶς εἶπε τῷ εἰπόντι αὐτῷ· Τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου; καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ, εἶπεν· Ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου. Ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.» Οὐχ ὑβρίζων τὴν μητέρα λέγει ταῦτα, ἀλλὰ διορθούμενος τὴν φιλόδοξον αὐτῆς καὶ ἀνθρωπίνην γνώμην.

Οὐ γὰρ εἶπεν ὅτι Οὐκ ἔστι μου μήτηρ· ἀλλ’, ὅτι Ἐὰν μὴ ποιῇ τὸ θέλημα τοῦ Θεοῦ, οὐδὲν αὐτὴν ὠφελήσει τὸ γεννῆσαί με. Οὐ γὰρ ἀρνεῖται τὴν κατὰ φύσιν συγγένειαν, ἀλλὰ προστίθησι καὶ τὴν κατ’ ἀρετήν. Οὐδεὶς γὰρ ἀνάξιος ἀπὸ συγγενείας ὠφελεῖται. Διορθωσάμενος τοίνυν τῆς κενοδοξίας τὸ νόσημα, ὅμως πάλιν ὑπακούει τῇ μητρὶ καλούσῃ.

Φησὶ γὰρ ὁ εὐαγγελιστής·

ΚΕΦΑΛ. ΙΓʹ. Περὶ τῶν παραβολῶν τοῦ σπείραντος καὶ τῆς βασιλείας τῶν οὐρανῶν. «Ἐν δὲ τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τῆς οἰκίας, ἐκάθητο παρὰ τὴν θάλασσαν. Καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς τὸ πλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει.» Ἐκάθισεν ἐν τῷ πλοίῳ, ἵνα πάντας τοὺς ἀκροατὰς κατὰ πρόσωπον στήσῃ, καὶ πάντες ἀκούωσι. Καὶ δὲ ἀπὸ τῆς θαλάσσης ἁλιεύει τοὺς ἐν τῇ γῇ. «Καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς, λέγων·» Τοῖς μὲν ἀπλάστοις ὄχλοις ἐπὶ τοῦ ὅρους χωρὶς παραβολῶν λαλεῖ· ἐνταῦθα δὲ τῶν δολερῶν Φαρισαίων ὄντων, ἐν παραβολαῖς λέγει· ἵνα κἂν ὡς μὴ νοοῦντες, ἐρωτήσωσι καὶ μάθωσιν. Ἄλλως τε ἀναξίοις οὖσιν, οὐκ ἕδει γυμνὰς τὰς διδασκαλίας αὐτοῖς προκεῖσθαι.

Οὐ δεῖ γὰρ τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων ῥίπτεσθαι. Πρώτην δὲ παραβολὴν λέγει τὴν ποιοῦσαν προσεκτικώτερον τὸν ἀκροατήν· ἄκουε γάρ· «Ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ.» Ἑαυτὸν λέγει τὸν σπείροντα, σπόρον δὲ τὸν λόγον. Ἐξῆλθε δὲ οὐ τόπῳ· πανταχοῦ γὰρ ἦν· ἀλλὰ καθ’ ὃ ἐπλησίασεν ἡμῖν μετὰ σαρκός, κατὰ τοῦτο λέγεται ἐξελθεῖν, τῶν κόλπων τῶν πατρικῶν δηλονότι. Ἐξῆλθεν οὖν πρὸς ἡμᾶς, ἐπειδὴ ἡμεῖς οὐκ ἠδυνάμεθα πρὸς αὐτὸν ἐλθεῖν. Καὶ τί ποιῆσαι ἐξῆλθεν;

Ἆρα ἐμπρῆσαι τὴν γῆν διὰ τὰς πολλὰς ἀκάνθας; Ἆρα τιμωρήσασθαι; Οὐχί, ἀλλὰ τοῦ σπεῖραι. Τὸν σπόρον δὲ αὐτοῦ εἶπε, διότι καὶ οἱ προφῆται ἔσπειρον. Ἀλλ’ οὐ τὸν σπόρον αὐτῶν, ἀλλὰ τὸν τοῦ Θεοῦ. Οὗτος δὲ Θεὸς ὤν, τὸν σπόρον αὐτοῦ τὸν ἴδιον ἔσπειρεν· οὐ γὰρ χάριτι θείᾳ ἐσοφίσθη, ἄπαγε! ἀλλ’ αὐτὸς ἦν ἡ σοφία τοῦ Θεοῦ. «Καὶ ἐν τῷ σπείρειν αὐτόν, ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν· καὶ ἦλθε τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ κατέφαγεν αὐτά· ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη, ὅπου οὐκ εἶχε γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλε διὰ τὸ μὴ ἔχειν βάθος γῆς· ἡλίου δὲ ἀνατείλαντος, ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν, ἐξηράνθη.» Οἱ παρὰ τὴν ὁδόν, εἰσὶν οἱ ῥᾴθυμοι καὶ ὀκνηροί, οἳ οὐδ’ ὅλως παραδέχονται τὸν λόγον. Ὁ γὰρ λογισμὸς αὐτῶν ὁδός ἐστι καταπεπατημένη καὶ σκληρά, καὶ μὴ ἀροτριωθεῖσα ὅλως· ἀπὸ τούτων οὖν ἁρπάζει τὸν λόγον τὰ πετεινὰ τοῦ οὐρανοῦ, ἤτοι τοῦ ἀέρος τὰ πνεύματα, τουτέστιν, οἱ δαίμονες. Οἱ δὲ ἐπὶ τὰ πετρώδη, οἱ ἀκούσαντες μέν, διὰ δὲ τὴν ἀσθένειαν μὴ ἀντιβάντες πειρασμοῖς ἢ θλίψεσιν, ἀλλὰ καταπροδόντες τὴν οἰκείαν σωτηρίαν· ἥλιον γὰρ ἀνατείλαντα, τοὺς πειρασμοὺς νόει, διότι οἱ πειρασμοὶ δεικνύουσι τοὺς ἀνθρώπους, καὶ φανεροῦσιν ὡς ὁ ἥλιος τὰ κρυπτόμενα. «Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι, καὶ ἀπέπνιξα αὐτά.»

Οὗτοί εἰσιν οἱ διὰ τῶν φροντίδων ἀποπνίγοντες τὸν λόγον· κἂν γὰρ δοκῇ ὁ πλούσιος ἀγαθήν τινα πρᾶξιν ποιεῖν, ἀλλ’ ὅμως οὐκ αὐξάνει ἡ πρᾶξις αὕτη, οὐδὲ προκόπτει, κωλυομένη ὑπὸ τῶν μεριμνῶν. «Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλήν· καὶ ἐδίδου καρπόν, ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα.» Τὰ τρία μέρη τοῦ σπόρου ἀπώλοντο, καὶ τὸ τέταρτον ἐσώθη μόνον· ὀλίγοι γάρ εἰσιν οἱ σωζόμενοι· ὕστερον δὲ λέγει περὶ τῆς γῆς τῆς ἀγαθῆς, διδοὺς ἡμῖν μετανοίας ἐλπίδα· ἔστι γὰρ δυνατὸν κἂν πετρώδης εἴη τις, κἂν παρὰ τὴν ὁδόν, κἂν ἀκανθοφορῶν, γῆν ἀγαθὴν γενέσθαι αὐτόν. Οὐ μὴν ἐπίσης καρποφοροῦσι πάντες οἱ δεξάμενοι τὸν λόγον· ἀλλ’ ὁ μὲν ἑκατόν, τυχὸν ὁ ἀκτημοσύνην τελείαν ἔχων καὶ ἄκραν ἄσκησιν· ὁ δὲ ἑξήκοντα, ὁ κοινοβιακὸς τυχὸν μοναχὸς καὶ ἔτι πρακτικός· ὁ δὲ τριάκοντα, ὁ γάμον σεμνὸν ἑλόμενος, καὶ τὰς ἀρετὰς ὡς ἐγχωρεῖ σπουδαίως μετερχόμενος. Ὅρα δὲ Θεοῦ χρηστότητα, πῶς πάντας καὶ τοὺς τὰ μεγάλα καὶ τοὺς τὰ μέσα καὶ τοὺς τὰ μικρὰ ἐνεργοῦντας δέχεται. «Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.» Δηλοῖ, ὅτι πνευματικῶς δεῖ νοηθῆναι ταῦτα παρὰ τῶν τὰ πνευματικὰ ὠτία κεκτημένων. Πολλοὶ δὲ ὦτα μὲν ἔχουσιν, ἀλλ’ οὐκ εἰς τὸ ἀκούειν· διὰ τοῦτο οὖν προσέθηκε τό, Ὁ ἔχων ὦτα εἰς τὸ ἀκούειν, ἐκεῖνος ἀκουέτω. «Καὶ προσελθόντες οἱ μαθηταί, εἶπον αὐτῷ·

Διατί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; Ὁ δέ, ἀποκριθεὶς εἶπεν αὐτοῖς, ὅτι Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται. Ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.» Ὁρῶντες οἱ μαθηταὶ ἀσάφειαν πολλὴν ἐν τοῖς ὑπὸ τοῦ Χριστοῦ λεγομένοις, ὡς κοινοὶ κηδεμόνες τοῦ πλήθους προσέρχονται ἐρωτῶντες·

Ὁ δέ φησιν· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια, τουτέστιν, ἐπειδὴ ἔχετε προθυμίαν καὶ σπουδήν, δέδοται ὑμῖν· ἐκείνοις δέ, μὴ ἔχουσι σπουδήν, οὐ δέδοται. Ἐκεῖνος γὰρ λαμβάνει, ὁ ζητῶν. Ζητεῖτε γάρ, φησί, καὶ δοθήσεται ὑμῖν. Ἴδε γοῦν πῶς ἐνταῦθα εἶπε μὲν ὁ Κύριος τὴν παραβολήν, μόνοι δὲ οἱ μαθηταὶ ζητήσαντες ἔλαβον. Ὥστε καλῶς εἴπομεν, ὅτι τῷ ἔχοντι σπουδήν, ἐκείνῳ δίδοται ἡ γνῶσις, καὶ περισσεύεται. Τῷ δὲ μὴ ἔχοντι σπουδὴν καὶ γνώμην ἀξίαν, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ· τουτέστι, κἂν μικρόν τινα σπινθῆρα ἔχῃ τοῦ ἀγαθοῦ, σβέννυσι καὶ τοῦτον, μὴ ἐκφυσῶν αὐτὸν διὰ τοῦ πνεύματος καὶ τῶν πνευματικῶν ἔργων, καὶ ἀνάπτων. «Διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσι, καὶ ἀκούοντες οὐκ ἀκούουσιν, οὐδὲ συνιοῦσιν.» Πρόσεχε. Ἐντεῦθεν γὰρ λύεται τὸ ζήτημα τῶν λεγόντων ὅτι ἐκ φύσεως καὶ ἀπὸ Θεοῦ τινές εἰσι κακοί. Εἶπε γάρ, φασί, καὶ ὁ Χριστός, ὅτι Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια, Ἰουδαίοις δὲ οὐ δέδοται. Λέγομεν οὖν πρὸς τοὺς τοιαῦτα λέγοντας, σὺν Θεῷ, ὅτι ὁ μὲν Θεὸς πάντας ποιεῖ νοεῖν τὸ δέον φυσικῶς. Πάντα γὰρ ἄνθρωπον φωτίζει ἐρχόμενον εἰς τὸν κόσμον· ἡ δὲ προαίρεσις ἡμῶν σκοτίζει ἡμᾶς. Τοῦτο οὖν καὶ ἐνταῦθα δηλοῦται.

Φησὶ γάρ, ὅτι Βλέποντες φυσικῶς, τουτέστιν, ὑπὸ τοῦ Θεοῦ δημιουργηθέντες νοεῖν, οὐ βλέπουσι προαιρετικῶς· καὶ ἀκούοντες, τουτέστι, φυσικῶς ὑπὸ τοῦ Θεοῦ δημιουργηθέντες, ὥστε ἀκούειν καὶ συνιέναι, οὐκ ἀκούουσιν, οὐδὲ συνιᾶσιν ἀπὸ προαιρέσεως. Εἰπὲ γάρ μοι, οὐκ ἔβλεπον τὰ θαύματα τοῦ Χριστοῦ;

Ναί, ἀλλ’ ἐποίουν ἑαυτοὺς τυφλούς, καὶ κατηγόρουν αὐτοῦ. Τοῦτο γοῦν ἐστι τό, βλέποντες οὐ βλέπουσι. Παράγει τοίνυν καὶ τὸν προφήτην μάρτυρα. «Καὶ ἀναπληροῦται αὐτοῖς ἡ προφητεία Ἡσαΐου, ἡ λέγουσα· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἥκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς.» Ὁρᾷς τί φησιν ἡ προφητεία;

Ὅτι, οὐ διὰ τοῦτο οὐ μὴ συνῆτε, ὅτι παχεῖαν ἔκτισα τὴν καρδίαν ὑμῶν, ἀλλ’ ὅτι ἐπαχύνθη, λεπτὴ δηλονότι πρότερον οὖσα· τὸ γὰρ παχυνόμενον, λεπτὸν πρότερον ἦν. Παχυνθείσης δὲ ταύτης, οὕτω τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν. Οὐκ εἶπε δὲ ὅτι ἐκάμμυσεν ὁ Θεὸς τοὺς ὀφθαλμοὺς αὐτῶν, ἀλλ’ ὅτι ἐκεῖνοι ἐκ προαιρέσεως. Τοῦτο δὲ ἐποίησαν, φησίν, ἵνα μὴ ἐπιστρέψωσι καὶ ἰάσωμαι αὐτούς· ἐθελοκάκως γὰρ ἐσπούδασαν ἀθεράπευτοι καὶ ἀνεπίστροφοι μεῖναι. «Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούει. Ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.» Καὶ οἱ αἰσθητοὶ μὲν ὀφθαλμοὶ τῶν ἀποστόλων καὶ τὰ ὦτα μακάρια· πλὴν ἀλλὰ μᾶλλον οἱ ψυχικοὶ ὀφθαλμοὶ καὶ τὰ ὦτα μακαρισμοῦ ἄξια, ὅτι ἐπέγνω τὸν Χριστόν. Προτιμᾷ δὲ τούτους τῶν προφητῶν, διότι καὶ σωματικῶς εἶδον οὗτοι τὸν Χριστόν, ἐκεῖνοι δέ, νοερῶς μόνον· ἀλλὰ καὶ ὅτι ἐκεῖνοι οὐ τοσούτων μυστηρίων καὶ τοιαύτης ἠξιώθησαν γνώσεως, ὅσης οὖτοι· κατὰ δύο οὖν ὑπερέχουσι τῶν προφητῶν οἱ ἀπόστολοι, καὶ κατὰ τὸ σωματικῶς ἰδεῖν, καὶ κατὰ τὸ πνευματικώτερον μυηθῆναι τὰ θεῖα. Σαφηνίζει οὖν τὴν παραβολὴν τοῖς μαθηταῖς, λέγων· «Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείροντος.

Παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας, καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ, οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς.» Προτρέπεται ἡμᾶς εἰς τὸ συνιέναι τῶν λεγομένων παρὰ τῶν διδασκόντων, ἵνα μὴ καὶ ἡμεῖς ὅμοιοι ὦμεν τοῖς παρὰ τὴν ὁδόν· μήποτε δέ, ἐπεὶ ὁδός ἐστιν ὁ Χριστός, παρὰ τὴν ὁδόν εἰσιν οἱ ἔξω τοῦ Χριστοῦ. Οἳ οὐκ εἰσὶν ἐν τῇ ὁδῷ, ἀλλὰ παρεκτὸς τῆς ὁδοῦ. «Ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν, οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ, ἀλλὰ πρόσκαιρός ἐστι.» Γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζεται. Θλίψεως εἶπεν, ἐπεὶ πολλοὶ ὑπὸ γονέων ἢ ἄλλων συμφορῶν θλιβόμενοι, εὐθὺς βλασφημοῦσι· διωγμοῦ δέ, διὰ τοὺς ἐπὶ τῶν τυράννων παραπίπτοντας. «Ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ μέριμνα τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται.» Οὐκ εἶπεν, ὅτι Ὁ αἰὼν οὗτος συμπνίγει, ἀλλ’ Ἡ μέριμνα τοῦ αἰῶνος· οὐδὲ ὁ πλοῦτος, ἀλλ’ Ἡ ἀπάτη τοῦ πλούτου. Ὁ πλοῦτος γὰρ ὅταν σκορπισθῇ, οὐ συμπνίγει, ἀλλ’ αὔξει τὸν λόγον· ἄκανθαι δέ, αἱ μέριμναι καὶ αἱ τρυφαί, διότι τὸ πῦρ καὶ τὸ τῆς ἐπιθυμίας καὶ τὸ τῆς γεέννης ἀνάπτουσι.

