Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τὰ εὐαγγέλια ἐξηγήσεις

Θεοφύλακτος Βουλγαρίας

Ερμηνεία εις το Κατά Ματθαίον: Εισαγωγή, Γενεαλογία και Πρώιμη Δράση του Χριστού

Η έναρξη της ερμηνείας του Θεοφυλάκτου στο Κατά Ματθαίον Ευαγγέλιο, με αναφορά στους προφήτες, τη γενεαλογία, την προσκύνηση των Μάγων, τη βάπτιση και τους πειρασμούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 1 από 28

ΘΕΟΦΥΛΑΚΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΒΟΥΛΓΑΡΙΑΣ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ ΤΑ ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΥ αʹ. Περὶ γενεαλογίας τοῦ Χριστοῦ. βʹ. Περὶ τῶν Μάγων καὶ τῶν ἀναιρεθέντων παίδων.

γʹ. Πρῶτος Ἰωάννης ἐκήρυξε βασιλείαν τῶν οὐρανῶν. δʹ. Περὶ πειρασμοῦ τοῦ Χριστοῦ. Περὶ τῆς τοῦ Πέτρου, καὶ Ἀνδρέου, καὶ τῶν υἱῶν τοῦ Ζεβεδαίου κλήσεως. εʹ. Περὶ τῶν μακαρισμῶν. Περὶ τοῦ μὴ φιλονεικεῖν πρὸς τὸν πλησίον. Περὶ τοῦ μὴ μοιχεύειν.

Περὶ τοῦ μὴ ἀπολύειν τὴν γυναῖκα. Περὶ τοῦ μὴ ὀμόσαι ὅλως. Περὶ τοῦ τὰς ὕβρεις ἀνέχεσθαι, καὶ ἀντιστῆναι τῷ πονηρῷ. Περὶ τοῦ ἀγαπᾷν τοὺς ἐχθρούς. ϛʹ. Περὶ ἐλεημοσύνης, προσευχῆς, καὶ νηστείας. Περὶ τοῦ καταφρονεῖν τῶν τοῦ κόσμου.

ζʹ. Περὶ τοῦ κρίνειν μηδένα. Περὶ τοῦ αἰτεῖν καὶ ζητεῖν. Περὶ τοῦ προσέχειν ἀπὸ τῶν ψευδοπροφητῶν. ηʹ. Περὶ τοῦ λεπροῦ. Περὶ τοῦ ἑκατοντάρχου. Περὶ τῆς πενθερᾶς Πέτρου. Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων. Περὶ τοῦ μὴ ἐπιτρεπομένου ἀκολουθεῖν. Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων. Περὶ τῶν δαιμονιζομένων, ὧν τὰ δαιμόνια εἰς τὴν ἀγέλην τῶν χοίρων ἐξεβλήθη.

θʹ. Περὶ τοῦ παραλυτικοῦ. Περὶ τοῦ Ματθαίου. Περὶ τοῦ Σωτῆρος μετὰ τῶν τελωνῶν ἐσθίοντος. Περὶ τῆς θυγατρὸς ἀρχισυναγώγου. Περὶ τῆς αἱμοῤῥοούσης. Περὶ τῶν δύο τυφλῶν. Περὶ τοῦ δαιμονιζομένου κωφοῦ.

ιʹ. Περὶ τῆς τῶν ἀποστόλων διαταγῆς. ιαʹ. Περὶ τῶν ἀποσταλέντων καρὰ Ἰωάννου. ιβʹ. Περὶ τῶν μαθητῶν τοῖς Σάββασι τιλλόντων στάχυας. Περὶ τοῦ ξηρὰν ἔχοντος τὴν χεῖρα. Περὶ τοῦ δαιμονιζομένου τυφλοῦ καὶ κωφοῦ.

Περὶ τῶν αἰτούντων σημεῖον. Περὶ μητρὸς καὶ ἀδελφῶν. ιγʹ. Περὶ τῶν παραβολῶν τοῦ σπείραντος καὶ τῆς βασιλείας τῶν οὐρανῶν. ιδʹ. Περὶ Ἰωάννου καὶ Ἡρώδου. Περὶ τῶν εʹ ἄρτων καὶ τῶν βʹ ἰχθύων. Περὶ τοῦ ἐν θαλάσσῃ περιπάτου τοῦ Ἰησοῦ.

ιεʹ. Περὶ τῆς παραβάσεως τῆς ἐντολῆς τοῦ Θεοῦ διὰ τὴν παράδοσιν τῶν ἀνθρώπων. Περὶ τῆς Χαναναίας. Περὶ τῶν θεραπευθέντων ὄχλων. Περὶ τῶν ἑπτὰ ἄρτων. ιϛʹ. Περὶ τῆς ζύμης τῶν Φαρισαίων. Περὶ τῆς ἐν Καισαρείᾳ ἐπερωτήσεως. Περὶ τῆς ἐπιτιμήσεως τοῦ Πέτρου, ὅπως μὴ Χριστὸς πάθῃ.

ιζʹ. Περὶ τῆς μεταμορφώσεως τοῦ Χριστοῦ. Περὶ τοῦ σεληνιαζομένου. Περὶ τῶν αἰτούντων τὰ δίδραχμα. ιηʹ. Περὶ τῶν λεγόντων, τίς μείζων. Περὶ τοῦ μὴ σκανδαλίζειν. Περὶ τῶν ρʹ προβάτων παραβολή. Περὶ τῆς ἐλέγξεως τοῦ πλησίου. Περὶ τῆς δυνάμεως τοῦ δεῖν καὶ λύειν. Περὶ τοῦ ὀφείλοντος μυρία τάλαντα.

ιθʹ. Περὶ τῶν ἐπερωτώντων, εἰ ἔξεστιν ἀπολῦσαι τὴν γυναῖκα. Περὶ τοῦ ἐπερωτήσαντος πλουσίου τὸν Ἰησοῦν. κʹ. Περὶ τῶν μισθουμένων ἐργατῶν. Περὶ τῶν υἱῶν τοῦ Ζεβεδαίου. Περὶ τῶν δύο τυφλῶν. καʹ. Περὶ τῆς ὄνου καὶ τοῦ πώλου. Περὶ τῶν χωλῶν καὶ τυφλῶν. Περὶ τῆς ξηρανθείσης συκῆς.

Περὶ τῶν ἐπερωτώντων τὸν Κύριον ἀρχιερέων καὶ πρεσβυτέρων. Περὶ τῶν δύο υἱῶν παραβολή. Περὶ τοῦ ἀμπελῶνος. κβʹ. Περὶ τῶν καλουμένων εἰς τὸν γάμον. Περὶ ἐπερωτησάντων διὰ τὸν κῆνσον. Περὶ τῶν Σαδδουκαίων. Περὶ τοῦ ἐπερωτήσαντος νομικοῦ.

Περὶ τῶν τοῦ Κυρίου ἐπερωτήσεων. κγʹ. Περὶ τοῦ ταλανισμοῦ τῶν Φαρισαίων. κδʹ. Περὶ τῆς συντελείας, ἡμέρας καὶ ὥρας. κεʹ. Περὶ τῶν δέκα παρθένων. Περὶ τῶν τὰ τάλαντα λαβόντων. Περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ.

κϛʹ. Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ. Περὶ τοῦ Πάσχα. Περὶ τοῦ μυστικοῦ δείπνου. Περὶ τῆς παραδόσεως τοῦ Χριστοῦ. Περὶ τῆς ἀρνήσεως τοῦ Πέτρου. κζʹ. Περὶ τοῦ ἡγεμόνος Πιλάτου. Περὶ τῆς Ἰούδα μεταμελείας. Περὶ τοῦ αἰκισμοῦ καὶ τιμωριῶν τοῦ Χριστοῦ, καὶ σταυρώσεως. Περὶ τῆς αἰτήσεως τοῦ σώματος τοῦ Κυρίου, καὶ φυλάκων τοῦ τάφου.

κηʹ. Περὶ τῆς τοῦ Κυρίου ἀναστάσεως. Περὶ τῶν φυλάκων τοῦ τάφου, μαρτύρων τῆς ἀναστάσεως. Περὶ τῆς ἐμφανίσεως τοῦ Χριστοῦ τοῖς ἀποστόλοις καὶ γυναιξὶν ἐν Γαλιλαίᾳ.

ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ ΠΡΟΟΙΜΙΟΝ Οἱ μὲν πρὸ τοῦ νόμου ἐκεῖνοι θεῖοι ἄνδρες, οὐ διὰ γραμμάτων καὶ βιβλίων ἐδιδάσκοντο· ἀλλὰ καθαρὰν ἔχοντες τὴν διάνοιαν, τῇ τοῦ παναγίου Πνεύματος ἐφωτίζοντο ἐλλάμψει· καὶ οὕτω τὰ τοῦ Θεοῦ ἐγίνωσκον θελήματα, αὐτοῦ ἐκείνου ὁμιλοῦντος αὐτοῖς στόμα κατὰ στόμα· τοιοῦτος ἦν ὁ Νῶε, ὁ Ἀβραάμ, ὁ Ἰώβ, ὁ Μωϋσῆς. Ἐπεὶ δὲ ἠσθένησαν οἱ ἄνθρωποι, καὶ ἀνάξιοι ἦσαν φωτίζεσθαι καὶ διδάσκεσθαι ὑπὸ τοῦ ἁγίου Πνεύματος, δέδωκεν ὁ φιλάνθρωπος Θεὸς τὰς Γραφάς, ἵνα κἂν διὰ τούτων ὑπομιμνήσκωνται τῶν τοῦ Θεοῦ θελημάτων· οὕτων καὶ ὁ Χριστός, τοῖς μὲν ἀποστόλοις αὐτοπροσώπως ὡμίλησε, καὶ τὴν τοῦ Πνεύματος χάριν διδάσκαλον αὐτοῖς ἔπεμψεν.

Ἐπεὶ δὲ μετὰ ταῦτα ἔμελλον αἱρέσεις ἀναβλαστῆσαι, καὶ τὰ ἤθη ἡμῶν διαφθαρῆναι εὐδόκησε γραφῆναι τὰ Εὐαγγέλια, ἵνα ἐκ τούτων διδασκόμενοι τὴν ἀλήθειαν, μὴ παρασυρῶμεν ὑπὸ τοῦ ψεύδους τῶν αἱρέσεων, μηδὲ παντελῶς διαφθαρῶσι τὰ ἤθη ἡμῶν. Τέσσερα δὲ δέδωκεν ἡμῖν Εὐαγγέλια, τυχόν, διότι τὰς καθολικὰς τέσσαρας ἀρετὰς ἐκ τούτων μανθάνομεν, τὴν ἀνδρείαν, τὴν φρόνησιν, τὴν δικαιοσύνην, καὶ τὴν σωφροσύνην. Τὴν μὲν ἀνδρείαν, ὅταν λέγῃ ὁ Κύριος· «Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι.» Τὴν δὲ φρόνησιν, ὅταν παραινῇ· «Γίνεσθε φρόνιμοι, ὡς οἱ ὄφεις.» Τὴν δὲ δικαιοσύνην, ὅταν διδάσκῃ· «Καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.» Τὴν δὲ σωφροσύνην, ὅταν ἀποφαίνηται· «Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.» Καὶ ἄλλως δέ· Τέσσαρά εἰσιν Εὐαγγέλια, διότι στύλοι εἰσὶ ταῦτα τοῦ κόσμου. Τοῦ δὲ κόσμου τέσσαρα μέρη ἔχοντος, Ἀνατολήν, Δύσιν, Ἄρκτον καὶ Μεσημβρίαν, ἔπρεπεν εἶναι καὶ τοὺς στύλους τέσσαρας.

Καὶ ἄλλως δέ· Τέσσαρά εἰσιν Εὐαγγέλια, διότι καὶ τέσσαρα ταῦτα περιέχει· ἤγουν δόγματα, ἐντολάς, ἀπειλάς, καὶ ἐπαγγελίας· καὶ τοῖς μὲν πιστεύσασι τοῖς δόγμασι, καὶ τὰς ἐντολὰς τηρήσασι, τὰ μέλλοντα ἀγαθὰ ἐπαγγέλλονται· τοῖς δὲ μὴ πιστεύσασι τοῖς δόγμασιν, ἢ τὰς ἐντολὰς μὴ φυλάξασιν, αἱ μέλλουσαι ἀπειλοῦνται κολάσεις. Εὐαγγέλιον δὲ λέγεται, διότι ἀγγέλλει ἡμῖν πράγματα εὖ καὶ καλῶς ἔχοντα, τουτέστιν ἀγαθά, ἄφεσιν ἁμαρτιῶν, δικαίωσιν, ἄνοδον εἰς οὐρανούς, υἱοθεσίαν Θεοῦ. Ἀγγέλλει δὲ καὶ ὅτι εὐκόλως ταῦτα λαμβάνομεν. Μὴ γὰρ ἐκοπιάσαμεν ἡμεῖς ἐπὶ τῇ κτήσει τούτων τῶν ἀγαθῶν, ἢ ἐξ ἰδίων κατορθωμάτων ταῦτα ἐλάβομεν, ἀλλὰ χάριτι καὶ φιλανθρωπίᾳ Θεοῦ, τηλικούτων ἀγαθῶν ἠξιώθημεν.

Κατὰ Ματθαῖον. Τέσσαρες μέν εἰσιν οἱ εὐαγγελισταί· τούτων δὲ οἱ μὲν δύο, Ματθαῖος καὶ Ἰωάννης, ἦσαν ἐκ τοῦ χοροῦ τῶν δώδεκα. Οἱ δὲ δύο, Μάρκος φημὶ καὶ Λουκᾶς, ἐκ τῶν ἑβδομήκοντα. Ἦν δὲ ὁ μὲν Μάρκος ἀκόλουθος καὶ μαθητὴς Πέτρου· ὁ δὲ Λουκᾶς, Παύλου. Ὁ τοίνυν Ματθαῖος, πρῶτος πάντων ἔγραψε τὸ Εὐαγγέλιον Ἑβραΐδι φωνῇ, πρὸς τοὺς ἐξ Ἑβραίων πιστεύσαντας, μετὰ ὀκτὼ ἔτη τῆς τοῦ Χριστοῦ ἀναλήψεως· μετέφρασε καὶ τοῦτο Ἰωάννης ἀπὸ τῆς Ἑβραΐδος γλώττης εἰς τὴν Ἑλληνίδα, ὡς λέγουσι. Μάρκος δέ, μετὰ δέκα ἔτη τῆς ἀναλήψεως ἔγραψε, παρὰ τοῦ Πέτρου διδαχθείς. Λουκᾶς δέ, μετὰ πεντεκαίδεκα. Ἰωάννης δὲ ὁ θεολογικώτατος, μετὰ τριάκοντα δύο· λέγουσι γὰρ ὅτι μετὰ τὸν θάνατον ἐκείνων ἐπιζήσαντι αὐτῷ, προσηνέχθη τὰ τρία Εὐαγγέλια, ἵνα ἴδῃ αὐτὰ καὶ κρίνῃ, εἰ ἀληθῶς συνεγράφησαν· ὁ δὲ Ἰωάννης ἰδὼν αὐτά, καὶ τῆς ἀληθείας χάριν ὑπεραποδεξάμενος, ὅσα ἐκεῖνοι παρέλειψαν, αὐτὸς ἀνεπλήρωσεν. Ὅσα τε συντόμως εἶπον ἐκείνοι, αὐτὸς ἐπλάτυνεν ἐν τῷ ἰδίῳ Εὐαγγελίῳ. Διὸ καὶ ἀπὸ θεολογίας ἤρξατο. Ἐπεὶ γὰρ οἱ ἄλλοι οὐκ ἐμνήσθησαν τῆς πρὸ αἰώνων ὑπάρξεως τοῦ Θεοῦ Λόγου, αὐτὸς ἐθεολόγησε περὶ ταύτης, ἵνα μὴ νομισθείη ὁ τοῦ Θεοῦ Λόγος, ψιλὸς ἄνθρωπος εἶναι, τουτέστι δίχα θεότητος.

