Πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ Πατρός μου, διὰ ποῖον αὐτῶν ἔργον λιθάζετέ με; Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, λέγοντες· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σύ, ἄνθρωπος ὤν, ποιεῖς σεαυτὸν Θεόν. Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν· Ἐγὼ εἶπα, Θεοί ἐστε; Εἰ ἐκείνους εἶπε θεούς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφή· ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, ὅτι Βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς τοῦ Θεοῦ εἰμι;» Ἐπειδὴ εἶπεν, ὅτι «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν» κατὰ τὴν ἐξουσίαν πάντως καὶ τὴν δύναμιν, καὶ ἔδειξε μίαν οὖσαν τὴν χεῖρα τοῦ Πατρὸς καὶ τὴν ἑαυτοῦ, βλασφημίαν τὸ πρᾶγμα ἐνόμισαν οἱ Ἰουδαῖοι, καὶ λίθους βάλλουσιν, ὡς ἶσον ἑαυτὸν ποιοῦντα τῷ Θεῷ. Ὁ τοίνυν Κύριος ἐντρέπων αὐτούς, καὶ δεικνύων ὅτι οὐδεμίαν αἰτίαν εὔλογον ἔχουσι τῆς κατ’ αὐτοῦ μανίας, ἀλλὰ μάτην λυττῶσιν, ἀναμιμνήσκει αὐτοὺς τῶν παρ’ αὐτοῦ γεγενημένων θαυμάτων, καί, «Πολλὰ καλὰ ἔργα, φησίν, ἐνεδειξάμην ὑμῖν, διὰ ποῖον αὐτῶν λιθάζετέ με;» Οἱ δέ, «Περὶ βλασφημίας, φασί, λιθάζομέν σε, ὅτι ποιεῖς σεαυτὸν Θεόν.» Αὐτὸς οὖν οὐκ ἀρνεῖται τοῦτο, οὐδὲ λέγει, ὅτι Οὐ ποιῶ ἐμαυτὸν Θεόν, οὐκ εἰμὶ ἶσος τῷ Πατρί, ἀλλὰ μᾶλλον ἐπιβεβαιοῖ τὴν ἐκείνων γνώμην, καὶ κατασκευάζει, ὅτι Θεός ἐστιν ἀπὸ τῶν ἐν τῷ νόμῳ γεγραμμένων.