Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τὰ εὐαγγέλια ἐξηγήσεις

Θεοφύλακτος Βουλγαρίας

Ερμηνεία εις το Κατά Ιωάννην: Η θεραπεία του εκ γενετής τυφλού και ο Καλός Ποιμένας

Η θαυμαστή ίαση του τυφλού, οι έρευνες των Φαρισαίων, η αλληγορία του Καλού Ποιμένα και του νοητού ποιμνίου, και η εορτή των Εγκαινίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 24 από 28

ΚΕΦΑΛ. Θʹ. Περὶ τοῦ ἐκ γενετῆς τυφλοῦ. «Καὶ παράγων, εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γενηθῇ;» Ἔξεισι μὲν ἐκ τοῦ ἱεροῦ ὁ Κύριος, τῷ θυμῷ τῶν Ἰουδαίων παραψυχήν τινα μηχανώμενος· ἐπὶ θεραπείαν δὲ τοῦ τυφλοῦ τρέπεται, διὰ τοῦ σημείου τούτου τὸ σκληρὸν αὐτῶν καὶ ἀπειθὲς μαλάσσων, εἰ καὶ μηδὲν ὠφελοῦντο· ἅμα δὲ δεικνὺς αὐτοῖς, ὅτι οὐ μάτην, οὐδὲ κομπάζων, εἶπε τό· «Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.» Ἰδοὺ γὰρ θαῦμα τελεῖ, οἷον οὐδεὶς πώποτε πρότερον. Εἰ γὰρ καὶ τυφλοῦ ὀφθαλμοὺς ἀνέῳξέ τις, ἀλλ’ οὐ γεγεννημένου τυφλοῦ· προφανὲς οὖν, ὅτι ὡς Θεὸς καὶ πρὸ τοῦ Ἀβραὰμ ὤν, τελεῖ τοῦτο τὸ μήπω ἐξ αἰῶνος τελεσθέν.

Ἐπίτηδες καὶ ἐπὶ τὸν τυφλὸν ἦλθεν, οὐκ ἐκεῖνος πρὸς αὐτόν. Οὕτω γοῦν καὶ οἱ μαθηταὶ ἰδόντες αὐτὸν προσεκτικῶς ἐμβλέψαντα τῷ τυφλῷ, ἐρωτῶσι· «Τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;» Φαίνεται μὲν οὖν ἡ ἐρώτησις ἐσφαλμένη.

Πῶς γὰρ ἂν ἥμαρτεν οὗτος πρὶν γεννηθῆναι; Οὐ γὰρ δήπου παρεδέξαντο οἱ ἀπόστολοι τὰς Ἑλληνικὰς φλυαρίας, ὅτι ἡ ψυχὴ πρὸ τοῦ σώματος ἐν ἄλλῳ κόσμῳ διάγουσα, ἁμαρτάνει, εἶθ’ οὕτω κόλασίν τινα ταύτην ἀποτιννύει τὴν ἐπὶ τὸ σῶμα κάθοδον. Ἁλιεῖς γὰρ ὄντες, οὐδὲ ἤκουσαν ἂν τοιοῦτόν τι, ἐπείτοι ταῦτα τῶν φιλοσόφων τὰ δόγματα. Φαίνεται τοίνυν ἀνόητος ἡ ἐρώτησις, ἀλλ’ οὐ τῷ γε προσέχοντι. Μάνθανε γάρ· οἱ ἀπόστολοι ἀκούοντες τοῦ Χριστοῦ πρὸς τὸν παράλυτον εἰπόντος, «Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται,» ἐπεὶ τὸν τυφλὸν εἶδον, ἀποροῦσι, καὶ ὡσπερεὶ τοιαῦτά φασιν· Ἔστω ἐκεῖνος δι’ ἁμαρτήματα παρελύθη· περὶ τούτου τί ἂν εἴποις; Αὐτὸς ἥμαρτεν; ἀλλ’ οὐκ ἔστιν εἰπεῖν· ἐκ γενετῆς γάρ ἐστι τυφλός. Ἀλλ’ οἱ γονεῖς αὐτοῦ; ἀλλ’ οὐδὲ τοῦτο· παῖς γὰρ ὑπὲρ πατρὸς οὐ κολάζεται. Οὐ τοσοῦτον οὖν ἐρωτῶντες, ὅσον διαποροῦντες, ταῦτα λέγουσιν. Ὁ τοίνυν Κύριος λύων αὐτοῖς τὴν ἀπορίαν, φησίν· «Οὔτε οὗτος ἥμαρτε,» (πῶς γὰρ πρὶν ἢ γεννηθῆναι;) «οὔτε οἱ γονεῖς αὐτοῦ.» Οὐκ ἀπαλλάττων δὲ αὐτοὺς ἁμαρτημάτων, τοῦτό φησιν. Οὐ γὰρ ἁπλῶς εἶπεν, ὅτι Οὐχ ἥμαρτον οἱ γονεῖς, ἀλλὰ προσέθηκεν· «Ἵνα τυφλὸς γεννηθῇ.» Ἥμαρτον μὲν γὰρ οἱ γονεῖς αὐτοῦ, ἀλλ’ οὐκ ἐντεῦθεν ἡ πήρωσις τούτῳ. Οὐ γὰρ ἁμαρτίας πατέρων δίκαιόν ἐστι παισὶ μηδὲν ἀδικοῦσιν ἐπιτίθεσθαι.

Καὶ τοῦτο ὁ Θεὸς διδάσκει μὲν διὰ Ἰεζεκιήλ, οὕτω λέγων· «Οὐκ ἔσται ἡ παραβολὴ αὕτη ἔτι ἡ λεγομένη· Οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν·» νομοθετεῖ δὲ καὶ διὰ Μωσέως· «Οὐκ ἀποθανεῖται πατὴρ ὑπὲρ τέκνου.» Ἀλλά, Καὶ πῶς, φησί, γέγραπται· «Ἀποδιδοὺς ἁμαρτίας γονέων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεάν;» Ἔστιν οὖν εἰπεῖν, ὅτι πρῶτον μέν, οὐδὲ καθολική ἐστιν αὕτη ἡ ἀπόφασις, οὐδὲ κατὰ πάντων ῥηθεῖσα, ἀλλὰ μόνων τῶν ἐξ Αἰγύπτου ἐξελθόντων. Ἔπειτα σκόπει μοι καὶ τὸν νοῦν τῆς ἀποφάσεως. Οὐ γὰρ τοῦτό φησιν, ὅτι Ὑπὲρ ὧν ἥμαρτον οἱ πατέρες, κολάζονται οἱ παῖδες, ἀλλ’ ὅτι Αἱ ἁμαρτίαι τῶν πατέρων, τουτέστιν, αἱ ὑπὲρ τῶν ἁμαρτημάτων κολάσεις ἀποδοθήσονται καὶ τοῖς παισὶν αὐτῶν, ὡς τὰ ὅμοια πεπλημμεληκόσιν. Ἵνα γὰρ μὴ νομίζωσιν οἱ ἐξ Αἰγύπτου ἐξελθόντες, ὅτι εἰ καὶ χείρω τῶν πατέρων ἁμαρτήσουσιν, οὐ τοῖς αὐτοῖς τιμωρηθήσονται· φησίν, ὅτι Οὐχ οὕτως ἔσται, ἀλλ’ αἱ ἁμαρτίαι τῶν πατέρων, ἤτοι αἱ ποιναί, καὶ ἐφ’ ὑμᾶς ἐλεύσονται, ὅτι μὴ βελτίους ἐγένεσθε, ἀλλὰ τὰ αὐτά, ἢ καὶ χείρω πεπλημμελήκατε. Εἰ δὲ βλέπεις πολλάκις καὶ νήπια ἁρπαζόμενα, διὰ τιμωρίαν δῆθεν γονέων, ἀλλ’ εὖ ἴσθι, ὅτι διὰ φιλανθρωπίαν ὁ Θεὸς προαρπάζει ταῦτα τοῦ βίου· ἵνα μὴ ζήσαντα, χείρω τῶν γονέων γένωνται, καὶ ἐπὶ κακῷ τῆς ἑαυτῶν ψυχῆς ἢ καὶ ἄλλων πολλῶν βιώσωσιν.

Ἀλλὰ ταῦτα μὲν ἡ τῶν θείων κριμάτων ἄβυσσος παρ’ ἑαυτῇ ἔχει καλύψασα· ἡμεῖς δὲ ἐπὶ τὰ ἑξῆς ἴωμεν. «Ἀπεκρίθη ὁ Ἰησοῦς· Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ, ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἕως ἡμέρα ἐστίν. Ἔρχεται νύξ, ὅτε οὐδεὶς δύναται ἐργάσασθαι. Ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου.» Ἰδοὺ πάλιν ἄπορον ἄλλο. Ζητήσειε γὰρ ἄν τις, Πῶς τοῦτο εἴρηκεν·

Ἠδικήθη γὰρ ὁ ἄνθρωπος στερηθεὶς τοῦ φωτός, «ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ;» ἄλλως δὲ οὐκ ἐνῆν φανερωθῆναι ταῦτα; Ποίαν ἀδικίαν ἠδικήθης, ἄνθρωπε; Τοῦ φωτός, φησί, στερούμενος. Καὶ ποία βλάβη ἐκ τοῦ στερεῖσθαι τοῦ αἰσθητοῦ φωτός; τοὐναντίον οὖν μᾶλλον εὐηργέτηται. Ἅμα γὰρ τῇ σωματικῇ ὁράσει καὶ τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς ἐφωτίσθη.

Ὥστε πρὸς καλὸν αὐτῷ ἡ πήρωσις ἀπέβη, διὰ τῆς ἰάσεως ἐπιγνόντι τὸν ἀληθῆ τῆς δικαιοσύνης Ἥλιον. Οὔκουν ἠδίκηται, ἀλλ’ εὐηργέτηται ὁ τυφλός. Ἔπειτα καὶ τοῦτο γίνωσκε, πᾶς ὁ τῶν θείων ἐξεταστής, ὅτι τό, «Ἵνα,» καὶ τό, «Ὅπως,» παρὰ τῇ Γραφῇ πολλαχοῦ οὐκ αἰτιολογικῶς, ἀλλ’ ἀποβατικῶς κεῖνται, ὡσπερεὶ τὸ παρὰ τῷ Δαυΐδ, «Ὥπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου.» Οὐ γὰρ διὰ τοῦτο ἥμαρτεν ὁ Δαυΐδ, ἵνα δικαιωθῇ ὁ Θεός, ἀλλ’ ὡς ἐξ ἀποτελέσματος ἁμαρτόντος τοῦ Δαυΐδ, ἀποβαίνει τὸ δικαιωθῆναι τὸν Θεόν. Ὅταν γὰρ ὁ Θεὸς μὲν τοσαῦτα αὐτῷ δέδωκεν, ὅσα οὐκ ἦν ἄξιος λαβεῖν, αὐτὸς δὲ παρέβη τὴν ἐντολὴν τοῦ Θεοῦ, καὶ φόνον εἰργάσατο ἐπὶ τῇ μοιχείᾳ, καὶ τῇ βασιλείᾳ ἀπεχρήσατο εἰς ἀθέτησιν τοῦ Θεοῦ· τί ἄλλο ἐξ ἀποτελέσματος συμβαίνει, ἢ πάντως τό, κρινόμενον τὸν Θεὸν καὶ διαλεγόμενον πρὸς τὸν Δαυΐδ, δικαιωθῆναι, καὶ τὴν νικῶσαν ἀπενέγκασθαι, κατακρινομένου τοῦ βασιλέως; Ὅτι παρ’ οὗ τὴν βασιλείαν ἔλαβε, τούτου τοὺς νόμους ἠθέτησε, δι’ αὐτὸ τοῦτο, ὅτι βασιλεὺς ἦν. Ἰδιώτης γὰρ ὤν, οὐκ ἂν ἠδυνήθη τοιαῦτα δύο κακὰ οὕτω ῥᾳδίως κατεργάσασθαι. Ὁρᾷς, ὅτι τό, «Ὅπως ἂν δικαιωθῇς,» οὐκ αἰτιολογικῶς κεῖται, ἀλλὰ κατὰ ἀπόβασιν;

Καὶ μυρία τοιαῦτα καὶ παρὰ τῷ Ἀποστόλῳ εὑρήσεις, οἷον καὶ τὸ ἐν τῇ πρὸς Ῥωμαίους· «Τὸ γὰρ γνωστὸν τοῦ Θεοῦ, φανερόν ἐστιν ἐν τοῖς Ἕλλησιν, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους.» Καίτοι οὐ διὰ τοῦτο ὁ Θεὸς ἔδωκε τοῖς Ἕλλησι τὴν γνῶσιν, ἵνα ὦσιν ἀναπολόγητοι πταίοντες. Αὐτὸς μὲν γὰρ ἔδωκεν, ἵνα μὴ πταίωσιν· εἶτα ἐπειδὴ ἔπταισαν, ἐξ ἀποτελέσματος ἡ γνῶσις αὐτοῖς ἀπέβη εἰς τὸ εἶναι ἀναπολογήτους.

Καὶ πάλιν· «Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ κατάκριμα·» καίτοι οὐ διὰ τοῦτο ἐδόθη, ἀλλ’ ἵνα μᾶλλον ἀνασταλῇ ἡ ἁμαρτία. Ἐπεὶ δὲ οὐκ ἠθέλησαν ἀναστεῖλαι ταύτην οἱ τὸν νόμον δεξάμενοι, ἐγένετο αὐτοῖς ὁ νόμος εἰς πλεονασμὸν ἁμαρτίας· πλείων γὰρ ἐλογίσθη αὐτοῖς καὶ μείζων ἡ ἁμαρτία, ὅτι καὶ νόμον ἔχοντες ἡμάρτανον. Οὕτως οὖν κἀνταῦθα τό, «Ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ.» αἰτιολογικῶς κεῖται, ἀλλ’ ἀποβατικῶς· ἀπέβη γὰρ ἐκ τοῦ τὸν τυφλὸν θεραπευθῆναι, τὸ δοξασθῆναι τὸν Θεόν. Ὥσπερ γὰρ πολλάκις οἰκοδόμος τις οἰκίας, τὸ μὲν εἰργάσατο, τὸ δὲ ἀφῆκεν ἀτέλεστον, ἵνα εἶ ποτε ἀπιστοίη τις αὐτῷ, ὅτι οὐκ ἔστιν αὐτὸς ὁ τὸ μέρος οἰκοδομήσας, ἔχῃ διὰ τοῦ δημιουργῆσαι καὶ τὸ ἀτελὲς ἐκεῖνο, δεικνύειν, ὅτι καὶ τοῦ ᾠκοδομημένου αὐτὸς τεχνίτης ἐστίν· οὕτω καὶ ὁ Θεὸς ἡμῶν Ἰησοῦς τὰ πεπηρωμένα μέλη ἰώμενος, καὶ ἀποκαθιστῶν εἰς τὸ κατὰ φύσιν, δείκνυσιν, ὡς ἄρα αὐτός ἐστιν ὁ καὶ τῶν ἄλλων μελῶν δημιουργός. Εἰπὼν δέ, «Ἵνα φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ,» περὶ ἑαυτοῦ φησιν, οὐ περὶ τοῦ Πατρός· ἐκείνου γὰρ ἡ δόξα φανερὰ ἦν, τὴν δὲ αὐτοῦ ἔδει φανερωθῆναι, καὶ ὅτι αὐτός ἐστιν ὁ ἐξ ἀρχῆς πλάσας τὸν ἄνθρωπον. Οὐ μικρὰ δὲ πάντως δόξα τὸ φανερωθῆναι, ὅτι αὐτὸς ὁ νῦν φανεὶς ἄνθρωποι, ἐδημιούργησεν ἐν ἀρχῇ ὡς Θεὸς τὸν ἄνθρωπον.

Ὅτι δὲ περὶ ἑαυτοῦ τοῦτο λέγει, ἄκουε τῶν ἑξῆς. Ἐπιφέρει γάρ· «Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με.» —«Ἐμέ,» φησί, δεῖ φανερῶσαι ἐμαυτόν, καὶ ποιῆσαι ἔργα τὰ δυνάμενά με ἀποδεῖξαι ταὐτὰ τῷ Πατρὶ ποιοῦντα. Ὅρα πῶς οὐκ εἶπεν, ὅτι, Τοιαῦτα ἔργα οἷα ποιεῖ ὁ Πατήρ, δεῖ κἀμὲ ἐργάζεσθαι, ἀλλ’, Αὐτὰ ἐκεῖνα «ἃ ποιεῖ ὁ Πατήρ.» — «Δεῖ γάρ με, φησίν, ἐργάζεσθαι τὰ ἔργα» ἐκεῖνα αὐτά, ἃ ὁ πέμψας με ποιεῖ. Ταῦτα δὲ δεῖ με ἐργάζεσθαι «ἕως ἡμέρα ἐστί·» τουτέστιν, Ἕως ὁ παρὼν βίος ἀνέστηκεν, καὶ δύνανται πιστεύειν εἰς ἐμὲ οἱ ἄνθρωποι· ἐπείτοι γε «ἔρχεται νύξ, ὅτε οὐδεὶς δύναται ἐργάσασθαι·» τουτέστι, πιστεῦσαι· ἔργον γὰρ τὴν πίστιν ὀνομάζει. Ἐν τῷ μέλλοντι οὖν αἰῶνι οὐδεὶς δύναται πιστεῦσαι. Ἡμέρα μὲν γὰρ ὁ παρὼν βίος, διότι δυνάμεθα ὡς ἐν ἡμέρᾳ ἐργάσασθαι (εἰ καὶ ὁ Παῦλος νύκτα τοῦτον ὀνομάζει, διά τε τὸ ἀγνοεῖσθαι ἐνταῦθα τούς, ἢ ἀρετήν, ἢ κακίαν, μετιόντας, καὶ ὡς πρὸς σύγκρισιν τοῦ μέλλοντος φωτὸς περιλάμψαι τοὺς δικαίους)· νὺξ δὲ ὁ μέλλων, διότι ἐκεῖ οὐδεὶς δύναται ἐργάσασθαι, εἰ καὶ ὁ Παῦλος ἡμέραν τοῦτον καλεῖ, διὰ τὴν φωτοφάνειαν τῶν δικαίων, καὶ φανέρωσιν τῶν ἑκάστῳ βεβιωμένων. Ἐν τῷ μέλλοντι οὖν αἰῶνι πίστις οὐκ ἔστιν, ἀλλὰ καὶ ἑκόντες καὶ ἄκοντες ὑπακούσονται. «

Ὅταν οὖν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου·» διὰ γὰρ τῆς διδασκαλίας καὶ τῆς ἐπιδείξεως τῶν θαυμάτων φωτίζω τὰς ψυχάς. Ὥστε δεῖ με καὶ νῦν φωτίσαι πολλῶν ψυχάς, διὰ τοῦ θεραπεῦσαι τὸν τυφλόν, καὶ φωτίσαι αὐτοῦ τὰς κόρας τῶν ὀμμάτων· ἐπεὶ γὰρ φῶς εἰμι, δεῖ με καὶ αἰσθητῶς καὶ πνευματικῶς φωτίζειν. «Ταῦτα εἰπών, ἔπτυσε χαμαί, καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, καὶ εἶπεν αὐτῷ·

Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὁ ἑρμηνεύεται ἀπεσταλμένος· Ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων.» —Εἰπών, φησί, ταῦτα ὁ Ἰησοῦς, οὐκ ἄχρι τῶν ῥημάτων ἕστη, ἀλλὰ καὶ τὸ ἔργον ἐπέθηκεν. «Ἔπτυσε γὰρ χαμαί, καὶ πηλὸν ποιήσας ἐπέχρισε τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ·» δεικνύων διὰ τοῦ πηλοῦ, ὅτι αὐτός ἐστιν ὁ καὶ τὸν Ἀδὰμ ἀπὸ πηλοῦ πλάσας.

Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι, Ἐγώ εἰμι ὁ τὸν Ἀδὰμ πλάσας, πρόσαντες ἐδόκει τοῖς ἀκούουσι· διὰ δὲ τοῦ ἔργου δεικνύμενον, οὐκ ἔτι λοιπὸν προσίστατο· διὰ τοῦτο καὶ ἀπὸ πηλοῦ τὰ ὄμματα δημιουργεῖ, ἐκείνῳ τῷ τρόπῳ τῆς δημιουργίας, ᾧ καὶ τὸν Ἀδὰμ ἐδημιούργησεν.

Οὐκ ἔπλασε δὲ μόνον τοὺς ὀφθαλμούς, οὐδὲ ἀνέῳξε μόνον, ἀλλὰ καὶ τὸ ὁρᾷν ἐχαρίσατο ὅπερ τεκμήριόν ἐστι τοῦ καὶ τὴν ψυχὴν αὐτὸν ἐμφυσῆσαι τῷ Ἀδάμ· ἐκείνης γὰρ μὴ ἐνεργούσης, ὀφθαλμὸς κἂν ἀπηρτισμένος ᾗ, οὐκ ἂν εἴδοι ποτέ. Πτύσματι δὲ κέχρηται εἰς τὴν ἀνάβλεψιν. Ἐπεὶ γὰρ αὐτὸν ἔμελλε πέμπειν ἐπὶ τὸν Σιλωάμ, ἵνα μὴ τῷ ὕδατι τῆς πηγῆς ἐπιγραφῇ τὸ θαῦμα, ἀλλὰ μάθωμεν, ὅτι ἡ ἐκ τοῦ στόματος αὐτοῦ ἐξελθοῦσα δύναμις, αὐτὴ καὶ διέπλασε καὶ ἀνέῳξε τοὺς ὀφθαλμοὺς αὐτοῦ· διὰ τοῦτο «ἔπτυσε χαμαί,» καὶ ἐκ τοῦ στόματος ἐποίησε πηλόν.

Εἶτα ἵνα μὴ νομίσῃς, ὅτι τῆς γῆς ἦν τὸ θαῦμα, κελεύει νίψασθαι. ἵνα πάντως ἀπόθηται τὸν πηλόν. Τινὲς δέ φασιν, ὅτι ὁ πηλὸς οὐκ ἀπετέθη, ἀλλ’ εἰς ὀφθαλμοὺς ἐδημιουργήθη· κελεύει δὲ αὐτὸν ἐπὶ τὸν Σιλωὰμ ἀπελθεῖν, ἅμα μὲν ἵνα μάθωμεν τοῦ τυφλοῦ τὴν πίστιν, καὶ πῶς ὑπήκοος ἦν· οὐ γὰρ διελογίσατο·

Εἰ ὅλως ὁ πηλός ἐστι, καὶ τὸ πτύσμα τὸ παρέχον μοι τοὺς ὀφθαλμούς, τίς μοι χρεία τοῦ Σιλωάμ, ἢ τοῦ νίψασθαι; ἀλλ’ ἐπείσθη τῷ κελεύοντι. Ἅμα δὲ καὶ ἵνα ἐπιστομίσῃ τῶν Ἰουδαίων τὴν ἀγνωμοσύνην. Εἰκὸς γὰρ ἦν πολλοὺς θεάσασθαι αὐτὸν τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς κεχρισμένον, καὶ προσέσχον ἂν αὐτῷ μετὰ ἀκριβείας, ὥστε μὴ ἔχειν λέγειν ὕστερον, Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος. Καὶ τρίτον δεικνύων ἑαυτόν, ὅτι οὐκ ἀλλότριός ἐστι τοῦ νόμου καὶ τῆς Παλαιᾶς, πέμπων εἰς τὸν Σιλωάμ. Διατί δὲ ὁ εὐαγγελιστὴς καὶ τὴν ἑρμήνειαν τοῦ Σιλωὰμ προσέθηκεν;

Ἵνα μάθῃς, ὅτι κἀκεῖ αὐτὸν ὁ Χριστὸς ἐθεράπευσε, καὶ ὅτι ὁ Σιλωάμ, τύπος τοῦ Χριστοῦ. Ὥσπερ γὰρ πνευματικὴ πέτρα ὁ Χριστός, οὕτω καὶ Σιλωὰμ πνευματικός ἐστι· καὶ ὥσπερ ὁ χείμαῤῥος οὗτος τοῦ Σιλωάμ, ἀθρόον καὶ ἐκπληκτικώτερον ἐφαίνετο φοβερῷ τινι ῥεύματι· οὕτω καὶ ἡ τοῦ Κυρίου παρουσία, κρυφία καὶ ἀγγέλοις ἄγνωστος, πᾶσαν τὴν ἁμαρτίαν τῇ δυνάμει κατακλύζουσα. «Οἱ οὖν γείτονες οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον, ὅτι τυφλὸς ἦν, ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ καθήμενος, καὶ προσαιτῶν; Ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν· ἄλλοι δέ, ὅτι Ὅμοιος αὐτῷ ἐστιν. Ἐκεῖνος δὲ ἔλεγεν, ὅτι Ἐγώ εἰμι. Ἔλεγον οὖν αὐτῷ· Πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; Ἀπεκρίθη ἐκεῖνος, καὶ εἶπεν·

Ἄνθρωπος λεγόμενος Ἰησοῦς, πηλὸν ἐποίησε, καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμούς, καὶ εἶπέ μοι. Ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, καὶ νίψαι. Ἀπελθὼν δὲ καὶ νιψάμενος, ἀνέβλεψα.» Ἐπὶ τῷ παραδόξῳ τοῦ θαύματος ἐκπληττόμενοι οἱ γείτονες, διαπιστοῦντες ἦσαν· καίτοι ἡ ἐπὶ τὸν Σιλωὰμ ἄφιξις αὐτοῦ κεχρισμένου[ς] τοὺς ὀφθαλμοὺς πηλῷ ἐπὶ τούτῳ ἐγένετο, ἵνα πολλοὶ αὐτὸν ἴδωσι, καὶ μὴ ὕστερον ἀρνῶνται, ὡς ἀγνοοῦντες δῆθεν· ἀλλ’ ὅμως καὶ ἔτι ἀπιστοῦσιν. Οὐχ ἁπλῶς δὲ ἐπισημαίνεται ὁ εὐαγγελιστής, ὅτι προσαίτης ἦν, ἀλλ’ ἵνα δείξῃ τὸ ἄφατον τῆς φιλανθρωπίας τοῦ Κυρίου, ὅπως καὶ ἄχρι τῶν εὐτελῶν συγκατέβαινεν, ὡς καὶ προσαίτας θεραπεύειν μετὰ πολλῆς τῆς κηδεμονίας, καὶ ἵνα ἐκ τούτου καὶ αὐτοὶ μαθόντες, μὴ καταφρονῶμεν τῶν ἐλαχίστων.

Ὁ δὲ τυφλὸς μήτε τὴν προτέραν αἰσχυνόμενος πήρωσιν, μήτε τὸν δῆμον φοβούμενος, ὁμολογεῖ, ὅτι, «Ἐγώ εἰμι,» ἀνακηρύττων τὸν εὐεργέτην, καί φησιν· «Ἄνθρωπός τις Ἰησοῦς λεγόμενος.» Ἄνθρωπον τὸν Κύριον καλεῖ, ἐπειδὴ οὐδὲν οὐδέπω περὶ αὐτοῦ ἐγίνωσκεν· ὃ δὲ τέως ἐγίνωσκε, τοῦτο ὁμολογεῖ.

Πόθεν δὲ ἐπεγίνωσκεν αὐτόν, ὅτι Ἰησοῦς ἐστιν; Ἀπὸ τῆς πρὸς τοὺς μαθητὰς διαλέξεως· ἐπεὶ γὰρ ἠρώτησαν μὲν οἱ μαθηταὶ περὶ αὐτοῦ τὸν Κύριον, ὁ δὲ πλείω διελέχθη αὐτοῖς, ὅτι τε, «Δεῖ με ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με,» καὶ ὅτι, «Φῶς εἰμι τοῦ κόσμου,» τοιαῦτα δὲ οὐδεὶς ἄλλος ἐδίδασκεν, εἰ μὴ μόνος ὁ Ἰησοῦς, καὶ τούτοις τοῖς ῥήμασι συχνάκις ἐκέχρητο, ἐκ τούτων ἐπέγνω ὁ τυφλός, ὅτι Ἰησοῦς ἐστι. Τὸ μὲν οὖν ποιῆσαι πηλόν, καὶ ἐπιχρῖσαι τοὺς ὀφθαλμούς, ἐκ τῆς ἁφῆς ἐπιγνοὺς εἶπε· τὸ δὲ πτύσαι οὐκ ἔτι. Οὐ γὰρ οἶδε· διόπερ οὐκ ἐπέγνω, οὐδὲ προστίθησιν, οὕτως ἦν ἀληθὴς ὁ ἄνθρωπος. «Εἶπον οὖν αὐτῷ· Ποῦ ἐστιν ἐκεῖνος; Λέγει·

Οὐκ οἶδα. Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν. Ἦν δὲ Σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς, καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. Πᾶλιν οὖν ἠρώτων αὐτὸν οἱ Φαρισαῖοι, πῶς ἀνέβλεψεν. Ὁ δὲ εἶπεν αὐτοῖς· Πηλὸν ἐπέθηκεν ἐπὶ τοὺς ὀφθαλμούς μου, καὶ ἐνιψάμην, καὶ βλέπω. Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· Οὖτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ Θεοῦ, ὅτι τὸ Σάββατον οὐ τηρεῖ.

Ἄλλοι ἔλεγον· Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; Καὶ σχίσμα ἦν ἐν αὐτοῖς.» Ἐπειδὴ ὁ Κύριος θεραπεύων, καὶ θαῦμα ποιῶν, εἴωθεν ἐκνεύειν διὰ τὸ ἀκόμπαστον, ἐρωτηθεὶς ὁ τυφλός, Ποῦ ἐστιν ἐκεῖνος; λέγει· «Οὐκ οἶδα,» ἀληθεύων πάντως κὰν τούτῳ. «Ἄγουσι δὲ αὐτὸν πρὸς τοὺς Φαρισαίους,» διὰ τὸ σφοδροτέρας ἐρωτήσεως καὶ δριμυτέρας ἀξιωθῆναι. Ἐπισημαίνεται δὲ ὁ εὐαγγελιστής, ὅτι Σάββατον ἦν, ἵνα ἐνδείξηται τὴν πονηρίαν αὐτῶν, ὡς δρασσομένων προφάσεις κατὰ Χριστοῦ, καὶ ἐγκαλούντων αὐτῷ τὴν τοῦ Σαββάτου παράβασιν, καὶ διὰ ταύτην συσκιάζειν πειρωμένων τὸ θαῦμα· διὸ οὐδὲ ἐρωτῶσιν αὐτόν, Πῶς ἀνέβλεψας, ἀλλά, «Πῶς ἀνέῳξέ σου τοὺς ὀφθαλμούς;» τὸ ὅλον διαβάλλοντες τὸν Κύριον, ὡς ἐν τῷ Σαββάτῳ ἐργασάμενον, ἀναγκάζοντες αὐτὸν τὸν τυφλὸν ἐπιμνησθῆναι, ὅτι πηλὸν ἐποίησεν ἐν τῷ Σαββάτῳ δηλαδή.

Αὐτὸς δὲ ὡς πρὸς ἀκηκοότας ἤδη διαλεγόμενος, οὔτε τοῦ ὀνόματος τοῦ Ἰησοῦ μνημονεύει, οὔτε τί πρὸς αὐτὸν ὁ Κύριος ἐλάλησεν, ἀλλ’ ἢ μόνον, ὅτι «Πηλὸν ἐπέθηκεν ἐπὶ τοὺς ὀφθαλμούς μου, καὶ ἐνιψάμην, καὶ βλέπω.» Εἰκὸς γὰρ ἦν προακηκοέναι τοὺς Φαρισαίους παρὰ τῶν καὶ τὸν τυφλὸν ἀγαγόντων πρὸς αὐτούς, διαβαλλόντων ἴσως τὸν Κύριον, καὶ εἰπόντων ἄν· Ἴδε οἷα ποιεῖ ἐν Σαββάτῳ ὁ Ἰησοῦς.

Ἄξιον δὲ ἰδεῖν τὴν παῤῥησίαν τοῦ τυφλοῦ, ὅπως καὶ τοῖς Φαρισαίοις ἀνεκπλήκτως διαλέγεται. Αὐτοὶ μὲν ἤνεγκαν αὐτόν, ἵνα τῷ φόβῳ καταπλαγείς, ἀρνήσηται τὴν θεραπείαν· ὁ δὲ τρανώτερον ἐκβοᾷ, ὅτι «Βλέπω.» —«Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές,» ἀλλ’ οὐχὶ πάντες, ἀλλὰ οἱ ἰταμώτεροι· «Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ.

Ἄλλοι δὲ ἔλεγον, ὅτι Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα ποιεῖν;» Ὁρᾷς τοὺς πολλοὺς ἀπὸ τῶν σημείων μαλαττομένους; Ἰδοὺ οὗτοι Φαρισαῖοι καὶ ἄρχοντες, ὅμως ἀπὸ τοῦ σημείου καταδυσωποῦνται, καὶ ὑπεραπολογοῦνται, «καὶ σχίσμα ἦν ἐν αὐτοῖς.» Τοῦτο τὸ σχίσμα πρότερον μὲν ἐν τῷ ὄχλῳ ἐφύη· οἱ μὲν γὰρ ἔλεγον, ὅτι «Πλανᾷ τὸν ὄχλον· οἱ δέ, ὅτι Οὔ.» Νῦν δὲ καὶ ἄρχουσι φύεται, καὶ ἰδοὺ πολλοὶ τῶν Φαρισαίων ἀποσχισθέντες τῶν ἄλλων, συνηγοροῦσι τῷ θαύματι. Πλὴν εἰ καὶ ἀπεσχίσθησαν, ἀλλὰ μαλακώτερον ἐνίσταντο ὑπὲρ τοῦ Χριστοῦ, καὶ ἀμφιβόλως μᾶλλον καὶ διψύχως, ἢ βεβαίως. Ἄκουε γὰρ τί φασι· «Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα ποιεῖν;» Ὁρᾷς τὸ μαλακὸν τῆς ἐνστάσεως; Ὅρα καὶ τὴν κακουργίαν τῶν διαβαλλόντων. Οὐ γὰρ λέγουσιν, ὅτι Οὗτος οὐκ ἔστιν ἐκ Θεοῦ, ὅτι ἐν Σαββάτῳ θεραπεύει, ἀλλ’, «ὅτι τὸ Σάββατον οὐ τηρεῖ,» ἄνω καὶ κάτω οὐ τὴν εὐεργεσίαν, ἀλλὰ τὴν παράλυσιν τῆς ἡμέρας προφέροντες.

Σημείωσαι δὲ καὶ τοῦτο, ὅπως οἱ ἄρχοντες νωθρότεροι τοῦ ὄχλου εἰσὶ περὶ τὸ καλόν. Ἰδοὺ γὰρ ὁ μὲν ὄχλος πρότερον ἐσχίσθησαν ταῖς γνώμαις, καὶ οὐχὶ πάντες ὡμοφώνουν κατὰ τοῦ Χριστοῦ· οἱ δὲ ἄρχοντες ὕστερον τοῦτο τὸ ἐπαινετὸν σχίσμα πεπόνθασιν.

Ἔστι γὰρ καὶ καλῶς σχισθῆναι· καθὰ καὶ ὁ Κύριός φησι· «Μάχαιραν ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν,» τὴν ἐπὶ καλῷ πάντως καὶ εὐσεβείᾳ διχογνωμοσύνην. «Λέγουσι τῷ τυφλῷ πάλιν· Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Ὁ δὲ εἶπεν, ὅτι Προφήτης ἐστίν. Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι τυφλὸς ἦν, καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος, καὶ ἠρώτησαν αὐτούς, λέγοντες· Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς ἐλέγετε, ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει;» Τίνες ἦσαν οἱ ἐρωτῶντες τὸν τυφλόν, «Σὺ τί λέγεις περὶ αὐτοῦ;» Τῆς τῶν εὐγνωμόνων μοίρας ἦσαν. Ἐπεὶ γὰρ εἶπον, ὅτι «Πῶς δύναται ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν;» ἵνα μὴ δόξωσιν αὐτοὶ μάτην συνηγορεῖν, τὸν λαβόντα τὴν εὐεργεσίαν, αὐτὸν παράγουσι μάρτυρα, ὡς αἰσθόμενον τῆς δυνάμεως, ὡς ἂν ἐπιστομίσωσι τοὺς διαβολεῖς.

Ὅρα γὰρ πῶς εὐγνωμόνως ἐρωτῶσιν. Οὐ γὰρ εἶπον· Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι πηλὸν ἐποίησεν; ὅτι τὸ Σάββατον οὐκ ἐτήρησεν; ἀλλὰ τοῦ θαύματος μνημονεύουσιν, «Ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς·» μονονουχὶ καὶ τὸν θεραπευθέντα παραθήγοντες εἰς τὸ ὑπὲρ Χριστοῦ τὰ εἰκότα εἰπεῖν.

Ἀναμιμνήσκουσι γὰρ αὐτόν, καὶ νύττουσιν αὐτόν· «Ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς.» Εὐηργέτησε σέ, φασίν, ὥστε ὀφείλεις ἀνακηρύξαι αὐτόν. Διὸ καὶ ὁ τυφλὸς ὁμολογεῖ τέως ὅπερ ἠδύνατο, ὅτι Οὐκ ἔστιν ἁμαρτωλός, ἀλλ’ ἐκ τοῦ Θεοῦ. «Προφήτης γάρ ἐστι,» κἂν ἕτεροι λέγωσιν, ὅτι «Οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ· διότι τὸ Σάββατον οὐ τηρεῖ.» Καίτοι ὁ μὲν Χριστὸς ἑνὶ δακτύλῳ τὸν πηλὸν ἐπιχρίσας, παραλύειν ἐδόκει τὸ Σάββατον· αὐτοὶ δὲ ὅλῃ χειρὶ λύοντες τῷ Σαββάτῳ τὰ ζῶα πρὸς ποτισμόν, ἐδόκουν εὐσεβεῖν. Φωνοῦσιν οὖν οἱ σκληροὶ καὶ ἀπειθεῖς τοὺς γονεῖς αὐτοῦ, εἰς ἀγωνίαν αὐτοὺς ἐμβαλεῖν βουλόμενοι, καὶ διὰ ταύτης εἰς ἄρνησιν τῆς πηρώσεως τοῦ παιδός.

Ἐπεὶ γὰρ ἐκεῖνοι οὐκ ἠδυνήθησαν τὸ εὐγνῶμον στόμα ἐμφράξαι, τοὺς γονεῖς ἐκδεδίττονται, τιτρώσκειν οὕτω τὸ θαῦμα προσδοκῶντες. Ἱστῶσιν οὖν αὐτοὺς ἐν τῷ μέσῳ, καὶ μετὰ πολλοῦ θυμοῦ τὴν ἐρώτησιν ποιοῦνται, μᾶλλον δὲ μετὰ πολλῆς κακουργίας.

Οὐ γὰρ εἶπον, Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν ὁ ποτὲ τυφλός, ἀλλ’, «Ὃν ὑμεῖς ἐλέγετε·» μονονουχὶ τοῦτο λέγοντες· Ὃν ὑμεῖς ἐποιήσατε τυφλόν, καὶ πανταχοῦ διεφημήσατε τὸν λόγον, πλασάμενοι πάντως καὶ καταψευσάμενοι. Ἀλλ’, ὦ μιαροὶ Φαρισαῖοι, τίς ἂν πατὴρ ἀνάσχοιτο τοιαῦτα καταψεύσασθαι παιδὸς οἰκείου; Δυσὶ δὲ τούτοις στενοχωροῦσιν αὐτούς, καὶ βιάζονται ἀρνήσασθαι τὸν υἱόν, τῷ τε εἰπεῖν, «Ὃν ὑμεῖς ἐλέγετε,» καὶ τῷ, «Πῶς οὖν ἄρτι βλέπει;» Ὁρᾷς, ὅτι ὡς ψευδομένων αὐτῶν τὸ πρότερον, φημὶ δή, τὸ τυφλὸν εἶναι τὸν παῖδα, σημεῖον προφέρουσι τοῦτο, τὸ ὕστερον αὐτὸν βλέπειν.

Ἢ γὰρ τοῦτο, φασί, ψευδές, τὸ βλέπειν αὐτὸν νῦν, ἢ ἐκεῖνο, τὸ τυφλὸν εἶναι. Ἀλλὰ μὴν τοῦτο ἀληθές, βλέπει γάρ· ψεῦδος ἄρα ὃ ὑμεῖς ἐκηρύξατε, τὸ τυφλὸν εἶναι τὸ πρότερον. «Ἀπεκρίθησαν αὐτοῖς οἱ γονεῖς αὐτοῦ, καὶ εἶπον·

Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, καὶ ὅτι τυφλὸς ἐγεννήθη· πῶς δὲ νῦν βλέπει, οὐκ οἴδαμεν· ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμούς, ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους. Ἤδη γὰρ συνέθεντο οἱ Ἰουδαῖοι, ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον, ὅτι Ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε.» Τρεῖς ἐρωτήσεις οἱ Φαρισαῖοι προσήνεγκαν τοῖς γονεῦσι τοῦ τυφλοῦ, εἰ υἱὸς αὐτῶν ἦν, εἰ τυφλὸς ἐγεννήθη, καὶ πῶς ἀνέβλεψεν. Οἱ δέ, τὰς μὲν δύο, ὅτι τε υἱὸς αὐτῶν ἐστι, καὶ ὅτι τυφλὸς ἦν, ὁμολογοῦσι· τὸν δὲ τρόπον τῆς θεραπείας ἀγνοοῦντες, οὐ προστιθέασι.

Καὶ τοῦτο δὲ πάντως ὑπὲρ τοῦ τὴν ἀλήθειαν ὁμολογηθῆναι βεβαιότερον, γίνεται, ὥστε αὐτὸν τὸν τῆς εὐεργεσίας ἀπολαύσαντα, τὸν καὶ ἀξιοπιστότερον ὄντα, μαρτυρῆσαι ταῦτα· καθὰ καὶ οἱ γονεῖς αὐτοῦ φασιν· «Αὐτὸς ἡλικίαν ἔχει.» Μὴ γὰρ νήπιός ἐστιν, ἢ ἀτελής, ὥστε μὴ συνιέναι πῶς τεθεράπευται; «Τοιαῦτα δὲ εἶπον οἱ γονεῖς αὐτοῦ,» φοβούμενοι τοὺς Φαρισαίους· οὕτως ἔτι ἧσαν ἀτελεῖς καὶ ἀγενέστεροι τοῦ παιδός. Ἐκεῖνος γάρτοι μάρτυς ἀνέκπληκτος ἵσταται τῆς ἀληθείας· οὕτως ἐφωτίσθη καὶ τοὺς νοεροὺς ὀφθαλμούς. «Ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον, ὃς ἦν τυφλός, καὶ εἶπον αὐτῷ· Δὸς δόξαν τῷ Θεῷ·

Ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. Ἀπεκρίθη οὖν ἐκεῖνος, καὶ εἶπεν· Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὤν, ἄρτι βλέπω. Εἶπον δὲ αὐτῷ πάλιν· Τί ἐποίησέ σοι; πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Ἀπεκρίθη αὐτοῖς·

Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε, τί πάλιν θέλετε ἀκούειν; Μὴ καὶ ὑμεῖς μαθηταὶ αὐτοῦ θέλετε γενέσθαι; Ἐλοιδόρησαν οὖν αὐτόν, καὶ εἶπον· Σὺ εἶ μαθητὴς ἐκείνου, ἡμεῖς δὲ Μωσέως ἐσμὲν μαθηταί. Ἡμεῖς οἴδαμεν, ὅτι Μωσεῖ ἐλάλησεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν, πόθεν ἐστίν.» Ἐπειδὴ οἱ γονεῖς τὸν υἱὸν αὐτῶν δεῖν ἐρωτηθῆναι διανέστησαν, τοῦτο ποιοῦσιν οἱ ἐπηρεασταί· καὶ δὴ παράγουσιν αὐτόν, οὐχ ὥστε ἐρωτῆσαι, ἀλλ’ ὥστε ὑποβαλεῖν αὐτῷ κατηγορῆσαι τοῦ θεραπευτοῦ. Τὸ γάρ, «Δὸς δόξαν τῷ Θεῷ,» τοῦτο σημαίνει· Ὁμολόγησον, φησίν, ὅτι Ἰησοῦς οὐδὲν εἰργάσατο εἰς ἐμὲ (τοῦτο γὰρ εἶναι δόξαν Θεοῦ, τὸ τῷ Ἰησοῦ μηδὲν ἀγαθὸν προσμαρτυρεῖσθαι.) «Ἡμεῖς γὰρ οἴδαμεν, φασίν, ὅτι ἁμαρτωλός ἐστι.» Πῶς οὖν οὐκ ἠλέγχετε αὐτόν, ὅταν προεκαλεῖτο ὑμᾶς λέγων· «Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;» Ὁ δὲ τυφλός, «Εἰ μὲν ἁμαρτωλός, φησίν, ἔστιν, οὐκ οἶδα·» τουτέστιν, Οὐ νῦν ἐξετάζω τοῦτο, οὐδὲ ἀποφαίνομαι· ἐκεῖνο μέντοι οἶδα σαφῶς, ὅτι θαῦμα ἐπ’ ἐμοὶ ἐτέλεσε. Τὸ τοίνυν πρᾶγμα αὐτὸ καθ’ αὑτὸ σκοπείσθω, καὶ τὴν ψῆφον περὶ αὐτοῦ ἐκφερέτω.

Εἶτα ἐπειδὴ πάλιν ἠρώτων αὐτόν· «Τί ἐποίησέ σοι,» διὰ τὴν ἐν τῷ Σαββάτῳ πάντως γενομένην ἐπίχρισιν τοῦ πηλοῦ ἐπηρεάζοντες τῷ Σωτῆρι, ᾔσθετο δὲ ὁ ἄνθρωπος αὐτούς, οὐχ ὥστε μαθεῖν, ἀλλ’ ὥστε ἐπηρεάσαι, τὴν ἐρώτησιν ποιουμένους, πληκτικώτερον αὐτοῖς ἀποκρίνεται· Οὐδὲ λόγου, φησίν, ἔτι ὑμᾶς ἀξιῶ· πολλάκις γὰρ εἰπόντι οὐ προσεσχήκατε. Εἶτα τὸ μάλιστα δυνάμενον αὐτοὺς πλῆξαι, ἐπάγει· «Μὴ καὶ ὑμεῖς βούλεσθε μαθηταὶ αὐτοῦ γενέσθαι;» Ἐμφαίνει γοῦν, ὅτι αὐτὸς μαθητὴς αὐτοῦ εἶναι βούλεται· παίζων δὲ αὐτοὺς καὶ κωμῳδῶν, ἡρέμα ταῦτά φησιν, ὃ ψυχῆς ἐστι πεπαῤῥησιασμένης καὶ ἀκαταπλήκτου, καὶ μὴ πτοουμένης τὴν μανίαν αὐτῶν. Ἐκεῖνοι δὲ πρὸς ὕβριν αὐτοῦ φασι· «Σὺ εἶ μαθητὴς ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωσέως ἐσμὲν μαθηταί.» Φαίνονται δὲ ἐν τούτῳ ψευδόμενοι.

Εἰ γὰρ ἦσαν τοῦ Μωσέως μαθηταί, καὶ τοῦ Χριστοῦ ἂν ἦσαν· καθὰ καὶ αὐτὸς ἔλεγεν αὐτοῖς· «Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί.» Οὐκ εἶπον δέ, ὅτι Ἡμεῖς ἠκούσαμεν, ἀλλ’ ὅτι «Ἡμεῖς οἴδαμεν, ὅτι Μωσεῖ λελάληκεν ὁ Θεός.» Καίτοι τῶν προγόνων αὐτοῖς ἀπαγγειλάντων, ἀκριβῆ γνῶσιν ἔχειν λέγουσιν, ὧν ἐξ ἀκοῆς παρειλήφεισαν· ὃν δὲ τοῖς ὀφθαλμοῖς ἔβλεπον θαυματουργοῦντα, καὶ οὗ ἤκουον θεῖα καὶ ἄνωθεν φθεγγομένου, τοῦτον πλάνον ἐκάλουν. Ὁρᾷς ἀνοησίαν ἀπὸ κακίας δεδημιουργημένην; «Ἀπεκρίθη ὁ ἄνθρωπος, καὶ εἶπεν αὐτοῖς· Ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς. Οἴδαμεν δέ, ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει· ἀλλ’ ἐάν τις θεοσεβὴς ᾖ, καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.» Ὑμεῖς, φησίν, ὦ Ἰουδαῖοι, ἀποβάλλεσθε τὸν θεραπεύσαντά με, ὡς μὴ εἰδότες αὐτόν, «πόθεν ἐστίν·» ἐγὼ δέ φημι, ὅτι διὰ τοῦτο μᾶλλόν ἐστι θαυμαστός, ὅτι ἄνθρωπος οὐ τῶν ἐπισήμων παρ’ ὑμῶν ὤν, οὐδὲ τῶν δεδοξασμένων, τοιαῦτα δύναται, ὥστε εἶναι δῆλον πάντοθεν, ὡς ἔστι κρείττονός τινος δυνάμεως, οὐδεμιᾶς ἀνθρωπίνης βοηθείας δεόμενος. Εἶτα καὶ ἐπειδὴ προλαβόντες, εἶπόν τινες ἐξ αὐτῶν· «Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς σημεῖα τοιαῦτα ποιεῖν;»

λοιπὸν καὶ τὴν ἐκείνων παραλαμβάνει κρίσιν, καὶ τῶν οἰκείων αὐτοὺς ὑπομιμνήσκει ῥημάτων. «Οἴδαμεν» γάρ, φησί, πάντες, «ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει· ἀλλ’ ἐάν τις θεοσεβὴς ᾖ, καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει.» Σκόπει μοι ἐντεῦθεν, πῶς οὐ μόνον ἁμαρτιῶν ἀπήλλαξε τὸν Κύριον, ἀλλὰ καὶ σφόδρα αὐτὸν ἀρέσκοντα τῷ Θεῷ δείκνυσι, καὶ τὰ ἐκείνου πάντα πράττοντα, ἐν τῷ εἰπεῖν· «Ἀλλ’ ἐάν τις θεοσεβὴς ᾗ, καὶ τὸ θέλημα αὐτοῦ ποιῇ.» Εἶτα ἐπεὶ ἐγίνωσκεν αὐτοὺς συσκιάζειν βουλομένους τὸ θαῦμα, αὐτὸς πολλῆς συνέσεως γέμων, τὴν εὐεργεσίαν ἀνακηρύττει· «Εἰ μὴ γὰρ ἦν οὗτος ἀπὸ Θεοῦ,» οὐκ ἂν θαῦμα τηλικοῦτο εἰργάσατο, οἷον οὐδεὶς τῶν ἀπ’ αἰῶνος. Ἠνοίγησαν μὲν γὰρ ὀφθαλμοὶ τυφλῶν τυχόν, ἀλλ’ οὐκ ἀπὸ γενετῆς πεπηρωμένοι. ἀπό τινος δὲ πάθους· τοῦτο δέ ἐστι τὸ ξένον, ὃ νῦν ἐγένετο. Πρόδηλον οὖν, ὅτι μείζων ἢ κατὰ ἄνθρωπόν ἐστιν ὁ τηλικοῦτο θαῦμα τελέσας.

Ἀλλ’ ἀποροῦσί τινες ψυχρὰν καὶ σοφιστικὴν ἀπορίαν. Πῶς, φασίν, εἶπεν, ὅτι «Ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει;» Καὶ μὴν εὐχομένων συγχωρηθῆναι τὰς ἁμαρτίας ἐπακούει· φιλάνθρωπος γάρ ἐστι. Τί οὖν ἐστι, φασίν, ὃ ἐνταῦθα λέγει, ὅτι «Ἀμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει;» Ἔδει μὲν πρὸς τὰ τοιαῦτα μηδὲ ἀποκρίνεσθαι· ὅμως ῥητέον ὅτι τὸ ἁμαρτωλῶν μὴ ἀκούειν τὸν Θεόν, τοῦτο σημαίνει, ὅτι ὁ Θεὸς σημεῖα ἐργάζεσθαι τοῖς ἁμαρτωλοῖς οὐ δίδωσιν. Οὐ γὰρ ἐνοικήσει τὸ Πνεῦμα τοῦ Θεοῦ ἐν σώματι καταχρέῳ ἁμαρτίαις. Αἰτουμένων μέντοι ἄφεσιν ἁμαρτιῶν ἀληθῶς καὶ ἀπὸ καρδίας, εἰσακούει, οὐχ ὡς ἁμαρτωλῶν, ἀλλ’ ὡς μετανοούντων. Ὁμοῦ τε γὰρ αἰτοῦνται τὴν ἄφεσιν, καὶ μετέστησαν ἀπὸ τῆς τῶν ἁμαρτωλῶν τάξεως εἰς τὴν τῶν μετανοούντων. Εἰκότως οὖν εἴρηται, ὅτι «Ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει.» Οὔτε γὰρ ἁμαρτωλοῖς δίδωσι τὴν χάριν τῶν σημείων. Πῶς γάρ, οὕς, καὶ ἐὰν αἰτήσωνταί ποτε περί τινος τοιούτου, μισεῖ, ὡς τὰ μηδὲν αὐτοῖς προσήκοντα σφετεριζομένους; καὶ ἐὰν ἀκούῃ δὲ αἰτουμένων ἄφεσιν, οὐχ ὡς ἁμαρτωλῶν, ἀλλ’ ὡς μετανοούντων ἀκούει. Σκόπει δὲ πῶς εἶπεν, ὅτι «Ἐάν τις θεοσεβὴς ᾖ,» καὶ προσέθηκε, «καὶ τὸ θέλημα αὐτοῦ ποιῇ.» Πολλοὶ γάρ, θεοσεβεῖς μὲν εἰσί, τὸ θέλημα δὲ τοῦ Θεοῦ οὐ ποιοῦσι.

Δεῖ δὲ ἀμφότερα προσεῖναι, καὶ θεοσέβειαν, καὶ θελήματος Θεοῦ ἐκπλήρωσιν, ἤτοι πίστιν καὶ ἔργα, ἤ, ὡς ὁ Παῦλος ὀνομάζει, «πίστιν καὶ ἀγαθὴν συνείδησιν·» κεφαλαιωδέστερον δὲ εἰπεῖν, θεωρίαν καὶ πρᾶξιν. Τότε γὰρ ὄντως ζῇ ἡ πίστις, ὅτε καὶ τὰ ἔργα ἔχει τὰ θεάρεστα, ἐξ ὧν ἡ ἀγαθὴ συνείδησις περιγίνεται, ὥσπερ ἀπὸ τῶν πονηρῶν ἔργων ἡ πονηρὰ συνείδησις· καὶ εὖ τὰ ἔργα τότε ζῇ. ὅτε καὶ πίστιν ἔχει· χωρισθέντα δὲ ἀπ’ ἀλλήλων, νεκρά ἐστι· καθὰ εἴρηται· «Πίστις χωρὶς ἔργων, νεκρά·» καὶ ἔργα, δίχα πίστεως. Ὅρα δέ μοι καὶ πῶς ἡ ἀλήθεια παῤῥησιάζεσθαι δίδωσι τῷ ἐπαίτῃ τῷ οὐδενὸς λόγου ἀξίῳ, καὶ ἐλέγχει τοὺς παρὰ τοῖς Ἰουδαίοις μεγάλους καὶ ἐντίμους· οὕτω μεγάλη ταύτης ἡ δύναμις, ὥσπερ καὶ τοῦ ψεύδους ἡ συστολὴ καὶ τὸ ἀπαῤῥησίαστον. «Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; Καὶ ἐξέβαλον αὐτὸν ἔξω. Ἤκουσεν ὁ Ἰησοῦς, ὅτι ἐξέβαλον αὐτὸν ἔξω· καὶ εὑρὼν αὐτόν, εἶπεν αὐτῷ·

Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· Καὶ ἑώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ, ἐκεῖνός ἐστιν. Ὁ δὲ ἔφη· Πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτόν.» Ἕως μὲν προσεδόκων, τὸν ἄνθρωπον κεχαρισμένα αὐτοῖς φθέγξεσθαι, προσεκαλοῦντο αὐτὸν καὶ ἠρώτων, καὶ οὐχ ἅπαξ τοῦτο· ἐπεὶ δὲ ἔγνων αὐτὸν ἐκ τῶν ἀποκρίσεων μὴ τὰ αὐτῶν φρονοῦντα, ἀλλὰ τῇ ἀληθείᾳ χαριζόμενον, ἐξουθενοῦσι μὲν αὐτόν, ὡς ἐν ἁμαρτίαις γεννηθέντα· ἀνοήτως πάντως τὴν τύφλωσιν αὐτῷ προφέροντες, καὶ νομίζοντες ὅτι ὡς κατακεκριμένος καὶ πρὸ γενέσεως κατεδικάσθη τυφλὸς γεννηθῆναι, ὅπερ λόγον οὐκ εἶχεν· ἐκβάλλουσι δὲ αὐτὸν ἔξω τοῦ ἱεροῦ ὡς ὁμολογητὴν τῆς ἀληθείας οἱ τοῦ ψεύδους υἱοί. Ἀλλ’ ὅρα τὸ κέρδος· Ἐξεβλήθη ἀπὸ τοῦ ἱεροῦ, καὶ εὐθὺς εὗρεν αὐτὸν ὁ Δεσπότης τοῦ ἱεροῦ· ἠτιμάσθη τῷ δοκεῖν διὰ Χριστόν, καὶ ἐτιμήθη τῇ ἐπιγνώσει τοῦ Υἱοῦ τοῦ Θεοῦ. Εὗρε γάρ, φησίν, αὐτὸν ὁ Ἰησοῦς, ὥσπερ ἐπίτηδες ἐπὶ τούτῳ ἐλθών, ἵνα αὐτὸν παραμυθήσηται, καθάπερ τις ἀγωνοθέτης ἀθλητὴν πολλὰ καμόντα καὶ στεφανωθέντα δεχόμενος. Καὶ τί φησι; «Πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;» Τί τοῦτο; μετὰ τοσαύτην ἀντίῤῥησιν τὴν πρὸς τοὺς Ἰουδαίους, μετὰ τοσαῦτα ῥήματα ἐρωτᾷ, Εἰ πιστεύεις; Οὐκ ἀγνοῶν τοῦτο ποιεῖ, ἀλλὰ βουλόμενος τῷ τυφλῷ ἑαυτὸν γνωρίσαι.

Ἐπειδὴ γὰρ οὐδ’ ὅλως εἶδεν αὐτὸν οὐδὲ μετὰ τὴν ἴασιν (πῶς γάρ, ὑπὸ τῶν κακίστων κυνῶν τῶν Ἰουδαίων περιελκόμενος;) τούτου ἕνεκεν ἐρωτᾷ αὐτὸν νῦν, ἵνα ἐκείνου ἐρωτήσαντος, «Καὶ τίς ἐστιν» ὁ Υἱὸς τοῦ Θεοῦ; ἀκολούθως ἑαυτὸν ἐπιδείξῃ. Ἅμα δὲ καὶ δείκνυσιν αὐτῷ, ὅτι τὴν αὐτοῦ πίστιν πολλοῦ τιμᾶται, ὡσανεὶ τοιαῦτα· λέγων· Ὕβρισέ με δῆμος τοσοῦτος, ἀλλ’ οὐδεὶς ἐμοὶ λόγος ἐκείνων· ἑνός μοι μέλει, τοῦ πιστεῦσαι. Ὁ δέ, «Καὶ τίς ἐστι, Κύριε,» ὁ Υἱὸς τοῦ Θεοῦ; Ποθούσης ψυχῆς ῥῆμα ἐφθέγξατο. Ὁ δέ, «Καὶ ἑώρακας, φησίν, αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ, ἐκεῖνός ἐστιν.» Οὐκ εἶπεν, ὅτι Ἐγώ εἰμι ὁ τεθεραπευκώς σε, ὁ εἰπών σοι, Ὕπαγε, νίψαι· ἀλλ’ ὑπεσταλμένως μὲν πρῶτον καὶ ἀσαφῶς, «Καὶ ἑώρακας, φησίν, αὐτόν·» εἶτα καὶ φανερώτερον, «Καὶ ὁ λαλῶν μετὰ σοῦ, ἐκεῖνός ἐστιν.» Ἔοικε δὲ ὁ Κύριος ἐπίτηδες εἰπεῖν τό, «Ἑώρακας αὐτόν,» ἵνα πάντως εἰς ἀνάμνησιν αὐτὸν ἀγάγῃ τῆς θεραπείας, καὶ ὅτι ὑπ’ αὐτοῦ τὴν τοῦ ὁρᾷν ἔλαβε δύναμιν. Καὶ ὡς [ὃς] εὐθύς τε πιστεύει, καὶ θερμῆς ἔργον καὶ ἀληθοῦς πίστεως ἐπιδείκνυται προσκυνῶν, καὶ πιστούμενος τὸν λόγον τῷ ἔργῳ, καὶ ὅτι ὡς Θεὸν δοξάζει αὐτόν· μόνῳ γὰρ δήπου Θεῷ τὴν προσκύνησιν ἀπονέμων [ἀπονέμειν] νενόμισται. Λάμβανε δέ μοι τὸ θαῦμα τοῦτο, καὶ νοητῶς ἐπιτελεσθέν.

Τυφλὸς μὲν γὰρ ἦν, εἴτε ἁπλῶς πᾶς ἄνθρωπος ἐκ γενετῆς, τοῦτ’ ἔστιν, ἐκ τοῦ ὑπὸ γένεσιν εἶναι, ᾗ πάντως καὶ ἡ φθορὰ συνέζευκται (ἀφ’ οὗ γὰρ θνητότητος κατεδικάσθημεν, καὶ διὰ τῆς ἐμπαθοῦς γενέσεως αὐξάνεσθαι κατεκρίθημεν, ἔκτοτε παχύ τι νέφος καὶ δερμάτινος τάχα χιτών, ὥς φασι τὰ ἱερὰ Λόγια, ἐπεχύθη τοῖς νοεροῖς ἡμῶν ὀφθαλμοῖς)· εἴτε καὶ ὁ τῶν ἐθνῶν λαός. Καὶ οὗτος γὰρ ἐκ γενετῆς τυφλός, οἷοι οἱ Ἕλληνες· ἐκ τοῦ τὰ ὑπὸ γένεσιν καὶ φθορὰν θεοποιῆσαι, τυφλωθέντες, κατὰ τό, «Ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία.» Τοιοῦτοι καὶ οἱ παρὰ Πέρσαις μάγοι γενέσει καὶ γενεθλιαλογίᾳ προσδαπανήσαντες τὴν αὐτῶν ζωήν. Τοῦτον οὖν τὸν τυφλὸν (εἴτε ἁπλῶς πάντα ἄνθρωπον, εἴτε τὸν ἐθνικὸν λαὸν) εἶδεν ὁ Ἰησοῦς. Ἐπεὶ γὰρ ἐκεῖνος οὐκ ἠδύνατο τὸν Δημιουργὸν ἰδεῖν, αὐτὸς «διὰ σπλάγχνα ἐλέους ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους.» Πῶς δὲ εἶδε; «Παράγων,» τουτέστι, μὴ ἐν τῷ οὐρανῷ ὤν, ἀλλὰ παρελθὼν κενώσεως λόγοις, καὶ ἐκ τοῦ οὐρανοῦ, κατὰ τὸν προφήτην, διακύψας, καὶ ἰδὼν πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων· καὶ ἄλλως δέ· Παράγων, ἴδε τὸν ἐθνικὸν λαόν, τουτέστιν, οὐ προηγουμένως ἐπ’ αὐτὸν ἐλθών. Εἰς γὰρ τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ ἦλθεν· εἶτα ὥσπερ ὁδοῦ πάρεργον ἐποιήσατο τὴν ἐπίσκεψιν τοῦ ἐν τῷ σκότει καθημένου τῆς παντελοῦς ἀγνωσίας λαοῦ. Πῶς δὲ θεραπεύει τὴν τύφλωσιν; Πτύσας χαμαί, καὶ πηλὸν ποιήσας.

Ὃς γὰρ ἂν πιστεύσειεν, ὅτι ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν, καταβέβηκεν ἐπὶ τὴν ἁγίαν Παρθένον ὁ Λόγος, οὗτος χρίσεται τοὺς νοεροὺς ὀφθαλμοὺς τῷ ἐκ τοῦ πτύσματος καὶ τῆς γῆς πηλῷ, ἤγουν τῷ ἐνὶ Χριστῷ τῷ ἐκ θεότητος (ἧς σύμβολον ἡ σταγὼν καὶ τὸ πτύσμα.) καὶ ἀνθρωπότητος (ἧς σύμβολον ἡ γῆ, ἐξ ἧς τὸ τοῦ Κυρίου σῶμα). Ἆρ’ οὖν ἄχρι τοῦ πιστεῦσαι τὴν θεραπείαν στήσεται; Οὔμενουν, ἀλλὰ δεῖ καὶ ἐπὶ τὸν Σιλωὰμ ἐλθεῖν, τὴν πηγὴν τοῦ βαπτίσματος, καὶ βαπτισθῆναι εἰς τὸν ἀπεσταλμένον, τοῦτ’ ἔστι, Χριστόν. Ὅσοι γὰρ ἐβαπτίσθημεν πνευματικῶς, εἰς Χριστὸν ἐβαπτίσθημεν. Μεθ’ ὃ δὲ καὶ βαπτισθείη τις, καὶ πειρασμοῖς περιπεσεῖται, Ἀχθήσεται γὰρ τάχα ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ θεραπεύσαντος αὐτὸν Χριστοῦ. Δεῖ τοίνυν βεβαίως ἔχειν, καὶ ἵστασθαι ἐπὶ τῆς ὁμολογίας ἀκλινῶς, μὴ διὰ φόβον ἀρνούμενον, ἀλλά, κἂν δεήσῃ, ἐκκήρυκτον καὶ ἀποσυνάγωγον γινόμενον, κατὰ τό, «Ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου, καὶ ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς.» Κἂν ἐκβάλλωσι δὲ τὸν ὁμολογητὴν οἱ ἄνθρωποι, τῇ ἀληθείᾳ ἐχθραίνοντες, καὶ διώξωσιν ἀπὸ τῶν παρ’ αὐτοῖς ἱερῶν καὶ τιμίων, πλούτου, λέγω, καὶ δόξης· εὑρήσει αὐτὸν ὁ Ἰησοῦς, καὶ τότε μᾶλλον, ὅτε παρὰ τῶν ἐχθρῶν ἀτιμασθείη, παρὰ Χριστοῦ τιμηθήσεται, τῇ ἐπιγνώσει καὶ τῇ ἀκριβεστέρᾳ πίστει.

