Πῶς οὖν ἐκείνου υἱοὶ ὄντως ἐστέ, οὕτω τῶν πατρικῶν χαρακτήρων ἀπολειπόμενοι; Εἰ τοίνυν τὴν συγγένειαν αὐχεῖτε, ὀφείλετε καὶ τὴν ἀρετὴν ἐκείνου μιμεῖσθαι. Εἶτα, ἵνα μὴ ἔχωσι λέγειν, ὅτι Δικαίως σε ζητοῦμεν ἀποκτεῖναι, τίθησι τὴν αἰτίαν· Οὐ γὰρ δι’ ἄλλο, φησί, λυσσᾶτε κατ’ ἐμοῦ, εἰ μὴ διὰ τὸ τὸν λόγον τὸν ἐμὸν ὑψηλότερον εἶναι τῆς ὑμῶν διανοίας, καὶ μὴ χωρητὸν ὑμῖν. Καίτοι οὐ διὰ τοῦτο ἐχρῆν ἀναιρεῖν, ἀλλὰ μᾶλλον ἀξιοῦν, ὥστε διδάξαι τὸ τῶν δογμάτων ὕψος, καὶ τιμᾷν, καὶ θεραπεύειν. Εἶτα, ἵνα μὴ εἴπωσιν αὐτῷ, ὅτι Καὶ εἰκότως σε μισοῦμεν διὰ τὸν λόγον σου· οὐ γὰρ λέγεις ἡμῖν ἀπὸ Θεοῦ, ἀλλ’ ἀπὸ σαυτοῦ, καὶ διὰ τοῦτο οὔτε δυνάμεθα χωρῆσαι τὴν διδασκαλίαν σου· φησίν, ὅτι Οὐκ ἀπ’ ἐμαυτοῦ λαλῶ, ἀλλ’ «ἃ ἑώρακα παρὰ τῷ Πατρί μου, ταῦτα λαλῶ· καὶ ὑμεῖς δὲ ὃ ἑωράκατε παρὰ τῷ πατρὶ ὑμῶν, ποιεῖτε.» Ἐγὼ μὲν γάρ, φησί, θεῖα καὶ οὐράνια φθέγγομαι, καὶ διὰ τούτων ἐκφαίνω τὸν Πατέρα μου· καὶ ὑμεῖς δὲ τὸν ὑμέτερον πατέρα, δι’ ὧν πράττετε, εἰκονίζετε, τὸν διάβολον πάντως. Ὅταν δὲ ἀκούῃς λέγοντος, ὅτι «Ὃ ἑώρακα λαλῶ,» μὴ σωματικὴν ὅρασιν νόει, ἀλλὰ φυσικὴν γνῶσιν, καὶ ἀληθῆ, καὶ πεπιστευμένην. Ὡς γὰρ ὀφθαλμοὶ ὁρῶντες ὑγιῶς τὸ ὄν, καὶ ἀληθές, ἀληθῶς ὁρῶσι, καὶ οὐ διαψεύδονται· οὕτω κἀγὼ ἀληθῶς ἐκεῖνα λαλῶ, ἃ ἔγνωκα παρὰ τῷ Πατρί. «Ἀπεκρίθησαν, καὶ εἶπον αὐτῷ· Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστι.