Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τὰ εὐαγγέλια ἐξηγήσεις

Θεοφύλακτος Βουλγαρίας

Ερμηνεία εις το Κατά Ιωάννην: Ο πολλαπλασιασμός των άρτων και ο Άρτος της Ζωής

Ο χορτασμός των πεντακισχιλίων, ο περίπατος επί της θαλάσσης και η βαθιά θεολογική διδασκαλία του Ιησού περί του άρτου της ζωής και της Θείας Ευχαριστίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 22 από 28

ΚΕΦΑΛ. Ϛʹ. Περὶ τῶν πέντε ἄρτων καὶ δύο ἰχθύων. Περὶ τῆς ἀναχωρήσεως τοῦ Ἰησοῦ, ἵνα μὴ ποιήσωσιν αὐτὸν βασιλέα. Περὶ τοῦ ἐν θαλάσσῃ περιπάτου. Περὶ τοῦ ὄχλου ἑπομένου τῷ Ἰησοῦ τοῖς πλοιαρίοις. Περὶ τοῦ ὄχλου ζητοῦντος σημεῖον. Περὶ τοῦ ἄρτου ἐκ τοῦ οὐρανοῦ. Περὶ τῶν πολλῶν μαθητῶν ἀπελθόντων ἀπὸ τοῦ Ἰησοῦ. Περὶ τῆς γνώμης τοῦ Πέτρου περὶ τοῦ Χριστοῦ. «Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος. Καὶ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς, ὅτι ἑώρων αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. Ἀνῆλθε δὲ εἰς τὸ ὄρος ὁ Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. Ἦν δὲ ἐγγὺς τὸ Πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων.» Διαλεχθεὶς τοῖς Ἰουδαίοις σκληρότερον ὁ Κύριος. ἐπειδὴ ἐκ τῶν τοιούτων ῥημάτων φθόνον καὶ θυμὸν ἐκίνησεν ἐν αὐτοῖς, καταπραΰνει αὐτοὺς διὰ τῆς ἀναχωρήσεως, καὶ πέραν τῆς θαλάσσης τῆς Τιβεριάδος ἀπέρχεται. Θάλασσαν δὲ λέγει τὴν λίμνην· τὰ γὰρ συστήματα τῶν ὑδάτων, θαλάσσας ἐκάλεσεν ἡ θεία Γραφή. Ἄλλως δέ· Μεταβαίνει ἀπὸ τόπου εἰς τόπον, δοκιμάζων τὴν τοῦ πλήθους προαίρεσιν· τῶν γὰρ ῥᾳθυμοτέρων κατὰ χώραν μενόντων, οἱ σπουδαιότεροι ἠκολούθησαν αὐτῷ. Πλὴν ὅρα, ὅτι καὶ οἱ ἀκολουθοῦντες, οὐ διὰ τὴν διδασκαλίαν, ἀλλὰ διὰ τὴν ἐκ τῶν θαυμάτων σωματικὴν ὠφέλειαν ἠκολούθουν. «Διότι γάρ, φησίν, ἑώρων τὰ σημεῖα, ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων.»

Κρείττονες δέ εἰσιν οἱ παρὰ τῷ Ματθαίῳ καὶ φιλοσοφώτεροι. «Ἐξεπλήσσοντο γάρ, φησίν, ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων.» Ἄνεισι δὲ εἰς τὸ ὄρος διὰ τὸ μέλλον γίνεσθαι σημεῖον. Οὐ γὰρ φιλόκομπός τις καὶ φιλενδείκτης ἦν, ἵνα ἐν μέσαις πόλεσι θαυματουργῇ· ἀλλὰ φεύγων τὴν κενὴν τῶν πολλῶν δόξαν, ἡσυχίαν ζητεῖ. Καὶ ἡμᾶς τοῦτο παιδεύων, ἅμα δὲ καὶ τοῖς μαθηταῖς μυστικά τινα θέλων κοινολογήσασθαι, τὸ ὄρος ζητεῖ. Ἀεὶ γὰρ τοῦτο ἔθος αὐτῷ ποιεῖν· ἐπειδὴ καὶ δεῖ πάσης ταραχῆς ἀπηλλάχθαι, καὶ τόπον ζητεῖν παντὸς θορύβου καθαρόν, τὸν τοιαῦτα διαλεξόμενον. «Ἦν δέ, φησίν, ἐγγὺς τὸ Πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων.» Καὶ ὅμως οὐκ ἀναβαίνει, ἀλλ’ εἰς τὴν Γαλιλαίαν ἀναχωρεῖ· οὐ γὰρ ἔτι τοῖς τοῦ νόμου διατάγμασιν ὑπέκειτο, ἵνα καὶ τὰς νομικὰς τελῇ ἑορτάς. Ἄλλως τε, καὶ τῆς Ἰουδαϊκῆς πονηρίας διωκούσης αὐτόν, ἀφορμὴν λαβών, ἡρέμα ὑπεκλύει τὸν νόμον· δεικνύων τοῖς προσέχουσιν, ὅτι πέπαυται ὁ τύπος τῆς ἀληθείας ἐλθούσης. Ὅρα δὲ καὶ τό, «Ἡ ἑορτὴ τῶν Ἰουδαίων.» Οὐ γὰρ τοῦ Χριστοῦ ἦν ἑορτὴ (πῶς γὰρ τοῦ μὴ ἀναβαίνοντος εἰς αὐτήν;), ἀλλὰ μόνων τῶν Ἰουδαίων. «Ἐπάρας οὖν ὁ Ἰησοῦς τοὺς ὀφθαλμούς, καὶ θεασάμενος, ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτόν, λέγει πρὸς τὸν Φίλιππον· Πόθεν ἀγοράσομεν ἄρτους, ἵνα φάγωσιν οὗτοι; Τοῦτο δὲ ἔλεγε πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει, τί ἔμελλε ποιεῖν.

Ἀπεκρίθη αὐτῷ Φίλιππος· Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς, ἵνα ἕκαστος αὐτῶν βραχύ τι λάβῃ. Λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας, ὁ ἀδελφὸς Σίμωνος Πέτρου· Ἔστι παιδάριον ἓν ὦδε, ὃ ἔχει πέντε ἄρτους κριθίνους, καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;» Τίνος ἕνεκεν εἶπε, τό, «Ἀναβλέψας τοῖς ὀφθαλμοῖς ὁ Ἰησοῦς;» Ἵνα μάθωμεν, ὅτι οὐκ ἐρέμβετο τοὺς ὀφθαλμοὺς τῇδε κἀκεῖσε· ἀλλ’ ἐπὶ συννοίας καθήμενος καὶ προσοχῆς καὶ ἀκριβείας, οἷα δὴ τοῖς μαθηταῖς περί τινων θειοτέρων διαλεγόμενος, τέλος ἀνέβλεψε τοῖς ὀφθαλμοῖς, καὶ ἐρωτᾷ περὶ τοῦ ὄχλου, πόθεν διατραφήσεται. Οὐκ ἄλλον δὲ ἐρωτᾷ, ἀλλὰ Φίλιππον. Οὗτος γὰρ ἦν ὁ πλείονος δεόμενος διδασκαλίας, ὁ μετὰ ταῦτα λέγων· «Δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν.» Διὰ τοῦτο πρὸ πολλοῦ αὐτὸν ῥυθμίζει, καὶ διὰ τῆς ἐρωτήσεως ἐνάγει αὐτὸν εἰς τὸ ἀεὶ μνημονεύειν τοῦ θαύματος.

Εἰ μὲν γὰρ ἁπλῶς τὸ σημεῖον ἐγένετο, οὐκ ἂν τοσοῦτον ἐφάνη τὸ θαῦμα· νυνὶ δὲ πρότερον αὐτὸν ἀναγκάζει ὁμολογῆσαι τὴν σπάνιν, ἵνα ἀκριβέστερον καταμάθῃ τοῦ μέλλοντος γίνεσθαι θαύματος τὸ μέγεθος, καὶ μὴ δυνηθῇ λοιπὸν ἐκβαλεῖν τὴν μνήμην τῶν ὁμολογηθέντων. Διὰ τοῦτό φησι· «Πόθεν ἀγοράσομεν ἄρτους, ἵνα φάγωσιν οὗτοι;» Λέγει δὲ ταῦτα πειράζων τὸν Φίλιππον, τουτέστι, θέλων αὐτὸν γνώριμον καταστῆσαι, τίνα πίστιν ἔχει. Οὐ γὰρ δὴ ὡς ἀγνοῶν αὐτὸς τὴν τοῦ Φιλίππου γνώμην, ἐρωτᾷ αὐτόν, ἀλλὰ τοῖς ἄλλοις θέλων δεῖξαι αὐτόν. «Αὐτὸς γὰρ ὁ Κύριος, ᾔδει τί ἔμελλε ποιεῖν.» Τὸν οὖν Φίλιππον πειράσας εἴγε πίστιν ἔχει, καὶ εὑρὼν αὐτὸν ἀνθρωπίνως ἔτι διακείμενον, ναὶ μὴν καὶ τὸν Ἀνδρέαν εὑρίσκει τοιοῦτον. Εἰ γὰρ καὶ ὑψηλότερόν τι τοῦ Φιλίππου ἐφαντάσθη (ἐκείνου γὰρ εἰπόντος, ὅτι «Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν,» αὐτὸς πέντε ἄρτους κριθίνους, καὶ δύο ὀψάρια ὑποδεικνύει, ἐννοήσας ἴσως καὶ τὰ τῶν προφητῶν θαύματα, ὅπως ὁ Ἐλισσαῖος ἐποίει τὸ ἐπὶ τῶν ἄρτων σημεῖον, ὅτε ἡ Σαμάρεια εἰς ἔσχατον ἀπωλείας ἦλθεν), ἀλλ’ ὅμως καὶ Ἀνδρέας ἐλέγχεται, μηδὲν ἐπάξιον τοῦ Κυρίου ἐννοήσας. Φησὶ γάρ· «Ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;» Ἐνόμισε γάρ, ὅτι αὐξήσει μὲν ἴσως ὁ Κύριος τοὺς ἄρτους, ἀλλ’ ἐὰν ἦσαν πλείονες, πλείων ἂν καὶ ἡ αὔξησις ἐγίνετο, ἐπισφαλῶς πάντως νοῶν.

Ὁ γὰρ Κύριος καὶ ἐκ μὴ ὄντων ἠδύνατο ἄρτους ποιεῖν τῷ πλήθει ἀρκοῦντας· ὅμως ἵνα μὴ δόξῃ ἡ κτίσις ἀλλοτρία εἶναι τῆς αὐτοῦ σοφίας, αὐτῇ τῇ κτίσει κέχρηται πρὸς τὴν ὑπόθεσιν τῶν θαυμάτων· καὶ ἀφορμὴν λαβὼν τοὺς ἄρτους, ὥσπερ ὕλην τινά, οὕτως εἰδοποιεῖ τὸ θαῦμα. Αἰσχυνέσθωσαν οἱ Μανιχαῖοι λέγοντες, ὅτι ὁ ἄρτος, καὶ πάντα τὰ ἐν τῇ κτίσει, τοῦ πονηροῦ Θεοῦ εἰσι δημιουργήματα· καὶ διὰ τοῦτο ἐάν τις αὐτοῖς δῴη ἄρτον, μὴ λαμβάνοντες αὐτὸν ἐκ τῶν ἐκείνου χειρῶν, ἀλλὰ πόῤῥωθεν μὲν αὐτὸν ῥίψαι ἐπιτάττοντες, ἱστάμενοι δὲ καὶ καταρώμενοι τῷ δόντι· Ὁ σπείρας σε, σπαρείη· ὁ ἀλήσας σε, ἀλεσθείη τὰς σάρκας, καὶ ὅσα τοιουτότροπα. Αἰσχυνέσθωσαν οὖν ἀκούοντες, ὅτι ὁ τοῦ ἀγαθοῦ Θεοῦ Υἱὸς ὁ Χριστός, ἄρτους ἐπλήθυνεν. Εἰ δὲ κακὸν ἦσαν κτίσμα, οὐκ ἂν ὁ ἀγαθὸς τὸ κακὸν ἐπλήθυνεν, ἵνα μὴ λέγω καὶ αὐτὸς ἄρτους ἤσθιεν. Ἀλλ’ ἐρωτήσοι ἄν τις· Ἆρα τοῦτο τὸ τῶν ἄρτων θαῦμα, τὸ αὐτό ἐστι τῷ παρὰ τῷ Ματθαίῳ; Τὸ αὐτό ἐστι.

Εἰ δὲ ἐκεῖ μὲν προσέρχονται οἱ μαθηταὶ ὑπομιμνήσκοντες περὶ τοῦ ὄχλου, ἵνα ἀπολυθῶσιν, ἐνταῦθα δὲ αὐτὸς ὁ Ἰησοῦς ἐρωτᾷ, πόθεν διατρεφεῖεν, οὐ χρὴ θαυμάζειν. Εἰκὸς γάρ ἐστιν ἀμφότερα γενέσθαι, καὶ τῶν μαθητῶν πρότερον ὑπομνησάντων τὸν Κύριον περὶ τοῦ ἀπολυθῆναι τοὺς ὄχλους, ἐρωτηθῆναι τὸν Φίλιππον ὑπὸ τοῦ Κυρίου, πόθεν διατραφήσονται. «Εἶπε δὲ ὁ Ἰησοῦς· Ποιήσατε τοὺς ἀνθρώπου; ἀναπεσεῖν. Ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. Ἀνέπεσον οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡσεὶ πεντακισχίλιοι.