Προσκυνήσει γὰρ τότε μᾶλλον τὸν Χριστόν, ὡς ἄνθρωπον μὲν φαινόμενον, ὄντα δὲ καὶ Υἱὸν τοῦ Θεοῦ. Οὐ γὰρ ἄλλος ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ἄλλος ὁ ἐκ Μαρίας (τοῦτο γὰρ Νεστορίου τὸ ἀσέβημα), ἀλλ’ εἷς καὶ ὁ αὐτὸς Υἱὸς Θεοῦ καὶ ἀνθρώπου. Ὅρα γὰρ πῶς ὁ Κύριος, εἰπόντος τοῦ ποτε τυφλοῦ, «Καὶ τίς ἐστιν» ὁ Υἱὸς τοῦ Θεοῦ, «ἵνα πιστεύσω εἰς αὐτόν;» —«Καὶ ἑώρακας, φησίν, αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ, ἐκεῖνός ἐστιν.» Τίς οὖν ἦν ὁ λαλῶν; Ἦ πάντως ὁ ἐκ Μαρίας γεννηθείς; ὁ αὐτὸς δὲ καὶ Υἱὸς Θεοῦ, οὐκ ἄλλος ἄρα καὶ ἄλλος. Ὅθεν καὶ κυρίως Θεοτόκος ἡ ἁγία Μαρία, ὡς τὸν Υἱὸν τοῦ Θεοῦ σάρκα γεγονότα γεννήσασα, ἀδιαίρετον ὄντα, καὶ ἕνα τὸν διπλοῦν, ὅς ἐστι Χριστὸς Κύριος. «Καὶ εἶπεν ὁ Ἰησοῦς· Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Καὶ ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα, οἱ ὄντες μετ’ αὐτοῦ, καὶ εἶπον αὐτῷ· Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε, ὅτι Βλέπομεν· ἡ οὖν ἁμαρτία ὑμῶν μένει.»

Ἐπειδὴ εἶδεν ὁ Κύριος τοὺς Φαρισαίους βλαβέντας μᾶλλον, οὐκ ὠφεληθέντας ἐκ τοῦ θαύματος, καὶ διὰ τοῦτο καὶ μείζονος κατακρίσεως ἀξίους, φησίν, ὅτι, ὡς ἔοικε, καὶ ὡς ἀποβαίνει τὰ πράγματα, «Εἰς κρῖμα ἦλθον ἐγώ,» ἀντὶ τοῦ, εἰς μείζονα κόλασιν καὶ κατάκρισιν, «ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες,» οἷοι οἱ Φαρισαῖοι. «τυφλοὶ» τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς «γένωνται.» Ἰδοὺ γὰρ ὁ μὲν ἐκ γενετῆς μὴ βλέπων βλέπει, καὶ ψυχῇ καὶ σώματι· οἱ δὲ δοκοῦντες βλέπειν, ἐτυφλώθησαν κατὰ νοῦν. Δύο γὰρ ἀναβλέψεις ἐνταῦθα λέγει καὶ δύο τυφλότητας. Οἱ δὲ πρὸς τὰ αἰσθητὰ ἀεὶ κεχηνότες Φαρισαῖοι, νομίσαντες περὶ αἰσθητῆς λέγειν αὐτὸν πηρώσεως, «Μὴ καὶ ἡμεῖς, φασί, τυφλοί ἐσμεν;» ταύτην μόνην τὴν σωματικὴν αἰσχυνόμενοι τύφλωσιν.

Ὁ δὲ Κύριος, δεῖξαι αὐτοῖς βουλόμενος, ὅτι βέλτιον τυφλοὺς εἶναι σώματι καὶ μὴ ἀπίστους, φησίν· «Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν.» Εἰ γὰρ κατ’ ἀνάγκην ἐκ φύσεως ἐπεπήρωσθε, ἐδίδοτο ἄν τις συγγνώμη ἀπιστίαν νοσοῦσι· νῦν δὲ λέγοντες βλέπειν, καὶ μέν τοι καὶ αὐτόπται τοῦ ἐπὶ τῷ τυφλῷ γενόμενοι θαύματος, εἶτα ἀπιστίαν νοσοῦντες ἔτι, οὐκ ἄξιοί ἐστε συγγνώμης. Ἡ γὰρ ἁμαρτία ὑμῶν ἀνεξάλειπτος μένει, καὶ μειζόνως κολασθήσεσθε, ἅτε μὴ ἐξ ὧν ὁρᾶτε θαυμασίων εἰς πίστιν ἐρχόμενοι. Τάχα δ’ ἄν τις καὶ οὕτω νοήσειε τό, «Εἰ τυφλοὶ ἧτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν·» Ὑμεῖς μὲν γάρ, φησί, περὶ σωματικῆς ἐρωτᾶτε τυφλότητος, ὡς μόνην ταύτην ἐπαισχυνόμενοι· ἐγὼ δὲ περὶ τῆς ψυχικῆς ὑμῶν λέγω τυφλώσεως, ὅτι «ἐὰν ἦτε τυφλοί,» τουτέστιν, ἀμαθεῖς τῶν Γραφῶν, «οὐκ ἂν ἁμαρτίαν εἴχετε» τηλικαύτην, ὡς ἐν ἀγνοίᾳ ἁμαρτάνοντες· νῦν δὲ λέγετε, ὅτι βλέπετε, καὶ φρονίμους ἑαυτοὺς καὶ νομομαθεῖς ποιεῖσθε, ὥστε αὐτοκατάκριτοί ἐστε, καὶ μείζονα τὴν ἁμαρτίαν ἔχετε, ὡς ἐν γνώσει ἁμαρτάνοντες.

ΚΕΦΑΛ. Ιʹ. Περὶ τοῦ καλοῦ ποιμένος, καὶ μισθωτοῦ. Περὶ τοῦ Ἰησοῦ ἐρωτηθέντος ἐν τῇ στοᾷ, ἐν τῷ περιπατεῖν. «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής.

Ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας, ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει· καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα, καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ. Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν.» Ἐπειδὴ ἀπιστίαν αὐτοῖς ὠνείδισεν εἰπών, ὅτι Τυφλοὶ ὄντως ἐστὲ κατὰ ψυχήν, διὰ τοῦτο αὐτὸ τὸ τῆς ἀπιστίας πάθος, ἵνα μὴ ἔχωσι λέγειν, ὅτι Οὐ διὰ τὸ εἶναι τυφλοί, ἀλλ’ ὡς πλάνον φεύγοντες ἀποστρεφόμεθα, ὑπὲρ τούτου λοιπὸν πολὺν ποιεῖται τὸν λόγον· καὶ τί ποιεῖ; Τὰ γνωρίσματα τίθησι τοῦ τε ἀληθινοῦ ποιμένος, καὶ τοῦ λύκου καὶ λυμεῶνος, καὶ οὕτως ἑαυτὸν ἀποδείκνυσι τῆς ἀγαθῆς ὄντα μοίρας, ἀπὸ τῶν πραγμάτων τὴν μαρτυρίαν ποιούμενος· καὶ πρότερον τὰ χαρακτηριστικὰ τοῦ λυμεῶνος τίθησιν. Ἐκεῖνος γάρ, φησίν, οὐκ εἰσέρχεται διὰ τῆς θύρας, τουτέστι, διὰ τῶν Γραφῶν· οὐ γὰρ χρᾶται ταῖς Γραφαῖς μάρτυσιν, οὐδὲ τοῖς προφήταις. Τῷ ὄντι γὰρ θύρα αἱ Γραφαί· δι’ αὐτῶν γὰρ προσαγόμεθα τῷ Θεῷ. Αὖται τοὺς λύκους οὐκ ἀφιᾶσιν εἰσελθεῖν· ἀπείργουσι γὰρ τοὺς αἱρετικούς, ἐν ἀσφαλείᾳ ἡμᾶς καθιστῶσαι, καὶ γνώμας διδοῦσαι περὶ ὧν ἂν βουλοίμεθα πάντων.

Κλέπτης οὖν ὁ μὴ διὰ τῶν Γραφῶν εἰσερχόμενος εἰς τὴν αὐλὴν τῶν προβάτων, ὥστε προνοεῖσθαι αὐτῶν, ἀλλ’ ἀναβαίνων ἄλλοθεν, τουτέστιν, ἑτέραν ἑαυτῷ ὁδὸν τέμνων καὶ ἀσυνήθη· ὥσπερ ὁ Θευδᾶς καὶ Ἰούδας, οἳ πρὸ τοῦ Χριστοῦ πλανήσαντες τὸν λαόν, διέφθειράν τε καὶ διεφθάρησαν· οἷος ἔσται καὶ ὁ μιαρὸς Ἀντίχριστος. Οὐ γὰρ ἐκ τῶν Γραφῶν τούτοις ἡ μαρτυρία. Ἀλλὰ γὰρ καὶ τοὺς Γραμματεῖς αἰνίττεται, οἳ τῶν μὲν νομικῶν ἐνταλμάτων οὐδένα λόγον ἐποίουν, ἐντάλματα δὲ ἀνθρώπων καὶ παραδόσεις ἐδίδασκον. Προσφυῶς δὲ εἶπε τό, «Ἀναβαίνων,» ὃ κλέπτου ἐστὶ φραγμὸν ὑπερπηδῶντος, καὶ πάντα ἐπικινδύνως πράττοντος.

Εἶδες τὰ γνωρίσματα τοῦ λῃστοῦ; Ὅρα καὶ τὰ τοῦ ποιμένος. Ὁ γὰρ ποιμὴν διὰ τῶν Γραφῶν εἰσέρχεται, καὶ τούτῳ ὁ θυρωρὸς ἀνοίγει. Θυρωρὸν δὲ ἣ τὸν Μωσέα μοι νόει (οὗτος γὰρ τοῦ Θεοῦ ἐπιστεύθη λόγια· ἤνοιξε δὲ ὁ Μωσῆς τῷ Κυρίῳ, περὶ αὐτοῦ πάντως εἰπών, ὡς καὶ ὁ Κύριος αὐτός φησιν, ὅτι «Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί»)· ἢ καὶ τὸ Πνεῦμα τὸ ἅγιόν ἐστιν ὁ θυρωρός. Ἐπεὶ γὰρ ἐν Πνεύματι ἁγίῳ νοούμεναι καὶ ἀνοιγόμεναι αἱ Γραφαί, δεικνύουσιν ἡμῖν τὸν Χριστόν, εἰκότως θυρωρὸς τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ὡς Πνεύματι σοφίας καὶ γνώσεως αἱ Γραφαὶ διανοίγονται, δι’ ὧν εἰσέρχεται ὁ Κύριος εἰς τὴν ἡμῶν κηδεμονίαν, καὶ δι’ ὧν ἀποδείκνυται ποιμήν. Καὶ τὴν φωνὴν δὲ τοῦ ποιμένος ἀκούει τὰ πρόβατα. Ἐπεὶ γὰρ ἐκεῖνοι ἄνω καὶ κάτω ἔλεγον αὐτὸν ἀπατεῶνα, καὶ τοῦτο ἐκ τῆς ἑαυτῶν ἀπιστίας ἐβεβαίουν λέγοντες· «Μὴ τῶν ἀρχόντων τις ἐπίστευσεν εἰς αὐτόν;» δείκνυσιν ὁ Κύριος, ὅτι οὐκ αὐτὸν χρὴ νομίζειν λυμεῶνα, διότι ἐκεῖνοι ἀπιστοῦσιν, ἀλλ’ αὐτοὺς ἐκβληθῆναι τῆς τῶν προβάτων τάξεως. Ἐγὼ μὲν γάρ, φησί, διὰ τῆς θύρας εἰσερχόμενος, πρόδηλον, ὡς ἀληθῶς εἰμι ποιμήν· ὑμεῖς δὲ οἱ μὴ ἀκολουθήσαντες, ἐοίκατε μὴ εἶναι πρόβατα.

Πόθεν δὲ ἐξάγει τὰ ἴδια πρόβατα, ἣ ἐκ μέσου τῶν ἀπίστων, ὥσπερ καὶ τὸν τυφλὸν ἐκ μέσου τῶν Ἰουδαίων, ὃς καὶ ἤκουσεν αὐτοῦ, καὶ ἐπέγνω αὐτόν; Καὶ ἔμπροσθεν δὲ τῶν προβάτων πορεύεται, καίτοι τοὐναντίον ἐπὶ τῶν σωματικῶν ποιμένων γίνεται· ὄπισθεν γὰρ πορεύονται. Ἀλλ’ ἐνταῦθα δείκνυσιν, ὅτι πάντας ὁδηγήσει πρὸς τὴν ἀλήθειαν, ἐπεὶ καὶ τοὺς μαθητὰς ὡς πρόβατα ἐν μέσῳ λύκων πέμπει· οὕτως ἄρα καινοτέρα ἡ τοῦ Χριστοῦ ποιμαντική. «Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, οὐ γὰρ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν.» Κἀνταῦθα δὲ πάντως τοὺς περὶ Θευδᾶν καὶ Ἰούδαν αἰνίττεται, οἷς οὐκ ἠκολούθησαν τὰ πρόβατα. Ὀλίγοι γάρ τινες ὑποκλαπέντες, καὶ οὗτοι μετὰ θάνατον αὐτῶν ἀπέστησαν· Χριστῷ δέ, καὶ ζῶντι καὶ τελευτήσαντι μάλιστα, ὁ κόσμος ὅλος ὀπίσω ἀπῆλθεν αὐτοῦ. Αἰνίττεται δὲ καὶ τὸν Ἀντίχριστον· καὶ αὐτὸς γὰρ πρὸς ὀλίγον πλανήσας, οὐχ ἕξει τοὺς ἀκολουθήσαντας μετὰ τὴν αὐτοῦ ἀπώλειαν.

Τὸ γὰρ «Οὐ μὴ ἀκολουθήσωσι,» τοῦτο δηλοῖ, ὅτι μετὰ τὴν τελευτὴν τῶν πλανώντων, οὐκ ἔσται τις αὐτοῖς προσέχων, ἢ ἀκολουθῶν. Θύρα μὲν οὖν αἱ Γραφαί, ἐξάγει δὲ ἐπὶ νομὴν τὰ πρόβατα ὁ Κύριος διὰ τῆς θύρας ταύτης. Τίς δὲ ἡ νομή; Ἡ μέλλουσα τρυφὴ καὶ ἀνάπαυσις, εἰς ἣν ἡμᾶς εἰσάγει ὁ Κύριος.

Εἰ δὲ ἀλλαχοῦ καὶ θύραν ἑαυτὸν ὀνομάζει, οὐ χρὴ θαυμάζειν. Ὅταν μὲν γὰρ τὴν κηδεμονίαν ἐμφῆναι βούληται τὴν περὶ ἡμᾶς, ποιμένα ἑαυτὸν ὀνομάζει· ὅταν δὲ θέλῃ δεῖξαι, ὅτι αὐτός ἐστιν ὁ προσάγων τῷ Πατρί, τότε θύραν ἑαυτὸν λέγει· ἐπεὶ ὁ αὐτὸς καὶ κατ’ ἄλλην καὶ ἄλλην ἔννοιαν καὶ πρόβατόν ἐστι καὶ ποιμήν.

Ἔπειτα εἴπερ εἰσὶ θύρα οἱ λόγοι τῶν θείων Γραφῶν, καὶ αὐτὸς δὲ ὁ Κύριος Λόγος ἐστί, καὶ καλεῖται, εἰκότως ἂν κληθείη θύρα. «Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν, τίνα ἦν ἃ ἐλάλει αὐτοῖς.

Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμήν, ἀμὴν λέγοι ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες, ὅσοι ἦλθον, κλέπται εἰσὶ καὶ λῃσταί, ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα.» —«Ταύτην, φησί, τὴν παροιμίαν,» ἤτοι τὴν παραβολήν, «εἶπεν αὐτοῖς ὁ Ἰησοῦς,» ἀσαφῶς αὐτοῖς φθεγγόμενος, ἵνα προσεκτικωτέρους ποιήσῃ. Ἐπεὶ οὖν τοῦτο κατεσκεύασε, λύει λοιπὸν τὴν ἀσάφειαν, οὕτω λέγων· «Ἐγώ εἰμι ἡ θύρα.» Τὸ δέ, «Πάντες, ὅσοι ἦλθον,» οὐ περὶ τῶν προφητῶν λέγει, ὡς οἱ Μανιχαῖοι παρανοοῦσιν. Ἐκεῖνοι γὰρ δεῖξαι βουλόμενοι τὴν Παλαιὰν Διαθήκην ἀλλοτρίαν οὖσαν τοῦ Θεοῦ, καὶ τοὺς προφήτας μὴ ἐκ Θεοῦ ἀπεστάλθαι, χρῶνται τῷ ῥητῷ τούτῳ. Ἰδοὺ γάρ, φησίν, ὁ Κύριος εἶπεν, ὅτι «Πάντες, ὅσοι ἦλθον, κλέπται εἰσὶ καὶ λῃσταί.» Οὔκουν περὶ τῶν προφητῶν τοῦτό φησι, ἀλλὰ περὶ Θευδᾶ καὶ Ἰούδα, καὶ τῶν ἄλλων στασιαστῶν. Ὅτι δὲ περὶ τούτων λέγει, δῆλον· «Οὐκ ἤκουσαν γάρ, φησίν, αὐτῶν τὰ πρόβατα.» Τῶν γὰρ στασιαστῶν τούτων οὐκ ἤκουσαν τὰ πρόβατα, τῶν δὲ προφητῶν καὶ ἤκουσαν, καὶ δι’ ἐκείνων ἐπίστευσαν, ὅσοι καὶ ἐπίστευσαν τῷ Χριστῷ.

Ἄλλως τε τό, «Οὐκ ἥκουσαν αὐτῶν τὰ πρόβατα,» ἐπαινῶν εἶπεν, οὐδαμοῦ δὲ ἀπαινῶν φαίνεται τοὺς παρακούσαντας τῶν προφητῶν, ἀλλὰ τοὐναντίον κακίζων καὶ διαβάλλων σφοδρῶς. Ἔπειτα πρόσχες καὶ τῇ ἀκριβείᾳ τῆς λέξεως. «Ὅσοι ἦλθον,» φησίν, ἀλλ’ οὐχ. Ὅσοι ἀπεστάλησαν. Οἱ μὲν γὰρ προφῆται ἀποσταλέντες παρεγένοντο· οἱ δὲ ψευδοπροφῆται, οἶοι καὶ οἱ ῥηθέντες στασιασταί, μηδενὸς ἀποστείλαντος, ἤρχοντο ἐπὶ διαστροφῇ τῶν ἀπατωμένων· ὥσπερ καὶ ὁ Θεός φησιν· «Ἐγὼ οὐκ ἀπέστελλον αὐτούς, κἀκεῖνοι ἔτρεχον.» «Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.» Ὁ εἰσελθών, φησί, δι’ ἐμοῦ τῆς θύρας, καὶ προσαχθεὶς τῷ Πατρί, καὶ πρόβατον ἐκείνου γεγονώς, σωθήσεται· καὶ οὐ μόνον σωθήσεται, ἀλλὰ καί, ὡς Κύριος καὶ Δεσπότης, πολλὴν ἕξει τὴν ἀφοβίαν· τοῦτο γὰρ σημαίνει διὰ τοῦ εἰπεῖν· «Καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται·» ὥσπερ καὶ οἱ ἀπόστολοι εἰσῄεσαν, καὶ ἐξῄεσαν ἐναντίον τυράννων παῤῥησιαζόμενοι, καὶ ἐξιόντες χαίροντες καὶ ἀήττητοι. «Καὶ νομήν, φησίν, εὑρήσει·» τουτέστι, τροφὴν πολλήν.

Καὶ ἄλλως δέ· Ἐπεὶ διπλοῦς ἐστιν ἡμῖν ὁ ἄνθρωπος, ἔσω τε καὶ ἔξω λεγόμενος παρὰ τοῦ Παύλου, εἰσέρχεσθαι μὲν ἐκεῖνος ἂν λέγοιτο ὁ ἐπιμέλειαν ποιούμενος τοῦ ἔσω ἀνθρώπου· ἐξέρχεσθαι δὲ πάλιν, ὁ νεκρῶν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ τὰς πράξεις τοῦ σώματος ἐν Χριστῷ θανατῶν. Ὁ τοιοῦτος οὖν «καὶ νομὴν εὑρήσει» ἐν τῷ μέλλοντι αἰῶνι, κατὰ τό, «Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει,» καὶ τὰ ἑξῆς. «Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ. Ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δέ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ φεύγει, καὶ ὁ λύκος ἁρπάζει αὐτά, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων.» Ἐπειδὴ οἱ τῷ Θευδᾷ, καὶ Ἰούδᾳ, καὶ τοῖς λοιποῖς ἀποστάταις συναπαχθέντες, ἐσφάγησαν καὶ ἀπώλοντο, διὰ τοῦτο ἐπήγαγε λέγων· «Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ, καὶ θύσῃ καὶ ἀπολέσῃ,» ἐκείνους καὶ τοὺς ὁμοίους αὐτοῖς κλέπτας καλῶν. «Ἐγὼ δέ, φησίν, ἦλθον, ἵνα ζωὴν ἔχωσιν.»

Ἐκεῖνοι ἔσφαττον καὶ ἀπώλλυον τοὺς ἀκολουθοῦντας αὐτοῖς, «Ἐγὼ ἦλθον, ἵνα ζήσωσι,» καί «τι καὶ περισσὸν ἔχωσι,» τὴν τοῦ ἁγίου Πνεύματος μετοχήν· ἣν καὶ βασιλείαν οὐρανῶν χρὴ νοεῖν.

Ἔχουσιν οὖν ἅπαντες τὴν ζωὴν ἐν Χριστῷ. «Πάντες γὰρ ἀναστήσονται,» καὶ ζήσουσιν, ἀλλ’ οἱ δίκαιοι, ἔχουσι καί τι περισσόν, τὴν βασιλείαν τῶν οὐρανῶν. Εἶτα καὶ περὶ τοῦ πάθους διαλέγεται, καί φησιν, ὅτι «Τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων·» ἐμφαίνων, ὅτι οὐκ ἄκων, ἀλλ’ ἑκὼν ἐπὶ τὸ πάθος ἔρχεται. Τὸ γὰρ «Τίθημι,» τοῦτο δηλοῖ, ὅτι Οὐχ ἁρπάζει τις ἐξ ἐμοῦ ταύτην, ἀλλ’ αὐτὸς ἀποτίθημι αὐτήν. Αἰνίττεται δὲ καὶ τοὺς πολλάκις ῥηθέντας στασιαστάς. Ἐκεῖνοι μὲν γάρ, φησίν, οὐκ ἔθηκαν τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, ἀλλ’ ἀφῆκαν τοὺς ἀκολουθήσαντας αὑτοῖς· μισθωτοὶ γὰρ ἦσαν. Αὐτὸς δὲ ὁ Κύριος τοὐναντίον. Ἡνίκα συνελήφθη, φησίν· «Εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν, ἵνα πληρωθῇ ὁ λόγος, ὅτι Οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο·» καὶ ταῦτα οὕτως ἐπιθεμένων τῶν Ἰουδαίων, ὡς οὐδ’ ἂν λύκοι προβάτοις· «Μετὰ μαχαιρῶν γάρ, φησί, καὶ ξύλων ἦλθον συλλαβεῖν αὐτόν.» Ἔστι δὲ λύκον ἐνταῦθα νοῆσαι τὸν νοητὸν ἐχθρόν, ὃν καὶ λέοντα ὀνομάζει ἡ Γραφή, καὶ σκορπίον, καὶ ὄφιν, ὃς ἁρπάζειν μὲν πρόβατον λέγεται, ὅταν τινὰ διὰ τῆς πονηρᾶς πράξεως κατάβρωμα ποιῆται· σκορπίζειν δέ, ὅταν διὰ τῶν πονηρῶν λογισμῶν συγχέῃ τὴν ψυχήν· ὃς καὶ κλέπτης εἰκότως ἂν ῥηθείη, κλέπτων διὰ τῶν πονηρῶν λογισμῶν, θύων διὰ τῆς συγκαταθέσεως, ἀπολλύων διὰ τῆς πράξεως.

Προσβάλλει μὲν γάρ τινι τυχὸν ὁ τῆς πονηρίας λογισμός, τοῦτό ἐστι κλοπή· ἐὰν δὲ καὶ συγκατάθηται τῷ πονηρῷ ἐνθυμήματι ὁ ἄνθρωπος, τότε θύεσθαι λέγεται παρὰ τοῦ διαβόλου· ὅταν δὲ καὶ πράξῃ τὸ κακόν, τότε ἀπόλλυται. Καὶ τοῦτό ἐστιν ἴσως τό, «Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ.» Τούτῳ οὖν τῷ κλέπτῃ τἀναντία ὁ Κύριος διαπραττόμενος, τήν τε θείαν ζωὴν δίδωσιν, ἁγιάζων ἡμῶν καὶ τοὺς λογισμοὺς διὰ τῆς τῶν ἀγαθῶν ἐνθυμημάτων παρουσίας, καὶ τὰ σώματα διὰ τῶν ἀγαθῶν πράξεων. Καί τι καὶ περισσὸν δίδωσι, τὸ καὶ ἄλλους δηλαδὴ ὠφελεῖν δύνασθαι διὰ διδασκαλικοῦ χαρίσματος, ναὶ μὴν καὶ τὴν βασιλείαν τῶν οὐρανῶν, ὡς περιττήν τινα φιλοτιμίαν ἐπιβραβεύων ἡμῖν. Οὗτος ἄρα ἐστὶ ποιμὴν καλός, ἀλλ’ οὐ μισθωτός, ὡς οἱ τῶν Ἰουδαίων ἄρχοντες, ἀμελοῦντες δηλαδὴ τοῦ λαοῦ, καὶ πρὸς μόνον τὸ μισθοὺς λαβεῖν ἐξ αὐτοῦ βλέποντες. Οὐ γὰρ ἐζήτουν τοῦ λαοῦ τὴν ὠφέλειαν, ἀλλὰ τὴν ἐκ τοῦ λαοῦ αἰσχροκέρδειαν. «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων, καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.» Κἀντεῦθεν ἂν ἐπιγνοίης τὸ διάφορον τοῦ ποιμένος καὶ τοῦ μισθωτοῦ.

Ὁ μὲν γὰρ μισθωτὸς ἀγνοεῖ τὰ πρόβατα· ὃ συμβαίνει ἐκ τοῦ μὴ συχνάκις αὐτὰ ἐπισκέπτεσθαι· εἰ γὰρ συχνάκις ἐπεσκέπτετο, ἐγίνωσκεν ἂν ταῦτα. Ὁ δὲ ποιμήν, οἷος ὁ Κύριος, γινώσκει τὰ αὐτοῦ πρόβατα, ὡς ἐπιμελούμενος αὐτῶν, καὶ αὗ γινώσκεται ὑπ’ αὐτῶν, ὡς ἐπισκοπῆς ἀξιουμένων, καὶ διὰ τῆς συνηθείας γνωριζόντων τὸν αὐτῶν κηδεμόνα. Ὅρα δέ, ὅτι πρῶτον ἐκεῖνος γνωρίζει ἡμᾶς, εἶθ’ οὕτως ἡμεῖς ἐκεῖνον, καὶ οὐκ ἄλλως δυνατόν ἐστι γνῶναι Θεόν, εἰ μὴ γνωρισθείημεν ὑπ’ ἐκείνου. Καὶ γὰρ πρῶτον αὐτὸς ᾠκειώθη ἡμῖν σαρκί, γεγονὼς ἄνθρωπος· εἶθ’ οὕτως αὐτῷ ἡμεῖς ᾠκειώθημεν, θεώσεως εἰληφότες χάρισμα. Θέλων δὲ δεῖξαι, ὅτι οἱ ἀπιστήσαντες ἀνάξιοί εἰσι τοῦ γινώσκεσθαι ὑπὸ τοῦ Θεοῦ, καὶ οὐδὲ πρόβατά εἰσιν, εἶπε· «Καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν,» κατὰ τό, «Ἔγνω Κύριος τοὺς ὄντας αὑτοῦ.» Ἵνα δὲ μή τις νομίσῃ, ὅτι ὡς ἄνθρωπος οὕτως ἐγίνωσκεν, ἐπήγαγε λέγων· «Καθὼς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα.» Οὕτω γάρ, φησίν, ἐπίσταμαι αὐτὸν ἀκριβῶς, ὡς αὐτὸς ἐμέ.

Συνεχῶς δὲ τίθησι τό, «Τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων,» δηλῶν, ὅτι οὐκ ἔστι πλάνος. Τὸ μὲν γὰρ λέγειν, ὅτι «Φῶς εἴμι καὶ ζωή,» τύφου ἐδόκει εἶναι παρὰ τοῖς ἀνοήτοις· τὸ δὲ λέγειν, ὅτι «Ἀποθανεῖν βούλομαι,» οὐδεμίαν βασκανίαν ἔχει, ἀλλὰ καὶ πολλὴν μᾶλλον κηδεμονίαν ἐμφαίνει, εἴ γε ὑπὲρ τῶν λιθαζόντων ἑαυτὸν ἠβούλετο ἐπιδοῦναι. Εἰπὼν δέ, «Καὶ ἄλλα πρόβατα ἔχω,» περὶ τῶν ἐθνῶν λέγει· «Οὐκ εἰσὶ δὲ ἐκ τῆς αὐλῆς ταύτης» τῆς ὑπὸ τὸν νόμον· οὐ γὰρ δὴ τὰ ἔθνη τῷ νόμῳ περικλείονται. «Κἀκεῖνα οὖν δεῖ με ἀγαγεῖν·» ἐσκορπισμένα γάρ εἰσι, καὶ ταῦτα, κἀκεῖνα, μὴ ἔχοντα ποιμένας. Καὶ γὰρ καὶ Ἰουδαίων οἱ εὐγνώμονες, καὶ πρὸς τὸ πιστεῦσαι ἐπιτηδειότεροι, ἀποίμαντοι ἦσαν, καὶ πολλῷ μᾶλλον οἱ ἐθνικοί. Δεῖ οὖν κἀκεῖνα τὰ τῶν ἐθνικῶν συναγαγεῖν, ὥσπερ καὶ τῶν τὰ Ἰουδαίων. Τὸ δέ, «δεῖ» ἐνταῦθα οὐκ ἀνάγκης ἐστίν, ἀλλὰ τοῦ πάντως ἐκβησομένου σημαντικόν. «Καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.» «Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος,» οὐδὲ διαφορά τις· εἷς γὰρ χαρακτὴρ ἅπασι, μία σφραγὶς ἡ τοῦ βαπτίσματος, εἷς ποιμὴν ὁ Λόγος τοῦ Θεοῦ καὶ Θεός. Καὶ αἰσχυνέσθωσαν Μανιχαῖοι τὴν Παλαιὰν Διαθήκην ἀποβάλλοντες· ἀκουέτωσαν, ὅτι Μία ποίμνη, εἶς ποιμήν· ὁ γὰρ αὐτὸς Θεὸς Παλαιᾶς τε καὶ Νέας. «Διὰ τοῦτο ὁ Πατήρ με ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν.

Οὐδεὶς αἴρει αὐτὴν ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ. Ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρός μου.

Σχίσμα οὖν πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους. Ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν, ὅτι Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; Ἄλλοι ἔλεγον· Ταῦτα τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου.

Μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοίγειν;» Ἐπειδὴ ἀλλότριον αὐτὸν τοῦ Πατρὸς ἔλεγον, καὶ πλάνον, καὶ λυμεῶνα, οὐχὶ Σωτῆρα ψυχῶν, δείκνυσι δι’ ὧν φησιν, ὅτι Οὐκ εἰμὶ ὑμῶν λυμεών, ἀλλὰ πάντα ὑπὲρ ὑμῶν ἕτοιμος δέξασθαι· εἰ δὲ καὶ διὰ μηδὲν ἄλλο, ἀλλ’ οὖν διότι τοσοῦτον ὑμᾶς ἀγαπᾷ ὁ Θεός, ὥστε κἀμὲ διὰ τοῦτο ἀγαπᾶσθαι παρ’ αὐτοῦ, ἐπειδὴ ὑπὲρ ὑμῶν ἀποθνήσκω. Πῶς οὖν πλανήσω ὑμᾶς, οὓς οἶδα ἀγαπητοὺς τῷ Θεῷ, ἀλλ’ οὐχὶ μᾶλλον σπουδάσω ὑπὲρ ὑμῶν ἀποθανεῖν, ὡς εἰ καὶ διὰ μηδὲν ἄλλο, διὰ τοῦτο γοῦν ἀγαπηθησόμενος πλέον ὑπὸ τοῦ Πατρός μου; Ταῦτα δὲ λέγει τὰ οὕτω ταπεινά, συγκαταβαίνων, διὰ τὸ τοὺς ἀκούοντας μὴ παραδέχεσθαι αὐτὸν τὰ ὑψηλὰ περὶ ἑαυτοῦ λέγοντα· ἐπεὶ ἄλλως γε σκοπούμενον τὸ ῥητὸν ἄτοπον δόξει. Τί γάρ; τὸν ἔμπροσθεν χρόνον οὐκ ἠγαπᾶτο, ἀλλὰ νῦν τῆς ἀγάπης ἤρξατο ὁ Πατήρ, καὶ ὁ ὑπὲρ ἡμῶν θάνατος γέγονεν αὐτῷ ταύτης αἴτιος;

Οὐκ ἔστι τοῦτο, ἀλλ’ ὅπερ εἶπον, συγκαταβαίνων ταῦτά φησιν. Εἴποι δ’ ἄν τις καὶ τοῦτο, ὅτι, ἐπειδὴ ἡ περὶ ἡμᾶς ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς ὁμολογουμένη ἦν, εἶδε δὲ ὁ Θεὸς καὶ Πατὴρ καὶ τὸν Υἱὸν αὐτοῦ τὴν αὐτὴν χρηστότητα περὶ ἡμᾶς ἐνδειξάμενον, ὥστε καὶ ὑπεραποθανεῖν ἐθελῆσαι, καὶ τῆς τοῦ Πατρὸς ἀγαθότητος τοὺς χαρακτῆρας ἀκριβεῖς ἀποσώζοντα, ἠγάπησεν εἰκότως, οὐ μισθὸν ὥσπερ τινὰ τοῦ ὑπὲρ ἡμῶν θανάτου τὴν ἀγάπην δωρούμενος τῷ Υἱῷ, ἀλλὰ τῆς οὐσίας τῆς ἑαυτοῦ τὸ γνήσιον ἐν Υἱῷ θεωρῶν, καὶ ὥσπερ τισὶ φύσεως δεσμοῖς ἀναγκαίοις καὶ ἀπαραιτήτοις πρὸς τοῦτο καλούμενος. Ἦ γὰρ οὐ μεγάλης ἀγάπης ἔργον εἰς ἡμᾶς ὁ Υἱὸς ἐνεδείξατο, ἀδόξως θανὼν ὑπὲρ ἡμῶν, καὶ οὐ μόνον θανών, ἀλλὰ καὶ πάλιν λαβὼν τὴν ψυχήν, ἵνα νεκρώσῃ τὸν θάνατον, καὶ ἡμῖν τὴν ἀθανασίαν διὰ τῆς ἀναστάσεως κατεργάσηται; Τοῦτο οὖν δηλοῖ, ὅταν λέγῃ, ὅτι «Ὁ Πατὴρ ἀγαπᾶ με,» διότι ἀποθνήσκω ὑπὲρ ὑμῶν, τὸ ὡσανεὶ γάννυσθαι καὶ χαίρειν τὸν Πατέρα, ὅτι ὁ Υἱὸς αὐτῷ ἔοικε, καὶ τῆς πρὸς ἀνθρώπους ἀγάπης αὐτοῦ τοὺς χαρακτῆρας ἀποσώζει. Τὸ δέ, «Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ,» διὰ τοὺς κατ’ αὐτοῦ φονῶντάς φησιν. Ὑμεῖς γάρ, φησί, διψᾶτε τοῦ ἐμοῦ αἵματος, ἀλλ’ εὖ ἴστε, ὡς ἄκοντος ἐμοῦ οὐδεὶς κατισχύσει.

Ἔτι δέ, ἵνα μὴ νομίσῃ τις, ὅτι ὡς ὑπηρέτης καὶ ὑπουργὸς ἀποθνήσκει, ὑπ’ ἄλλου κελευόμενος, καὶ ἐκείνῳ ὑπείκων, φησί· Τὴν ἐξουσίαν τοῦ θανάτου τοῦ ἐμοῦ αὐτὸς ἔχω, ὡς δεσπότης τοῦ θανάτου. Διὰ τοῦτο οὖν φησιν, ὅτι «Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου,» εἰ καὶ ἕκαστος ὑμῶν ἐξουσίαν ἔχει τὴν ψυχὴν αὐτοῦ θεῖναι. Ἑκάστῳ γὰρ βουλομένῳ δυνατὸν ἑαυτὸν ἀνελεῖν, ἀλλ’ οὐ περὶ τοῦ τοιούτου τρόπου φησὶν ὁ Κύριος, ἀλλ’ ὅτι Ἄκοντός μου οὐδεὶς ἂν δυνηθείη τοῦτο ποιεῖν· ὅπερ ἐπὶ τῶν ἀνθρώπων οὐ γίνεται. Καὶ γὰρ καὶ ἄκοντες ἀναιρούμεθα ὑπ’ ἄλλων· ὁ δὲ Χριστὸς οὐκ ἄν ποτε ἄκων ἔπαθεν· διὸ ὡς μὴ ἄλλως θανάτῳ ὑποκείμενος, εἰ μὴ μόνον ἑκών, ἔχει καὶ τὸ μεῖζον, τὸ λαβεῖν τὴν ψυχὴν πάλιν. Ταύτην τε τὴν ἐντολήν φησι λαβεῖν παρὰ τοῦ Πατρός, τὸ ἀποθανεῖν ὑπὲρ τοῦ κόσμου.

Τοσοῦτον γάρ, φησίν, οὐκ εἰμὶ ἀντίθεος, ὥστε καὶ αὐτὸ τοῦτο τὸ ἀποθανεῖν παρὰ τοῦ Πατρὸς ἐντέταλμαι. Εἰπὼν δὲ πρότερον καὶ ὑψηλόν, τὸ «Ἐξουσίαν ἔχω λαβεῖν τὴν ψυχήν μου,» (δεσπότην γὰρ αὑτὸν τοῦ θανάτου τοῦτο δείκνυσι, καὶ τῆς ζωῆς ἀρχηγὸν) πάλιν τὸ ταπεινὸν τίθησι, τό, «Ἐντολὴν ταύτην ἔλαβον παρὰ τοῦ Πατρός μου.» Οὕτω πλέκει θαυμασίως ἀμφότερα, καὶ τὸ μὴ ἐλάττω νομισθῆναι, καὶ δοῦλος τοῦ Πατρός, καὶ τὸ μὴ ἀντίθεος, ἀλλ’ ὁμοδύναμος ἅμα καὶ ὁμόβουλος. Αὐτίκα γοῦν οὕτως ὠφέλησε τοὺς πολλοὺς τῶν ἀκουόντων διὰ τοῦ τοιαῦτα λέγειν, ὥστε καὶ σχίσμα γενέσθαι. Τινὲς μὲν γάρ, ἐπειδὴ τὰ ῥήματα ἐδόκουν αἰνιγματώδη αὐτοῖς, δαιμονᾷν αὐτὸν ἐδόκουν ἀσύνετα φθεγγόμενον· «οἱ δέ γε,» μετρίως συνιέντες, «ἔλεγον, φησί, Ταῦτα τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου.» Εἶτα ἐπεὶ ἀπὸ τῶν ῥημάτων οὐκ ἠδύνα[ν]το ἐπιστομίζειν αὐτοὺς (οὔτε γὰρ αὐτοὶ οἱ εὐγνώμονες δῆθεν ἀκριβῶς ἂν παρηκολούθουν τοῖς ὑπὸ τοῦ Κυρίου λεγομένοις, οὔτε ἐκείνους ἂν ἔπεισαν), ἀπὸ τῶν πραγμάτων πειρῶνται συνηγορεῖν τῷ Χριστῷ, καί φασιν, ὅτι «Ταῦτα τὰ ῥήματα οὐκ εἰσὶ δαιμονιζομένου.» Πόθεν δὲ δῆλον τοῦτο; Ἀπὸ τῶν ἔργων. «Μὴ δαιμόνιον δύναται ὀφθαλμοὺς τυφλῶν ἀνοίγειν;» Ἐπεὶ οὖν τὸ ἔργον θεῖον, καὶ τὰ ῥήματα ἄρα τοιαῦτα. Διὰ τί δὲ ὁ Χριστὸς οὐδὲν ἀποκρίνεται πρὸς τοὺς λέγοντας αὐτὸν δαιμονᾷν;

Διότι ἱκανοὶ ἦσαν ἐπιστομίζειν αὐτούς, καὶ ἀξιοπιστότεροι οἱ ἐναντιούμενοι αὐτοῖς, καὶ ὑπὲρ αὐτοῦ ἀπολογούμενοι. Ἐπεὶ οὖν κατ’ ἀλλήλων ἵσταντο διασχισθέντες, τί ἔτι ἔδει λοιπὸν καὶ αὐτὸν ἀντιλέγειν τοῖς διαβάλλουσιν, καὶ ταῦτα μηδὲ τοσοῦτον ἀξιόπιστον ἐσόμενον; «Ἐγένετο δὲ τὰ ἐγκαίνια ἐν τοῖς Ἱεροσολύμοις, καὶ χειμὼν ἦν. Καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ τοῦ Σολομῶντος. Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ ἔλεγον αὐτῷ· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν παῤῥησίᾳ. Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε. Τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ.

Ἀλλ’ ὑμεῖς οὐ πιστεύετε· οὐ γάρ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν, καθὼς εἶπον ὑμῖν.» Ποῖα ἐγκαίνια ἐγένετο ἐν Ἱεροσολύμοις; Τινὲς μέν φασιν, ὅτι καθ’ ἣν ἡμέραν ᾠκοδομήθη ὁ ναὸς ὑπὸ τοῦ Σολομῶντος, κατ’ αὐτὴν ἑόρταζον τὰ ἐγκαίνια. Ἄλλοι δὲ οὐ τοῦτό φασιν, ἀλλὰ τῆς μετὰ τὴν αἰχμαλωσίαν οἰκοδομῆς τοῦ ναοῦ τὰ ἐγκαίνια νῦν λέγειν τὸν εὐαγγελιστήν.

Λαμπρὰν δὲ ἦγον τὴν ἑορτὴν καὶ δημοτελῆ. Ὡς γὰρ τὸν οἰκεῖον κόσμον ἀπολαβούσης τῆς πόλεως μετὰ τὴν μακρὰν ἐκείνην αἰχμαλωσίαν, χαρμονῆς ἡμέραν τὴν τῶν ἐγκαινίων ἐποιοῦντο. Ἐν ταύτῃ οὖν τῇ ἑορτῇ παρῆν καὶ ὁ Ἰησοῦς· λοιπὸν γὰρ τῇ Ἰουδαίᾳ συνεχῶς ἐπεχωρίαζεν, ἐπειδὴ τὸ πάθος ἐπὶ θύραις ἦν. Χειμὼν γὰρ ἐνειστήκει, μεθ’ ὃν χειμῶνα ἐν τῷ πρώτῳ τοῦ ἔαρος μηνὶ ἔπαθεν ὁ Κύριος. Διὸ καὶ ὁ εὐαγγελιστὴς ἐπεσημήνατο τὸν καιρόν, δεικνύων ὅτι ἐγγὺς ἦν ὁ καιρὸς τοῦ πάθους, καὶ διὰ τοῦτο τοῖς Ἱεροσολύμοις ἐπεχωρίαζεν ὁ Κύριος. «Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι·» καὶ τῷ μὲν δοκεῖν, ἐκ πόθου τινὸς καὶ φιλομαθίας ἐρωτῶσιν εἰπεῖν αὐτοῖς, εἰ αὐτός ἐστιν ὁ Χριστός· τῇ δὲ ἀληθείᾳ ἐκ περιέργου καὶ διεφθαρμένης γνώμης ἡ ἐρώτησις. Τῶν γὰρ ἔργων κηρυττόντων αὐτὸν εἶναι τὸν Χριστόν, ἐκεῖνοι ἀπὸ ῥημάτων ἐζήτουν μαθεῖν· ὃ παιζόντων μᾶλλόν ἐστι, καὶ ἐπεγγελώντων.

Ὅμως δὲ ἡ ἐρώτησις πολλῆς ἀγνωμοσύνης γέμουσα καὶ κατεψευσμένη τυγχάνουσα, τὴν μοχθηρίαν αὐτῶν δείκνυσιν. «Εἰπὲ γάρ, φασίν, ἡμῖν παῤῥησίᾳ.» Καὶ μὴν πολλαχοῦ ἔλεγε παῤῥησίᾳ, καὶ ταῖς ἑορταῖς ἐπιχωριάζων, καὶ οὐδὲν ἐν τῷ κρυπτῷ λαλῶν, καὶ Υἱὸν Θεοῦ ἑαυτὸν ὀνομάζων, καὶ φῶς, καὶ ὁδόν, καὶ θύραν, καὶ τὸν Μωσῆν παράγων μάρτυρα. Διὸ ἐλέγχων αὐτοὺς ὁ Κύριος, ὡς ἐκ πονηρᾶς φθεγγομένους γνώμης, «Εἶπον ὑμῖν,» φησί, πολλάκις, «καὶ οὐ πιστεύετε.» Ἄλλως τε, Τί προσποιεῖσθε τὸ ἀπὸ ψιλοῦ ῥήματος πεισθῆναι; «Τὰ ἔργα, ἃ ἐγὼ ποιῶ,» οὐχ ὡς ἀντίθεος, ἀλλ’ «ἐν ὀνόματι τοῦ Πατρός μου,» οὐ δέχεσθε, καὶ πῶς ψιλῷ λόγῳ πιστεύσετε; Πάντως γὰρ τοῖς ἔργοις πλείων πρὸς τὸ πείθειν δύναμις, ἢ τοῖς λόγοις. Ὃ καὶ ἐξ αὐτῶν οἱ εὐγνωμονέστεροι ἔλεγον· «Μὴ δύναται ἄνθρωπος ἁμαρτωλὸς σημεῖα τοιαῦτα ποιεῖν;» διὰ τοῦτο δέ, φησίν, «Οὐ πιστεύετέ μοι, ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν.» Ἐγὼ μὲν γὰρ ὡς ποιμὴν καλός, ἅπερ ἐχρῆν ποιῆσαι, ἐποίησα· εἰ δὲ ὑμεῖς οὐκ ἀκολουθεῖτε, οὐκ ἐγὼ τῆς τοῦ ποιμένος, ἀλλ’ ὑμεῖς τῆς τῶν προβάτων ἀνάξιοί ἐστε κλήσεως.

Σπούδαζε δὲ καὶ σύ, ἐν ὅσῳ χειμών ἐστιν, ὁ παρών, λέγω, βίος, ὁ ἀεὶ ταραχὰς ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας ἔχων, τὰ ἐγκαίνια ἑορτάσαι τοῦ πνευματικοῦ σου ναοῦ, ἀεὶ νέος γινόμενος, καὶ ἀναβάσεις ἐν τῇ καρδίᾳ διατιθέμενος. Τότε γὰρ δή σοι καὶ ὁ Ἰησοῦς παρέσται τὴν τῶν ἐγκαινίων τούτων συνεργαζόμενος ἑορτὴν ἐν τῇ στοᾷ τοῦ Σολομῶντος, ἐν τῇ σκέπῃ αὐτοῦ περιφρουρῶν σε, καὶ εἰρηνεύειν σε ποιῶν ἀπὸ τῶν παθῶν. Αὐτὸς γὰρ ἔσται ὁ Σολομῶν, ὃς εἰρηνικὸς ἑρμηνεύεται. Ὅστις οὖν ἐν τῇ σκέπῃ τοῦ Χριστοῦ τοῦ εἰρηνικοῦ αὐλίζεται, κατὰ τὸν προφήτην, ἔχει αὐτὸν τὸν Κύριον συνεορτάζοντα αὑτῷ τὰ τῆς ψυχῆς ἐγκαίνια, ἐν ὅσῳ ὁ χειμών, ὁ βίος οὗτος, ἐνίσταται. Ἔαρ γὰρ ὁ μέλλων αἰὼν καθ’ ὃν τὰ πάντα ἀναζῇ, καὶ παλιγγενεσίαν λαμβάνει, καθ’ ὃν οὐδεὶς τὴν ψυχὴν ἐγκαινίσαι δύναται· τῷ γὰρ παρόντι αἰῶνι πάντα τὰ τοιαῦτα συγκλείεται. «Καθὼς εἶπον ὑμῖν, τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάζει τις αὐτὰ ἐκ τῆς χειρός μου. Ὁ Πατήρ μου, ὃς ἔδωκέ μοι, μείζων πάντων ἐστί, καὶ οὐδεὶς δύναται ἁρπάζειν αὐτὰ ἐκ τῆς χειρὸς τοῦ Πατρός μου. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ἐπειδὴ εἶπεν αὐτοῖς, ὅτι, «Οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν,» νῦν προτρέπεται αὐτούς, ὥστε γενέσθαι πρόβατα.

Διὸ καὶ ἐπάγει λέγων· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, καὶ ἀκολουθοῦσί μοι.» Εἶτα παρακνίζων αὐτοὺς λέγει καὶ ὧν ἐπιτεύξονται οἱ αὐτῷ ἀκολουθοῦντες. «Ζωὴν γάρ, φησίν, αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα,» καὶ τὰ ἑξῆς. Πάντως δὲ διὰ τῶν ῥημάτων τούτων διεγείρει αὐτούς, καὶ εἰς ζῆλον καὶ ἐπιθυμίαν ἐμβάλλει τοῦ καὶ αὐτοὺς ἀκολουθῆσαι αὐτῷ, ὡς τοιαῦτα δωρουμένῳ.

Διατί δέ φησιν· «Οὐ μὴ ἀπόλωνται;» Διότι «οὐδεὶς δύναται ἁρπάζειν αὐτὰ ἐκ τῆς χειρός μου,» διότι «ὁ Πατήρ μου, ὃς ἔδωκέ μοι» ταῦτα, «μείζων πάντων ἐστί, καὶ ἀπὸ τῆς χειρὸς τούτου οὐδεὶς δύναται ἁρπάζειν αὐτά,» ὥστε οὐδὲ «ἀπὸ τῆς ἐμῆς χειρός.» Ἡ γὰρ χεὶρ ἡ ἐμὴ καὶ τοῦ Πατρὸς μία. «Ἐγὼ γὰρ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» κατὰ τὴν ἐξουσίαν δηλαδὴ καὶ τὴν δύναμιν· χεῖρα γὰρ τὴν ἐξουσίαν καὶ τὴν δύναμιν λέγει. «Ἐγὼ τοίνυν καὶ ὁ Πατὴρ ἕν ἐσμεν» κατὰ τὴν φύσιν, καὶ τὴν οὐσίαν, καὶ τὸ κράτος. Ὅπερ οὖν καὶ οἱ Ἰουδαῖοι συνιδόντες, ὅτι ὁμοούσιον ἑαυτὸν ποιεῖ διὰ τούτων τῶν ῥημάτων τοῦ Θεοῦ, λίθοις ἔβαλλον αὐτόν, ὡς Υἱὸν Θεοῦ ἑαυτὸν ποιοῦντα. Ἀλλ’ ἐρωτήσειεν ἄν τις· Πῶς εἶπεν ὁ Κύριος, ὅτι «Οὐδεὶς ἁρπάσει αὐτὰ ἐκ τῆς χειρὸς τοῦ Πατρός μου,» καίτοι γε πολλοὺς ὁρῶμεν ἀπολλυμένους; Ἔστιν οὖν εἰπεῖν, ὅτι ἁρπάσαι μὲν οὐδεὶς δύναται ἐκ τῆς χειρὸς τοῦ Πατρός, ἀπατῆσαι δὲ πολλοί. Βίᾳ μὲν γὰρ καὶ τυραννίδι ἀποσπάσαι οὐδεὶς ἰσχύει ἐκ Θεοῦ, ἀπάτῃ δὲ καθ’ ἑκάστην ὑποσκελιζόμεθα. Πῶς δέ φησι· «Τὰ πρόβατά μου ἐμοὶ ἀκολουθοῦσι, καὶ οὐ μὴ ἀπόλωνται;» ὁρῶμεν γάρ, ὅτι Ἰούδας ἀπώλετο. Ἀλλὰ διὰ τοῦτο ἀπώλετο, διότι οὐκ ἠκολούθησεν, οὐδὲ πρόβατον ἔμεινεν ἄχρι τέλους.

Ὁ δὲ Χριστὸς περὶ τῶν ἀκολουθησάντων αὐτῷ καὶ προβάτων ὄντων, φησίν, ὅτι «Οὐ μὴ ἀπόλωνται,» ἐπεί γε ἐάν τις ἀποπέσῃ τῆς τῶν προβάτων τάξεως, καὶ τοῦ ἀκολουθεῖν τῷ ποιμένι, εὐθὺς ἀπόληται [ἀπόλλυται]. Χρήσῃ δὲ καὶ κατὰ τῶν Μανιχαίων τῷ περὶ τὸν Ἰούδαν συμβάντι. Καὶ γὰρ οὗτος, ἅγιος ὢν καὶ πρόβατον Θεοῦ, ἀπέπεσεν, ἐθελότρεπτος δηλαδὴ ὤν, καὶ αὐθαιρέτως ἐκπεσών. Οὐκ ἄρα φύσει εἰσὶ τὰ κακά, ἢ τὰ ἀγαθά, ἀλλὰ προαιρέσει καὶ συνίστανται καὶ λύονται. «Ἐβάστασαν οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι, ἵνα λιθάσωσιν αὐτόν. Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς·

Πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ Πατρός μου, διὰ ποῖον αὐτῶν ἔργον λιθάζετέ με; Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, λέγοντες· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σύ, ἄνθρωπος ὤν, ποιεῖς σεαυτὸν Θεόν. Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν· Ἐγὼ εἶπα, Θεοί ἐστε; Εἰ ἐκείνους εἶπε θεούς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφή· ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, ὅτι Βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς τοῦ Θεοῦ εἰμι;» Ἐπειδὴ εἶπεν, ὅτι «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν» κατὰ τὴν ἐξουσίαν πάντως καὶ τὴν δύναμιν, καὶ ἔδειξε μίαν οὖσαν τὴν χεῖρα τοῦ Πατρὸς καὶ τὴν ἑαυτοῦ, βλασφημίαν τὸ πρᾶγμα ἐνόμισαν οἱ Ἰουδαῖοι, καὶ λίθους βάλλουσιν, ὡς ἶσον ἑαυτὸν ποιοῦντα τῷ Θεῷ. Ὁ τοίνυν Κύριος ἐντρέπων αὐτούς, καὶ δεικνύων ὅτι οὐδεμίαν αἰτίαν εὔλογον ἔχουσι τῆς κατ’ αὐτοῦ μανίας, ἀλλὰ μάτην λυττῶσιν, ἀναμιμνήσκει αὐτοὺς τῶν παρ’ αὐτοῦ γεγενημένων θαυμάτων, καί, «Πολλὰ καλὰ ἔργα, φησίν, ἐνεδειξάμην ὑμῖν, διὰ ποῖον αὐτῶν λιθάζετέ με;» Οἱ δέ, «Περὶ βλασφημίας, φασί, λιθάζομέν σε, ὅτι ποιεῖς σεαυτὸν Θεόν.» Αὐτὸς οὖν οὐκ ἀρνεῖται τοῦτο, οὐδὲ λέγει, ὅτι Οὐ ποιῶ ἐμαυτὸν Θεόν, οὐκ εἰμὶ ἶσος τῷ Πατρί, ἀλλὰ μᾶλλον ἐπιβεβαιοῖ τὴν ἐκείνων γνώμην, καὶ κατασκευάζει, ὅτι Θεός ἐστιν ἀπὸ τῶν ἐν τῷ νόμῳ γεγραμμένων.

Νόμον δὲ λέγει καὶ τὴν τοῦ Δαυῒδ βίβλον, ὥσπερ καὶ πᾶσαν ἁπλῶς τὴν Γραφήν· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν·

Εἰ οἱ χάριτι τὴν Θέωσιν προσλαβόντες θεοί εἰσι, καὶ οὐκ ἐγκαλοῦνται, πῶς ἐγὼ δικαίως ἐπιτιμῶμαι ὑφ’ ὑμῶν, ὁ φύσει Θεὸς ὤν, «ὃν Πατὴρ ἡγίασε,» τουτέστιν, ἀφώρισε σφαγιασθῆναι ὑπὲρ τοῦ κόσμου; Ἅγια γὰρ τὰ ἀφωρισμένα λέγονται τῷ Θεῷ. Πρόδηλον γάρ, ὅτι ἐπειδή μοι [με] ἡγίασεν καὶ ἀφώρισεν ὁ Πατὴρ εἰς τὴν τοῦ κόσμου σωτηρίαν, οὐκ ἶσος ἄλλοις εἰμὶ θεοῖς, ἀλλὰ Θεὸς ἀληθινός. Θεοῦ γὰρ ὄντως ἔργον τὸ σώζειν, ἀλλ’ οὐκ ἀνθρώπου χάριτι θεωθέντος. Εἰ τοίνυν ἐκεῖνοι «πρὸς οὒς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο,» τουτέστιν ἐγώ, Λόγος γὰρ ἐγὼ τοῦ Θεοῦ, καὶ ἐνοικήσας ἐν ἐκείνοις, ἐχαρισάμην αὐτοῖς τὴν υἱοθεσίαν· εἰ οὖν ἐκεῖνοι θεοί, πολλῷ μᾶλλον ἐγὼ πάσης ἂν εἴην αἰτίας ἐκτός, Θεὸν ἐμαυτὸν καλῶν ὁ καὶ φύσει ὤν, καὶ τοῖς ἄλλοις τοῦτο χαριζόμενος.

Αἰσχυνέσθωσαν ἐντεῦθεν Ἀρειανοὶ καὶ Νεστοριανοί. Υἱός τε γὰρ Θεοῦ, καὶ Θεὸς οὐσίᾳ καὶ φύσει ὁ Χριστός, ἀλλ’ οὐ κτίσμα, καὶ τοῖς ἄλλοις χαρίζεται τὴν θεότητα, πρὸς οὓς ἂν γένοιτο Λόγος ὢν τοῦ Θεοῦ, ἀλλ’ οὐ χάριτι αὐτὸς θεοῦται. Ἀποδιαστέλλει γὰρ προφανῶς ἑαυτὸν ἀπὸ τῶν χάριτι θεουμένων, διὰ τῶν ἐνταῦθα λεγομένων, καὶ δείκνυσιν ὅτι κἀκείνοις αὐτὸς πρόξενος τῆς θεώσεως, Λόγος ὢν τοῦ Θεοῦ καὶ ἐνοικῶν αὐτοῖς. Τοῦτο γὰρ σημαίνει διὰ τοῦ εἰπεῖν, «Πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο,» τουτέστι, μεθ’ ὧν ἐγένετο, οἷς ἐνῴκησε. Πῶς οὖν βλασφημῶ, λέγων Υἱὸν Θεοῦ ἐμαυτόν; Εἰ γὰρ καὶ σάρκα φορῶ, καὶ ἐκ σπέρματος Δαυΐδ εἰμι, ἀλλ’ ἀγνοεῖτε τὸ μυστήριον, καὶ ὅτι οὐκ ἄλλως ἠδύνατο ἡ σαρκικὴ τῶν ἀνθρώπων φύσις δέξασθαι Θεοῦ ὁμιλίαν, εἰ μὴ διὰ σαρκὸς ὡμίλησε ταύτῃ, ὡς ἐν παραπετάσματι. «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι, εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε, ἵνα γνῶτε καὶ πιστεύσητε, ὅτι ὁ Πατὴρ ἐν ἐμοί, κἀγὼ ἐν αὑτῷ.» Θέλετε, φησί, γνῶναι τὴν πρὸς τὸν Πατέρα ἰσότητα; Ἀπὸ τῆς οὐσίας οὐ δύνασθε γνῶναι· ἀδύνατον γὰρ γνῶναι οὐσίαν Θεοῦ· ἀπὸ τῆς τῶν ἔργων οὖν ἰσότητός τε καὶ ταυτότητος ἀπόδειξιν τῆς κατὰ τὴν δύναμιν ταυτότητος λάβετε· ἀπὸ τούτων γὰρ ἔσται ὑμῖν ἡ τῆς ἐμῆς θεότητος μαρτυρία, καὶ γνώσεσθε, καὶ πιστεύσετε, ὅτι οὐδὲν ἄλλο ἐγώ εἰμι, ἢ ὅπερ ὁ Πατήρ.

Τὴν γὰρ αὐτὴν οὐσίαν ἔχω μένων Υἱός, καὶ τῇ ὑποστάσει διαφέρων. Ὡσαύτως καὶ ὁ Πατὴρ μένων Πατήρ, καὶ τῇ ὑποστάσει διαφέρων, οὐδὲν ἄλλο ἐστί, ἢ Υἱὸς κατὰ τὴν οὐσίαν δηλαδὴ καὶ τὴν φύσιν. Εἰ δὲ καὶ ταῖς ὑποστάσεσι διαφέρομεν, ἀλλ’ οὐ χωρίζονται αἱ ὑποστάσεις καὶ διΐστανται, ἀλλ’ ἐν ἀλλήλοις εἰσὶν ἀσυγχύτως ὁ Πατὴρ καὶ ὁ Υἱός· οὐ γὰρ ὥσπερ ἐφ’ ἡμῶν ὁ πατὴρ κεχώρισται τοῦ υἱοῦ, καὶ τῇ φύσει ἕν ἐστιν, οὕτως ἄρα καὶ ἐπὶ τῶν θείων ὑποστάσεων· ἀλλ’ ἐν ἀλλήλοις εἰσὶν ἀσυγχύτως. Διὸ καὶ ἡμεῖς τρεῖς ἄνθρωποι λεγόμεθα, ὡς ταῖς ὑποστάσεσι διιστάμενοι καὶ οὐχ ἓν κυρίως ὄντες, ἐπὶ δὲ τῆς ἁγίας Τριάδος εἷς Θεός, ἀλλ’ οὐ τρεῖς, διὰ τὴν τῶν ὑποστάσεων ἀσύγχυτον ἐν ἀλλήλοις περιχώρησιν, πρόσθες καὶ τὴν ταυτοβουλίαν καὶ τὸ ταυτοθελές. «Ἐζήτουν οὖν πάλιν αὐτὸν πιάσαι, καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν, καὶ ἀπῆλθε πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον, ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων, καὶ ἔμεινεν ἐκεῖ. Καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον, ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν. Καὶ ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτόν.» Ζητοῦσι μὲν πιάσαι τὸν Κύριον, μὴ φέροντες αὐτὸν τὴν ὑψηλὴν περὶ αὑτοῦ μαρτυρίαν ποιούμενον· οὐ γὰρ ἠνείχοντο αὐτοῦ τὰ κρείττω θεολογοῦντος.

Αὐτὸς δὲ ὑποχωρεῖ, ἐνδιδοὺς αὐτῶν τῷ θυμῷ, καὶ διὰ τῆς ἀπουσίας λῆξαι αὐτοῖς τὸ πάθος τοῦ θυμοῦ παρασκευάζων, καὶ ἀκόντων δὲ αὐτῶν ὑποχωρεῖ, δεικνύς, ὃ πολλάκις εἴπομεν, ὅτι οὐδ’ ἂν ἐν τῷ σταυρῷ συνελήφθη, εἰ μὴ ἑκὼν ἑαυτὸν ἐδίδου.

Ποῦ δὲ ὑποχωρεῖ; «Πέραν τοῦ Ἰορδάνου, ὅπου Ἰωάννης ἐβάπτιζεν,» οὐκ ἀλόγως ἐκεῖσε ἀναχωρήσας, ἀλλ’ ἀναμιμνήσκων τοὺς πολλοὺς τῶν ἐκεῖ γενομένων, καὶ τῶν λεχθέντων παρὰ Ἰωάννου περὶ αὐτοῦ. Ὅτι δὲ πολλοὺς ὤνησεν ἡ περὶ τὸν τόπον διατριβή, ἐπήγαγεν ὁ εὐαγγελιστής, λέγων· «Καὶ πολλοὶ ἦλθον πρὸς αὐτόν, καὶ ἀναμνησθέντες τοῦ τόπου, ἔλεγον, φησίν, ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν.» Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, Εἰ ἐκείνῳ ἐπιστεύσαμεν μηδὲν πεποιηκότι σημεῖον, πολλῷ μᾶλλον τούτῳ τῷ τοσαῦτα θαύματα ἐργασαμένῳ.

Ἐπεὶ δὲ Ἰωάννης ἐμαρτύρησε μὲν περὶ τοῦ Χριστοῦ, οὐδὲν δὲ σημεῖον ἐποίησε, καὶ διὰ τοῦτο ἴσως οὐκ ἀξιόπιστος ἂν ἐνομίσθη, ἐπήγαγε λέγων· «Πάντων δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν,» οὐκ ἔτι τοῦτον ἐξ ἐκείνου, ἀλλ’ ἐκεῖνον ἀφ’ ὧν ὁ Χριστὸς ἐποίησεν ἀξιόπιστον ἀποφαίνοντες. Διό, «Πολλοὶ φησίν, ἐκεῖ ἐπίστευσαν.» Τὸ δὲ «ἐκεῖ,» δηλοῖ, ὅτι μεγάλως ὁ τόπος ἐκεῖνος αὐτοὺς ὠφέλησεν, ἐπεὶ καὶ τούτου χάριν συνεχῶς ἐξάγει τοὺς ὄχλους ὁ Ἰησοῦς εἰς ἐρήμους τόπους, τῆς τῶν πονηρῶν ἀνθρώπων συνουσίας ἐλευθερῶν, πρὸς τὸ καρπώσασθαί τι μέγα, καθάπερ καὶ ἐπὶ τῆς Παλαιᾶς ποιήσας φαίνεται, ἐξαγαγὼν μὲν τῆς Αἰγύπτου, ἐν ἐρήμω δὲ διαπλάττων τὸν λαὸν καὶ ῥυθμίζων διὰ τοῦ νόμον δοῦναι αὐτῷ. Σκόπει δὲ καὶ πνευματικῶς τελουμένην τὴν ὑποχώρησιν τοῦ Χριστοῦ.

Ἀναχωρεῖ μὲν γὰρ ἐκ τῶν Ἱεροσολύμων, τουτέστι, τοῦ Ἰουδαϊκοῦ λαοῦ· εἰς τόπον δὲ πηγὰς ἔχοντα μεθίσταται, τὴν ἐξ ἐθνῶν δηλαδὴ Ἐκκλησίαν, τὴν τὰς πηγὰς ἔχουσαν τοῦ βαπτίσματος. Καὶ δὴ προσέρχονται αὐτῷ πολλοὶ διαπεραιούμενοι τὸν Ἰορδάνην, καὶ διὰ τοῦ βαπτίσματος διερχόμενοι. Τὸ γὰρ «πέραν τοῦ Ἰορδάνου,» τοῦτο δηλοῖ, τὴν διὰ τοῦ βαπτίσματος λέγω δίοδον. Οὐκ ἄλλως γάρ τις ἔρχεται πρὸς τὸν Ἰησοῦν, καὶ ἀληθῶς πιστὸς γίνεται, εἰ μὴ τὸ βάπτισμα διέλθοι, ὃ διὰ τοῦ Ἰορδάνου δηλοῦται.