Καὶ ὥσπερ ἡ ἄκανθα ὀξεῖα οὖσα, εἰσδύνει εἰς τὸ σῶμα, καὶ μόλις ἐκβάλλεται, οὕτω καὶ ἡ τρυφή, ἐὰν ψυχῆς κρατήσῃ, εἰσδύνει, καὶ μόλις ἐκριζοῦται. «Ὁ δὲ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιών, ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ, ὁ μὲν ἑκατόν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα.» Διάφορα τὰ τῆς ἀρετῆς εἴδη, διάφοροι καὶ οἱ προκόπτοντες. Ὅρα δέ, ὅτι τάξις ἐστὶν ἐν τῇ παραβολῇ. Δεῖ γὰρ ἡμᾶς πρῶτον μὲν ἀκοῦσαι τὸν λόγον καὶ συνιέναι, ἵνα μὴ ὧμεν ὡς οἱ παρὰ τὴν ὁδόν. Ἔπειτα κατασχεῖν ἑδραίως τὸ ἀκουσθέν. Εἶτα μὴ φιλοχρημάτους εἶναι. Τί γὰρ ὄφελος εἰ ἀκούσω καὶ κατάσχω, ὑπὸ δὲ φιλοχρηματίας συμπνίξω; «Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων·

Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ, ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν αὐτοῦ ὁ ἐχθρός, καὶ ἔσπειρε ζιζάνια ἀνὰ μέσον τοῦ σίτου, καὶ ἀπῆλθεν. Ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησε, τότε ἐφάνη καὶ τὰ ζιζάνια. Προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου, εἶπον αὐτῷ· Κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; Πόθεν οὖν ἔχει τὰ ζιζάνια; Ὁ δὲ ἔφη αὐτοῖς· Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. Οἱ δὲ δοῦλοι εἶπον αὐτῷ·

Θέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά; Ὁ δὲ ἔφη· Οὔ· μήποτε συλλέγοντες τὰ ζιζάνια, ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον. Ἄφετε οὖν συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ, καὶ ἐν τῷ καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· Συλλέξατε πρῶτον τὰ ζιζάνια, καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.» Ἐν τῇ προτέρᾳ παραβολῇ εἶπε τὸ τέταρτον μέρος τοῦ σπόρου πεσεῖν εἰς τὴν γῆν τὴν ἀγαθήν, ἐν δὲ τῇ παρούσῃ δείκνυσιν, ὅτι οὐδὲ αὐτὸ ἐκεῖνο τὸ πεσὸν εἰς τὴν γῆν τὴν ἀγαθήν, ἀδιάφθορον εἴασεν ὁ ἐχθρός, διὰ τὸ καθεύδειν καὶ ῥᾳθυμεῖν ἡμᾶς. Ἀγρὸς οὖν, ὁ κόσμος, ἢ ἡ ἑκάστου ψυχή. Ὁ σπείρας, ὁ Χριστός. Καλὸν σπέρμα, οἱ ἀγαθοὶ ἄνθρωποι ἢ λογισμοί. Ζιζάνια, αἱ αἱρέσεις ἢ οἱ πονηροὶ λογισμοί. Ὁ σπείρας δὲ ταῦτα, ὁ διάβολος. Καθεύδοντες δὲ ἄνθρωποι, οἱ διὰ ῥᾳθυμίαν χώραν διδόντες τοῖς αἱρετικοῖς καὶ τοῖς πονηροῖς λογισμοῖς.

Δοῦλοι δέ, οἱ ἄγγελοι, οἳ ἀγανακτοῦσιν ἐπὶ τῷ εἶναι αἱρέσεις, ἢ πονηρίας ἐν τῇ ψυχῇ, καὶ βούλονται ἀνασπᾷν καὶ ἐκκόπτειν ἐκ τοῦ βίου τούς τε αἱρετικοὺς καὶ τοὺς τὰ πονηρὰ λογιζομένους. Ὁ Θεὸς οὐ συγχωρεῖ τοὺς αἱρετικοὺς διὰ πολέμων ἀναλίσκεσθαι, ἵνα μὴ συμπάσχωσι καὶ συν[αν]αλίσκωνται καὶ οἱ δίκαιοι.

Ὁμοίως οὐδὲ διὰ τοὺς πονηροὺς λογισμοὺς θέλει ὁ Θεὸς ἐκκόπτειν τὸν ἄνθρωπον, ἵνα μὴ καὶ ὁ σῖτος συνδιαφθαρῇ. Οἷον ἐὰν ὁ Ματθαῖος ζιζάνιον ὢν ἐκόπη ἐκ τῆς ζωῆς, συνεξεκόπη ἂν αὐτῷ καὶ ὁ ὕστερον μέλλων ἐξ αὐτοῦ βλαστῆσαι τοῦ λόγου σῖτος· ὁμοίως καὶ ὁ Παῦλος, καὶ ὁ λῃστής· οὗτοι γὰρ ζιζάνια ὄντες, οὐκ ἐξεκόπησαν, ἀλλὰ συνεχωρήθησαν ζῇν, ἵνα αὐξηθῇ ἡ μετὰ ταῦτα αὐτῶν ἀρετή.

Λέγει τοίνυν τοῖς ἀγγέλοις, ὅτι, Ἐν τῇ συντελείᾳ, τότε συνάξετε τὰ ζιζάνια, ἤτοι τοὺς αἱρετικούς. Ἀλλὰ πῶς; Εἰς δέσμας, τουτέστι, δήσαντες αὐτῶν χεῖρας καὶ πόδας· οὐκ ἔτι γὰρ δύναταί τις ἐργάσασθαι τότε, ἀλλὰ πᾶσα πρακτικὴ δύναμις δεσμεῖται.

Ὁ δὲ σῖτος, ἤτοι οἱ ἅγιοι, συνάγονται παρὰ τῶν θεριστῶν ἀγγέλων εἰς τὰς οὐρανίους ἀποθήκας. Ὁμοίως οὖν καὶ οἱ πονηροὶ λογισμοὶ οὓς εἶχεν ὁ Παῦλος ὅταν ἐδίωκεν, ἐκαύθησαν τῷ πυρὶ τοῦ Χριστοῦ, ὃ ἦλθε βαλεῖν ἐπὶ τῆς γῆς, ὁ δὲ σῖτος, ἤτοι οἱ ἀγαθοὶ λογισμοί, συνήχθησαν εἰς τὰς ἀποθήκας τῆς Ἐκκλησίας. «Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων·

Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ· ὃ μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων. Ὅταν δὲ αὐξηθῇ, μεῖζον πάντων τῶν λαχάνων ἐστί, καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ.» Κόκκος σινάπεως, τὸ κήρυγμα καὶ οἱ ἀπόστολοι· ὀλίγοι γὰρ δοκοῦντες οὗτοι, τὴν οἰκουμένην ὅλην περιέλαβον· ὥστε τὰ πετεινὰ τοῦ οὐρανοῦ, τουτέστι, τοὺς κούφην καὶ πτερωτὴν πρὸς τὰ ἄνω ἔχοντας γνώμην, ἀναπαύεσθαι ἐν αὐτοῖς. Καὶ σὺ τοίνυν ἔσο κόκκος σινάπεως, μικρὸς μὲν τὸ φαινόμενον (οὐ γὰρ δεῖ θεατρίζειν τὴν ἀρετὴν), θερμὸς δὲ καὶ ζηλωτὴς καὶ δριμὺς καὶ ἐλεγκτικός· οὕτω γὰρ γενήσῃ μείζων τῶν λαχάνων, τουτέστι, τῶν ἀσθενῶν καὶ οὐ τελείων, τέλειος αὐτὸς ὤν, ὥστε καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, τουτέστι, τοὺς ἀγγέλους, ἐν σοὶ ἀναπαύεσθαι ἀγγελικὴν ζῶντι ζωήν. Χαίρουσι γὰρ καὶ οὗτοι ἐπὶ τοῖς δικαίοις. «Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.» Ζύμην τοὺς ἀποστόλους λέγει, ὥσπερ καὶ κόκκον σινάπεως. Ὥσπερ οὖν ἡ ζύμη, μικρὰ οὖσα, ὅλον τὸ ἄλευρον εἰς ἑαυτὴν μεταποιεῖ, οὕτω καὶ ὑμεῖς ὅλον τὸν κόσμον μεταποιήσετε, κἂν ὀλίγοι ἐστέ.

Σάτον δέ, μέτρον τι ἦν παρὰ τοῖς Ἰουδαίοις, ὥσπερ καὶ ἡμεῖς ἔχομεν, λόγου χάριν, χοίνικας ἢ δεκάλιτρα. Τινὲς δὲ ζύμην νοοῦσι τὸ κήρυγμα· τρία δὲ σάτα, τὰς τρεῖς τῆς ψυχῆς δυνάμεις, λογικόν, θυμικὸν καὶ ἐπιθυμητικόν· γυναῖκα δέ, τὴν ψυχήν, τὴν τὸ κήρυγμα κατακρύψασαν ἐν πάσαις ταῖς αὑτῆς δυνάμεσι, καὶ συνανακραθεῖσαν, καὶ ζυμωθεῖσαν, καὶ ἁγιασθεῖσαν ὑπ’ αὐτοῦ ὅλην· δεῖ γὰρ ἡμᾶς ὅλους ζυμοῦσθαι καὶ μεταποιεῖσθαι πρὸς τὸ θειότερον. Φησὶ γάρ, ἕως οὗ ἐζυμώθη ὅλον. «Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου, λέγοντος·

Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου.» Παράγει τὸν προφήτην προαναφωνοῦντα, πῶς ἔμελλε διδάσκειν ὁ Ἰησοῦς, καὶ ὅτι ἐν παραβολαῖς, ἵνα μὴ νομίσῃς σύ, ὅτι ὁ Χριστὸς καινόν τινα διδασκαλίας τρόπον ἐξεῦρε.

Τὸ δέ, Ὅπως, μὴ αἰτιολογικῶς λάβῃς, ἀλλ’ ἐκ τῆς ἐκβάσεως τοῦ πράγματος. Οὐ γὰρ ἐδίδασκεν ὁ Χριστὸς τοιουτοτρόπως, ἵνα πληρωθῇ ἡ προφητεία, ἀλλὰ διότι ἐδίδασκεν ἐν παραβολαῖς, ἐξ ἀποτελέσματος εὑρίσκεται ἐπ’ αὐτῷ πληρωθὲν τὸ τοῦ προφήτου.

Χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, τότε μόνον· οὐ γὰρ δὴ πάντοτε ἐν παραβολαῖς ἐλάλει. Ἠρεύξατο δὲ ὁ Κύριος ἃ ἐκρύπτοντο ἀπὸ καταβολῆς κόσμου. Αὐτὸς γὰρ ἐφανέρωσεν ἡμῖν τὰ ἐν οὐρανοῖς μυστήρια. «Τότε ἀφεὶς τοὺς ὄχλους, ἦλθεν εἰς τὴν οἰκίαν ὁ Ἰησοῦς.» Ἀφῆκε τοὺς ὄχλους τότε, ὅτε οὐδὲν ὠφελοῦντο ἀπὸ τῆς διδασκαλίας. Αὐτὸς μὲν γὰρ ἐν παραβολαῖς ἔλεγεν, ὡς ἂν ἐρωτήσωσιν αὐτόν· ἐκεῖνοι δὲ οὐ φροντίσαντες τούτου, οὐδὲ ζητήσαντές τι μαθεῖν, εἰκότως ἀφίενται παρ’ αὐτοῦ. «Καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, λέγοντες· Φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ.» Περὶ ταύτης μόνης ἐρωτῶσιν, ὡς τῶν ἄλλων σαφεστέρων νομιζομένων αὐτοῖς. Ζιζάνια δέ εἰσι πάντα τὰ τῷ σίτῳ ἐπιφυόμενα φθαρτικά, αἶρα, ὄροβος, βρώμιον, καὶ τἄλλα. «Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς. Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ Υἱὸς τοῦ ἀνθρώπου· ὁ δὲ ἀγρὸς ἐστὶν ὁ κόσμος. Τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας. Τὰ δὲ ζιζάνια, εἰσὶν οἱ υἱοὶ τοῦ πονηροῦ· ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά, ἐστὶν ὁ διάβολος· ὁ δὲ θερισμὸς ἡ συντέλεια τοῦ αἰῶνός ἐστιν· οἱ δὲ θερισταὶ οἱ ἄγγελοί εἰσιν.

Ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου· ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα, καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.» Ὅσα ἔδει ῥηθῆναι, ἀνωτέρω εἴρηται. Εἴπομεν γὰρ ὅτι περὶ τῶν αἱρέσεων ἐνταῦθα διαλαμβάνει, αἵτινες συγχωροῦνται εἶναι ἄχρι τῆς συντελείας. Εἰ γὰρ φονεύοιμεν τοὺς αἱρετικοὺς καὶ ἐκκόπτοιμεν, στάσεις ἔσονται καὶ μάχαι, καὶ τάχα καὶ τῶν πιστῶν πολλοὶ διαφθαρήσονται ἐν ταῖς στάσεσιν· ἀλλὰ καὶ ὁ Παῦλος καὶ ὁ λῃστὴς ζιζάνια εἶχον πρὶν ἢ πιστεῦσαι· οὐκ ἐξεκόπησαν οὖν τότε, διὰ τὸν μέλλοντα βλαστῆσαι ἐν αὐτοῖς σῖτον, ὕστερον γὰρ ἐκαρποφόρησαν τῷ Θεῷ· τὰ δὲ ζιζάνια, τῷ πυρὶ τοῦ Πνεύματος καὶ τῇ ζέσει κατέκαυσαν. «Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν· ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.» Ἐπεὶ ὁ ἥλιος δοκεῖ ἡμῖν πάντων τῶν ἀστέρων λαμπρότατος, διὰ τοῦτο συγκρίνει πρὸς τὸν ἥλιον τὴν τῶν δικαίων λαμπρότητα. Ἐπεὶ καὶ ὑπὲρ τὸν ἥλιον λάμψουσι· μήποτε δὲ ἐπειδὴ Ἥλιος δικαιοσύνης ἐστὶν ὁ Χριστός, τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ Χριστός· ἔσονται γὰρ καὶ αὐτοὶ θεοί. «

Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε, καὶ ἀπὸ τῆς χαρᾶς αὑτοῦ ὑπάγει, πάντα ὅσα ἔχει πωλεῖ, καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.» Ἀγρὸς ὁ κόσμος, θησαυρὸς τὸ κήρυγμα καὶ ἡ γνῶσις τοῦ Χριστοῦ. Κέκρυπται δὲ ἐν τῷ κόσμῳ. Σοφίαν γάρ, φησὶν ὁ Παῦλος, κηρύττομεν τὴν ἀποκεκρυμμένην· ὁ δὲ ζητῶν τὴν τοῦ Θεοῦ γνῶσιν, εὑρίσκει αὐτήν· καὶ πάντα ὅσα ἔχει, εἴτε δόγματα ἑλληνικά, εἴτε ἤθη πονηρά, εἴτε χρήματα, ῥίπτει εὐθέως, καὶ ἀγοράζει τὸν ἀγρόν, τουτέστι, τὸν κόσμον· κτῆμα γὰρ ἴδιον ἔχει τὸν κόσμον, ὁ τὴν γνῶσιν τοῦ Χριστοῦ ἔχων· οὐδὲν γὰρ ἔχων, τὰ πάντα κατέχει, καὶ δοῦλα ἔχει τὰ στοιχεῖα, ἐπιτάττων αὐτοῖς ὡς ὁ Ἰησοῦς, ὡς Μωσῆς. «Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας, ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην, ἀπελθὼν πέπρακε πάντα ὅσα εἶχε, καὶ ἠγόρασεν αὐτόν.» Θάλασσα, ὁ παρὼν βίος. Ἔμποροι, οἱ διὰ τούτου διερχόμενοι καὶ ζητοῦντες γνῶσίν τινα εὑρεῖν. Πολλοὶ μὲν οὖν δοκοῦσι μαργαρῖται, αἱ τῶν πολλῶν σοφῶν δόξαι· εἷς δὲ ὁ πολύτιμος. Μία γὰρ ἡ ἀλήθεια, ἥτις ἐστὶν ὁ Χριστός.

Ὥσπερ οὖν ὁ μαργαρίτης ἱστορεῖται γεννᾶσθαι ἐν ὀστρέῳ, ᾧπερ ἀνοίγοντι τὰς πτύχας, ἐνσκήπτει ἀστραπή· εἶτα πάλιν συγκλείοντος ταύτας, ἐκ τῆς ἀστραπῆς καὶ τῆς δρόσου συλλαμβάνεται ὁ μαργαρίτης, καὶ διὰ τοῦτο λευκότατός ἐστιν· οὕτω καὶ ὁ Χριστὸς ἐν τῇ Παρθένῳ συνελήφθη ἐξ ἀστραπῆς τῆς ἄνωθεν, τοῦ ἁγίου Πνεύματος· καὶ ὥσπερ ὁ μαργαρίτην ἔχων, πολλάκις κατέχων τοῦτον ἐν τῇ χειρί, αὐτὸς μὲν οἶδε πότον πλοῦτον ἔχει, ἄλλοι δὲ ἀγνοοῦσιν· οὕτω καὶ τὸ κήρυγμα ἐν τοῖς ἀφανέσι καὶ εὐτελέσι κρύπτεται. Δεῖ οὖν τοῦτον τὸν μαργαρίτην κτᾶσθαι, πάντα διδόντας. «Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγωγούσῃ, ἣν ὅτε ἐπληρώθη ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλόν, καὶ καθίσαντες, συνέλεξαν τὰ καλὰ εἰς ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον· οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος. Ἐξελεύσονται οἱ ἄγγελοι, καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.» Φοβερὰ αὕτη ἡ παραβολή· δείκνυσι γὰρ ὅτι κἂν πιστεύωμεν, μὴ ἔχωμεν δὲ βίον ἀγαθόν, εἰς τὸ πῦρ ῥιφθησόμεθα· σαγήνη μὲν γὰρ ἡ διδασκαλία τῶν ἁλιέων ἀποστόλων, ἢ ἐπλάκη ἀπό τε σημείων καὶ μαρτυριῶν προφητικῶν. Ἂ γὰρ ἐδίδασκον οἱ ἀπόστολοι, ἐβεβαίουν τοῖς τε θαύμασι, καὶ ταῖς τῶν προφητῶν φωναῖς.

Αὕτη τοίνυν ἡ σαγήνη, ἐκ παντὸς γένους συνέλαβε, Βαρβάρους, Ἕλληνας, Ἰουδαίους, πόρνας, τελώνας, λῃστάς. Ὅτε δὲ ἐπληρώθη, τουτέστιν, ὅταν συντελεσθῇ ὁ κόσμος, τότε οἱ ἐν τῇ σαγήνῃ διακρίνονται. Κἂν γὰρ ἐπιστεύσαμεν, εὑρεθῶμεν δὲ σαπροί, ῥιπτόμεθα· οἱ δὲ μὴ τοιοῦτοι, εἰς ἀγγεῖα βάλλονται, λέγω δὴ τὰς αἰωνίους σκηνάς. Πᾶσα δὲ πρᾶξις εἴτε ἀγαθή, εἴτε πονηρά, βρῶμα λέγεται εἶναι τῆς ψυχῆς. Ἔχει γὰρ ὀδόντας νοητοὺς καὶ ἡ ψυχή. Τότε οὖν ἡ ψυχὴ βρύχει τούτους, ἤτοι τὰς πρακτικὰς αὐτῆς δυνάμεις συντριβομένη, διότι τοιαῦτα ἔπραξεν. «Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Συνήκατε ταῦτα πάντα; Λέγουσι αὐτῷ· Ναί, Κύριε. Ὁ δὲ εἶπεν αὐτοῖς·

Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.» Εἶδες πῶς αἱ παραβολαὶ προσεκτικωτέρους αὐτοὺς ἐποίησαν; Ἰδοὺ γοῦν οἱ ἄλλως ἀνόητοι καὶ ἀμαθεῖς, συνῆκαν τὰ δυσκόλως εἰρημένα.

Ὅθεν ἐπαινῶν αὐτοὺς ὁ Σωτήρ, φησίν, ὅτι Πᾶς γραμματεύς, καὶ τὰ ἑξῆς. Γραμματέας γὰρ λέγει αὐτούς, ὡς νομομαθεῖς, ἀλλ’ εἰ καὶ νομομαθεῖς ἦσαν, οὐκ ἐναπέμειναν τῷ νόμῳ, ἀλλ’ ἐμαθητεύθησαν εἰς τὴν βασιλείαν, τουτέστιν, εἰς τὴν τοῦ Χριστοῦ γνῶσιν, καὶ δύνανται προφέρειν τά τε τῆς καινῆς καὶ τῆς παλαῖας. Οἰκοδεσπότης οὖν ὁ Χριστός, ὡς πλούσιος. Ἐν αὐτῷ γὰρ οἱ τῆς σοφίας θησαυροί.

Ὃς τὰ καινὰ διδάσκων, εἶθ’ οὕτως ἔφερε μαρτυρίας ἀπὸ τῆς παλαιᾶς, οἷον εἶπεν, ὅτι καὶ ὑπὲρ ἀργοῦ λόγου εὐθυνθήσῃ, τοῦτο τὸ καινόν. Εἶτα ἐπήγαγε μαρτυρίαν. Ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ κατακριθήσῃ, τοῦτο τὸ παλαιόν. Τούτῳ γοῦν ὅμοιοι οἱ ἀπόστολοι, οἷος ὁ Παῦλος, λέγων·

Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. «Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. Καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ, ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν.» Ταύτας εἶπε τὰς παραβολάς, ἐπειδὴ καὶ ἄλλας μετ’ ὀλίγον μέλλει ἐρεῖν. Μεταβαίνει δέ, ἵνα καὶ ἄλλους ὠφελήσῃ τῇ παρουσίᾳ αὐτοῦ. Πατρίδα δὲ αὐτοῦ, τὴν Ναζαρὲτ νόει· ἐν αὐτῇ γὰρ ἐτράφη.

Ἐν τῇ συναγωγῇ δὲ διδάσκει, ἐν κοινῷ καὶ παῤῥησίᾳ λέγων, ἵνα μὴ ἔχωσιν ὕστερον λέγειν, ὅτι παράνομά τινα ἐδίδασκεν. «Ὥστε ἐκπλήττεσθαι αὐτούς, καὶ λέγειν· Πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριάμ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος, καὶ Ἰωσῆς, καὶ Σίμων, καὶ Ἰούδας; Καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσι; Πόθεν οὖν τούτῳ ταῦτα πάντα; Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ.» Ἀνόητοι ὄντες οἱ Ναζαρηνοί, ἐνόμιζον ὅτι ἡ δυσγένεια καὶ ἡ εὐτέλεια τῶν προγόνων, βλάπτει τινὰ πρὸς τὸ εὐαρεστῆσαι τῷ Θεῷ. Ἔστω γάρ, ὅτι ἄνθρωπος ψιλὸς ἦν ὁ Ἰησοῦς, ἀλλ’ οὐχὶ Θεός· τί ἐνεπόδιζεν αὐτὸν μέγαν ἐν θαύμασι γενέσθαι; Εὑρίσκονται οὖν καὶ ἀνόητοι καὶ φθονεροί. Ἔδει γὰρ αὐτοὺς ἐγκαλλωπίζεσθαι μᾶλλον, ὅτι τοιοῦτον ἡ πατρὶς αὐτῶν ἀγαθὸν ἐξήνεγκεν. Ἀδελφοὺς δὲ καὶ ἀδελφὰς εἶχεν ὁ Κύριος, τοὺς τοῦ Ἰωσὴφ παῖδας, οὓς ἔτεκεν ἐκ τῆς τοῦ ἀδελφοῦ αὐτοῦ Κλοπᾶ γυναικός· τοῦ γὰρ Κλοπᾶ ἄπαιδος τελευτήσαντος, ὁ Ἰωσὴφ ἔλαβε κατὰ τὸν νόμον τὴν γυναῖκα αὐτοῦ, καὶ ἐπαιδοποίησεν ἐξ αὐτῆς παῖδας ἕξ, τέσσαρας ἄῤῥενας, καὶ δύο θηλείας, τὴν Μαρίαν, ἢ ἐλέγετο τοῦ Κλοπᾶ θυγάτηρ κατὰ τὸν νόμον, καὶ τὴν Σαλώμην. Τὸ δέ, πρὸς ἡμᾶς εἰσιν, ἀντὶ τοῦ, μεθ’ ἡμῶν ὧδε κατοικοῦσιν.

Ἐσκανδαλίζοντο οὖν καὶ οὖτοι ἐν τῷ Ἰησοῦ, τάχα λέγοντες καὶ αὐτοί, ὅτι ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια. «Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλάς, διὰ τὴν ἀπιστίαν αὐτῶν.» Ὅρα τὸν Χριστόν, πῶς οὐχ ὑβρίζει αὐτούς, ἀλλὰ πράως φησὶν ὅτι, Οὐκ ἔστι προφήτης ἄτιμος, καὶ τὰ ἑξῆς. Εἰώθαμεν γὰρ οἱ ἄνθρωποι, τῶν ἐν συνηθείᾳ ἀεὶ καταφρονεῖν· τὰ δὲ ξένα ἀσπάζεσθαι. Τὸ δὲ ἐν τῇ οἰκίᾳ αὐτοῦ προσέθηκε, διότι καὶ οἱ ἀδελφοὶ αὐτοῦ, οἱ ἐκ τῆς αὐτῆς οἰκίας, ἐφθόνουν αὐτῷ. Οὐκ ἐποίησε δὲ ἐκεῖ δυνάμεις πολλάς, διὰ τὴν ἀπιστίαν αὐτῶν, φειδόμενος αὐτῶν, ἵνα μὴ καὶ μετὰ τὰ σημεῖα ἄπιστοι μείναντες, πλεῖον κολασθῶσι. Πολλὰ μὲν οὖν οὐκ ἐποίησεν, ὀλίγα δ’ ἄν, ἵνα μὴ ἔχωσι λέγειν, ὅτι· Εἰ ὅλως ἐποίησεν, ἐπιστεύσαμεν ἄν. Σὺ δὲ νόησον καὶ οὕτως, ὅτι καὶ μέχρι τῆς σήμερον ὁ Ἰησοῦς ἐν τῇ πατρίδι αὐτοῦ, τουτέστι παρὰ τοῖς Ἰουδαίοις, ἀτιμάζεται· ἡμεῖς δὲ οἱ ξένοι τιμῶμεν αὐτόν.