Ἔλαβε δὲ τοὺς ἄρτους ὁ Ἰησοῦς, καὶ εὐχαριστήσας, διέδωκε τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ἀνακειμένοις· ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. Ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ· Συναγάγετε τὰ περιττεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται. Συνήγαγον οὖν, καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων, ἃ ἐπερίσσευσε τοῖς βεβρωκόσιν.» Ὡς ἑτοίμου τῆς τραπέζης οὔσης, ἐκέλευσεν αὐτοὺς εὐθέως ἀναπεσεῖν. Οἱ δὲ μαθηταί, καίτοι πρότερον ἀπιστοῦντες, ὅμως προθύμως κατακλίνουσι τοὺς ἀνθρώπους. «Ἦν δὲ χόρτος», ἔαρος ὄντος. Ἦν γάρ, φησί, τὸ Πάσχα· τοῦτο δὲ ἐν τῷ πρώτῳ τοῦ ἔαρος μηνὶ ἐτελεῖτο. Μόνοι δὲ οἱ ἄνδρες ἀριθμοῦνται παρὰ τοῦ εὐαγγελιστοῦ, τῇ νομικῇ συνηθείᾳ ἀκολουθοῦντος.

Καὶ γὰρ καὶ Μωσῆς ἀπὸ εἰκοσαετοῦς καὶ ἀνωτέρω ἠρίθμησε τὸν λαόν, μηδόλως μνημονεύσας γυναικῶν· δηλοῦντος τοῦ λόγου, ὅτι πᾶν ὅσον ἀνδρῶδες καὶ νεανικόν, τίμιον, καὶ ἄξιον ἀριθμοῦ παρὰ Θεῷ. Λαβὼν δὲ τοὺς ἄρτους εὐχαριστεῖ, δεικνύς, ὅτι πρὸ τροφῆς εὐχαριστεῖν δεῖ τῷ Θεῷ· ἅμα δὲ καὶ ἐπειδὴ ὄχλος ἦν, διὰ τοῦτο εὐχαριστεῖ ἐνώπιον τοῦ ὄχλου, ἵνα πεισθῶσι πάντες, ὅτι κατὰ γνώμην Θεοῦ παρεγένετο, καὶ ὡς οὐκ ἔστιν ἀντίθεος, ἀλλὰ πάντα πρὸς τὸν Πατέρα ἀναφέρει. Ὅτε μὲν γὰρ κατὰ μόνας ποιεῖ σημεῖα, οὐδὲν τοιοῦτον ποιεῖ, καίτοι μείζω τελῶν· ὅταν δὲ ἐνώπιον πολλῶν θαυματουργῇ, τότε πρὸς τὸν Θεὸν ἀναβλέπει. Δείκνυσι δέ, ὅτι οὐκ ἀσθενείᾳ τοῦτο ποιεῖ, ἀλλὰ δι’ οἰκονομίαν, ἣν εἴπομεν, ἐκ τοῦ τὰ μείζονα δεσποτικῶς καὶ αὐθεντικῶς ποιεῖν. Λέγουσι δέ τινες διὰ τοῦτο αὐτὸν εὐχαριστεῖν, ἵνα λάθῃ τὸν τοῦ κόσμου ἄρχοντα ἄχρι καὶ τοῦ καιροῦ τοῦ πάθους, καὶ μὴ ἐντεῦθεν ἤδη οἰηθείη αὐτὸν Θεόν, ἀλλ’ ἀπατηθῇ, καὶ δελεασθῇ, καὶ οὕτω διὰ τοῦ σταυροῦ νεκρωθείη. Συγχωρεῖ δὲ ὁ Κύριος περισσεῦσαι τοὺς ἄρτους, οὐ δι’ ἐπίδειξιν· ἄπαγε! ἀλλ’ ὥστε μὴ φαντασίᾳ νομισθῆναι τὸ κορεσθῆναι τοὺς ἀνθρώπους, ἀλλὰ πᾶσι φανῆναι, ὅτι τοσοῦτον ἀληθῶς ἐκορέσθησαν, ὥστε καὶ ἐπερίσσευσαν τοσαῦτα· διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ τὰ κλάσματα κελεύει συναχθῆναι, ἵνα ὁρῶντες ταῦτα, τοῦ γεγονότος ἀναμιμνήσκωνται θαύματος ἐπὶ πλέον.

Χρὴ δὲ οὐ μόνον θαυμάσαι, ὅτι ἐπερίσσευσαν, ἀλλὰ καί, τὴν ἀκρίβειαν τοῦ περισσεύματος, ὅτι οὔτε πλεῖον, οὔτε ἔλαττον, ἀλλ’ ἰσαρίθμους τῶν μαθητῶν τοὺς κοφίνους τῶν λειψάνων ἐποίησε περιττεῦσαι· ἵνα πάντες βαστάσωσι, καὶ μηδὲ ὁ Ἰούδας ἄμοιρος καταλειφθείη, ἀλλ’ ἔχῃ καὶ τοῦτο τὸ θαῦμα δεικτικὸν τοῦ εἶναι Θεὸν τὸν αὐτοῦ διδάσκαλον, καὶ ὠφεληθείη κἀκ τούτου, κἂν διὰ τὴν αὐτοῦ κακίαν εἰς κατάκρισιν μᾶλλον αὐτοῦ τοῦτο γέγονε· τὸν γὰρ τοσαῦτα περιττεύματα ποιήσαντα, ἐξ ὧν καὶ αὐτὸς κόφινον ἐβάστασε, τοῦτον προδέδωκεν. Οὐ γὰρ δὴ μάτην τοῖς ἀποστόλοις προσέταξε βαστάσαι τοὺς κοφίνους, ἀλλ’ ἵνα ἀεὶ ἀναμιμνήσκωνται τοῦ θαύματος, ὡς μέλλοντες ἔσεσθαι διδάσκαλοι τῆς οἰκουμένης. Τὸ μὲν γὰρ πλῆθος, οὐδὲν μέγα ἔμελλον καρπώσασθαι· παραυτίκα γὰρ ἐπελάθοντο τοῦ θαύματος, οὕτως ἦσαν ἀνόητοι· οἱ δὲ μαθηταί, οὐ τὰ τυχόντα ἔμελλον κερδαίνειν. Μανθάνομεν δὲ ἀπὸ τοῦ γεγονότος μὴ μικροψυχεῖν ἐν ταῖς στενοχωρίαις τῆς πενίας, μηδὲ δειλιᾷν πρὸς φιλοξενίαν καὶ μετάδοσιν, ἀλλὰ πιστεύειν, ὅτι κἂν ἔνα ἄρτον ἔχωμεν, πληθυνεῖ τοῦτον ὁ τὰ τοσαῦτα περιττεῦσαι ποιήσας ἐκ πέντε ἄρτων.

Κατ’ ἀλληγορίαν δέ, ὅτε ἐκπεφοίτηκε τῶν Ἱεροσολύμων ὁ Κύριος, κατὰ τὸ ἐν προφήταις εἰρημένον, «Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου,» τότε δὴ εἰς τὴν Γαλιλαίαν τῶν ἐθνῶν ἄπεισιν, τοὺς ἐθνικοὺς προσλαμβανόμενος· καὶ ὄχλος αὐτῷ πολὺς ἀκολουθεῖ. Ἄνεισι δὲ εἰς τὸ ὄρος, ἤτοι εἰς τὸν σταυρόν, ἵνα πάντας ἑλκύσῃ πρὸς ἑαυτόν, ἢ εἰς τὸν οὐρανόν, εἰς τὴν θεοπρεπῆ τιμὴν καὶ δόξαν. Ἀναληφθεὶς γὰρ εἰς οὐρανόν, καὶ ὡς Θεὸς παρ’ ἡμῶν δοξαζόμενος, καὶ μὴ ψιλὸς ἄνθρωπος, εἰς ὅρος ἀνελθεῖν λέγεται· ἡ γὰρ ὑψηλὴ περὶ αὐτοῦ ἔννοια, ὄρος. Διαδίδωσι δὲ ἡμῖν τοῖς ταῖς πέντε αἰσθήσεσιν ὑποπεπτωκόσι, τοὺς λογικοὺς ἄρτους πέντε καὶ αὐτοὺς ὄντας. Ἑκάστῃ γὰρ αἰσθήσει τὸν πρόσφορον ἄρτον δίδωσι, ἤτοι τὸν λόγον· ὡς καὶ Παῦλος λέγει· «Θέλω πέντε λόγους ἐν Ἐκκλησίᾳ λαλῆσαι, τοὺς ταῖς πέντε δηλαδὴ αἰσθήσεσιν ἁρμόζοντας πρὸς διόρθωσιν.» Οὐ μέντοι δυνάμεθα τούτους τοὺς πέντε λόγους ὅλους καταφαγεῖν, ἀλλὰ καὶ περιττεύουσιν.

Οὐ γάρ τις δύναται ἡμῶν ὅλους τοῦ μυστηρίου τοὺς λόγους χωρῆσαι, ἀλλὰ τὰ ἡμῖν τοῖς ὑλικωτέροις ἀνέφικτα καὶ ἄβρωτα οἱ ἀπόστολοι βαστάζουσιν, ὥσπερ, ἔν τισι κοφίνοις, ταῖς ἑαυτῶν δικαίαις ψυχαῖς. Οἱ γὰρ κόφινοι, ἐκ βαΐων φοινικίνων· «Δίκαιος δέ, ὡς φοῖνιξ ἀνθήσει.» «Οἱ οὖν ἄνθρωποι, ἰδόντες τὸ σημεῖον ὃ ἐποίησεν ὁ Ἰησοῦς, ἔλεγον ὅτι, Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον. Ἰησοῦς οὖν, γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι, καὶ ἁρπάζειν αὐτόν, ἵνα ποιήσωσιν αὐτὸν βασιλέα, ἀνεχώρησε πάλιν εἰς τὸ ὅρος αὐτὸς μόνος.» Ὅρα τὴν γαστριμαργίαν τοῦ πλήθους· μυρία θαύματα ποιήσαντος τοῦ Ἰησοῦ, καὶ θαυμασιώτερα, οὐκ ἐθαύμαζον· καὶ ἰδοὺ διὰ τὴν βρῶσιν, «Οὗτος, φασίν, ἔστιν ὁ προφήτης.» Οὐκ ἔτι αὐτῷ περὶ τῆς τοῦ Σαββάτου παραβάσεως ἐγκαλοῦσιν, οὐκ ἔτι τὸν νόμον ἐκδικοῦσιν· ἀλλὰ τοσοῦτον διὰ τοὺς ἄρτους αὐτὸν τιμῶσιν, ὥστε οὐ μόνον προφήτην ἀναγορεύουσιν, ἀλλὰ καὶ βασιλείας ἄξιον οἴονται. Ἀλλ’ ἐκεῖνος φεύγει, παιδεύων ἡμᾶς τῶν κοσμικῶν καταφρονεῖν ἀξιωμάτων. Ἀναχωρεῖ δὲ εἰς τὸ ὅρος αὐτὸς μόνος, μηδένα τῶν μαθητῶν παραλαβών· ὡς ἂν αὐτῶν τὸν πόθον δοκιμάσῃ, καὶ εἰ μὴ φέρουσι τὴν αὐτοῦ στέρησιν. «Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν θάλασσαν. Καὶ ἐμβάντες εἰς τὸ πλοῖον, ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καπερναούμ.

Καὶ σκοτία ἤδη ἐγεγόνει, καὶ οὐκ ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς. Ἤ τε θάλασσα ἀνέμου πνέοντος διηγείρετο.

Ἐληλακότες οὖν ὡς σταδίους εἰκοσιπέντε ἢ τριάκοντα, θεωροῦσι τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, καὶ ἐγγὺς τοῦ πλοίου γενόμενον· καὶ ἐφοβήθησαν. Ὁ δὲ λέγει αὐτοῖς· Ἐγώ εἰμι, μὴ φοβεῖσθε. Ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως τὸ πλοῖον ἐγένετο ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.» Ὁ μὲν Κύριος ἄνεισιν εἰς τὸ ὄρος μόνος, ἵνα, καθὼς εἴπωμεν, δοκιμάσῃ τὸν πόθον τῶν μαθητῶν, εἰ ἐπιζητοῦσιν αὐτόν. Οἱ δέ, περιμένουσι μὲν αὐτὸν ἄχρις ὀψίας, προσδοκῶντες ἥξειν αὐτόν· μὴ ἐλθόντος δέ, οὐκ ἀνέχονται, ἀλλὰ πρὸς ζήτησιν αὐτοῦ τῷ πόθῳ κεντούμενοι, ἐμβαίνουσιν εἰς τὸ πλοῖον. Οὐ γὰρ ἁπλῶς, καὶ ὡς ἔτυχεν, ὁ εὐαγγελιστὴς τὸν καιρὸν ἐδήλωσεν, ἀλλὰ διὰ τούτου τὴν σφοδρὰν ἀγάπην αὐτῶν ἐμφαίνων, ὅτι οὐδὲ ἐσπέρα αὐτοὺς κατέσχεν.

