Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τὰ εὐαγγέλια ἐξηγήσεις

Θεοφύλακτος Βουλγαρίας

Ερμηνεία εις το Κατά Ιωάννην: Η Ανάσταση του Λαζάρου, το άλειμμα με μύρο και η Είσοδος στα Ιεροσόλυμα

Το μέγα θαύμα της έγερσης του Λαζάρου, η συνωμοσία των αρχιερέων, το μύρωμα του Κυρίου από τη Μαρία, η υποδοχή με τα βαΐα και η προσέλευση των Ελλήνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 25 από 28

ΚΕΦΑΛ. ΙΑʹ. Περὶ τῆς ἐγέρσεως τοῦ Λαζάρου. Περὶ τῆς τῶν ἀρχιερέων καὶ τῶν Φαρισαίων βουλῆς περὶ τοῦ ἀποκτεῖναι τὸν Ἰησοῦν. Περὶ ὧν εἶπεν ὁ Καϊάφας. «Ἦν δέ τις ἀσθενῶν Λάζαρος, ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς.

Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ, καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν ἑαυτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. Ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· Κύριε, ἴδε, ὃν φιλεῖς ἀσθενεῖ.» Μόνος μὲν Ἰωάννης καὶ ταύτης τῆς ἱστορίας μέμνηται. Μέμνηται δὲ διὰ τὸ παιδεῦσαι ἡμᾶς, μὴ δυσχεραίνειν, ἐάν τις ἀσθένεια γένηται περὶ τοὺς σπουδαίους καὶ θεοφιλεῖς ἄνδρας, ἐπεὶ καὶ Λάζαρος, ὢν τοῦ Χριστοῦ φίλος, ἠσθένει. Χρὴ δὲ καὶ τοῦτο μὴ ἀγνοεῖν, ὅτι οὐκ ἦν Μαρία αὕτη ἡ ἀλείψασα τὸν Κύριον μύρῳ, ἡ πόρνη ἡ παρὰ τῷ Λουκᾷ, ἢ ἡ παρὰ τῷ Ματθαίῳ· ἀλλ’ ἄλλη, οὐχὶ πόρνη, ἀλλὰ σεμνή, καὶ θεοφιλής, καὶ σπουδαία. Καὶ γὰρ περὶ τὴν ὑποδοχὴν ἐσπούδασε τοῦ Χριστοῦ καὶ διηκόνει, ὡς αὐτὸς Ἰωάννης προϊὼν μαρτυρεῖ· ἀλλὰ καὶ τὴν ἀγαθὴν μερίδα μαρτυρεῖται ἐκλέξασθαι, ὡς ὁ Λουκᾶς φησιν. Οὕτω δὲ ἧσαν θαυμασταὶ αἱ ἀδελφαὶ καὶ γνώριμαι, ὥστε καὶ τὸν Λάζαρον ἐξ αὐτῶν μᾶλλον καθίστασθαι γνώριμον. «Ἦν γάρ, φησίν, ὁ Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας.» Διὰ τί δὲ πέμπουσι καλοῦσαι τὸν Ἰησοῦν, καὶ οὐκ αὐταὶ προσέρχονται, ὥσπερ ὁ ἑκατόνταρχος καὶ ὁ βασιλικός; Διότι σφόδρα ἐθάῤῥουν τῷ Χριστῷ, καὶ ὅτι γυναῖκες ἦσαν, καὶ οὐκ ἔδει αὐτὰς οὕτω ῥᾳδίως προέρχεσθαι τοῦ δωματίου, καὶ ὅτι τῷ πένθει κατείχοντο, καὶ ἠσχολοῦντο περὶ τὸν ἀδελφόν.

Ὅτι γὰρ οὐκ ἀπὸ καταφρονήσεως τοῦτο πεποιήκασι, δῆλον ἐκ τῶν μετὰ ταῦτα· πολλὴν γὰρ τὴν τιμὴν καὶ τὸ σέβας ἐπιδείκνυνται καὶ τὴν δέησιν ἐπίμονον.

Τὸ δέ, «Ἴδε ὃν φιλεῖς,» λέγουσι, πρὸς οἶκτον ἐπισπάσασθαι βουλόμεναι τὸν Κύριον, διὰ τοῦ ὑπομνῆσαι αὐτὸν τοῦ τῆς φιλίας ὀνόματος. Ἐμφαίνει δέ τινα καὶ πίστιν τοῦτο τὸ ῥῆμα τῶν γυναικῶν. Οὕτω γὰρ ᾔδεσαν πολλὴν τῷ Κυρίῳ περιεῖναι δύναμιν, ὥστε θαυμάζειν, ὅτι ἥψατο ἀσθένεια ἀνδρὸς φιλουμένου παρ’ αὐτοῦ. Θαυμαστικὸν γάρ πως εἶναι δοκεῖ τό, «Ἴδε, ὃν φιλεῖς ἀσθενεῖ.» «Ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν· Αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ’ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ δι’ αὐτῆς. Ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν, καὶ τὴν ἀδελφὴν αὐτῆς, καὶ τὸν Λάζαρον. Ὡς οὖν ἤκουσεν, ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ, δύο ἡμέρας.» Ἐπειδὴ ἔμελλεν ἐκεῖ μεῖναι ἡμέρας δύο, τούτου ἕνεκέν φησιν, ὅτι «Οὐκ ἔστιν ἡ ἀσθένεια πρὸς θάνατον,» καίτοι πρὸς θάνατον γέγονεν· ἀλλ’, ὅπερ ἔφην, τέως μετεωρίσαι θέλων τοὺς μηνυτάς, καὶ οἱονεί τινα παραμυθίαν αὐτοῖς διδούς, ὡς ἂν μὴ ἐγκείμενοι ἐνοχλοῖεν, τούτου ἕνεκέ φησιν, ὅτι «Οὐκ ἔστι πρὸς θάνατον.» Ἄλλως τε, Εἰ καλῶς σκοπήσεις, οὐδὲ πρὸς θάνατον ἦν ἡ ἀῤῥωστία τοιοῦτον, οἷον θνήσκουσιν οἱ πολλοὶ μακροχρόνιον, ἀλλὰ πρόσκαιρον, καὶ πρὸς τέσσαρας ἡμέρας συστάντα. Ἐπεὶ δὲ ἀνέστη τετραήμερος, πρὸς τὸ πέρας ὁρῶντες τοῦ πράγματος, λέγομεν μὴ εἶναι «πρὸς θάνατον» τὴν ἀσθένειαν, «ἀλλ’ ὑπὲρ τῆς δόξης, φησί, τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ.»

Ὁρᾷς μίαν τὴν δόξαν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ; Εἰπὼν γάρ, «ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ,» ἐπήγαγε· «Ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ.» Ἀπαράλλακτος γὰρ ἡ τοῦ Θεοῦ δόξα, του Πατρὸς δὴ λέγω, πρὸς τὴν τοῦ Υἱοῦ.

Θεὸς ἄρα καὶ ὁ Υἱός, ὡς ὁ Πατήρ, κυρίως καὶ ἀληθῶς. Ὧν γὰρ ἡ δόξα μία, καὶ ἡ οὐσία μία. Αἰσχυνέσθωσαν τοίνυν κἀντεῦθεν Ἀρειανοί. Τὸ δέ, «Ἵνα δοξασθῇ,» μὴ αἰτιολογικὸν νοήσῃς, ἀλλὰ τῆς ἐκβάσεως καὶ τοῦ ἀποτελέσματος, ὡς πολλάκις εἴπομεν.

Οὐ γὰρ ἵνα δοξασθῇ ὁ Θεός, διὰ τοῦτο ἠσθένησεν ὁ Λάζαρος· ἀλλὰ συνέβη μὲν ἑτέρωθεν ἡ ἀῤῥωστία, ἐχρήσατο δὲ ὁ Κύριος αὐτῇ εἰς δόξαν Θεοῦ. «Ἔμεινε δὲ ἡμέρας δύο,» ἵνα ἀποψύξῃ· ἵνα μηδεὶς ἔχῃ λέγειν, ὅτι κάρος ἦν, ὅτι ἔκλυσις ἦν, ὅτι κάτοχος ἐγένετο, καὶ οὐκ ἀπέθανε. Διὰ τοῦτο καὶ χρόνον τοσοῦτον μένει, ὥστε καὶ φθορὰν γενέσθαι, καὶ εἰπεῖν τὴν ἀδελφήν, ὅτι «ὄζει.» «Ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν. Λέγουσιν αὐτῷ οἱ μαθηταί·

Ῥαββεί, νῦν ἐζήτουν σε οἱ Ἰουδαῖοι λιθάσαι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; Ἀπεκρίθη ὁ Ἰησοῦς· Οὐχὶ δώδεκα ὧραί εἰσι τῆς ἡμέρας; Ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει. Ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.» Οὐδαμοῦ μὲν ἀλλαχοῦ προεῖπεν, ὅπου μέλλει πορεύεσθαι, ἐνταῦθα δὲ μόνον φαίνεται προλέγων, ἐπειδὴ ἐδεδοίκεισαν σφόδρα οἱ μαθηταὶ τὸ εἰς τὴν Ἰουδαίαν ἀπελθεῖν. Διὰ τοῦτο οὖν προλέγει, ἵνα μὴ τῷ ἀθρόῳ διαταραχθῶσιν, ἐξαίφνης ἀπαγόμενοι εἰς χώραν, ἣν ἐδεδοίκεισαν. Ἐπεὶ οὖν ἐφοβοῦντο καὶ ὑπὲρ αὐτοῦ μὲν (οὔπω γὰρ τελείαν τὴν περὶ αὐτοῦ γνῶσιν εἶχον), τὸ δὲ πλέον ὑπὲρ ἑαυτῶν, φασίν, ὅτι «Νῦν ἐζήτουν σε οἱ Ἰουδαῖοι λιθάσαι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;» Ὁ δὲ παραθαῤῥύνει αὐτούς, καί φησιν, ὅτι Ὥσπερ ὁ τὸ φῶς βλέπων οὐ προσπταίει, ὁ δὲ ἐν νυκτὶ περιπατῶν, ἐκεῖνος προσκόπτει· οὕτως ὁ μὲν τὸ ἀγαθὸν ποιῶν, καὶ ἐν φωτεινοῖς ἔργοις περιπατῶν, οὐδὲν πείσεται δεινόν· ὁ δὲ τὰ φαῦλα πράσσων πείσεται δεινόν. Ὥστε ὑμᾶς οὐ χρὴ δεδοικέναι· οὐδὲν γὰρ ἄξιον θανάτου ἐπράξαμεν. Ἢ καὶ ἄλλως· Εἰ ὁ τὸ φῶς, φησί, βλέπων τοῦτο, οὐ προσκόπτει, πολλῷ μᾶλλον ὁ μετ’ ἐμοῦ ὤν, ἑὰν μὴ ἀποστήσῃ ἑαυτὸν ἐμοῦ, οὐκ ἂν προσκόψῃ. Ὥστε καὶ ὑμεῖς μετ’ ἐμοῦ τοῦ φωτὸς ὄντες, μάτην δεδοίκατε.

Ἄλλοι δὲ ἡμέραν μὲν νοοῦσι τὸν πρὸ τοῦ πάθους καιρόν, νύκτα δὲ τὸν τοῦ πάθους. Ὑμεῖς οὖν, φησίν, ἕως ἡμέρα ἐστίν, τουτέστιν, ἕως οὔπω ὁ τοῦ πάθους καιρὸς ἐνέστη, οὐ μὴ προσκόψητε· οὐ γὰρ διωχθήσεσθε παρ’ Ἰουδαίων, οὔτε ἄλλο ἀντίξουν ὑμῖν ἀπαντήσεται [ἀπαντήσετε].

Ὅταν δὲ ἡ νὺξ ἔλθῃ, τὸ πάθος δή φημι τὸ ἐμόν, τότε δὴ συσταλήσεσθε μὲν ἐν οἰκίσκῳ ἑνὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων. «Ἔκτοτε δὲ θλίψεις, καὶ ὀδύνας, καὶ πολλὰ προσκόμματα καὶ ἐναντιώματα ἕξετε,» ὅτε οὐκ ἔτι ἐγὼ τὸ φῶς μεθ’ ὑμῶν σωματικῶς συνδιάξω, ἀλλὰ νύκτα τὴν τῶν θλίψεων ἕξετε. «Ταῦτα εἶπε, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι, ἵνα ἐξυπνίσω αὐτόν. Εἶπον οὖν οἱ μαθηταὶ αὐτῷ·

Κύριε, εἰ κεκοίμηται, σωθήσεται. Εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ, ἐκεῖνοι δὲ ἔδοξαν, ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. Τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παῤῥησίᾳ· Λάζαρος ἀπέθανε, καὶ χαίρω δι’ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ.

Ἀλλ’ ἄγωμεν πρὸς αὐτόν. Εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς· Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ’ αὐτοῦ.» Ἐπειδὴ ἐκεῖνοι ἐδεδοίκεσαν τὴν Ἰουδαίαν, φησὶν αὐτοῖς ὁ Κύριος· Εἰ καὶ ἐζήτουν με οἱ Ἰουδαῖοι λιθάσαι, ἀλλ’ ὡς διαλεγόμενον αὐτοῖς καὶ ἐλέγχοντα· νῦν δὲ οὐχ ὡς διαλεξόμενος ἄπειμι, ἀλλ’ ὡς τὸν φίλον ἐπισκεψόμενος.

Ὥστε οὐ χρὴ δεδοικέναι. Οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς ἄπειμι ἐφ’ οἷς καὶ πρώην, ἵνα καὶ τὸν ἐκ τῶν Ἰουδαίων φοβηθῶ κίνδυνον, ἀλλ’ ἐπὶ φίλου ἐξυπνισμῷ. Οἱ δὲ ἐκκόψαι τὴν ἐκεῖ πορείαν βουλόμενοι. Ἀρκετόν, φασίν, ἔστιν· «Εἰ κεκοίμηται, σωθήσεται.» Οὐκοῦν οὐ δεῖ ἡμᾶς ἀπελθεῖν· οὐ γάρ ἐστιν ἀναγκαῖον.

Καίτοι αὐτὸς καὶ διὰ τοῦτο προσέθηκε τό, «ὁ φίλος ἡμῶν,» ἵνα δείξῃ ἀναγκαίαν τὴν ἐκεῖ παρουσίαν· ἀλλ’ αὐτοὶ οὐκ ἀναγκαίαν ταύτην φασίν, ἤδη ἐκείνου σεσωσμένου διὰ τοῦ ὑπνῶσαι. Μᾶλλον δὲ οὐκ ἀναγκαία οὐ μόνον ἐστὶν ἡ παρουσία σου, φασίν, ἀλλὰ καὶ ἐπιβλαβὴς τῷ φίλῳ. Εἰ γὰρ ὁ ὕπνος αὐτῷ εἰς σωτηρίαν, ὡς ἡμεῖς δοκοῦμεν, σὺ δὲ πορευθῆναι μέλλεις, ἵνα ἐξυπνήσῃς, περικόψεις αὐτῷ τὴν σωτηρίαν.

Οὔκουν δεῖ ἀπελθεῖν ἐπὶ τῷ ἐξυπνῆσαι· ἐπιβλαβὲς γὰρ τοῦτο. Ἐπεὶ οὖν ἔβλεπεν αὐτοὺς ἔτι ὀκνοῦντας, τότε δὲ παῤῥησίᾳ φησίν, ὅτι «Ἀπέθανε.» Τίνος δὲ ἕνεκεν οὐχὶ καὶ πρότερον οὕτω φανερῶς εἶπεν, ἀλλὰ κεκρυμμένως, ὕπνον ὀνομάσας τὸν θάνατον;

Διὰ πολλά· ἓν μὲν διὰ τὸ ἀκόμπαστον· οὐ γὰρ ἠβούλετο φαίνεσθαι κομπαστής, ἀλλὰ κεκρυμμένως τὴν ἀνάστασιν ἐξυπνισμὸν ὠνόμασε· πῶς δ’ ἂν ταύτῃ τῇ λέξει ἐχρήσατο, εἰ μὴ τὸν θάνατον ὕπνον ἐκάλεσεν; Ὅτι δὲ τοῦτο ἀληθές, τὸ διὰ μετριοφροσύνην ἐπικεκρυμμένως εἰπεῖν, δῆλον ἐκ τοῦ μετὰ ταῦτα. Καὶ γὰρ εἰπών, ὅτι «Ἀπέθανεν,» οὐ προσέθηκεν, ὅτι Πορεύομαι, ἵνα ἀναστήσω αὐτόν. Ὁρᾷς πῶς οὐκ ἠβούλετο κομπάζειν ὃ διὰ τῶν ἔργων ἔμελλε βεβαιοῦν; ἅμα δὲ καὶ διδάσκων ἡμᾶς, μὴ οὕτως εὐκόλως ὑπισχνεῖσθαι. Κἂν γὰρ ἐπὶ τοῦ ἑκατοντάρχου τοῦτο ἐποίησεν (εἶπε γάρ, ὅτι «Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν»), ἀλλ’ ἐκεῖ τοῦτο εἶπεν, ἵνα τὴν ἐκείνου πίστιν δείξῃ. Μία μὲν οὖν αὕτη ἡ αἰτία, δι’ ἣν τὸν θάνατον ὕπνον ἐκάλεσεν. Ἑτέρα δέ, ἵνα δείξῃ ἡμῖν, ὅτι καὶ πᾶς θάνατος ὕπνος καὶ ἀνάπαυσις· καὶ τρίτη, ὅτι εἰ καὶ τοῖς ἄλλοις θάνατος ἦν ἡ τοῦ Λαζάρου τελευτή, ἀλλ’ αὐτῷ γε τῷ Ἰησοῦ, τῷ ὅσον οὔπω μέλλοντι αὐτὸν ἀναστῆσαι, ὕπνος ἐλογίζετο.

Καὶ ὥσπερ ἡμῖν τὸν κοιμώμενον διυπνῖσαι ῥᾴδιον, οὕτως ἐκείνῳ, μᾶλλον δὲ μυριοπλασίως εὐχερέστερον τὸ ἀναστῆσαι τὸν θανόντα· «Χαίρω δέ, φησί, δι’ ὑμᾶς, ἵνα πιστεύσητέ» μοι μᾶλλον νῦν ὡς Θεῷ, «ὅτι οὐκ ἤμην ἐκεῖ,» πόῤῥω δὲ ὤν, προλέγω ὑμῖν τὸν ἐν Βηθανίᾳ θάνατον, οὐκ ἀκηκοώς, ἀλλ’ ὡς Θεός, προορῶν τὸ πόῤῥω συμβάν. Ἐνόησαν δέ τινες τοῦτο οὕτω· «Χαίρω,» φησίν, ὑμῶν ἕνεκεν· τὸ γὰρ μὴ εἶναί με ἐκεῖ, συντελέσει πρὸς πλείω πίστιν ὑμῖν.

Ἐπείπερ εἰ μὲν παρήμην, ἀῤῥωστοῦντα ἂν ἐθεράπευον, μικρὸν δὲ ἦν τοῦτο θαῦμα εἰς δυνάμεως ἀπόδειξιν. Ἐπεὶ δὲ ἐγὼ μὲν ἀπολελείμμην, ὁ δὲ θάνατος ἐπεγένετο, μέλλω δὲ ἀπιὼν αὐτὸν ἀνιστᾷν, μειζόνως εἰς τὴν πίστιν βεβαιωθήσεσθε τὴν ἐμήν, ὅταν ᾔδειτέ [ἴδητέ] με καὶ τοῦτο δυνάμενον ὃ μήπω πρότερον ἐπεδειξάμην, διεῤῥυηκότα ἤδη νεκρὸν καὶ ὄζοντα συναρμολογεῖν καὶ ἐξανιστᾷν. Ταῦτα τοῦ Κυρίου εἰπόντος, καὶ ἀναγκαίαν αὐτοῖς τὴν παρουσίαν τὴν ἐκεῖσε δείξαντος, ὁ δειλότερος τῶν ἄλλων Θωμᾶς, «Ἄγωμεν, φησίν, ἵνα ἀποθάνωμεν μετ’ αὐτοῦ.» Οὐ γὰρ θάρσους, ἀλλὰ δειλίας καὶ βαρυθυμίας τὸ ῥῆμα. Ἵνα γὰρ καὶ τοὺς ἄλλους ἐκκόψῃ συμμαθητάς, ὑπομιμνήσκει αὐτοὺς τοῦ θανάτου, καὶ ἐπίτηδες παρεμβάλλει τό, «Ἵνα ἀποθάνωμεν·» ὡσανεὶ τοιαῦτα λέγων· «Ἄγωμεν καὶ ἡμεῖς,» οἱ μωροὶ καὶ ἀπονενοημένοι, καὶ μὴ φροντίζοντες τῆς οἰκείας σωτηρίας καὶ ζωῆς, «ἵνα ἀποθάνωμεν μετ’ αὐτοῦ.» Ἔστω, φησίν, αὐτὸς περὶ πολλοῦ τὴν ἑαυτοῦ ζωὴν οὐ τίθεται· ἡμεῖς γὰρ οὕτως ἀνοηταίνομεν; Ταῦτα τοῦ δειλοῦ τὰ ῥήματα.

Ἀλλ’ ὅρα αὐτὸν ὕστερον, πῶς ὑπὲρ τῆς ἀληθείας ὡς ἀπόστολος ἐσφάγη· οὕτως αὐτὸν ἡ θεία χάρις ἐστόμωσεν, ἵνα τὸ τοῦ Παύλου καὶ ἐπὶ τούτῳ λεχθῇ, ὅτι «Ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, καὶ οὐκ ἐγώ, ἀλλ’ ἡ χάρις.» Ὠριγένης δέ φησι καί τι ὀνειροκριτικὸν περὶ τοῦ Θωμᾶ. Ἀκούσας γάρ, φησίν, ὁ Θωμᾶς τῶν περὶ τοῦ Χριστοῦ προφητειῶν, καὶ μαθὼν ὅτι μετὰ ψυχῆς εἰς ᾄδην καταβήσεσθαι μέλλει, ἐλευθερώσων τὰς ψυχάς, ἐπειδὴ ἤκουσεν, ὅτι «Πορεύομαι ἵνα ἐξυπνήσω Λάζαρον,» ἐνόμισεν οὐκ ἂν ἄλλως δυνηθῆναι ἐξυπνῆσαι αὐτόν, τουτέστι, τὴν ψυχὴν αὐτοῦ ἐλευθερῶσαι, εἰ μὴ καὶ αὐτὸς ἀποθέμενος τὸ σῶμα, εἰς ᾄδην κατέλθοι. Διὸ ὡς γνήσιος τοῦ Χριστοῦ μαθητής, μηδὲ ἐν τούτῳ θέλων ἀπολειφθῆναι τοῦ διδασκάλου, βουλεύεται καὶ τοὺς ἄλλους συμμαθητάς, καὶ προτρέπεται ἀποθέσθαι καὶ αὐτὸς τὸ σῶμα, ἵνα συγκατέλθῃ τῷ Ἰησοῦ, ὡς ὑπονόει, μέλλοντι τὴν ψυχὴν αὐτοῦ θεῖναι, ἵνα ἐκ τοῦ ᾄδου ἀγάγῃ τὴν τοῦ φίλου ψυχήν. Ταύτην παρεθέμην τὴν γελοιώδη ἐξήγησιν πρὸς ἐντροπὴν τῶν τὰ Ὠριγένους ἀποσεμνυνόντων. Ἆρα γὰρ οὐ προφανὴς λῆρος καὶ ὄνειρος ἀτεχνῶς ἡ τοῦ σοφοῦ ἐξήγησις; Σὺ δέ μοι σκόπει, πῶς ὁ Κύριος, καίτοι τοῦ Λαζάρου τεθνηκότος, εἶπεν. «Ἄγωμεν πρὸς αὐτόν,» ὡς πρὸς ζῶντα· καὶ γὰρ αὐτὸς ὁ Λάζαρος ἔζη τῷ Χριστῷ ὡς Θεῷ. «Ἐλθὼν οὖν ὁ Ἰησοῦς, εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ.

Ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε.

Καὶ πολλοὶ τῶν Ἰουδαίων συνεληλύθεισαν πρὸς τὰς περὶ τὴν Μάρθαν καὶ Μαρίαν, ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν. Ἡ οὖν Μάρθα, ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὑτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.» Ἐπίτηδες ἀνέμεινεν ὁ Κύριος τὸν Λάζαρον τετραήμερον γεγονέναι· εἶτα ἦλθεν ὡς ἂν τὸ θαῦμα ἀσυκοφάντητον πάντοθεν ἐξεργάσηται.

Τίνος δὲ ἕνεκεν προστίθησιν ὁ εὐαγγελιστής, ὅτι δεκαπέντε σταδίους διεῖχεν ἡ Βηθανία τῶν Ἱεροσολύμων; Ἵνα δείξῃ, ὅτι εἰκότως πολλοὶ τῶν Ἱεροσολυμιτῶν παρῆσαν· οὐ γὰρ μακρὰν ἦν ἡ Βηθανία. Παρεμυθοῦντο δὲ τὰς γυναῖκας, οὐχ ὡς ἀγαπωμένας ὑπὸ Χριστοῦ (καὶ γὰρ «συνέθεντο, ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται»), ἀλλὰ διὰ τὴν ἀνάγκην τῆς συμφορᾶς, ἢ ὡς εὐγενεστέρας αἰδούμενοι, ἣ οἱ μὴ ὄντες πονηροί, ἐκεῖνοι παρῆσαν· ὅθεν καὶ πολλοὶ ἐπίστευσαν ἐξ αὐτῶν. Ἡ δὲ Μάρθα μόνη προϋπαντᾷ, καὶ οὐ παραλαμβάνει τὴν ἀδελφήν, ἐπειδὴ κατ’ ἰδίαν αὐτῷ συντυχεῖν ἠβούλετο. καὶ τὸ γεγονὸς ἀπαγγεῖλαι. Ὅθεν ἐπειδὴ αὐτὴν εἰς χρηστὰς ἐλπίδας ἤγαγε, τότε ἄπεισι, καὶ καλεῖ τὴν ἀδελφήν. Πρότερον δὲ οὐ λέγει πρὸς τὴν ἀδελφὴν Μαρίαν, βουλομένη λαθεῖν τοὺς παρόντας. Εἰ γὰρ ἡ Μαρία ἤκουσεν, ὅτι «Ἰησοῦς ἔρχεται,» ἐξανέστη ἂν πρὸς συνάντησιν, καὶ συνηκολούθησαν αὐτῇ καὶ οἱ παρόντες Ἰουδαῖοι, οἷς διαγνωσθῆναι τὸν Ἰησοῦν ἐλθόντα οὐκ ἠβούλετο Μάρθα. «Εἶπεν οὖν Μάρθα πρὸς τὸν Ἰησοῦν· Κύριε, εἰ ἦς ὦδε, ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει· ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δώσει σοι ὁ Θεός. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἀναστήσεται ὁ ἀδελφός σου. Λέγει αὐτῷ Μάρθα· Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.

Εἶπεν οὖν αὑτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· καὶ πᾶς ὁ ζῶν, καὶ πιστεύων εἰς ἐμέ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Πιστεύεις τοῦτο; Λέγει αὐτῷ· Ναί, Κύριε. Ἐγὼ πεπίστευκα, ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος. Καὶ ταῦτα εἰποῦσα ἀπῆλθε, καὶ ἐφώνησε Μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρα, εἰποῦσα· Ὁ διδάσκαλος πάρεστι, καὶ φωνεῖ σε.» Πίστιν εἶχεν ἡ Μάρθα πρὸς Χριστόν, ἀλλ’ οὐχ ὅσην ἔδει. Διὸ καί φησι· «Κύριε, εἰ ἦς ὦδε, οὐκ ἂν ἔθανέ μου ὁ ἀδελφός.» Τοῦτο γὰρ πάντως ἔφη, οἷα μὴ πιστεύουσα, ὅτι καὶ ἀπὼν ἠδύνατο, εἴπερ ἠβούλετο, ἀποτρέψαι τὸν θάνατον τοῦ ἀδελφοῦ αὐτῆς· καὶ ἔτι διὰ τῶν ἐφεξῆς μείζονα τὴν ἀσθένειαν ἐμφαίνει τῆς πίστεως. «Ὅσα γάρ, φησίν, αἰτήσῃ τὸν Θεόν, δώσει σοι.» Ὁρᾷς ὅτι ὡς ἐνάρετόν τινα ἄνθρωπον καὶ παρὰ Θεῷ εὐδόκιμον τοῦτον ἐνόμιζεν; Οὐ γὰρ εἶπεν, Ὅσα ἂν θέλῃς, ποιήσεις, ἀλλ’, «Ὅσα ἂν αἰτήσῃ, δώσει σοι.» Αὐτὸς δὲ ἀνατρέπων τὴν τοιαύτην αὐτῆς ὑπόνοιαν, «Ἀναστήσεται, φησίν, ὁ ἀδελφός σου.» Οὐ γὰρ εἶπεν αὐτῇ, Ναὶ αἰτήσομαι τὸν Θεόν, καὶ δώσει μοι, οὐδὲ συνέδραμε τῷ λόγῳ αὐτῆς, ἀλλὰ μέσῃ μὲν ἐχρήσατο λέξει· πλὴν διὰ τῶν ἑξῆς ἐκδηλοτέραν τὴν οἰκείαν αὐθεντίαν καὶ ἐξουσίαν ποιεῖ, «Ἐγώ εἰμι, λέγων, ἡ ἀνάστασις καὶ ἡ ζωή.»

Ἐπεὶ γὰρ ἡ γυνὴ ἔτι ἀπιστεῖ, καὶ τό, «Ἀναστήσεται ὁ ἀδελφός σου,» οὐδ’ ἐπέγνω, ἀλλ’ ἐν τῇ ἐσχάτῃ ἀναστάσει νοεῖ αὐτὸν ἀναστήσεσθαι· ᾔδει δὲ τὴν ἐσχάτην ἀνάστασιν ἐσομένην, τοῦτο μὲν καὶ ἀπὸ τῶν θείων Γραφῶν, μάλιστα δὲ ἀπὸ τῶν τοῦ Χριστοῦ συνεχῶν περὶ τῆς ἀναστάσεως ὁμιλιῶν· ἐπεὶ οὖν ἔτι γυνὴ ἦν ἡ γυνή, διανιστᾷ αὐτὴν ὁ Κύριος, καὶ ὥσπερ νενεκρωμένην τὴν πίστιν αὐτῆς διεγείρει, φάσκων ἐκδηλότερον· Σύ με [σὺ μὲν] λέγεις, ὅτι ὅσα ἂν αἰτήσωμαι τὸν Θεόν, δώσει· μοι· ἐγὼ δὲ φανερῶς οὕτω σοί φημι, ὅτι «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή.» Ὥστε οὐ τόπῳ περικλείεταί μου ἡ δύναμις, ἀλλά, καὶ ἀπών, καὶ παρών, δύναμαι ἰᾶσθαι. Ἐγὼ γάρ εἰμι ὁ χορηγὸς τῶν ἀγαθῶν, καὶ οὐχ ὡς ἑτέρου διδόντος, ἀλλ’ αὐτὸς ὢν ἡ ἀνάστασις καὶ ἡ ζωή, ἰσχύω καὶ ἀνιστᾷν καὶ ζωοποιεῖν· καί, «Ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ,» τὸν θάνατον τοῦτον τὸν φυσικόν, «ζήσεται, καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμέ, οὐ μὴ ἀποθάνῃ,» τὸν ψυχικόν. Ὥστε μὴ θορυβηθῇς· κἂν γὰρ τέθνηκέ σου ὁ ἀδελφός, ζήσεται.

Καὶ τί λέγω περὶ τοῦ ἀδελφοῦ σου; Οὐδὲ ὑμεῖς, εἴ γε πιστεύετε εἰς ἐμέ, τεθνήξεσθε, ἀλλὰ τοῦ δεινοτέρου θανάτου κρείττους ἔσεσθε τοῦ ψυχικοῦ. Ὁ δὲ τοῦ δεινοτέρου λυτρούμενος, πολλῷ μᾶλλον τοῦ ἐλάττονος τοῦ σωματικοῦ λυτρώσεται τὸν τεθνηκότα σου ἀδελφόν. Ἐρωτᾷ δὲ τὴν γυναῖκα, εἰ πιστεύει· ἡ δὲ καίτοι τοσαῦτα ἀκούσασα, ὅμως οὐ συνῆκε, τί εἶπεν αὐτῇ ὁ Κύριος, ὑπὸ τοῦ πάθους, οἶμαι, καὶ ἀνοησίαν νοσοῦσα. Ἄλλο γὰρ ἐρωτήσαντος ἐκείνου, ἄλλο αὐτὴ ἀποκρίνεται. Ὁ μὲν γὰρ ἤρετο, εἰ πιστεύει ὅτι αὐτός ἐστιν «ἡ ἀνάστασις καὶ ἡ ζωή,» καὶ ὅτι «ὁ πιστεύων» εἰς αὐτὸν «οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα,» εἴτε τὸν ψυχικὸν βούλοιο νοεῖν θάνατον, εἴτε τὸν σωματικόν. Καὶ γὰρ ὄντως οἱ πιστοὶ διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως οὐδὲ θνήσκειν λέγονται.

Ἡ δὲ τί ἀποκρίνεται; «Ἐγὼ πεπίστευκα, ὅτι σὺ εἷ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος·» καλῶς μὲν μαρτυρήσασα καὶ ἀληθῶς, οὐ μὴν τῇ ἐρωτήσει κατάλληλον ποιησαμένη τὴν ἀπόκρισιν. Τέως μέντοι κερδαίνει τὸ τὴν σφοδρότητα τῆς λύπης καταστεῖλαι, καὶ κωλῦσαι τὸ πολὺ πένθος· λάθρα δὲ καλεῖ τὴν ἀδελφήν, σφόδρα συνετῶς τοῦτο διαπραξαμένη, διὰ τοὺς ἐκεῖσε παρατυχόντας Ἰουδαίους. Εἰ γὰρ ἔγνωσαν ἐκεῖνοι, ὅτι τῷ Χριστῷ συναντήσουσα ἄπεισιν, ἀνεχώρησαν ἄν, καὶ οὕτως ἔμενεν ἀμάρτυρον τὸ θαῦμα. Νῦν δὲ νομίσαντες τὴν Μαρίαν εἰς τὸν τάφον ὡς δακρύσουσαν ἔρχεσθαι, καὶ διὰ τοῦτο συναπελθόντες αὐτῇ, ἀναγκαίως τοῦ θαύματος αὐτόπται καὶ μάρτυρες γεγόνασι. Πῶς δὲ ἡ Μάρθα φησὶ πρὸς τὴν Μαρίαν, ὅτι «Ὁ διδάσκαλος φωνεῖ σε,» καίτοι τοῦ εὐαγγελιστοῦ μὴ ἐπισημηναμένου, ὅτι ἐφώνησεν αὐτὴν ὁ Κύριος; Εἴτε οὖν κατὰ τὸ σιωπώμενον ἐνετείλατο τῇ Μάρθᾳ ὁ Κύριος καλέσαι τὴν ἀδελφήν, ἢ τὴν παρουσίαν αὐτοῦ τοῦ Χριστοῦ ἀντὶ φωνῆς νομίσασα εἶναι, φησίν, ὅτι «Φωνεῖ σε ὁ διδάσκαλος.» Πῶς γὰρ οὐκ ὀφειλόμενον ἦν, τοῦ Χριστοῦ παρόντος, καὶ αὐτὴν πρὸς αὐτὸν ἐλθεῖν; Τὴν γοῦν παρουσίαν τοῦ Κυρίου, ἀπαιτοῦσαν ἀναγκαίως ἀπαντῆσαι αὐτῷ, φώνημα λέγει ὁ εὐαγγελιστής. «

Ὁ διδάσκαλος» γάρ, φησί, πάρεστι, καὶ «φωνεῖ σε·» καὶ ἐπειδὴ «πάρεστιν,» αὐτὸ τοῦτο τὸ παρεῖναι ἀντὶ φωνῆς ποιεῖται πρὸς σέ· ἀπαραίτητον γὰρ τό, ἐκείνου παρόντος, εἰς συνάντησιν αὐτοῦ προελθεῖν καὶ σέ. «Ἐκείνη ὡς ἤκουσεν, ἐγείρεται ταχύ, καὶ ἔρχεται πρὸς αὐτόν. Οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ’ ἦν ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα. Οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ’ αὐτῆς ἐν τῇ οἰκίᾳ, καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαρίαν, ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, λέγοντες, ὅτι Ὑπάγει εἰς τὸ μνημεῖον, ἵνα κλαύσῃ ἐκεῖ. Ἡ οὖν Μαρία ὡς ἦλθεν ὅπου ἦν ὁ Ἰησοῦς, ἰδοῦσα αὐτόν, ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ, λέγουσα αὐτῷ· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός.» Ἅμα τῷ ἀκοῦσαι ὅτι πάρεστιν ὁ Ἰησοῦς, οὐ βραδύνει ἡ Μαρία, ἀλλ’ «ἐγείρεται, καὶ πρὸς αὐτὸν ἔρχεται.» Ὅθεν δῆλον, ὡς οὐκ ἂν προέλαβεν αὐτὴν ἡ Μάρθα οὐδὲ πρότερον, εἴπερ ἔγνω αὕτη τὸν Ἰησοῦν ἐρχόμενον. «Οὔπω δὲ Ἰησοῦς ἐληλύθει εἰς τὴν κώμην.» Σχολαιότερον γὰρ ἐβάδιζεν, ἵνα μὴ δόξῃ ἑαυτὸν ἐπιῤῥίπτειν τῷ θαύματι, ἀλλ’ ὡς ἀξιούμενος παρ’ ἐκείνων, τοῦτο πεποιηκέναι.

Καὶ ἐπειδήπερ τὸ μέλλον γενέσθαι θαῦμα μέγα ἦν, καὶ οἷον ὀλιγάκις πεποίηκε, καὶ ἔμελλον πολλοὶ κερδαίνειν δι’ αὐτοῦ, διὰ τοῦτο οἰκονομεῖ πολλοὺς γενέσθαι τοῦ θαύματος μάρτυρας. Φησὶ γὰρ ὁ εὐαγγελιστής, ὅτι «Οἱ Ἰουδαῖοι οἱ ὄντες ἐν τῷ οἴκῳ μετ’ αὐτῆς, ἠκολούθησαν αὐτῇ.» Θερμότερον δὲ ἡ Μαρία παρὰ τὴν ἀδελφὴν Μάρθαν προσῆλθε τῷ Χριστῷ. «Ἰδοῦσα γὰρ αὐτόν, φησίν, ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας·» οὐκ αἰδεσθεῖσα τὸν ὄχλον, οὐχ ὑποπτεύσασα ὅλως, ὅτι, εἰκὸς εἶναί τινας ἐκεῖ ἀπεχθῶς τῷ Χριστῷ ἔχοντας· πάντα δὲ ἀνθρώπινον σκοπὸν ἐκβαλοῦσα, παρόντος τοῦ διδασκάλου, καὶ ἔμμονος γενομένη τῆς εἰς αὐτὸν τιμῆς, φησί· «Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός.» Ἡ δὲ Μάρθα οὐδὲν τοιοῦτον ποιεῖ· οὔτε γὰρ προσπίπτει, ἀλλὰ μᾶλλον τῷ Χριστῷ ὑπισχνουμένῳ αὐτῇ περὶ τοῦ ἀδελφοῦ τὰ χρηστότερα φαίνεται ἀπιστοῦσα. Κἂν ἡ Μαρία δὲ ἀτελῶς καὶ αὕτη φαίνεται ἔχουσα διὰ τοῦ εἰπεῖν, «Εἰ ἧς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός,» ὅμως οὐδὲν πρὸς ταύτην ὁ Χριστὸς λέγει, οἷον πρὸς τὴν ἀδελφὴν αὐτῆς, διὰ τὸ πολὺν παρεῖναι ὄχλον, καὶ μὴ εἶναι καιρὸν τῶν τοιούτων ῥημάτων. Συγκαταβαίνει δὲ μᾶλλον, καὶ ἀπογυμνοῖ τὴν ἀνθρωπίνην φύσιν, καὶ τὰ ταύτης οἰκεῖα ἐνδείκνυται. Ἄκουε γὰρ τί φησιν ὁ εὐαγγελιστής. «

Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν, καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι, καὶ ἐτάραξεν ἑαυτόν, καὶ εἶπε·

Ποῦ τεθείκατε αὐτόν; Λέγουσιν αὐτῷ· Κύριε, ἔρχου καὶ ἴδε. Ἐδάκρυσεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Ἴδε πῶς ἐφίλει αὐτόν. Τινὲς δὲ ἐξ αὐτῶν εἶπον· Οὐκ ἠδύνατο οὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι, ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;» Εἰς δάκρυα μὲν ἡ φύσις ἐκινεῖτο, καὶ συνεχεῖτο διὰ τὴν Μαρίαν κλαίουσαν καὶ αὐτήν, καὶ τοὺς συνελθόντας. Ὁ δὲ Κύριος ἐμβριμᾶται τῷ πάθει ἐν τῷ πνεύματι, τουτέστιν, ἐπιτιμᾷ διὰ τοῦ πνεύματος τῇ συγχύσει, καὶ ἐπέχει ταύτην, καὶ οὕτως ἐρωτᾷ, ὥστε μὴ μετὰ ὀλοφυρμοῦ γενέσθαι τὴν ἐρώτησιν.

Ἐπεὶ γὰρ ἐλυπήθη (ἄνθρωπος γὰρ ἦν ἀληθῶς, καὶ διὰ τὸ πιστώσασθαι τὴν ἀνθρωπίνην φύσιν, ἐνέδωκε ταύτῃ τὸ ἴδιον ἐργάσασθαι), καὶ ἐπιπλήττει τῇ σαρκί, καὶ ἐπιτιμᾷ αὐτῇ τῇ τοῦ ἁγίου Πνεύματος δυνάμει. Ἡ οὖν σὰρξ μὴ ἐνεγκοῦσα τὴν ἐπιτίμησιν, ταράσσεται, καὶ τρέμει, καὶ τῆς λύπης περικρατεῖ. Ταῦτα δὲ πάντα συγχωρεῖ τὴν φύσιν πάσχειν ὁ Κύριος, ἅμα μὲν καὶ βεβαιῶν, ὅτι ἀληθῶς καὶ οὐ κατὰ φαντασίαν ἄνθρωπος ἦν, ἅμα δὲ καὶ παιδεύων ἡμᾶς καὶ ὅρους καὶ μέτρα τῆς λύπης καὶ τῆς ἀλυπίας τιθείς. Τό τε γὰρ ἀσυμπαθὲς καὶ ἄδακρυ, θηριῶδες, τό τε πολύδακρυ καὶ φιλόθρηνον καὶ πολύλυπον, γυναικῶδες. Ἐπεὶ τοίνυν κεκοινώνηκεν ἡμῖν σαρκὸς καὶ αἵματος, τῶν ἀνθρωπίνων καὶ φυσικῶν μετέχει, καὶ μέτρα τούτων ὑποδεικνύει ἡμῖν.

Ἐρωτᾷ δέ· «Ποῦ τεθείκατε;» οὐχ ὡς ἀγνοῶν, (πῶς γάρ, ὅπου, καὶ πόῤῥωθεν ὤν, ᾔδει ὅτι τετελεύτηκεν;) ἀλλ’ ὥστε μὴ δόξας [δόξαι], ὡς ἑαυτὸν ἐπιῤῥίπτει τῷ θαύματι, πάντα τε παρ’ ἐκείνων μανθάνειν βουλόμενος, καὶ παρακαλούμενος ποιεῖν, ἵνα καὶ πάσης ὑποψίας ἀπαλλάξῃ τὸ σημεῖον. Ἐπειδὴ δὲ οὐδέπω οὐδὲν τεκμήριον τῆς τοῦ Λαζάρου ἀναστάσεως ἐδείκνυτο, οὐδὲ οὕτως ἐνομίζετο ἔρχεσθαι, ὡς ἀναστήσων αὐτόν, ἀλλ’ ὡς θρηνήσων, λέγουσιν αὐτῷ· «Κύριε, ἔρχου καὶ ἴδε.» Οἱ δὲ πονηροὶ Ἰουδαῖοι πάλιν τῆς πονηρίας οὐδ’ ὅλως ἀφίενται, καίτοι συμφορᾶς τηλικαύτης πρὸ ὀφθαλμῶν αὐτῶν κειμένης· ἀλλὰ τί φασιν; «Οὐκ ἠδύνατο οὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα μὴ καὶ οὗτος ἀποθάνῃ;» Διαβάλλοντες δὲ τὸ ἐπὶ τῷ τυφλῷ θαῦμα, ταῦτά φασιν. Ὀφείλοντες γὰρ θαυμάζειν τὸ σημεῖον ἐκεῖνο, οἱ δὲ ἀπὸ τοῦ θανάτου τούτου κἀκεῖνο ὡς μὴ γεγονὸς ἐνδιαβάλλουσι, καὶ προκαταλαμβάνουσι ταῖς κατηγορίαις, οὐκ ἀναμένοντες τὸ τέλος τοῦ πράγματος· οὕτω διεφθαρμένοι τὰς γνώμας ἦσαν τῷ φθόνῳ. «Ὁ Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνημεῖον. Ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ’ αὐτῷ. Λέγει ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον.

Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος Μάρθα· Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Οὐκ εἶπόν σοι, ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ; Ἦραν οὖν τὸν λίθον, οὗ ἦν ὁ τεθνηκὼς κείμενος. Ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω, καὶ εἶπε· Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου· ἐγὼ δὲ ᾔδειν, ὅτι πάντοτέ μου ἀκούεις, ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν, ὅτι σύ με ἀπέστειλας.» Τί δήποτε ἄνω καὶ κάτω ὁ εὐαγγελιστὴς στρέφει, ὅτι «Ἐδάκρυσεν ὁ Ἰησοῦς,» καὶ ὅτι «ἐνεβριμᾶτο τῷ πάθει;» Διὰ τὸ μαθεῖν ἡμᾶς, ὅτι ἀληθῶς τὴν ἡμετέραν φύσιν περιεβάλετο.

Ἐπειδὴ γὰρ παρὰ πάντας τοὺς εὐαγγελιστὰς ὑψηλότερα περὶ τοῦ Κυρίου φθέγγεται, καὶ θεολογεῖ μεγάλα τινά, διὰ τοῦτο καὶ ἐν τοῖς σωματικοῖς πολὺ ταπεινότερα φθέγγεται. Ὅθεν καὶ ἐν τῷ πένθει πολὺ τὸ ἀνθρώπινον ἔχειν φησίν, ἀπὸ τούτου δεικνύων τῆς σαρκὸς τὴν ἀλήθειαν, ἵνα σὺ μάθῃς ὅτι εἰ καὶ Θεὸς ἦν, ἀλλὰ καὶ ἄνθρωπος ἦν. Ὥσπερ γὰρ ὁ Λουκᾶς ἀπὸ τῆς ἀγωνίας, καὶ τοῦ θρόμβου, καὶ τοῦ ἱδρῶτος, οὕτω καὶ οὗτος ἀπὸ τοῦ πένθους πιστοῦται, ὅτι σάρκα ἀληθῶς ἐφόρεσε. Τίνος δὲ ἕνεκεν οὐχί, τοῦ λίθου ἐπικειμένου, ἐποίησεν ἀναστῆναι τὸν Λάζαρον, ἀλλὰ λέγει, «Ἄρατε τὸν λίθον;» Καὶ γὰρ ὁ σῶμα κινήσας νεκρὸν τῇ φωνῇ, καὶ ψυχώσας τὸν ἤδη διεῤῥυηκότα, πολλῷ μᾶλλον λίθον κινῆσαι ἴσχυσεν ἂν τῇ φωνῇ. «Ἄρατε, λέγει, τὸν λίθον,» ἵνα αὐτοὺς μάρτυρας ποιήσῃ τοῦ θαύματος, ἵνα μὴ πάλιν λέγωσιν ὡς ἐπὶ τοῦ τυφλοῦ, ὅτι «Οὗτός ἐστιν, Οὐκ ἔστιν οὗτος.» Τὸ γὰρ παραγενέσθαι εἰς τὸν τόπον, καὶ τὸν λίθον ἆραι ταῖς αὐτῶν χερσίν, ἱκανὰ ἦν ἐπιστομίσαι τοὺς ἀγνωμονοῦντας, μάρτυρας γενομένους τοῦ σημείου. Τὸ δέ, «Ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν,» ἀπιστοῦσα εἶπεν ἡ Μάρθα, ὡς ἀδύνατον εἶναι νομίσασα τὸ ἀναστῆναι αὐτῆς τὸν ἀδελφὸν διὰ τὸ μῆκος τῶν ἡμερῶν· οὕτως ἔτι κάτω στρέφεται.

Ὁ δὲ Χριστὸς ἀναμιμνήσκων αὑτήν, ὧν πρὸς αὐτὴν διελέχθη, καὶ σχεδὸν ἐπιτιμῶν ὡς ἀμνημονούσῃ, φησίν· «Οὐκ εἶπόν σοι, ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ;» Τοῖς μὲν οὖν μαθηταῖς ἔλεγεν· «Ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ,» διὰ τοῦτο ἀπέθανε Λάζαρος· τῇ δὲ Μάρθᾳ, «Τὴν δόξαν, φησίν, ὄψει τοῦ Θεοῦ,» περὶ τοῦ Πατρὸς λέγων. Ἡ γὰρ ἀσθένεια τῶν ἀκουόντων τοῦ διαφόρως τὰ λεγόμενα λέγεσθαι αἰτία ἐστίν. Ἐπεὶ γὰρ Ἰουδαῖοι παρίσταντο ἐκεῖ, οὐκ ἦν εἰκὸς τὸν Κύριον εἰπεῖν, ὅτι «Ὄψει τὴν δόξαν τοῦ Υἱοῦ τοῦ Θεοῦ·» ἦ γὰρ ἂν ἔδοξε περὶ ἑαυτοῦ κομπάζειν.

Νῦν δὲ περὶ τοῦ Πατρὸς εἰπών, εὐπαραδεκτότερον καὶ μετριώτερον ἐποίησε τὸν λόγον. Διατί δὲ εὔχεται, μᾶλλον δὲ εὐχῆς σχῆμα ἀνέλαβε, αὐτοῦ λέγοντος ἄκουσον. Φησὶ γάρ· «Διὰ τὸν περιεστῶτα ὄχλον εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.» Ὁ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἵνα μὴ ἀντίθεόν με νομίσωσιν, ἵνα μὴ λέγωσιν, ὅτι «Οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ·» ἵνα δείξω κατὰ γνώμην σὴν τὸ ἔργον γενόμενον.

Ὅτι δὲ τοῦτό ἐστι καὶ οὐ δι’ ἄλλην χρείαν, ἀλλὰ διὰ τοὺς περιεστῶτας δοκεῖ εὔχεσθαι, ἴδε τὴν εὐχήν· «Εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου.» Τίς δὲ οὕτως ηὔξατό ποτε; Πρὶν γάρ τι εἰπεῖν, φησίν, «Ἤκουσάς μου.» Ὥστε οὐκ εὐχή, ἀλλὰ σχῆμα εὐχῆς τοῦτο, καὶ ἔνδειγμα μόνον. Ὅτι δὲ οὐ δεῖται εὐχῆς, δῆλον ἀφ’ ὧν ἄλλα πολλὰ χωρὶς εὐχῆς ἐποίει. «Σοὶ λέγω, δαιμόνιον, ἔξελθε ἐξ αὐτοῦ·» καί, «Θέλω, καθαρίσθητι·» καί, «Ἀφέωνται αἱ ἁμαρτίαι σου,» ὃ μεῖζον πάντων ἐστί· καὶ τῇ θαλάσσῃ, «Σιώπα, πεφίμωσο.» Ἵνα τοίνυν οἱ περιεστῶτες πιστεύσωσιν, ὅτι ἄνωθέν ἐστι, καὶ οὐκ ἀντίθεος, τούτου ἕνεκεν εὔχεται. Εἰ ταῦτα γὰρ ποιοῦντος, καὶ πάντοθεν δεικνύντος τὴν πρὸς τὸν Πατέρα εὐγνωμοσύνην, ὅμως ἔλεγον, ὅτι «Οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ,» τί οὖν οὐκ ἂν εἶπον, εἰ μηδὲν τοιοῦτον ἐποίει; «Καὶ ταῦτα εἰπών, φωνῇ μεγάλῃ ἐκραύγασε·

Λάζαρε, δεῦρο ἔξω. Καὶ ἐξῆλθεν ὁ τεθνηκώς, δεδεμένος τὰς χεῖρας καὶ τοὺς πόδας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Λύσατε αὐτόν, καὶ ἄφετε ὑπάγειν. Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων οἱ ἐλθόντες πρὸς τὴν Μαρίαν, καὶ θεασάμενοι ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν. Τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἃ ἐποίησεν ὁ Ἰησοῦς.» Εὐχαριστήσας τῷ Πατρὶ ὁ Κύριος μᾶλλον ἣ εὐξάμενος (ὡς εἴρηται γάρ, οὐκ ἐδεῖτο εὐχῆς καὶ τῆς ἐκ ταύτης ῥοπῆς, ὡς ἰσοδύναμος τῷ Πατρί), κράζει φωνῇ μεγάλῃ, αὐθεντικῇ καὶ δεσποτικῇ. Οὐ γὰρ εἶπεν, Ἐν ὀνόματι τοῦ Πατρός μου, Λάζαρε, δεῦρο ἔξω, οὐδέ, Ἀνάστησον αὐτόν, Πάτερ, ἀλλ’, ὡς εἴρηται, αὐθεντικῶς, ἐμφράττων πάντα τὰ στόματα τῶν ἐλάττονα τοῦτον λεγόντων τοῦ Πατρός. Τί γὰρ ἴσον τῆς ἐξουσίας ταύτης γένοιτ’ ἄν, ὅτι ὡς ζῶντι διαλεγόμενος τῷ τελευτηκότι φησί· «Λάζαρε, δεῦρο ἔξω;» Εἰς ἔργον δὲ καὶ νῦν ἐξέβη τό, «Ἔρχεται ὥρα, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται.» Ἵνα γὰρ μή τις νομίσῃ, ὅτι παρ’ ἑτέρου ἔλαβε τὴν ἐνέργειαν, προλέγει τοῦτο, ὃ διὰ τῶν ἔργων δείξειν ἔμελλεν. Ἡ τοίνυν μεγάλη φωνὴ τοῦ Σωτῆρος, τὸν Λάζαρον ἀναστήσασα, σύμβολόν ἐστι τῆς μεγάλης σάλπιγγος τῆς μελλούσης ἠχῆσαι ἐν τῇ κοινῇ ἀναστάσει.

Μέγα δὲ ἔκραξεν ὁ Κύριος, διὰ τοῦτο, ἵνα τὰ τῶν Ἑλλήνων ἐμφράξῃ στόματα, τῶν μυθευομένων, ἐν τῷ μνήματι εἶναι τὴν ψυχήν. Ὡς γὰρ πόῤῥωθεν οὖσαν αὐτὴν διὰ τῆς κραυγῆς προσκαλεῖται. Ὥσπερ δὲ ἡ ἀνάστασις αὕτη ἡ μερική, οὕτω καὶ ἡ καθόλου ἐν ἀτόμῳ καὶ ῥοπῇ ὀφθαλμοῦ ἔσται. «Ἐξῆλθε δέ, φησίν, ὁ τεθνηκὼς δεδεμένος τὰς χεῖρας καὶ τοὺς πόδας.» Οὐκ ἕλαττον γὰρ ἐδόκει εἶναι παράδοξον τοῦ ἀναστῆναι, τὸ ἐξελθεῖν δεδεμένον· καὶ θαῦμα ἦν ὄλως τὸ δεδεμένον κινεῖσθαι, συνημμένον θαύματι τῷ ἀναστῆναι. Κελεύει δὲ αὐτὸν λῦσαι, ὅπως πλησίον γενόμενοι, καὶ ἁψάμενοι, ἴδωσιν ὅτι οὗτος ἐκεῖνός ἐστιν. Ὑπάγειν δὲ αὐτόν φησι, διὰ τὸ ἀκόμπαστον· οὐ γὰρ ἐπάγεται αὐτόν, οὐδὲ κελεύει μετ’ αὐτοῦ περιπατεῖν, ὥστε ἐπιδείκνυσθαι. Γενομένου δὲ τοῦ θαύματος, οἱ μὲν ἐπίστευσαν τῶν θεασαμένων, οἱ δὲ ἀπήγγειλαν τοῖς Φαρισαίοις, διαβάλλοντες πάντως αὐτόν, ὡς ἀνόσιόν τι τετολμηκότα, οἷα τὸν τεθαμμένον ἀνασκάψαι προστάξαντα. «Συνήγαγον οὖν οἱ ἀρχιερεῖς, καὶ οἱ Φαρισαῖοι συνέδριον· καὶ ἔλεγον· Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ; Ἐὰν ἀφῶμεν αὐτὸν οὕτω, πάντες πιστεύσουσιν εἰς αὐτόν· καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.»

Δέον ἐκπλήττεσθαι καὶ θαυμάζειν τὸν τηλικαῦτα ποιοῦντα θαύματα, μᾶλλον βουλεύονται οἱ Φαρισαῖοι αὐτὸν ἀνελεῖν, ὅπερ ἦν ἐσχάτης ἀνοίας, ὅτι τὸν ἐν τοῖς τῶν ἄλλων σώμασι τοῦ θανάτον περιγενόμενον, θανάτῳ παραδώσειν ἐνόμιζον, ὥστε τὴν δόξαν αὐτοῦ συγκαλύψαι, καὶ μετὰ τοσαῦτα θαύματα ἄνθρωπον ψιλὸν αὐτὸν νομίζουσι, «Τί ποιοῦμεν, λέγοντες, ὅτι ὁ ἄνθρωπος οὗτος πολλὰ σημεῖα ποιεῖ;» Καὶ τί τοῦτο ἔγκλημα, εἰ «σημεῖα ποιεῖ;» Δεῖ πιστεῦσαι, καὶ προσκυνῆσαι, καὶ μηκέτι νομίζειν ἄνθρωπον ψιλόν. Ὅρα δὲ τὴν σκαιότητα τῶν Φαρισαίων· τὸν λαὸν ἀνασεῖσαι σπουδάζοντες, ἐμβάλλουσι λόγον, ὡς μέλλοντος τοῦ τῶν Ἰουδαίων πλήθους κινδυνεύειν, καὶ ὑπὸ Ῥωμαίων ἀπολέσθαι ἐπὶ ὑποψίᾳ τυραννίδος. «Εἰ γὰρ ἀφίωμεν, φησί, τοῦτον,» ὄχλον πολὺν ἕξει ὀπίσω αὐτοῦ, ἀπαγόμενον ὑπὸ τῆς τῶν σημείων ἐπιδείξεως, καὶ λοιπὸν ἡμᾶς πάντας ὑποπτεύσουσιν οἱ Ῥωμαῖοι ἐπὶ τυραννίδι, «καὶ ἀροῦσιν ἡμῶν» τὰς πόλεις καὶ ἀφανίσουσι. Ταῦτα δέ, ὡς ἔφην, ἔλεγον ἐκ πονηρίας.

Ἵνα γὰρ μὴ διὰ φθόνον δόξωσιν ἐπιβουλεύειν τῷ Χριστῷ, τὸν κοινὸν κίνδυνον εἰς μέσον φέρουσιν, παρακινοῦντες τὸν λαὸν κατὰ Χριστοῦ, ὡς αἰτίου αὐτοῖς ἀπωλείας ἐσομένου. Λάμβανε δέ μοι καὶ ἐπὶ τὰ ἔσω τὸ θαῦμα τοῦτο. Ἔστι μὲν γὰρ ὁ νοῦς ἡμῶν φίλος Χριστῷ, πολλάκις δὲ τῇ ἀσθενείᾳ νικώμενος τῆς ἀνθρωπίνης φύσεως, ἁμαρτήματι περιπίπτει, καὶ θνήσκει θάνατον ψυχικὸν καὶ οἴκτιστον, ὑπὸ δὲ Χριστοῦ ἐλεεῖσθαι ἄξιον· φίλος γάρ ἐστιν ὁ τεθνηκώς. Αἱ ἀδελφαὶ τοίνυν καὶ συγγενεῖς τοῦ τεθνεῶτος νοῦ, σὰρξ ὡς Μάρθα (σωματικωτέρα γὰρ καὶ ὑλικωτέρα ἡ Μάρθα), καὶ ψυχὴ ὡς Μαρία (σεμνοτέρα γὰρ καὶ εὐλαβεστέρα αὕτη). προσελθέτωσαν τῷ Χριστῷ, καὶ προσπεσέτωσαν, ἔχουσαι καὶ τοὺς τῆς ἐξομολογήσεως λογισμοὺς συνεπομένους, ὡς ἐκεῖναι τοὺς Ἰουδαίους. Ἰούδας γάρ, ἐξομολόγησις λέγεται.

Καὶ πάντως ὁ Κύριος τῷ μνήματι ἐπιστάς, καὶ τὴν ἐπικειμένην τῇ μνήμῃ πώρωσιν, ὥσπερ τινὰ λίθον ἀρθῆναι κελεύσας, εἰς μνήμην ἀγάγῃ τῶν μελλόντων ἀγαθῶν καὶ κολάσεων· καὶ φωνήσει μεγάλῃ τῆς εὐαγγελικῆς σάλπιγγος φωνῇ· «Λάζαρε, δεῦρο ἔξω» τοῦ κόσμου, μὴ ἐνθάπτου τοῖς βιωτικοῖς περισπασμοῖς καὶ πάθεσιν· ὥσπερ καὶ τοῖς μαθηταῖς ἔλεγεν· «Οὐκ ἐστὲ ἐκ τοῦ κόσμου·» καὶ πάλιν ὁ Παῦλος, «Καὶ ἡμεῖς ἐξερχόμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς,» τουτέστι, τοῦ κόσμου, καὶ οὕτως ἐξεγερεῖ ἀπὸ τῆς ἁμαρτίας τὸν τεθνεῶτα, ᾧ προσώζεσαν τῆς κακίας οἱ μώλωπες. Ὃς διὰ τοῦτο ὀδωδὼς ἦν, διότι τετραήμερος νεκρὸς ἦν, ταῖς τέσσαρσιν ἡμεριναῖς καὶ φωτειναῖς ἀρεταῖς ἀπονεκρωθείς, καὶ ἀργὸς ὢν καὶ ἀκίνητος πρὸς αὐτάς.

Πλὴν ἀλλ’ εἰ καὶ ἀκίνητος ἦν, καὶ τὰς χεῖρας καὶ τοὺς πόδας δεδεμένος, καὶ ταῖς σειραῖς τῶν οἰκείων ἁμαρτιῶν σφιγγόμενος, καὶ ἄπρακτος πάντη δεικνύμενος, ναὶ μήν, ἀλλὰ καὶ τὴν ὄψιν σουδαρίῳ κεκαλυμμένος, ὥστε μηδὲν ἔχειν ὁρᾷν θεῖον ὑπὸ τοῦ σαρκικοῦ καλύμματος ἐπιπροσθοῦντος· συνόλως δὲ εἰπεῖν παγκάκως διακείμενος καὶ κατὰ τὸ πρακτικόν, ὃ διὰ τῶν χειρῶν καὶ τῶν ποδῶν δηλοῦται, καὶ κατὰ τὸ θεωρητικόν, ὃ διὰ τῆς περικεκαλυμμένης ὄψεως ὑποσημαίνεται· εἰ καὶ οὕτως οὖν ἀθλίως ἔχει, ἀλλ’ οὖν ἀκούσεται· «Λύσατε αὐτόν,» οἱ ἀγαθοὶ καὶ συνεργοὶ τῆς σωτηρίας ἄγγελοι, ἢ οἱ ἱερεῖς, καὶ ἄφεσιν αὐτῷ δότε τῶν ἁμαρτιῶν, ὥστε ὑπάγειν, καὶ κινεῖσθαι πρὸς ἐργασίαν τοῦ ἀγαθοῦ. Τινὲς δὲ Μάρθαν μὲν ἐνόμισαν τὴν Συναγωγὴν τῶν Ἰουδαίων, Μαρίαν δὲ τὴν τῶν ἐθνῶν. Ἡ μὲν γὰρ τῶν Ἰουδαίων τυρβάζεται περὶ πολλὰ (πολλαὶ γὰρ αἱ τοῦ νόμου ἐντολαὶ καὶ δυσκατέργαστοι), ἡ δὲ τῶν ἐθνῶν οὐ τῶν πολλῶν χρῄζει ἐντολῶν, ἀλλὰ τῶν ὀλίγων, ἐν οἷς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται, τῶν περὶ ἀγάπης νενομοθετημένων. Ἀδελφὸν δὲ τούτων ἐκ νεκρῶν ἀνιστάμενον, τὰς ψυχὰς τῶν δι’ ἁμαρτίας εἰς ᾅδην καταβαινόντων, κατὰ τό, «Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην.» Ταύτας οὖν τὰς ψυχὰς ἀνιστᾷ ὁ Κύριος. «

Εἷς δέ τις ἐξ αὐτῶν, Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδέν, οὐδὲ διαλογίζεσθε, ὅτι συμφέρει ἡμῖν, ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. Τοῦτο δὲ ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλ’ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν, ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.

Ἀπ’ ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντο, ἵνα ἀποκτείνωσιν αὐτόν.» Μετὰ τῶν ἄλλων καὶ τὸ τῆς ἀρχιερωσύνης ἀξίωμα παρὰ τοῖς Ἰουδαίοις διέφθαρτο. Ἀφ’ οὗ γὰρ ὠνηταὶ γεγόνασιν αἱ ἀρχαί, οὐκ ἔτι τὸν ἅπαντα χρόνον τῆς ζωῆς, ἀλλ’ ἐνιαυτὸν κατ’ ἐνιαυτὸν ἱεράτευον. Πλὴν ἀλλὰ καὶ οὕτω διεφθαρμένου τοῦ ἀξιώματος, ὅμως καὶ ἔτι παρῆν τὸ Πνεῦμα τὸ ἅγιον ἐν τοῖς χρισθεῖσιν ἐνεργοῦν. Ἐπειδὴ [ἐπεὶ δὲ] καὶ τὰς χεῖρας ἦραν κατὰ τοῦ Χριστοῦ, τηνικαῦτα παντελῶς ἡ χάρις αὐτοὺς ἐγκατέλιπε, καὶ μετῆλθεν ἐπὶ τοὺς ἀποστόλους. Οἱ μὲν οὖν ἄλλοι, ἐν τάξει βουλῆς τὸν τοῦ Χριστοῦ θάνατον ἐσκέπτοντο· ὁ δὲ ἀρχιερεὺς οὕτως ἦν μιαιφόνος, ὥστε γυμνῇ τῇ κεφαλῇ μετὰ ἰταμότητος ἀποφήνασθαι κατὰ Χριστοῦ· μᾶλλον μὲν οὖν καὶ τοῖς ἄλλοις ἐπιμέμφεται, ὡς μὴ συνιεῖσι τὸ δέον, καὶ ἀργοῦσι περὶ τὴν τοῦ συμφέροντος σκέψιν. «Ὑμεῖς γάρ, φησίν, οὐκ οἴδατε οὐδέν.» Ἀργοί ἐστε, φησί, εἰς τὸ νοῆσαι, καὶ οὐ λογίζεσθε ὅτι συμφέρει ἕνα ἀποθανεῖν, καὶ σωθῆναι τὸν λαὸν πάντα. Τοῦτο δὲ καὶ αὐτὸς μὲν σκαιῷ λογισμῷ εἶπε, πλὴν ἡ χάρις τοῦ Πνεύματος, τῷ στόματι ἐκείνου ἐχρήσατο πρὸς τὴν τοῦ μέλλοντος προφητείαν, εἰ καὶ τῆς μιαρᾶς αὐτοῦ καρδίας οὐχ ἥψατο. Σκόπει οὖν πόση τοῦ Πνεύματος ἡ δύναμις· ἀπὸ γὰρ διανοίας πονηρᾶς ῥήματα παρεσκεύασε προελθεῖν, προφητείαν ἔχοντα θαυμαστήν.

Ἀποθανόντος γὰρ Χριστοῦ πάντες οἱ πιστεύσαντες ἐκ τοῦ ἔθνους, τῆς μεγάλης καὶ αἰωνίου κολάσεως ἀπηλλάγησαν· καὶ οὐχ ὑπὲρ τοῦ λαοῦ μόνον τοῦ Ἰουδαϊκοῦ ἀπέθανεν, ἀλλ’ ἵνα καὶ τὰ λοιπὰ τέκνα τοῦ Θεοῦ, τουτέστι, τὰ ἔθνη, εἰς ἓν συναγάγῃ. Τέκνα δὲ Θεοῦ ὀνομάζει τὰ ἔθνη, ἢ ἀπὸ τοῦ μέλλοντος ἔσεσθαι (ἐπεὶ γὰρ ἔμελλον γενέσθαι τέκνα Θεοῦ, οὕτως αὐτοὺς ὀνομάζει· ὥσπερ καὶ ἀλλαχοῦ φησιν, ὅτι «Καὶ ἄλλα πρόβατα ἔχω,» ἀπὸ τοῦ μέλλοντος καὶ ταῦτα καλῶν), ἢ καθὸ πάντων Πατήρ ἐστι, τρόπῳ δημιουργικῷ γεννήσας ἡμᾶς, καὶ καθὸ τετίμηκεν ἡμᾶς, κατ’ εἰκόνα κτίσας οἰκείαν καὶ ὁμοίωσιν· ὥσπερ οὖν καὶ ἐν ταῖς Πράξεσιν ὁ Παῦλος πρὸς Ἀθηναίους δημηγορῶν, φησί· «Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ.» Ἐπεὶ τοίνυν ἀρχικὸν ζῶον ὁ ἄνθρωπος, καὶ κατὰ τοῦτο Θεῷ ὡμοιωμένον, τέκνον Θεοῦ λέγεται πᾶς. Διεσκορπισμένους οὖν οὕτως ἡμᾶς ὄντας (πολυτρόπως γὰρ ὁ Σατανᾶς ἀλλήλων καὶ τοῦ Θεοῦ τοὺς ἀνθρώπους ἀποδιεῖλεν, ἕκαστον τῷ πλησίον ἐπιμανῆναι διὰ φιλοπλουτίας καὶ φιλοδοξίας παρασκευάσας), εἰς ἓν ὁ Χριστὸς ἡμᾶς ἤγαγεν, εἰς μίαν Ἐκκλησίαν καὶ ζυγὸν ἕνα συναγαγών, καὶ τοὺς ἐγγὺς καὶ τοὺς μακρὰν ἓν σῶμα ποιήσας· ἵνα ὁ ἐν τῇ Ῥώμῃ καθήμενος, τὸν ἐν Ἰνδίᾳ ὄντα, μέλος οἰκεῖον λογίζηται, καὶ πάντων μίαν κεφαλὴν ὁμολογῇ τὸν Χριστόν.

Τὸ δέ, «Ἀπ’ ἐκείνης τῆς ἡμέρας συνεβουλεύσαντο, ἵνα ἀποκτείνωσι τὸν Ἰησοῦν,» δηλοῖ ὅτι ἀπ’ ἐκείνης τῆς ἡμέρας κυρίως καὶ τελείως ἐκύρωσαν τὴν γνώμην. Καὶ πρὸ τούτου μὲν γὰρ ἐσκέπτοντο περὶ τοῦ φόνου, ἀλλὰ μαλακώτερον, καὶ ζήτησις μᾶλλον ἦν τὸ πρᾶγμα, καὶ οὐκ ἀπόφασις· νῦν δὲ τελεία κρίσις, καὶ ψῆφος κεκυρωμένη. Πρώην γὰρ «ἐζήτουν, φησίν, ἀποκτεῖναι αὐτόν·» καὶ αὐτὸς δὲ αὐτοὺς ἐλέγχων, φησίν, ὅτι «Ζητεῖτέ με ἀποκτεῖναι.» Σκόπησον οὖν τῆς ἀρχιερατικῆς ἀξίας τὴν δύναμιν, πῶς γέμει τῆς τοῦ Πνεύματος χάριτος, κἂν οἱ ταύτην φοροῦντες ὦσιν ἀνάξιοι. Καὶ τίμα μοι τοὺς ἀρχιερεῖς ἀξίως τῆς ἐν αὐτοῖς χάριτος, οὐ τῆς αὐτῶν προαιρέσεως. Οὐ μόνον δὲ ἄρα Καϊάφας προφητεύει, ἀλλὰ καὶ ἄλλοι πολλοὶ ἀνάξιοι τὰ μέλλοντα εἶδον· Φαραὼ τὰ περὶ τῆς εὐφορίας καὶ ἀφορίας·

Ναβουχοδονόσωρ τὰ περὶ τῶν βασιλειῶν καὶ τοῦ Χριστοῦ, καὶ Βαλαὰμ περὶ Χριστοῦ. Οὐκ εἴτις δὲ προφητεύει, προφήτης ἂν λεχθείη· ἀλλ’ εἴ τις προφήτης, ἐκεῖνος καὶ προφητεύει· ὥσπερ οὖν οὐδὲ πᾶς ὁ ἰατρικόν τι ποιῶν, ἤδη καὶ ἰατρός· ἀλλ’ ὁ καὶ κατὰ τὸν ἰατρικὸν λόγον ποιῶν τὸ ἰατρικόν, ἐκεῖνος ἂν λεχθείη ἰατρός· ὥσπερ καὶ δίκαιος οὐχ ὁ ποιῶν δίκαιόν τι, ἀλλ’ ὁ δικαίως ποιῶν, κατὰ τὸ εἰρημένον· Δικαίως τὸ δίκαιον διώξεις. προφητεύει καὶ Καϊάφας, ἀλλ’ οὐ προφητικῷ λογισμῷ· οὐκ ἄρα προφήτης. «Ἰησοῦς οὖν οὐκ ἔτι παῤῥησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ πόῤῥωθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου εἰς Ἐφραῒμ λεγομένην πόλιν, κἀκεῖ διέτριβε μετὰ τῶν μαθητῶν αὐτοῦ. Ἦν δὲ ἐγγὺς τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ Πάσχα, ἵνα ἁγνίσωσιν ἑαυτούς. Ἐζήτουν οὖν τὸν Ἰησοῦν, καὶ ἔλεγον μετ’ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες· Τί δοκεῖ ὑμῖν, ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν; Δεδώκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι· ἐντολήν, ἵνα ἐάν τις γνῷ ποῦ ἐστι, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.» Εἰς κατάκριμα τῶν Ἰουδαίων ἀναχωρεῖ ὁ Κύριος, οὐ δειλιῶν, ἅμα δὲ καὶ ἡμᾶς διδάσκων μὴ ἐπιῤῥίπτειν ἑαυτοὺς εἰς κινδύνους, κἂν ὑπὲρ εὐσεβείας ὦσιν, ἀλλὰ καταλαμβανομένους μὲν ἵστασθαι γενναίως, μὴ καταληφθέντας δέ, εἰς ἐθελούσιον κίνδυνον μὴ παραβάλλεσθαι, διὰ τὸ τῆς ἐκβάσεως ἄδηλον.

Ὅρα δὲ τὴν ἀνόητον γνώμην τῶν Ἰουδαίων, ὅπως οὐδ’ ἐν τῷ τῆς ἑορτῆς καιρῷ τῆς μιαιφονίας ἀπείχοντο, ἀλλὰ καὶ φόνον ἐβουλεύσαντο δρᾶσαι, καὶ ἀνέβαινον ἁγνισθησόμενοι.

Οἱ γὰρ ἡμαρτηκότες ἢ ἑκούσια, ἢ ἀκούσια, οὐκ ἐτέλουν τὸ Πάσχα, εἰ μὴ πρότερον ἡγνίσθησαν κατὰ τὸ ἔθος, λουόμενοί τε καὶ νηστεύοντες, καὶ ξυρόμενοι, καὶ θυσίας τινὰς νενομισμένας προσφέροντες. Οὗτοι τοίνυν οἱ βέλτιστοι οἱ τὸν ἁγνισμὸν ποιούμενοι, ἐνήδρευον τὸν Κύριον, καί φασι· «Τί δοκεῖτε, ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν;» τουτέστιν, Ἐξ ἀνάγκης ἐμπεσεῖν μέλλει· ὁ γὰρ καιρός, εἰ καὶ μηδὲν ἄλλο, ἀναγκάσει αὐτὸν παγιδευθῆναι. Ὢ τῆς πονηρίας! Ὅτε μᾶλλον καὶ τοὺς ὁμολογουμένως κατακρίτους ἔδει ἀπολύειν διὰ τὴν ἑορτήν, τότε τὸν ἀναίτιον ἐνεδρεύουσι. Ἀλλ’ εἰ μὲν οἱ ἰδιῶται μόνοι ταῦτα ἐποίουν, ἐδόκει ἂν ἀμαθίας εἶναι τὸ πάθος· νῦν δὲ Φαρισαῖοι ἐντέλλονται, ἵνα καταμηνυθῇ, καὶ συλληφθῇ. Καλῶς οὖν ἀναχωρεῖ ἀπὸ τούτων ὁ Κύριος.