Ματθαῖος γὰρ περὶ τῆς κατὰ σάρκα μόνης ὑπάρξεως τοῦ Χριστοῦ διαλέγεται· πρὸς γὰρ Ἑβραίους ἔγραφεν, οἷς ἀρκτὸν ἦν τὸ μαθεῖν ὅτι ἀπὸ Ἀβραὰμ καὶ Δαυῒδ ἐγεννήθη ὁ Χριστός. Ἀναπαύεται γὰρ ὁ ἐξ Ἑβραίων πιστεύσας, ὅταν πληροφορηθῇ ὅτι ἀπὸ Δαυΐδ ἐστιν ὁ Χριστός· ἀλλὰ λέγεις μοι, ὅτι, οὐκ ἤρκει εἷς εὐαγγελιστής; Ἄκουε τοίνυν, ὅτι ἤρκει μέν, ἀλλ’ ἵνα δειχθῇ μᾶλλον ἡ ἀλήθεια, διὰ τοῦτο τέσσαρες συνεχωρήθησαν γράψαι. Ὅταν γὰρ ἴδῃ; τούτους τοὺς τέσσαρας, μὴ συνελθόντας, μηδὲ συγκαθίσαντας ἀλλήλοις, ἀλλ’ ἄλλον ἀλλαχοῦ ὄντα, εἶτα γράψαντας περὶ τῶν αὐτῶν ὥσπερ ἀφ’ ἑνὸς στόματος, οὐκ ἂν θαυμάσαις τὴν τοῦ Εὐαγγελίου ἀλήθειαν, καὶ εἴποις ὡς ἐκ Πνεύματος ἁγίου ἐλάλησαν; καὶ μή μοι λέγε ὅτι οὐχ ὁμοφωνοῦσιν ἐν πᾶσιν· ἴδε γὰρ ἐν τίσιν οὐχ ὁμοφωνοῦσιν. Ἆρα ὁ μὲν εἶπεν ὅτι ἐγεννήθη ὁ Χριστός, ὁ δὲ λέγει ὅτι οὔ; Ἢ ὁ μέν, ὅτι ἀνέστη, ὁ δέ, ὅτι οὔ; Μὴ γένοιτο. Ἐν γὰρ τοῖς ἀναγκαιοτέροις καὶ κυριωτέροις ὁμοφωνοῦσιν. Εἰ τοίνυν ἐν τοῖς κυριωτέροις οὐ διηνέχθησαν, τί θαυμάζεις ἑὰν ἐν τοῖς ἐλαχίστοις δοκῶσι διαλλάττειν; Δι’ αὐτὸ γὰρ τοῦτο μᾶλλον ἀληθεύουσιν, ὅτι μὴ κατὰ πάντα ὡμοφώνησαν.

Ἐνομίσθησαν γὰρ ἄν, ὅτι συγκαθίσαντες ἀλλήλοις καὶ συμβουλευσάμενοι ἔγραψαν· νῦν δέ, ὁ παρέλειψεν οὗτος, ἔγραψεν ἐκεῖνος, καὶ διὰ τοῦτο δοκοῦσιν ἐν τισὶ διαλλάττειν· καὶ ταῦτα μὲν οὕτως. Ἀρξώμεθα δὲ ἤδη τοῦ ὕφους.

ΚΕΦΑΛ. Αʹ. Περὶ γενεαλογίας τοῦ Χριστοῦ. «Βίβλος γενέσεως.» Τίνος ἕνεκεν οὐκ εἶπεν, ὅρασις ἢ λόγος, ὥσπερ οἱ προφῆται; Ἐκεῖνοι γὰρ οὕτω προέγραφον· ὅρασις ἣν εἶδεν Ἡσαΐας, καὶ ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν. Τίνος ἕνεκεν, ζητεῖς μαθεῖν;

Διότι οἱ μὲν προφῆται πρὸς σκληροκαρδίους διελέγοντο καὶ ἀπειθεῖς, καὶ διὰ τοῦτο ἔλεγον, ὅτι ὅρασίς ἐστι θεία, καὶ ὅτι λόγος ἐστὶν ἐκ Θεοῦ· ἵνα φοβηθῇ ὁ λαός, καὶ μὴ καταφρονῶσι τῶν λεγομένων. Ὁ δὲ Ματθαῖος, πρὸς ἀνθρώπους εἶχε πιστεύσαντας, καὶ εὐγνώμονας καὶ εὐπειθεῖς. Καὶ διὰ τοῦτο οὐδὲν τοιοῦτον προεῖπεν, οἷον οἱ προφῆται· ἔχω δὲ καὶ ἕτερόν τι εἰπεῖν, ὅτι οἱ μὲν προφῆται νοητῶς ἔβλεπον ἅπερ ἔβλεπον, φανταζόμενοι ταῦτα διὰ τοῦ ἁγίου Πνεύματος· διὸ καὶ ὁράσεις ταῦτα ἔλεγον· ὁ δὲ Ματθαῖος, οὐ νοητῶς εἶδε τὸν Χριστόν, καὶ ἐφαντάσθη αὐτόν, ἀλλ’ αἰσθητῶς αὐτῷ συνῆν, καὶ αἰσθητῶς ἤκουεν αὐτοῦ, βλέπων αὐτὸν ἐν σαρκί. Διὰ τοῦτο τοίνυν οὐκ εἶπεν, ὅρασις ἣν εἶδον, ἤτοι φαντασία, ἀλλά, «Βίβλος γενέσεως» Ἰησοῦ. Τὸ Ἰησοῦς ὄνομα, οὐχ Ἑλληνικόν ἐστιν, ἀλλ’ Ἑβραϊκόν· ἑρμηνεύεται δέ, Σωτήρ.

Ἰαὼ γὰρ ἡ σωτηρία παρὰ τοῖς Ἑβραίοις λέγεται. «Χριστοῦ·» Χριστοὶ ἐλέγοντο οἱ βασιλεῖς καὶ οἱ ἱερεῖς. Ἐχρίοντο γὰρ τῷ ἁγίῳ ἐλαίῳ τῷ ἀπὸ τοῦ κέρατος τοῦ ἐπιτιθεμένου τῇ κεφαλῇ ἀναβλύζοντι. Λέγεται οὖν ὁ Κύριος, Χριστός, καὶ ὡς βασιλεύς· ἐβασίλευσε γὰρ κατὰ τῆς ἁμαρτίας· καὶ ὡς ἱερεύς· προσήγαγε γὰρ ἑαυτὸν θῦμα ὑπὲρ ἡμῶν· ἐχρίσθη δὲ καὶ αὐτὸς κυρίως τῷ ἀληθινῷ ἐλαίῳ, τῷ ἁγίῳ Πνεύματι.

Τίς γὰρ ἄλλος εἶχε τὸ πνεῦμα, ὡς ὁ Κύριος; Ἐν μὲν γὰρ τοῖς ἁγίοις, ἡ χάρις τοῦ ἁγίου Πνεύματος ἐνήργει· ἐν δὲ τῷ Χριστῷ, οὐκ ἐνήργει ἡ χάρις τοῦ Πνεύματος, ἀλλ’ ὁ Χριστὸς σὺν τῷ Πνεύματι ὁμοουσίῳ ὄντι ἐνήργει τὰ θαύματα. «Υἱοῦ Δαυΐδ·» ἐπειδὴ εἶπεν Ἰησοῦ, ἵνα μὴ νομίσῃς ὅτι περὶ ἄλλου Ἰησοῦ λέγει, προσέθηκεν, υἱοῦ Δαυΐδ. Ἦν γὰρ καὶ ἕτερος Ἰησοῦς περιβόητος, ὁ μετὰ Μωσέα στρατηγήσας· ἀλλ’ ἐκεῖνος, τοῦ Ναυῆ ἐλέγετο, καὶ οὐχὶ τοῦ Δαυΐδ· πρὸ γὰρ τοῦ Δαυῒδ ἦν πολλαῖς γενεαῖς, καὶ οὐδὲ ἐκ τῆς φυλῆς τοῦ Ἰούδα ἦν· ἀφ’ ἧς κατήγετο ὁ Δαυΐδ, ἀλλ’ ἀπὸ ἑτέρας. «Υἱοῦ Ἀβραάμ.» Τίνος ἕνεκεν προέταξε τὸν Δαυῒδ τοῦ Ἀβραάμ; Ὅτι παρὰ τοῖς Ἑβραίοις μᾶλλον ἐφημίζετο ὁ Δαυΐδ, καὶ ὡς νεώτερος ὢν τοῦ Ἀβραάμ, καὶ ὡς ἀπὸ τῆς βασιλείας ἐπιφανέστερος γενόμενος· ἐν γὰρ τοῖς βασιλεῦσιν, οὗτος πρῶτος εὐηρέστησε τῷ Θεῷ· καὶ ἐπαγγελίαν ἐδέξατο παρὰ Θεοῦ, ὅτι ἐκ τοῦ σπέρματος αὐτοῦ ἀναστήσεται ὁ Χριστός. Ὅθεν καὶ πάντες τὸν Χριστόν, υἱὸν Δαυῒδ ἔλεγον· καὶ γὰρ καὶ τύπον ἔσωζε τῷ ὄντι ὁ Δαυῒδ τοῦ Χριστοῦ. Ὥσπερ γὰρ ἐκεῖνος, μετὰ τὸν Σαοὺλ τὸν ἀπόβλητον ἀπὸ Θεοῦ καὶ μισητὸν ἐβασίλευσεν, οὕτω καὶ ὁ Χριστός, μετὰ τὸ στερηθῆναι τὸν Ἀδὰμ τῆς βασιλείας καὶ τῆς ἀρχῆς, ἧς εἶχε κατὰ πάντων καὶ τῶν ζώων καὶ τῶν δαιμόνων, ἦλθε σαρκωθείς, καὶ ἐβασίλευσεν ἡμῶν. «Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ.»

Ἀπὸ τοῦ Ἀβραὰμ ἄρχεται τῆς γενεαλογίας, διότι αὐτὸς ἦν πατὴρ τῶν Ἑβραίων, καὶ ὅτι αὐτὸς πρῶτος ἐδέξατο τὰς ἐπαγγελίας, ὅτι ἐν τῷ σπέρματι αὐτοῦ εὐλογηθήσεται πάντα τὰ ἔθνη. Πρεπόντως οὖν ἀπὸ τούτου γενεαλογεῖ τὸν Χριστόν· ὁ γὰρ Χριστός ἐστι τὸ σπέρμα τοῦ Ἀβραάμ, ἐν ᾧ εὐλογήθημεν ἅπαντες οἱ ἐξ ἐθνῶν, οἱ πρώην κατάρατοι· Ἀβραὰμ δὲ ἑρμηνεύεται πατὴρ ἐθνῶν· Ἰσαὰκ δέ, χαρά, γέλως· οὐ μνημονεύει δὲ ὁ Εὐαγγελιστὴς τῶν νόθων παίδων τοῦ Ἀβραάμ· οἷον τοῦ Ἰσμαὴλ καὶ τῶν λοιπῶν, διότι οἱ Ἰουδαῖοι οὐκ ἀπὸ τούτων κατήγοντο, ἀλλὰ ἀπὸ τοῦ Ἰσαάκ. Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ· Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ. «Ὁρᾷς ὅτι διὰ τοῦτο ἐμνήσθη τοῦ Ἰούδα καὶ τῶν ἀδελφῶν αὐτοῦ, διότι ἀπ’ αὐτῶν ἦσαν αἱ δώδεκα φυλαί.» «Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρά, ἐκ τῆς Θάμαρ.» Τὴν Θάμαρ ὁ Ἰούδας νύμφην ἔσχεν ἐπὶ Ἥρ, ἑνὶ τῶν παίδων αὐτοῦ.

Τούτου δὲ ἀποθανόντος ἄπαιδος, συνέζευξε ταύτην τῷ Ἀννᾷ, καὶ τούτῳ παιδὶ ὄντι αὐτοῦ· ἐκθερισθέντος δὲ καὶ τούτου τῆς ζωῆς διὰ τὴν πονηρίαν αὐτοῦ, ὁ Ἰούδας οὐκ ἔτι αὐτὴν συνῆπτέ τινι· ἡ δέ, ἐπιθυμοῦσα ἐκ τοῦ σπέρματος Ἀβραὰμ παιδοποιῆσαι, ἀπέθετο μὲν τὰ τῆς χηρείας· σχηματισαμένη δὲ ὡς πόρνη, ἐμίγη τῷ πενθερῷ αὐτῆς, καὶ συνέλαβεν ἐξ αὐτοῦ δύο παῖδας διδύμους· ἐν τῷ τίκτειν δὲ τούτους, προέβαλε τὴν χεῖρα ὁ πρῶτος τῶν παίδων ἀπὸ τῆς μήτρας, ὡς δῆθεν πρῶτος τεχθησόμενος· καὶ ἡ μαία κοκκίνῳ σπαρτίῳ ἐσφράγισε συντόμως τὴν ἐξελθοῦσαν τοῦ παιδὸς χεῖρα, ὡς ἂν γνωρίζηται ὁ πρῶτος τεχθείς· ἀλλὰ συνέστειλε τὴν χεῖρα ὁ παῖς ἔσω τῆς μήτρας, καὶ ἐτέχθη πρότερον ὁ ἕτερος παῖς, εἶθ’ οὕτως ἐκεῖνος ὁ τὴν χεῖρα προβαλόμενος· ἐκλήθη οὖν ὁ μὲν πρότερον τεχθείς, Φαρές, ὅ ἐστι διακοπή· διέκοψε γὰρ τὴν φυσικὴν τάξιν· ὁ δὲ συστείλας τὴν χεῖρα, Ζαρά· σημαίνει δὲ αὕτη ἡ ἱστορία μυστήριόν τι· ὥσπερ γὰρ ὁ Ζαρὰ ἔδειξε μὲν πρῶτον τὴν χεῖρα, συνεστάλη δὲ πάλιν, οὕτω καὶ ἡ κατὰ Χριστὸν πολιτεία, ἐφάνη μὲν ἐν τοῖς πρὸ τοῦ νόμου καὶ τῆς περιτομῆς ἁγίοις· πάντες γὰρ οὗτοι, οὐκ ἐκ τῶν τοῦ νόμου παρατηρημάτων καὶ ἐντολῶν ἐδικαιώθησαν, ἀλλ’ ἐκ τοῦ κατὰ τὴν εὐαγγελικὴν πολιτείαν ζῆσαι· καὶ σκόπει τὸν Ἀβραάμ, τὸν ἀφέντα πατέρα καὶ οἰκίαν ἕνεκεν τοῦ Θεοῦ, καὶ ἀπαρνησάμενον καὶ τὴν φύσιν· σκόπει τὸν Ἰώβ, τὸν Μελχισεδέκ· τοῦ νόμου δὲ ἐλθόντος, συνεστάλη ἡ τοιαύτη πολιτεία· ὥσπερ δὲ ἐκεῖ τοῦ Φαρὲς γεννηθέντος, ὕστερον πάλιν ἐξῆλθεν ὁ Ζαρά, οὕτω τοῦ νόμου δοθέντος, ὕστερον ἔλαμψεν ἡ εὐαγγελικὴ πολιτεία, ἡ τῷ κοκκίνῳ σπαρτίῳ, ἤτοι τῷ αἵματι τοῦ Χριστοῦ σφραγισθεῖσα· διὰ τοῦτο γάρ τοι καὶ ὁ Εὐαγγελιστὴς ἐμνημόνευσε τῶν δύο τούτων παίδων, ὡς μυστηριώδη τινὰ δηλούσης τῆς γεννήσεως αὐτῶν· καὶ ἄλλως δέ, μνημονεύει τῆς Θάμαρ, καίτοι οὐκ ἐπαινετῆς δοκούσης, διὰ τὸ μιγῆναι τῷ πενθερῷ, ἵνα δείξῃ ὅτι ὁ Χριστὸς πάντα δι’ ἡμᾶς καταδεξάμενος, κατεδέξατο καὶ τοιούτους ἔχειν προγόνους.

Μᾶλλον ἵνα καὶ δι’ αὐτοῦ τούτου τοῦ ἀπ’ αὐτῶν γεννηθῆναι, ἁγιάσῃ αὐτούς· οὐ γὰρ ἦλθε καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς. «Φαρὲς δὲ ἐγέννησε τὸν Ἐσρώμ· Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ· Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ·

Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασών· Ναασὼν δὲ ἐγέννησε τὸν Σαλμών· Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ῥαχάβ.» Ῥαχὰβ νομίζουσί τινες εἶναι τὴν Ῥαὰβ ἐκείνην τὴν πόρνην, ἥτις τοὺς κατασκόπους ἐδέξατο τοῦ Ἰησοῦ τοῦ Ναυῆ. Καὶ διέσωσεν αὐτούς, καὶ διεσώθη καὶ αὐτή· ἐμνήσθη δὲ ταύτης, ἵνα δηλώσῃ ὅτι ὥσπερ αὕτη πόρνη ἦν, οὕτω καὶ ἡ τῶν ἐθνῶν συναγωγή· ἐξεπόρνευσαν γὰρ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. Ἀλλὰ δεξάμενοι τοὺς τοῦ Ἰησοῦ κατασκόπους, ἤτοι τοὺς ἀποστόλους, καὶ πεισθέντες τοῖς λόγοις ἐκείνων, ἐσώθησαν πάντες οἱ ἐξ ἐθνῶν. «Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ῥούθ.» Ἡ Ῥοὺθ αὕτη ἀλλόφυλος ἦν, ἀλλ’ ὅμως συνεζύγη τῷ Βοόζ· οὕτω καὶ ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ἀλλόφυλος οὖσα, καὶ ἔξω τῶν διαθηκῶν, ἐπελάθετο τοῦ λαοῦ αὐτῆς, καὶ τῶν εἰδωλικῶν σεβασμάτων, καὶ τοῦ πατρὸς αὐτῆς τοῦ διαβόλου. Καὶ ἐλήφθη εἰς γάμον τῷ υἱῷ τοῦ Θεοῦ.

Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί· Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν βασιλέα· Δαυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου. Καὶ πάλιν τῆς τοῦ Οὐρίου μνημονεύει, ἵνα ὑποδείξῃ ὅτι οὐ δεῖ ἐπαισχύνεσθαι τοὺς προπάτορας· ἀλλὰ μᾶλλον σπουδάζειν διὰ τῆς οἰκείας ἀρετῆς λαμπρύνειν κἀκείνους· καὶ ὅτι πάντες δεκτοί εἰσι τῷ Θεῷ, κἂν ἐκ πόρνης γεννηθῶσι, μόνον ἐὰν ἀρετὴν ἔχωσιν. «Σολομῶν δὲ ἐγέννησε τὸν Ῥοβοάμ· Ῥοβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιά· Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσά·

Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ· Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωράμ· Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν· Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωάθαμ· Ἰωάθαμ δὲ ἐγέννησε τὸν Ἄχαζ· Ἄχαζ δὲ ἐγέννησε τὸν Ἐζεκίαν· Ἐζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆν· Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμών· Ἀμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν·

Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.» Μετοικεσίαν Βαβυλῶνος λέγει, τὴν αἰχμαλωσίαν ἣν ὕστερον ὑπέστησαν, εἰς Βαβυλῶνα ἀπαχθέντες πάντες ὁμοῦ. Καὶ ἄλλοτε μὲν γὰρ ἐστράτευσαν οἱ Βαβυλώνιοι, ἀλλὰ μετριώτερον αὐτοὺς ἐκάκωσαν· τότε δὲ τελέως αὐτοὺς μετῴκισαν ἀπὸ τῆς πατρίδος. «Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος, Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ· Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ· Ζοροβάβελ δὲ ἐγέννησε τὸν Ἀβιούδ·

Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακείμ· Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ· Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ· Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχείμ· Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιούδ· Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ· Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν· Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ· Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός.» Τίνος ἕνεκεν γενεαλογεῖ τὸν Ἰωσήφ, καὶ οὐ τὴν Θεοτόκον; Τίς γὰρ μετουσία τῷ Ἰωσὴφ πρὸς τὸν ἄσπορον ἐκεῖνον τόκον; Μὴ γὰρ ἀληθῶς πατὴρ ἦν τοῦ Χριστοῦ ὁ Ἰωσήφ, ἵνα ἀπὸ τοῦ Ἰωσὴφ γενεαλογῇ τὸν Χριστόν· ἄκουε τοίνυν, ὅτι ἀληθῶς οὐδεμίαν μετουσίαν ἔχει ὁ Ἰωσὴφ πρὸς τὴν γέννησιν τοῦ Χριστοῦ· Καὶ ἔδει διὰ τοῦτο τὴν Θεοτόκον γενεαλογηθῆναι· ἀλλ’ ἐπειδὴ νόμος ἦν μὴ γενεαλογεῖσθαι γυναῖκας, διὰ τοῦτο οὐκ ἐγενεαλόγησε τὴν Παρθένον· πλήν, τὸν Ἰωσὴφ γενεαλογήσας, καὶ ταύτην ἐγενεαλόγησεν. Ἦν γὰρ νόμος μὴ ἀπὸ ἑτέρας φυλῆς λαμβάνειν γυναῖκας, μηδὲ ἀπὸ ἑτέρας πατριᾶς, ἤτοι συγγενείας, ἀλλ’ ἀπὸ τῆς αὐτῆς καὶ φυλῆς καὶ πατριᾶς· ὥστε ἐπεὶ τοιοῦτος ἦν νόμος, πρόδηλον ὅτι καὶ ὁ Ἰωσὴφ γενεαλογούμενος, συνεισάγει τὴν γενεαλογίαν τῆς Θεοτόκου· πάντως γὰρ ἐκ τῆς αὐτῆς φυλῆς ἦν· ἡ Θεοτόκος καὶ τῆς αὐτῆς πατριᾶς. Εἰ γὰρ μὴ ἦν, πῶς ἂν ἐμνηστεύθη αὐτῷ;

Ὥστε ὁ εὐαγγελιστὴς ἐφύλαξε καὶ τὸν νόμον τὸν κελεύοντα μὴ γενεαλογεῖσθαι γυναῖκας, καὶ οὐδὲν ἧττον ἐγενεαλόγησε τὴν Θεοτόκον, τὸν Ἰωσὴφ γενεαλογήσας· ἄνδρα δὲ Μαρίας ὠνόμασεν αὐτόν, κατὰ τὴν κοινὴν συνήθειαν· καὶ γὰρ τὸν μνηστῆρα, ἔχομεν ἔθος ἄνδρα λέγειν τῆς μνηστευθείσης, κἂν μήπω γάμος προέβη. «Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυΐδ, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ Δαυΐδ, ἕως τῆς μετοικεσίας Βαβυλῶνος, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ, γενεαὶ δεκατέσσαρες.» Εἰς τρεῖς καταστάσεις διεῖλε τὰς γενεάς, ἵνα δείξῃ τοὺς Ἰουδαίους ὅτι καὶ ὑπὸ κριτῶν ἀρχόμενοι, ὡς οἱ ἄχρι τοῦ Δαυΐδ. Καὶ ὑπὸ βασιλέων, ὡς οἱ ἄχρι τῆς μετοικεσίας. Καὶ ὑπὸ ἱερέων, ὡς οἱ ἄχρι τοῦ Χριστοῦ, ὅμως οὐδὲν πρὸς ἀρετὴν ὠφελήθησαν· καὶ ὅτι ἐδέοντο τοῦ ἀληθινοῦ καὶ κριτοῦ καὶ βασιλέως καὶ ἱερέως, ὅς ἐστιν ὁ Χριστός· ἐπιλειψάντων γὰρ τῶν ἀρχόντων, ἦλθεν ὁ Χριστὸς κατὰ τὴν τοῦ Ἰακὼβ προφητείαν· πῶς δέ εἰσιν ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες, ὅπου δεκατρία πρόσωπα εὑρίσκονται; Εἰ μὲν γὰρ ἐγενεαλογεῖτο γυνή, εἴχομεν ἂν συντάττειν καὶ τὴν Μαρίαν, καὶ συμποσοῦν τὸν ἀριθμόν· νῦν δέ, οὐ γενεαλογεῖται γονή· πῶς οὖν λύεται τοῦτο; Φασί τινες ὅτι καὶ τὴν μετοικεσίαν ὡς προσώπου τάξιν ἔχουσαν ἔθηκεν. «Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν.

Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας, τῷ Ἰωσήφ.» Τίνος ἕνεκεν συνεχώρησεν ὁ Θεὸς μνηστευθῆναι ταύτην, καὶ ὅλως δοῦναι ὑπόνοιαν τοῖς ἀνθρώποις, ὅτι συνεγένετο αὐτῇ ὁ Ἰωσήφ; Ἵνα ἔχῃ τὸν κηδεμόνα ἐν ταῖς συμφοραῖς· οὗτος γὰρ καὶ ἐν τῇ εἰς Αἴγυπτον φυγῇ ἐπεμελήθη αὐτῆς· Καὶ διέσωσεν αὐτήν. Ἄμα δὲ καὶ ἵνα λάθῃ τὸν διάβολον, διὰ τοῦτο ἐμνηστεύθη· ὁ γὰρ διάβολος ἀκούσας ὅτι ἡ Παρθένος ἐν γαστρὶ ἕξει, ἐπετήρει τὴν Παρθένον· ἵνα τοίνυν ἀπατηθῇ ὁ ἀπατεών, μνηστεύεται τὴν ἀειπάρθενον ὁ Ἰωσήφ· καὶ σχήμα μόνον γίνεται συζυγίας, πρᾶγμα δὲ οὔ. «Πρὶν ἢ συνελθεῖν αὐτούς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.» Τὸ συνελθεῖν ἐνταῦθα τὴν μίξιν δηλοῖ· πρὶν γὰρ μιγῆναι, συνέλαβεν· ὅθεν καὶ ὁ εὐαγγελιστὴς ἐκπλήττεται, καὶ βοᾷ· Εὑρέθη, ὡς περὶ παραδόξου τινὸς λέγων. «Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὤν, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἠβουλήθη λάθρα ἀπολύσαι αὐτήν.» Πῶς ἦν δίκαιος ὁ Ἰωσήφ, ὅπου τοῦ νόμου κελεύοντος τὴν μοιχαλίδα παραδειγματίζεσθαι, τουτέστι, φανεροῦσθαι καὶ κολάζεσθαι, αὐτὸς ἔμελλε συσκιάσαι τὸ ἁμάρτημα, καὶ παραβῆναι τὸν νόμον;

Λύεται δὲ τοῦτο, πρῶτον μὲν ὅτι δι’ αὐτὸ τοῦτο δίκαιος ἦν. Οὐ γὰρ ἐβούλετο ἀπηνὴς εἶναι, ἀλλ’ ἐφιλανθρωπεύετο ἀπὸ πολλῆς χρηστότητος, ἀνώτερον τοῦ νόμου ἑαυτὸν δεικνύων, καὶ ἤδη ὑπὲρ τὰ νομικὰ ἐντάλματα ζῶν. Ἔπειτα, ὅτι καὶ αὐτὸς ἔγνω ὡς ἀπὸ Πνεύματος ἁγίου συνέλαβε, καὶ διὰ τοῦτο οὐκ ἠθέλησε τὴν ἀπὸ τοῦ ἁγίου Πνεύματος, καὶ οὐκ ἀπὸ μοιχοῦ, συλλαβοῦσαν παραδειγματίσαι καὶ κακῶσαι, ὅρα γὰρ τί φησιν· «Εὑρέθη ἐν γαστρὶ ἔχουσα.» Τίνι εὑρέθη; Τῷ Ἰωσήφ, τουτέστι, διεγνώσθη ὅτι ἐκ Πνεύματος ἁγίου συνέλαβεν· ὅθεν ἠβουλήθη λάθρα ἀπολῦσαι αὐτήν, ὡς οὐ τολμῶν ἔτι γυναῖκα ἔχειν, τὴν τοσούτου καταξιωθεῖσαν χαρίσματος. «Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδοὺ ἄγγελος Κυρίου κατ’ ὄναρ ἐφάνη αὐτῷ, λέγων·» Ὅτε ἠπόρει ὁ δίκαιος, τότε ὁ ἄγγελος ἐπέστη, διδάσκων αὐτὸν τί ποιήσοι. Κατ’ ὄναρ δὲ φαίνεται αὐτῷ, διότι σφόδρα πιστὸς ἦν τοῖς μὲν γὰρ ποιμέσι φανερῶς ὡμίλησεν ὁ ἄγγελος, ὡς ἀγροίκοις· τούτῳ δέ, ὡς δικαίῳ καὶ πιστῷ, καθ’ ὕπνου· πῶς δὲ οὐκ ἔμελλε πιστεῦσαι, ὅταν ὁ ἄγγελος ἐδίδασκεν αὐτὸν περὶ ὧν αὐτὸς κατὰ διάνοιαν εἶχε, καὶ περὶ ὧν οὐκ ἐξεῖπέ τινι; Ἐνθυμηθέντος γὰρ αὐτοῦ, ἀλλ’ οὐκ ἐκλαλήσαντος, ἐφίσταται αὐτῷ ὁ ἄγγελος· εἰκότως οὖν ἐπίστευσεν ὅτι ἐκ Θεοῦ ἐστι· Θεοῦ γὰρ τὸ τὰ ἀπόῤῥητα εἰδέναι. «Ἰωσὴφ υἱὸς Δαυΐδ.»

Υἱὸν Δαυῒδ εἶπεν αὐτόν, ἀναμιμνήσκων αὐτόν, ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ προεφητεύετο ὁ Χριστὸς ἔσεσθαι· καὶ τοιαῦτα λέγων, ὅτι, μὴ ἀπίστει, ἐνθυμηθεὶς τοῦ Δαυΐδ, ὃς ἐπαγγελίαν ἐδέξατο περὶ τοῦ Χριστοῦ. «Μὴ φοβηθῇς παραλαβεῖν.» Δείκνυσιν ἐντεῦθεν, ὅτι ἐφοβεῖτο αὐτὴν ἔχειν, μή πως προσκρούσῃ τῷ Θεῷ, ὡς μοιχαλίδα ἔχων. Ἢ καὶ ἄλλως, μὴ φοβηθῇς, τουτέστι, σὺ μὲν φοβῇ προσάψασθαι αὐτῆς, ὡς ἐκ Πνεύματος ἁγίου συλλαβούσης· ἀλλὰ μὴ φοβοῦ παραλαβεῖν, τουτέστιν, ἔνδον κατέχειν· τῇ γὰρ διανοίᾳ καὶ τῇ ἐνθυμήσει ἤδη ἀπέλυσεν αὐτήν. «Μαριὰμ τὴν γυναῖκά σου.» Τοῦτο λέγει ὅτι, Σὺ μὲν ἴσως νομίζεις ὅτι μοιχαλίς ἐστιν. Ἐγὼ δὲ λέγω σοι ὅτι γυνή σού ἐστι. Τουτέστιν, οὐχ ὑπό τινος διεφθάρη, ἀλλὰ σή ἐστι μνηστή. «Τὸ γὰρ ἐν αὐτῇ γεννηθέν, ἐκ Πνεύματός ἐστιν ἁγίου.» Οὐ γὰρ μόνον ἀπήλλακται παρανόμου μίξεως, ἀλλὰ καὶ κατά τινα θειότερον τρόπον συνέλαβεν. ὥστε καὶ χαῖρε διὰ τοῦτο μᾶλλον. «Τέξεται δὲ υἱόν.» Ἵνα μή τις εἴποι, καὶ πόθεν σοι πιστεύσω, ὅτι ἐκ Πνεύματός ἐστι; Φησὶ περὶ τοῦ μέλλοντος, ὅτι τέξεται υἱόν. Εἰ γὰρ περὶ τούτου ἀληθεύσω, εὔδηλον ὅτι καὶ τό, ἐκ Πνεύματος ἁγίου, ἀληθές ἐστιν οὐκ εἶπε δέ, τέξεταί σοι, ἀλλ’ ἁπλῶς, τέξεται· οὐ γὰρ ἐκείνῳ ἔτικτεν, ἀλλὰ τῇ οἰκουμένῃ πάσῃ· οὐδὲ εἰς ἐκεῖνον μόνον ἡ χάρις περιΐστατο, ἀλλ’ εἰς πάντας ἐξεχεῖτο. «Καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ, Ἰησοῦν.»

Σὺ καλέσεις, ὡς δῆθεν πατήρ, καὶ ὡς κηδεμὼν τῆς Παρθένου· μὴ γὰρ ὑπολάμβανε Ἰωσήφ, ὅτι ἐπεὶ ἀπὸ Πνεύματός ἐστιν ἡ σύλληψις, ἀφήσεις τὴν Παρθένον ἀβοήθητον. Ἀλλ’ ὑπουργήσεις ἐν ἅπασιν. «Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.» Ἐνταῦθα ἑρμηνεύει, τὸ Ἰησοῦς τί δηλοῖ, ὅτι Σωτήρ. Αὐτὸς γάρ, φησί, σώσει τὸν λαὸν αὐτοῦ· οὐ μόνον τὸν Ἰουδαϊκόν, ἀλλὰ καὶ τὸν ἐθνικόν, τὸν σπουδάσαντα πιστεῦσαι καὶ γενέσθαι λαὸν αὐτοῦ. Πόθεν δὲ σώσει; Ἆρα ἀπὸ πολέμων; Οὐχί, ἀλλὰ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν· ὅθεν δῆλον ὅτι Θεός ἐστιν ὁ τεχθησόμενος, Θεοῦ γὰρ μόνου τὸ συγχωρεῖν ἁμαρτίας. «Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου, λέγοντος·» Μὴ νομίσῃς ὅτι νεωστὶ ταῦτα ἔδοξε τῷ Θεῷ, ἀλλὰ ἄνωθεν· καὶ ἐξ ἀρχῆς. Οἶδας γάρ, ὦ Ἰωσήφ, τοὺς προφήτας, ὡς νομομαθής. Καὶ ἐνθυμήθητι τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου· οὐκ εἶπε τὸ ῥηθὲν ὑπὸ Ἡσαίου, ἀλλ’ ὑπὸ τοῦ Κυρίου. Οὐ γὰρ ἄνθρωπος ἐλάλησεν, ἀλλ’ ὁ Θεὸς διὰ στόματος τοῦ ἀνθρώπου· ὥστε ἀξιόπιστος ὁ χρησμός. «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει.» Φασὶν οἱ Ἑβραῖοι, ὅτι οὐ κεῖται ἐν τῷ προφήτῃ, παρθένος, ἀλλά, νεᾶνις· πρὸς οὓς λεκτέον ὅτι τὸ νεᾶνις καὶ τὸ παρθένος ταυτόν ἐστι παρὰ τῇ Γραφῇ· νεάνιδα γὰρ ὀνομάζει τὴν ἀδιάφθορον· ἔπειτα, εἰ μὴ ἔτεκε παρθένος, πῶς ἔμελλεν εἶναι σημεῖον καὶ παράδοξον;

Ἄκουε γὰρ τοῦ Ἡσαΐου λέγοντος· «Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον·» καὶ εὐθὺς ἐπάγοντος· «Ἰδοὺ ἡ Παρθένος,» καὶ τὰ ἑξῆς· ὥστε εἰ μὴ ἔμελλε παρθένος τεκεῖν, οὐκ ἂν σημεῖον ἦν. Παραχαράττουσιν οὖν οἱ Ἑβραῖοι ἐθελοκακοῦντες, τὴν Γραφήν, καὶ ἀντὶ τοῦ παρθένος, νεᾶνις τιθέασιν· εἴτε δὲ νεᾶνις κεῖται, εἴτε παρθένος, πάντως παρθένον δεῖ νοηθῆναι τὴν μέλλουσαν τεκεῖν, ἵνα δὴ καὶ τεράστιον εἴη τοῦτο. «Καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ’ ἡμῶν ὁ Θεός»· Φασὶν οἱ Ἑβραῖοι· Πῶς οὖν οὐκ ἐκλήθη Ἐμμανουήλ, ἀλλὰ Ἰησοῦς Χριστός; Ῥητέον οὖν ὅτι, οὐκ εἶπε Καλέσεις, ἀλλὰ Καλέσουσι, τουτέστιν, αὐτὰ τὰ πράγματα δείξουσιν αὐτὸν Θεὸν ὄντα, καὶ μεθ’ ἡμῶν ἀναστρεφόμενον· ἡ γὰρ θεία Γραφὴ ἀπὸ τῶν ἔργων τίθησι τὰ ὀνόματα, ὡς τό, Κάλεσον τὸ ὄνομα αὐτοῦ, ταχέως σκύλευσον· καίτοι ποῦ ἐκλήθη τις τοιούτῳ ὀνόματι; Ἀλλ’ ἐπειδὴ ἅμα τῷ γεννηθῆναι τὸν Κύριον, ἐσκυλεύθη καὶ ᾐχμαλωτίσθη ἡ πλάνη, οὕτω λέγεται ὀνομασθῆναι ἀπὸ τοῦ πράγματος τὴν κλῆσιν εὑράμενος. «Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου, ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου». Ὅρα ψυχὴν διεγηγερμένην, πῶς ἐπείσθη ταχέως. «Καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ.» Συνεχῶς δὲ ὀνομάζει αὐτὴν γυναῖκα τοῦ Ἰωσήφ, ἐκβάλλων τὴν πονηρὰν ὑπόνοιαν, καὶ διδάσκων ὅτι οὐκ ἄλλου τινὸς ἐγένετο γυνή, ἀλλ’ αὐτοῦ ἦν.

Καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν· Τουτέστιν, οὐκ ἐμίγη αὐτῇ οὐδέποτε· τὸ γὰρ Ἕως, ἐνταῦθα οὐ τοῦτο ἐμφαίνει, ὅτι ἄχρι μὲν τοῦ τόκου οὐκ ἔγνω, μετὰ δὲ ταῦτα ἔγνω· ἀλλὰ καθάπαξ οὐδέποτε αὐτὴν ἔγνω. Ἰδίωμα δὲ ἔχει τοιοῦτον ἡ Γραφή· ὡς τό, «Οὐκ ἐπέστρεψεν ὁ κόραξ εἰς τὴν κιβωτόν, ἕως οὗ ἐξηράνθη ἡ γῆ»· οὔτε γὰρ μετὰ ταῦτα ὑπέστρεψε· καὶ πάλιν· «Μεθ’ ὑμῶν εἰμι ἕως τῆς συντελείας τοῦ αἰῶνος·» Μετὰ δὲ τὴν συντέλειαν ἄρα οὐκ ἔσται;

Καὶ πῶς; Τότε γὰρ μᾶλλον· οὕτως οὖν καὶ ἐνταῦθα τό, Ἕως οὗ ἔτεκε, νοήσεις, ἀντὶ τοῦ, οὔτε πρὸ τοῦ τόκου, οὔτε μετὰ τὸν τόκον ἔγνω αὐτήν. Πῶς γὰρ ἂν ἥψατο τῆς ἁγίας ἐκείνης, μεθ’ ὃ μάλιστα ἔγνω τὸν ἄφραστον ἐκεῖνον τόκον; «Τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον.» Οὐχ ὡς δευτέρου τινὸς τεχθέντος λέγει τοῦτον πρωτότοκον, ἀλλ’ ἁπλῶς, ὡς πρῶτον τεχθέντα καὶ μόνον. Ὁ γὰρ Χριστός, καὶ πρωτότοκός ἐστιν, ὡς πρῶτος τεχθείς· καὶ μονογενής, ὡς μὴ ἔχων δεύτερον ἀδελφόν. «Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ἰησοῦν.» Δείκνυσι κἀνταῦθα τὴν εὐπείθειαν τοῦ Ἰωσήφ, ὅτι ὅσα εἶπεν αὐτῷ ὁ ἄγγελος, ἐποίησεν.

ΚΕΦΑΛ. Βʹ. Περὶ τῶν Μάγων, καὶ τῶν ἀναιρεθέντων παίδων. «Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.» Βηθλεὲμ ἑρμηνεύεται οἶκος ἄρτου. Ἰουδαία δέ, ἐξομολόγησις. Γένοιτο γοῦν καὶ ἡμᾶς νῦν διὰ τῆς ἐξομολογήσεως, γενέσθαι οἶκον ἄρτου τοῦ πνευματικοῦ. «Ἐν ἡμέραις Ἡρώδου.» Μέμνηται τοῦ Ἡρώδου, ἵνα σὺ μάθῃς ὅτι ἐξέλιπον οἱ ἀπὸ τῆς Ἰούδα φυλῆς ἄρχοντες καὶ βασιλεῖς, καὶ ἀναγκαίως ἦλθεν ὁ Χριστός. Ὁ γὰρ Ἡρώδης οὐκ ἦν Ἰουδαῖος, ἀλλ’ Ἰδουμαῖος, Ἀντιπάτρου υἱός, ἐκ γυναικὸς Ἀραβίσσης. Ἐκλιπόντων δὲ τῶν ἀρχόντων, ἡ προσδοκία τῶν ἐθνῶν ἦλθεν, ὡς Ἰακὼβ προεφήτευσεν. «Τοῦ βασιλέως.» Ἦν γὰρ καὶ ἕτερος Ἡρώδης, ὁ τετράρχης· διὰ τοῦτο τίθησι τὸ ἀξίωμα τοῦ βασιλέως· «Ἰδοὺ Μάγοι ἀπὸ Ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα.» Τίνος ἕνεκεν οἱ Μάγοι ἔρχονται;

Πρὸς κατάκρισιν τῶν Ἰουδαίων. Εἰ γὰρ οἱ Μάγοι, ἄνθρωποι εἰδωλολάτραι, ἐπίστευσαν, ποία ἀπολογία λοιπὸν τοῖς Ἰουδαίοις; Ἅμα δέ, καὶ ἵνα ἡ δόξα τοῦ Χριστοῦ πλέον ἐκλάμψῃ, μαρτυρούντων τῶν Μάγων, τῶν μάλιστα τοῖς δαίμοσιν ὑποκειμένων, καὶ ἐχθρῶν τοῦ Θεοῦ. «Ἀπὸ Ἀνατολῶν.» Καὶ τοῦτο πρὸς κατάκρισιν τῶν Ἑβραίων. Οἱ μὲν γὰρ ἀπὸ τοσούτου διαστήματος ἦλθον, οἱ δὲ Ἑβραῖοι αὐτοῦ ἔχοντες τὸν Χριστόν, ἐδίωκον. «Λέγοντες, Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων;» Λέγουσι τούτους τοὺς Μάγους, τοῦ Βαλαὰμ ἀπογόνους εἶναι τοῦ μάντεως· εὑρόντας δὲ τὸν ἐκείνου χρησμόν, τό, Ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, νοῆσαι τὸ κατὰ Χριστὸν μυστήριον, καὶ διὰ τοῦτο ἐλθεῖν, θέλοντας ἰδεῖν τὸ τεχθέν. «Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ Ἀνατολῇ.» Ὅταν ἀκούσῃς ἀστέρα, μὴ νομίσης τοιοῦτον εἶναι ἐκεῖνον, οἵους ὁρῶμεν, ἀλλὰ θείαν δύναμιν καὶ ἀγγελικήν, εἰς τύπον ἀστέρος φαινομένην. Ἐπεὶ γὰρ οἱ Μάγοι ἀστρολόγοι ἦσαν, διὰ τοῦ συνήθους αὐτοῖς προσηγάγετο αὐτοὺς ὁ Κύριος, ὥσπερ καὶ τὸν Πέτρον, ἁλιέα ὄντα, ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων ὧν ἐσαγήνευσεν ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ, ἐξέπληξεν.

Ὅτι δὲ ἀγγελικὴ δύναμις ἦν ὁ ἀστήρ, δῆλον ἀπὸ τοῦ καὶ ἐν ἡμέρᾳ ὑπερλάμπειν, καὶ ἀπὸ τοῦ κινεῖσθαι μέν, κινουμένων τῶν Μάγων, ἵστασθαι δέ, ἀναπαυομένων· ἀλλὰ καὶ ἀπὸ τοῦ βορείου μέρους, ὅ ἐστι τῆς Περσίδος, εἰς τὸ νότιον ἐκινεῖτο, ὅ ἐστι τῆς Ἱερουσαλήμ. Οὐδέποτε δὲ ἀστὴρ ἀπὸ τοῦ βορείου ἐπὶ τὸ νότιον κινεῖται. «Καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.» Φαίνονται οὗτοι οἱ Μάγοι, μεγάλης ἀρετῆς ὄντες. Εἰ γὰρ ἐν τῇ ξένῃ χώρᾳ προσκυνεῖν ἤθελον, πῶς οὐκ ἂν ἐν τῇ Περσίδι ἐπαῤῥησιάσαντο καὶ ἐκήρυξαν; «Ἀκούσας δὲ Ἡρώδης ὁ βασιλεύς, ἐταράχθη, καὶ πᾶσα Ἱεροσόλυμα μετ’ αὐτοῦ.» Ὁ μὲν Ἡρώδης ἐταράχθη, ὡς ἀλλόφυλος περὶ τῆς βασιλείας δεδοικώς· ἐγίνωσκε γὰρ ὅτι ἀνάξιος ἦν ταύτης· οἱ δὲ Ἰουδαῖοι, τίνος ἕνεκεν ταράττονται; ἕδει γὰρ αὐτοὺς μᾶλλον χαίρειν, ὅτι βασιλεὺς αὐτοῖς ἔσται, ὑπὸ τῶν Περσικῶν βασιλέων προσκυνούμενος, ἀλλ’ ὄντως ἀνόητον χρῆμα ἡ πονηρία. «Καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ, ἐπυνθάνετο παρ’ αὐτῶν, ποῦ ὁ Χριστὸς γεννᾶται.» Γραμματεῖς ἦσαν οἱ διδάσκαλοι τοῦ λαοῦ, ὥσπερ οὓς ἡμεῖς λέγομεν γραμματικούς.

Οἰκονομεῖ δὲ ὁ Θεὸς ἐρωτηθῆναι τούτους, ἵνα ὁμολογήσωσι τὴν ἀλήθειαν, καὶ ἐκ τούτου ὦσι κατακεκριμένοι, αὐτοὶ τοῦτον σταυρώσαντες ὃν ὡμολόγησαν πρότερον. «Οἱ δὲ εἶπον αὐτῷ, Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· οὕτω γὰρ γέγραπται διὰ τοῦ προφήτου.» Προφήτου ποίου; Τοῦ Μιχαίου. Ἐκεῖνος γάρ φησιν. «Καὶ σύ, Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα.» Μικρᾶς γὰρ οὔσης ταύτης κατεφρόνουν· νῦν δὲ διὰ τὸν ἐκ ταύτης προελθόντα Χριστόν, περιβόητός ἐστι. Πάντες γὰρ ἐκ περάτων τῆς γῆς ἔρχονται, προσκυνήσοντες ταύτην τὴν ἁγίαν Βηθλεέμ. «Ἐκ τοῦ γὰρ ἐξελεύσεται ἡγούμενος.» Καλῶς εἶπε τό, ἐξελεύσεται, καὶ οὐχί, ἐν σοὶ μενεῖ. Οὐ γὰρ ἔμεινεν ὁ Χριστὸς ἐν τῇ Βηθλεέμ, ἀλλ’ ἐκ ταύτης μὲν ἐξῆλθε, μετὰ τὸ γεννηθῆναι, ἐν δὲ τῇ Ναζαρὲτ τὰ πλεῖστα διέτριβε.

Λέγουσι δὲ οἱ Ἰουδαῖοι ὅτι περὶ τοῦ Ζοροβάβελ τοῦτο προεφητεύθη. Ψεύδονται δὲ προφανῶς. Καὶ γὰρ Ζοροβάβελ, οὐκ ἐν τῇ Βηθλεὲμ ἐγεννήθη, ἀλλ’ ἐν τῇ Βαβυλῶνι. Ἴδε γὰρ τὸ ὄνομα αὐτοῦ· Ζορό, δηλοῖ τὴν σπορὰν καὶ τὴν γέννησιν· Βαβὲλ δέ, τὴν Βαβυλῶνα, τουτέστιν, ὁ ἐν Βαβυλῶνι σπαρεὶς ἢ γεννηθείς. Ἀλλὰ καὶ ἡ προφητεία φανερῶς ἐλέγχει αὐτούς, λέγουσα· «Αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς, ἐξ ἡμερῶν αἰῶνος.» Τίνος δὲ ἄλλου αἱ ἔξοδοί εἰσι καὶ ἀπ’ ἀρχῆς, καὶ ἐξ ἡμερῶν αἰῶνος ἢ τοῦ Χριστοῦ; Ὃς δύο ἐξόδους ἔσχεν, ἤτοι γεννήσεις· ἀλλ’ ἡ μὲν πρώτη γέννησις, ἀπ’ ἀρχῆς ἐκ τοῦ Πατρός, ἡ δὲ δευτέρα, ἐξ ἡμερῶν αἰῶνος, ἀπὸ τῆς Θεοτόκου ἀρξαμένη, καὶ ὑπὸ χρόνον οὔσα.

Εἰπάτωσαν οὖν οἱ Ἰουδαῖοι, ἐὰν ὁ Ζοροβάβελ ἀπ’ ἀρχῆς ἐγένετο; Ἀλλ’ οὐκ ἔχουσιν εἰπεῖν· «Ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.» Ποιμανεῖ εἶπεν ἀλλ’ οὐ τυραννήσει, ἢ καταφάγεται. Οἱ μὲν γὰρ ἄλλοι βασιλεῖς, οὐ ποιμένες, ἀλλὰ λύκοι· ὁ δὲ Χριστός, ποιμήν, ὡς καὶ αὐτὸς λέγει· «Ἐγὼ εἰμὶ ὁ ποιμὴν ὁ καλός.» Λαὸν δὲ Ἰσραὴλ λέγει, καὶ τοὺς ἐξ Ἑβραίων πιστεύσαντας, καὶ τοὺς ἐξ ἐθνῶν. Ἰσραὴλ γὰρ ἑρμηνεύεται, ὁρῶν Θεόν, ὥστε πάντες οἱ Θεὸν ὁρῶντες, Ἰσραηλῖταί εἰσι, κἂν ἐξ ἐθνῶν ὦσιν. «Τότε ὁ Ἡρώδης λάθρα καλέσας τοὺς Μάγους.» Λάθρα τούτους ἐκάλεσε, διὰ τοὺς Ἰουδαίους. Ὑπώπτευε γὰρ ὅτι οἱ Ἰουδαῖοι ἵσως περὶ πολλοῦ ποιήσονται τὸ παιδίον, καὶ φροντίσουσι τοῦ σῶσαι αὐτό, ὡς μέλλον ἐλευθερῶσαι αὐτούς. Διὰ τοῦτο οὖν λάθρα ἐπιβουλεύει. «Ἠκρίβωσε παρ’ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος.» Τουτέστιν, ἀκριβῶς ἀνέμαθεν.

Ὁ γὰρ ἀστήρ, πρὸ τοῦ γεννηθῆναι τὸν Κύριον, ἐφάνη τοῖς Μάγοις· ἐπεὶ γὰρ ἔμελλον πολὺν ἀναλίσκειν χρόνον κατὰ τὴν ὁδοιπορίαν, διὰ τοῦτο πρὸ πολλοῦ ἐφάνη ὁ ἀστήρ, ὡς ἂν προσκυνήσωσιν αὐτὸν ἔτι ἐν τοῖς σπαργάνοις ὄντα. Τινὲς δὲ λέγουσιν, ὅτι ἅμα τῷ γεννηθῆναι τὸν Χριστόν, ἐφάνη ὁ ἀστήρ, καὶ οἱ Μάγοι διὰ δύο ἐτῶν ἦλθον, καὶ οὐκ ἐν σπαργάνοις εὗρον τὸν Κύριον, οὐδὲ ἐν τῇ φάτνῃ, ἀλλ’ ἐν οἰκίᾳ μετὰ τῆς μητρός, διετῆ ὄντα. Ἀλλὰ σὺ τὸ προῤῥηθὲν ἔχε κρεῖττον. «Καὶ πέμψας αὐτοὺς εἰς Βηθλεέμ, εἶπε, Πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου.» Οὐκ εἶπε περὶ τοῦ βασιλέως, ἀλλὰ περὶ τοῦ παιδίου· οὐδὲ γὰρ τὸ ὄνομα ἀνέχεται· ὅθεν δεικνύει ὅτι μαίνεται κατ’ αὐτοῦ. «Ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. Οἱ δέ, ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν.» Ἄδολοι γὰρ ὄντες αὐτοί, ἐνόμιζον κἀκεῖνον ἀδόλως λέγειν. «Καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ Ἀνατολῇ, προῆγεν αὐτούς.» Ἀπεκρύβη πρὸς μικρὸν ὁ ἀστὴρ οἰκονομικῶς, ἵνα ἐρωτήσωσιν αὐτοὶ τοὺς Ἰουδαίους, καὶ ταραχθῇ ὁ Ἡρώδης, καὶ οὕτω περιφανεστέρα γένηται ἡ ἀλήθεια. Ἐξελθοῦσι δὲ αὐτοῖς ἀπὸ τῆς Ἱερουσαλήμ, πάλιν ἐφάνη, χειραγωγῶν αὐτούς. Ὅθεν δῆλον ὅτι θεία δύναμις ἦν ὁ ἀστήρ. «Ἕως ἐλθὼν ἕστη ἐπάνω οὗ ἦν τὸ παιδίον.» Καὶ τοῦτο ξένον. Κατέβη γὰρ ὁ ἀστὴρ ἀπὸ τοῦ ὕψους, καὶ προσγειότερος γενόμενος, ἔδειξαν αὐτοῖς τὸν τόπον.

Εἰ γὰρ ἐξ ὕψους αὐτοῖς ἐφαίνετο, πῶς ἂν ἔμελλον ἰδικῶς γνωρίσαι τὸν τόπον ἔνθα ἦν ὁ Χριστός; Οἱ γὰρ ἀστέρες πολὺν τόπον περιλαμβάνουσιν.

Ὅθεν καὶ σὺ ἐπάνω τῆς σῆς οἰκίας βλέπεις τὴν σελήνην τυχόν, κἀγὼ δοκῶ ταύτην ἀνωτέρω εἶναι τῆς ἐμῆς οἰκίας μόνης. Καὶ πάντες ἁπλῶς, δοκοῦσιν ἕκαστος ἐπάνω αὐτοῦ μόνου ἵστασθαι τὴν σελήνην ἣ ἄλλον ἀστέρα. Κἀκεῖνος οὖν ὁ ἀστὴρ οὐκ ἂν ἔδειξε τὸν Χριστόν, εἰ μὴ συγκατέβη, καὶ μονονουχὶ ἐπάνω τῆς κεφαλῆς τοῦ παιδίου ἔστη. «Ἰδόντες δὲ τὸν ἀστέρα, ἐχάρησαν χαρὰν μεγάλην σφόδρα.» Ὡς οὐ πλανηθέντες, ἀλλ’ εὑρόντες τὸ ζητούμενον, ἐχάρησαν. «Καὶ ἐλθόντες εἰς τὴν οἰκίαν, εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ.» Ἅμα μὲν τῷ γεννηθῆναι, ἐν τῇ φάτνῃ κατέκλινεν ἡ Παρθένος τὸ παιδίον, οὐ γὰρ εὕρισκον τότε οἰκίαν· μετὰ ταῦτα δὲ εἰκός ἐστιν εὑρεῖν οἰκίαν, ἔνθα καὶ οἱ Μάγοι εὗρον αὐτούς. Ἀνέβησαν μὲν γὰρ εἰς Βηθλεέμ, ἵνα ἀπογραφῶσιν ἐκεῖ, καθὰ καὶ Λουκᾶς λέγει. Πολλοῦ δὲ πλήθους συντρέχοντος διὰ τὴν ἀπογραφήν, οὐκ ἔσχον πρὸς καιρὸν οἰκίαν, ἀλλ’ ἐν τῷ σπηλαίῳ ἐτέχθη· εἶτα εὑρέθη ἡ οἰκία, ἔνθα ὡράθη τοῖς Μάγοις ὁ Κύριος. «Καὶ πεσόντες προσεκύνησαν αὐτῷ.» Ἴδε ψυχῆς ἔλλαμψιν. Πένητα ἔβλεπον, καὶ προσεκύνουν.

Ἐπληροφορήθησαν γὰρ ὅτι Θεός ἐστι, διὸ καὶ προσάγουσιν αὐτῷ δῶρα, ὡς Θεῷ καὶ ὡς ἀνθρώπῳ. Ἄκουε γάρ· «Καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν, προσήνεγκαν αὐτῷ δῶρα, χρυσόν, καὶ λίβανον, καὶ σμύρναν.» Τὸν μὲν χρυσόν, προσήγαγον αὐτῷ, ὡς βασιλεῖ.

Γῷ γὰρ βασιλεῖ χρυσὸν τελοῦμεν οἳ ὑπὸ χεῖρα. Τὸν δὲ λίβανον, ὡς Θεῷ. Τῷ γὰρ Θεῷ λίβανον θυμιῶμεν. Τὴν δὲ σμύρναν, ὡς μέλλοντι γεύσασθαι θανάτου. Μετὰ γὰρ τῆς σμύρνης ἐνταφιάζουσιν οἱ Ἰουδαῖοι, διὰ τὸ μένειν τὸ σῶμα ἄσηπτον. Ἡ γὰρ σμύρνα, ξηρὰ οὖσα, ξηραίνει τὴν ὑγρότητα, καὶ οὐκ ἐᾷ σκώληκας γεννᾶσθαι. Ὁρᾷς τῶν Μάγων τὴν πίστιν;

Ἐπεὶ καὶ ἀπὸ τῆς προφητείας τοῦ Βαλαὰμ ἐδιδάχθησαν, τὸν Κύριον, καὶ Θεὸν εἶναι καὶ βασιλέα, καὶ ὑπὲρ ἡμῶν τεθνηξόμενον. Ἄκουσον δὲ τῆς προφητείας· Κατακλιθείς, φησίν, ἀνεπαύσατο ὡς λέων, καὶ ὡς σκύμνος. Ἰδοὺ τὸ βασιλικόν, διὰ τοῦ λέοντος, διὰ δὲ τοῦ, κατακλιθείς, ἡ νέκρωσις. Οἱ εὐλογοῦντές σε, εὐλόγηνται· ἰδοὺ ἡ θεότης. Τὴν γὰρ τῆς εὐλογίας δύναμιν μόνη ἡ θεία φύσις ἔχει. «Καὶ χρηματισθέντες κατ’ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρώδην, δι’ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.» Ἴδε ἀκολουθίαν, πρῶτον δι’ ἀστέρος ἐχειραγώγησεν αὐτοὺς ὁ Θεὸς εἰς τὴν πίστιν· εἶτα ἐλθόντας εἰς Ἱεροσόλυμα, ἐδίδαξεν αὐτοὺς διὰ τοῦ προφήτου, ὅτι ἐν Βηθλεὲμ γεννᾶται· καὶ τελευταῖον, διὰ τοῦ ἀγγέλου. Οἱ δὲ πείθονται τῷ χρηματισμῷ, τουτέστι, τῇ θείᾳ ὁμιλίᾳ. Χρηματισθέντες οὖν, ἤτοι παρὰ τοῦ Θεοῦ ἀποκάλυψιν δεξάμενοι, ἠπάτησαν Ἡρώδην· καὶ οὐκ ἐφοβήθησαν μήπως ἐπιδιωχθῶσιν, ἀλλ’ ἐθάῤῥησαν τῇ τοῦ γεννηθέντος δυνάμει, οὕτως ἦσαν μάρτυρες ἀληθεῖς. «Ἀναχωρησάντων δὲ αὐτῶν, ἰδοὺ ἄγγελος Κυρίου κατ’ ὄναρ φαίνεται τῷ Ἰωσήφ, λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ.» Εἶδες διὰ ποίαν αἰτίαν συνεχώρησεν ὁ Θεὸς μνηστευθῆναι τὴν Παρθένον; Ἐνταῦθα γὰρ προφαίνεταί σοι, διὰ τὸ ἐπιμελεῖσθαι ταύτης καὶ κήδεσθαι. Οὐκ εἶπε δέ, παράλαβε τὴν γυναῖκά σου, ἀλλὰ τὴν μητέρα τοῦ παιδίου.

Ἐπεὶ γὰρ ἡ ὑποψία ἐλύθη, καὶ ἐπληροφορήθη ὁ δίκαιος ἀπὸ τῶν ἐν τῷ τόκῳ θαυμάτων, ὅτι ἐκ Πνεύματος ἁγίου ἐστὶ πάντα, οὐκ ἔτι γυναῖκα αὐτοῦ ὀνομάζει ταύτην. «Καὶ φεῦγε εἰς Αἴγυπτον.» Φεύγει καὶ ὁ Κύριος, ἵνα πιστώσηται, ὅτι ὄντως καὶ ἄνθρωπος ἦν. Εἰ γὰρ ἐν ταῖς χερσὶ τοῦ Ἡρώδου γενόμενος, οὐ κατεκόπη, ἔδοξεν ἂν κατὰ φαντασίαν σαρκωθῆναι.

Εἰς Αἴγυπτον δὲ φεύγει, ἵνα καὶ ἐκείνην ἁγιάσῃ. Δύο γὰρ ἦσαν χῶραι πάσης κακίας ἐργαστήρια, ἡ Βαβυλὼν καὶ Αἴγυπτος. Τὴν μὲν οὖν Βαβυλῶνα, διὰ τῶν Μάγων ἐδέξατο προσκυνοῦσαν· τὴν δὲ Αἴγυπτον, τῇ ἑαυτοῦ παρουσίᾳ ἡγίασεν. «Καὶ ἴσθι ἐκεῖ, ἕως ἂν εἴπω σοι.» Ἴσθι, ἀντὶ τοῦ ἔσο ἐκεῖ, ἄχρις ἂν ἀπὸ Θεοῦ κελευσθῇς. Δεῖ γὰρ ἡμᾶς μηδὲν ποιεῖν ἔξω τῆς θείας βουλῆς. «Μέλλει γὰρ Ἡρώδης ζητεῖν τὸ παιδίον, τοῦ ἀπολέσαι αὐτό.» Ἴδε ἀνοησίαν ἀνθρώπου, τὴν τοῦ Θεοῦ βουλὴν σπουδάζει νικῆσαι. Εἰ μὲν γὰρ οὐκ ἔστιν ἐκ Θεοῦ, τί φοβῇ; Εἰ δὲ ἐκ Θεοῦ ἐστι, πῶς ἀπολέσεις τὸ παιδίον; «Ὁ δέ, ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτός, καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον, καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρώδου· ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου, λέγοντος·

Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου.» Φασὶν οἱ Ἰουδαῖοι, ὅτι διὰ τὸν λαὸν ἐῤῥέθη τοῦτο τὸν ἐκ τῆς Αἰγύπτου ἐπαναχθέντα διὰ Μωϋσέως. Λέγομεν οὖν, ὅτι καί τι καινὸν ἐλέχθη ἐπὶ τῷ λαῷ τυπικῶς· ἐξέβη δὲ εἰς τὸν Χριστὸν ἀληθινῶς. Ἔπειτα, τίς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ; ὁ λαὸς ὁ προσκυνῶν τῷ Βεελφεγὼρ εἰδώλῳ καὶ τοῖς γλυπτοῖς, ἢ ὁ ὄντως Υἱὸς τοῦ Θεοῦ; «Τότε Ἡρώδης ἰδών, ὅτι ἐνεπαίχθη ὑπὸ τῶν Μάγων.» Ὥσπερ τῷ Φαραὼ ἐνέπαιξεν ὁ Θεὸς διὰ Μωϋσέως, οὕτω καὶ τῷ Ἡρώδῃ διὰ τῶν Μάγων· ἐπεὶ καὶ ἄμφω, καὶ Ἡρώδης καὶ Φαραώ, παιδοκτόνοι. Ὁ μὲν Φαραὼ τὰ τῶν ἐν Αἰγύπτῳ Ἑβραίων ἄῤῥενα φονεύων, ὁ δὲ Ἡρώδης, τὰ τῶν ἐν Βηθλεέμ. «Ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεέμ.» Τὴν κατὰ τῶν Μάγων ὀργήν, κατὰ τῶν οὐδὲν ἀδικησάντων, ἐνδείκνυται. Τίνος δὲ ἕνεκεν συνεχωρήθησαν· οἱ παῖδες σφαγῆναι; Ἵνα δειχθῇ τοῦ Ἡρώδου ἡ κακία· ἀλλ’ ἴσως ἐρεῖς μοι·

Καὶ τί τοῦτο; ἵνα δειχθῇ ἡ ἐκείνου κακία, διὰ τοῦτο ἠδικήθησαν οἱ παῖδες; Ἄκουε τοίνυν, ὅτι οὐκ ἠδικήθησαν, ἀλλὰ στεφάνων ἠξιώθησαν. Πᾶς γὰρ ὁ κακόν τι πάσχων ἐνταῦθα, ἢ εἰς ἁμαρτημάτων διάλυσιν πάσχει, ἢ εἰς στεφάνων προσθήκην· ὥσπερ δὴ καὶ οὗτοι οἱ παῖδες, μειζόνως στεφανωθήσονται. «Καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν Μάγων.» «Τότε ἐπληρώθη τὸ ῥηθὲν ὑπὸ Ἱερεμίου τοῦ προφήτου, λέγοντος.» Ἵνα μή τις νομίσῃ, ὅτι ἄκοντος τοῦ Θεοῦ γέγονεν ἡ τῶν νηπίων ἀναίρεσις, δείκνυσιν ὅτι καὶ προεγίνωσκε καὶ προεῖπεν. «Φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη.» Ἡ Ῥαμά, τόπος ἦν τῆς Παλαιστίνης ὑψηλός. Τοῦτο γὰρ σημαίνει τὸ ὄνομα, ὑψηλήν· ἔλαχε δὲ εἰς κλῆρον τῇ φυλῇ τοῦ Βενιαμίν, ὃς ἦν τῆς Ῥαχὴλ υἱός· ἡ δὲ Ῥαχήλ, ἐν τῇ Βηθλεὲμ ἐτάφη. Λέγει τοίνυν τὴν Βηθλεὲμ ὁ προφήτης, Ῥαχήλ, διότι ἐν αὐτῇ ἐτάφη ἐκείνη· τὸν δὲ κλαυθμὸν καὶ τὸν θρῆνον, ἀκουσθῆναι ἐν τῇ ὑψηλῇ.

Ἄκουε τοίνυν τοῦ προφήτου· «Θρῆνος καὶ κλαυθμός, καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς,» τουτέστιν, ἡ Βηθλεέμ, «καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν.» Ἐν τῷ βίῳ τούτῳ οὐκ εἰσίν, ἐπεὶ αἱ ψυχαί, ἀθάνατοι. «Τελευτήσαντος δὲ Ἡρώδου.» Πικρὰν τελευτὴν ἔσχεν ὁ Ἡρώδης, πυρετῷ, καὶ δυσεντερίᾳ, καὶ κνησμῷ καὶ ὄγκῳ ποδῶν, καὶ σήψει τοῦ αἰδοίου σκώληκας γεννώσῃ, καὶ δυσπνοίᾳ, καὶ τρόμῳ, καὶ σπασμῷ τῶν μελῶν, ἀποῤῥήξας τὴν πονηρὰν ψυχήν. «Ἰδοὺ ἄγγελος Κυρίου κατ’ ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ, λέγων· Ἐγερθείς, παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ.» Οὐ λέγει, Φεῦγε, ἀλλὰ Πορεύου. Φόβος γὰρ οὐκ ἔτι ἦν. «Τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.» Ποῦ Ἀπολινάριος, ὅστις ἔλεγε μὴ ψυχὴν ἀνθρώπου λαβεῖν τὸν Κύριον; ἐντεῦθεν γὰρ ἐλέγχεται. «Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ ἦλθεν εἰς γῆν Ἰσραήλ. Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἡρώδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν.» Τρεῖς υἱοὺς κατέλειψεν Ἡρώδης, Φίλιππον, Ἀντίπαν, καὶ Ἀρχέλαον· τὸν μὲν οὖν Ἀρχέλαον, βασιλέα, τοὺς δὲ λοιπούς, τετράρχας ἐκέλευσεν εἶναι. Ἐφοβήθη δὲ ὁ Ἰωσὴφ ἀπελθεῖν εἰς γῆν Ἰσραήλ, τουτέστιν, εἰς τὴν Ἰουδαίαν, διότι καὶ ὁ Ἀρχέλαος, ὅμοιος ἦν τῷ πατρὶ αὐτοῦ.

Ὁ δὲ Ἀντίπας, αὐτός ἐστιν ὁ νέος Ἡρώδης, ὁ τὸν Πρόδρομον ἀνελών. «Χρηματισθεὶς δὲ κατ’ ὄναρ, ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας.» Ἡ Γαλιλαία οὐκ ἦν γῆ Ἰσραήλ, ἀλλὰ τῶν ἐθνικῶν ἦν· διὸ καὶ οἱ Ἰουδαῖοι ὡς βδέλυγμα τούτους ἔβλεπον. «Καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ.» Καὶ πῶς ὁ Λουκᾶς λέγει, ὅτι μετὰ τὸ γεννηθῆναι τελέσας τὰς τεσσαράκοντα ἡμέρας, καὶ ὑπὸ τοῦ Συμεὼν βασταχθείς, κατῆλθεν ὁ Κύριος εἰς Ναζαρέτ· ἐνταῦθα δὲ ὁ Ματθαῖος λέγει, ὅτι μετὰ τὴν ἐξ Αἰγύπτου ἐπάνοδον ἦλθεν εἰς Ναζαρέτ;

Μάθε τοίνυν, ὅτι ἃ ἐσιώπησεν ὁ Ματθαῖος, εἶπεν ὁ Λουκᾶς. Οἷόν τι λέγω· Μετὰ τὸ γεννηθῆναι, ἐτέλεσε τὰς τεσσαράκοντα ἡμέρας· εἶτα κατῆλθεν εἰς Ναζαρέτ· ταῦτα λέγει ὁ Λουκᾶς· ὁ Ματθαῖος δὲ λέγει τὰ μετὰ ταῦτα, ὅτι ἔφυγεν εἰς Αἴγυπτον, εἶτα ἀνῆλθεν ἀπὸ Αἰγύπτου εἰς Ναζαρέτ. Οὐκ ἐναντιοῦνται οὖν ἀλλήλοις· ἀλλ’ ὁ μὲν λέγει τὴν ἀπὸ Βηθλεὲμ εἰς Ναζαρὲτ κάθοδον, ὁ Λουκᾶς· ὁ δὲ Ματθαῖος, τὴν μετὰ ταῦτα ἀπὸ Αἰγύπτου εἰς Ναζαρὲτ ἄνοδον. «Ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν, ὅτι Ναζωραῖος κληθήσεται.» Καὶ ποῖος προφήτης τοῦτο εἶπεν; οὐχ εὑρίσκεται νῦν. Διὰ γὰρ τὴν ἀμέλειαν τῶν Ἑβραίων, πολλὰ βιβλία ἀπώλοντο, καὶ ἀπὸ τῶν συνεχῶν αἰχμαλωσιῶν· ἀγράφως δὲ τυχὸν ἐλέγετο παρὰ τοῖς Ἰουδαίοις. Σημαίνει δὲ τό, Ναζωραῖος, ἡγιασμένος. ἐπεὶ τοίνυν ἅγιος ὁ Χριστός, εἰκότως ἂν λέγοιτο Ναζωραῖος. Ἅγιος γὰρ τοῦ Ἰσραήλ, παρὰ πολλῶν προφητῶν καλεῖται ὁ Κύριος.

ΚΕΦΑΛ. Γʹ. Πρῶτος Ἰωάννης ἐκήρυξε βασιλείαν τῶν οὐρανῶν. «Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις.» Οὐχ ὅτε ἦν ὁ Κύριος παῖς, καὶ ἐν Ναζαρὲτ κατῴκει, ἀλλ’ ἁπλῶς οὕτω φησίν, οἷον, ἐν τῷ καιρῷ ἐκείνῳ, τῷ πρὸ τῆς νῦν γενεᾶς. «Παραγίνεται Ἰωάννης ὁ Βαπτιστής.» Διὰ τοῦτο ἐπέμφθη παρὰ τοῦ Θεοῦ ὁ Ἰωάννης, ἵνα ἐλέγχων τοὺς Ἰουδαίους, πείσῃ αὐτοὺς εἰς αἴσθησιν ἐλθεῖν τῶν οἰκείων κακῶν, καὶ οὕτω παραδέξασθαι τὸν Χριστόν. Εἰ μὴ γὰρ αἴσθησιν λάβοι τις τῶν ἁμαρτιῶν, οὐκ ἔρχεται εἰς μετάνοιαν. Ἐπέμφθη τοίνυν ὁ Ἰωάννης. «Κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, καὶ λέγων·

Μετανοεῖτε.» Ἀλαζόνες ἦσαν οἱ Ἰουδαῖοι, διὰ τοῦτο συνωθεῖ αὐτοὺς εἰς μετάνοιαν. «Ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Βασιλείαν οὐρανῶν λέγει τὴν πρώτην καὶ δευτέραν τοῦ Χριστοῦ παρουσίαν, καὶ τὴν ἐνάρετον ζωήν. Ὅταν γὰρ ἐπὶ γῆς βαδίζοντες, ὡς ἐν οὐρανῷ πολιτευώμεθα, μὴ ἐμπαθῶς ζῶντες, βασιλείαν ἔχομεν οὐρανῶν. «Οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς ὑπὸ Ἡσαΐου τοῦ προφήτου, λέγοντος· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ·

Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.» Ὁδός, τὸ Εὐαγγέλιον λέγεται· τρίβοι δέ, τὰ νομικὰ προστάγματα, ὡς κατατετριμμένα καὶ παλαιά. Φησὶ τοίνυν, ὅτι Ἕτοιμοι γένεσθε πρὸς τὴν εὐαγγελικὴν πολιτείαν, καὶ τὰς νομικὰς δὲ ἐντολὰς εὐθείας, τουτέστι, πνευματικὰς ποιήσατε.

Τὸ πνεῦμα γὰρ εὐθές ἐστιν. Ὅταν οὖν ἴδῃς Ἰουδαῖον σαρκικῶς νοοῦντα τὰ τοῦ νόμου, εἰπὲ ὅτι οὗτος τὰς τρίβους οὐκ ἐποίησεν εὐθείας, τουτέστιν, οὐ πνευματικῶς νοεῖ τὸν νόμον. «Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχε τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου.» Εἰς μετάνοιαν παρεκάλει καὶ ἀπὸ τοῦ σχήματος. Πενθικὴν γὰρ εἶχε τὴν στολήν.

Λέγουσι δὲ τὴν κάμηλον μεταξὺ εἶναι καθαροῦ καὶ μή. Καθὸ μὲν γὰρ μηρυκίζει, καθαρόν ἐστι· καθὸ δὲ οὐκ ἔστι δίχηλον κατὰ τοὺς ὄνυχας, οὐκ ἔστι καθαρόν. Ἐπεὶ οὖν καὶ ὁ Ἰωάννης, τόν τε καθαρὸν δοκοῦντα λαόν, τὸν Ἰουδαϊκόν, καὶ τὸν ἀκάθαρτον, τὸν ἐθνικόν, προσῆγε τῷ Θεῷ, καὶ μεσίτης ἦν παλαιᾶς διαθήκης καὶ νέας, διὰ τοῦτο ἐφόρει τὰς τρίχας τῆς καμήλου. «Καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ.» Πάντες οἱ ἅγιοι, ἐζωσμένοι εἰσάγονται παρὰ τῇ Γραφῇ, ὡς ἀεὶ ἐν ἔργῳ ὄντες· οἱ γὰρ ἀμελεῖς καὶ τρυφηλοί, οὐ ζώννυνται, ὡς νῦν οἱ Σαρακηνοί· ἢ ὅτι ἐνέκρωσαν τὰ πάθη τῆς ἐπιθυμίας· τὸ γὰρ δέρμα, νεκροῦ ζώου ἐστὶ μέρος. «Ἡ δὲ τροφὴ αὐτοῦ ἦν ἀκρίδες, καὶ μέλι ἄγριον.» Τινὲς λέγουσι βοτάνας εἶναι τὰς ἀκρίδας, ἃς καὶ μέλαγρα καλοῦσι· τινὲς δέ, τὰ ἀκρόδρυα ἤτοι ὀπώρας ἀγρίας· μέλι δὲ ἄγριον, τὸ ὑπὸ ἀγρίων μελισσῶν γεωργούμενον, ἐν δένδροις εὑρισκόμενον καὶ πέτραις. «Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα, καὶ πᾶσα ἡ Ἰουδαία, καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου.

Καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ὑπ’ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.» Εἰ καὶ ἐβαπτίζοντο, ἀλλ’ οὖν ἄφεσιν ἁμαρτιῶν οὐκ εἶχε τὸ Ἰωάννου βάπτισμα. Ἀλλὰ μόνην μετάνοιαν ἐκήρυττεν ὁ Ἰωάννης, καὶ εἰς ἄφεσιν ἁμαρτιῶν ἔφερεν· ἀντὶ τοῦ, εἰς τὸ τοῦ Χριστοῦ βάπτισμα ὡδήγει. παρ’ οὗ ἡ ἄφεσις τῶν ἁμαρτιῶν. «Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων.» Φαρισαῖος, ἑρμηνεύεται ἀποκεκομμένος. Ἐδόκουν γὰρ ἐν τῷ βίῳ καὶ τῇ γνώσει ἀποκεκόφθαι, καὶ ὑπερέχειν τῶν ἄλλων. «Καὶ Σαδδουκαίων.» Οὕτοι, οὔτε ἀνάστασιν ἐπίστευον, οὔτε ἄγγελον, οὔτε πνεῦμα. Ἑρμηνεύονται δέ, δίκαιοι. Σεδὲκ γάρ, ἡ δικαιοσύνη. Δικαίους γὰρ ἑαυτοὺς ὠνόμαζον. Ἢ ἀπὸ αἱρεσιάρχου Σαδὼκ ὀνομάζονται. «Ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ, εἶπεν αὐτοῖς.» Οὐκ ἤρχοντο μετὰ γνώμης ὀρθῆς, ὡς οἱ λοιποί. Διὰ τοῦτο καὶ καθάπτεται αὐτῶν. «Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;» Πικρῶς αὐτοῖς διαλέγεται, γινώσκων τὴν στρεβλότητα αὐτῶν, πλὴν ἀλλὰ καὶ ἐπαινεῖ, λέγων· Τίς ὑπέδειξεν ὑμῖν; Θαυμάζει γὰρ πῶς ἐγένετο τοῦτο, τὸ τὴν πονηρὰν αὐτῶν γενεὰν μετανοῆσαι. Γεννήματα δὲ ἐχιδνῶν λέγει αὐτούς, διότι ὥσπερ ταῦτα κατεσθίοντα τὰς μήτρας οὕτως ἐξέρχονται, οὕτω καὶ οὗτοι τοὺς πατέρας, ἤτοι διδασκάλους, τοὺς προφήτας, ἐφόνευον· ἀπὸ τῆς μελλούσης δὲ ὀργῆς, τῆς γεέννης, φησίν. «Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας.»

Ὁρᾷς τί λέγει, ὅτι οὐ δεῖ μόνον φεύγειν τὴν κακίαν, ἀλλὰ καὶ καρποὺς ἀρετῆς ποιεῖν. «Ἔκκλινον γάρ, φησίν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν.» «Καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ.» Τοῦτο ἦν αὐτοῖς εἰς ἀπώλειαν, ὅτι ἐν εὐγενείᾳ ἐθάῤῥουν. «Λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς καὶ ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.» Λίθοι, νοοῦνται μὲν καὶ τὰ ἔθνη, ἐξ ὧν πολλοὶ ἐπίστευσαν. Πλὴν ἀλλὰ καὶ οὕτως ἁπλῶς τοῦτο λέγει ὁ Ἰωάννης, ὅτι καὶ ἀπὸ λίθων δύναται τέκνα ποιῆσαι τῷ Ἀβραάμ. Καὶ γὰρ λίθος ἦν καὶ ἡ μήτρα τῆς Σάῤῥας, διὰ τὴν στείρωσιν, ἀλλ’ ἔτεκεν ὅμως· ἤγειρε δὲ καὶ τέκνα τῷ Ἀβραὰμ ὁ Κύριος ἀπὸ τῶν λίθων· πότε; ὅτε σταυρουμένου αὐτοῦ, ἰδόντες πολλοὶ τὰς πέτρας ῥαγείσας, ἐπίστευσαν. «Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται.» Ἀξίνην λέγει τὴν τοῦ Χριστοῦ κρίσιν. Δένδρα δέ, ἕνα ἕκαστον ἡμῶν. Ὁ οὖν μὴ πιστεύσας, ἐντεῦθεν ἤδη αὐτόῤῥιζος ἀποτέμνεται, καὶ εἰς γέενναν ἐμβάλλεται. «Πᾶν οὖν δένδρον.» Κἂν ἀπὸ τοῦ Ἀβραὰμ κατάγηται. «Μὴ ποιοῦν καρπὸν καλόν.» Οὐκ εἶπε, Μὴ ποιῆσαν, ἀλλά, Μὴ ποιοῦν. Ἀεὶ γὰρ δεῖ καρποφορεῖν. Εἰ γὰρ χθὲς ἠλέησας, σήμερον δὲ ἁρπάζεις, οὐκ εὐαρεστεῖς. «Ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται.» Τὸ τῆς γεέννης. «Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος, ἰσχυρότερός μου ἐστίν.» Εἶπεν αὐτοῖς· Ποιήσατε καρπόν.

Δείκνυσιν οὖν τίς ὁ καρπός, ὅτι τὸ πιστεῦσαι εἰς τὸν ὀπίσω αὐτοῦ ἐρχόμενον.

Ὀπίσω δὲ αὐτοῦ ἤρχετο ὁ Χριστός· καθὸ καὶ ὕστερος αὐτοῦ ἦν κατὰ τὴν γέννησιν, ἓξ μόνοις μησίν, ἀλλὰ καὶ κατὰ τὴν φανέρωσιν. Ἐφανερώθη γὰρ πρότερον ὁ Πρόδρομος, εἶτα ὁ Χριστός, ὑπ’ αὐτοῦ μαρτυρηθείς. «Οὐ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι.» Οὐδὲ δοῦλος, φησίν, ἔσχατος αὐτοῦ εἰμι, ὥστε βαστάζειν ταῦτα. Ὑποδήματα δὲ νοήσεις, καὶ τὰς δύο καταβάσεις αὐτοῦ, τήν τε ἐξ οὐρανοῦ εἰς γῆν, καὶ τὴν ἐκ γῆς εἰς τὸν ᾅδην. Ὑποδήματα γάρ εἰσιν ἡ δερματίνη σάρξ, καὶ ἡ νέκρωσις. Ταύτας οὖν τὰς δύο καταβάσεις, οὐ δύναται βαστάσαι ὁ Πρόδρομος, μὴ δυνάμενος νοῆσαι πῶς ἐγένοντο. «Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ.» Τουτέστι, Κατακλύσει ὑμᾶς ἀφθόνως ταῖς τοῦ Πνεύματος χάρισιν Ἐπεὶ τὸ μὲν ἐμόν, φησί, βάπτισμα, οὐ δίδωσι πνευματικὴν χάριν, οὐδὲ γὰρ τὴν ἄφεσιν ἁμαρτιῶν· αὐτὸς δέ, καὶ ἀφήσει ὑμῖν, καὶ Πνεῦμα δαψιλῶς δώσει. «Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ.» Μὴ νομίσητε ὅτι ἐὰν βαπτισθῆτε ὑπ’ ἐκείνου, εἶτα ἁμαρτάνητε, συγχωρήσει ὑμῖν. Ἀλλὰ καὶ πτύον ἔχει, τουτέστι, κρίσιν καὶ ἐξέτασιν. «Καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ.» Τουτέστι, τὴν Ἐκκλησίαν, ἥτις πολλοὺς μὲν ἔχει βεβαπτισμένους, ὥσπερ ἐν τῇ ἅλωνι πᾶν τὸ γεώργιον· ἀλλ’ ἐν τούτοις, οἱ μέν εἰσιν ἄχυρα, ὅσοι κοῦφοί εἰσι καὶ τοῖς πνεύμασι τῆς πονηρίας κινούμενοι· οἱ δέ, σῖτος, ὅσοι καὶ ἑτέρους ὠφελοῦσι, καὶ τρέφουσι διὰ διδασκαλίας καὶ πράξεως. «

Καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ· τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.» Ἄσβεστόν ἐστι τὸ πῦρ ἐκεῖνο· ὥστε φλυαρεῖ ὁ Ὠριγένης, λέγων ὅτι ἔσται τέλος τῆς κολάσεως. «Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ’ αὐτοῦ· ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτόν, λέγων.» Καθαρὸς ὢν βαπτίζεται, ἵνα ἡμᾶς ἀποπλύνῃ καὶ ἵνα δείξῃ ἡμῖν, ἐπ’ ἂν μέλλωμεν βαπτισθῆναι, προκαθαίρεσθαι· ἵνα μὴ μολύνωμεν τὸ βάπτισμα, μετὰ ταῦτα εὐκόλως ῥυπαινόμενοι διὰ τὴν πονηρὰν συνήθειαν. Κωλύει δὲ αὐτὸν ὁ Ἰωάννης, ἵνα μὴ νομίσωσιν οἱ ὁρῶντες, καὶ αὐτὸν ὡς ἕνα τῶν πολλῶν εἰς μετάνοιαν βαπτιζόμενον. «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι.» Χρείαν γὰρ εἶχεν ὁ Πρόδρομος ὑπὸ τοῦ Κυρίου καθαρισθῆναι. Ὡς γὰρ ἀπὸ τοῦ Ἀδὰμ καταγόμενος, καὶ αὐτὸς ἐπεσύρετο τὸ μόλυσμα τὸ ἐκ τῆς παρακοῆς ὁ Χριστὸς δὲ σαρκωθείς, ἐκαθάρισε πάντας. «Καὶ σὺ ἔρχῃ πρός με;» Οὐκ ἐτόλμησεν εἰπεῖν, ὅτι Καὶ σὺ βαπτίζῃ ὑπ’ ἐμοῦ; ἀλλά, «Καὶ σὺ ἔρχῃ;» οὕτως ηὐλαβεῖτο. «Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς, εἶπε πρὸς αὐτόν·

Ἄφες ἄρτι.» Νῦν, φησί, παραχώρησον· ἔσται δὲ καιρὸς ὅτε τὴν ἀξίαν δόξαν ἕξομεν, κἂν μὴ νῦν φαινώμεθα. «Οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην.» Τὸν νόμον λέγει δικαιοσύνην. Ἐπικατάρατος, φησίν, ἦν ἡ ἀνθρωπίνη φύσις, ὅτι τὸν νόμον οὐκ ἠδύνατο τελειῶσαι. Ἐγὼ τοίνυν ἐτέλεσα καὶ τἄλλα τοῦ νόμου· λείπει δέ μοι τοῦτο, τὸ βαπτισθῆναι. Τοῦτο τοίνυν τελέσας, ἀπαλλάξω τὴν φύσιν τῆς κατάρας· τοῦτο γὰρ ἐμοὶ πρέπει. «Τότε ἀφίησιν αὐτόν· καὶ βαπτισθεὶς ὁ Ἰησοῦς.» Τριάκοντα ἐτῶν ὢν βαπτίζεται, ἐπεὶ αὕτη ἡ ἡλικία δέχεται πάντα τὰ ἁμαρτήματα Ἐν μὲν γὰρ τῇ πρώτῃ ἡλικίᾳ, πολὺ τὸ ἀνόητον ἐν δὲ τῇ δευτέρᾳ, τῇ τῶν νεωτέρων, πολλὴ ἡ φλὸξ τῆς ἐπιθυμίας καὶ τοῦ θυμοῦ· ἐν δὲ ταύτῃ τῇ τῶν ἀνδρῶν, πολλὴ ἡ φιλοχρηματία. Ἀνέμεινεν οὖν ταύτην τὴν ἡλικίαν, ἵνα διὰ πασῶν τῶν ἡλικιῶν πληρώσῃ τὸν νόμον, καὶ ἁγιάσῃ ἡμᾶς. «Εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος.» Οἱ Μανιχαῖοι λέγουσιν, ὅτι τὸ σῶμα αὐτοῦ ἀπέθετο ἐν τῷ Ἰορδάνῃ, κατὰ φαντασίαν δὲ ἄλλο σῶμα ἔδειξεν.

Ἐπιστομίζονται δὲ ἐντεῦθεν. Ὁ Ἰησοῦς γάρ, φησίν, ἀνέβη· οὐκ ἄλλος ἀνέβη, ἀλλ’ ὁ καταβὰς εἰς τὸ ὕδωρ. «Καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί.» Ὁ μὲν Ἀδὰμ αὐτοὺς ἔκλεισε· διὰ δὲ τὸν Χριστὸν ἀνοίγονται· ἵνα μάθῃς, ὅτι καὶ σὺ ὅταν βαπτίζῃ, ἀνοίγεις αὐτούς. «Καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστεράν, καὶ ἐρχόμενον ἐπ’ αὐτόν, καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν, λέγουσα.» Κατέρχεται τὸ Πνεῦμα, ἵνα μαρτυρήσῃ, ὅτι μείζων ὁ βαπτιζόμενος ἢ ὁ βαπτίζων. Οἱ γὰρ Ἰουδαῖοι μέγαν εἶχον τὸν Ἰωάννην, τοῦ δὲ Χριστοῦ οὐ τοσοῦτον ἐφρόντιζον. Εἶδον δὲ τὸ Πνεῦμα πάντες ἐρχόμενον ἐπὶ τὸν Ἰησοῦν, ὡς ἂν μὴ νομίσωσιν ὅτι ἡ φωνὴ ἡ λέγουσα, «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός,» διὰ τὸν Ἰωάννην ἐγένετο, ἀλλ’ ἰδόντες τὸ Πνεῦμα, πιστεύσωσιν, ὅτι ἡ φωνὴ αὕτη διὰ τὸν Ἰησοῦν ἐστιν. Ὡσεὶ περιστερὰν δέ, διὰ τὸ ἄκακον καὶ πρᾶον· καὶ ὅτι καθαρώτατόν ἐστιν ἡ περιστερά, καὶ ἔνθα δυσωδία ἐστίν, οὐ παραμένει· οὕτω καὶ τὸ ἅγιον Πνεῦμα. Ἀλλὰ καὶ ἐπὶ τοῦ Νῶε, περιστερὰ ἤγγειλε τὴν λύσιν τοῦ κατακλυσμοῦ, κάρφος ἐλαίας φέρουσα· οὕτω καὶ ἐνταῦθα τὸ Πνεῦμα τὸ ἅγιον, δηλοῖ λύσιν τῶν ἁμαρτιῶν. Ἐκεῖ κάρφος ἐλαίας, ἐνταῦθα δὲ ἔλεος Θεοῦ. «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα·» τουτέστιν, Ἐν ᾧ ἀναπαύομαι, ἐν ᾧ ἀρέσκομαι.

ΚΕΦΑΛ. Δʹ. Περὶ πειρασμοῦ τοῦ Χριστοῦ, περὶ τῆς τοῦ Πέτρου, καὶ Ἀνδρέου, καὶ τῶν υἱῶν τοῦ Ζεβεδαίου κλήσεως. «Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος.» Διδάσκων ἡμᾶς, ὅτι μετὰ τὸ βάπτισμα, μᾶλλον δεῖ προσδοκᾷν πειρασμούς, ἀνάγεται ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου οὐδὲν γὰρ ἄνευ τοῦ Πνεύματος ἔπραττεν. Ἀνάγεται δὲ εἰς τὴν ἔρημον, ἵνα δείξῃ ἡμῖν, ὅτι ὁ διάβολος τότε πειράζει ἡμᾶς, ὅταν εἰδῇ μεμονωμένους, καὶ μὴ ὑπ’ ἀλλήλων βοηθουμένους.

Δεῖ οὖν ἡμᾶς μὴ ἀβούλως ἑαυτοῖς θαῤῥεῖν. «Πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.» Διάβολος λέγεται ὡς διαβαλὼν τὸν Θεὸν πρὸς τὸν Ἀδάμ. Εἶπε γὰρ αὐτῷ, ὅτι ὁ Θεὸς φθονεῖ ὑμῖν. Καὶ νῦν δὲ τὴν ἀρετὴν διαβάλλει πρὸς ἡμᾶς. «Καὶ νηστεύσας.» Ἐνήστευσεν, ἵνα δείξῃ. ὅτι ὅπλον μέγα ἡ νηστεία κατὰ τῶν πειρασμῶν, ὥσπερ ἀρχὴ πάσης ἁμαρτίας, ἡ τρυφή. «Ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα.» Τοσαύτας νηστεύει ὅσας καὶ Μωσῆς, καὶ Ἠλίας· εἰ γὰρ πλείους, ἔδοξεν ἂν φαντασία ἡ σάρκωσις. «Ὕστερον ἐπείνασεν.» Ὅτι συνεχώρησε τῇ φύσει, τότε καὶ ἐπείνασεν, ἵνα δώσῃ ἀφορμὴν τῷ διαβόλῳ προσελθεῖν καὶ συμπλακῆναι αὐτῷ διὰ τῆς πείνης, καὶ οὕτω ῥίψῃ αὐτὸν καὶ καταβάλῃ, καὶ τὴν νίκην χαρίσηται ἡμῖν. «Καὶ προσελθὼν αὐτῷ ὁ πειράζων, εἶπεν· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι αὖτοι ἄρτοι γένωνται.» Ἤκουσε τῆς ἐξ οὐρανοῦ φωνῆς ὁ λῃστής. Πάλιν εἶδεν αὐτὸν πεινῶντα, καὶ ἀμφέβαλλε λοιπόν, πῶς ὁ Υἱὸς τοῦ Θεοῦ πεινᾷ· διὰ τοῦτο τοίνυν πειράζει αὐτόν, ἵνα μάθῃ Κολακεύει δὲ αὐτόν, νομίζων ὑποκλέψαι, ἐν τῷ λέγειν· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ.» Ἀλλ’ ἐρωτᾷς· Καὶ τί ἁμάρτημα ἦν τὸ ποιῆσαι τοῦς λίθους ἄρτους; Ἄκουε οὖν, ὅτι τὸ ἀκούειν τοῦ διαβόλου κατά τι, ἁμάρτημά ἐστιν. Ἄλλως τε ἴδε· οὐκ εἶπεν, Ἵνα ὁ λίθος οὗτος γένηται ἄρτος, ἀλλ’ Οἱ λίθοι, θέλων ῥίψαι τὸν Χριστὸν εἰς περιττότητα.

Τῷ γὰρ πεινῶντι εἷς ἄρτος ἀρκεῖ πάντως· διὰ τοῦτο ὁ Χριστὸς οὐκ ἤκουσεν αὐτοῦ. «Ὁ δὲ ἀποκριθείς, εἶπε· Γέγραπται, Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.» Ἀπὸ τῆς Παλαιᾶς ἐστιν ἡ μαρτυρία· Μωσέως γὰρ ὁ λόγος.

Καὶ γὰρ καὶ οἱ Ἑβραῖοι, τῷ μάννα ἐτράφησαν, οὐκ ἄρτῳ ὄντι, ἀλλὰ διὰ ῥήματος Θεοῦ, πᾶσαν χρείαν τῶν Ἑβραίων πληροῦντι, καὶ πάντα γινομένῳ ὅσα ἂν φαγεῖν τις ἐπεθύμει. Εἴτε γὰρ ἰχθύος, εἴτε ὠοῦ, εἴτε τυροῦ ἐπεθύμει ὁ Ἰουδαῖος, τοιαύτην γεῦσιν παρεῖχεν αὐτῷ τὸ μάννα. «Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ.» Μέρος τι τοῦ ἱεροῦ, οἵα τὰ παρ’ ἡμῖν λεγόμενα δίῤῥυτα· ὥσπερ γὰρ πτέρυγες δοκοῦσιν. «Καὶ λέγει αὐτῷ· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλλε σεαυτὸν κάτω. Γέγραπται γάρ, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.» Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, μονονουχὶ τοῦτο λέγει· Ἐγὼ οὐ πιστεύω τῇ ἐξ οὐρανῶν φωνῇ· ὅμως σύ, εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, δεῖξόν μοι. Καίτοι γε, ὦ μιαρέ, εἰ Υἱὸς ἦν τοῦ Θεοῦ, κατεκρήμνισεν ἂν ἑαυτόν; Τῆς σῆς ὠμότητος τοῦτό ἐστι, τὸ κατακρημνίζειν τοὺς δαιμονῶντας·

Θεοῦ δέ, τὸ σώζειν. Οὐ γέγραπται δὲ τό, «Ἐπὶ χειρῶν ἀροῦσί σε,» περὶ τοῦ Χριστοῦ, ἀλλὰ περὶ τῶν ἁγίων, τῶν δεομένων βοηθείας ἀγγελικῆς. Ὁ δὲ Χριστὸς οὐ δεῖται, Θεὸς ὤν. «Ἔφη αὐτῷ ὁ Ἰησοῦς· Πάλιν γέγραπται· Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.» Ἡμέρως αὐτὸν ἀποκρούεται ὁ Χριστός, διδάσκων ἡμᾶς διὰ τῆς πραότητος νικᾷν τοὺς δαίμονας. «Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὅρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου, καὶ τὴν δόξαν αὐτῶν, καὶ λέγει αὐτῷ· Ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι.» Τινὲς μὲν νομίζουσιν ὄρος ὑψηλόν, τὸ τῆς φιλοχρηματίας πάθος, εἰς ὁ σπουδάζει ἀναγαγεῖν τὸν Ἰησοῦν ὁ ἐχθρός· ἀλλ’ οὐ καλῶς νομίζουσιν.

Αἰσθητῶς γὰρ ἐφάνη αὐτῷ ὁ διάβολος· λογισμοὺς γὰρ ὁ Κύριος οὐκ ἐδέξατο, μὴ γένοιτο. Αἰσθητῶς οὖν αὐτῷ ἔδειξεν ἐν τῷ ὄρει πάσας τὰς βασιλείας, κατὰ φαντασίαν ὑποστήσας αὐτῷ πρὸ ὀφθαλμῶν ταύτας, καί, «Ταῦτα πάντα σοι δώσω,» φησίν. Ὡς γὰρ ἴδιον ὄντα τὸν κόσμον λογίζεται, ὑπὸ ὑπερηφανίας· τοῦτο δὲ καὶ νῦν λέγει τοῖς πλεονέκταις, ὥστε οἱ προσκυνοῦντες αὐτῷ, ἐκεῖνοι ταῦτα ἔχουσιν. «Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὕπαγε ὀπίσω μου, Σατανᾶ· γέγραπται γάρ· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» Ὀργίζεται ὁ Κύριος αὐτῷ, ὅτε εἶδε αὐτὸν τὰ τοῦ Θεοῦ σφετεριζόμενον, καὶ λέγοντα· «Ταῦτα πάντα σοι δώσω.» ὡς ἴδια. Μάθε δὲ πῶς ὠφελοῦσιν αἱ Γραφαί· ὁ γὰρ Κύριος ἀπ’ αὐτῶν ἐπεστόμισε τὸν ἐχθρόν. «Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος· καὶ ἰδοὺ ἄγγελοι προσῆλθον, καὶ διηκόνουν αὐτῷ.» Τοὺς τρεῖς πειρασμοὺς ἐνίκησεν ὁ Κύριος, τὸν τῆς γαστριμαργίας, τὸν τῆς κενοδοξίας, καὶ τὸν τῆς φιλοχρηματίας, ἥγουν φιλοπλουτίας. Οὗτοι γάρ εἰσιν οἱ ἄρχοντες τῶν παθῶν· τούτους οὖν νικήσας, καὶ τοὺς ἄλλους πολλῷ μᾶλλον. Ὅθεν ὁ Λουκᾶς φησὶν ὅτι πάντα πειρασμὸν ἐτέλεσε, τὰς κεφαλὰς τῶν πειρασμῶν τελέσας.

Ὅθεν καὶ ἄγγελοι διακονοῦσιν αὐτῷ, ἵνα δειχθῇ ὅτι καὶ ἡμῖν μετὰ τὴν νίκην ἄγγελοι ὑπηρετήσουσι. Πάντα γὰρ δι’ ἡμᾶς καὶ ποιεῖ καὶ δείκνυσιν ὁ Χριστός. Ἐπεὶ αὐτῷ, ὡς Θεῷ, ἀεὶ οἱ ἄγγελοι ὑπουργοῦσιν. «Ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν· καὶ καταλιπὼν τὴν Ναζαρέτ, ἐλθὼν κατῴκησεν εἰς Καπερναούμ, τὴν παραθαλασσίαν, ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ.» Ἀναχωρεῖ ὁ Ἰησοῦς, παιδεύων ἡμᾶς μὴ ἐπιῤῥίπτειν ἑαυτοὺς τοῖς κινδύνοις. Ἀναχωρεῖ δὲ εἰς τὴν Γαλιλαίαν, ὅ ἐστι, τὴν κατακυλιστήν. Τὰ γὰρ ἔθνη εἰς τὴν ἁμαρτίαν κατεκυλίοντο. Καὶ κατοικεῖ ἐν Καπερναούμ, ὅ ἐστιν οἶκος παρακλήσεως· ἵνα γὰρ ποιήσῃ τὰ ἔθνη οἶκον τοῦ Παρακλήτου, διὰ τοῦτο κατῆλθε. Ζαβουλὼν δὲ ἑρμηνεύεται νυκτερία·

Νεφθαλεὶμ δέ, πλατυσμός. Τὰ τοίνυν ἔθνη, καὶ νύκτα εἶχον καὶ πλατυσμὸν ἐν τῇ ζωῇ. Οὐ γὰρ τὴν στενὴν ὁδὸν ἐβάδιζον, ἀλλὰ τὴν εἰς ἀπώλειαν φέρουσαν. «Ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου, λέγοντος· Γῆ Ζαβουλῶν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν· ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, εἶδε φῶς μέγα· καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾶ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς.» Ὁδὸν θαλάσσης, ἀντὶ τοῦ, ἡ πρὸς τὴν ὁδὸν τῆς θαλάσσης κειμένη. Φῶς δὲ μέγα, τὸ Εὐαγγέλιον. Ὁ γὰρ νόμος, φῶς καὶ αὐτὸς ἦν, ἀλλὰ μικρόν. Σκιὰ δὲ θανάτου, ἡ ἁμαρτία· ὁμοίωμα γὰρ καὶ σκιαγραφία τοῦ θανάτου ἐστίν.

Ὡς γὰρ ὁ θάνατος τὸ σῶμα, οὕτως αὕτη τὴν ψυχὴν κατέχει. Ἀνέτειλε δὲ τὸ φῶς ἡμῖν. Οὐ γὰρ ἡμεῖς ἐζητήσαμεν αὐτό, ἀλλ’ ἐκεῖνο ἐπεφάνη ἡμῖν, ὡσανεὶ καταδιῶξαν ἡμᾶς. «Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν.» Ἀφ’ οὗ ἐδεσμεύθη ὁ Ἰωάννης, ἤρξατο κηρύσσειν ὁ Ἰησοῦς. Ἀνέμενε γὰρ τὸν Ἰωάννην πρότερον μαρτυρῆσαι περὶ αὐτοῦ, καὶ κατασκευάσαι αὐτῷ ὁδόν, δι’ ἧς ἔμελλεν ἐλθεῖν, ὥσπερ καὶ τοῖς δεσπόταις οἱ δοῦλοι προετοιμάζουσιν. Ἶσος γὰρ ὢν τῷ Πατρὶ ὁ Κύριος, εἶχε καὶ αὐτὸς προφήτην τὸν Ἰωάννην, ὥσπερ ὁ Πατὴρ αὐτοῦ καὶ Θεὸς εἶχε τοὺς πρὸ τοῦ Ἰωάννου προφήτας, μᾶλλον δὲ κἀκεῖνοι τοῦ τε Πατρὸς καὶ τοῦ Υἱοῦ εἰσιν. «Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Βασιλεία τῶν οὐρανῶν ἐστὶ καὶ ὁ Χριστός, ἔστι δὲ καὶ ἡ ἐνάρετος ζωή. Ὅταν γάρ τις ὡς ἄγγελος πολιτεύηται ἐν γῇ, ἆρα οὐκ οὐράνιός ἐστιν; ὥστε ἐν ἑκάστῳ ἡμῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, ἐὰν ἀγγελικῶς ζῶμεν. «Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν (ἦσαν γὰρ ἁλιεῖς), καὶ λέγει αὐτοῖς.» Οὗτοι τοῦ Ἰωάννου ἐγένοντο μαθηταί. Ζῶντος δὲ ἔτι τοῦ Ἰωάννου, προσῆλθον τῷ Χριστῷ.

Ὡς δὲ εἶδον τὸν Ἰωάννην δεσμευθέντα, πάλιν ὑπέστρεψαν εἰς τὴν ἁλιευτικήν, καὶ οὕτως ἐλθὼν ὁ Χριστός, ἁλιεύει αὐτούς, λέγων· «Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.

Οἱ δέ, εὐθέως ἀφέντες τὰ δίκτυα, ἠκολούθησαν αὐτῷ.» Ὅρα ὑπηκόους ἀνθρώπους, εὐθέως ἠκολούθησαν αὐτῷ. Ὅθεν δῆλον ὅτι δευτέρα ἐστὶν ἡ κλῆσις αὔτη. Προδιδαχθέντες γὰρ ὑπὸ τοῦ Χριστοῦ, εἶτα ἀφέντες αὐτόν, ἑτοίμως πάλιν ἠκολούθησαν ἰδόντες αὐτόν. «Καὶ προβὰς ἐκεῖθεν, εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν.» Ἀρετὴ μεγίστη, τὸ γηροτροφεῖν τὸν πατέρα αὐτῶν, καὶ ἀπὸ δικαίων τρέφεσθαι πόνων. «Καταρτίζοντας τὰ δίκτυα αὐτῶν.» Πένητες γὰρ ἦσαν, καὶ διὰ τοῦτο μὴ δυνάμενοι νέα ὠνήσασθαι, τὰ παλαιὰ συνέῤῥαπτον. «Οἱ δέ, εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν, ἠκολούθησαν αὐτῷ.» Φαίνεται ὁ Ζεβεδαῖος μὴ πιστεύσας, καὶ διὰ τοῦτο ἀφῆκαν αὐτόν.

Ὁρᾷς πότε δεῖ ἀφεῖναι τὸν πατέρα, ὅταν ἐμποδίζῃ πρὸς ἀρετὴν καὶ θεοσέβειαν. Οὗτοι δὲ ἰδόντες τοὺς προτέρους ἀκολουθοῦντας, εἰκότως ἠκολούθησαν, μιμησάμενοι ἐκείνους. «Καὶ περιῆγε ὁ Ἰησοῦς ὅλην τὴν Γαλιλαίαν, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ Εὐαγγέλιον τῆς βασιλείας.» Ἵνα δείξῃ ὅτι οὐκ ἔστιν ἐναντίος τῷ νόμῳ, εἰσέρχεται εἰς τὰς συναγωγὰς τῶν Ἑβραίων. «Καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.» Τῶν σημείων ἄρχεται, ἵνα πιστώσηται ἃ διδάσκει. Νόσος δέ ἐστιν ἡ χρονία κακοπάθεια· μαλακία δέ, ἡ πρόσκαιρος ἀνωμαλία τοῦ σώματος. «Καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, καὶ σεληνιαζομένους, καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς.» Οὐκ ἀπῄτησεν ὁ Χριστός τινα ἐκ τῶν προσαγομένων, πίστιν, διότι αὐτὸ τοῦτο πίστεως ἦν, τὸ μακρόθεν προσφέρειν αὐτούς. Σεληνιαζομένους δὲ λέγει τοὺς δαιμονῶντας. Ὁ γὰρ δαίμων, θέλων ἐνσπεῖραι τοῖς ἀνθρώποις ὅτι οἱ ἀστέρες κακοποιοί εἰσιν, ἐπετήρει τὴν σελήνην ὁλόκυκλον οὖσαν, καὶ τότε ἐπετίθετο, ἵνα δόξῃ ἡ σελήνη τοῦ πάθους αἰτία, καὶ διαβληθῇ ἡ δημιουργία τοῦ Θεοῦ, ὥσπερ καὶ οἱ Μανιχαῖοι ἐπλανήθησαν.

Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας, καὶ Δεκαπόλεως, καὶ Ἱεροσολύμων, καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.