Ἀφίησι δὲ αὐτοὺς χειμασθῆναι, ἵνα ἐκ τοῦ κλύδωνος γαλήνης ἐπιγενομένης, τῷ γεγονότι μᾶλλον ἐπευφρανθῶσι, καὶ ἀνεπίληστος ἡ μνήμη τούτου ταῖς αὐτῶν καρδίαις ἐνσημανθῇ. Ἐφίσταται δὲ αὐτοῖς χειμαζομένοις, καὶ διὰ τοῦ λόγου τόν τε φόβον ἐκβάλλει, καὶ ἅμα γαλήνην τῇ θαλάσσῃ ἐμποιεῖ· καὶ διπλῆν εὐδίαν ἐργάζεται, τῶν τε ψυχῶν αὐτῶν καὶ τῆς θαλάσσης πραΰνας τὴν ταραχήν. Οὐκ ἀνέβη δὲ εἰς τὸ πλοῖον, τὸ θαῦμα μεῖζον ἐργάσ[ασθ]αι βουλόμενος. Ὅρα γὰρ τρία τὰ θαύματα· ἕν, ὅτι περιεπάτει ἐπὶ τῆς θαλάσσης· δεύτερον, ὅτι κατεστώρεσε τὰ κύματα· τρίτον, τὸ εὐθέως ποιῆσαι γενέσθαι τὸ πλοῖον ἐπὶ τὴν γῆν, εἰς ἣν ὑπῆγον, καίτοι πολὺ ἀπεῖχε τῆς γῆς, ὅτε τούτῳ ἐπέστη ὁ Κύριος. Διέβησαν μὲν οὖν καὶ Ἰουδαῖοι τὴν Ἐρυθράν, Μωσέως ἡγουμένου. ἀλλ’ ἐκεῖνος μὲν ὡς δοῦλος πάντα εἰργάζετο καὶ εὐχόμενος· οὗτος δέ, μετ’ ἐξουσίας ἁπάσης. Κἀκεῖ μὲν νότου πνεύσαντος, εἶξε τὸ ὕδωρ, ὥστε ἐπὶ ξηρᾶς ποιῆσαι παρελθεῖν· ἐνταῦθα δέ, μεῖζον τὸ θαῦμα ἐγένετο. Μένουσα γὰρ ἐπὶ τῆς οἰκείας φύσεως ἡ θάλασσα, οὕτως ἔφερε τὸν Δεσπότην ἐπὶ τῶν νώτων, ἵνα πληρωθῇ τὸ προφητικόν· «Ὁ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους.»

Πολλοὶ καὶ νῦν ἐσμεν ἐν σκότῳ τῷ νοητῷ, καὶ κινδυνεύομεν ἐν τῇ θαλάσσῃ τῇ νοητῇ καταπνίγεσθαι· ἀλλ’ ὑποδεξώμεθα Χριστόν, καὶ πάντως σωθησόμεθα ἀπὸ τῶν κινδύνων· κἂν πολλάκις φόβους ἐπεισάγωσιν ἡμῖν τινες, πειράζοντες ἡμᾶς ἢ δαίμονες, ἢ ἄνθρωποι, καὶ διὰ τὸν φόβον πειρῶνται ἡμᾶς κατασείειν, ἀκούσωμεν τοῦ Χριστοῦ βοῶντος· «Μὴ φοβεῖσθε, ἐγώ εἰμι.» Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τὰ μὲν φοβερὰ παρέρχονται, διὸ μὴ φοβεῖσθε τὰ παρερχόμενα. Ἐγὼ δέ εἰμι, τουτέστιν, ἀεὶ μένω, καὶ ὡς Θεὸς ἐγὼ τυγχάνω ὁ ὤν. Ἐπεὶ τοίνυν τὰ μὲν φοβερὰ πρόσκαιρα, καὶ οὐκ ἀληθῶς ὄντα, ἐγὼ δέ εἰμι, ἀντὶ τοῦ, μένω, καὶ οὐδέποτε παρέρχομαι, ἀλλ’ ἀληθῶς εἰμι, μὴ προδῶτε τὴν εἰς ἐμὲ πίστιν διὰ τὰ πρόσκαιρα. Ὅρα δέ μοι, πῶς οὐκ ἐν ἀρχῇ τοῦ κινδύνου, ἀλλ’ ἐν ἀκμῇ ἐπιφαίνεται ὁ Χριστός, καὶ λύει τὸν φόβον. Ἐᾷ γὰρ ἡμᾶς ἐν μέσοις γενέσθαι τοῖς δεινοῖς, ἵνα παλαίσαντες τῇ θλίψει, καὶ πιεσθέντες, δοκιμώτεροι γενώμεθα· καὶ ἵνα κινήσαντες πᾶσαν τὴν ἡμετέραν δύναμιν καὶ σοφίαν, καὶ εὑρόντες αὐτὴν ἀσθενῆ, πρὸς ἐκεῖνον καταφεύγωμεν μόνον, τὸν ἐξ ἀπροσδοκήτων σώζειν δυνάμενον.

Ὅτε γὰρ ὁ ἀνθρώπινος ἀποκάμῃ νοῦς, τότε ἡ ἐκ Θεοῦ σωτηρία ἀθρόον ἐπιγενομένη, παρασκευάζει ἡμᾶς πρὸς ἐκεῖνον πέτασθαι μόνον τὸν σώζοντα, καὶ μὴ ἑαυτοῖς τὴν σωτηρίαν ἐπιγράφεσθαι. Εἰ θελήσωμεν δὲ καὶ εἰς τὸ πλοῖον ἡμῶν λαβεῖν τὸν Χριστόν, τουτέστι, κατοικίσαι τὸν Χριστὸν ἐν τῇ καρδίᾳ ἡμῶν, εὐθὺς εὑρεθησόμεθα ἐν τῇ γῇ, εἰς ἣν ἀπαγόμεθα.

Ποία δὲ ἡ γῆ ἐστιν αὕτη; Ἦ πάντως ἡ γῆ τῆς ἐπαγγελίας, ὁ οὐρανός, ἡ γῆ τῶν πραέων, καὶ ἀπὸ πάσης κακίας εἰρηνευσάντων. «Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης, εἰδὼς ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ, εἰ μὴ ἓν ἐκεῖνο εἰς ὃ ἀνέβησαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ὅτι οὐ συνεισῆλθε τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοιάριον, ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον. ἄλλα δὲ ἦλθε πλοιάρια ἐκ τῆς Τιβεριάδος ἐγγὺς τοῦ τόπου, ὅπου ἔφαγον τὸν ἄρτον, εὐχαριστήσαντος τοῦ Κυρίου. ὅτε οὖν εἶδεν ὁ ὄχλος, ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ, οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἀνέβησαν καὶ αὐτοὶ εἰς τὰ πλοιάρια καὶ ἦλθον εἰς Καπερναούμ, ζητοῦντες τὸν Ἰησοῦν. Καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης, εἶπον αὐτῷ· Ῥαββεί, πότε ὧδε παραγέγονας;

Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, καὶ εἶπεν· Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ’ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορτάσθητε.» Πεζεύων μὲν ὁ Ἰησοῦς ἐπὶ τῆς θαλάσσης, ἀπῆλθεν εἰς τὸ πέραν. Οἱ δὲ ὄχλοι τῇ ἐπαύριον ζητοῦντες αὐτόν, καὶ ἰδόντες, ὅτι πλοῖον ἓν ἦν τὸ τοὺς μαθητὰς ὑποδεξάμενον, εἰς ὃ οὐ συνεισῆλθεν ὁ Ἰησοῦς, εἰς ἔννοιαν ἦλθον τοῦ θαύματος, καὶ ὑπενόουν, ὅτι τὴν θάλασσαν πεζεύων, παρεγένετο εἰς τὸ πέραν. Εἰ μὲν γὰρ καὶ ἄλλο πλοῖον ἦν, εἰκὸς ἦν ὑπονοῆσαι, ὅτι τοῖς μαθηταῖς οὐ συνέπλευσεν, εἰς ἐκεῖνο δὲ εἰσελθών, διεπέρασε. Νῦν δέ, ἑνὸς ὄντος τοῦ πλοίου τοῦ τοὺς μαθητὰς μόνους, καὶ μὴ τὸν Κύριον, ὑποδεξαμένου, πρόδηλον τὸ θαῦμα. Ταῦτα τοίνυν ἐννοήσαντες οἱ ὄχλοι, ἐπειδὴ εὗρον ἄλλα πλοιάρια ἐκ τοῦ πέραν ἐλθόντα, ἐνέβησαν ἐν ἐκείνοις, καὶ εἰς Καπερναοὺμ διεπέρασαν· ἔνθα δὴ τὸν Κύριον εὑρόντες, οὐ προσπίπτουσι, καὶ δέονται μαθεῖν πῶς διέβη, οὐδὲ ζητοῦσι περὶ τούτου τοῦ σημείου, ἀλλ’ οὕτω χαύνως φασί· «Πότε ὧδε παραγέγονας;» Οἱ γὰρ ζητοῦντες αὐτὸν ἁρπάσαι καὶ ποιῆσαι βασιλέα, εὑρόντες αὐτόν, οὐδὲν τοιοῦτον βουλεύονται· ἀλλὰ τὸ θαῦμα ἐκβάλλοντες, ἄλλης ζητοῦσι τραπέζης ἀπολαύειν, οἵας καὶ πρότερον. Διὸ καὶ ὀνειδίζονται παρὰ τοῦ Κυρίου. «Ζητεῖτε γάρ με, φησίν, ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων,» καὶ διὰ τοῦτό με ποθεῖτε, ἵνα πάλιν ἔχητέ με τραπεζοποιόν.

Πρόσχες δέ, ὅτι καίτοι ἐλέγχων αὐτούς, οὐ σκληρῷ κέχρηται τῷ ἐλέγχῳ. Οὐ γὰρ εἶπεν, ὅτι, Ὦ γαστρίδουλοι καὶ λαίμαργοι, ἀλλὰ μετὰ πραότητος. Διορθώσασθαι γὰρ βουλόμενος, ἐλέγχει αὐτούς, ἅμα δὲ καὶ διὰ τοῦ ἐκκαλῦψαι τὰ κρυπτὰ τῆς καρδίας αὐτῶν, εἰς πίστιν αὐτοὺς ἐθέλων ἀγαγεῖν μείζονα. Ὅτι δὲ διόρθωσις ἦν αὐτῶν ὁ ἔλεγχος, δῆλον ἐκ τῶν ἐφεξῆς. Διδασκαλίαν γὰρ χρησιμωτάτην πρὸς αὐτοὺς ποιεῖται καί φησιν· «Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ Υἱὸς τοῦ ἀνθρώπου δώσει ὑμῖν· τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός.» Ὑμεῖς μέν, φησί, διὰ τοὺς ἄρτους ζητεῖτέ με, ὡς τὴν τροφὴν ταύτην ποθοῦντες· δεῖ δὲ ὑμᾶς μὴ ὅλως νεύειν εἰς γαστέρα, ἀλλὰ τῶν πνευματικῶν φροντίζειν μάλιστα, καὶ μὴ πᾶσαν τὴν μέριμναν εἰς τὴν σωματικὴν τροφὴν ἀναλίσκειν.

Ταύτην γὰρ «βρῶσιν ἀπολλυμένην» ἐκάλεσεν. Ἐπεὶ δὲ πολλοὶ τῶν θελόντων ἀργῶς ζῇν, καὶ μάλιστα οἱ Μασαλιανοί, τῷ ῥητῷ τούτῳ κέχρηνται πρὸς συνηγορίαν τῆς αὐτῶν ἀργίας, ἀναγκαῖον σαφηνίσαι τὸ ῥητόν. Οὐ γὰρ τοῦτο εἶπεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὡς τὴν μὲν σωματικὴν ἐργασίαν ἀποκόψαι βουλόμενος, εἰς ἀργίαν δὲ συνωθῶν.

Πᾶσαν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία, καὶ εἰ δεῖ τ’ ἀκριβὲς εἰπεῖν, τοῦτό ἐστιν ἡ ἀπολλυμένη βρῶσις, τὸ ἀργῶς ἐθέλειν ζῇν· ὡς τόν γε τῷ Χριστῷ ἑπόμενον, δεῖ ἐργάζεσθαι, ἵνα ἔχῃ καὶ ἄλλοις μεταδιδόναι· τοῦτο γὰρ ἔχει μισθόν, τὴν τῆς μελλούσης βασιλείας ἐπαγγελίαν. Πῶς οὖν, φησίν, εἶπεν ὁ Κύριος, ὅτι οὐ δεῖ ἐργάζεσθαι τὴν βρῶσιν τὴν ἀπολλυμένην; Τὸ σύντονον τῆς αὐτῶν περὶ τὰ βρώματα σπουδῆς ἐκκόπτων, καὶ πρὸς τὰ πνευματικὰ μετρίως μεταβιβάζων.

Ναί, φησίν, ἀλλὰ μήν, ὅτι τὴν σωματικὴν ἐργασίαν ἐκκόπτει ὁ Χριστός, δῆλον ἐκ τοῦ πρὸς τὴν Μάρθαν εἰπεῖν· «Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ, ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο·» καὶ πάλιν· «Μὴ μεριμνήσητε περὶ τῆς αὔριον.» Ταῦτα μὲν διαποροῦσιν οἱ τρέφεσθαι ἀργῶς θέλοντες. Ἡμεῖς δὲ τί φαμεν; Ὅτι τὸ πρὸς τὴν Μάρθαν λεχθέν, οὐ περὶ ἔργου ἐστί, καὶ ἐργασίας, καὶ ἀργίας, ἀλλὰ περὶ τοῦ καιρὸν εἰδέναι, καὶ μὴ τὸν τῆς ἀκροάσεως χρόνον ἀναλίσκειν εἰς τὴν περὶ τὰ βρώματα σπουδήν. Πείθων οὖν αὐτήν, μὴ τὸν τῆς διδασκαλίας καιρὸν προδιδόναι μάτην διὰ τὴν περὶ τῆς γαστρὸς ἀσχολίαν, ταῦτά φησι. Τὸ δέ, «Μὴ μεριμνήσητε,» εἰπών, οὐδὲ οὕτως ἐκβάλλει τὴν ἐργασίαν. Ἄλλο γὰρ μέριμνα, καὶ ἄλλο ἐργασία.

Ἔστι γάρ τινα καὶ ἐργαζόμενον, μηδὲν μεριμνᾷν. Διδάσκων οὖν ἡμᾶς ὁ Κύριος, μὴ προσηλῶσθαι τοῖς βιωτικοῖς, μηδὲ ποιεῖσθαι φροντίδα τῆς αὔριον ἀναπαύσεως, ἀλλὰ μᾶλλον καθ’ ἑκάστην θέλων ἡμᾶς ἐργάζεσθαι, φησί· «Μὴ μεριμνήσητε περὶ τῆς αὔριον·» ὥσπερ ἂν εἰ οὕτως ἔλεγε· Μὴ μεριμνήσητε, πῶς σήμερον ἐργασάμενοι, αὔριον ἀναπαύσεσθε· ἀλλ’ ἑκάστης ἡμέρας τροφὴν ἐκ τῆς καθ’ ἡμέραν ἐργασίας ἔχοντες, μὴ μεριμνᾶτε περὶ τῆς αὔριον. Βρῶσιν δὲ μένουσαν, τὴν μυστικὴν λέγει μετάληψιν τῆς σαρκὸς τοῦ Κυρίου, ἣν αὐτὸς ἡμῖν δίδωσιν, Υἱὸς ἀνθρώπου γενόμενος, ὃν ὁ Πατὴρ ἐσφράγισε, τουτέστιν, ἀπέδειξεν, ἐβεβαίωσεν, ὅτι ἔστιν Υἱὸς αὐτοῦ. Ἀπέδειξε μὲν γὰρ καὶ αὐτὸς ἑαυτὸν ὁ Χριστὸς διὰ τῶν θαυμάτων· ἐπεὶ δὲ πρὸς Ἰουδαίους διαλέγεται, ἵνα μὴ ταραχθῶσιν, ἐπὶ τὸν Πατέρα ἀνατρέχει, καί φησι, παρ’ αὐτοῦ ἐσφραγίσθαι, τουτέστιν, ἀποδεδεῖχθαι, μεμαρτυρῆσθαι. Ἐπεὶ καὶ εἰκών ἐστι τοῦ Πατρὸς ὁ Υἱός, καὶ σφράγισμα, καὶ χαρακτήρ, νόει παρ’ αὐτοῦ σφραγισθῆναι τοῦτον, καθ’ ὃ εἰκὼν καὶ σφράγισμά ἐστιν· ὥστε εἶναι τὸ λεγόμενον τοιοῦτον· Τοῦτον γὰρ τὸν φαινόμενον Υἱὸν ἀνθρώπου, ἐσφράγισεν ὁ Πατήρ, τουτέστι, σφραγῖδα αὐτοῦ καὶ εἰκόνα ἐγέννησε, ἀπαραλλαξίαν πᾶσαν καὶ ταυτότητα φυσικὴν πρὸς αὐτὸν ἀποσώζουσαν. «Εἶπον οὖν πρὸς αὐτόν· Τί ποιῶμεν, ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ Θεοῦ;

Ἀπεκρίθη ὁ Ἰησοῦς, καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. Εἶπον οὖν αὐτῷ· Τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν, καὶ πιστεύσωμέν σοι; Τί ἐργάζῃ;» Ζητοῦσιν οἱ Ἰουδαῖοι μαθεῖν τὸ ἔργον τοῦ Θεοῦ, οὐχ ἵνα τοῦτο πράξωσιν, ἀλλ’ ἵνα δράξωνται ἀφορμάς. Εἰδὼς οὖν αὐτοὺς μηδὲν ὠφεληθησομένους, ὅμως διὰ τὸ κοινωφελὲς τῆς διδασκαλίας ἀποκρίνεται, καὶ ὑποδείκνυσιν αὐτοῖς, μᾶλλον δὲ πᾶσιν ἀνθρώποις, ὅτι τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, τὸ πιστεύειν εἰς ὃν ἐκεῖνος ἀπέστειλεν.

Ἡ γὰρ εἰς αὐτὸν πίστις, ἔργον ὄντως ἱερόν τε καὶ τέλειον, καὶ ἁγιάζον τοὺς ταύτην ἔχοντας. Ὁδηγὸς γὰρ γίνεται ἡ ἀκριβὴς πίστις πρὸς πᾶσαν ἀγαθὴν ἐργασίαν, καὶ ἡ ἀγαθὴ ἐργασία συντηρεῖ τὴν πίστιν. «Τά τε γὰρ ἔργα ἅτερ πίστεως νεκρά, καὶ ἡ πίστις χωρὶς ἔργων.» Ὅρα δὲ ἀγνωμοσύνην καὶ ἀναισθησίαν· σημεῖον πάλιν ζητοῦσιν οἱ τοσαῦτα καὶ τηλικαῦτα ἰδόντες, καὶ τὸ τῶν ἄρτων μᾶλλον ἀφ’ ὧν ἐκορέσθησαν. Ὡς γαστρίμαργοι οὖν, πάλιν τοιοῦτον αἰτοῦσι σημεῖον, εἰς γαστέρα αὐτοῖς συμβαλλόμενον.

Ὅτι δὲ τοῦτο ἀληθές, δῆλον ἐκ τῶν ἑξῆς. «Οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστι γεγραμμένον· Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. Εἶπεν οὖν αὐτοῖ; ὁ Ἰησοῦς· Ἀμήν, ἀμὴν λέγω ὑμῖν, οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ· ἀλλ’ ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Εἶπον οὖν πρὸς αὐτόν·

Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.» Οὐ μάτην ἐλέγομεν, ὅτι ὡς τῇ κοιλίᾳ δουλεύοντες, ἐζήτουν σημεῖον· οἷον ἦν τὸ τῶν ἄρτων. Ἰδοὺ γοῦν τοῦ μάννα μέμνηνται, καὶ οὐχ ἑτέρου τινὸς θαύματος, εἴτε τῶν Αἰγυπτίων, εἴτε τῶν κατὰ τὴν Ἐρυθρὰν θάλασσαν. Βουλόμενοι γὰρ ἐρεθίσαι αὐτόν, ἵνα καὶ αὐτὸς τοιοῦτον σημεῖον ποιήσῃ, ὅπερ ἠδύνατο αὐτοὺς θρέψαι σαρκικῶς, μέμνηνται τοῦ μάννα διὰ γαστριμαργίας ὑπερβολήν. Τί οὖν ἡ ἄπειρος τοῦ Θεοῦ σοφία, ὁ Κύριος ἡμῶν Ἰησοῦς, ἀποκρίνεται αὐτοῖς;

Ὅτι «Οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον·» τουτέστι, τὸν ἀληθινὸν ἄρτον οὐ δέδωκεν ὑμῖν Μωσῆς· ἀλλὰ πάντα τὰ τότε γινόμενα, τύποι ἦσαν τῶν νῦν γινομένων. Ὁ μὲν γὰρ Μωσῆς τύπον ἐπεῖχε τοῦ Θεοῦ, τοῦ ἀληθινοῦ τῶν νοητῶν Ἰσραηλιτῶν στρατηγοῦ· ὁ δὲ ἄρτος ἐκεῖνος, τύπος ἐμοῦ τοῦ ἐκ τῶν οὐρανῶν καταβάντος, καὶ ἀληθῶς τρέφοντος, καὶ ἀληθινοῦ ὑπάρχοντος. Λέγει δὲ ἑαυτὸν ἀληθινὸν ἄρτον, οὐχ ὡς τοῦ μάννα ψευδοῦς ὄντος, ἀλλ’ ἐπειδὴ ἐκεῖνος τύπος ἦν καὶ σκιά, καὶ οὐκ αὐτοαλήθεια. Κυρίως γὰρ μάννα ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος γενόμενος, τὸ ἐκπληκτικὸν ῥῆμα καὶ ἄκουσμα. Μάννα γὰρ ἑρμηνεύεται, Τί τοῦτο; Οἱ γὰρ Ἑβραῖοι, ἰδόντες αὐτὸ ἕκαστος πρὸ τῆς οἰκείας σκηνῆς σωρηδὸν κεχυμένον, καὶ τῷ ἀήθει καὶ ξένῳ τοῦ θεάματος καταπλαγέντες, ἠρώτων ἀλλήλους· Τί τοῦτο; Ὁ τοίνυν Κύριος γενόμενος ἄνθρωπος ὁ Υἱὸς τοῦ Θεοῦ, αὐτός ἐστι τὸ πάντας ἐκπλῆττον μάννα, ὥστε ἕκαστον διαποροῦντα λέγειν· Τί τοῦτο; Πῶς ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ Υἱὸς ἀνθρώπου; Πῶς ἐκ δύο τῶν ἐναντίων ἓν πρόσωπον; Τί τοῦτο τὸ μυστήριον; Οὗτος οὖν ὁ ἄρτος, ζωὴ κατὰ φύσιν ὤν, οἷα ζῶντος Πατρὸς Υἱός, ποιεῖ τὸ οἰκεῖον· ζωοποιεῖ γὰρ τὰ πάντα.

Ὥσπερ οὖν ὁ ἐκ γῆς ἄρτος τὴν ἀσθενῆ φύσιν τῆς σαρκὸς συνέχει, καὶ οὐκ ἐᾷ καταφθείρεσθαι· οὕτω καὶ ὁ Χριστὸς διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας τὴν ψυχὴν ζωοποιεῖ, καὶ μὴν καὶ αὐτὸ τὸ σῶμα συνέχει εἰς ἀφθαρσίαν. Διὰ γὰρ Χριστοῦ ἡ ἐκ νεκρῶν ἀνάστασις τῇ ἀνθρωπίνῃ φύσει κεχάρισται, καὶ ἡ τῶν σωμάτων ἀφθαρσία. Ἀλλ’ οἱ Ἰουδαῖοι περὶ γαστέρα ἔτι νεύοντες, καὶ τὸ ὅλον γῆ ὄντες, περὶ αἰσθητοῦ ἄρτου νοοῦσι τὰ εἰρημένα, καί φασι· «Δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.» Οὕτως οὖν ἀνοηταίνοντες, ἠλέγχοντο, καί, «Πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον,» φασίν, οὐ μίαν ἡμέραν οὐδὲ δύο. Τοῦτο δὲ καὶ ἀπὸ φιλαργυρίας ἔλεγον. Ἵνα γὰρ μὴ ἀναλίσκωμεν τὰ χρήματα ἡμῶν περὶ τὴν τῆς τροφῆς εὐπορίαν, δὸς πάντοτε τοῦτον τὸν εὐπόριστον ἄρτον. «Εἶπε δὲ αὐτοῖς ὁ Ἰησοῦς· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς μέ, οὐ μὴ πεινάσῃ· καὶ ὁ πιστεύων εἰς ἐμέ, οὐ μὴ διψήσῃ πώποτε. Ἀλλ’ εἶπον ὑμῖν, ὅτι καὶ ἑωράκατέ με, καὶ οὐ πιστεύετε.

Πᾶν ὃ δίδωσί μοι ὁ Πατήρ, πρὸς ἐμὲ ἥξει· καὶ τὸν ἐρχόμενον πρὸς μέ, οὐ μὴ ἐκβάλω ἔξω· ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.» Τῶν Ἰουδαίων οἷα δὴ γηΐνων, περὶ αἰσθητοῦ ἄρτου νομιζόντων λέγειν τὸν Κύριον, καὶ διὰ τοῦτο ἐπικειμένων, καὶ ζητούντων, ἐλέγχων αὐτοὺς ὁ Κύριος, καὶ δεικνύς, ὅτι ἕως μὲν αἰσθητὴν ὑπώπτευον τὴν τροφήν, ἐπέτρεχον· ὅταν δὲ μάθωσιν, ὅτι πνευματική ἐστιν, οὐκ ἔτι ἐπιδραμοῦνται, φησίν· «Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.» Οὐκ εἶπε δέ, Ἄρτος τροφῆς, ἀλλά, «Ζωῆς.» Ἐπειδὴ γὰρ τὰ πάντα νενέκρωτο, ἐζωοποίησεν ἡμᾶς δι’ ἑαυτοῦ ὁ Κύριος, ὄς ἐστιν ἄρτος, καθὸ τὴν ζύμην τοῦ ἀνθρωπίνου φυράματος πιστεύομεν ἐξοπτηθῆναι τῷ πυρὶ τῆς θεότητος· ζωῆς δὲ ἄρτος οὐ τοιαύτης συνήθους, ἀλλὰ παρηλλαγμένης, καὶ θανάτῳ μὴ διακοπτομένης. Ὁ πιστεύων δὲ εἰς τὸν τοιοῦτον ἄρτον, οὐ μὴ πεινάσῃ, οὐδ’ οὐ μὴ λιμώξῃ λιμὸν τοῦ ἀκοῦσαι λόγον Θεοῦ, οὐδὲ διψήσῃ δίψαν νοητήν, ἀπὸ τοῦ μὴ ἔχειν τὸ ὕδωρ τοῦ βαπτίσματος, καὶ τὸν ἁγιασμὸν τοῦ Πνεύματος, γινομένην. Ὁ μὲν γὰρ ἀβάπτιστος, δίψαν ἔχει καὶ ξηρότητα πολλήν, ἀμοιρῶν τοῦ ἀναψύχοντος ἁγίου ὕδατος· ὁ δὲ βεβαπτισμένος, ἔχων τὸ Πνεῦμα, ἀεὶ ψυχαγωγεῖται δι’ αὐτοῦ.

Δεικνύων δέ, ὅτι καὶ ἡ πίστις ἡ εἰς αὐτὸν οὐ τὸ τυχόν ἐστι πρᾶγμα, ἀλλὰ δῶρον Θεοῦ, τοῖς ἀξίοις καὶ εὐθέσι τῇ καρδίᾳ παρὰ τοῦ Πατρὸς διδόμενον, φησίν, ὅτι «Πᾶν ὃ δίδωσί μοι ὁ Πατήρ, πρὸς ἐμὲ ἥξει,» τουτέστιν, ἐκεῖνοι πιστεύσουσιν εἰς ἐμέ, οὓς δίδωσί μοι ὁ Πατήρ. Ὑμεῖς δὲ οἱ Ἰουδαῖοι, ὡς ἀνάξιοι ὄντες, οὐ δίδοσθέ μοι παρὰ τοῦ Πατρός· διὸ οὐδὲ ἔρχεσθε πρὸς μέ, οὐ γὰρ ἔχετε εὐθεῖαν τὴν καρδίαν, ἵνα ὑμᾶς ἀγαπήσας ὁ Θεὸς καὶ Πατήρ, ἀγάγῃ εἰς τὴν ἐμὴν πίστιν. «Ἐγὼ δὲ τὸν ἐρχόμενον πρὸς μέ, οὐ μὴ ἐκβάλω ἔξω» τουτέστιν, οὐ μὴ ἀπολέσω, ἀλλὰ σώσω, καὶ ἐπιμελείας ἀπολαῦσαι παρασκευάσω πολλῆς. Καταβέβηκα γὰρ ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ἄλλο τι πράξω παρὰ τὸ θέλημα τοῦ Πατρός. Ταῦτα δέ φησιν, ἵνα μάθωσι, ὅτι ὁ μὴ δεχόμενος αὐτόν, ἀντίθεός ἐστιν, ἐναντιούμενος τῷ θελήματι τοῦ Πατρός. Ἐπεὶ γὰρ αὐτὸν ἀντίθεον ἔλεγον ἐκεῖνοι, αὐτὸς τὸ ἔγκλημα εἰς αὐτοὺς περιτρέπει καί φησιν, εἰ καὶ μὴ φανερῶς, ὅτι, Ὑμεῖς ἐστε ἀντίθεοι, οἱ μὴ δεχόμενοι τὸν τῷ τοῦ Πατρὸς θελήματι ἀκολουθοῦντα. Ποῦ ἐστι Νεστόριος ἐνταῦθα, ὁ λέγων, ὅτι μετὰ τὴν ἀνάστασιν ἐθεοποιήθη ὁ Χριστός;

Οὐκ ἀκούεις, ταλαίπωρε, ὅτι καταβέβηκεν ἐκ τοῦ οὐρανοῦ; Ὁ δὲ καταβὰς ἐκ τοῦ οὐρανοῦ, οὐ ψιλὸς ἄνθρωπος δήπου ἦν, ἀλλὰ Θεός. Ψιλὸς γὰρ ἄνθρωπος οὐ καταβαίνει, ἀλλ’ εἰ ἄρα ἀναβαίνει εἰς οὐρανόν, χαριζομένου δι’ ἀρετὴν τοῦτο τοῦ Θεοῦ.

Ἐπεὶ οὖν τοῦ Κυρίου ἡ κατάβασις προέλαβε τὴν ἀνάβασιν, ὁ αὐτὸς οὖν καὶ κατέβη ἐξ οὐρανοῦ, ὡς Θεὸς δηλονότι, διὰ τὸ ἐνανθρωπῆσαι συγκαταβάς· καὶ ἀνέβη εἰς οὐρανούς, μετὰ σαρκὸς δηλαδὴ ὡς ἄνθρωπος, ἔνθα ἦν τὸ πρότερον ὡς Θεός. Οὐκ ἄρα ψιλὸς ἄνθρωπος ὁ Χριστός, θεωθεὶς ὕστερον, ὡς ἐλήρει Νεστόριος, ἀλλὰ Θεὸς προαιώνιος ἐνανθρωπήσας ἐν ἐσχάτοις καιροῖς. «Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με Πατρός, ἵνα πᾶν ὃ δέδωκέ μοι, οὐ μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱόν, καὶ πιστεύων εἰς αὐτόν, ἔχῃ ζωὴν αἰώνιον· καὶ ἀναστήσω αὐτὸν ἐγὼ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.» Συνεχῶς τίθησι τό, «Δέδωκέ μοι ὁ Πατήρ,» ἵνα πλήξῃ τὰς καρδίας αὐτῶν, καὶ ἐπιγνῷεν, ὅτι τῆς τοῦ Θεοῦ δωρεᾶς ἀνάξιοί εἰσιν. Εἰ γὰρ ὁ Πατὴρ δίδωσιν ὡς μέγα τι τὴν εἰς Χριστὸν πίστιν, αὐτοὶ δὲ ταύτην οὐκ ἔχουσι, πρόδηλον ὅτι τῆς τοῦ Θεοῦ δωρεᾶς ἀποπεπτώκασιν. Ἐγὼ τοίνυν, φησίν, οὐκ ἀπολέσω οὒς δίδωσί μοι ὁ Πατήρ, τουτέστι, τοὺς πιστεύοντάς μοι· ἀλλ’ ἀναστήσω αὐτούς, ὅπερ ἐστίν, ἀναστάσεως ἀξιώσω λαμπρᾶς. Διττὴ γάρ ἐστιν ἡ ἀνάστασις· ἡ μὲν κοινὴ καὶ καθολική, ἣν πάντες οἱ ἁμαρτωλοὶ ἀνίστανται· ἡ δέ, ἣν μόνοι οἱ δίκαιοι εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα ἀναλαμβανόμενοι, καὶ προσαπαντῶντες τῷ Κυρίῳ μετὰ παῤῥησίας.

Ταύτην δὲ τὴν ἀνάστασιν, ὁ Παῦλος ἐξανάστασιν ὀνομάζει, διὰ τὴν ἐκ τῆς γῆς ἔπαρσιν. Οἱ γὰρ ἁμαρτωλοί, ἀνίστανται μὲν ἐκ τῶν μνημείων, ἐκ δὲ τῆς γῆς οὐκ ἐξανίστανται εἰς ἀέρα· κάτω γὰρ μένουσιν ὡς κατάκριτοι. Ὥστε οἱ δίκαιοι. καὶ ἀνίστανται, καὶ ἐξανίστανται ἁρπαζόμενοι ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου· οἱ δὲ ἁμαρτωλοὶ ἀνίστανται μόνον.

Ἑρμηνεύων δὲ ὁ Κύριος τί ἐστι τό, «Πᾶν ὃ δέδωκέ μοι ὁ Πατήρ, οὐ μὴ ἀπολέσω,» φησὶ τὴν αὐτὴν ἔννοιαν δι’ ἄλλων λέξεων· «Ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱόν, καὶ πιστεύων, ἔχῃ ζωὴν αἰώνιον.» Οὐδὲν γὰρ ἄλλο λέγει, ἢ ὅπερ εἶπεν ἀνωτέρω. Τὸ μὲν γάρ, «Πᾶν ὃ δέδωκέ μοι ὁ Πατήρ,» ταυτόν ἐστι τῷ, «Πᾶς ὁ θεωρῶν τὸν Υἱόν, καὶ πιστεύων·» τὸ δέ, «Οὐ μὴ ἀπολέσω,» ταυτὸν τῷ, «Ἔχει ζωὴν αἰώνιον.» Συνεχῶς δὲ μέμνηται ἀναστάσεως, ἵνα πείσῃ τοὺς ἀνθρώπους, μὴ τοῖς ὁρωμένοις μόνοις περιγράφειν τὴν τοῦ Θεοῦ πρόνοιαν, ἀλλ’ εἰδέναι ὡς ἔστι καὶ ἄλλη κατάστασις, καθ’ ἣν ἀναμφιβόλως ἀπολαύσουσι τῶν τῆς ἀρετῆς μισθῶν· εἰ καὶ μὴ νῦν προφαίνεταί τις ἡ βιωτικὴ ἀμοιβή, διὰ τοῦτο μὴ καθυφιέναι τοῦ πρὸς ἀρετὴν δρόμου. «Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι εἶπεν, Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς οὖν λέγει οὗτος, ὅτι, Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;

Ἀπεκρίθη Ἰησοῦς, καὶ εἶπεν αὐτοῖς· Μὴ γογγύζετε μετ’ ἀλλήλων. Οὐδεὶς δύναται ἐλθεῖν πρὸς μέ, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.» Ἐγόγγυζον οἱ Ἰουδαῖοι, εἰπόντος τοῦ Κυρίου, ὅτι, «Ἐγώ εἰμι ὁ ἄρτος,» ὡς ἀπατηθέντες. Ἄχρι μὲν γὰρ ἐνόμιζον περὶ ἄρτου αἰσθητοῦ λέγειν αὐτόν, πράως ἔφερον, ἐλπίζοντες, ὅτι δώσει αὐτοῖς τὸν ἄρτον τοῦτον, καὶ τῇ γαστρὶ αὐτῶν χαρίσεται· ἐπεὶ δὲ ἀπεκάλυψεν αὐτοῖς, ὅτι οὐ περὶ αἰσθητοῦ ἄρτου, ἀλλὰ περὶ πνευματικοῦ ἐστιν ὁ λόγος αὐτῷ, ἀπογνόντες γογγύζουσι.

Ποῦ γὰρ αὐτοῖς τὸ νοεῖν πνευματικὴν τροφήν, καὶ ζωήν, καὶ ἀνάστασιν; Ἐσκανδαλίζοντο οὖν ἐπ’ αὐτῷ, ὁρῶντες μὲν αὐτοῦ τὴν μητέρα, ἀκούοντες δέ, ὅτι, «Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα.» Μὴ νοοῦντες τοίνυν, ὅτι καὶ Θεός ἐστιν ὁ αὐτός, ἀλλ’ εἰς τὸ φαινόμενον ἀποβλέποντες, ἐγόγγυζον, ὡς ἀλαζονευομένου τοῦ Κυρίου, καὶ ἔλεγον· «Οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ;» Αὐτὸς δὲ ὁ Σωτὴρ οὐκ ἀποκρίνεται αὐτοῖς, ὅτι, Οὐκ εἰμὶ υἱὸς Ἰωσήφ· οὐ γὰρ ἠδύναντο νοῆσαι τὸν τόκον τὸν ἄῤῥητον τὸν ἐκ Παρθένου. Εἰ δὲ τὴν κατὰ σάρκα γέννησιν οὐκ ἐχώρει ἡ διάνοια αὐτῶν, πολλῷ μᾶλλον τὴν ἐκ τοῦ Πατρὸς προαιώνιον. Τί δὲ ἀποκρίνεται αὐτοῖς; «Οὐδεὶς δύναται ἐλθεῖν πρὸς μέ, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν.» Τοῦτο δὲ λέγει, οὐ τὸ αὐτεξούσιον ἀναιρῶν, ἄπαγε! ἀλλὰ δεικνύων, ὅτι πολλῆς δεῖται συνεργείας παρὰ Θεοῦ ὁ μέλλων πιστεῦσαι. Ἄλλως δέ· Ἐκείνους ἔλκει ὁ Πατήρ, τοὺς κατὰ προαίρεσιν ἐπιτηδειότητα ἔχοντας· τοὺς δὲ ποιήσαντας ἑαυτοὺς ἀνεπιτηδείους, οὐχ ἔλκει εἰς πίστιν. Ὥσπερ γὰρ ἡ μαγνῆτις, οὐ πάντα, οἷς προσεγγίζει, ἀλλὰ μόνον τὸν σίδηρον ἕλκει· οὕτω καὶ ὁ Θεός, πᾶσι μὲν ἐγγίζει, τοὺς ἐπιτηδειοτέρους δέ, καὶ οἰκείωσίν τινα πρὸς αὐτὸν ἐπιδεικνυμένους ἕλκει.

Ὁ μὲν οὖν Πατὴρ ἔλκει καὶ προσάγει τῷ Υἱῷ, ὁ δὲ Υἱὸς ἀνιστᾷ, καὶ ζωοποιεῖ, καὶ τὴν ἐν ἀγαθοῖς πνοήν, καὶ ζωήν, ἥ ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, χαριζόμενος. Ἡ ἁγία οὖν Τριὰς εὐεργετεῖ τοὺς πιστεύοντας, καὶ οὐ παρὰ μέρος ὁ Πατὴρ μόνος, ἢ ὁ Υἱὸς μόνος· ἀλλ’ ὥσπερ μία φύσις, οὕτω καὶ ἡ τῆς εὐεργεσίας ἐνέργεια μία, τοῦ Πατρὸς προσάγοντος, τοῦ Υἱοῦ ζωοποιοῦντος, τοῦ ἁγίου Πνεύματος ἀντὶ πνοῆς γινομένου τοῖς ζωοποιουμένοις. Πᾶς γὰρ ὁ ζῶν, καὶ πνοὴν ἔχει. Ὅρα δὲ τὴν αὐθεντίαν τοῦ Υἱοῦ· «Ἐγώ, φησίν, ἀναστήσω.» Οὐκ εἶπε γάρ, ὅτι, Ὁ Πατήρ μου ἀναστήσει, ἀλλ’, «Ἐγώ.» Οὐ γὰρ δι’ ὅλου ταπεινῶς φθέγγεται, ἀλλ’ ἔστιν οὗ καὶ τὸ ὕψος τῆς οἰκείας ἐκκαλύπτει θεότητος. «Ἔστι γεγραμμένον ἐν τοῖς προφήταις· Καὶ ἔσονται πάντες διδακτοὶ τοῦ Θεοῦ. Πᾶς οὖν ὁ ἀκούων παρὰ τοῦ Πατρὸς καὶ μαθών, ἔρχεται πρὸς μέ· οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα. Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, ἔχει ζωὴν αἰώνιον.» Εἶπεν ἀνωτέρω, ὅτι «Ὃν ἂν ἑλκύσῃ ὁ Πατήρ, ἐκεῖνος ἔρχεται πρὸς μέ·» θέλων δὲ τοῦτο κατασκευάσαι, ἐπὶ τοὺς προφήτας ἀναφέρει τὸν λόγον. «Ἔστι γάρ, φησί, γεγραμμένον ἐν τοῖς προφήταις, ὅτι, Ἔσονται πάντες διδακτοὶ Θεοῦ·» πάντες δὲ οἱ βουλόμενοι δηλονότι. Κοινὸς γὰρ διδάσκαλος ὁ Πατήρ, δι’ ἀποκαλύψεως γνωρίζων τοῖς ἀξίοις τὸν Υἱὸν αὐτοῦ.

Ἁπτόμενος γὰρ τῶν καρδιῶν τῶν ἀδόλων καὶ ἀπανούργων, ἀποκαλύπτει αὐτοῖς τὸν Υἱόν, ὥσπερ καὶ τῷ Πέτρῳ ἀπεκάλυψεν αὐτόν. «Ὁ ἀκούων οὖν παρὰ τοῦ Πατρός,» τουτέστιν, ὁ τὴν τοῦ Πατρὸς ἀποκάλυψιν δεχόμενος, καὶ μαθητὴς ἐκείνου ἀληθὴς γινόμενος, «οὗτος ἔρχεται πρὸς μέ.» Ὅρα δέ, πῶς μετ’ ἀκριβείας ἅπαντα φθέγγεται. Οὐ γὰρ εἶπεν, ὅτι, Ὁ ἀκούων παρὰ τοῦ Πατρός, ἐκεῖνος ἔρχεται πρὸς μέ, ἀλλὰ προσέθηκε τό, «καὶ μαθών.» Οὐ γὰρ ἀρκεῖ τὸ ἀκοῦσαι, ἀλλὰ δεῖ προσεῖναι καὶ μαθεῖν. Τί οὖν; Πρὸ τούτου ἐν τῇ Παλαιᾷ οὐκ ἦσαν διδακτοὶ Θεοῦ; Ἦσαν μέν, ἀλλ’ οὐχ οὕτως. Ἐνταῦθα γὰρ τὸ ἐξαίρετόν ἐστιν, ἐν τῇ Καινῇ, λέγω, Διαθήκῃ. Τότε μὲν γὰρ δι’ ἀνθρώπων ἔμαθον τὰ περὶ Θεοῦ· νῦν δὲ τοῦ Μονογενοῦς σαρκωθέντος, παρ’ αὐτοῦ τοῦ Πατρὸς ἐν ἁγίῳ Πνεύματι ἡ γνῶσις γίνεται· ὥστε πληροῦσθαι τὸ προφητικόν· «Ἐν τῷ φωτί σου» (τοῦ Πατρός), τουτέστι, τῷ Πνεύματι, «ὀψόμεθα φῶς,» ὅ ἐστιν ὁ Υἱός. Εἰκότως ἄρα νῦν ἐσμεν διδακτοὶ Θεοῦ πάντες, οἱ τὴν εἰς Χριστὸν ὑποδεξάμενοι πίστιν. Ἐπεὶ δὲ εἶπεν, ὅτι «Ὁ ἀκούων παρὰ τοῦ Πατρός, ἐκεῖνος ἔρχεται πρὸς μέ,» ἵνα μή τις ὑπολάβῃ, ὅτι περὶ αἰσθητοῦ πατρὸς λέγει, φησίν· Οὐ τοῦτο λέγω, ὅτι βλέπει τις τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός, ἀληθῶς ἐξ αὐτοῦ ὤν, καὶ γεννηθεὶς ἐκ τῆς οὐσίας αὐτοῦ. Πάντες γὰρ ἐκ Θεοῦ ἐσμεν, ἀλλὰ κυρίως ὁ Υἱὸς εἷς ἐστιν, ὃς καὶ οἶδε τὸν Πατέρα. «Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.

Οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ, καὶ ἀπέθανον. Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ, καὶ μὴ ἀποθάνῃ. Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ὁ ἄρτος δέ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.» Πρὸς τὸ μάννα συγκρίνει τὴν παρ’ αὐτοῦ διδομένην τροφήν. «Ἐγὼ μὲν γάρ, φησίν, εἰμὶ ὁ ἄρτος τῆς ζωῆς·» τὸ δὲ «μάννα οἱ φαγόντες ἀπέθανον.» Οὐχ ἁπλῶς δὲ προσέθηκε τό, «Ἐν τῇ ἐρήμῳ,» ἀλλὰ βουλόμενος δεῖξαι, ὅτι οὐδὲ ἄχρι πολλοῦ διήρκεσε τοῖς πατράσι τὸ μάννα, ἀλλ’ ἐν τῇ ἐρήμῳ μόνον, οὐ συνεισῆλθε δὲ αὐτοῖς εἰς τὴν ἐπαγγελίας γῆν. Οὗτος δὲ ἄρτος οὐ τοιοῦτος, ἀλλὰ διαιωνίζων, ὥστε πολλῷ μείζονα τῶν πατέρων αὐτῶν ἀγαθὰ δέξονται, εἴγε βουλήσονται.

Πῶς δὲ οὐ μείζονα τὰ παρὰ Χριστοῦ διδόμενα; Κἂν γὰρ γεύσηταί τις θανάτου, ὅμως ζῇ διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως. Φανερῶς δὲ ἐνταῦθα περὶ τῆς μυστικῆς μεταλήψεως τοῦ σώματος αὐτοῦ φησιν. «Ὁ ἄρτος γάρ, φησίν, ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.» Τὴν ἐξουσίαν δὲ αὐτοῦ δεικνύων, ὅτι οὐχ ὡς δοῦλος καὶ ἐλάττων τοῦ Πατρὸς αὐτοῦ ἐσταυρώθη. ἀλλ’ ἑκών, φησίν, ὅτι Ἐγὼ δώσω τὴν σάρκα μου ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Εἰ γὰρ καὶ δεδόσθαι λέγεται ὑπὸ τοῦ Πατρός, ἀλλὰ καὶ ἑαυτὸν δεδωκέναι· ἐκεῖνο μέν, ἵνα τὴν πρὸς τὸν Πατέρα ὁμόνοιαν μάθωμεν· τοῦτο δέ, ἵνα τὴν αὐτεξουσιότητα τοῦ Υἱοῦ. Πρόσχες δέ, ὅτι ὁ ἄρτος ὁ ἐν τοῖς μυστηρίοις ὑφ’ ἡμῶν ἐσθιόμενος, οὐκ ἀντίτυπόν ἐστι τῆς τοῦ Κυρίου σαρκός, ἀλλ’ αὐτὴ ἡ τοῦ Κυρίου σάρξ. Οὐ γὰρ εἶπεν, ὅτι, Ὁ ἄρτος ὃν ἐγὼ δώσω, ἀντίτυπόν ἐστι τῆς σαρκός μου, ἀλλ’, «ἡ σὰρξ μοῦ ἐστι.» Μεταποιεῖται γὰρ ἀποῤῥήτοις λόγοις ὁ ἄρτος οὗτος διὰ τῆς μυστικῆς εὐλογίας, καὶ ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματος, εἰς σάρκα τοῦ Κυρίου. Καὶ μή τινα θροείτω τὸ τὸν ἄρτον σάρκα πιστεύεσθαι. Καὶ γάρ τοι καὶ ἐν σαρκὶ περιπατοῦντος τοῦ Κυρίου, καὶ τὴν ἐξ ἄρτου τροφὴν προσιεμένου, ὁ ἄρτος ἐκεῖνος ὁ ἐσθιόμενος, εἰς σῶμα αὐτοῦ μετεβάλλετο, καὶ συνεξωμοιοῦτο τῇ ἁγίᾳ αὐτοῦ σαρκί, καὶ εἰς αὔξησιν καὶ σύστασιν συνεβάλλετο κατὰ τὸ ἀνθρώπινον.

Καὶ νῦν οὖν ὁ ἄρτος εἰς σάρκα τοῦ Κυρίου μεταβάλλεται. Καὶ πῶς, φησίν, οὐχὶ καὶ σὰρξ φαίνεται ἡμῖν, ἀλλ’ ἄρτος; Διὰ τὸ μὴ ἡμᾶς ἀηδίζεσθαι πρὸς τὴν βρῶσιν. Εἰ μὲν γὰρ σὰρξ ἐφαίνετο, ἀηδῶς ἂν διεκείμεθα πρὸς τὴν μετάληψιν· νῦν δέ, τῇ ἡμετέρᾳ ἀσθενείᾳ συγκαταβαίνοντος τοῦ Κυρίου, τοιαύτη φαίνεται ἡμῖν ἡ μυστικὴ βρῶσις, οἵα ἐστὶν ἡ συνήθης ἡμῖν. Ὑπὲρ τῆς τοῦ κόσμου δὲ ζωῆς τὴν σάρκα αὐτοῦ πρὸς θάνατον δέδωκεν· ἀποθανὼν γάρ, τὸν θάνατον λέλυκε. Νόει δέ μοι τοῦ κόσμου ζωήν, τάχα μὲν καὶ τὴν ἀνάστασιν (ὁ γὰρ θάνατος τοῦ Κυρίου τὴν καθολικὴν ἀνάστασιν παντὶ τῷ γένει τῶν ἀνθρώπων ἐπραγματεύσατο)· τάχα δὲ καὶ τὴν ἐν ἁγιασμῷ καὶ μακαριότητι ζωήν, τοῦ κόσμου ζωὴν ὀνομάζει. Κἂν γὰρ μὴ πάντες παρεδέξαντο τὸν ἁγιασμὸν καὶ τὴν ἐν Πνεύματι ζωήν, ἀλλ’ οὖν ὅγε Κύριος ὑπὲρ τοῦ κόσμου ἑαυτὸν δέδωκε, καὶ ὅσον τὸ ἐπ’ ἐκείνῳ, ὁ κόσμος ἐσώθη, καὶ ἡ φύσις ἅπασα ἡγιάσθη, καθὸ δύναμιν ἔλαβε νικᾷν τὴν ἁμαρτίαν, καὶ ἡ ἁμαρτία ἀπέδρα διὰ τοῦ ἑνὸς ἀνθρώπου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὥσπερ καὶ δι’ ἑνὸς ἀνθρώπου τοῦ Ἀδὰμ εἰς ἁμαρτίαν ὠλίσθησεν. «Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι, λέγοντες·

Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα φαγεῖν; Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον· καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἡ γὰρ σάρξ μου ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πόσις.» Ἀκούσαντες οἱ Ἰουδαῖοι περὶ τῆς βρώσεως τῆς σαρκὸς τοῦ Κυρίου, ἀπιστοῦσι. Διὰ τοῦτο καὶ τὸ τῆς ἀπιστίας ῥῆμα, τό, «Πῶς;» φθέγγονται. Ὅταν γὰρ ἀπιστίας λογισμοὶ εἰσέλθωσιν εἰς ψυχήν, τότε καὶ τό, Πῶς; συνεισέρχεται. Διὰ τοῦτο καὶ αὐτὸς θέλων δεῖξαι, ὅτι οὐκ ἔστι τοῦτο ἀδύνατον, ἀλλὰ καὶ σφόδρα ἀναγκαῖον, καὶ οὐκ ἔστιν ἄλλως ἔχειν ζωήν, φησίν· «Ἐὰν μή μου τὴν σάρκα φάγητε,» καὶ τὰ ἑξῆς. Οὕτω καὶ ὁ Νικόδημος ἐξ ἀπιστίας ἔλεγε· «Πῶς δύναται ἄνθρωπος εἰσελθεῖν εἰς τὴν κοιλίαν τῆς μητρός;» Δεῖ τοίνυν ἡμᾶς ἀκούσαντας, ὅτι ἐὰν μὴ φάγωμεν τὴν σάρκα τοῦ Υἱοῦ, οὐκ ἔχομεν ζωήν, ἐν ταῖς μεταλήψεσι τῶν θείων μυστηρίων πίστιν ἔχειν ἀδίστακτον, καὶ μὴ ζητεῖν τό, Πῶς;

Ὁ γὰρ ψυχικὸς ἄνθρωπος, τουτέστιν, ὁ λογισμοῖς ἀνθρωπίνοις καὶ ψυχικοῖς, ἤτοι φυσικοῖς, ἑπόμενος, οὐ δέχεται τὰ ὑπὲρ φύσιν καὶ πνευματικά· ὥσπερ οὖν καὶ τὴν πνευματικὴν βρῶσιν τῆς τοῦ Κυρίου σαρκὸς οὐ νοεῖ, ἧς οἱ μὴ μεταλαμβάνοντες, ἀμέτοχοι ἔσονται τῆς αἰωνίου ζωῆς, ὡς μὴ παραδεξάμενοι τὸν Ἰησοῦν τὸν ὄντα ζωὴν ἀληθινήν. Οὐ γὰρ ψιλοῦ ἀνθρώπου σάρξ ἐστιν ἡ ἐσθιομένη, ἀλλὰ Θεοῦ, καὶ θεοποιεῖν δυναμένη, ὡς ἀνακραθεῖσα θεότητι. Αὕτη καὶ ἀληθῶς ἐστι βρῶσις, καθὸ οὐ πρὸς ὀλίγον καιρὸν διαρκεῖ, οὐδὲ φθείρεται καθάπερ ἡ ῥευστὴ βρῶσις, ἀλλὰ τῆς αἰωνίου ζωῆς ἐστιν ἐπίκουρος. Ὁμοίως δὲ καὶ ἡ πόσις τοῦ αἵματος τοῦ Κυρίου, ἀληθῶς ἐστι πόσις, ὅτι μὴ πρὸς καιρὸν ἐπαρκεῖ τῷ δίψει, ἀλλ’ εἰς ἀεὶ ἄδιψον διατηρεῖ καὶ ἀνεπιδεῆ τὸν πιόντα· καθὼς καὶ πρὸς τὴν Σαμαρεῖτιν ἔλεγεν, ὅτι, «Ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω, οὐ διψήσῃ.» Ὅστις γὰρ τὴν χάριν τοῦ ἁγίου Πνεύματος διὰ τῆς μεταλήψεως τῶν θείων μυστηρίων δέξεται, οὔτε λιμώττει νοητὸν λιμόν, οὔτε διψᾷ δίψος, οἷον οἱ ἄπιστοι. «Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατήρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα· καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσεται δι’ ἐμέ. Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· οὐ καθὼς ἔφαγον τὸ μάννα οἱ πατέρες ὑμῶν ἐν τῇ ἐρήμῳ, καὶ ἀπέθανον.

Ὁ τρώγων τοῦτον τὸν ἄρτον, ζήσεται εἰς τὸν αἰῶνα.» Ἐνταῦθα μανθάνομεν τὸ μυστήριον τῆς μεταλήψεως. Ὁ γὰρ τρώγων καὶ πίνων τὴν σάρκα καὶ τὸ αἷμα τοῦ Κυρίου, ἐν αὐτῷ μένει τῷ Κυρίῳ, καὶ ὁ Κύριος ἐν αὐτῷ. Συνανάκρασις γὰρ ξένη καὶ ὑπὲρ λόγον γίνεται, ὥστε εἶναι τὸν Θεὸν ἐν ἡμῖν, καὶ ἡμᾶς ἐν τῷ Θεῷ. Οὐκ ἀκούεις φρικτὸν ἄκουσμα; Οὐ Θεὸν ψιλὸν τρώγομεν (ἀναφὴς γάρ ἐστι καὶ ἀσώματος, καὶ οὔτε ὀφθαλμοῖς, οὔτε ὀδοῦσιν ἁλώσιμος), οὐδὲ πάλιν ψιλοῦ ἀνθρώπου σάρκα (οὐδὲν γὰρ ὠφελῆσαι δύναται)· ἀλλ’ ἐπειδὴ Θεὸς ἤνωσεν ἑαυτῷ τὴν σάρκα κατὰ τὴν ἄῤῥητον ἀνάκρασιν, ζωοποιὸς ὑπάρχει καὶ ἡ σάρξ, οὐχ ὅτι εἰς τὴν τοῦ Θεοῦ φύσιν μετακεχώρηκεν, ἄπαγε! ἀλλὰ κατὰ τὴν ὁμοίωσιν τοῦ πεπυρωμένου σιδήρου, ὃς καὶ σίδηρος μένει, καὶ τὴν τοῦ πυρὸς δείκνυσιν ἐνέργειαν· οὕτως οὖν καὶ ἡ τοῦ Κυρίου σὰρξ μένουσα σάρξ, ζωοποιός ἐστιν, ὡς τοῦ Θεοῦ Λόγου σάρξ.

Ὥσπερ οὖν, φησίν, ἐγὼ ζῶ διὰ τὸν Πατέρα, τουτέστιν, ὡς γεννηθεὶς ἐκ τοῦ Πατρός, ὅς ἐστι ζωή, οὕτω καὶ ὁ τρώγων με, ζήσεται δι’ ἐμὲ ἀνακιρνώμενος, ὥσπερ καὶ μεταστοιχειούμενος εἰς ἐμὲ τὸν ζωογονεῖν ἰσχύοντα. Ὅταν δὲ ἀκούσῃς, ὅτι, «Ἐγὼ ζῶ,» μὴ νόμιζε αὐτὸν κατὰ μετοχὴν ζωῆς ζῇν· ἢ γὰρ ἂν ζῶον ἐλέγετο ὁ Θεός· ἀλλ’ οὐκ ἔστιν. Οὔτε γὰρ Θεὸς ζῶον ὀνομάζεται, οὔτε κτιστὸν ἡ ζωὴ κληθήσεται. Συνεχῶς δὲ ἄνω καὶ κάτω στρέφει τό, «Οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ,» διὰ τὸ πεῖσαι τοὺς ἀκούοντας, ὅτι εἰ δυνατὸν ἐγένετο ἐν τεσσαράκοντα ἔτεσιν ἄνευ ἀμητοῦ καὶ σπορᾶς διατραφῆναι ἀνθρώπους, καὶ διακρατηθῆναι αὐτοῖς τὴν ζωήν, πολλῷ μᾶλλον νῦν διακρατήσει τὴν ζωὴν ἡμῶν τὴν νοητὴν τῷ κρείττονι ἄρτῳ ὁ Κύριος, τῇ σαρκὶ αὐτοῦ τῇ ἄνευ σπορᾶς ἀνδρὸς συστάσῃ ἐκ παρθένου γῆς. Πανταχοῦ δὲ ζωῆς μέμνηται, καὶ συχνότερον τοῦτο τὸ ὄνομα παράγει, ἐπειδὴ οὐδὲν οὕτως ἡδὺ τοῖς ἀνθρώποις, ὡς τοῦτο τὸ χρῆμα. Καὶ σὺ τοίνυν δύνασαι οὐ μόνον κατὰ τὴν μυστικὴν μετάληψιν ἐσθίειν καὶ πίνειν τὴν σάρκα καὶ τὸ αἷμα τοῦ Δεσπότου, ἀλλὰ καὶ κατ’ ἄλλον τρόπον.

Καὶ γὰρ τὴν μὲν σάρκα ἐσθίει τις, ὅταν διὰ τῆς πρακτικῆς βαδίζῃ· δυσκατέργαστον γὰρ ἡ σάρξ, ὥσπερ καὶ ἡ πρακτικὴ ἔγκοπος· τὸ δὲ αἷμα πίνει, ὡς οἶνον εὐφραίνοντα καρδίαν, ὁ θεωρητικός· ἄκοπον γὰρ ἡ θεωρία, μᾶλλον δὲ καὶ κόπων ἀνάπαυσις, καὶ πόσει ἐοικυῖα, ἐπεὶ καὶ ἡ πόσις ἄκοπον μᾶλλον, ἥπερ ἡ βρῶσις. «Ταῦτα εἶπεν ἐν τῇ συναγωγῇ διδάσκων ἐν Καπερναούμ. Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ, εἶπον· Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; Εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ, ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς· Τοῦτο ὑμᾶς σκανδαλίζει; Ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα, ὅπου ἦν τὸ πρότερον;» Τίνος ἕνεκεν ἐν τῇ συναγωγῇ ἐδίδασκεν; Ἅμα μὲν τὸ πλῆθος θηρεῦσαι βουλόμενος, ἅμα δὲ δεικνύων, ὅτι οὐκ ἐναντίος ἐστὶ τῷ νόμῳ τῷ ἀναγινωσκομένῳ ἐν ταῖς συναγωγαῖς. Διατί δὲ τοὺς τοιούτους λόγους εἰς τὸ μέσον προὔφερε, καίτοι μηδένα μέλλων ὠφελῆσαι, ἀλλὰ πολλοὺς σκανδαλίζειν μᾶλλον; Καὶ γὰρ οἱ μαθηταὶ αὐτοῦ ἀκούσαντες, εἶπον· «Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν;» Τί οὖν τὸ κέρδος ἐκ τούτων τῶν ῥημάτων; Καὶ μάλα πολὺ καὶ μέγα.

Ἐπεὶ γὰρ σωματικῆς τροφῆς ἐμέμνηντο συνεχῶς, καὶ τὸ μάννα εἰς μέσον προὔφερον, δεικνύων αὐτοῖς, ὅτι πάντα ἐκεῖνα τύποι ἦσαν καὶ σκιά, τὰ νῦν δὲ παρ’ αὐτοῦ λεγόμενα ταῦτα, εἰσὶν ἡ ἀλήθεια, τούτου ἔνεκεν ταῦτα λέγει, καὶ τροφῆς πνευματικῆς μέμνηται, ἵνα πείσῃ αὐτοὺς ἀπὸ τῶν αἰσθητῶν ποσῶς ἀνανεῦσαι, καὶ τῶν τύπων μὲν καὶ τῆς σκιᾶς καταφρονῆσαι, τῇ δὲ ἀληθείᾳ προσδραμεῖν. Ἀλλ’ ἐκεῖνοι μηδὲν ὑπὲρ τὴν αἴσθησιν νοεῖν δυνάμενοι, οὔτε βελτιοῦνται, καὶ μᾶλλον ἀποπηδῶσι καί φασι· «Σκληρός ἐστιν ὁ λόγος οὗτος,» ἀντὶ τοῦ, τραχύς, ἀπαράδεκτος. Τίς γὰρ σαρκικὸς ὤν, δύναται παραδέξασθαι πνευματικὴν τροφήν, καὶ ἄρτον ἐξ οὐρανοῦ καταβαίνοντα, καὶ σάρκα ἐσθιομένην; Ὅταν δὲ ἀκούσῃς, ὅτι οἱ μαθηταὶ αὐτοῦ ἀπεπήδησαν, μὴ τοὺς ὄντως μαθητὰς νοήσῃς, ἀλλὰ τοὺς εἰς τάξιν μαθητῶν αὐτῷ ἀκολουθοῦντας, καὶ τῷ φαινομένῳ μόνῳ σχηματιζομένους, ὅτι διδάσκονται παρ’ αὐτοῦ.

Καὶ γὰρ ἐν τοῖς μαθηταῖς ἦσάν τινες, οἵ, ὡς μὲν πρὸς τὸν ὄχλον συγκρινόμενοι, ἐλέγοντο αὐτοῦ μαθηταί· παρέμενον γὰρ αὐτῷ πλείονα καιρόν, ἥπερ οἱ ὄχλοι· ὡς δὲ πρὸς τοὺς ἀληθινοὺς αὐτοῦ μαθητὰς παρεξεταζόμενοι, οὐδενὸς ἦσαν ἄξιοι, ἄτε πρὸς καιρὸν πιστεύσαντες αὐτῷ, καὶ ἀπὸ ψυχρᾶς, ἵν’ οὕτως εἴπω, θερμότητος. Ὅρα δὲ ἀνοησίαν. Δέον γὰρ ἐρωτῆσαι, καὶ μαθεῖν τὰ ἀγνοούμενα, οἱ δὲ ἀποπηδῶσι, καὶ οὐδὲν πνευματικῶς ἐκλαμβάνονται, ἀλλὰ πάντα κατὰ τὸ φαινόμενον. Ἐπεὶ γὰρ σάρκα ἤκουον, ἐνόμιζον, ὅτι σαρκοφάγους αὐτοὺς ἀναγκάζει γενέσθαι καὶ αἱμοβόρους. Οἱ δὲ πνευματικῶς νοοῦντες ἡμεῖς, οὔτε σαρκοφάγοι ἐσμέν, καὶ μᾶλλον ἁγιαζόμεθα διὰ τῆς τοιαύτης τροφῆς. Θέλων δὲ δεῖξαι αὐτοῖς, ὅτι ὡς Θεὸν οὐδὲν αὐτὸν λανθάνει τῶν ἐν ταῖς καρδίαις αὐτῶν, φησί· «Τοῦτο ὑμᾶς σκανδαλίζει;» Ἐὰν οὖν ἴδητε εἰς οὐρανὸν ἀνερχόμενον ἐμέ, τὸν φαινόμενον Υἱὸν ἀνθρώπου, ὅπου ἦν τὸ πρότερον ὡς Θεός; Ὁ γὰρ αὐτὸς ἀναβαίνει ὡς ἄνθρωπος, ὅπου ἦν τὸ πρότερον ὡς Θεός. Τοῦτο δὲ εἶπεν, ἵνα ἀπαγάγῃ αὐτοὺς ἀπὸ τοῦ νομίζειν αὐτὸν εἶναι υἱὸν Ἰωσήφ.

Ὁ γὰρ πιστεύσας, ὅτι ἐν οὐρανῷ ἦν τὸ πρότερον, πάντως δήπου πιστεύσει αὐτὸν μηδὲ τοῦ Ἰωσὴφ υἱὸν εἶναι, ἀλλὰ τοῦ Θεοῦ· καὶ λοιπὸν πεισθήσεται τοῖς παρ’ αὐτοῦ λεγομένοις. Ἀκούων δέ, ὅτι ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν οὐρανῷ ἦν τὸ πρότερον, μὴ νόμιζε ὅτι ἐξ οὐρανοῦ κατέβη τὸ σῶμα (τοῦτο γὰρ Μαρκέλλου τοῦ αἱρεσιάρχου καὶ Ἀπολιναρίου τὸ παραλήρημα)· ἀλλ’ ἐπειδὴ εἷς καὶ ὁ αὐτὸς ἦν Υἱὸς τοῦ ἀνθρώπου καὶ Θεὸς Λόγος, λέγεται, καθὰ εἴπομεν, ἀναβαίνειν ὡς ἄνθρωπος, ὅπου ἦν τὸ πρότερον ὡς Θεός. «Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν· ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή ἐστιν. Ἀλλ’ εἰσί τινες ἐξ ὑμῶν οἳ οὐ πιστεύουσιν. ᾜδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς, τίνες εἰσὶν οἱ μὴ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν.» Ἐπειδή, ὡς πολλάκις εἴπομεν, σαρκικῶς ἐκλαμβάνοντες τὰ λεγόμενα παρὰ τοῦ Χριστοῦ, ἐσκανδαλίζοντο, φησίν, ὅτι, Τὸ πνευματικῶς νοεῖν τὰ λεγόμενα παρ’ ἐμοῦ, τοῦτό ἐστι τὸ ὠφελοῦν· ἡ δὲ σάρξ, τουτέστι, τὸ σαρκικῶς αὐτὰ ἐκδέχεσθαι, οὐδὲν ὠφελεῖ, ἀλλὰ σκανδάλου ἀφορμὴ γίνεται.

Οὕτω δὴ αὐτοὶ σαρκικῶς ἀκούοντες τῶν παρὰ Χριστοῦ λεγομένων, ἐσκανδαλίζοντο. Ἐπιφέρει οὖν, ὅτι, «Τὰ ῥήματα, ἃ ἐγὼ λαλῶ, πνεῦμά ἐστι,» τουτέστι, πνευματικά ἐστι, «καὶ ζωή ἐστιν,» οὐδὲν ἔχοντα σαρκικόν, καὶ ζωὴν προξενοῦντα αἰώνιον.

Δεικνύων δὲ τὸ τῆς θεότητος ἀξίωμα, τὸ ἀποκαλύπτειν φημὶ τὰ κεκρυμμένα, φησὶ πρὸς αὐτούς, ὅτι «Εἰσί τινες ἐξ ὑμῶν, οἳ οὐ πιστεύουσιν.» Εἰπὼν δέ, «τινές,» τοὺς μαθητὰς ὑπεξήγαγε. Καὶ ὁ εὐαγγελιστὴς θέλων ἡμῖν δεῖξαι, ὅτι πρὸ καταβολῆς κόσμου πάντα ἐγίνωσκε, φησίν, ὅτι, Ἐξ ἀρχῆς ἐγίνωσκεν ὁ Ἰησοῦς, τίνες εἰσὶν οἱ μὴ πιστεύοντες, ἔτι δὲ καὶ τοῦ προδότου τὴν πονηρίαν· ὅπερ ἦν ἀληθοῦς θεότητος ἔνδειξις. Ὁ γὰρ προφήτης περὶ τοῦ Θεοῦ φησιν· «Ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν.» «Καὶ ἔλεγε· Διὰ τοῦτο εἴρηκα ὑμῖν, ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρὸς μέ, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός μου. Ἐκ τούτου πολλοὶ ἀπῆλθον τῶν μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω, καὶ οὐκ ἔτι μετ’ αὐτοῦ περιεπάτουν. Εἶπε δὲ ὁ Ἰησοῦς τοῖς δώδεκα·

Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;» Πολλάκις εἴπομεν, ὅτι ὅταν ἀκούσῃς, ὡς ὁ Πατὴρ δίδωσι τὴν εἰς τὸν Υἱὸν πίστιν, μὴ νομίσῃς, ὅτι ἄλλους μὲν εὐεργετεῖ ὁ Πατὴρ κατὰ ἀποκλήρωσιν, ἄλλους δὲ οὓς τοῦτο γὰρ ἀδικοῦντός ἐστιν, ἀλλ’ ἐκείνους εὐεργετεῖν νόμιζε τὸν Πατέρα, καὶ ἐκείνοις διδόναι τὴν τῆς πίστεως δωρεάν, ὅσοις ἡ προαίρεσις συνεργεῖ. Ὁ γὰρ μὴ ὑπὸ τῆς προαιρέσεως συνεργούμενος, οὐδὲ ὑπὸ τοῦ Θεοῦ προσλαμβανόμενος ὠφελεῖται. Οἷόν τι λέγω·

Πᾶσι δίδωσιν ὁ Θεός, ἀλλ’ οἱ μὲν καὶ λαμβάνουσι, καὶ χρῶνται καλῶς τῷ δεδομένῳ, καὶ φυλάττοντες αὐτό, δεικνύουσι τὴν τοῦ Θεοῦ δωρεάν. Οἱ δὲ λαμβάνουσι μέν, ἀπολλύντες δὲ τὰ δεδομένα, φαίνονται μηδὲν λαβόντες. Ὅταν οὖν λέγῃ ὁ εὐαγγελιστής, ὅτι Ἐὰν μὴ ᾖ δεδομένον τινὶ ἐκ τοῦ Πατρός, οὐ δύναται ἐλθεῖν πρὸς τὸν Υἱόν, τοῦτο λέγει, ὅτι, Ἐκεῖνος ἔρχεται πρὸς τὸν Υἱόν, ᾧτινι δώσει ὁ Πατήρ, ἤτοι παρ’ οὗ φυλαχθείη ἡ γενομένη αὐτῷ παρὰ Θεοῦ δωρεά. «Ἀπῆλθον οὖν πολλοὶ τῶν μαθητῶν εἰς τὰ ὀπίσω·» τουτέστιν, ἀποσχίσαντες ἑαυτοὺς τοῦ Διδασκάλου, οὐκ εἰς προκοπὴν προῆλθον, ἀλλ’ εἰς τὰ ὀπίσω, τουτέστιν, εἰς ἀπιστίαν· τῷ ὄντι γάρ, ὁ ἑαυτὸν ἀποσχίζων τοῦ Χριστοῦ, εἰς τὰ ὀπίσω ἄπεισιν· ὁ δὲ κατὰ Παῦλον κολλώμενος τῷ Κυρίῳ, ἀεὶ τοῖς ἔμπροσθεν ἐπεκτείνεται. Αὐτὸς δὲ δεικνὺς ὅτι οὐ δέεταί τινος, οὐδὲ τῆς παρ’ αὐτῶν τούτων διακονίας ἢ θεραπείας, λέγει πρὸς αὐτούς· «Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;» Διὰ τί δὲ μᾶλλον οὐκ ἐπῄνεσε τοὺς δώδεκα, ὡς μὴ συναπαχθέντας τοῖς ἄλλοις; Ὁμοῦ μὲν τηρῶν τὸ τῷ διδασκάλῳ πρέπον ἀξίωμα, ὁμοῦ δὲ δεικνύων καὶ ἡμῖν, ὅτι διὰ τούτου μᾶλλον ἐφέλκεσθαι τοῦ τρόπου ἔνεστιν. Εἰ μὲν γὰρ ἐπῄνεσε, κἂν ἔπαθόν τι ἀνθρώπινον, καὶ ἠλαζονεύσαντο, χαρίζεσθαι αὐτῷ οἰόμενοι διὰ τῆς ἀκολουθήσεως.

Τὸ δὲ δεικνύναι, ὡς οὐ δεῖται τῆς ἀκολουθήσεως αὐτῶν, μᾶλλον αὐτοὺς ἠδύνατο κατέχειν, ὡς εὐεργετουμένους μᾶλλον, ἢ εὐεργετοῦντας, καὶ λαμβάνοντας χάριν, ἢ διδόντας. Σκόπει δέ, πῶς συνετῶς εἶπεν. Οὐκ εἶπε γάρ, Ἀπέλθετε· τοῦτο γὰρ ἀπωθουμένου ἦν· ἀλλ’ ἐρωτᾷ· «Μὴ θέλετε ὑπάγειν;» ὅπερ ἦν αὐτοὺς ποιοῦν κυρίους τοῦ ἀκολουθεῖν καὶ μή· δεικνύντος, ὅτι οὐ βούλεται αὐτοὺς αἰδοῖ τῇ πρὸς αὐτὸν ἀκολουθεῖν αὐτῷ, ἀλλὰ μετὰ τοῦ χάριν εἰδέναι ὑπὲρ τοῦ ἀκολουθεῖν. «Ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις· καὶ ἡμεῖς πεπιστεύκαμεν, καὶ ἐγνώκαμεν, ὅτι σὺ εἷ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην;

Καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν; Ἔλεγε δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτην· οὗτος γὰρ ἔμελλεν αὐτὸν παραδιδόναι, εἷς ὢν ἐκ τῶν δώδεκα.» Φιλόστοργος ὢν ὁ Πέτρος καὶ φιλάδελφος, ὑπὲρ παντὸς ἀπολογεῖται τοῦ χοροῦ. Οὐ γὰρ εἶπε, Κύριε, πρὸς τίνα ἀπελεύσομαι;

Καὶ ὅτι Ἔγνωκα καὶ πεπίστευκα, ἀλλά, «Πρὸς τίνα ἀπελευσόμεθα;» καὶ τὰ ἑξῆς. Ζωῆς δὲ αἰωνίου ῥήματα ἔχειν τὸν Κύριόν φησιν, ἐπειδὴ ἤκουσεν αὐτοῦ λέγοντος, ὅτι «Τὸν πιστεύοντα εἰς ἐμὲ ἀναστήσω, καὶ ἔξει ζωὴν αἰώνιον.» Ἤδη γὰρ τὴν ἀνάστασιν οὗτοι παρεδέξαντο, καὶ πᾶσαν τὴν διδασκαλίαν.

Ὥστε οὐ ῥήματα ἦσαν τὰ σκανδαλίζοντα, ἀλλὰ καὶ ἡ ἀπροσεξία καὶ ἡ ῥᾳθυμία, καὶ ἡ ἀγνωμοσύνη τῶν ἀκουόντων. Καὶ γὰρ καὶ οὗτοι οἱ δώδεκα τὰ αὐτὰ ἤκουον, καὶ ὅμως οὐκ ἐσκανδαλίσθησαν, ἀλλ’ ἔμειναν. Τί οὖν ὁ Χριστός; Ἆρα ἐπαινεῖ Πέτρον, ὥσπερ ἀλλαχοῦ τοῦτο ἐποίησεν; Οὐδαμῶς, ἵνα μὴ δόξῃ, ὅτι κολακεύει διὰ τὸ παραμεῖναι αὐτῷ. Ἀλλὰ τί λέγει πρὸς τὸν Πέτρον; Ἐγὼ μὲν ὑμᾶς ἐξελεξάμην τοὺς δώδεκα, πλὴν οὐδὲ ὑμεῖς ἅπαντές ἐστε τῆς ἐκλογῆς ἄξιοι, ἀλλ’ εἷς ἐξ ὑμῶν διάβολός ἐστι. Τοῦτο δὲ διχῶς νοητέον. Ἢ γὰρ ὅτι, Καὶ νῦν πάντα τὰ ἐμὰ διαβάλλει, καὶ οὐδὲν τούτων ἀποδέχεται, ἢ ὅτι, Μέλλει διαβαλεῖν ἐμέ. Καὶ γὰρ ὄντως τοιοῦτος ἀπεφάνθη Ἰούδας, διαβάλλων πρὸς Ἰουδαίους τὸν Κύριον, καὶ τὰ μυστήρια αὐτοῦ ἐκφέρων αὐτοῖς· καθὰ καὶ Δαυῒδ περὶ αὐτοῦ φησιν· «Ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει ἐπὶ τὸ αὐτό.» Λέγει δὲ ταῦτα πρὸς τὸν Πέτρον ὁ Κύριος, διορθούμενος αὐτόν. Ἐπεὶ γὰρ εἶπεν ὁ Πέτρος, ὅτι, Καὶ ἐγνώκαμεν καὶ πεπιστεύκαμεν, Μὴ τοῦτο νόμιζε, φησίν. Οὐ γὰρ πάντες ἐστὲ πιστοί, οὐδὲ πάντες με ἐγνώκατε.

Ὅρα δέ μοι τὸν Κύριον, πῶς ἔτι πόῤῥωθεν τοῦ προδότου τὴν κακίαν ἀνακρουόμενος, καὶ ἀναχαιτίζων αὐτήν, ταῦτά φησιν· εἰδὼς μέν, ὅτι οὐδὲν ὠφελήσει, ὅμως δὲ τὸ ἑαυτοῦ ποιῶν· καὶ οὔτε φανερὸν αὐτὸν ἐποίησεν, οὔτε πάντη λαθεῖν εἴασεν· ἐκεῖνο μέν, ἵνα μὴ ἀπαναισχυντήσας φιλονεικότερος γένηται· τοῦτο δέ, ἵνα μὴ ἀδεῶς ἐργάζηται τὸ τόλμημα, οἷα νομίζων λανθάνειν. Ἐκ τούτου δὲ καὶ τοῦτο μανθάνομεν, ὅτι οὐκ ἀνάγκῃ καὶ βίᾳ ποιεῖν εἴωθεν ἀγαθοὺς ὁ Θεός, οὐδὲ ἡ ἐκλογὴ αὐτοῦ βιάζεται τὴν προαίρεσιν ἡμῶν, καὶ κακὴν οὖσαν ἀναγκάζει γενέσθαι ἀγαθήν. Ἀλλ’ ἡ μὲν ἐκλογὴ γίνεται παρὰ Θεοῦ, προτρέποντος ἡμᾶς ἐπὶ τὸ καλόν, καὶ τὴν αὐτοῦ ἐφαπλοῦντος ἡμῖν ἀγαθότητα· ἐν δὲ τῇ γνώμῃ ἡμῶν καὶ τῇ προαιρέσει κεῖται τὸ σωθῆναι, καὶ ἀξίως τῆς ἐκλογῆς περιπατῆσαι, ἢ τοὐναντίον.

Θαύμασον δέ, ὅτι τοσοῦτον ὁ διάβολος πολεμεῖ, ὡς δυνηθῆναι ἕνα τῶν δώδεκα ἀφαρπάσαι, τῶν ἐγειράντων νεκρούς, καὶ θαύματα ποιησάντων, καὶ τῆς πνευματικῆς τοῦ Κυρίου διδασκαλίας καὶ ζωοποιοῦ ἀπολαυσάντων. Καὶ ποῦ λοιπὸν σωτηρίας ἐλπὶς ἡμῖν τοῖς ἐθελουσίως ἐκ νεότητος ἑαυτοὺς τῇ κακίᾳ δουλώσασι;

Διὸ καὶ ὁ εὐαγγελιστής, ὡς θαυμάζων, εἶπε τό, «Εἷς ὢν ἐκ τῶν δώδεκα.» Καίτοι γάρ, φησί, τούτου τοῦ ἁγίου χοροῦ ὤν, ὅμως τῇ πονηρᾷ προαιρέσει ἀνάξιος εὑρέθη· οὕτως ἐθελότρεπτον ζῶον ὁ ἄνθρωπος. Καὶ λοιπὸν ἐῤῥέτωσαν Μανιχαῖοι. Οὐ γὰρ ἀπὸ φύσεώς ἐσμεν κακοί· ἦ γὰρ ἂν πάντοτε ἐνήργει ἐν ἡμῖν ἡ κακία. Νῦν δὲ οὐ πάντοτε ἦν Ἰούδας κακός, ἀλλ’ ἦν, ὅτε ἦν ἅγιος. Προαιρέσει ἄρα τὰ κακὰ καὶ τίκτονται καὶ αὐξάνονται.