Ὁ γὰρ Λόγος τοῦ Θεοῦ πρότερον μὲν παῤῥησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, διὰ τῶν προφητῶν καταγγελλόμενος· νῦν δὲ οὐκ ἔτι, ἀλλ’ ἀνεχώρησεν εἰς τὴν ἔρημον τῶν ἐθνῶν συναγωγήν, περὶ ἧς εἴρηται, ὅτι «Πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα.» Ἐγγὺς δὲ Ἐφραΐμ ἐστιν, ἡ ἔρημος αὕτη. Ἐφραῒμ δὲ λέγεται «καρποφορία.» Ἀδελφὸς δὲ ὕστερος οὗτος, τοῦ Μανασσῇ πρεσβυτέρου ὄντος· Μανασσῆς δὲ ἑρμηνεύεται «ἀπὸ λήθης.» Ὁ τοίνυν Ἰουδαίων λαὸς πρεσβύτερος υἱὸς ἦν τοῦ Θεοῦ («Υἱὸς γάρ μου, φησί, πρωτότοκος Ἰσραήλ»), λήθην δὲ αὐτοῦ ἔσχε Θεός· τὸν δὲ Ἐφραΐμ, τουτέστι, τὴν ἐξ ἐθνῶν καρποφορίαν, δεύτερον ποιεῖται υἱὸν ὁ Κύριος. Εἰς τὴν ἔρημον οὖν Ἐφραΐμ, τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν τὴν καρποφορηθεῖσαν διὰ τοῦ Εὐαγγελίου, ὁ Λόγος ἐξῆλθεν, τὴν Ἰουδαίαν καταλιπών.

ΚΕΦΑΛ. ΙΒʹ. Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ. Περὶ ὧν εἶπεν Ἰούδας. Περὶ τοῦ ὀναρίου. Περὶ τῶν Ἑλλήνων προσελθόντων, καὶ ἐρωτώντων τὸν Φίλιππον. Περὶ τῆς φωνῆς ἐκ τοῦ οὐρανοῦ ἀκουσθείσης. «Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν. Ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ· καὶ ἡ Μάρθα διηκόνει; ὁ δὲ Λάζαρος εἷς ἦν τῶν συνανακειμένων αὐτῷ. Ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ. Ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.» Τῇ δεκάτῃ τοῦ μηνὸς λαμβάνουσι τὸ ἐν τῇ τοῦ Πάσχα ἑορτῇ τυθησόμενον πρόβατον, ἔκτοτε δὲ τῶν πρὸς τὴν ἑορτὴν ἐπιτηδείων ἄρχονται. Ἀμέλει καὶ τῇ πρὸ ἓξ ἡμερῶν, ἥ ἐστι ἐννάτη τοῦ μηνός, ἁβρότερον ἑστιῶνται, καὶ προοίμια τῆς ἑορτῆς τὴν ἡμέραν ταύτην ποιοῦνται. Διὸ καὶ Ἰησοῦς συνεστιᾶται, εἰς Βηθανίαν ἐλθών. Δεῖξαι δὲ θέλων ὁ εὐαγγελιστής, τῆς ἀληθοῦς ἀναστάσεως τοῦ Λαζάρου σημεῖον, φησίν· «Ὁ δὲ Λάζαρος εἷς ἦν τῶν συνανακειμένων.» Οὐ γὰρ φανεὶς εὐθὺς ἀπέθανεν, ἀλλ’ ἔμεινεν ἐπὶ πολὺν καιρὸν ἐσθίων καὶ πίνων, καὶ τὰ ἄλλα τὰ συνήθη διατελῶν. Διὰ δὲ τοῦ εἰπεῖν, ὅτι «Ἡ Μάρθα διηκόνει,» ἐσήμανεν ὅτι ἐν τῇ οἰκίᾳ αὐτῆς ἡ ἑστίασις ἦν.

Ὅρα δέ μοι τὴν πίστιν τῆς γυναικός, πῶς οὐ θεραπαινίσιν ἐπιτρέπει τὴν διακονίαν, ἀλλ’ αὐτὴ δι’ ἑαυτῆς ταύτην ποιεῖται. Καὶ ὁ Παῦλος λέγει περὶ γυναικὸς χήρας, ἣ ἁγίων πόδας ἔνιψεν· «Αὕτη μὲν οὖν κοινῇ πᾶσι διακονεῖ·» ἡ δὲ Μαρία εἰς τὸν Χριστὸν μόνον περιίστησι τὴν τιμήν, ἐπειδὴ οὐχ ὡς ἀνθρώπῳ προσέχει τούτῳ, ἀλλ’ ὡς Θεῷ. Τὸ γὰρ μύρον διὰ τοῦτο ἐξέχεε, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς ἐξέμαξεν, οὐκ ἔχουσα τοιαύτην περὶ αὐτοῦ ὑπόληψιν, οἷαν οἱ πολλοὶ ὡς περὶ ψιλοῦ ἀνθρώπου, ἀλλ’ ὡς Δεσπότου καὶ Κυρίου. Ληφθείη δ’ ἂν ἡ Μαρία τρόποις ἀναγωγῆς εἰς τὴν θεότητα τοῦ Πατρὸς καὶ Κυρίου πάντων· Μαρία γὰρ «κυρία» ἐρμηνεύεται.

Ἡ τοίνυν κυρία πάντων θεότης τοῦ Πατρός, ἔχρισε τοὺς πόδας τοῦ Ἰησοῦ, τὴν ἐπ’ ἐσχάτων σάρκα τοῦ Κυρίου, ἤτοι τοῦ Λόγου, φημί, τῷ μύρῳ τοῦ Πνεύματος· καθὰ καὶ Δαυΐδ φησι· «Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως·» καὶ ὁ μέγας Πέτρας, «Γινωσκέτω πᾶς οἶκος Ἰσραήλ, ὅτι Κύριον καὶ Χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.» Ἡ γὰρ προληφθεῖσα ὑπὸ τοῦ Λόγου σὰρξ τῷ θείῳ Πνεύματι, τῷ ἐπὶ τὴν μήτραν τῆς παρθένου ἐπελθόντι χρισθεῖσα, καὶ γενομένη ὅπερ ὁ Λόγος, τουτέστι, Θεὸς ἐπλήρωσε τὸν κόσμον εὐωδίας, ὥσπερ καὶ τὸ τῆς Μαρίας μύρον τὸν οἶκον εὐωδίασεν ἅπαντα. Τίνες δὲ αἱ τρίχες αἱ ἐκμάξασαι τοὺς πόδας; Ἦ πάντως οἱ κοσμοῦντες τὴν κεφαλὴν τοῦ Θεοῦ, καὶ τὴν ἀρχικὴν ἐξουσίαν αὐτοῦ οἱ ἅγιοι. Οὗτοι γὰρ εἰς δόξαν Θεοῦ ὄντες, κόσμος ἂν αὐτοῦ λεχθεῖεν, οἳ καὶ τοῦ χρίσματος τῆς τοῦ Κυρίου σαρκὸς γεγόνασι κοινωνοί, οὓς καὶ Δαυΐδ φησι «μετόχους.» Καὶ Παῦλος δὲ πρὸς Κορινθίους φησίν· «Ὁ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστόν, καὶ χρίσας ἡμᾶς ὁ Θεός.» Καὶ πανταχοῦ Χριστοὺς οἴδαμεν λεγομένους τοὺς κατὰ Χριστὸν ζήσαντας. Οἱ τοίνυν Χριστιανοὶ αἱ τρίχες ἂν νοηθεῖεν, αἱ τοὺς πόδας τοῦ Ἰησοῦ ἐκμάξασαι, καὶ μετασχοῦσαι τοῦ θείου χαρίσματος.

Νεκρόν τι αἱ τρίχες, νεκροὶ καὶ οἱ τοῦ Χριστοῦ· τὴν γὰρ σάρκα ἐσταύρωσαν, καὶ ἐνέκρωσαν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ τῷ κόσμῳ ἀπέθανον.

Κοσμοῦσι τὴν κεφαλὴν αἱ τρίχες, καὶ δόξα εἰσὶ ταύτης· δόξα τοῦ Θεοῦ, καὶ οἱ ἅγιοι, ὧν λάμπει τὸ φῶς ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ δοξάζεται δι’ αὐτοὺς ὁ Πατήρ, οἷς καὶ τὸ ἐσθίειν καὶ τὸ πίνειν εἰς δόξαν Θεοῦ γίνεται, οἳ καὶ ἐν τοῖς μέλεσι δοξάζουσιν αὐτόν.

Καὶ σὺ δέ, ἐπεὶ ἀνέστησέ σου τὸν νοῦν ὥσπερ τινὰ Λάζαρον ὁ Ἰησοῦς, καὶ ὑποδέχῃ αὐτὸν εἰς τὸν οἶκον τῆς ψυχῆς σου, καὶ συνευωχεῖται αὐτῷ καὶ ὁ ἀναστάς, ἄλειψον τοὺς πόδας τοῦ Κυρίου πρὸ ἒξ ἡμερῶν τοῦ Πάσχα, πρὶν ἔλθῃ τὸ Πάσχα τοῦ μέλλοντος αἰῶνος, ἕως οὖν ἐν τῷ κόσμῳ τούτῳ διάγεις τῷ ἐν ἓξ ἡμέραις ἀπαρτισθέντι. Πόδες τοῦ Χριστοῦ ὁ Ἀπόστολος, καὶ τὸ Εὐαγγέλιον, καὶ ἁπλῶς εἰπεῖν, αἱ ἐντολαί· δι’ αὐτῶν γὰρ ἐμπεριπατεῖ ἐν ἡμῖν. Ταύταις οὖν ταῖς ἐντολαῖς προσάγαγε μύρον, τὴν ἐκ διαφόρων ἀρετῶν, ὧν τὸ κρεῖττον ἡ θερμὴ ὡς νάρδος πίστις, συγκεκροτημένην διάθεσιν. Εἰ μὴ γὰρ θερμὴν καὶ σπουδαίαν καὶ ἐνάρετον σχέσιν περὶ τὰς ἐντολὰς ἐνδείξῃ, καὶ τοῖς νενεκρωμένοις οὖν μέλεσιν, οἱονεὶ θριξὶ ἐκμάξεις ταύτας, καὶ εἰς αὐτὸν ἀναλάβοις, οὐκ ἰσχύσεις εὐωδιάσαι σου τὸν οἶκον. Πόδες τοῦ Κυρίου καὶ οἱ ἐλάχιστοι ἀδελφοί, δι’ ὧν βαδίζει ὁ Χριστὸς ἐπὶ τὴν θύραν ἑκάστου ζητῶν τὰ χρειώδη, οὒς ἄλειφε τῷ τῆς ἐλεημοσύνης μύρῳ. Πολλοὶ μὲν οὖν ἐλεοῦσιν, ἀλλὰ πρὸς ἐπίδειξιν· διὸ οὐδὲ εἰς αὑτοὺς ἀναδέχονται τὴν ὠφέλειαν· «Ἀπέχουσι γὰρ τὸν μισθὸν» ἐνταῦθα· σὺ δὲ ἔκμαξαι ταῖς θριξὶ τῆς κεφαλῆς, καὶ εἰς τὴν ψυχὴν ἀναδέχου τὴν ὠφέλειαν, ἐν τῷ ἡγεμονικῷ μέρει τὸ κέρδος τῆς ἐλεημοσύνης συνάγαγε.

Καὶ εἴ τι νεκρὸν ἔχεις καὶ ἄψυχον, οἷον αἱ τρίχες, ἐν τούτῳ τῷ ἀγαθῷ χρίσματι καταμύριζε. «Τὰς ἁμαρτίας γάρ σου, φησίν, ἐν ἐλεημοσύναις ἐξάλειψον.» «Λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἰούδας Σίμωνος Ἰσκαριώτης, ὁ μέλλων αὐτὸν παραδιδόναι·

Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων, καὶ ἐδόθη πτωχοῖς; Εἶπε δὲ τοῦτο, οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ’, ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον εἶχε, καὶ τὰ βαλλόμενα ἐβάσταζεν. Εἶπεν οὖν ὁ Ἰησοῦς· Ἄφες αὐτήν· εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ’ ἑαυτῶν· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.» Φιλοχρήματος ὢν ὁ Ἰούδας, αἰτιᾶται τὸν τῆς τιμῆς τρόπον. Διατί γὰρ οὐκ ἀργύριον, φησί, προσήνεγκας, ἵνα ἔχω δηλαδὴ κλέψαι, ἀλλὰ μύρον; Πῶς οὖν ἄλλος εὐαγγελιστὴς λέγει, ὅτι πάντες οἱ μαθηταὶ τοῦτο εἶπον; Ῥητέον τοίνυν, ὅτι καὶ πάντες μὲν εἶπον, ἀλλ’ οὐ τοιαύτῃ προαιρέσει οἱ ἄλλοι, οἵᾳ οὗτος.

Οὐκ ἐλέγχει δὲ αὐτὸν ὁ Κύριος, καίτοι γε εἰδὼς αὐτὸν κλεπτικῇ γνώμῃ τοῦτο εἰπόντα· οὐ γὰρ ἠβούλετο ἐντρέψαι αὐτόν, μακροθυμεῖν καὶ ἡμᾶς πρὸς τοὺς τοιούτους παιδεύων. Ἐπικεκρυμμένως μέντοι ὀνειδίζει αὐτῷ τὴν προδοσίαν, καὶ ὅτι διὰ φιλοχρηματίαν μέλλει προδοῦναι αὐτὸν εἰς θάνατον. Διὸ καὶ τοῦ ἐνταφιασμοῦ μέμνηται, πλήσσων τὴν ἀσύνετον αὐτοῦ καρδίαν, εἴπως διορθωθείη. Καὶ τὸ ἐπαγόμενον δέ, τοιοῦτον νοῦν τινα ἐμφαίνει. «Τοὺς πτωχοὺς γάρ, φησί, πάντοτε ἔχετε μεθ’ ἑαυτῶν· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.» Ὅσον οὔπω, φησίν, ἀπελεύσομαι, σοῦ κατασκευάσαντός μου τὸν θάνατον. Εἰ τοίνυν ἐπαχθής σοί εἰμι, καὶ φορτικὴ ἡ εἰς ἐμὲ τιμή, ἀνάμεινον μικρόν, καὶ ἀπαλλαγήσῃ μου, καὶ τότε γνωσθήσῃ, εἰ διὰ τοὺς πτωχοὺς χρῄζεις τῆς τοῦ μύρου πράσεως. Τίνος δὲ ἕνεκεν, εἴ γε φιλοχρήματος ἦν καὶ κλέπτης, τὴν τῶν χρημάτων οἰκονομίαν αὐτῷ ἐπέτρεψεν ὁ Κύριος;

Δι’ αὐτὸ μὲν οὖν τοῦτο ὅτι κλέπτης ἦν, ἵνα πᾶσαν αὐτοῦ ἐκκόψῃ πρόφασιν. Οὐ γὰρ εἶχεν εἰπεῖν, ὅτι διὰ χρημάτων ἔρωτα προὔδωκεν. Ἱκανὴν γὰρ εἶχεν ἐκ τοῦ γλωσσοκόμου παραμυθίαν, ἀλλ’ οὔτε τὸ γλωσσόκομον ἔχων πιστὸς ἦν. «Ἐβάσταζε» γάρ, τουτέστιν, ἔκλεπτε «τὰ βαλλόμενα,» καὶ ἱερόσυλος ἦν, τὰ εἰς τὴν θείαν χρείαν διδόμενα νοσφιζόμενος (ἀκουέτωσαν δὲ οἱ ἱερόσυλοι, ποίας μερίδος εἰσί), καὶ τὸ κεφάλαιον τῆς κακίας, ὕστερον προὔδωκε τὸν Κύριον. Ὁρᾷς ποῖ φέρει ἡ φιλοχρηματία; Εἰς προδοσίαν. Καλῶς οὖν ὁ Παῦλος «ῥίζαν πάντων τῶν κακῶν» ταύτην ἐκάλεσεν, ὡς προδοῦσαν τὸν Κύριον, καὶ καθ’ ἑκάστην τοῦτ’ αὐτὸ ποιοῦσαν. Τινὲς δέ φασι τὸν Ἰούδαν ἐγχειρισθῆναι τὴν τῶν χρημάτων διακονίαν, ὡς ἐλάττονα τῶν ἄλλων· τὸ γὰρ περὶ χρήματα διακονεῖν, τοῦ περὶ διδασκαλίαν ἕλαττον, ὡς καὶ ἐν ταῖς Πράξεσί φασιν οἱ ἀπόστολοι· «Οὐκ ἔξεστιν ἡμῖν, καταλιποῦσι τὸν λόγον, διακονεῖν τραπέζαις.» «Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων, ὅτι ἐκεῖ ἐστι, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ’ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν. Ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς, ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι’ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων, καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.» Εὐγνώμονες ἦσαν οὗτοι, οἱ πρὸς τὸν Κύριον ἐλθόντες, καὶ οὐχὶ κατὰ τοὺς λοιποὺς ἀγνώμονες καὶ λυττῶντες. «

Ἦλθον γάρ, φησίν, οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ’ ἵνα καὶ τὸν Λάζαρον ἴδωσι.» Τῷ ὄντι γὰρ μεγίστου τοῦ θαύματος ὄντος πολλοὶ ἠβούλοντο θεαταὶ γενέσθαι τοῦ ἀναστάντος, ἴσως προσδοκῶντές τι καὶ περὶ τῶν ἐν τῷ ᾅδῃ παρὰ τοῦ Λαζάρου ἀκούσεσθαι. Οἱ δὲ Φαρισαῖοι οὕτως ἀπανθρώπως εἶχον, ὥστε οὐ μόνον τὸν Ἰησοῦν θέλειν, ἀλλὰ καὶ τὸν Λάζαρον ἀποκτεῖναι, διότι αἴτιος σωτηρίας πολλοῖς ἐγένετο, τῷ περὶ αὐτὸν θαύματι πρὸς τὴν πίστιν ἐπαγόμενος τοὺς ἀδολωτέρους· οὕτως ἔγκλημα παρ’ αὐτοῖς ἦν καὶ τὸ καλῶς παθεῖν. Μάλιστα δὲ ἔδακνεν αὐτοὺς τό, τῆς ἑορτῆς ἐνισταμένης, πάντας ἐπὶ τὴν Βηθανίαν τρέχειν, καὶ ἀκροατὰς τοῦ θαύματος καὶ αὐτόπτας τοῦ ἀναστάντος γίνεσθαι. «Τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἔλαβον τὰ βαΐα τῶν φοινίκων, καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτοῦ, καὶ ἔκραζον· Ὡς ἀννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ.» Ἀναχωρήσας μικρὸν εἰς τὴν ἔρημον ὁ Κύριος διὰ τὸ κατασβέσαι τὸν θυμὸν τῶν μιαιφόνων, πάλιν παῤῥησίᾳ εἰσέρχεται, καὶ πᾶσιν ἐμφανίζεται. Ἐνειστήκει γὰρ λοιπὸν ὁ καιρὸς τοῦ πάθους, καὶ οὐκ ἔτι ἔδει αὐτὸν κρύπτεσθαι, ἀλλ’ ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἑαυτὸν δοῦναι.

Ὅρα γὰρ ἀκολουθίαν τοῦ πάθους· Ἀνέστησε τὸν Λάζαρον, θαῦμα τελευταῖον τοῦτο τηρήσας τὸ πάντων μέγιστον· ἐκ τούτου πολλοὶ συνέτρεχον καὶ ἐπίστευον· ἐκ τοῦ πιστεύειν πολλούς, ὁ φθόνος μείζων· ἐκ δὲ τούτου ἡ ἐπιβουλὴ καὶ ὁ σταυρός. «Ἀκούσαντες γάρ, φησίν, οἱ ὄχλοι ὅτι ἔρχεται ὁ Ἰησοῦς,» ὑπήντησαν αὐτῷ μετὰ δόξης, διὰ τὸ ἐπὶ τῷ Λαζάρῳ θαῦμα πάντως τιμὴν αὐτῷ ἀπονέμοντες μείζω, ἢ κατὰ τὴν ἀνθρώπῳ ὀφειλομένην ψιλῷ. Οὐκ ἔτι γὰρ αὐτὸν ὡς προφήτην εἶχον· ἐπεὶ ποῖον προφήτην οὕτως οἱ πατέρες αὐτῶν τετιμήκασί ποτε; Ὅθεν καὶ ἔλεγον· «Ὡς ἀννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.» Ἐκ δὲ τούτων τῶν ῥημάτων συλλογιζόμεθα, πρῶτον μέν, ὅτι Θεός ἐστι· τὸ γάρ, «Ὡς ἀννά,» Σῶσον δή, ἑρμηνεύεται, ὡς καὶ ἐν τῷ ἑκατοστῷ ἑπτακαιδεκάτῳ ψαλμῷ παρὰ τῶν Ἑβδομήκοντα ἐξελληνισθὲν κεῖται· τοῦ γὰρ Ἑβραϊκοῦ, «Ὡς ἀννά,» ἔχοντος, τὸ Ἑλληνικόν, «Ὦ Κύριε, σῶσον δή,» ἔχει. Τὸ δὲ σώζειν τοῦ Θεοῦ μόνου ἐστί, καὶ πρὸς αὐτὸν εἵρηται· τό, «Σῶσον ἡμᾶς, Κύριε, ὁ Θεὸς ἡμῶν.» Καὶ πανταχόθεν ἂν συνελογίσατό τις, ὅτι τὴν σωτηρίαν τῷ Θεῷ μόνῳ ἡ Γραφὴ ἀνατίθησι. Πρῶτον μὲν οὖν τοῦτο δεικνύουσιν οἱ τὰ τοῦ Δαυῒδ ἐπὶ Χριστοῦ λέγοντες, ὅτι Θεός ἐστιν· ἔπειτα, ὅτι καὶ κυρίως Θεός. «Ὁ ἐρχόμενος» γάρ, φησί, οὐχὶ Ἀγόμενος. Τὸ μὲν γὰρ δουλικόν πως, τὸ δὲ ἐξουσιαστικόν, τὸ ἔρχεσθαι.

Καὶ τῷ εἰπεῖν δέ, «Ἐν ὀνόματι Κυρίου,» ταὐτὸ τοῦτο ἐμφαίνουσιν, τὸ ἀληθινὸν Θεὸν αὐτὸν εἶναι· οὐ γὰρ «ἐν ὀνόματι» δούλου, ἀλλὰ «Κυρίου» φασὶν αὐτὸν ἔρχεσθαι. Καὶ ἔτι παριστῶσιν ὅτι οὐκ ἔστιν ἀντίθεος, ἀλλ’ ἐν ὀνόματι τοῦ Πατρὸς ἐλθών, ὥσπερ δὴ καὶ αὐτὸς ὁ Κύριός φησιν, ὅτι «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ἄλλος δὲ ἐλεύσεται ἐν τῷ ἰδίῳ ὀνόματι.» Καὶ βασιλέα δὲ τοῦ Ἰσραὴλ ἀπεκάλουν αὐτόν, τάχα αἰσθητὴν βασιλείαν φανταζόμενοι. Προσεδόκων γὰρ ἀναστήσεσθαί τινα βασιλέα μείζω, ἢ κατὰ τὴν ἀνθρωπίνην φύσιν μέλλοντα σώσειν αὐτοὺς ἀπὸ τῆς τῶν Ῥωμαίων ἐπικρατείας. «Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον, ἐκάθισεν ἐπ’ αὐτό· καθώς ἐστι γεγραμμένον· Μὴ φοβοῦ, θύγατερ Σιών, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι καθήμενος ἐπὶ πῶλον ὄνου. Ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον, ἀλλ’ ὅτε ἐδοξάσθη ὁ Ἰησοῦς, τότε ἐμνήσθησαν, ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ.» Πῶς οἱ μὲν ἄλλοι εὐαγγελισταὶ τὸν Κύριόν φασι πρὸς τοὺς μαθητὰς εἰπεῖν· «Λύσαντες ἀγάγετέ μοι·» ὁ δὲ Ἰωάννης ἐνταῦθα οὐδὲν τοιοῦτόν φησιν, ἀλλ’ ἁπλῶς οὕτω φησίν· «Εὑρὼν ὁ Ἰησοῦς ὀνάριον;» Καὶ τί τοῦτο; μὴ γὰρ διαφωνοῦσιν· ἀλλ’ ἐκείνων εἰπόντων πλατύτερον, οὗτος ἐπιτομώτερον ἔφη, τό, «Εὑρὼν ὁ Ἰησοῦς ὀνάριον.» Λυθὲν γὰρ παρὰ τῶν μαθητῶν, καὶ ἀχθὲν εὗρε καὶ ἐκάθισεν ἐπ’ αὐτό.

Διὰ δὲ τούτου, καὶ προφητείαν μὲν ἐπλήρου τοῦ Ζαχαρίου εἰπόντος· «Μὴ φοβοῦ, θύγατερ Σιών, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι καθήμενος ἐπὶ πῶλον ὄνου.» Ἐπειδὴ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον οἱ ἐν Ἱερουσαλὴμ βασιλεύοντες, ἄδικοί τε ἧσαν, καὶ πλεονέκται, φησὶν ὁ προφήτης· «Μὴ φόβου, Σιών·» ὁ γὰρ προφητευόμενός σοι παρ’ ἐμοῦ βασιλεύς, οὐ τοιοῦτος, ἀλλὰ πρᾶος καὶ μετριόφρων, καὶ οὐδὲν ἀλαζονικὸν ἐνδεικνύμενος· καὶ δείκνυται ἀπὸ τοῦ ὄνῳ ἐπικαθήμενος ἐλθεῖν. Οὐ γὰρ στρατόπεδον ἐπισυρόμενος εἰσῆλθεν, ἀλλ’ ὄνῳ ἐποχούμενος. Ἦν δὲ καὶ τοῦ μέλλοντος σύμβολον τὸ ἐπικαθίσαι αὐτὸν ὄνῳ. Ἀκάθαρτον μὲν γὰρ τοῦτο ζῶον παρὰ τῷ νόμῳ, σύμβολον δὲ τοῦ ἀκαθάρτου τοῦ τῶν ἐθνῶν λαοῦ, ᾧ ἐπικάθηται ὁ τοῦ Θεοῦ Λόγος Ἰησοῦς, ὑποτάττων τὸν ἀνυπότακτον καὶ ἀπαίδευτον τοῦτον ὡς πῶλον, φημί, τὸν νέον λαόν, ὃν καὶ ἀνάγει ἐπὶ τὴν ἀληθινὴν Ἱερουσαλήμ, ὑποχείριον αὐτῷ καὶ ὑποκλινῆ γενόμενον.

Ἦ γὰρ οὐχὶ τοὺς ἐξ ἐθνῶν συνήγαγεν ἐπὶ τὸν οὐρανὸν ὁ Κύριος, λαὸν αὐτοῦ γενομένους, καὶ ὑπακούσαντας τῷ κηρύγματι; Ἐμήνυον δὲ καὶ οἱ φοίνικες, τάχα μὲν καὶ τὸ νικητὴν αὐτὸν γενέσθαι τοῦ θανάτου ἀναστήσαντα τὸν Λάζαρον· ὁ γὰρ φοίνιξ ἐν τοῖς ἀγῶσι τοῖς νικηταῖς ἐδίδοτο. Τάχα δὲ ἐδήλου καὶ τὸ οὐράνιον εἶναι τὸν εὐφημούμενον, καὶ ὑψόθεν ἥκοντα.

Μόνος γὰρ τῶν ἄλλων δένδρων ἀνατείνει μὲν εἰς αὐτὸν τὸν οὐρανόν, ὡς εἰπεῖν, ἐν ὕψει δὲ κομᾷ, θαλλοὺς φέρων ἐπὶ τῆς κόμης λευκούς· ἐν δὲ τῷ στελέχει καὶ τοῖς μέσοις ἄχρι τῆς κορυφῆς, τραχύς ἐστι καὶ δυσανόδευτος, τοὺς ἐπὶ τῶν κλάδων σκόλοπας προβαλλόμενος.

Οὕτως οὖν καὶ ὁ πρὸς τὴν τοῦ Υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ γνῶσιν ἐλαύνων, τραχεῖαν μὲν αὐτὴν εὑρήσει καὶ ἀνάντη, διὰ τῶν κόπων ὁδεύων τῆς ἀρετῆς· πρὸς δὲ τὸ ὕψος τῆς γνώσεως ἀφικόμενος, ἐντεύξεται τῷ λαμπροτάτῳ τῆς θεογνωσίας φωτί, καὶ τῇ ἀποκαλύψει τῶν ἀποῤῥήτων, καθάπερ τοῖς τοῦ φοίνικος λευκοτάτοις θαλλοῖς. Σὺ δέ μοι θαύμαζε τὸν εὐαγγελιστήν, πῶς οὐκ ἐπαισχύνεται, ἀλλ’ ἐκπομπεύει τὴν προτέραν ἄγνοιαν τῶν ἀποστόλων. «Ταῦτα γάρ, φησίν, οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρότερον, ἀλλ’ ὅτε Ἰησοῦς ἐδοξάσθη.» Δόξαν δὲ λέγει τὴν μετὰ τὸν σταυρὸν καὶ τὸ πάθος ἀνάληψιν.

Τότε δὴ τότε ἔγνωσαν τῇ τοῦ Πνεύματος πάντως παρουσίᾳ, «ὅτι ἐπ’ αὐτῷ ἦσαν γεγραμμένα.» Ὅτι μὲν γὰρ ἐγέγραπτο, τυχὸν ᾔδεσαν· ὅτι δὲ ἐπὶ τοῦ Ἰησοῦ, τοῦτο αὐτοὺς ἐλάνθανε συμφερόντως· ἢ γὰρ ἂν ἐσκανδαλίσθησαν ἐπ’ αὐτῷ σταυρουμένῳ, εἴ γε βασιλεὺς παρὰ τῆς Γραφῆς ἀναγορευόμενος, τοιαῦτα πάσχει. «Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ’ αὐτοῦ, ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου, καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. Διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσε τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. Οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς·

Θεωρεῖτε, ὅτι οὐκ ὠφελεῖτε οὐδέν; Ἴδε ὁ κόσμος ἀπῆλθεν ὀπίσω αὐτοῦ.» Ὁ ὄχλος, φησίν, ὁ ἐπὶ τῷ Λαζάρῳ τὸ θαῦμα ἰδών, μάρτυς ἦν, καὶ κήρυξ τῆς τούτου δυνάμεως· διὸ καὶ ὑπήντησαν αὐτῷ μετὰ δόξης οἱ ἀκούσαντες τοῦτο γενέσθαι τὸ σημεῖον, δηλονότι πιστεύσαντες. Οὐ γὰρ ἄν, εἰ μὴ ἐπίστευσαν, οὕτως ἀθρόον μετετέθησαν. Οἱ δὲ Φαρισαῖοι οἱ λέγοντες, ὅτι «Θεωρεῖτε, ὅτι οὐκ ὠφελεῖτε οὐδέν,» οὐκ ἀπὸ πονηρίας ταῦτα φθέγγονται· οὐ γὰρ ἐκ τῶν κατὰ τοῦ Σωτῆρος μελετώντων ἦσαν, ἀλλ’ εὐγνώμονες μὲν ἐοίκασιν εἶναι, ἀπαῤῥησίαστοι δέ· διὸ μὴ τολμῶντες φανερῶς ἀντιστῆναι τοῖς κατὰ τοῦ Κυρίου λυττῶσιν, ἀπὸ τῆς ἐκβάσεως τοῦ πράγματος πειρῶνται ἀναστέλλειν αὐτούς, μονονουχὶ τοιαῦτα λέγοντες· Ποία ὑμῖν ὠφέλεια ἀπὸ τῶν πολλῶν τῶν κατὰ τοῦ ἀνθρώπου τούτου ἐπιβουλῶν;

Ὅσον ἂν ἐπιβουλεύητε, τοσοῦτον οὗτος αὔξεται, καὶ ἐπιδίδωσιν ἡ δόξα αὐτοῦ. «Ὁ κόσμος» γάρ, ἤτοι τὸ πᾶν πλῆθος, «ὀπίσω αὐτοῦ ἀπῆλθεν.» Ὥστε ἐπεὶ οὐδὲν ἀνύετε, παύσασθε τῶν ἐπιβουλῶν, ἵνα μὴ ἀνομῆτε διακενῆς. «Ἦσαν δέ τινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων, ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ. Οὗτοι προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδᾶ τῆς Γαλιλαίας, καὶ ἠρώτησαν αὐτόν, λέγοντες· Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. Ἔρχεται Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ· καὶ πάλιν Ἀνδρέας καὶ Φίλιππος λέγουσι τῷ Ἰησοῦ. Ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς, λέγων·

Ἐλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.» Διὰ τὸ τοῦ ναοῦ κάλλος, καὶ τὰ λεγόμενα παρὰ Ἰουδαίοις θαυμαστά, πολλοὶ καὶ τῶν Ἑλλήνων ἀνῄεσαν προσκυνήσοντες.

Οὗτοι δὲ ἐγγὺς ἦσαν τοῦ καὶ προσήλυτοι γενέσθαι, ἤτοι τῷ Ἰουδαϊσμῷ προσελθεῖν. Τῆς οὖν περὶ τοῦ Ἰησοῦ φήμης διαδοθείσης, «προσίασι τῷ Φιλίππῳ, καὶ ἠρώτησαν αὐτὸν» ὥστε τὸν Ἰησοῦν ἰδεῖν, τουτέστιν, ᾐτήσαντο. Ὁ δὲ (ἀλλ’ ὅρα μετριοφροσύνην καὶ εὐταξίαν) «τῷ Ἀνδρέᾳ λέγει,» ὡς πρὸ αὐτοῦ ὄντι. Κἀκεῖνος οὐχ ἁρπάζει τὴν ὑπόμνησιν, οὐδὲ αὐθεντεῖ, ἀλλὰ συμπαραλαβὼν καὶ Φίλιππον, οὕτω θαῤῥεῖ τὴν ὑπόμνησιν· τοσαύτη εὐταξία καὶ φιλαλληλία αὐτοῖς ἐνεπολιτεύετο. Τί τοίνυν ὁ Κύριος; Ἐπειδὴ τοῖς μαθηταῖς παρήγγειλεν εἰς ὁδὸν ἐθνῶν μὴ ἀπελθεῖν, ἑώρα δὲ ἤδη τὰ ἔθνη αὐτῷ προσιόντα (οἱ γὰρ Ἕλληνες οἱ θέλοντες αὐτὸν ἰδεῖν, ἐθνικοὶ πάντως ἦσαν), τοὺς δὲ Ἰουδαίους ᾔδει αὐτῷ ἐπιβουλεύοντας· Καιρός, φησίν, λοιπὸν ἐπὶ τὸ πάθος ἐλθεῖν. «Ἐλήλυθεν γὰρ ἡ ὥρα» τοῦ σταυροῦ, «ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου.» Τί γὰρ ὄφελος τὰ μὲν ἔθνη προσιόντα ἡμῖν μὴ προσδέχεσθαι, τοῖς δὲ Ἰουδαίοις μισοῦσι καὶ διώκουσι προστρέχειν; Ἐπεὶ τοίνυν οἱ ἐξ ἐθνῶν προστρέχουσιν ἡμῖν, νῦν λοιπὸν ἡ ὥρα τοῦ σταυρωθῆναι.

Οὐκοῦν συγχωρήσω τοῖς Ἰουδαίοις πέρας ἐπαγαγεῖν τοῖς βουλεύμασιν αὐτῶν, καὶ ἐνδώσω αὐτοῖς, ὥστε σταυρῶσαί με, ἵνα δὴ ἀπροφάσιστοι ὦσιν εἰς τὸ μετέπειτα, εὐλόγως ἐμοῦ ἀφέντος αὐτοὺς ὡς σταυρωτὰς ὁμοῦ καὶ φονεῖς, καὶ τοῖς ἔθνεσι προσχωρήσαντος τοῖς ἤδη ἀρξαμένοις προσιέναι τῇ ἐμῇ διδαχῇ.

Λίαν γὰρ ἄδικον τοῖς μὲν ἔθνεσι διψῶσι τοῦ λόγου καὶ τῆς σωτηρίας, μηδὲν διδόναι, τοῖς δὲ ἀποπτύουσι τὰ διδόμενα Ἰουδαίοις καὶ ἐπιβουλεύουσι τῷ εὐεργέτῃ προσλιπαρεῖν. Εἶτα ἵνα μὴ σκανδαλισθῶσιν οἱ μαθηταί, ὅτι ὅτε καὶ τὰ ἔθνη προσιέναι ἤρξαντο, τότε καὶ ἀποθνήσκει, φησίν, ὡς Αὐτὸ τοῦτο μᾶλλον τὸ ἀποθανεῖν ἐμέ, αὐξήσει τὴν τῶν ἐθνῶν πίστιν. Ὥσπερ γὰρ «ὁ κόκκος τοῦ σίτου ὅταν σπαρεὶς ἀποθάνῃ, τηνικαῦτα πολὺν καρπὸν φέρει·» οὕτω δὴ καὶ ὁ ἐμὸς θάνατος πολὺν τὸν ἐν τῇ πίστει τῶν ἐθνῶν καρπὸν ἐνέγκοι. Ὥστε μηδεὶς σκανδαλιζέσθω, ὡς τῆς τῶν ἐθνῶν προσαγωγῆς διὰ τοῦ θανάτου μὴ κολωβουμένης· ἀλλὰ τῷ τοῦ κόκκου ὑποδείγματι πειθέσθω, τὴν ἐν τῷ θανάτῳ μου πτῶσιν, αὔξησιν τῶν πιστευόντων γενήσεσθαι. Εἰ γὰρ ἐν τῷ κόκκῳ τοῦτο γίνεται, πολλῷ μᾶλλον ἐν ἐμοί. Ἀποθανὼν γὰρ καὶ ἀναστάς, μᾶλλον δείξω τὴν ἐμὴν δύναμιν διὰ τοῦ ἀναστῆναι, καὶ πάντες ὡς Θεῷ μοι πιστεύσουσιν. «Ὁ φιλῶν τὴν ψυχὴν αὑτοῦ, ἀπολέσει αὐτήν· καὶ ὁ μισῶν τὴν ψυχὴν αὑτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Ἐὰν ἐμοὶ διακονῇ τις, ἐμοὶ ἀκολουθείτω· καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται. Καὶ ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ Πατήρ.»

Ἐπειδὴ ἐγγὺς ἦν τοῦ πάθους ὁ Κύριος, ᾔδει δὲ τοὺς μαθητὰς κατηφείας πλήρεις ἐσομένους, διὰ τοῦτό φησιν, ὅτι Τοσοῦτον οὐ δεῖ ὑμᾶς ἐπὶ τῷ ἐμῷ θανάτῳ κατηφιᾷν, ὥστε ἐὰν καὶ ὑμεῖς αὐτοὶ μὴ ἀποθάνητε, οὐδ’ ὑμῖν ἔσται κέρδος, ἀλλὰ καὶ πᾶς ἄνθρωπος ἁπλῶς, ὃς τὴν παροῦσαν ζωὴν ἀγαπᾷ, καὶ τὴν ψυχὴν αὐτοῦ φιλεῖ, τουτέστι, τὰς ἐπιθυμίας αὐτῆς τὰς ἀτόπους ποιεῖ, καὶ παρὰ τὸ δέον χαρίζεται αὐτῇ, καὶ μὴ καταφρονεῖ θανάτου, ἀπόλλυσι ταύτην. «Ὁ δὲ μισῶν αὐτήν,» τουτέστιν, ὁ μὴ ὑπείκων αὐτῇ, μηδὲ ὑποκλινόμενος, «φυλάξει αὐτὴν εἰς ζωὴν αἰώνιον.» Θέλων δὲ ἐνδείξασθαι τὴν ἐπιτεταμένην ἀποστροφήν, ἣν δεῖ ποιεῖσθαι πρὸς τὰς ἐπιθυμίας τῆς ψυχῆς, εἶπε τό, «Ὁ μισῶν.» Καὶ γὰρ τῶν μισουμένων οὔτε ὄψιν ἰδεῖν, οὔτε φωνὴν ἀκοῦσαι ὑπομένομεν. Οὕτως οὖν δεῖ διακεῖσθαι πρὸς τὰς ἀλόγους τῆς ψυχῆς ὀρέξεις, τέλειον μῖσος μισοῦντας αὐτάς. Τῷ δὲ εἰπεῖν, ὅτι «Ὁ μισῶν τὴν ψυχὴν αὑτοῦ ἐν τῷ κόσμῳ τούτῳ,» ἐμφαίνει τὸ πρόσκαιρον τοῦ πράγματος. Ἐπεὶ γὰρ φονικὸν ἐδόκει καὶ ἀπηνὲς τὸ παράγγελμα, παραμυθεῖται τοῦτο διὰ τοῦ προσθεῖναι, «Ἐν τῷ κόσμῳ τούτῳ.» Μὴ γάρ, φησίν, εἰς ἀπέραντον χρόνον κελεύω μισεῖν τὴν ψυχήν· ἐν τῷ παροδικῷ τούτῳ κόσμῳ ἀποστράφηθι ταύτην, ἐπιτάσσουσάν σοι τὰ ἄτοπα. Ἐπάγει δὲ τὸ κέρδος· «Εἰς ζωὴν αἰώνιον, φησί, φυλάξει αὐτήν.» Μισεῖς μὲν πρόσκαιρον, εἰς αἰῶνας δὲ τηρεῖς ζῶσαν τὴν θείαν ζωήν.

Προτρεπόμενος δὲ αὐτοὺς πλέον ἐπὶ τὴν τοῦ παρόντος βίου καταφρόνησιν, καὶ κατὰ τοῦ θανάτου θαῤῥύνων. φησίν· «Ὁ ἐμοὶ διακονῶν, ἐμοὶ ἀκολουθείτω·» οὕτως ἕτοιμος ἔστω πρὸς τὸν θάνατον, ὡς ἐγώ.

Ἀκολούθησιν γὰρ τὴν διὰ τῶν ἔργων ἐνταῦθα λέγει. Εἶτα καὶ ἡ παραμυθία· «Ὅπου εἰμὶ ἐγώ, καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται.» Ποῦ δὲ ὁ Χριστός; Ἐν οὐρανοῖς. Ὥστε ὁ διὰ τοῦ θανάτου αὐτῷ ἀκολουθῶν, καὶ μὴ τῷ κόσμῳ τούτῳ προσηλωθείς, ἐκεῖ ἔσται ἐν οὐρανοῖς. Ἀντίκειται γὰρ ἀλλήλοις τὸ ἄνω καὶ τὸ κάτω. Ὁ ἀγαπῶν κάτω εἶναι, ἄνω οὐκ ἔσται· ὁ δὲ φεύγων τὰ κάτω καὶ τὸν κόσμον, ἄνω καὶ ἐν οὐρανοῖς ἔσται. «Ἐάν τις γὰρ ἐμοὶ διακονῇ, φησί, τιμήσει αὐτὸν ὁ Πατήρ μου.» Οὐκ εἶπεν, ὅτι Τιμήσω ἐγὼ αὐτόν, ἀλλ’, «ὁ Πατήρ,» τὸ γνήσιον παριστῶν διὰ τούτου· ὡς γὰρ γνησίου Υἱοῦ διάκονον τιμῆς ἀξιώσει ὁ ἀληθινὸς Πατήρ· ἅμα δὲ καὶ τὸ μὴ εἶναι ἀντίθεος διὰ τούτου δείκνυσιν· οὐκ ἂν γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἐτίμα τοῦτον ἀντικείμενον αὐτῷ ὄντα διάκονον. Καὶ μὴ τοίνυν φιλήσωμεν τὴν ψυχὴν ἡμῶν ἐν τῷ ταύτην ἐκ τῶν ὑπὲρ τῆς ἀληθείας κινδύνων συντηρεῖν, καὶ μὴ θέλειν κακοπαθεῖν ὑπὲρ τοῦ καλοῦ· ἀλλ’ εἴπερ διάκονοι Χριστοῦ ἐσμεν, ἐκδῶμεν ταύτην τοῖς ὑπὲρ τῆς ἀληθείας κινδύνοις, καὶ ἐσόμεθα πάντως ἐν οἷς ἐστι νῦν ὁ Χριστός, οὐ τοῖς θεοπρεπέσι λέγω ἀξιώμασιν (ἐκεῖνος γὰρ φύσει Θεός), ἀλλ’ ἐν οἷς ἐνδέχεται τὴν ἀνθρωπίνην διαπρέπειν δύνασθαι φύσιν, οἷον ἐκεῖνος Θεὸς φύσει, ἡμεῖς θεοὶ θέσει καὶ χάριτι. «Νῦν ἡ ψυχή μου τετάρακται. Καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης; ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην.

Πάτερ, δόξασόν σου τὸ ὄνομα. Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω.» Τί ἐστι τοῦτο ὃ λέγει;

Δοκεῖ γὰρ ἐναντιοφωνεῖν αὐτὸς ἑαυτῷ. Ὁ γὰρ ἀνωτέρω πρὸς θάνατον δοκῶν ἐπαλείφειν, καὶ μισεῖν τὴν ψυχὴν προτρεπόμενος, οὗτος νῦν ταράττεται, φησί, μέλλων ἀποθανεῖν· ὃ οὐ προτρεπομένου ἐστὶν εἰς θάνατον, ἀλλ’ ἀποτρεπομένου. Ἀλλ’ εἰ καλῶς σκοπήσεις, εὑρήσεις, ὅτι καὶ τὸ ταράττεσθαι αὐτὸν προτροπή ἐστιν εἰς τὸ θανάτου καταφρονεῖν. Ἵνα γὰρ μὴ ἔχῃ τις λέγειν, ὅτι αὐτὸς ἔξω τῶν ἀνθρωπίνων παθῶν ὤν, εὐκόλως περὶ θανάτου φιλοσοφεῖ, καὶ ὡς ἐκτὸς κινδύνων ἄλλοις παραινεῖ, δείκνυσιν ὅτι καὶ αὐτὸς τῶν ἀνθρωπίνων ἰδιωμάτων πεπείραται, καὶ τῆς ἡμετέρας μετέσχε φύσεως, εἰ καὶ χωρὶς ἁμαρτίας. Διὸ καίτοι ἀθυμῶν καὶ ταραττόμενος ὡς ἄνθρωπος διὰ τὸ φύσει φιλόζωον, ὅμως οὐ παραιτεῖται τὸν θάνατον, ὡς ἐπὶ σωτηρίᾳ τοῦ κόσμου ὄντα. «Διὰ γὰρ τοῦτο, φησίν, ἦλθον εἰς τὴν ὥραν ταύτην,» ἵνα τὸν ὑπὲρ πάντων ