Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τὰ εὐαγγέλια ἐξηγήσεις

Θεοφύλακτος Βουλγαρίας

Ερμηνεία εις το Κατά Ιωάννην: Η εορτή της Σκηνοπηγίας, το Φως του Κόσμου και η ελευθερία εν Χριστώ

Ο Κύριος ανεβαίνει στα Ιεροσόλυμα στην εορτή, διδάσκει ότι είναι το φως του κόσμου, έρχεται σε αντιπαράθεση με τους Ιουδαίους και τους ελέγχει για τη δουλεία τους στην αμαρτία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 23 από 28

ΚΕΦΑΛ Ζʹ. Περὶ τῆς ἀναβάσεως τοῦ Κυρίου ὡς ἐν κρυπτῷ εἰς τὴν ἑορτήν. Περὶ τῶν Ἰουδαίων θαυμαζόντων, πῶς ὁ Ἰησοῦς γράμματα οἶδε μὴ μεμαθηκώς. Περὶ τοῦ σχίσματος τοῦ ὄχλου περὶ Χριστοῦ. Περὶ τῆς τῶν ἀρχόντων καὶ Νικοδήμου ἀμφισβητήσεως. «Καὶ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ Σκηνοπηγία. Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσι τὰ ἔργα ἃ ποιεῖς· οὐδεὶς γὰρ ἐν κρυπτῷ τι ποιεῖ, καὶ ζητεῖ αὐτὸς ἐν παῤῥησίᾳ εἶναι. Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.» Διὰ τοὺς μιαιφόνους Ἰουδαίους ἀναχωρεῖ, οὐκ ὡς δειλιῶν πρὸς τὸν θάνατον· ἐνῆν γὰρ αὐτὸν καὶ ἐν μέσῳ αὐτῶν περιπατεῖν, καὶ μηδὲν παθεῖν· ἀλλ’ εἰ τοιαῦτα πάντοτε ἐποίει, οὐκ ἂν ἐπιστεύθη, ὅτι ἄνθρωπος γέγονεν, ἀλλὰ φαντασία ἔδοξεν ἄν. Ὅθεν νῦν μὲν ὑποστέλλεται βεβαιῶν καὶ πιστούμενος τὸ ἀνθρώπινον, καὶ ἐντρέπων πάντας τοὺς κατὰ φαντασίαν αὐτὸν σαρκωθῆναι λέγοντας, Μάνεντα, Μαρκίωνα, καὶ Βασιλείδην, καὶ τοὺς ὁμοίους.

Ἄλλοτε δὲ πάλιν ἐν μέσῳ ὢν τῶν φονώντων, καὶ κατ’ αὐτοῦ λυττώντων· ἀβλαβὴς διαμένει, καὶ δείκνυσι τὰ τῆς θεότητος, καταισχύνων τὸν Σαμοσατέα Παῦλον, καὶ πείθων πάντας ὅτι οὐ ψιλὸς ἄνθρωπος, ἀλλὰ καὶ Θεὸς ἦν. Ὑποχωρεῖ τοίνυν εἰς Γαλιλαίαν νῦν. Ἐπεὶ γὰρ οὔπω ἐνειστήκει ὁ καιρὸς τοῦ πάθους, μάταιον ἦν καὶ περιττόν, ἐν μέσῳ τῶν ἐχθρῶν αὐτοῦ ἀναστρέφεσθαι. καὶ πλείονος ἀεὶ λύττης αὐτοῖς πρόξενον γίνεσθαι. «Ἦν δέ, φησίν, ἡ Σκηνοπηγία.» Ἄξιον εἰπεῖν περὶ τῶν ἑορτῶν τῶν τελουμένων τοῖς Ἰουδαίοις. Τρεῖς γὰρ ἦσαν· μία ἡ τοῦ Πάσχα, ἣν ἐτέλουν ὡς ἐκ τῆς Αἰγύπτου διαβάντες, ἢ καὶ πρώτη παρ’ αὐτοῖς· δευτέρα δὲ ἡ Πεντηκοστή, ἣν ἐτέλουν ὡς ῥυσθέντες μὲν τῶν ἐν τῇ ἐρήμῳ κακῶν εἰς δὲ τὴν γῆν τῆς ἐπαγγελίας εἰσελθόντες, καὶ γευσάμενοι τότε πρώτως καρποῦ σιτηροῦ· διὸ καὶ δράγματα ἐν ταύτῃ τῇ ἑορτῇ ὡς ἀπαρχὰς προσῆγον. Τρίτη ἡ Σκηνοπηγία, ἣν ἐτέλουν εὐχαριστήριον ἐπὶ τῇ συγκομιδῇ τῶν καρπῶν κατὰ τὸν Σεπτέμβριον παρὰ Ῥωμαίοις μῆνα. Τότε γὰρ δὴ εὐχαρίστουν τῷ Κυρίῳ, ὡς πάντας τοὺς καρποὺς συγκομισάμενοι. Διὸ καὶ σκηνάς, ἤτοι καλύβας ἐπήγνυον, καὶ ὡς ἐν ἀγροῖς διάγοντες, ηὐφραίνοντο. Ὅθεν καὶ ψαλμούς τινας Δαβιτικούς, ἐπιγραφὴν ἔχοντας, Ὑπὲρ τῶν ληνῶν, φασί τινες, εἰς ταύτην τὴν ἑορτὴν συντεθῆναι ὑπὸ τοῦ Δαυΐδ.

Τότε γὰρ δὴ τοὺς ληνοὺς αὐτῶν ἐπλήρουν, τρυγῶντες δηλαδὴ καὶ ἐπὶ τούτοις εὐχαριστοῦντες, καὶ ψαλμοῖς ἐχρῶντο, καὶ τοῖς ἄλλοις τοῖς πρὸς εὐχαριστίαν. Οἷός ἐστιν ὁ ὄγδοος ψαλμός. Διὸ καὶ ἐν αὐτῷ μέμνηται τῶν παρὰ Θεοῦ δοθέντων ἀγαθῶν τῷ ἀνθρώπῳ ὁ προφήτης. ᾘνίττετο δὲ καὶ ταῦτα· τὸ μὲν Πάσχα, τὴν διάβασιν ἡμῶν, τὴν ἐξ ἀπιστίας εἰς πίστιν· ἡ δὲ Πεντηκοστή, τὴν εἰς τὴν Ἐκκλησίαν εἰσέλευσιν, ὡς γῆν ἄλλην ἐπαγγελίας, ὅτε δηλαδὴ καὶ ἄρτον τρώγομεν, μεταλαμβάνοντες τῶν θείων μυστηρίων.

Οὐ γὰρ ἅμα τῷ πιστεῦσαι καὶ διαβῆναι ἀπὸ τῆς ἀπιστίας, ἤδη καὶ τοῦ ἄρτου ἐσθίομεν· ἀλλὰ δεῖ πρότερον βαπτισθῆναι, καὶ ἄξιον γενέσθαι τοῦ μετὰ τῶν βεβαπτισμένων ἐν Ἐκκλησίᾳ ἵστασθαι, καὶ τότε τοῦ ἄρτου μεταλαβεῖν. Ἡ δὲ Σκηνοπηγία, τὴν ἀνάστασιν, ὅτε πάντες μὲν οἱ καρποὶ τῶν πράξεων ἡμῶν συντελοῦνται, τὰ σκηνώματα δὲ ἡμῶν τὰ διὰ τοῦ θανάτου καταλυθέντα, αὖθις συμπήγνυνται. Εἰσὶ δὲ καὶ ἄλλοι λόγοι θειότεροι ἐπὶ ταύταις ταῖς ἑορταῖς, οὓς οὐ νῦν λέγειν καιρός· τὸ τοῖς πολλοῖς γὰρ ὠφελιμώτερον ἀεὶ ἐκλεγόμεθα. Οὔσης οὖν ἑορτῆς τοῖς Ἰουδαίοις τῆς καλουμένης Σκηνοπηγίας, ἐπεὶ εἶδον αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ μὴ παρασκευαζόμενον ἀναβῆναι, φθονοῦντες αὐτῷ, φασί· Μετάβηθι ἐντεῦθεν, καὶ ὕπαγε ἐκεῖ, ἵνα καὶ οἱ μαθηταί σου, τουτέστιν, οἱ ὄχλοι οἱ ἀκολουθοῦντές σοι, θεωρήσωσιν ἃ ποιεῖς.

Οὐ γὰρ περὶ τῶν δώδεκά φησιν, ἀλλὰ περὶ τῶν ἄλλως ἑπομένων αὐτῷ. Ἐγκαλοῦσι δὲ αὐτῷ οἱ ἀδελφοὶ αὐτοῦ, οἱ τοῦ Ἰωσὴφ δηλαδὴ παῖδες, δύο πάθη, δειλίαν, καὶ φιλοδοξίαν. Διὸ καί φασιν· «Οὐδεὶς γὰρ ἐν κρυπτῷ τι ποιεῖ,» ὅπερ ἐστὶ δειλίας, «καὶ ζητεῖ αὐτὸς ἐν παῤῥησίᾳ εἶναι,» ὅπερ ἐστὶ φιλοδοξίας. «Εἰ ταῦτα ποιεῖς, φανέρωσον, φασί, σεαυτὸν τῷ κόσμῳ.» Ἐνταῦθα δὲ αἰνίττονται, ὅτι Οὐδὲ ἀγαθὴν ὑπόληψιν ἔχομεν ἐπὶ τοῖς ὑπὸ σοῦ γενομένοις. Εἰ γὰρ ταῦτα ποιεῖς ὡς καλά, φανέρωσον σεαυτόν· εἰ δὲ ἀποκρύπτῃ, πρόδηλον ὅτι κακὰ πράττων ἀποκρύπτῃ.

Τίνος δὲ ἕνεκεν ἐν τοῖς πέντε μησὶν οὐδὲν ἄλλο διηγησάμενος ὁ εὐαγγελιστής, ἀλλ’ ἢ τὸ κατὰ τοὺς ἄρτους σημεῖον, καὶ τὴν πρὸς τοὺς φαγόντας, εἶτα ἀγνωμονοῦντας τοῦ Κυρίου διάλεξιν, τἆλλα ὑπερεπήδησεν, εἰπών· «Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ Σκηνοπηγία;» Ὅτι γὰρ διὰ μέσου πέντε μηνῶν ἔργα ἀπεσιώπησε, δῆλον ἐντεῦθεν. Ὅτε μὲν γὰρ τὸ θαῦμα ἐτέλεσε τῶν ἄρτων, Πάσχα ἦν, ὅπερ κατὰ τὸν παρὰ Ῥωμαίοις Μάρτιον μῆνα ἐτελεῖτο, πρῶτον παρ’ ἐκείνοις καλούμενον μῆνα· νῦν δὲ ἡ Σκηνοπηγία, ἢ συνίσταται κατὰ τὸν παρ’ ἡμῖν Σεπτέμβριον.

Διατί οὖν τοῦτο ἐποίησεν ὁ εὐαγγελιστής; Διότι οὐκ ἐνῆν ἅπαντα καταλέγειν. Ἄλλως τε, ἐκεῖνα λέγειν ἐσπουδάκασιν οἱ εὐαγγελισταί, ὑπὲρ ὧν μέμψις ἢ ἀντιλογία τις παρὰ τῶν Ἰουδαίων παρηκολούθησεν. Ἄξιον δὲ θαυμάσαι τὸ φιλάληθες αὐτῶν, πῶς οὐκ αἰσχύνονται λέγειν ταῦτα. ἃ δοκεῖ ἀδοξίαν τινὰ ἐπιφέρειν τῷ Διδασκάλῳ. Πολλὰ οὖν παραδραμὼν καὶ θαύματα καὶ ῥήματα τοῦ Κυρίου ὁ εὐαγγελιστής, τὴν ἀπιστίαν τῶν ἀδελφῶν διηγεῖται, καὶ ὅσα προσωνείδιζον αὐτῷ. Πόθεν δὲ αὐτοῖς ἡ τοσαύτη ἀπιστία; Ἀπὸ προαιρέσεως καὶ φθόνου· τὸ γὰρ συγγενές, εἴωθέ πως ἀεὶ διαφθονεῖσθαι. Πλὴν σκόπει, ὅτι τοσαύτην ἀπιστίαν ἔχοντες πρὸ τοῦ σταυροῦ εἰς αὐτόν, ὅτε καὶ ἔνδοξον αὐτὸν ἑώρων, καὶ θαύματα ποιοῦντα, μετὰ τὸν σταυρὸν καὶ τὴν δοκοῦσαν ἀδοξίαν ὑπὲρ αὐτοῦ ἐμαρτύρησαν, ἀπόστολοι, καὶ κήρυκες, καὶ ἀρχιερεῖς γενόμενοι. Ὅθεν ἀναντιῤῥήτως αὐτὸν ἀναστάντα ἑωράκασιν. Οὐ γὰρ ἂν ὑπὲρ αὐτοῦ δεδώκασιν ἑαυτούς, εἰ μὴ βεβαίαν τὴν περὶ τῆς ἀναστάσεως αὐτοῦ πληροφορίαν ἐδέξαντο. «Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ, ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν ταύτην· ἐγὼ οὔπω ἀναβαίνοι εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται.»

Οἱ μὲν ἀδελφοί, τῷ Κυρίῳ φθονοῦντες, ἐγκαλοῦσιν αὐτῷ δειλίαν ἅμα καὶ ἀλαζονείαν.

Ἐκεῖνος δὲ τί φησι πρὸς αὐτούς; Ἆρα τραχέως φθέγγεται; Οὐ μὲν οὖν, ἀλλὰ πράως. Οὐ γὰρ εἶπεν· Ὑμεῖς τίνες ἐστέ, οἱ συμβουλεύοντες ταῦτα καὶ διδάσκοντες; Ἀλλὰ τί φησιν; «Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν·» τουτέστιν, ὁ τοῦ σταυροῦ καὶ τοῦ θανάτου· «ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος.» Ὑμεῖς γάρ, φησί, κἂν ἀεὶ συνῆτε τοῖς Ἰουδαίοις, οὐκ ἀναιρήσουσιν ὑμᾶς τὰ αὐτὰ ζηλοῦντας αὐτοῖς· ἐμὲ δὲ εὐθέως βουλήσονται ἀνελεῖν, εἴπερ ἴδωσιν εἰς τὴν ἑορτὴν ἀφικόμενον. Ἢ καὶ ἄλλως νοητέον τοῦτο. Ὁ γὰρ μακαρίζων τοὺς πενθοῦντας ἐπὶ τοῦ παρόντος αἰῶνος, ἀκόλουθα καὶ νυνὶ φθέγγεται, καὶ εἰς πάντας τοὺς ἁγίους δυνάμενα διαβαίνειν.

Οὐκ ἔστι γάρ, φησίν, ἐμὸς καιρὸς ἑορτῆς, ὅτε ὁρῶ πᾶσαν κακίαν ἐμπολιτευομένην τῷ τῶν Ἰουδαίων πληρώματι. Θρήνου γὰρ καὶ πένθους καιρός, ἀληθείας μὲν ἀπεληλαμένης, τοῦ δὲ θείου θελήματος οὐ κρατοῦντος. Διὰ ταῦτα οὖν ἐμὸς καιρὸς ἑορτῆς οὐκ ἔστιν· ὑμῖν δέ γε, ὡς συμφώνως τοῖς Ἰουδαίοις ἐμπολιτευομένοις, καὶ τῷ κόσμῳ προσκειμένοις, οὐκ ἀνοίκειον τὸ συνεορτάζειν τοῖς ὁμοίοις ὑμῖν. Καὶ ὑμᾶς μὲν ὁ κόσμος οὐ δύναται μισεῖν, τουτέστιν, οἱ τὰ τοῦ κόσμου φρονοῦντες, οἷα δή, καθὰ εἵρηται, ἐοικότας αὐτοῖς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐλέγχω αὐτοῦ τὰ ἔργα. Τοῦτο γὰρ τοῦ μίσους γίνεται αἴτιον, ὁ ἔλεγχος ὁ πεπαῤῥησιασμένος. Πέμπει τοίνυν τοὺς ἀδελφοὺς εἰς τὴν ἑορτήν, δεικνύων. ὅτι οὐκ ἀναγκάζει σὺν αὐτῷ μένειν, εἴ γε μὴ βούλεται. Σκόπει δέ, ὅτι πρὸς τὰ δύο ἐγκλήματα ἃ ἐπέφερον αὐτῷ ἐκεῖνοι, δειλίαν λέγω καὶ φιλοδοξίαν, δύο καὶ τὰς ἀπολογίας ποιεῖται· πρὸς μὲν τὴν δειλίαν, ἐν τῷ λέγειν, ὅτι Ἐλέγχω τὰ ἔργα τοῦ κόσμου, ἤγουν τῶν τὰ τοῦ κόσμου φρονούντων· οὐκ ἂν δὲ ἤλεγχον, εἴ γε δειλὸς ἤμην, ὡς νομίζετε· πρὸς δὲ τὴν φιλοδοξίαν, ἐν τῷ μὴ ἀναγκάζειν αὐτούς, ὥστε παραμένειν αὐτῷ. Εἰ γάρ τοι φιλοδοξίας ἐγκλήματι ἔνοχος ἦν, οὐκ ἂν αὐτοὺς ἀπεπέμπετο· ἐπεὶ τοῖς φιλοδόξοις καὶ ἀλαζονικοῖς, τὸ πολλοὺς ἔχειν ἀκολούθους μᾶλλον σπουδάζεται.

Ἐπεὶ οὖν δύο ταῦτα αὐτῷ προσωνείδιζον, εἰκότως πρὸς τὰ δύο ἀντέστη, δεικνύων σαθρὰν τὴν αὐτῶν ὑπόνοιαν.

Τὸ δέ, «Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται,» τοῦτο δηλοῖ, ὅτι Οὔπω τοῦ θανάτου καὶ τοῦ σταυροῦ καιρός. Δεῖ γάρ με ἔτι ἐν σαρκὶ ζῇν πρὸς τὸ καὶ πλείονα σημεῖα ποιῆσαι, καὶ πλείους διδασκαλίας ἐκθέσθαι· ὡς ἂν καὶ πλείους ὄχλους πιστεῦσαι παρασκευάσω, καὶ τοὺς μαθητὰς στεῤῥοτέρους ποιήσω, διά τε τῆς τῶν πλειόνων σημείων ἐπιδείξεως καὶ τῆς διδασκαλίας.

Οὔπω οὖν, φησίν, ἐνέστη ὁ καιρὸς τοῦ θανάτου, ἵνα ἐπιῤῥίψω ἐμαυτὸν τοῖς κατ’ ἐμοῦ λυττῶσι· διὸ οὐδὲ ἀναβαίνω εἰς τὴν ἑορτήν. «Ταῦτα δὲ εἰπὼν αὐτοῖς, ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ. Καὶ ὅτε ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν, οὐ φανερῶς, ἀλλ’ ὡς ἐν κρυπτῷ.» Τίνος ἕνεκεν, εἰπὼν τοῖς ἀδελφοῖς, ὅτι «Οὐκ ἀναβαίνω εἰς τὴν ἑορτήν,» πάλιν ἀναβαίνει; Οὐκ εἶπε καθάπαξ, ὅτι Οὐκ ἀναβαίνω, ἀλλά, Νῦν, τουτέστι, Μεθ’ ὑμῶν. Ἐν ἀρχῇ μὲν παρῃτεῖτο τὴν ἀνάβασιν, ἅτε ζεόντων θυμῷ τῶν Ἰουδαίων. Μετὰ ταῦτα μέντοι μελλούσης τῆς ἑορτῆς λύεσθαι, ἄνεισιν, ὅτε καὶ τὴν μανίαν αὐτῶν εἰκὸς ἦν λωφῆσαι.

Καὶ ἄλλως δέ· Οὐκ ἐναντία πεποίηκεν ὧν εἶπεν. Οὐ γὰρ ἀνέβη ἑορτάσων, ἀλλὰ διδάξων· καὶ οὐ μετὰ ἱλαρότητος ᾗ χρῶνται οἱ πανηγυρίζοντες, ἀλλὰ λάθρα. Κρύπτεται δὲ διὰ τὸ βεβαιῶσαι τὸ ἀνθρώπινον. Εἰ γὰρ ἐνεφανίσθη, ἐλύττησαν ἂν κατ’ αὐτοῦ, βουλόμενοι αὐτὸν ἀποκτεῖναι. Οὐκ ἂν δὲ παρεχώρησεν αὐτοῖς τοῦτο ποιῆσαι, οἷα μήπω τοῦ καιροῦ ἐνστάντος τοῦ πάθους· ἀλλὰ μέσον αὐτῶν ὤν, ἐξέφυγεν ἂν τὸ πάθος, καὶ ἔδοξεν ἂν φαντασίᾳ σαρκωθῆναι· διὰ τοῦτο φεύγει καὶ ἀναχωρεῖ ὡς ἄνθρωπος, οἰκονομῶν τὰ οἰκεῖα. «Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ, καὶ ἔλεγον· Ποῦ ἐστιν ἐκεῖνος; Καὶ γογγυσμὸς πολὺς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις. Οἱ μὲν ἔλεγον, ὅτι Ἀγαθός ἐστιν· ἄλλοι δὲ ἔλεγον, Οὐκ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. Οὐδεὶς μέντοι παῤῥησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.» Ἀπὸ πολλοῦ μίσους οἱ Ἰουδαῖοι οὐδὲ τοῦ ὀνόματος αὐτοῦ μέμνηνται.

Οὐ γὰρ λέγουσι, Ποῦ ἐστιν ὁ Ἰησοῦς; ἀλλά, «Ποῦ ἐστιν ἐκεῖνος;» οὕτω καὶ τῷ ὀνόματι αὐτοῦ ψιλῷ ἀπηχθάνοντο. Σκόπει δέ μοι καὶ τὴν μιαιφονίαν αὐτῶν, πῶς οὐδὲ τοῦ καιροῦ τῆς ἑορτῆς ἐφείδοντο, ἀλλὰ θηρεῦσαι κατὰ ταύτην αὐτὸν ἐβούλοντο· διὸ καὶ ἐζήτουν· οὕτω πολλὴν εὐλάβειαν καὶ αἰδῶ ἐτήρουν περὶ τὰς ἑορτάς, καὶ τοιαῦτα ἦν αὐτῶν τὰ κατορθώματα. «Γογγυσμὸς δὲ περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις,» ἐπειδὴ διάφοροι περὶ αὐτοῦ ἦσαν γνῶμαι· τῶν μὲν ἀρχόντων λεγόντων, ὅτι «Πλανᾷ τὸν ὄχλον·» πολλῶν δὲ λεγόντων, ὅτι «Ἀγαθός ἐστιν.» Οὗτοι δὲ ἄρα οἱ λέγοντες αὐτὸν ἀγαθόν, ἐκ τοῦ ὄχλου ἦσαν.

Ὅτι δὲ τοῦτο ἀληθές, δῆλον ἐκ τοῦ εἰπεῖν τὸν εὐαγγελιστήν, ὡς οὐδεὶς ἐτόλμα παῤῥησιασθῆναι διὰ τὸν φόβον τῶν Ἰουδαίων· πρόδηλον γάρ, ὅτι ἐκ τοῦ ὄχλου ἦσαν οἱ μὴ τολμῶντες παῤῥησίᾳ ὑπὲρ αὐτοῦ λαλῆσαι, καὶ ἐσιώπων, δεδοικότες τοὺς ἄρχοντας Ἰουδαίους. Ἀλλὰ καὶ τὸ λέγειν, ὅτι «Πλανᾷ τὸν ὄχλον,» τεκμήριόν ἐστι τοῦ ἐκ τῶν ἀρχόντων εἶναι τοὺς διαβάλλοντας αὐτόν. Εἰ γὰρ ἦσαν ἐκ τοῦ ὄχλου, ἔλεγον ἄν, ὅτι Πλανᾷ ἡμᾶς. Νῦν δὲ λέγοντες, ὅτι «Πλανᾷ τὸν ὄχλον,» δεικνύουσιν ὅτι οὐκ ἐκ τοῦ ὄχλου, ἀλλ’ ἐκ τῶν ἀρχόντων εἰσὶν οἱ ταῦτα λέγοντες.

Ὅρα δέ μοι πανταχοῦ τὸ μὲν ἀρχικὸν διεφθαρμένον, τοὺς δὲ ἀρχομένους ἀδιαφθόρους μένοντας· πλήν, διὰ τὸ μὴ ἔχειν ἀνδρειοτέραν τὴν γνώμην, ἀλλ’ ἔτι ἀτελεῖς εἶναι, ἀπαῤῥησιάστους ὄντας. «Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐδίδασκε. Καὶ ἐθαύμαζον οἱ Ἰουδαῖοι, λέγοντες· Πῶς οὗτος γράμματα οἶδε, μὴ μεμαθηκώς;

Ἀπεκρίθη οὖν αὐτοῖς ὁ Ἰησοῦς, καὶ εἶπεν· Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με.» Διὰ τί τῆς ἑορτῆς μεσούσης ἀνῆλθεν; Ἵνα χαυνώσῃ αὐτῶν τὸν θυμόν, ἅμα δὲ καὶ ἵνα μετὰ σχολῆς ἀκούσωσι καὶ προσοχῆς τῶν παρ’ αὐτοῦ λεγομένων, μηκέτι τῆς ἑορτῆς ἐμφραττούσης τὰ ὦτα αὐτῶν. Ἐν γὰρ τῇ ἀρχῇ τῆς ἑορτῆς εἰκὸς ἦν αὐτοὺς περισπᾶσθαι περὶ τὰ τῆς ἑορτῆς. Ἄφνω οὖν αὐτοῖς ἐπιφανέντος, ἤκουον ἁπλῶς πάντες, οἵ τε ἀγαθὸν αὐτόν, οἵ τε πλάνον λέγοντες· οἱ μέν, πρὸς τὸ κερδῆσαί τι καὶ θαυμάσαι· οἱ δέ, πρὸς τὸ ἐπιλαβέσθαι αὐτοῦ, καὶ συλλαβεῖν αὐτὸν ὡς πλάνον. Τί μὲν ἐδίδαξεν, οὐκ εἶπεν ὁ εὐαγγελιστής· ὅτι δὲ θαυμάσιά τινα εἶπεν, δι’ ὧν κατέσχεν αὐτούς, καὶ μετέβαλλε τὰς γνώμας εἰς θαῦμα, ἐδήλωσε διὰ τοῦ εἰπεῖν, ὅτι «Ἐθαύμαζον, πῶς γράμματα οἶδε, μὴ μεμαθηκώς.» Πλὴν εἰ καὶ ἐθαύμαζον, ἀλλ’ οὐδὲ οὕτως ἀπήλλακται ἡ γνώμη αὐτῶν πονηρίας. Οὐ γὰρ τὴν διδασκαλίαν ἐθαύμαζον, οὐδὲ τὰ λεγόμενα ἐδέχοντο, ἀλλ’ ἐθαύμαζον πῶς οἶδε γράμματα, τουτέστι, διηπόρουν, ἐξεπλήττοντο, ὅπερ εἰώθασιν οἱ βασκαίνοντες πάσχειν.

Οἷον, ὡς ἐπὶ παραδείγματος, ἔστι τινὶ γείτων πένης, εἶτα τυχὸν πολλάκις εὐπορεῖ ἱματίου πολυτελεστέρου· ἰδὼν οὖν τοῦτον ὁ βάσκανος γείτων, λέγει· Πῶς οὗτος ἐνδέδυται πολυτελῶς πενέστατος ὤν; Πόθεν τὸ τοιοῦτον ἱμάτιον; Ταῦτα δὲ λέγει, οὐχ ὡς θαυμάζων τῷ ὄντι, ἀλλὰ φθόνῳ διακαιόμενος, καὶ πρὸς διαβολὴν τοῦ γείτονος τοιούτοις λόγοις χρώμενος· Πάντως γάρ, φησίν, ἔκλεψε τὴν ἐσθῆτα.

Οὕτως οὖν καὶ οἱ Ἰουδαῖοι· «Πῶς οὗτος οἶδε γράμματα;» Πάντως ἐν τῷ Βεελζεβούλ. Καίτοι ἐχρῆν αὐτοὺς ἀπὸ τούτου μᾶλλον ἐννοῆσαι, ὅτι οὐδὲν ἀνθρώπινον ἦν αὐτῷ. Ἀλλ’ ἐπειδὴ τοῦτο αὐτοὶ οὐκ ἤθελον ὁμολογῆσαι, αὐτὸς ἀποκρίνεται αὐτοῖς, ἀναδιδάσκων, ὅτι ἀπὸ τοῦ Πατρὸς καὶ Θεοῦ ἐστιν ἡ διδασκαλία.

Οὐδὲν γὰρ ἐμόν ἐστι, φησί, οὐδὲν ἀπ’ ἐμαυτοῦ ὡς ἀντίθεος φθέγγομαι, ἀλλ’ ἅπερ ἂν εἴη τοῦ Πατρός, ταῦτα καὶ ἐμά ἐστι ῥήματα. «Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ’ ἐμαυτοῦ λαλῶ. Ὁ ἀφ’ ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ. Ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστι. καὶ ἀδικία οὐκ ἔστιν ἐν αὐτῷ.» Εἰπών, ὅτι «Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή,» τουτέστιν, ἐναντία Θεῷ, «ἀλλὰ τοῦ Πατρός μού ἐστιν,» φησίν, ὅτι Ἐάν τις τὸ θέλημα τοῦ Θεοῦ ποιῇ, τουτέστιν, Ἐάν τις ἀρετῆς ἀντιποιῆται, καὶ οὐ φθόνῳ δουλεύῃ, οὐδὲ τῷ πρός με ματαίῳ φθόνῳ ἐπισκοτῆται, γνώσεται τῶν ἐμῶν λόγων τὴν δύναμιν, ἐάν τε τὰ τοῦ Πατρὸς λαλῶ, ἐάν τε ξένα τινὰ καὶ παρηλλαγμένα. Θέλημα δὲ τοῦ Θεοῦ ποιεῖ, καὶ ὁ τὰς Γραφὰς καὶ τοὺς προφήτας ἐρευνῶν. Ὁ γοῦν τοιοῦτος δύναται γνῶναι περὶ τῆς τοῦ Κυρίου διδαχῆς, ὅτι ἀπὸ Θεοῦ ἐστιν. Οἱ προφῆται γὰρ οὐκ ἀντίθεον εἰσάγουσι τὸν Κύριον καὶ ἀφ’ ἑαυτοῦ λαλοῦντα, ἀλλὰ πάντα τὰ τῷ Θεῷ δοκοῦντα, καὶ λέγοντα καὶ πράττοντα. Εἶτα καὶ ἕτερον λογισμὸν ἐπιφέρει, λέγων·

Ὁ ἀφ’ ἑαυτοῦ λαλῶν, τουτέστιν, ὁ βουλόμενος ἰδίαν στῆσαι διδασκαλίαν, δι’ οὐδὲν ἕτερον τοῦτο ποιεῖ, ἢ χάριν τοῦ δόξαν τινὰ ἐκ τούτου καρπώσασθαι. Εἰ δὲ ἐγώ, φησίν, οὐ βούλομαι καρπώσασθαι δόξαν ἰδίαν, ἀλλὰ τὴν δόξαν τοῦ πέμψαντός με ζητῶ, τίνος ἕνεκεν βουλοίμην ἂν ἕτερα διδάσκειν; Ἀληθὴς οὖν εἰμι, καὶ οὐκ ἔστιν ἀδικία ἐν ἐμοί· τουτέστιν, Οὐ δόξαν ἑτέρῳ ἁρμόζουσαν ἁρπάζω· τοῦτο γὰρ ἀδικία. Ὥστε ἡ διδαχή μου καὶ ἀλήθειαν ἔχει, καὶ δικαιοσύνην ἐν ταὐτῷ. Οὐ γὰρ ἐξ ἀλαζονείας γίνεται, ἵνα καὶ τὸ ψευδὲς ἔχῃ καὶ τὸ ἄδικον. Ὁ γὰρ ἀλαζὼν καὶ ψεύδεται, καθὸ περὶ αὐτοῦ τὰ ὑπὲρ τὴν ἀξίαν αὐτοῦ λέγει, καὶ ἀδικεῖ, καθὸ τὴν ἀλλοτρίαν καὶ μηδὲν αὐτῷ προσήκουσαν δόξαν ἁρπάζει.

Ὁ δὲ Κύριος ἐπειδὴ τὰ τοῦ Πατρὸς ἐζήτει, καὶ οὐδὲν περὶ ἑαυτοῦ ἠλαζονεύετο, καὶ ἀληθής ἐστι πάντως καὶ δίκαιος. Πολλαχοῦ δὲ εἴπομεν, καὶ νῦν λέγομεν, ὅτι ὅταν ταπεινά τινα λέγων φαίνηται ὁ Κύριος, οὐ δεῖ νομίζειν, ὅτι ὡς ἐλάττων ὢν τοῦ Πατρὸς κατὰ φύσιν, ταῦτα φθέγγεται, ἀλλὰ διὰ τὸ μὴ ἀντίθεος νομισθῆναι, καὶ διὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων, καὶ διὰ τὸ σάρκα περιβεβλῆσθαι, καὶ διὰ τὸ διδάσκειν ἡμᾶς μετριάζειν, καὶ μηδὲν μέγα λέγειν περὶ ἑαυτῶν. Ὅταν δέ γε ὑψηλὰ καὶ περὶ τῆς οἰκείας δόξης φθέγγηται, χρὴ πιστεύειν ἡμᾶς, ὅτι ὡς τῷ ὄντι ἴσος τῷ Πατρί, ταῦτα τὰ ὑψηλὰ φθέγγεται, διὰ τὸ μέγεθος τῆς οἰκείας φύσεως. «Οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν νόμον; Καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον; Τί με ζητεῖτε ἀποκτεῖναι;

Ἀπεκρίθη ὁ ὄχλος, καὶ εἶπε· Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;» Φαίνεται μέν, ὡς οὐδεμίαν ἀκολουθίαν σώζει πρὸς τὰ πρότερα τοῦτο, ὁ λέγει νῦν· καλῶς δὲ σκοποῦσιν ἡμῖν, καὶ λίαν ἀκόλουθα. Ἐπειδὴ γὰρ ἐνεκάλουν αὐτῷ, ὅτι τὸ Σάββατον ἔλυε, καὶ τὸν νόμον παρέλυε, πρὸς τοῦτο ἐνίσταται, δεικνύων αὐτοὺς μᾶλλον παραβάτας τοῦ νόμου. Ὁ μὲν γὰρ νόμος φησί· Μὴ φονεύσεις· ὑμεῖς δὲ ζητεῖτε ἀποκτεῖναι.

Ὥστε ὑμεῖς παραλύετε τὸν νόμον, οὐκ ἐγώ. Ἀφέντες οὖν τὸ ἑαυτοὺς καταδικάζειν, ἐμοὶ ἐγκαλεῖτε ὡς παραβαίνοντι τὸν νόμον, διότι ἄνθρωπον ἐθεράπευσα ἐν Σαββάτῳ. Τὸ δέ, «Οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον,» εἶπε, διότι πάντες, πρὸς οὒς διελέγετο, ἐζήτουν αὐτὸν ἀποκτεῖναι. Ὅρα δέ, πῶς αὐτὸς μὲν πραείᾳ τῇ φωνῇ αὐτοῖς διαλέγεται· ἐκεῖνοι δὲ ὑβριστικῶς καὶ μετὰ θράσους, «Δαιμόνιον ἔχεις,» φασί· διὰ τοῦτο γὰρ ὑβρίζουσι. προκαταπλήττειν αὐτὸν καὶ ἐκφοβεῖν οἰόμενοι. Τὸν Μωσέα δέ φησι δοῦναι τὸν νόμον, καίτοι αὐτὸς ὢν Κύριος Μωσέως, καὶ τοῦ νόμου πάροχος, διὰ τὴν ἀσθένειαν καὶ ἀναισθησίαν τῶν Ἰουδαίων. Ποῦ γὰρ ἂν ἠνέσχοντο ἀκοῦσαι, ὅτι οὐχ ὁ Μωσῆς δέδωκε αὐτοῖς τὸν νόμον, ἀλλ’ αὐτὸς ὁ τοῦ Μωσέως Δεσπότης καὶ Κύριος; «Ἀπεκρίθη Ἰησοῦς, καὶ εἶπεν αὐτοῖς· Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε διὰ τοῦτο. Μωσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν, οὐχ ὅτι ἐκ τοῦ Μωσέως ἐστίν, ἀλλ’ ἐκ τῶν πατέρων· καὶ ἐν Σαββάτῳ περιτέμνετε ἄνθρωπον. Εἰ περιτομὴν λαμβάνει ὁ ἄνθρωπος ἐν Σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωσέως, ἐμοὶ χολᾶτε, ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν Σαββάτῳ; Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε.» Ἀπὸ συλλογισμοῦ τινος δείκνυσιν αὐτοὺς μάτην κατ’ αὐτοῦ λυττῶντας, καί φησιν· «Ἐν ἔργον ἐποίησα» ἐν Σαββάτῳ, τὴν τοῦ παραλύτου ἀνόρθωσιν, «καὶ πάντες θαυμάζετε διὰ τοῦτο,» ἀντὶ τοῦ.

Ταράττεσθε, θορυβεῖσθε. Καίτοι Μωσῆς αὐτὸς ἐκεῖνος ὁ νομοθέτης ἔλυσε τὸ Σάββατον, διὰ τὸ κελεῦσαι πᾶσαν ψυχὴν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ περιτέμνεσθαι. Συνέβαινε γὰρ πολλάκις τὴν ἡμέραν τὴν ὀγδόην, καθ’ ἣν ἀνάγκη ἦν περιτέμνεσθαι.

Σάββατον εἶναι. Ὥστε εἰ τὸ Σάββατον παρελύθη ὑπ’ αὐτοῦ τοῦ Μωσέως διὰ τὴν περιτομήν, καὶ οὐδὲν κωλύει ἡ τοῦ Σαββάτου ἡμέρα περιτμηθῆναι ἄνθρωπον, ἀλλὰ κἂν Σάββατον τύχῃ εἶναι ἡ ὀγδόη ἡμέρα, παραλύεται ὁ περὶ τῆς ἀργίας τοῦ Σαββάτου νόμος, ἵνα μὴ λυθῇ ὁ τῆς περιτομῆς· εἰ ταῦτα τοίνυν οὕτως ἔχει, τί ἐμοὶ χολᾶτε καὶ ὀργίζεσθε, ὅτι ἐν Σαββάτῳ ἄνθρωπον ὁλόκληρον ὑγίασα; καίτοι ἡ περιτομὴ οὐ τοῦ Μωσέως ἦν, ἀλλὰ τῶν πατέρων· ἀλλ’ ὅμως αὕτη, καίτοι μὴ οὖσα Μωσέως, τὸν περὶ τοῦ Σαββάτου νόμον τὸν ὑπὸ τοῦ Μωσέως τεθέντα, παρέλυσε. Καὶ ἡ μὲν περιτομή, ὀδύνην ἐμποιοῦσα, οὐ κωλύεται παρὰ τοῦ Σαββάτου· ἐγὼ δὲ ὀδύνης ἐλευθερώσας ἄνθρωπον, καὶ ὑγιῆ ποιήσας, διαβάλλομαι; «Μὴ κρίνετε κατ’ ὄψιν,» ἀντὶ τοῦ, Δικαίως καὶ ἀπροσωπολήπτως ψηφίσασθε. Μὴ τὸν μὲν Μωσέα λύοντα τὸ Σάββατον διὰ τῆς περιτομῆς, ἔξω μέμψεως τίθετε· ἐμὲ δὲ κατακρίνετε, καὶ ταῦτα ἐπ’ εὐεργεσίᾳ ἀνθρώπου τὸ Σάββατον καταλύσαντα. Τὸ γὰρ τὸν μὲν Μωσέα ἔξω μέμψεως τιθέναι διὰ τὸ τοῦ προσώπου ἀξίωμα, ἐμὲ δὲ δοκοῦντα ἄδοξον, κατακρίνειν, προσωποληψία σαφής. «Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; Καὶ ἴδε παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός;

Ἀλλὰ τοῦτον οἴδαμεν, πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν.» Οὐχ ἁπλῶς καὶ μάτην πρόσκειται τό, «Τινὲς τῶν Ἱεροσολυμιτῶν,» ἀλλ’ ἵνα δείξῃ, ὅτι οἱ μάλιστα τῶν μεγάλων ἀπολαύσαντες σημείων, οὗτοι πάντων ἦσαν ἀθλιώτεροι. Πῶς γὰρ οὐκ ἄθλιοι, ὅτι μέγα σημεῖον τῆς αὐτοῦ θεότητος ἰδόντες, ἔτι διεφθαρμένοι εἰσὶ τῇ κρίσει; Μέγα μὲν γὰρ σημεῖον εἶχον, εἴπερ ἠβούλοντο, τὸ ἐν μέσῳ τῶν κατ’ αὐτοῦ λυττώντων παῤῥησιάζεσθαι αὐτόν, καὶ μηδὲν ὑπ’ αὐτῶν πάσχειν.

Ἀλλ’ οὐκ ἠβούλοντο ἀπὸ τούτου τοῦ σημείου ἐπιγνῶναι τὴν δύναμιν αὐτοῦ. Διστάζουσι δέ, λέγοντες· «Μή ποτε ἔγνωσαν οἱ ἄρχοντες, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός;» Καὶ οὐδὲ ἐπὶ ταύτης τῆς γνώμης μένουσιν, ἀλλὰ συλλογίζονται, ὅτι Τὸν μὲν Χριστὸν οὐδεὶς οἶδε, πόθεν ἔρχεται· τοῦτον δὲ οἴδαμεν, πόθεν ἐστίν· οὐκ ἄρα οὗτός ἐστιν ὁ Χριστός. Καίτοι ὅρα τὴν κακίαν, πῶς καὶ ἑαυτῇ ἐναντιοῦται· οἱ ἄρχοντες αὐτῶν ἐρωτώμενοι ὑπὸ Ἡρώδου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας φασὶ γεννᾶσθαι τὸν Χριστόν· οὗτοι δὲ λέγουσιν, ὅτι οὐδεὶς οἶδε τὸν Χριστόν, πόθεν ἐστίν. Ὁρᾷς ἐναντιοφωνίαν; Καὶ πάλιν ἀλλαχοῦ μέν φασιν, ὅτι «Ἡμεῖς οἴδαμεν, ὅτι Μωσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν». Εἶδες μαινομένων λόγους; Οἴδαμεν, καί, Οὐκ οἴδαμεν. Τί ταύτης τῆς μανίας ἴσον; Πρὸς μὲν γὰρ ἓν μόνον ἑώρων, τὸ μὴ πεισθῆναι. Διὸ ὅταν μὲν αὐτοῖς συνέφερεν, ἔλεγον, ὅτι Οἴδαμεν· ὅταν δὲ πάλιν οὐ συνέφερε, διετείνοντο, ὡς Οὐκ οἴδαμεν. Τῆς κακίας οὖν ἐστιν αὐτῶν ἡ τοσαύτη ἐναντιοφωνία. Ζητήσειε δ’ ἄν τις, Πόθεν κινούμενοι οὗτοι λέγουσιν, ὅτι «Ὁ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν;»

Οὐ γὰρ ἄν, εἰ μὴ μαρτυρίαν τινὰ εἶχον ἀπὸ τῶν Γραφῶν, ἢ παραδόσεις βεβαίας, οὕτω προδήλως ἐναντία ἐφθέγγοντο τοῖς ἐπὶ τοῦ Ἡρώδου Γραμματεῦσιν, εἰποῦσι προφανῶς, ὅτι «Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας γεννᾶται·» καὶ πάλιν τοῖς λέγουσιν, ὅτι «Ἐκ Βηθλεὲμ τῆς κώμης ὁ Χριστὸς ἔρχεται.» Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι ἀπὸ τῶν προφητῶν ἀμφότεροι ταῦτα ἔλεγον. Οἵ τε γὰρ ἐν Βηθλεὲμ αὐτὸν γεννᾶσθαι, καὶ ἐκ τῆς κώμης τοῦ Δαυῒδ εἶναι λέγοντες, προφανῶς τὸν προφήτην Μιχαίαν εἶχον μάρτυρα λέγοντα, ὡς καὶ ὁ Ματθαῖός φησι· «Καὶ σύ, Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος ὅστις ποιμανεῖ τὸν λαόν μου Ἰσραήλ.» Καὶ οὗτοι δὲ πάλιν οἱ λέγοντες, ὅτι τὸν Χριστὸν οὐκ οἶδέ τις, πόθεν ἔρχεται, τοὺς προφήτας εἶχον μάρτυρας τῆς τοιαύτης γνώμης· καὶ αὐτὸν δὲ τὸν Μιχαίαν λέγοντα, ὅτι «Αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος·» ὅπερ ἄγνωστον τὴν αὐτοῦ ἔξοδον, ἤτοι τὴν γέννησιν ἐμφαίνει. Τὸν γάρ, «ἀπ’ ἀρχῆς,» καὶ «ἐξ ἡμερῶν αἰῶνος,» τὰς ἐξόδους ἔχοντα, ἤτοι τὴν γέννησιν, οὐκ ἄν τις ἀνθρώπων εἰδείη. Ἄνθρωποι γὰρ ἐν χρόνῳ, ἐκεῖνος δὲ ἐξ ἡμερῶν αἰῶνος καὶ ἀπ’ ἀρχῆς· τὸ δὲ αἰώνιον πῶς ὁ ὑπὸ χρόνον γινώσκει; Ἀλλὰ καὶ Ἡσαΐας φησί· «Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται;» Ἐκ τούτων οὖν πειθόμενοι ἔλεγον, ὅτι Τὸν Χριστὸν οὐκ οἶδέ τις, πόθεν ἐστίν.

Οὐ γὰρ δὴ ἐνενόουν, ὅτι διπλοῦς ὢν ὁ Κύριος Ἰησοῦς, κατὰ μὲν τὴν ἐκ Παρθένου ἐν σαρκὶ γέννησιν, ἐγνωρίζετο πόθεν ἐστίν, ὅτι ἐκ Βηθλεέμ· κατὰ δὲ τὴν ἀσώματον καὶ ἀποῤῥητοτέραν τὴν ἐκ Πατρὸς πρὸ πάντων τῶν αἰώνων, λέγεται γενεὰν ἔχειν ὑπερτέραν πάσης διηγήσεως.

Οὗτοι τοίνυν οἱ Ἱεροσολυμῖται τὴν μὲν ἐν σαρκὶ γέννησιν ὁμολογοῦσιν εἰδέναι, καὶ πόθεν ἐστί· τὴν δὲ πρὸ αἰώνων, καθ’ ἣν οὐκ οἶδέ τις τὸν Χριστόν, πόθεν ἐστίν, οὐχ ὁμολογοῦσιν. Διὸ μὴ λογιζόμενοι ὅτι διπλοῦς ὤν, τὸ μέντοι γινώσκεται, τὸ δ’ οὔ, φασίν, ὡς οὐκ εἴη ὁ Χριστός. «Ἔκραζεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς, καὶ λέγων· Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ’ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε. Ἐγὼ δὲ οἶδα αὐτόν, ὅτι παρ’ αὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλεν.» Ἐπειδὴ τό, «Οἴδαμεν τοῦτον, πόθεν ἐστί,» δι’ οὐδὲν ἕτερον ἔλεγον, ἀλλ’ ἢ δεῖξαι θέλοντες, ὅτι ἐκ τῆς γῆς ἐστι, καὶ ὅτι τέκτονος υἱός, διὰ τοῦτο αὐτὸς ἀνάγει αὐτοὺς εἰς τὸν οὐρανὸν λέγων· «Καὶ ἐμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί·» τουτέστι, Κἂν εἰ διὰ τὴν κακίαν συγκαλύπτητε, ὅμως οἴδατε πόθεν εἰμί, ὅτι ἐξ οὐρανοῦ.

Ἐπεὶ γὰρ ἐκεῖθέν ἐστιν ὁ Πατήρ μου, πρόδηλον, ὅτι καὶ αὐτὸς ἐκεῖθέν εἰμι, καὶ ὅτι παρ’ ἐκείνου ἀπεστάλην, ὅς ἐστιν ἀληθής. Ἐπεὶ δὲ ἐκεῖνος ἀληθής, κἀγὼ ἂν εἴην ἀληθής, καὶ οὐ πλάνος. Οὐ γὰρ ἂν ὁ ἀληθής, πλάνον καὶ ψευδῆ ἠθέλησεν ἀποστεῖλαι. Τοῦτον δὲ τὸν ἀποστείλαντά με, ὑμεῖς μὲν οὐκ οἴδατε, ἀλλ’ ἀγνοεῖτε ἄγνοιαν τὴν διὰ τῶν ἔργων. Ὡς γὰρ ὁ Παῦλός φησιν, ἔστιν ἄγνοια ἐν γνώσει. Θεόν, φησίν, ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Καὶ ὑμεῖς οὖν οἱ Ἰουδαῖοι οὐκ οἴδατε τὸν Πατέρα μου διὰ τὰ ἔργα ὑμῶν τὰ πονηρά, καὶ τὴν κακίστην γνώμην. «Ἐγὼ δὲ οἶδα αὐτόν.» Οὐ γὰρ ἐμποδίζουσί μοι οὔτε γνώμη πονηρά, οὔτε ἔργα ἀπαρέσκοντα ἐκείνῳ, πρὸς τὴν γνῶσιν αὐτοῦ. «Παρ’ αὐτοῦ γάρ εἰμι·» τουτέστιν, ἐξ αὐτοῦ, οὐκ ἀπ’ ἄλλης οὐσίας, ἢ ἀλλότριος αὐτοῦ, «κἀκεῖνός με ἀπέστειλεν.» Ὅρα δὲ ἐνταῦθα τὰς δύο φύσεις τοῦ Χριστοῦ δηλουμένας· διὸ μὲν τοῦ. «Παρ’ αὐτοῦ εἰμι,» τὴν οὐσίαν τῆς θεότητος· διὰ δὲ τοῦ, «Κἀκεῖνός με ἀπέστειλε,» τὸ ἀνθρώπινον· ἀπόστολος γὰρ κατὰ τὸ ἀνθρώπινον λέγεται, καθὸ καὶ δοῦλος ὁ Υἱὸς τοῦ Θεοῦ. «Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον, ὅτι Ὁ Χριστὸς ὅταν ἔλθῃ, μήτι πλείω σημεῖα τούτων ποιήσει, ὧν οὗτος ἐποίησεν;»

Δεικνύων ὁ εὐαγγελιστής, ὅτι ἀοράτως κατείχοντο, καὶ ὅτι ἑκὼν ἔπαθε, καὶ οὐκ ἐξ ἀδυναμίας, φησίν, ὅτι «Ἐζήτουν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας.» Τὸ δέ, «Οὔπω ἦλθεν ἡ ὥρα αὐτοῦ.» ἔφη, οὐχ ὅτι καιροῖς ὑπέκειτο, ἀλλ’ ὅτι πάντα ἐν ὥρᾳ, καὶ ἐπιτηδείῳ καιρῷ καὶ τῷ προσήκοντι ποιεῖ.

Ἡνίκα γὰρ τὸ παθεῖν εὔκαιρον ἐλογίσατο, δηλαδὴ κατὰ τὸν ὡραῖον καὶ ἐπιτήδειον χρόνον, τότε δὴ καὶ τοῖς σταυρωταῖς συνεχώρησε. Πάντα γὰρ ἐν καιροῖς ὡραίοις καὶ ἐπιτηδείοις ποιεῖ καὶ οἰκονομεῖ. Οἷον, ἔδει δοθῆναι τὸν νόμον, ἀλλ’ ἐν καιρῷ τῷ προσήκοντι, τοὺς προφήτας ὁμοίως, καὶ τὸ Εὐαγγέλιον.

Τὸ οὖν τῆς ὥρας ὄνομα, τὸ ἀκριβὲς τῆς σοφίας καὶ τῆς προνοίας τοῦ Σωτῆρος ἐνδείκνυται. «Πολλοὶ δὲ ἐπίστευσαν αὐτῷ, λέγοντες· Μὴ ὁ Χριστὸς πλείω σημεῖα ποιήσει, ὧν οὗτος ἐποίησε;» Λέγουσι δὲ περὶ τοῦ οἴνου τοῦ ἐν Κανᾷ, τοῦ υἱοῦ τοῦ βασιλικοῦ, τοῦ παραλύτου, τῶν ἄρτων, καὶ ἁπλῶς τῶν ἄλλων πάντων, ὧν οὐδὲ οἱ εὐαγγελισταί, διὰ τὸ πλῆθος, ὀνομαστὶ ἐπιμέμνηνται. Πλὴν εἰ καὶ ἀκούεις, ὅτι ἐπίστευσαν πολλοί, ἀλλ’ οὖν οὐκ ἀκριβὴς ἦν ἡ πίστις αὐτῶν, ἀλλ’ οἵαν εἰκὸς εἶναι πλήθους χυδαίου, ἄλλοτε ἄλλως μεταταττομένου ταῖς γνώμαις. «Ἤκουσαν οἱ Φαρισαῖοι γογγύζοντος τοῦ ὄχλου περὶ αὐτοῦ ταῦτα· καὶ ἀπέστειλαν ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς, ἵνα πιάσωσιν αὐτόν. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον μεθ’ ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε· καὶ ὅπου ἐγώ εἰμι, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς·

Ποῦ οὗτος μέλλει πορεύεσθαι, ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς Ἕλληνας; Τίς ἐστιν ὁ λόγος οὗτος ὃν εἶπε· Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;» Δι’ ὧν ἐγόγγυζεν ὁ ὄχλος, ἐνέφηνεν ὡς ἄρα χρηστοτέραν ἔσχον διάθεσιν, καὶ μερικήν τινα πίστιν πρὸς τὸν Κύριον, καὶ ὡς ἀποσχισθῆναι τῶν ἀρχόντων ἠβούλοντο· οὗπερ ἐκεῖνοι αἰσθόμενοι, ἔπεμψαν συλλαβέσθαι τοῦτον, διὰ τοῦτο μόνον ὅτι ἐπιστεύετο εἶναι Χριστός. Ἔπεμψαν δέ, ἀλλ’ οὐκ αὐτοὶ ἦλθον, φοβούμενοι τὸν ὄχλον, μή τι νεωτερίσωσι· διὸ τοὺς ὑπηρέτας στέλλουσιν, ἑαυτοὺς μὲν ὑπεξάγοντες τοῦ ἴσως συμβησομένου κινδύνου, ἐκείνους δὲ τῷ θυμῷ τοῦ ὄχλου ἐνδιδόντες· οὕτω πανταχοῦ τὸ ἑαυτῶν ἐσκόπουν. Ὁ δὲ Κύριος ταπεινοφροσύνης γέμοντα ῥήματα φθέγγεται· «Ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι.» Τί, φησί, σπουδάζετέ με ἀπελθεῖν; Τί διώκετε; Μικρὸν ἀναμείνατε χρόνον, καὶ οὐδὲ θελόντων ὑμῶν κατέχειν με, ἀντέξομαι. Ὅρα δὲ καὶ τό, «Μεθ’ ὑμῶν εἰμι·» τουτέστι, Κἂν διώκητε, κἂν ἐλαύνητε, ἐγὼ μεθ’ ὑμῶν εἰμι· ἤγουν, Τὰ ὑπὲρ ὑμῶν οἰκονομῶ, καὶ τὰ πρὸς σωτηρίαν λέγω. «Καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.» Ἐνταῦθα καὶ ἐκφοβεῖ αὐτούς, ὡς μέλλοντας ἐκείνῳ προσκρούειν τῷ πέμψαντι αὐτόν.

Οἱ γὰρ τὸν πεμφθέντα ἀτιμάζοντες, εὔδηλον ὅτι τῷ πέμψαντι προσκρούουσιν. «Ὑπάγω» δὲ εἰπών, ἐδήλωσε τὸ ἑκούσιον τοῦ θανάτου. Δεικνύων δέ, ὅτι ἡ τελευτὴ αὐτοῦ οὐκ ἔσται τοιαύτη οἵα ἡ κοινή, φησίν, ὅτι «Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.» Εἰ γὰρ κοινὴ καὶ ὁμοία ἦν τοῖς πολλοῖς ἡ τελευτὴ αὐτοῦ, καὶ ἔμελλεν ἐναπομεῖναι τῷ θανάτῳ, οὐκ ἂν εἶπεν, ὅτι «Ὑμεῖς οὐ δύνασθε ἐλθεῖν·» πάντες γὰρ εἰς τὸν κοινὸν θάνατον ἄπιμεν. Ὅπερ οὖν εἶπεν, δεῖξαι βουλόμενος, ὅτι ὁ αὐτοῦ θάνατος οὐκ ἔστι τοιοῦτος, οἷος ὁ κοινός, φησίν, ὅτι «Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.» Καὶ τὸ εἰπεῖν δέ, ὅτι «Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε,» δείκνυσιν ὅτι ποθεινὸς αὐτοῖς ἔσται. Πότε δὲ ἐζήτησαν αὐτόν; Ὁ Λουκᾶς εἶπεν, ὅτι «Πολλαὶ γυναῖκες ἐκόπτοντο ἐπ’ αὐτῷ·» εἰκὸς δὲ καὶ ἄλλους πολλοὺς τοῦτο πάσχειν. ἀλλὰ καὶ τῆς πόλεως ἁλισκομένης, μεμνῆσθαι τοῦ Χριστοῦ καὶ τῶν θαυμάτων αὐτοῦ, καὶ τὴν παρουσίαν ζητεῖν τὴν αὐτοῦ. Ταῦτα δὲ πάντα ἔλεγεν, ἐφελκύσασθαι αὐτοὺς καὶ κατακάμψαι βουλόμενος. Ἐπεὶ γὰρ οἱ ὑπηρέται ἦλθον, συλλαβεῖν αὐτὸν βουλόμενοι, δείκνυσιν, ὡς οἶδε τῆς ἀφίξεως αὐτῶν τὴν αἰτίαν, καὶ ὅτι φονεῦσαι αὐτὸν βούλονται. Διὸ προλέγει αὐτοῖς τὸν ἑαυτοῦ θάνατον, ὅτι μικρόν, καὶ ὑπάγει πρὸς τὸν Πατέρα. Καὶ τὸ προειπεῖν δὲ τὸν θάνατον, μέγα καὶ οὐκ ἀνθρώπινον.

Διὸ καὶ ὁ Δαυΐδ, «Γνώρισόν μοι, φησί, Κύριε, τὸ πέρας μου.» Ἔλεγον δὲ οἱ Ἰουδαῖοι· «Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει ἀπέρχεσθαι;» Ὅρα πῶς ἔπαθόν τι, καὶ κατεκλάσθησαν πρὸς τὰ λεχθέντα ὑπ’ αὐτοῦ· δῆλον δὲ ἀπὸ τοῦ ἐρωτᾷν· «Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι;» Εἰ γὰρ οὐ τοῦτο ἦν, εἶπον ἄν· Βούλει ἀπελθεῖν; Ἡμεῖς τοῦτο εὐχόμεθα, τοῦτο ἀσμενίζομεν. Νῦν δὲ οὐδὲν τοιοῦτον, ἀλλ’ ὥσπερ ἀγωνιῶντες μὴ στερηθῶσιν αὐτοῦ, ζητοῦσι, ποῦ μέλλει ἀπελθεῖν. δῆλον δὲ τοῦτο καὶ ἀπὸ τοῦ εἰπεῖν, ὅτι Εἰς τοὺς Ἕλληνας μέλλει πορεύεσθαι, καὶ διδάσκειν αὐτούς. Οὐ γὰρ εἶπον, ὅτι Μέλλει πλανᾷν αὐτούς, ἀλλά, «Διδάσκειν.» Διασπορὰν δὲ ἐκάλουν τοὺς ἐθνικούς, ὡς ἐν παντὶ τόπῳ διεσπαρμένους. Αὐτοῖς γὰρ οἱ Ἰουδαῖοι τὸ παλαιὸν οὐκ ἐμίγνυντο, ἀλλ’ ἐν ἐνὶ τόπῳ, τῇ Παλαιστίνῃ συνηγμένοι, ὠνείδιζον τοὺς ἐθνικούς, ὡς πανταχοῦ διεσπαρμένους· ὅπερ εἰς αὐτοὺς περιετράπη ὕστερον· διασπορὰ γὰρ μᾶλλον αὐτοὶ οἱ Ἑβραῖοι γεγόνασιν. «Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς, εἱστήκει ὁ Ἰησοῦς, καὶ ἔκραζε λέγων· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ ὕδατος ζῶντος.» Τὴν πρώτην ἡμέραν τῆς ἑορτῆς καὶ τὴν ἐσχάτην, ἤτοι τὴν ἑβδόμην, μεγάλην ὠνόμαζον, ἐπεὶ καὶ ὁ νόμος τὴν ἑβδόμην ἡμέραν τῆς ἑορτῆς, κλητὴν ἁγίαν ἐκάλεσε.

Τούτῳ γοῦν ἑπόμενος καὶ ὁ εὐαγγελιστής, τὴν ἐσχάτην ἡμέραν, μεγάλην ὀνομάζει. Εἰκότως οὖν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ διαλέγεται τοῖς ὄχλοις, ἐφόδια οἱονεί τινα διδοὺς αὐτοῖς μέλλουσιν ἀπιέναι οἴκαδε. Τὰς γὰρ ἐν τῷ μέσῳ ἡμέρας εἰς τρυφὴν ἀνειμένοις, ἄκαιρον ἦν προσδιαλέγεσθαι· οὐδὲ γὰρ προσεῖχον ἄν.

Ἔκραζε δὲ ὁ Ἰησοῦς, ἅμα μὲν ἵνα ἐξάκουστος εἴη, ἅμα δὲ τὴν παῤῥησίαν δεικνύων, καὶ ὡς οὐδένα πτοεῖται. Τί οὖν φησιν; «Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή·» ἐνταῦθα γὰρ δεῖ στίξαι, εἶτα ἀπ’ ἄλλης ἀρχῆς ἀναγνωστέον τό, «Ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ.» Ἐπεὶ γὰρ πολλοὶ ἀπὸ τῶν σημείων ἐπίστευον, δεικνὺς ὅτι οὐκ ἀπὸ τῶν σημείων δεῖ πιστεύειν οὕτως ὡς ἀπὸ τῶν Γραφῶν (ἡ γὰρ διωρθωμένη πίστις ἀπὸ τῶν Γραφῶν ἐστι), τούτου ἕνεκέν φησιν· «Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή·» τουτέστι, Καθὰ μαρτυρεῖ ἡ Γραφὴ περὶ ἐμοῦ, ὅτι Υἱός εἰμι Θεοῦ, ὅτι Κτίστης, ὅτι Κύριος τοῦ παντός, ὅτι Σωτὴρ τοῦ κόσμου. Πολλοὶ γὰρ ἔδοξαν πιστεύειν, ἀλλ’ οὐχ ὡς εἶπεν ἡ Γραφὴ ὡς δὲ αὐτοὶ ταῖς αὐτῶν αἱρέσεσιν ἠκολούθησαν· τοιοῦτοι πάντες οἱ αἱρετικοί. Ποταμοὺς δὲ εἶπεν ἐκ τῆς κοιλίας τοῦ οὕτω πιστεύσαντος ῥεῦσαι κοιλίαν μὲν τροπικῶς ὀνομάζων τὴν καρδίαν· ὡς καὶ ὁ Δαυΐδ· «Καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου·» τουτέστι, Τῆς καρδίας μου. Ποταμοὺς δὲ ῥεῦσαι ἔφη, καὶ οὐ ποταμόν, ὕδατος ζῶντος, τὴν τοῦ Πνεύματος ἄφθονον χάριν καὶ τὴν δαψίλειαν αἰνιττόμενος. Τοιοῦτον γάρ ἐστι τὸ Πνεῦμα, εἰς οἵαν ψυχὴν εἰσέλθοι, καὶ ἐν ᾧ ἂν ἱδρυνθείη, ποιοῦν αὐτὴν ἀναβλύζειν πάσης πηγῆς ἀφθονώτερον.

Καὶ μάθοι ἄν τις, πῶς ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας τοῦ πιστεύοντος κατὰ τὰς Γραφάς, εἴγε τὴν τοῦ Πέτρου γλῶτταν, καὶ τὴν τοῦ Παύλου ῥύμην, καὶ τὴν τοῦ Στεφάνου σοφίαν κατασκέψαιτο· οὓς οὐδὲν ὑφίστατο λέγοντας, ἀλλὰ πάντες παρεσύροντο ὥς τινων ποταμῶν ῥεύμασιν ἀνυποστάτοις τὴν φοράν. «Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.» Ἐρμηνεύων ὁ εὐαγγελιστὴς ἶνες εἰσὶν οἱ ποταμοὶ τοῦ ζῶντος ὕδατος, φησίν, ὅτι «Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες.

Οὔπω γὰρ ἦν, φησί, Πνεῦμα ἅγιον.» Ἀλλ’ ἐνταῦθα ζητήσειεν ἄν τις· Πῶς φησιν ὁ εὐαγγελιστής, ὅτι οὔπω ἦν Πνεῦμα ἅγιον, δοθὲν δηλονότι; καὶ μὴν οἱ προφῆται Πνεύματι ἐλάλουν; Καὶ οἱ ἀπόστολοι δὲ πῶς ἄρα τὰς ἰάσεις ἐτέλουν; Φαμὲν οὖν, ὅτι οἱ προφῆται Πνεύματι ἐλάλουν ὁμολογουμένως, ἀλλ’ ἡ χάρις αὕτη συνεστάλη, καὶ ἀπὸ τῆς γῆς ἀνεχώρησεν.

Ὥστε εἰ καὶ ἐν τοῖς χρόνοις τῶν προφητῶν ἐνήργει, ἀλλὰ τότε διὰ τὸ ἀνάξιον τοῦ λαοῦ, ὅτε, φημί, Χριστὸς ἐν σαρκὶ περιεπάτει, οὐκ ἐπεχωρίαζεν ἡ προφητεία, οὐδὲ ἐπόπτευεν αὐτῶν τὰ ἅγια καὶ τὸν ναὸν ἡ χάρις. Ἐπεὶ οὖν τότε μὲν οὐκ ἦν ἡ τοῦ Πνεύματος ἐνέργεια, ἔμελλε δὲ δοθῆναι, διὰ τοῦτό φησιν, ὅτι «Οὐδέπω ἦν Πνεῦμα ἅγιον,» τουτέστιν, ἐμπολιτευόμενον τοῖς Ἰουδαίοις, καὶ ἐπιφαινόμενον διὰ τῶν ἐνεργειῶν. Οἱ δέ γε ἀπόστολοι, οὐκ ἐν Πνεύματι, ἀλλ’ ἐν τῇ τοῦ Κυρίου ἐξουσίᾳ τὰ θαύματα ἐτέλουν. Ἄκουε γὰρ καὶ τοῦ Εὐαγγελίου, τί φησιν, ὅτι «Μέλλων αὐτοὺς πέμπειν, ἔδωκεν αὐτοῖς ἐξουσίαν,» ἀλλ’ οὐ Πνεῦμα ἅγιον. Ὥστε ὅσα ἐποίουν θαυμάσια, οὐ Πνεύματι, ἀλλ’ ἐξουσίᾳ καὶ ὀνόματι Κυρίου ἐποίουν. Ὅτε μέντοι ἐξανέστη τοῦ τάφου. τότε εἶπεν αὐτοῖς· «Λάβετε Πνεῦμα ἅγιον·» καὶ ἐν τῇ Πεντηκοστῇ ἦλθεν ἐπ’ αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον. Ἄλλως τε, εἰ καὶ ἐν τοῖς προφήταις ἦν ἡ τοῦ Πνεύματος δύναμις, καὶ ἐν τοῖς ἀποστόλοις πρὸ τοῦ σταυροῦ, ἀλλ’ οὐχ οὕτως, ὡς μετὰ τὴν ἀνάληψιν, δαψιλὴς δηλαδὴ καὶ ἄφθονος, ὡς καὶ ποταμοῖς παραβάλλεσθαι.

Ὥστε εἰκότως ὁ εὐαγγελιστὴς εἶπεν, ὅτι «Οὔπω ἦν Πνεῦμα ἅγιον,» τουτέστιν, οὕτως ἐκχυθὲν δαψιλῶς ὡς ὕστερον ἐπεὶ καὶ πρὸ τοῦ σταυροῦ ἦν μέν, ἀλλ’ οὐχ οὕτω δαψιλῶς. «Οὐδέπω γὰρ Ἰησοῦς ἐδοξάσθη.» δόξαν ἐνταῦθα τὸν σταυρὸν ὀνομάζοντος τοῦ εὐαγγελιστοῦ. Διὰ γὰρ τοῦ σταυροῦ κατέβαλε τὸν τύραννον, καὶ ἐβασίλευσεν. Οὔπω οὖν τοῦ σταυροῦ παγέντος, οὐδὲ τῆς ἁμαρτίας καταργηθείσης, οὐδὲ τῆς φύσεως ἡμῶν ἐν Χριστῷ νικησάσης τὸν κόσμον, καὶ καταλλαγείσης τῷ Θεῷ, εἰκότως οὐκ ἐδόθη ἡ δαψιλὴς τοῦ Πνεύματος χάρις.

Ἔδει γὰρ πρότερον ἡμᾶς γενέσθαι τοῦ Θεοῦ φίλους, ὃ διὰ τοῦ σταυροῦ ἐτελέσθη, εἶθ’ οὕτως λαβεῖν τὴν δωρεὰν τοῦ Θεοῦ· ὥσπερ καὶ ἐν τοῖς κοσμικοῖς, πρότερόν τις γίνεται τοῦ βασιλέως φίλος, εἶτα λαμβάνει τὰς δωρεάς. Χάρις οὖν τῷ Θεῷ, τῷ τοσαύτην ἡμῖν ἐπιδαψιλευσαμένῳ τὴν χάριν, ὅσην οὐδὲ τοῖς προφήταις.

Οἱ γὰρ προφῆται χάριν μὲν εἶχον Πνεύματος, ἄλλοις δὲ οὐ παρεῖχον· οἱ δὲ ἀπόστολοι μυριάδας ἐνέπλησαν. «Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον. ἔλεγον· Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης. Ἄλλοι ἔλεγον· Οὗτός ἐστιν ὁ Χριστός. Ἄλλοι ἔλεγον· Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; οὐχὶ ἡ Γραφὴ εἶπεν, ὅτι ἐκ τοῦ σπέρματος Δαυΐδ, καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν Δαυΐδ, ὁ Χριστὸς ἔρχεται;

Σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι’ αὐτόν.» Τὴν παῤῥησίαν τῶν ῥημάτων καταδυσωπηθέντες τινὲς ἐκ τοῦ ὄχλου, οὐκ ἐκ τῶν ἀρχόντων (οἱ γὰρ ἄρχοντες ἀεὶ διὰ βασκανίαν ἀντέπιπτον), ὁμολογοῦσιν, ὅτι «Οὗτός ἐστιν ὁ προφήτης,» ὁ προσδοκώμενος.

Ἄλλοι δέ, οἷα ὄχλος ὄντες ἀμαθὴς καὶ ἀπερίσκεπτος, ἔλεγον, ὅτι «Ὁ Χριστός ἐστιν·» οὐ συνιέντες, ὅτι αὐτός ἐστι, καὶ οὐκ ἄλλος καὶ ἄλλος ὅ τε Χριστὸς καὶ ὁ προφήτης. Οἱ δὲ ἀγνωμονέστεροι, Μὴ γάρ, φασίν, ὁ Χριστὸς ἐκ τῆς Γαλιλαίας ἔρχεται; ἀλλ’ ἐκ Βηθλεὲμ καὶ ἐκ σπέρματος Δαυΐδ. Τοῦτο δὲ ἔλεγον κακούργῳ γνώμῃ, καὶ οὐ κατὰ τὸν Ναθαναήλ. Ὁ μὲν γάρ, ὡς νομομαθὴς καὶ ἀκριβής, ἔλεγεν, ὅτι «Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι;» Διὸ καὶ ὁ Κύριος ἐπαινεῖ αὐτόν, ὡς οὐ κακούργως, ἀλλὰ κατὰ νομικὴν ἀκρίβειαν τοῦτο λέγοντα. Οὗτοι δὲ δολερῶς τοῦτό φασιν, ὅτι οὐκ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται.

Ἐοίκασι γὰρ γινώσκειν μέν, ὅτι ἐκ Βηθλεέμ ἐστιν ὁ Ἰησοῦς, εἰ καὶ ἐν τῇ Γαλιλαίᾳ ἀνετράφη ἐκ βασκανίας δὲ μὴ θέλειν ὁμολογεῖν τὴν ἐκ Βηθλεὲμ γέννησιν, ἀλλὰ Γαλιλαῖον αὐτὸν προσονομάζειν. Ἔστω δέ, ὅτι ἠγνόουν αὐτὸν ἐκ Βηθλεὲμ εἶναι· τό, «ἐκ σπέρματος Δαυῒδ,» πῶς ἀμφέβαλλον; Ἢ γὰρ οὐ προδήλως ἐκ Δαυῒδ ἡ Μαρία εἶλκε τὸ γένος; Ἐκ τούτου οὖν δῆλον, ὅτι κακούργως ἔλεγον ταῦτα. «Σχίσμα δὲ ἐγένετο ἐν τῷ ὄχλῳ.» οὐκ ἐν τοῖς ἄρχουσιν.

Οἱ γὰρ ἄρχοντες, μιᾶς γνώμης ἦσαν, τοῦ μὴ δέχεσθαι αὐτὸν ὡς Χριστόν. «Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ’ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας. Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους· καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· Διὰ τί οὐκ ἠγάγετε αὐτόν;

Ἀπεκρίθησαν οἱ ὑπηρέται· Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος.» Οἱ μὲν οὖν μετριώτεροι ἐν κακίᾳ, ἐν λόγοις μόνοις ἠναντιοῦντο τῇ δόξῃ τοῦ Χριστοῦ· οἱ δὲ ἀναισχυντότεροι, καὶ χεῖρας ἤθελον ἐπάγειν· ἀλλ’ ὅμως ἀοράτως πεπέδηντο, τῆς θείας αὐτοὺς κατεχούσης δυνάμεως· καὶ οὐδὲ ὑπὸ τούτου τοῦ θαύματος κατενύσσοντο. Ὄντως ὁ Δαυῒδ περὶ τούτων εἶπε τό· «Διεσχίσθησαν, καὶ οὐ κατενύγησαν.» Οἱ δὲ ὑπηρέται οἱ σταλέντες, ὥστε ἀγαγεῖν αὐτόν, ἴδωμεν τί ἀποκρίνονται τοῖς Φαρισαίοις, ὡς λίαν εὐγνώμονες. Οἱ μὲν γὰρ Φαρισαῖοι καὶ σοφώτεροι δοκοῦντες εἶναι, καὶ Γραφὰς ἀναγινώσκοντες, καὶ θαύματα ὀρῶντες, λυττῶσι κατὰ τοῦ Κυρίου, καὶ ἐρωτῶσι λῃστρικῶς· «Διὰ τί οὐκ ἠγάγετε αὐτόν;» Οἱ δὲ καὶ χωρὶς σημείων ἀπὸ διδασκαλίας μόνης ἐπείσθησαν· οὕτως ἦσαν εὐφυεῖς πρὸς τὸ ἀγαθόν. Ὅτι δὲ οὐκ ἀπὸ σημείων, ἀλλ’ ἀπὸ τῆς διδασκαλίας ἑάλωσαν, ὃ μεῖζόν ἐστι, δῆλον ἐντεῦθεν.

Οὐ γὰρ εἶπον, ὅτι Οὐδέποτε οὕτως ἐθαυματούργησεν ὁ ἄνθρωπος, ἀλλ’, «Οὕτως ἐλάλησεν·» οὕτως ἦσαν συγκεκροτημένοι καὶ ὀξεῖς εἰς τὸ παραδέξασθαι λόγον σωτηρίας. Χρὴ δὲ οὐ μόνον τὴν σύνεσιν αὐτῶν θαυμάσαι, ἀλλὰ καὶ τὴν παῤῥησίαν. Οὐ γὰρ ὑπέπτηξαν τὸν θυμὸν τῶν Φαρισαίων, οὐδὲ ὡς ὑπηρέται ὑπεστάλησαν, καὶ τὰ ἀρεστὰ τοῖς ἄρχουσιν αὐτῶν εἶπον, ἀλλὰ μαρτυροῦσι τῇ ἀληθείᾳ. Οὓς δεῖ μιμεῖσθαι πάντας τοὺς τοῖς ἄρχουσι παρεπομένους, καὶ μὴ ὑπακούειν αὐτοῖς ἐφ’ οἷς ἂν ἀδίκως προστάξαιεν· ὥσπερ καὶ ἐπὶ τοῦ Σαοὺλ γέγονε. Καὶ γὰρ τούτου προστάξαντος τοὺς ἱερεῖς τοῦ Θεοῦ παρανόμως ἀναιρεθῆναι, οἱ παρεστῶτες αὐτῷ ποιῆσαι οὐκ ἐπείσθησαν. «Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· Μὴ καὶ ὑμεῖς πεπλάνησθε; Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν, ἢ ἐκ τῶν Φαρισαίων; Ἀλλ’ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον, ἐπικατάρατοί εἰσιν.

Λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν, εἷς ὢν ἐξ αὐτῶν· Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ’ αὐτοῦ πρότερον, καὶ γνῷ τί ποιεῖ;» Τίνος ἕνεκεν τοῖς ὑπηρέταις οὐκ ὀργίλως, ἀλλὰ πράως προσφέρονται οἱ Φαρισαῖοι, ἡπίως οὕτω λέγοντες· «Μὴ καὶ ὑμεῖς πεπλάνησθε;» Διότι ἐδεδοίκεσαν, μὴ καὶ αὐτοὶ τέλεον ἀποσχισθῶσι, καὶ πρόσθωνται τῷ Χριστῷ. Διὸ ἡμερώτερον αὐτοῖς καὶ κολακευτικώτερόν φασιν· «Μὴ καὶ ὑμεῖς,» οἱ δῆθεν τῶν ἄλλων σοφώτεροι, καὶ παραμένοντες ἡμῖν τοῖς νομομαθέσι, «πεπλάνησθε;» Πειρῶνται δὲ αὐτοὺς πεῖσαι ἀπὸ τεκμηρίου σφόδρα ἀνοήτως· «Μὴ γάρ, φασί, τίς τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν;» Καὶ μὴν τίνος τὸ ἔγκλημα; Τοῦ Χριστοῦ, ἢ τῶν μὴ πιστευσάντων;

Πάντως γὰρ ἐκεῖνοι κατακριτέοι, οἱ μὴ πιστεύσαντες. Ἐπικατάρατον δὲ τὸν ὄχλον φασί, διότι ἐπίστευσεν, αὐτοὶ μυρίων ὄντες καταρῶν ἄξιοι, ὡς ἄπιστοι, καὶ τοῖς ἄλλοις ἀπιστίας πρόξενοι. Τίνος δὲ ἕνεκεν ἐπισημαίνεται ὁ εὐαγγελιστὴς περὶ τοῦ Νικοδήμου, ὅτι ἦλθε νυκτὸς πρὸς τὸν Ἰησοῦν, καὶ ὅτε ἐξ αὐτῶν ἦν; Ἵνα δείξῃ αὐτοὺς ψευδομένους. Ἐπεὶ γὰρ εἶπον, «Μή τις τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν;» δείκνυσιν ὅτι καὶ ἐν τούτῳ ψεύδονται. Ἰδοὺ γὰρ ὁ Νικόδημος, ἄρχων ὤν, καὶ εἷς ἐξ αὐτῶν, ἐπίστευσεν εἰς Χριστόν. Πῶς οὖν αὐτοῖς διαλέγεται ὁ Νικόδημος; «Μὴ ὁ νόμος ἡμῶν, φησί, κατακρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ πρότερον ἀκούσῃ;» Δείκνυσιν οὖν ἐντεῦθεν, ὅτι οὐδὲ τὸν νόμον ἀνεγίνωσκον, οὐδὲ τὰ τοῦ νόμου ἐποίουν, κἂν ἐπὶ τοῖς νομικοῖς μέγα ἐφρόνουν. Εἰ γὰρ ὁ νόμος μὲν κελεύει μηδένα ἀποκτιννύναι ἀκρίτως, οὗτοι δὲ πρὶν ἀκοῦσαι ἐπὶ τοῦτο ὥρμησαν, παραβάται τοῦ νόμου εἰσὶ προφανεῖς.

Εἰπὼν δὲ τό, «Καὶ γνῷ τί ποιεῖ,» ἐνέφηνεν ὅτι οὐ ψιλῆς ἀκροάσεως, ἀλλὰ καὶ λίαν ἀκριβοῦς δεῖ, ὥστε γνῶναι τί χρὴ ποιῆσαι, καὶ μὴ ἀγνώστως οὕτω καταδικάσαι.

ΚΕΦΑΛ. Ηʹ. Περὶ τῶν ἐρωτώντων τὸν Ἰησοῦν περὶ τοῦ Πατρὸς αὐτοῦ. Περὶ τοῦ Ἰησοῦ ἐλευθέρωσιν ἐπαγγελλομένου τοῖς ἑπομένοις αὐτῷ. Περὶ τῶν εἰπόντων ὅτι δαιμόνιον ἔχει ὁ Ἰησοῦς. Περὶ τῶν πειρωμένων Ἰουδαίων λιθοβολεῖν τὸν Ἰησοῦν, ὅτι τῷ Ἀβραὰμ προέκρινεν αὐτόν. «Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; Ἐρεύνησον καὶ ἴδε, ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. Πάλιν οὖν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς, λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοί, οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.» Τοῦ Νικοδήμου συνετώτατα τοὺς Φαρισαίους ἐλέγξαντος, ὡς παράνομα διαταττομένους, ἐξαπορηθέντες ἐκεῖνοι, ἀγροικότερον, μᾶλλον δὲ θηριωδέστερον κέχρηνται τῇ ἀποκρίσει, λέγοντες· «Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ;» Ποίαν γὰρ ἀκολουθίαν ἔχει τοῦτο πρὸς τὰ ὑπὸ τοῦ Νικοδήμου ῥηθέντα; Ἐκεῖνος εἶπεν, ὅτι οὐ δεῖ ἀνεξετάστως καὶ ἀκρίτως καταδικάζειν τὸν ἄνθρωπον· ἔδει πάντως αὐτοὺς πρὸς τοῦτο ἀποκρίνασθαι καὶ δεῖξαι, ὅτι οὐκ ἀκρίτως καταδικάζουσι τὸν Ἰησοῦν, ἀλλ’ ἐννόμως, καὶ τοὺς ὑπηρέτας ἔπεμψαν συλλαβεῖν αὐτόν, καὶ πάντα κατὰ τὸ προσῆκον ποιοῦσιν. Οἱ δὲ τί φασι; «Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ;» Ὁρᾷς τὴν ἀνοησίαν; ὁρᾷς τὸ ἀνακόλουθον τῶν λόγων;

Εἶτα ὑβρίζοντες αὐτὸν ὡς ἀμαθῆ, φασίν· «Ἐρεύνησον, καὶ ἴδε, ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται·» τουτέστιν, Ἄπελθε, μάθε, ἐπειδὴ ἄχρι τοῦ νῦν οὐκ ἔμαθες, ὅτι «Προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται.» Εἰς ἀμαθίαν δὲ αὐτὸν ἐπισκώπτοντες ταῦτά φασι. Τί δὲ εἶπεν ὁ Νικόδημος, ὦ Φαρισαῖοι; Μὴ γὰρ εἶπεν, ὅτι προφήτης ἐστὶν ὁ Ἰησοῦς; Εἶπεν ὅτι ἄκριτον ἀναιρεθῆναι οὐ χρή. Πῶς οὖν καὶ ὑμεῖς τοιαῦτα εἰπόντι. οὕτως ἀποκρίνεσθε; Ὁ δὲ Χριστός, ἐπειδὴ ἄνω καὶ κάτω τὴν Γαλιλαίαν αὐτῷ προέφερον, καὶ ὡς περὶ ἑνὸς τῶν προφητῶν ἠμφισβήτουν, δεικνύων αὐτοῖς, ὅτι οὐχ εἷς ἐστι τῶν προφητῶν, φησίν, ὅτι «Ἐγώ εἰμι τὸ φῶς,» τὸ κυρίως φῶς, οὐχὶ φῶς προφητικόν, μερικὸν δηλαδὴ καὶ μικρὰν τὴν λάμψιν ἔχον, ἀλλὰ τὸ ἀληθινὸν φῶς, οὐδὲ Γαλιλαίας ἢ Παλαιστίνης ὅροις περιοριζόμενον, ἀλλὰ τοῦ κόσμου φῶς εἰμι, καὶ πάντων ἀνθρώπων δεσπότης, καὶ περὶ ἐμοῦ ὁ προφήτης εἴρηκε τό, «Ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν.» Χρήσῃ δὲ κατὰ Νεστορίου καὶ τῷ παρόντι ῥητῷ. Οὐ γὰρ εἶπεν, ὅτι Ἐν ἐμοὶ ἔστι τὸ φῶς τοῦ κόσμου, ἀλλ’ «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.» Αὐτὸς γὰρ ὁ φαινόμενος ἄνθρωπος, ὁ αὐτὸς ἦν καὶ Υἱὸς τοῦ Θεοῦ, καὶ φῶς τοῦ κόσμου· οὐχ ὥσπερ Νεστόριος ἐλήρει, ὅτι ἐν τῷ ἀνθρώπῳ τῷ ψιλῷ κατῴκει ὁ Υἱὸς τοῦ Θεοῦ, ἄπαγε! εἷς γάρ, ὥσπερ εἴρηται, ἦν ὁ τῆς Μαρίας καὶ τοῦ Θεοῦ Υἱός. «

Ὁ δὲ ἀκολουθῶν, φησίν, ἐμοί, οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ,» τουτέστιν, οὐ μενεῖ ἐν τῇ πλάνῃ, ἀλλ’ ἀπαλλαγήσεται τῆς πλάνης καὶ τοῦ σκότους. Ἅμα δὲ καὶ τὸν Νικόδημον ἐπαινεῖ, καὶ τοὺς ὑπηρέτας ὡς πεπαῤῥησιασμένους, καὶ διὰ τοῦτο ἐν τῷ φωτὶ ὄντας. Αἰνίττεται δὲ καὶ τοὺς Φαρισαίους ἐν τῇ πλάνῃ καὶ τῷ σκότει ὄντας, καὶ κρυφῆ τοὺς δόλους πλέκοντας. «Εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Ἀπεκρίθη Ἰησοῦς, καὶ εἶπεν αὐτοῖς· Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον, καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε, πόθεν ἔρχομαι, καὶ ποῦ ὑπάγω.» Ἐπειδὴ εἶπεν, ὅτι «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου,» αἰτιῶνται αὐτὸν ὡς περὶ ἑαυτοῦ μαρτυροῦντα. Ὢ τῆς ἀνοίας! Αὐτὸς ἄνω καὶ κάτω τὰς Γραφὰς εἷλκε μαρτυρούσας περὶ ἑαυτοῦ, καὶ αὐτοὶ αἰτιῶνται αὐτὸν ὡς περὶ ἑαυτοῦ μαρτυροῦντα· διὸ πρὸς τὴν κακουργίαν αὐτῶν καὶ αὐτὸς αὐτοῖς ἀποκρίνεται, ὅτι Ἔστω, αὐτὸς περὶ ἐμαυτοῦ μαρτυρῶ, καίτοι γε μὴ τοῦτο ποιῶν, ἀλλὰ τρεῖς ἔχων μάρτυρας, τὸν Πατέρα μου, καὶ τὰ ἔργα, καὶ τὰς Γραφάς, καθὸ δὴ καὶ ἀνωτέρω εἴρηται· ὅμως θῶμεν, ὅτι αὐτὸς περὶ ἐμαυτοῦ μαρτυρῶ.

Κἂν οὖν ἐγὼ ἐμαυτῷ μαρτυρῶ, ἡ μαρτυρία μου ἀληθής ἐστι, διότι οἶδα, ὅτι τοῦ Θεοῦ εἰμι Υἱός, καὶ οὐκ ἄνθρωπος ψιλός, ἀλλ’ ἄνωθεν ἐρχόμενος καὶ Θεός. Πῶς οὖν ψευδὴς ἔσται ἡ μαρτυρία μου Θεοῦ ὄντος, καὶ διὰ τοῦτο ἀξίου πιστεύεσθαι;

Πάντως γὰρ ὁ Θεὸς ἀξιόπιστος ἑαυτῷ μάρτυς. Ἀλλὰ καὶ πρὸς Θεὸν μέλλων ἀπελθεῖν τὸν ἀληθῆ, πῶς ἂν ψευδοίμην πρὸς τὸν ἀληθῇ μέλλων ἀπελθεῖν; «Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ κρίνω οὐδένα. Καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀληθής ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ’ ἐγώ, καὶ ὁ πέμψας με Πατήρ.» Ἐγὼ μέν, φησί, Θεὸς ὤν, καὶ ἄνωθεν ἐλθών, ἀληθῆ περὶ ἐμαυτοῦ μαρτυρῶ· ὑμεῖς δὲ πρὸς τὸ φαινόμενον μόνον ἀποβλέποντες, καὶ διότι ἐν σαρκί εἰμι, σάρκα ψιλήν με ὑπολαμβάνετε, ἀλλ’ οὐχὶ καὶ Θεόν, καὶ ἐκ Θεοῦ ἐλθόντα. «Κατὰ σάρκα κρίνετε·» τουτέστιν ἐπισφαλῶς. Ὥσπερ γὰρ ὁ ἐν σαρκὶ ζῶν, φαύλως λέγεται ζῇν· οὕτω καὶ ὁ κατὰ σάρκα κρίνων, ἀδίκως κρίνων ἂν λεχθείη. Εἶτα ὥσπερ τινὸς εἰπόντος· Εἰ ἀδίκως κρίνομεν ἡμεῖς οἱ Ἰουδαῖοι, διὰ τί μὴ κολάζεις, διὰ τί μὴ κατακρίνεις; φησίν, ὅτι Οὐκ ἐπὶ τούτῳ ἦλθον ἵνα κρίνω. «Ἐγὼ γὰρ οὐδένα κρίνω νῦν· καὶ ἐὰν κρίνω δέ, ἡ κρίσις μου ἀληθής ἐστι.» Καὶ γὰρ καταδεδικασμένοι ἂν ἦτε, εἴ γε ἠθέλησα κρῖναι. Νῦν δὲ ἐκφεύγετε τὴν κατάκρισιν, οὐ διότι ἀδυνατῶ ὑμᾶς κατακρῖναι, ἀλλὰ διότι οὐκ ἔστι νῦν καιρός. Τῇ γὰρ δευτέρᾳ παρουσίᾳ ταμιεύομαι τὴν κατάκρισιν ὑμῶν· ὥσπερ καὶ ἀλλαχοῦ φησι, ὅτι «Οὐκ ἦλθον κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι·» ἐπεὶ ὅτι γε αὐτός ἐστιν ὁ πάντων κριτής, ἄκουε τοῦ ἀψευδοῦς στόματος, ὅτι «Ὁ Πατὴρ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ.»

Ὥστε ὅταν ἀκούῃς, ὅτι «Ἐγὼ κρίνω οὐδένα,» μὴ περὶ τῆς μελλούσης παρουσίας, ἀλλὰ τῆς προτέρας, νόει λέγεσθαι τοῦτο. Εἰπὼν δέ, ὅτι «Οὐκ εἰμὶ μόνος, ἀλλὰ καὶ ὁ Πατήρ μου μετ’ ἐμοῦ ἐστιν,» ἔδειξεν, ὅτι Οὐκ ἐγὼ μόνος καταδικάζω ὑμᾶς, ἀλλὰ καὶ ὁ Πατήρ. Οὐ γὰρ ἄλλως μὲν ἐγὼ κρίνω, ἄλλως δὲ ὁ Πατήρ· ἀλλ’ ὥσπερ ἂν ἐγώ, οὕτω κἀκεῖνος· καὶ ὡς ἐκεῖνος, οὕτω κἀγώ. «Καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ.» Εἰπάτωσαν ἐνταῦθα Ἀρειανοί τε καὶ Εὐνομιανοί, οἱ λέγοντες μὴ ὁμοούσιον εἶναι τῷ Πατρὶ τὸν Υἱόν· εἰ μὴ ὁμοούσιος ἦν, πῶς ἂν ἐτόλμησεν εἰπεῖν, ὅτι Τῆς αὐτῆς αὐθεντίας καὶ ἀξιοπιστίας εἰμὶ τῷ Πατρί; Ὥσπερ γὰρ δύο ἀνθρώπων περί τινος μαρτυρούντων, καὶ ἀληθοῦς οὔσης τῆς μαρτυρίας αὐτῶν, πρόδηλον ὅτι καὶ ἡ ἀξιοπιστία ἡ αὐτή· οὕτω κἀνταῦθα, οὐδὲν ἔλαττον ἐμφαίνει ἔχειν τὴν ἑαυτοῦ πρὸς τὴν τοῦ Πατρὸς μαρτυρίαν. Ἄκουε γὰρ αὐθεντικῶς λεγόμενον τὸ ἐφεξῆς· «Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ καὶ ὁ Πατήρ.» Ὁρᾷς τὴν ἴσην αὐθεντίαν, καὶ ὅπως ἑαυτὸν ἀξιόπιστον ποιεῖται, ὥσπερ καὶ τὸν Πατέρα;

Ὅπερ οὐκ ἂν ἐτόλμησεν εἰπεῖν, εἴ γε ὑποδεέστερος ἦν τοῦ Πατρὸς κατὰ τὴν ἀξίαν, καὶ οὐκ ἴσος αὐτῷ καὶ ὁμοούσιος. Εἰ γὰρ ἠβούλετο ὕφεσίν τινα καὶ ἐλάττωσιν ἐνδείξασθαι, οὐκ ἂν ἑαυτὸν συνηρίθμησε τῷ Πατρί, καὶ τὴν οἰκείαν μαρτυρίαν τῇ τοῦ Πατρὸς συγκατέταττε· ἀλλὰ δοῦλος ὤν, καθὼς οἱ αἱρετικοὶ δυσσεβοῦσιν, εἰς ἕνα τῶν συνδούλων ἀπέβλεψεν ἄν, κἀκεῖνον συμμάρτυρα ἐποιήσατο, οἷον τὸν Ἰωάννην λέγω, ἢ τοὺς προφήτας· ἢ ἁπλῶς, εἴ γε τοιαύτας ἤθελε μαρτυρίας, μυρίας ἂν εὗρε. Νῦν δὲ τὴν ὁμοουσιότητα θέλων δεῖξαι, ἣν ἔχει πρὸς τὸν Πατέρα, τῷ Πατρὶ συναριθμεῖ ἑαυτόν. Μὴ θαυμάσῃς δέ, εἰ ἀλλαχοῦ καὶ Ἰωάννην, καὶ Μωσῆν, καὶ τοὺς προφήτας παράγει περὶ αὐτοῦ μαρτυροῦντα, Πρὸς γὰρ τὴν τῶν ἀκροατῶν ὑπόληψιν τοῦτο ποιεῖ· καὶ ἐπειδὴ ἐκεῖνοι τὸν Ἰωάννην καὶ τὸν Μωσῆν αὐτοῦ προετίθεσαν, τούτου ἕνεκεν τοὺς νομιζομένους παρ’ αὐτοῖς ἐνδόξους καὶ μεγάλους εἰς μαρτυρίαν ἕλκει. Ὥστε ἐπεὶ καὶ περὶ τοῦ Θεοῦ καὶ Πατρὸς μεγάλην ὑπόληψιν εἶχον (καὶ τί γὰρ ἄλλο, ἢ ὡς Θεὸν ἐδόξαζον;), παράγει νῦν καὶ αὐτὸν ἐκεῖνον τὸν ἐπὶ πάντων Θεόν, μάρτυρα. Ἐπεὶ δὲ καὶ ἑαυτὸν τῷ τοιούτῳ μάρτυρι τῷ ἀπαραγράπτῳ καὶ ἀψευδεστάτῳ συντάττει, προδηλότατον ἄρα, ὅτι τῆς αὐτῆς τῷ Πατρὶ αὐθεντίας καὶ ἐξουσίας ἐστί. Καὶ αἰσχυνέσθωσαν οἱ δοῦλον αὐτὸν καὶ ἐλάττω κατὰ πάντα τοῦ Πατρὸς λέγοντες. «Ἔλεγον οὖν αὐτῷ· Ποῦ ἐστιν ὁ πατήρ σου;

Ἀπεκρίθη ὁ Ἰησοῦς· Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου. Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ᾔδειτε ἄν. Ταῦτα τὰ ῥήματα ἐλάλησεν ὁ Ἰησοῦς ἐν τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ. Καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.» Ἐπειδὴ ὡς πειράζοντες αὐτὸν ἠρώτων περὶ τοῦ Πατρός, καὶ οὐχὶ τοῦ μαθεῖν ἕνεκεν· διὰ τοῦτο οὐδὲ ἀποκρίσεως αὐτοὺς ἀξιοῖ, ἀλλά φησιν· «Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου·» τουτέστιν, Οὐ δύνασθε γνῶναι Πατέρα μου χωρὶς ἐμοῦ· ὥστε κἂν δοκῆτε τιμᾷν τὸν Θεόν, οὐ πιστεύητε δὲ αὐτὸν Πατέρα εἶναι ἐμοῦ τοῦ ἀληθινοῦ Υἱοῦ, οὐδὲν ὠφελεῖσθε. Οὐδὲ οἴδατε αὐτόν, καθὼς δεῖ γνῶναι, ἐπεὶ ἐγινώσκετε ἂν καὶ ἐτιμᾶτε κἀμέ· νῦν δὲ ἐπεὶ ἐμὲ οὐκ οἴδατε, οὐδὲ τιμᾶτε, οὐδὲ ἐκεῖνον οἴδατε, οὐδὲ τιμὴν αὐτῷ προσάγετε, κἂν δοκῆτε. Τοῦ δὲ μὴ εἰδέναι με, οὐκ ἄλλος ὑμῖν αἴτιος, ἀλλ’ αὐτοὶ ἑαυτοῖς. Ἀκούεις, ὁ τὸν Υἱὸν ὑποβιβάζων ἀσεβῶς τῷ Πατρί; Εἰ μὴ ὁμοούσιος ἦν τῷ Πατρί, πῶς ἂν εἶπεν, ὅτι «Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα ᾔδειτε ἄν;» Εἰ γὰρ καθ’ ὑμᾶς κτίσμα ἐστὶν ὁ Υἱός, πῶς ὁ εἰδὼς τὸ κτίσμα, οἶδε καὶ τὸν Θεόν; Οὐ γὰρ δήπου ὁ εἰδὼς τὴν οὐσίαν τοῦ ἀγγέλου, οἶδε καὶ τὴν τοῦ Θεοῦ. Ἐπεὶ οὖν ὁ τὸν Υἱὸν εἰδώς, καὶ τὸν Πατέρα οἶδε, τῆς αὐτῆς ἄρα οὐσίας τῷ Πατρὶ ὁ Υἱός. Ναί, φησίν, ἀλλ’ ὁ τὴν κτίσιν εἰδώς, οἶδε καὶ τὸν Θεόν.

Οὐδαμῶς· πολλοὶ γάρ, μᾶλλον δὲ ἅπαντες, τὴν κτίσιν μὲν καὶ ὁρῶσι, καὶ οἴδασι·

Θεὸν δὲ οὔτε ὁρᾷ τις, οὔτε οἶδε. Ταῦτα δὲ ἐλάλει ὁ Ἰησοῦς ἐν τῷ γαζοφυλακίῳ ἐν μέσῳ τοῦ ἱεροῦ· καὶ οὕτως ἐπαῤῥησιάζετο. Καὶ ὅμως φονῶντες κατ’ αὐτοῦ, καὶ ἐν χερσὶν αὐτὸν ἔχοντες, οὐκ ἐτόλμων πιάσαι αὐτόν. Οὐδὲ οὕτω συνίεσαν, ὅτι θείας τῷ ὄντι δυνάμεως ἔργον ἐστί, τὸ ἐν μέσῳ τῶν ἐχθρῶν περιειλημμένον, ἀβλαβῆ διατηρεῖσθαι καὶ ἀνεπηρέαστον, καὶ ταῦτα, ζητούντων αὐτὸν πρὸ τοῦ Πάσχα καὶ ἐνεδρευόντων. Ὃν οὖν μὴ ὄντα ἐζήτουν, καὶ καθ’ οὗ ἠγρίαινον καὶ ἀπόντος, τοῦτον ἐν μέσοις τοῖς δικτύοις ἔχοντες, εἶτα μὴ δυνάμενοι ἑλεῖν, οὐδὲ οὕτως ἐπεγίνωσκον τὴν αὐτοῦ δύναμιν. «Ὅτι οὔπω, φησίν, ἐληλύθει ἡ ὥρα αὐτοῦ·» τουτέστιν, ὁ ἐπιτήδειος καιρὸς τοῦ θανάτου αὐτοῦ οὔπω ἐνειστήκει, καθ’ ὃν ἔμελλεν ἑαυτὸν δοῦναι. Καὶ γὰρ καὶ τότε οὐκ ἂν ἴσχυσαν κατ’ αὐτοῦ, εἰ μὴ ἦν καιρὸς ὁ προσήκων, ὃν αὐτὸς ἑαυτῷ ἐταμιεύσατο. Οὐ γὰρ ἀδυναμίας ἦν τὸ σταυρωθῆναι, ἀλλὰ συγχωρήσεως.

Συνεχώρησε γάρ, ὅταν ἠβούλετο· ἐπεὶ ἐκεῖνοί γε ἔκπαλαι ἐπεθύμουν τοῦ θανατῶσαι αὐτόν, ἀλλὰ κατείχοντο τοῖς ἀοράτοις δεσμοῖς τῆς ἰσχύος αὐτοῦ. Ἔδει γὰρ αὐτὸν ἐπὶ πλεῖον ἐνδιατρίψαι τῇ κατὰ σάρκα ζωῇ, ἵνα πλείονος ὠφελείας τοῖς ἀνθρώποις γένηται πρόξενος διά τε σημείων πλειόνων ἐπιδείξεως, καὶ λόγων διδασκαλίας. Τινὲς δὲ τό, «Ποῦ ἔστιν ὁ πατήρ σου;» οὕτω νοοῦσιν εἰρῆσθαι παρὰ τῶν Ἰουδαίων πρὸς τὸν Κύριον, ὡς ἐφ’ ὕβρει καὶ ὀνείδει. Ὑβρίζοντες γὰρ αὐτὸν ὡς ἐκ πορνείας γεγονότα, καὶ μὴ γινώσκοντα τὸν πατέρα αὐτοῦ, ταῦτά φασιν· ἢ καὶ ὡς εὐτελοῦς ὄντος τοῦ νομιζομένου πατρὸς αὐτοῦ τοῦ Ἰωσήφ, τοῦτο λέγουσι· «Ποῦ ἐστιν ὁ Πατήρ σου;» ὡσανεὶ λέγοντες· Ἀφανής ἐστι καὶ δυσγενὴς ὁ πατήρ σου· τί αὐτὸν ἡμῖν ἄνω καὶ κάτω φέρεις; «Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἐγὼ ὑπάγω, καὶ ζητήσετέ με καὶ οὐχ εὑρήσετε, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε. Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει, Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; Καὶ εἶπεν αὐτοῖς· Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τοῦ κόσμου ἐστέ, ἐγὼ ἐκ τοῦ κόσμου τούτου οὐκ εἰμί. Εἶπον οὖν ὑμῖν, ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. Ἐὰν γὰρ μὴ πιστεύσητε, ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.»

Τίνος ἕνεκεν συχνάκις αὐτοῖς λέγει τό, «Ἐγὼ ὑπάγω, καὶ ζητήσετέ με;» Ὥστε κατασεῖσαι αὐτῶν καὶ ἐκφοβῆσαι τὰς ψυχάς. Ὅρα γὰρ πῶς εἰς φροντίδα εὐθὺς ἐνέπεσον, οἶ διαποροῦντες ἔλεγον· «Μήτι ἀποκτενεῖ ἑαυτόν;» καίτοι ἐπιθυμοῦντες ἀπαλλαγῆναι αὐτοῦ, καὶ ἐκ μέσου αὐτὸν γενέσθαι εὐχόμενοι, καί που καὶ ἀνελεῖν βουλόμενοι· ὅμως οὕτω τι μέγα περὶ τοῦ πράγματος ἐφαντάσθησαν, ὥστε διαπορεῖν περὶ αὐτοῦ.

Ἅμα δὲ συχνάκις λέγει τό· «Ἐγὼ ὑπάγω,» δεικνὺς ὅτι προγινώσκει τὸν οἰκεῖον θάνατον, καὶ ὡς οὐ τῆς αὐτῶν δυνάμεως ἔργον ὁ σταυρός, ἀλλὰ τῆς αὐτοῦ βουλήσεως. Ὑπάγω γάρ, φησίν, οὐχ ὑμεῖς με ἄγετε, ἀλλ’ ἐγὼ ἐθελοντὴς πορεύομαι. Ἐν δὲ τῷ εἰπεῖν, ὅτι «Ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, ὅπου ἐγὼ ὑπάγω,» δείκνυσιν, ὡς ἄρα ἀναστήσεται μὲν αὐτὸς ἐν δόξῃ, καὶ καθιεῖται ἐκ δεξιῶν τοῦ Θεοῦ, αὐτοὶ δὲ ἐν ταῖς ἁμαρτίαις αὐτῶν ἀποθανοῦνται. Ἐκεῖνοι τοίνυν τί πρὸς ταῦτά φασι; «Μή τι ἀποκτενεῖ ἑαυτόν;» Ὁ δὲ Κύριος ἀναιρῶν ταύτην αὐτῶν τὴν ὑπόνοιαν, καὶ δεικνὺς ὅτι οὐκ ἔστιν ἐκτὸς κατακρίσεως τὸ ἀποκτιννύναι ἑαυτόν, φησίν· Ὑμεῖς ἐκ τῶν κάτῳ ὄντες, καὶ μηδὲν θεῖον ἐννοῆσαι δυνάμενοι, ἀκολούθως τοιαῦτα νοεῖτε· ἐγὼ δὲ μὴ ὢν ἐκ τοῦ κόσμου τούτου, τουτέστι, μηδὲν κοσμικὸν καὶ περίγειον φρονῶν, οὐκ ἄν ποτε εἰς τοῦτο μανίας ἔλθοιμι, ὥστε ἑαυτὸν ἀποκτεῖναι· τοῦτο γὰρ δαιμονιῶδες, καὶ οὐ θεῖον. Ἀλλ’ ἐνταῦθα Ἀπολινάριος δραξάμενος τοῦ ῥητοῦ, φησί, τοῖς Μανιχαίοις πάντως ἑπόμενος, ὅτι Ὁρᾷς· οὐκ ἦν ἐκ τοῦ κόσμου τούτου τὸ σῶμα τοῦ Κυρίου, ἀλλ’ ἄνωθεν ἐξ οὐρανοῦ, ὡς καὶ Παῦλος λέγει, ὅτι «Ὁ δεύτερος ἄνθρωπος, ὁ Κύριος ἐξ οὐρανοῦ.» Τί τοίνυν ἔστιν εἰπεῖν;

Ἦ πάντως ἐρωτητέον αὐτόν, πῶς νοεῖ τὸ πρὸς τοὺς ἀποστόλους παρὰ τοῦ Κυρίου λεγόμενον, ὅτι «Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου;» ἆρα ὡς καὶ αὐτῶν τὰ σώματα ἐκ τοῦ οὐρανοῦ ἐχόντων, ἀλλ’ οὐκ ἐκ ταύτης τῆς κτίσεως, ἢ ὡς μὴ τὰ τοῦ κόσμου φρονούντων, εἶπε τοῦτο ὁ Κύριος; Πρόδηλον πάντως, ὅτι ἐπεὶ μὴ τὰ τοῦ κόσμου ἐφρόνουν, τούτου ἕνεκεν τοῦτο πρὸς αὐτοὺς εἶπεν. Οὕτως οὖν νοητέον καὶ τό, «Ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου·» τουτέστιν, Οὐκ εἰμὶ ὡς εἷς ὑμῶν τῶν τὰ τοῦ κόσμου φρονούντων· ὡς καὶ ὁ Παῦλος πρός τινας λέγει· «Οὐκ ἐστὲ ἐν σαρκί·» οὐκ ἀσωμάτους αὐτοὺς εἶναι λέγει, ἀλλὰ φιλοσοφίαν αὐτοῖς, καὶ σαρκικῶν παθῶν ἀπαλλαγὴν προσμαρτυρεῖ.

Τί οὖν πάλιν αὐτοῖς ὁ Κύριος; «Ἐὰν μὴ πιστεύσητε, φησίν, ἐμοί, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.» Εἰ γὰρ διὰ τοῦτο ἦλθεν, ἵνα ἄρῃ τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ οὐκ ἔστιν ἄλλως ἄφεσιν ἁμαρτιῶν λαβεῖν, εἰ μὴ διὰ τοῦ βαπτίσματος, βαπτισθῆναι δὲ τὸν μὴ πιστεύσαντα ἀδύνατον· ἀνάγκη πᾶσα λοιπὸν ἐν τῇ οἰκείᾳ ἁμαρτίᾳ ἀποθανεῖν τὸν ἄπιστον. Οὐ γὰρ ἐξεδύσατο τὸν παλαιὸν ἄνθρωπον, ὅτι μὴ ἐβαπτίσατο.

Διὸ καὶ ἀλλαχοῦ φησιν ὁ Κύριος, ὅτι «Ὁ μὴ πιστεύων ἤδη κέκριται,» οὐ κατὰ τοῦτο μόνον τὸ μὴ πιστεῦσαι, ἀλλ’ ὅτι καὶ τὰ πρότερον ἁμαρτήματα ἔχων ἄπεισιν. «Ἔλεγον οὖν αὐτῷ· Σὺ τίς εἶ; Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν. Πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν, ἀλλ’ ὁ πέμψας με, ἀληθής ἐστι. Κἀγὼ ἃ ἥκουσα παρ’ αὐτοῦ, ταῦτα λέγω εἰς τὸν κόσμον. Οὐκ ἔγνωσαν δέ, ὅτι τὸν Πατέρα αὐτοῦ ἔλεγε.» Μετὰ τοσοῦτον χρόνον, μετὰ τοσούτων σημείων ἐπίδειξιν, ἐρωτῶσιν αὐτόν· «Σὺ τίς εἶ;» οὕτως ἦσαν ἀνόητοι, ὑβρισταί τε καὶ χλευασταί. Ὁ δὲ Κύριος, «Τὴν ἀρχήν, φησίν, ὅ τι καὶ λαλῶ ὑμῖν.» Ὑμεῖς, φησί, καὶ τοῦ ὅλως ἀκούειν τῶν παρ’ ἐμοῦ λόγων, ἀνάξιοι ἐστέ, μήτι γε καὶ μανθάνειν τίς εἰμι· πάντα γὰρ πειράζοντες λέγετε, καὶ οὐδενὶ τῶν παρ’ ἐμοῦ προσέχειν θέλοντες. Ἐγὼ δὲ ἠδυνάμην, καὶ ὑμᾶς ἐλέγχειν, καὶ μὴ μόνον ἐλέγχειν, ἀλλὰ καὶ κολάζειν.

Ταῦτα γὰρ τὰ δύο αἰνίττεται εἰπών, ὅτι «Πολλὰ ἔχω ὑμῖν [περὶ ὑμῶν] λαλεῖν καὶ κρίνειν·» διὰ μὲν τοῦ λαλεῖν, τὸ ἐλέγχειν παραδηλῶν· διὰ δὲ τοῦ κρίνειν, τὸ κατακρίνειν καὶ καταδικάζειν. Ἀλλ’ ὁ πέμψας με, φησίν, οὐκ ἐπὶ τούτῳ ἔπεμψέ με, ἐφ’ ᾧ κρίνειν καὶ ἐλέγχειν. «Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, ἵνα κρίνῃ τὸν κόσμον· ἀλλ’ ἵνα σώσῃ τὸν κόσμον.» Ἐπεὶ τοίνυν ὁ Πατήρ μου εἰς τὸ σώσειν με ἀπέστειλεν, ἀληθὴς δέ ἐστιν· εἰκότως οὐδένα κρίνω νῦν, ἀλλὰ μόνον λαλῶ ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, τὰ πρὸς σωτηρίαν δηλαδή, οὐ τὰ πρὸς ἔλεγχον. Ταῦτα δὲ ἔλεγεν, ἵνα μὴ νομίσωσιν, ὅτι οὐχ ὡς ἀδύνατος οὐ κολάζει αὐτούς· δείκνυσιν οὖν, ὅτι οὐχ ὡς ἀδύνατος, ἀλλ’ ὡς οὐ θέλων κολάσαι αὐτούς, ἅτε δὴ μὴ ἐπὶ τῷ κολάσαι, ἀλλ’ ἐπὶ τῷ σῶσαι ἐλθών. Ταῦτα δὲ αὐτοῦ λέγοντος, οὕτως ἦσαν ἀνόητοι, ὥστε «οὐκ ἔγνωσαν, φησίν, ὅτι τὸν Πατέρα αὐτοῦ αὐτοῖς λέγει.» Καίτοι πόσα περὶ τοῦ Πατρὸς αὐτοῖς διελέχθη; ἀλλ’ ὄντως ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. Τινὲς δὲ οὕτω νοοῦσι τό· «Ἀλλ’ ὁ πέμψας με, ἀληθής ἐστιν·» Ἠδυνάμην, φησί, καὶ νῦν κρῖναι ὑμᾶς, ἀλλὰ τῷ μέλλοντι αἰῶνι τοῦτο τηρῶ. Ἀπιστεῖτε δέ, καὶ τὸν τῆς καὶ ἀνταποδόσεως καιρὸν οὐχ ὑπολογίζεσθε.

Ἀλλ’ εἰ καὶ ὑμεῖς ἀπιστεῖτε, ὁ γοῦν Πατήρ μου ἀληθής ἐστιν, ὃς ἔστησεν ἡμέραν καθ’ ἣν ἀνταποδοθήσεται ὑμῖν, ὃς καὶ ἀπέστειλέ με κηρύξαι ταῦτα, καὶ φανερῶσαι τῷ κόσμῳ τὴν αὐτοῦ δικαιοσύνην καὶ δύναμιν. «Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε, ὅτι ἐγώ εἰμι, καὶ ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ Πατήρ μου, ταῦτα λαλῶ, καὶ ὁ πέμψας με, μετ’ ἐμοῦ ἐστιν. Οὐκ ἀφῆκέ με μόνον ὁ Πατήρ, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε.» Ἐπειδὴ πολλὰ σημεῖα ποιήσας οὐκ ἐπεσπάσατο τούτους, περὶ τοῦ σταυροῦ αὐτοῖς διαλέγεται. Ὑμεῖς μὲν γάρ, φησί, τότε δόξετε ἐν παντελεῖ ἀμεριμνίᾳ εἶναι, καὶ ἀπαλλαγῆναί μου, ὅτε δηλαδή με σταυρώσετε. Ἐγὼ δὲ λέγω, ὅτι «γνώσεσθε, ὅτι ἐγὼ εἶμι·» τουτέστιν, ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ τὰ πάντα φέρων καὶ ἄγων, καὶ ὅτι οὐκ ἐναντίος εἰμὶ τῷ Πατρί, οὐδὲ ἀπ’ ἐμαυτοῦ ποιῶ, ἢ λαλῶ· οὐ γὰρ ἔχω ἴδιον θέλημα κεχωρισμένον τοῦ Πατρικοῦ. Πῶς δὲ ἔμελλον γνῶναι αὐτὸν ἐν τῷ σταυρῷ; Ἀπὸ τῶν σημείων τῶν τηνικαῦτα, ἀπὸ τῆς ἀναστάσεως καὶ τῆς ἁλώσεως. Ταῦτα γὰρ πάντα ἱκανὰ ἦν ἐμφῆναι τὴν ἰσχὺν αὐτοῦ.

Ἀμφότερα τοίνυν γνώσεσθε, καὶ τὴν ἰσχὺν τὴν ἐμήν, ὅταν σταυρώσητέ με, καὶ τὴν ὁμόνοιαν τὴν πρὸς τὸν Πατέρα. Οὐ γὰρ ἂν ὁ Πατὴρ ἢ ἐξεδίκησέ με, παραδοὺς τὴν πόλιν ὑμῶν τοῖς Ῥωμαίοις, ἢ σημεῖα ἐν τῷ σταυρῷ ἐπετέλει, εἰ μὴ Υἱὸς ἤμην αὐτοῦ, καὶ ὁμογνώμων, ἀλλ’ οὐκ ἀντίθεος. Τότε οὖν εἴσεσθε, ὅτι ὅσα διδάσκω καὶ λέγω, ἀπ’ ἐκείνου εἰσί, θεῖα πάντως καὶ Θεοῦ ῥήματα, καὶ οὐκ ἐμά, ἀλλὰ τοῦ πέμψαντός με. Εἶτα ἵνα μὴ νομίσωσιν, ὅτι τὸ πεμφθῆναι καὶ ἀποσταλῆναι ὕφεσιν δηλοῖ, φησίν, ὅτι «Ὁ Πατήρ μου μετ’ ἐμοῦ ἐστιν.» Εἰ γὰρ καὶ ἀπέστειλέ με ὡς ἄνθρωπον, ἀλλ’ οὖν οὐκ ἐχωρίσθην αὐτοῦ, ἀλλὰ μετ’ ἐμοῦ ἐστιν, ὡς Θεὸς Θεῷ συνών.

Ἐπὶ τὸ ταπεινότερον δὲ πάλιν τὸν λόγον κατάγων, φησί, «Καὶ οὐκ ἀφῆκέ με μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ.» Διὰ τοὺς Ἰουδαίους δὲ ταῦτα τὰ ταπεινὰ φθέγγεται. Ἐπεὶ γὰρ ἔλεγον ἐκεῖνοι, ὅτι «Οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ὅτι τὸ Σάββατον οὐ τηρεῖ·» φησίν· «Ὅτι τὰ ἀρεστὰ αὐτῷ ποιῶ.» Ὥστε κἂν τὸ Σάββατον λύω, ἀρεστὸν αὐτῷ τοῦτο Ἐκ τούτων δὲ τῶν ταπεινῶν ῥημάτων αὐτὸς μὲν οὐδὲν ἐλυμαίνετο τῇ οἰκείᾳ δόξῃ, τοῖς δὲ ἀκούουσιν ὠφέλειαν ἐποίει, μᾶλλον δὲ καὶ τὴν δόξαν αὐτοῦ συνίστα διὰ τούτου. Οἱ γὰρ ἀκούοντες αὐτοῦ πάντα εἰς τὸν Πατέρα ἀναφέροντος, μᾶλλον αὐτῷ προσετίθεντο, καὶ ἐπίστευον εἰς αὐτόν· ὥστε τὰ ταπεινὰ μᾶλλον ὕψουν αὐτόν. Ὁρᾷς τὰ κατορθώματα τῆς μακαρίας ταπεινώσεως; Ὅτι δὲ ταῦτα οὕτως ἔχει, ἄκουε τῶν ἐφεξῆς. «Ταῦτα αὐτοῦ λαλοῦντος, πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστέ, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.» Ὅπερ εἶπον, ὅτι διὰ τῶν ταπεινοτέρων ῥημάτων μᾶλλον ὑπήγοντο οἱ ἀκροαταί, τοῦτο καὶ ὁ εὐαγγελιστὴς ἐπισημαίνεται. «Ταῦτα γάρ, φησίν, αὐτοῦ λαλοῦντος, πολλοὶ ἐπίστευσαν·» ταῦτα τὰ ταπεινὰ ῥήματα, καὶ ἀνάξια δῆθεν τῆς δόξης αὐτοῦ. Ὥστε πανταχοῦ, ὅταν ἀκούῃς αὐτοῦ μικρά τινα καὶ εὐτελῆ περὶ ἑαυτοῦ λέγοντος, μὴ θορυβοῦ.

Διὰ γὰρ τοὺς ἀκροατὰς ταῦτα φθέγγεται, μὴ δυναμένους ὑψηλότερόν τι νοῆσαι, ἀλλ’ εὐθὺς ἀγριαίνοντας. Τί δὲ οὐκ ἔμελλον τοῦτο πάσχειν, μὴ δυνάμενοι εἰς τὸ βάθος τοῦ θεολογικοῦ μυστηρίου φθάσαι, ὅπου γε καὶ Χριστιανοῖς τὴν αὐτοῦ δύναμιν ἐγνωκόσι, καὶ δι’ αὐτοῦ σωθεῖσι, τὸ ὕψος τῆς αὐτοῦ δόξης ἀνέφικτον ἐγένετο;

Ἀκούων δέ, ὅτι «Πολλοὶ ἐπίστευσαν,» οὕτω νόει, τούτους πιστεύσαντας, [οὐχ] ἁπλῶς, καὶ ὡς ἔτυχεν, οὐχ ὡς ἐχρῆν, ἀλλ’ ὡσπερεὶ ἀρεσθέντας καὶ ἀναπαυσαμένους ἐπὶ τῇ τῶν λόγων ταπεινότητι. Ὅτι δὲ οὐκ ἦσαν τοιοῦτοι πιστοί, ἀκριβεῖς δηλαδή, δῆλον. «Ἔλεγε γάρ, φησί, πρὸς τοὺς πεπιστευκότας Ἰουδαίους·

Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ.» Αἰνίττεται γὰρ αὐτοὺς πιστεύσαντας μέν, ἐπιπολαίως δέ, καὶ διὰ τοῦτο μηδὲ παραμενοῦντας ἐν τῇ πίστει. Ἐλέγχων δὲ αὐτοὺς οὕτως ἔχοντας, δείκνυσιν, ὡς οἶδε τὰς καρδίας αὐτῶν. καὶ Θεός ἐστιν. Ἐπεὶ δὲ καί τινες ἀνεχώρησαν, πρώην δοκοῦντες αὐτοῦ μαθηταὶ εἶναι, διὰ τοῦτο πρὸς τοὺς νῦν πιστεύσαντάς φησιν, ὅτι Ἐκεῖνοι μὲν ἀνεχώρησαν, ἐὰν δὲ ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ καὶ τῇ πίστει, ἐπιγνώσεσθε τὴν ἀλήθειαν· τουτέστιν, Ἐμέ· ἐγὼ γάρ εἰμι ἡ ἀλήθεια.

Ὡς νῦν γε οὐκ ἐπιγινώσκετε τὴν ἀλήθειαν· οὐ γὰρ ἀλήθεια, ἀλλὰ τύπος καὶ σκιὰ πάντα τὰ τοῦ νόμου, ὃν ὑμεῖς δοκεῖτε τηρεῖν. Ἀλλ’ ἐὰν ἐμὲ ἐπιγνῶτε τὸν ἀληθῆ ὄντα, «ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς·» τουτέστιν, Ἐγὼ δηλαδὴ ἀπὸ τῶν ἁμαρτιῶν. Ὁ γὰρ πιστεύων εἰς τὸν αἵροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, πάντως ἀπήλλακται τῶν ἁμαρτιῶν. Ὥσπερ οὖν τοῖς ἀπιστοῦσιν εἶπεν, ὅτι «Ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε,» οὕτω τοῖς παραμενοῦσιν ἐν τῇ πίστει, ἐπαγγέλλεται τὴν ἐλευθερίαν τῶν ἁμαρτιῶν. Αἱ μὲν γὰρ νομικαὶ θυσίαι, καὶ οἱ ῥαντισμοί, οὐκ ἀπήλλαττον ἁμαρτιῶν· τύποι γὰρ ἦσαν. Ἡ δὲ πνευματικὴ θυσία αὕτη καὶ ἀληθινή, διὰ τῆς πίστεως καὶ ἐπιγνώσεως ἐλευθεροῖ, οὐκ ἔτι δούλους ἡμᾶς ὄντας, ἀλλ’ υἱοὺς γινομένους Θεοῦ. «Ἀπεκρίθησαν, καὶ εἶπον αὐτῷ· Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις, ὅτι Ἐλεύθεροι γενήσεσθε; Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας· Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ Υἱὸς μένει εἰς τὸν αἰῶνα. Ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροί ἐστε.» Πάλιν οἱ ἀλαζόνες πρὸς τὴν ἄδοξον αὐτῶν εὐγένειαν ἀφορῶντες, ἀγριαίνουσι, «Σπέρμα Ἀβραάμ ἐσμεν,» λέγοντες. Καίτοι ἐχρῆν αὐτοὺς ἐπ’ ἄλλῳ ἀγανακτῆσαι, εἴ γε ἔδει ἀγανακτεῖν.

Εἶπε γὰρ αὐτοῖς, ὅτι «Τὴν ἀλήθειαν γνώσεσθε.» Ἐχρῆν οὖν εἰπεῖν· Τί δέ; νῦν τὴν ἀλήθειαν οὐκ ἴσμεν, ἀλλὰ ψεῦδος ἅπαντα τὰ τοῦ νόμου, καὶ ἡ γνῶσις ἡ ἡμετέρα; Ἀλλ’ οὐδενὸς τούτων αὐτοῖς ἔμελεν, ἀλλ’ ἐπὶ κοσμικοῖς πράγμασιν ἀλγοῦσι, δουλείαν ὀνειδισθῆναι τοιαύτην καὶ δυσγένειαν ὑπολαβόντες· «Σπέρμα Ἀβραάμ ἐσμεν.» Οὐδαμοῦ τῶν οἰκείων κατορθωμάτων μέμνηνται, ἀλλ’ ἐπὶ τοὺς πατέρας ἀνατρέχουσι· διὸ καὶ ὁ Ἰωάννης πρὸς αὐτούς· «Μὴ ἄρξησθε, φησί, λέγειν· Πατέρα ἔχομεν τὸν Ἀβραάμ.» Καίτοι προφανῶς ἐψεύδοντο, λέγοντες οὐδενὶ δεδουλευκέναι. Ἐδούλευσαν γὰρ ὁσάκις ᾐχμαλωτίσθησαν, Αἰγυπτίοις, καὶ Βαβυλωνίοις, καὶ ἑτέροις πολλοῖς. Οὐκ ἐλέγχει δὲ ὁ Κύριος αὐτοὺς ψευδομένους, ἐπεὶ μὴ ἐσπούδαζεν αὐτοὺς δεῖξαι δούλους ἀνθρώπων, ἀλλὰ ἁμαρτίας, ἥτις καὶ χαλεπωτάτη δουλεία ἐστίν, ἧς μόνος Θεὸς ἀπαλλάξαι δύναται.

Τὸ γὰρ ἀφεῖναι ἁμαρτίας, Θεοῦ μόνου. Διό φησι· «Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας·» καὶ ὑμεῖς οὖν δοῦλοί ἐστε, καθὸ ἁμαρτωλοί. Εἶτα ἐπεὶ εἰκὸς ἦν ἐκείνους εἰπεῖν, ὅτι Εἰ καὶ τοιαύτῃ δουλείᾳ ὑποκείμεθα, ἀλλὰ θυσίας ἔχομεν, ἀλλ’ ἱερεῖς, οἱ καθαρίσουσιν ἡμᾶς ἐκ τῶν ἁμαρτιῶν· φησίν, ὅτι Καὶ ἐκεῖνοι δοῦλοί εἰσι· «Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ.» Καὶ λοιπὸν δοῦλοι κἀκεῖνοι ὄντες οἱ ἱερεῖς ὑμῶν, οὐκ ἔχουσιν ἐξουσίαν ἐφιέναι ἄλλοις ἁμαρτίας. Ὃ καὶ αὐτὸς ὁ Παῦλος σαφέστερόν φησιν, ὅτι «Ὀφείλει ὁ ἱερεὺς ὑπὲρ ἑαυτοῦ προσφέρειν, καθὰ καὶ ὑπὲρ τοῦ λαοῦ, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθενείαις.» —«Ὁ δοῦλος, φησίν, οὐ μένει ἐν τῇ οἰκίᾳ·» τουτέστιν, οὐκ ἔχει ἐξουσίαν χαρίζεσθαι, ἅτε μὴ ὢν οἰκοδεσπότης· ὁ δὲ Υἱὸς οἰκοδεσπότης ἐστί, καὶ μένει ἐν τῇ οἰκίᾳ. Οἰκίαν δὲ λέγει τὴν ἐξουσίαν, καθὰ καὶ ἀλλαχοῦ τὴν ἀρχὴν οὕτως ὀνομάζει, «Ἐν τῇ οἰκίᾳ, λέγων, τοῦ Πατρός μου πολλαὶ μοναί εἰσιν.» Ἐκεῖνοι μὲν οὖν οἱ ἱερεῖς ὑμέτεροι δοῦλοι ὄντες, οὐκ εἶχον ἐξουσίαν ἀφιέναι· ὁ δὲ Υἱὸς ἐγὼ μένων ἐν τῇ οἰκίᾳ, τῇ ἐξουσίᾳ, φημί, καὶ τῇ ἀρχικῇ αὐθεντίᾳ, καὶ οἰκοδεσπότης ὤν, ἐλευθερίαν ὑμῖν χαρίζομαι.

Πάντα γὰρ ἐμά ἐστι, καὶ ὁμοδύναμός εἰμι, καὶ ὁμοεξούσιος τῷ Πατρί· καὶ ἐὰν ἐγὼ ἐλευθερώσω, τότε τῇ ἀληθεῖ ἐλευθερίᾳ τιμηθήσεσθε, ὡς νῦν γε ψευδῆ ἐλευθερίαν ἑαυτοῖς ἐπιφημίζετε· ὄντως δὲ καὶ ἀληθῶς ἐλεύθεροι παρ’ ἐμοῦ ἔσεσθε. «Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε, ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. Ἐγὼ ὁ ἑώρακα παρὰ τῷ Πατρί μου, λαλῶ· καὶ ὑμεῖς οὖν ὃ ἑωράκατε παρὰ τῷ πατρὶ ὑμῶν ποιεῖτε.» Ὑμεῖς μέν, φησίν, ἑαυτοὺς σπέρμα Ἀβραὰμ ποιεῖτε· κἀγὼ δὲ τοῦτο σύμφημι, ὅτι τὴν σαρκικὴν συγγένειαν πρὸς τὸν ἅγιον ἐκεῖνον σώζετε· πλὴν ἡ κατὰ πνεῦμα συγγένεια ἄπεστιν ὑμῶν. Ἐκεῖνος δίκαιος, καὶ φιλάνθρωπος, καὶ φιλόξενος· ὑμεῖς δέ, ἵνα τὸν μὲν ἄλλον βίον ὑμῶν παραδράμω, αὐτὸ δὲ τὸ προφανὲς ἐξετάσω ὃ νῦν πράττετε, μιαιφόνοι καὶ ἀφιλάνθρωποι· ζητεῖτε γάρ με ἀποκτεῖναι, καὶ φωνεῖτε κατ’ ἐμοῦ.

Πῶς οὖν ἐκείνου υἱοὶ ὄντως ἐστέ, οὕτω τῶν πατρικῶν χαρακτήρων ἀπολειπόμενοι; Εἰ τοίνυν τὴν συγγένειαν αὐχεῖτε, ὀφείλετε καὶ τὴν ἀρετὴν ἐκείνου μιμεῖσθαι. Εἶτα, ἵνα μὴ ἔχωσι λέγειν, ὅτι Δικαίως σε ζητοῦμεν ἀποκτεῖναι, τίθησι τὴν αἰτίαν· Οὐ γὰρ δι’ ἄλλο, φησί, λυσσᾶτε κατ’ ἐμοῦ, εἰ μὴ διὰ τὸ τὸν λόγον τὸν ἐμὸν ὑψηλότερον εἶναι τῆς ὑμῶν διανοίας, καὶ μὴ χωρητὸν ὑμῖν. Καίτοι οὐ διὰ τοῦτο ἐχρῆν ἀναιρεῖν, ἀλλὰ μᾶλλον ἀξιοῦν, ὥστε διδάξαι τὸ τῶν δογμάτων ὕψος, καὶ τιμᾷν, καὶ θεραπεύειν. Εἶτα, ἵνα μὴ εἴπωσιν αὐτῷ, ὅτι Καὶ εἰκότως σε μισοῦμεν διὰ τὸν λόγον σου· οὐ γὰρ λέγεις ἡμῖν ἀπὸ Θεοῦ, ἀλλ’ ἀπὸ σαυτοῦ, καὶ διὰ τοῦτο οὔτε δυνάμεθα χωρῆσαι τὴν διδασκαλίαν σου· φησίν, ὅτι Οὐκ ἀπ’ ἐμαυτοῦ λαλῶ, ἀλλ’ «ἃ ἑώρακα παρὰ τῷ Πατρί μου, ταῦτα λαλῶ· καὶ ὑμεῖς δὲ ὃ ἑωράκατε παρὰ τῷ πατρὶ ὑμῶν, ποιεῖτε.» Ἐγὼ μὲν γάρ, φησί, θεῖα καὶ οὐράνια φθέγγομαι, καὶ διὰ τούτων ἐκφαίνω τὸν Πατέρα μου· καὶ ὑμεῖς δὲ τὸν ὑμέτερον πατέρα, δι’ ὧν πράττετε, εἰκονίζετε, τὸν διάβολον πάντως. Ὅταν δὲ ἀκούῃς λέγοντος, ὅτι «Ὃ ἑώρακα λαλῶ,» μὴ σωματικὴν ὅρασιν νόει, ἀλλὰ φυσικὴν γνῶσιν, καὶ ἀληθῆ, καὶ πεπιστευμένην. Ὡς γὰρ ὀφθαλμοὶ ὁρῶντες ὑγιῶς τὸ ὄν, καὶ ἀληθές, ἀληθῶς ὁρῶσι, καὶ οὐ διαψεύδονται· οὕτω κἀγὼ ἀληθῶς ἐκεῖνα λαλῶ, ἃ ἔγνωκα παρὰ τῷ Πατρί. «Ἀπεκρίθησαν, καὶ εἶπον αὐτῷ· Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστι.

Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τέκνα ἦτε τοῦ Ἀβραάμ, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν. Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἥκουσα παρὰ τοῦ Θεοῦ. Τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν. Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. Εἶπον οὖν αὐτῷ· Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἔνα πατέρα ἔχομεν τὸν Θεόν.» Αὐτὸς μὲν πατέρα αὐτοῖς ἐπιγράφει τὸν διάβολον· τούτῳ γὰρ ἐοικότας αὐτοὺς ἀπὸ τῶν ἔργων ὁρᾷ Αὐτοὶ δὲ ἄνω καὶ κάτω τὸν Ἀβραὰμ προσφέρουσι. Συνεχῶς δὲ ὁ Κύριος τῆς φονικῆς αὑτῶν ἐπιμέμνηται προαιρέσεως, καὶ ἀπάγει τῆς συγγενείας τοῦ δικαίου· ἵνα τό τε περιττὸν καύχημα αὐτῶν περικόψῃ. καὶ πείσῃ μὴ ἐν τούτῳ τῷ ματαίῳ ἐπὶ τῇ σαρκικῇ συγγενείᾳ φρυάγματι ἔχειν τὰς ἐλπίδας, ἀλλ’ ἐν τῇ κατὰ προαίρεσιν ὁμοιότητι. Ὄντως γάρ, ὡς ἰατρὸς τῶν ψυχῶν, καταστέλλει τὴν ἐκ τῆς οἰήσεως τῆς ἐπὶ τῇ τοῦ Ἀβραὰμ συγγενείᾳ φλεγμονήν, δι’ ἣν ἐκωλύοντο προσελθεῖν τῷ Χριστῷ, ἀρκεῖν αὐτοῖς ἡγούμενοι πρὸς σωτηρίαν τὴν τοιαύτην συγγένειαν. Οὐ τοίνυν ἐστὲ τέκνα τοῦ Ἀβραάμ, μιαιφόνοι ὄντες, καὶ ζητοῦντές με ἀποκτεῖναι. Εἶτα, ἵνα μή τις εἴπῃ, Δικαίως σε ζητοῦσιν ἀποκτεῖναι, φησίν, Ἄνθρωπον οὐκ ἀντίθεον, οὐδὲ τὴν οἰκείαν συνιστῶντα δόξαν, ἀλλ’ ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, ταῦτα λέγοντα, καὶ τὴν ἀλήθειαν κηρύττοντα. Ποία δὲ ἦν ἡ ἀλήθεια αὕτη;

Ἦ ὅτι ἴσος ἐστὶ τῷ Πατρί, καὶ οὐ δοῦλος, ὡς εἶς τῶν προφητῶν, ἀλλ’ Υἱός, οὐδὲν ἴδιον ποιῶν ἣ λέγων, ἀλλὰ πάντα τὰ τοῦ Πατρός. Διὰ γὰρ ταῦτα ἐζήτουν αὐτὸν ἀποκτεῖναι. Οἱ δὲ πάλιν· «Ἡμεῖς, φασίν, ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν τὸν Θεόν.» Ὅρα ἀνόητον φύσημα. Ὁ Κύριος καὶ τῆς τοῦ Ἀβραὰμ συγγενείας ἐκβάλλει αὐτούς· οἱ δὲ οὕτως ἀλαζονεύονται, ὥστε υἱοὺς ἑαυτοὺς ἐξ ἀπονοίας καὶ αὐτοῦ τοῦ Θεοῦ ποιοῦνται. Ἐπεὶ γὰρ ἤκουσαν, ὅτι «Υἱὸς πρωτότοκός μου Ἰσραήλ,» αὐχοῦσι τὴν θείαν υἱοθεσίαν. Καίτοι ἔδει αὐτοὺς ἀκοῦσαι ἀλλαχοῦ πάλιν τοῦ Θεοῦ λέγοντος· «Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν.» Καίτοι δὲ δυνάμενος ὁ Κύριος ἐλέγξαι αὐτούς, ὅτι ἐκ πορνείας πολλοὶ αὐτῶν ἐγεννήθησαν (καὶ γὰρ ἐπεμίγνυντο παρὰ τὸν νόμον ἐθνικοῖς Ἑβραῖαι γυναῖκες, καὶ Ἰουδαίοις ἐθνικαί), ὅμως οὐ ποιεῖ τοῦτο. Οὐ γὰρ τοῦτο ἐσπούδαζεν αὐτῶν ἐλέγχειν τὴν σωματικὴν δυσγένειαν, ἀλλὰ τὸ πᾶν αὐτῷ σπούδασμα, δυσγενεῖς αὐτοὺς κατὰ πνεῦμα δεῖξαι. «Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ. Ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον, καὶ ἥκω. Οὐδὲ γὰρ ἀπ’ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ’ ἐκεῖνός με ἀπέστειλεν. Διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; Ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν.» Ἐπειδὴ ἐξέβαλεν αὐτοὺς τῆς πρὸς τὸν Ἀβραὰμ οἰκειότητος, αὐτοὶ ἐπὶ τὸ μεῖζον ἀνέβησαν, τὸν Θεὸν ποιούμενοι πατέρα.

Ὡς γὰρ ὠνείδισεν αὐτοῖς, ὅτι μιαιφόνοι εἰσίν· αὐτοὶ ὥσπερ ὑπεραπολογούμενοι, ὅτι τὸν Θεὸν ἐκδικοῦσι, καὶ διὰ τοῦτο βουλεύονται κατ’ αὐτοῦ, τοιαῦτα λέγουσι. Διὸ καὶ ὁ Κύριος δεικνύων, ὡς ἄρα οὐ τὸν Θεὸν ἐκδικοῦσιν, οὐδὲ τέκνα εἰσὶ τοῦ Θεοῦ, δι’ αὐτὸ τοῦτο τὸ μελετᾷν κατ’ αὐτοῦ φόνον, ὡς ἐκεῖνοι ᾤοντο, ἀλλὰ μᾶλλον ἐναντιοῦνται τῷ Θεῷ, φησίν, ὅτι «Εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ. Ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον,» εἰς τὸν κόσμον, δηλονότι κατὰ τὴν ἐν σαρκὶ παρουσίαν.

Μὴ γὰρ ἀντίθεός εἰμι· ἀπ’ ἐκείνου ἦλθον· ὥστε ἐκείνου ἐστὲ ἐχθροί, ἐμοὶ πολεμοῦντες. «Διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε,» οὐδὲ συνίετε καὶ νοεῖτε ἃ λέγω; Ἧ πάντως δι’ οὐδὲν ἄλλο, ἢ τὸ μὴ δύνασθαι ἀκούειν τὸν λόγον μου, τουτέστι, τὸ μὴ θέλειν (τὸ γὰρ μὴ δύνασθαι, ἀντὶ τοῦ μὴ θέλειν κεῖται).

Ἕως γὰρ φθόνος ἐν ὑμῖν πολιτεύεται, καὶ φονῶσα γνώμη, πῶς δυνήσεσθε ἀκούειν ἃ λέγω; «Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστί, καὶ ὁ πατὴρ αὐτοῦ. Ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι.» Εἶπεν, ὅτι «Οὐ δύνασθε ἀκούειν τὸν λόγον μου,» ἀντὶ τοῦ, Οὐ βούλεσθε. Εἶτα ἐπάγει καὶ τὴν αἰτίαν, διατί οὐκ ἠβούλοντο· Διότι ἐκ τοῦ πατρὸς τοῦ οἰκείου ὑμῖν ἐστε· ποίου, λέγω; τοῦ διαβόλου. Ὑμεῖς μὲν γὰρ τὸν Θεὸν ἑαυτοῖς πατέρα ἀπονενοημένοι ἐπιγράφεσθε· τὰ δὲ ἔργα ὑμῶν· τὸν διάβολον ὑμῖν προσμαρτυρεῖ πατέρα γνησιώτερον· τούτου γὰρ τὰς ἐπιθυμίας θέλετε ποιεῖν· Καὶ οὐκ εἶπε, Τὰ ἔργα, ἀλλά, «Τὰς ἐπιθυμίας,» δεικνὺς ὅτι σφόδρα ἐπιθυμητικῶς διέκειντο περί τε τὸ ψεῦδος καὶ τὸν φόνον, ἃ ἰδιαίτατα κακὰ τοῦ διαβόλου. «Ἐκεῖνος γὰρ ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς·» ὥστε καὶ ὑμεῖς ζητοῦντές με ἀποκτεῖναι, ἐκείνῳ ἐοίκατε τῷ τὸν Ἀδὰμ θανατώσαντι.

Ἀλλὰ «καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν ἐκεῖνος,» ἀλλὰ τοῦ ψεύδους ἐστί πατήρ· καὶ ὑμεῖς οὖν καταψευδόμενοί μου, καὶ λέγοντες, ὅτι οὐκ εἰμὶ ἐκ τοῦ Θεοῦ, καὶ μὴ ἱστάμενοι ἐν τῇ ἀληθείᾳ, μηδὲ ἐμμένοντες τῷ ἐμῷ λόγῳ, ἐκείνου τέκνα ἐστέ, τοῦ τὸ ψεῦδος τεκόντος. Ἐκεῖνος γὰρ καὶ τὸν Θεὸν πρὸς τοὺς ἀνθρώπους διέβαλε, πρὸς τὴν Εὔαν εἰπών, ὅτι «Φθονῶν ὑμῖν ἀπεῖρξεν ὑμᾶς τοῦ ξύλου·» καὶ πρὸς τὸν Θεὸν πάλιν τοὺς ἀνθρώπους διέβαλεν, ὡς τὸν Ἰώβ, λέγων· «Μὴ δωρεὰν Ἰὼβ σέβεται τὸν Θεόν;» Ὅταν οὖν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ· τουτέστιν, ἄνθρωποι μὲν τῷ ψεύδει χρώμενοι, ὡς ἀλλοτρίῳ χρῶνται τούτῳ· ὁ διάβολος δὲ ὡς ἰδίῳ αὐτοῦ κέχρηται τῷ ψεύδει· αὐτοῦ γάρ ἐστι γέννημα, καὶ αὐτός ἐστιν ὁ κυρίως ψεύστης, καὶ ὁ πατὴρ αὐτοῦ, τουτέστι, τοῦ ψεύδους, αὐτός ἐστιν. Εἶπε γὰρ πρὸς τὴν Εὔαν, ὅτι «ᾞ ἂν ἡμέρᾳ φάγητε, ἔσεσθε ὡς θεοί.» Οἱ δὲ θάνατον μᾶλλον ἐτρύγησαν. «Ἐγὼ δέ, φησίν, ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι» Οὐδὲν γὰρ ἄλλο ἔχοντες ἐγκαλεῖν, εἰ μὴ μόνον τὴν ἀλήθειαν, διὰ τοῦτο λυσσᾶτε κατ’ ἐμοῦ, ὡς υἱοὶ τοῦ πατρὸς τοῦ ψεύδους. «Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Εἰ δὲ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι; Ὁ ὢν ἐκ Θεοῦ, τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει. Διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστέ.

Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι, καὶ εἶπον αὐτῷ· Οὐ καλῶς λέγομεν ἡμεῖς, ὅτι Σαμαρείτης εἶ σύ, καὶ δαιμόνιον ἔχεις; Ἀπεκρίθη Ἰησοῦς· Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν Πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. Ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων.» Ἐπειδὴ τοῦ Θεοῦ υἱοὺς ἑαυτοὺς ὠνόμαζον, φησίν, ὅτι Εἰ τοῦ Θεοῦ υἱοί ἐστε, πάντως τὸν ἁμαρτάνοντα ὀφείλετε μισεῖν. Εἰ τοίνυν καὶ ἐμέ, ὃν μισεῖτε, δύνασθε ἐλέγξαι ἁμαρτάνοντα, πρόδηλον ὅτι δικαίως μισεῖτε· εἰ δὲ οὐκ ἔχει τις ἐλέγξαι, φανερὸν ὅτι διὰ τὴν ἀλήθειάν με μισεῖτε. Ποίαν δὲ ἀλήθειαν; ᾞ πάντως ὅτι ἔλεγεν ἑαυτὸν Υἱὸν Θεοῦ, ὅπερ πανάληθές ἐστιν. «Ὁ ὢν δὲ ἐκ τοῦ Θεοῦ, τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει·» ὥστε καὶ ὑμεῖς, εἰ τοῦ Θεοῦ τέκνα ἦτε, οὐκ ἂν ἐμοῦ παρηκούετε, οὐδ’ ἂν ἐφονᾶτε κατὰ τοῦ ἄνωθεν ἐλθόντος Υἱοῦ τοῦ Θεοῦ, καὶ τὰ τοῦ Θεοῦ φθεγγομένου. Ὁ μὲν οὖν Κύριος οὕτω πράως· οἱ δὲ εἰς ὕβρεις χωροῦσιν. «Οὐ καλῶς γάρ, φασίν, ἐλέγομεν, ὅτι Σαμαρείτης εἶ, καὶ δαιμόνιον ἔχεις;» Σαμαρείτην μὲν οὖν αὐτὸν ἔλεγον, ὡς τὰ Ἰουδαϊκὰ ἔθη παραλύοντα, οἷον τὸ τοῦ Σαββάτου· οἱ γὰρ Σαμαρεῖται οὐκ ἀκριβῶς Ἰουδάϊζον· δαιμονιῶντα δὲ καλοῦσιν αὐτόν, τάχα μὲν καὶ κατ’ ἐκεῖνον τὸν τρόπον, καθὸ καὶ ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια ἔλεγον.

Πάντες γὰρ οἱ συκοφαντοῦντες αὐτὸν ἐν Βεελζεβοὺλ ἐκβάλλειν τοὺς δαίμονας, δαιμόνιον ἔχειν τὸ τοῦ Βεελζεβούλ, ἐν ᾧ ἐτέλει τὰ θαύματα, ἔλεγον. Τάχα δὲ καὶ καθὸ ἀνεκάλυπτεν αὐτῶν τὰ διανοήματα καὶ τὰ ἐνθυμήματα, δαιμόνιον αὐτὸν ἔχειν ἐνόμιζον, οἰόμενοι παρὰ δαιμόνων αὐτῷ τὰ κρυπτὰ τῆς καρδίας αὐτῶν ἐπιγινώσκεσθαι. Πότε δὲ εἶπον αὐτὸν Σαμαρείτην·

Οὐδαμοῦ ὁ εὐαγγελιστὴς τοῦτο εἴρηκεν. Ἐκ τούτου οὖν δῆλον ὅτι πολλὰ παρέλειψαν οἱ εὐαγγελισταί, καὶ οὐχ ἅπαντα συνεγράψαντο, καθὰ καὶ ἀλλαχοῦ ἐπεσημηνάμεθα τοῦτο αὐτό. Ἐκεῖνοι μὲν οὖν τοιαῦτα ὑβρίζουσιν, αὐτὸς δ’ ἀνεξικάκως τὰς εἰς αὐτὸν ὕβρεις δέχεται. Ὅτε μὲν γὰρ ἑαυτοὺς υἱοὺς Θεοῦ ἔλεγον, σφοδρῶς αὐτοὺς ἐλέγχει, τὴν ἀλήθειαν ἐκδικῶν· ὅτε δὲ αὐτὸν ὑβρίζουσιν, οὐκ ἀμύνεται, διδάσκων καὶ ἡμᾶς, τὰ μὲν εἰς Θεὸν ἐκδικεῖν, τὰ δὲ εἰς ἡμᾶς αὐτοὺς πράως φέρειν· ὥσπερ οὖν καὶ αὐτὸς ἡμέρως, «Ἐγώ, φησί, δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν Πατέρα μου.» Πῶς δὲ ἐτίμα τὸν Πατέρα; Ἐκδικῶν αὐτόν, καὶ οὐκ ἀνεχόμενος αὐτούς, τοὺς μιαιφόνους καὶ ψεύστας, τοῦ Σωτῆρος καὶ ἀληθοῦς υἱοὺς ὀνομάζεσθαι.

Ὑμεῖς οὖν, φησί, διότι τὸν Πατέρα μου τιμῶ ὑβριζόμενον παρ’ ὑμῶν, συκοφαντούντων αὐτόν, πατέρα ὑμέτερον εἶναι, διὰ τοῦτό με ἀτιμάζετε. Ἀλλ’ εἰ κἀγὼ ἐμαυτὸν οὐκ ἐκδικῶ, ἀνέχομαι δὲ ὑβριζόμενος, μὴ νομίζετε ἀνεκδίκητον ἐαθήσεσθαι τὴν ὕβριν ταύτην. Ἔστι γὰρ ὁ Πατήρ, ὃς ἐμὲ ἐκδικήσει τὸν διὰ τοῦτο ὑβριζόμενον, ὅτι αὐτὸν ἐκδικῶ, καὶ οὐκ ἀνέχομαι ὑμῶν ποιούντων ἑαυτοὺς υἱοὺς ἐκείνου. Ἔστιν οὖν ὁ ζητῶν τὴν ἐμὴν δόξαν, καὶ μὴ μόνον ζητῶν, ἀλλὰ καὶ δυνάμενος κρῖναι καὶ καταδικάσαι τοὺς ἀλόγως ὑβρίζοντάς με. Πολλάκις γάρ τις ζητεῖ μὲν ἐκδικηθῆναι τὴν ὕβριν, οὐ δύναται δὲ αὐτὸς κρῖναι· ὁ γοῦν Πατὴρ καὶ ζητεῖ τὴν τοῦ Υἱοῦ δόξαν, καὶ δύναται κρῖναι. Διὰ τοῦτο οὖν εἶπεν· «Ἔστιν ὁ ζητῶν καὶ κρίνων.» «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν λόγον τὸν ἐμὸν τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. Εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι· Νῦν ἐγνώκαμεν, ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανε, καὶ οἱ προφῆται, καὶ σὺ λέγεις· Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα.» Ὢ τῆς φιλανθρωπίας! Ἐκεῖνοι μὲν ὑβρίζουσιν, αὐτὸς δὲ τὴν περὶ τῆς δόξης αὐτοῦ ζήτησιν καὶ ἐκδίκησιν τῷ Πατρὶ ἀνατιθείς, εἰς παραίνεσιν καὶ διδασκαλίαν τρέπεται, εὐεργετῶν τοὺς ὑβρίζοντας.

Οὕτω δεῖ καὶ ἡμᾶς ἀμύνεσθαι τοὺς ἐχθρούς. Τί οὖν αὐτοῖς εἶπεν; «Ἐάν τις τὸν λόγον μου τηρήσῃ·» τουτέστιν, ἐὰν μετὰ τοῦ πιστεῦσαι, καὶ βίον ἔχῃ καθαρόν· τότε γὰρ τηρεῖ τις ἀληθῶς τὴν τοῦ Κυρίου διδασκαλίαν, ὅτε καὶ καθαρὸν ἔχει βίον· ὁ τοιοῦτος οὖν οὐκ ὄψεται θάνατον, ὃν οἱ ἁμαρτωλοὶ θνήσκουσιν, εἰς τὸν αἰῶνα τὸν μέλλοντα ἀθανάτῳ κολάσει παραδιδόμενοι, καὶ τῆς ὄντως ζωῆς ἀποπίπτοντες.

Ἅμα δὲ καὶ αἰνίττεται αὐτοῖς, ὅτι Ἐὰν ὁ τὸν λόγον μου τηρῶν, οὐκ ἀποθνήσκει, πολλοῦ γε δὴ ἐγώ. Τί οὖν φονᾶτε κατ’ ἐμοῦ, τοῦ τοσοῦτον μὴ δυναμένου κρατηθῆναι θανάτῳ, ὥστε καὶ ἄλλοις μᾶλλον χαρίζεσθαι τὴν ὄντως ζωήν; Οἱ γὰρ πιστεύοντες, κἂν ἀποθάνωσι φυσικῶς, ὅμως ἐν Θεῷ ζῶσιν. Ἀλλ’ οἱ Ἰουδαῖοι τί πρὸς ταῦτά φασι; Δαιμονᾷν αὐτὸν οἴονται, ὡς ἀλλόκοτά τινα ἐκ φρενοβλαβείας λέγοντα.

Οἱ γὰρ τοὺς λόγους τοῦ Θεοῦ ἐνωτισάμενοι ἀπέθανον, Ἀβραὰμ καὶ οἱ προφῆται, καὶ οἱ τοὺς σοὺς ἐνωτιζόμενοι, οὐ θανοῦνται; Ὄντως νῦν, φασίν, ἐγνώκαμεν πεπληροφορημένως καὶ βεβαίως, ὅτι δαιμονᾷς, τοιαῦτα λέγων. «Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανε, καὶ οἱ προφῆται ἀπέθανον; Τίνα σεαυτὸν ποιεῖς; Ἀπεκρίθη ὁ Ἰησοῦς· Ἐὰν ἐγὼ δοξάζω ἑμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν. Ἔστιν ὁ Πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε, ὅτι Θεὸς ὑμῶν ἐστι, καὶ οὐκ ἐγνώκατε αὐτόν· ἐγὼ δὲ οἶδα αὐτόν, καὶ ἐὰν εἴπω, ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῖν ψεύστης· ἀλλ’ οἶδα αὐτόν, καὶ τὸν λόγον αὐτοῦ τηρῶ.» Μὴ συνιέντες οἱ ἀσύνετοι ποῖον θάνατον ὁ Κύριος ἔλεγε μὴ ἅπτεσθαι τῶν εἰς αὐτὸν πιστευόντων, φθέγγονται πρὸς αὐτὸν ἀλόγιστά τινα καὶ ἀνόητα. Ὄρα γὰρ πῶς ἀποκρίνονται· «Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ;» Καὶ μὴν οὕτως ἔδει αὐτοὺς εἰπεῖν· Μὴ σὺ μείζων εἶ τοῦ Θεοῦ; Οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούσαντες, ἀπέθανον· καὶ οἱ τὸν σὸν ἀκούοντες, οὐκ ἀποθανοῦνται; Ἀλλ’ οὐχ οὕτως, ἀλλὰ τί φασι;

Βουλόμενοι δεῖξαι αὐτὸν καὶ τοῦ Ἀβραὰμ ἐλάττονα, «Μὴ σὺ μείζων εἷ, λέγουσι, τοῦ πατρὸς ἡμῶν Ἀβραάμ;» Αὐτὸς δὲ ὁ Κύριος, περὶ μὲν ποίου θανάτου εἴρηκεν, οὐκ ἀποκαλύπτει αὐτοῖς· ὅτι δὲ τοῦ Ἀβραὰμ κρείττων ἐστί, πείθει αὐτοὺς μικρὸν ὑποκατιών.

Τὸ δέ, «Τίνα σὺ σεαυτὸν ποιεῖς;» ὑβριστικῶς λέγουσι· Σὺ ὁ μηδενὸς ἄξιος λόγου, ὁ τοῦ τέκτονος υἱός, ὁ ἐκ Γαλιλαίας, «τίνα σεαυτὸν ποιεῖς;» Οὐ τὰ ἔργα, οὐδὲ ἡ ἀλήθεια, οὐδὲ αἱ Γραφαί, ἀλλά, «σὺ τίνα ποιεῖς σεαυτόν;» ἁρπάζεις γὰρ τὴν δόξαν. Ὁ δὲ Κύριος· «Ἐὰν ἐγὼ δοξάζω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν.» ὡς ὑμεῖς δοκεῖτε· νῦν δὲ ἔστιν ἄλλος ὁ δοξάζων με, ὁ Πατήρ μου. Ἐδόξαζε γὰρ αὐτὸν διὰ παντός, τοῦτο μὲν διὰ τῶν περὶ αὐτοῦ προφητειῶν, τοῦτο δὲ καὶ διὰ τῆς ἐξ οὐρανῶν μαρτυρίας, τοῦτο δὲ διὰ τῶν μυρίων καὶ ἀπείρων θαυμάτων. Τοῦτον δὲ τὸν Πατέρα ὑμεῖς, φησί, λέγετε, ὅτι Θεὸς ὑμῶν ἐστιν· ἀλλ’ οὔτε ὡς Πατέρα ἐμὸν αὐτὸν ἐπιγινώσκετε, οὔτε ὡς Θεὸν ὑμῶν.

Εἰ γὰρ ὡς Πατέρα ἐμὸν αὐτὸν ἐπεγινώσκετε, ἐτιμήσατε ἂν τὸν Υἱὸν αὐτοῦ· νῦν δὲ τὸν Υἱὸν μὴ τιμῶντες, εὔδηλον, ὅτι οὐ γινώσκετε αὐτὸν ὡς Πατέρα ἐμόν. Ἀλλ’ οὐδὲ ὡς Θεὸν ἁπλῶς ἐπιγινώσκετε αὐτόν· ἦ γὰρ ἂν ἐτρέμετε τοὺς λόγους αὐτοῦ ὡς Θεοῦ· νῦν δὲ τοσοῦτον καταφρονεῖτε αὐτοῦ, ὥστε, «Μὴ φονεύσῃς,» ἐκείνου νομοθετήσαντος, ὑμεῖς φονᾶτε κατ’ ἐμοῦ, καὶ ταῦτα, μὴ ἔχοντές με ἐλέγχειν περὶ ἁμαρτίας. Ἐκ τούτων οὖν δῆλον, ὅτι ἀγνοεῖτε αὐτὸν παντάπασιν. Ἐγὼ δὲ οἶδα αὐτὸν φυσικῶς, πάντως τὴν αὐτοῦ γνῶσιν ἔχων. Οἷος γάρ εἰμι ἐγώ, τοιοῦτος καὶ ὁ Πατήρ· ἐπεὶ οὖν οἶδα ἐμαυτόν, κἀκεῖνον οἶδα. «Ἐὰν δὲ εἴπω, ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῶν ψεύστης.» Ὑμεῖς μὲν γάρ, εἰδέναι αὐτὸν ἀλαζονευόμενοι, ψεύδεσθε· ἐγὼ δὲ εἰδὼς αὐτόν, εἰ εἴπω μὴ εἰδέναι, ἀρνοῦμαι τὴν ἀλήθειαν. Τί οὖν τεκμήριον δίδως τοῦ εἰδέναι αὐτόν; Ὅτι, φησί, «τὸν λόγον αὐτοῦ τηρῶ,» λόγον λέγων τὰς ἐντολὰς αὐτοῦ. Οὔτε γὰρ ἐναντιοῦμαι ἐκείνῳ, ἣ ὡς ἀντίθεος ἀλαζονεύομαι, οὔτε τὰς ἐντολὰς αὐτοῦ παραλύω. Ὑμεῖς δὲ ἐπεὶ τῶν ἐντολῶν αὐτοῦ παραβάται ἁλίσκεσθε, ἐπιθυμίαις τε πονηραῖς ἐνεχόμενοι, καὶ φόνον διψῶντες, καὶ τἄλλα ἐπιθυμητικῶς τὰ ἐν τῷ νόμῳ ἀπειρημένα τελοῦντες, φανερῶς γνωρίζεσθε ἀγνοοῦντες αὐτόν. Εἰ γὰρ ἐγινώσκετε, ἐτηρεῖτε ἂν τὸν λόγον αὐτοῦ, τουτέστι, τὰς ἐντολάς.

Τινὲς δὲ οὕτω νοοῦσι τό, «Τηρῶ τὸν λόγον αὐτοῦ·» τουτέστι, Διὰ τοῦτο οἶδα αὐτόν, ὅτι ἔχω ἐν ἐμαυτῷ ἀπαράλλακτον τὸν λόγον τῆς οὐσίας αὐτοῦ, τουτέστι, τὸν ὁρισμόν· καὶ ὃν ἂν λόγον φύσεως ὁ Πατὴρ ἔχῃ, τοιοῦτον τὸν λόγον καὶ αὐτὸς ἔχω· ἡ αὐτὴ γάρ ἐστι φύσις, καὶ ὁ αὐτὸς λόγος τῆς οὐσίας Πατρί τε καὶ Υἱῷ· ὥστε οἶδα τὸν Πατέρα· καὶ γὰρ τὸν λόγον αὐτοῦ τῆς οὐσίας ἀποσώζω ἀπαράλλακτον. Τὸ δὲ σχῆμα τοῦτο τοῦ λόγου σύνηθες παρὰ τῇ Γραφῇ, ὡς τό, «Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου.» Ἐνταῦθα γὰρ τό, «καί,» ἀντὶ τοῦ, «γάρ,» κεῖται· ὥστε εἶναι τὸ λεγόμενον τοιοῦτον· «Δὸς ἡμῖν βοήθειαν· ματαία γὰρ σωτηρία ἀνθρώπου.» Οὕτω κἀνταῦθα· «Οἶδα αὐτόν, καὶ τὸν λόγον αὐτοῦ τηρῶ.» τὸ γάρ, «καί,» ἀντὶ τοῦ, «γάρ,» κεῖται· «Τὸν γὰρ λόγον αὐτοῦ, φησί, τηρῶ.» «Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη. Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν· Πεντήκοντα οὔπω ἔχεις ἔτη, καὶ Ἀβραὰμ ἑώρακας; Εἶπεν οὖν αὐτοῖς· Ἀμήν, ἀμὴν λέγων ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι. Ἦραν οὖν λίθους, ἵνα βάλωσιν ἐπ’ αὐτόν. Ἰησοῦς δὲ ἐκρύβη, καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ, διελθὼν διὰ μέσου αὐτῶν· καὶ παρῆγεν οὕτως.» Ἐνταῦθα κατασκευάζει, ὅτι μείζων ἑστὶ τοῦ Ἀβραάμ. Ἐπεὶ γὰρ ἐκεῖνοι προέφερον αὐτῷ· «Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ;» φησὶν ἐνταῦθα, ὅτι Ναὶ μείζων εἰμί. «

Ἐκεῖνος γάρ τοι ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν·» τουτέστι, περισπούδαστον καὶ εὐκταίαν εἶχε ταύτην καὶ χαρᾶς πρόξενον, δηλονότι πάντως ἐπ’ εὐεργεσίᾳ γενομένην, ὡς καὶ οὐ μικροῦ τινος, οὐδὲ τυχόντος οὖσαν ἡμέραν, ἀλλὰ μείζονος. Ἡμέραν δὲ λέγει τὸν σταυρόν.

Τοῦτον γὰρ προετύπου ὁ Ἀβραὰμ ἐν τῇ τοῦ Ἰσαὰκ προσαγωγῇ, καὶ τῇ τοῦ κριοῦ θυσίᾳ. Ὡς γὰρ ἐκεῖνος τὰ ξύλα, οὕτως ὁ Κύριος τὸν σταυρὸν ἐβάστασε· καὶ ὡς ἀφείθη μὲν Ἰσαάκ, ἐτύθη δὲ ὁ κριός· οὕτως ὁ μὲν Θεὸς ἐκτὸς πάθους, τῷ δὲ ἀνθρωπίνῳ καὶ τῇ σαρκὶ ἔπαθε. Ταύτην τὴν ἡμέραν τὴν τοῦ σταυροῦ Ἀβραὰμ προϊδὼν ἐχάρη, ὡς κοσμικῆς γενησομένης σωτηρίας. Ἅμα δὲ δείκνυσιν ἐνταῦθα αὐτοὺς ἀλλοτρίους τοῦ Ἀβραάμ, εἴ γε ἐφ’ οἷς ἐκεῖνος ἔχαιρεν, οὗτοι λυττῶσι καὶ μαίνονται.

Δηλοῖ δέ, ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται, εἴ γε ἐπαινεῖ τὸν ἡσθέντα ἐπὶ τῷ σταυρῷ· τοῦτο γάρ, ὡς εἴρηται, σωτηρία τῆς οἰκουμένης. Ἄλλοι δὲ ἡμέραν τὸν ἅπαντα καιρὸν νοοῦσι τῆς τοῦ Χριστοῦ παρουσίας, ἣν ὁ Ἀβραὰμ προειδὼς ἐχάρη, ὅτι ἐξ αὐτοῦ καὶ τοῦ σπέρματος αὐτοῦ ἀναστήσεται ὁ Σωτήρ.

Καὶ τάχα οὐ μόνος ὁ Ἀβραὰμ ἐχάρη, ἀλλὰ καὶ πάντες, ὡς Δαυῒδ λέγει· «Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.» Αὐτὸς μὲν οὖν ταῦτα. Οἱ δέ, μὴ δυνάμενοι φθάσαι εἰς τὸ ὕψος τῶν λεγομένων, οὔτε ἀνέχονται ἐρωτῆσαι καὶ μαθεῖν, τίνα φησὶν ἡμέραν, ἣν εἶδεν Ἀβραάμ· ἀλλὰ καὶ μᾶλλον διαχλευάζουσιν, ὡς μανιώδη τινὰ φθεγγόμενον. «Πεντήκοντα γάρ, φησίν, ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;» Τοῦτο δὲ εἶπον, νομίζοντες τὸν Κύριον ἐγγὺς εἶναι τῶν πεντήκοντα, καίτοι περίπου τριάκοντα καὶ τρία ἔτη τότε γεγονότα. Τίνος δὲ ἕνεκεν οὐκ εἶπον· Τεσσαράκοντα ἔτη οὔπω ἔχεις, ἀλλά, «Πεντήκοντα;» Περιττὸν μὲν τὸ τοιοῦτον ἐρώτημα. Ἁπλῶς γὰρ οὕτως ἐπελθὸν αὐτοῖς, ἐμνήσθησαν τῶν πεντήκοντα ἐτῶν.

Πλήν φασί τινες, ὅτι διὰ τὸ πεντηκοστὸν ἔτος αὐτοῖς διὰ τιμῆς ἄγεσθαι, τὸν ἰωβηλαῖόν φημι ἐνιαυτόν, καθ’ ὃν καὶ δούλους ἠλευθέρουν, καὶ κτήσεως ὠνητῶν παρεχώρουν, καὶ τ’ ἄλλα πάντα ἐτέλουν, ὅσα εἰς Θεοῦ τιμὴν ἔφερεν. Ὁ δὲ Κύριος τί φησι; «Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.» Ὅρα, οὐκ εἶπε· Πρὶν Ἀβραὰμ γενέσθαι, ἤμην, ἀλλ’ «Εἰμί.» Αὕτη γὰρ ἡ λέξις τό, «Εἰμί,» ἐπὶ Θεοῦ κυριωτέρα, ἄτε τοῦ διηνεκῶς εἶναι καὶ ἀεὶ σημαντική· ὥσπερ οὖν καὶ ὁ Πατὴρ αὐτοῦ ἐν τῇ Παλαιᾷ, ταύτῃ κέχρηται· «Ἐγώ εἰμι ὁ ὤν.» Ἐπὶ δὲ τοῦ Ἀβραὰμ εἶπε τό, «Γενέσθαι,» εἰκότως, ὡς φθαρτοῦ. Τὸ γὰρ γεγονός, καὶ φθείρεται· τὸ δέ, «Εἰμί,» πάσης φθορᾶς ἀμεθεξίαν καὶ ἀϊδιότητα θείαν ἐμφαίνει. Διὸ καὶ αὐτοὶ βλάσφημον τὸ ῥῆμα νομίσαντες (Θεῷ γὰρ μόνῳ ἁρμόζει), «ἦραν λίθους» ἐπ’ αὐτόν· αὐτὸς δὲ κρύπτεται πάλιν συστελλόμενος, ἵνα μὴ πρὸ καιροῦ ἀποθάνῃ. Πῶς δὲ ἄρα κρύπτεται; Οὐκ εἰς γωνίαν τοῦ ἱεροῦ δεδυκώς, οὐδ’ εἰς οἰκίσκον καταφυγών, ἢ ὀπίσω τοίχου καὶ στύλου περικάμψας, ἀλλ’ ἐξουσίᾳ θεϊκῇ ἀόρατον ἑαυτὸν τοῖς ἐπιβουλεύουσι καταστήσας, καίτοι διὰ μέσου αὐτῶν ἐξιών. «Καὶ παρῆγεν οὕτω·» τουτέστι, διήρχετο ἁπλῶς οὕτω καὶ ἀπράκτως ἐν τῷ τέως. Ὅρα δέ μοι, πῶς αὐτὸς μὲν πάντα τὰ ἑαυτοῦ πεπλήρωκεν.

Ἱκανῶς τε γὰρ αὐτοὺς ἐδίδαξε, καὶ περὶ ἑαυτοῦ καὶ τοῦ Πατρός, καὶ τὴν ὄντως εὐγένειαν καὶ ἐλευθερίαν τὴν ἀπὸ τῶν ἁμαρτιῶν ὑπέδειξε, καὶ ὅτι μόνη δουλεία αἰσχρὰ ἡ τῆς ἁμαρτίας, καὶ ἁπλῶς, οὐδὲν τῶν δεόντων ἐνέλειψεν· αὐτοὶ δὲ καὶ λιθοβολοῦσιν αὐτόν. Διὸ καὶ ἀφίησιν αὐτούς, ὡς μηκέτι δεχομένους διόρθωσιν. Ἐπεσήμηνε δέ, ὅτι οὗτοι οἱ λιθοβολοῦντες αὐτόν, αὐτοὶ ἧσαν οὓς εἶπεν ὁ εὐαγγελιστής, ὅτι «Ἐπίστευσαν εἰς αὐτόν·» οὕτως ἄρα ἡ πίστις αὐτῶν οὐ πίστις ἦν, ἀλλὰ πρόσκαιρός τις καὶ ψυχρὰ συνδιάθεσις ἐπὶ τοῖς ὑπὸ Χριστοῦ λεγομένοις.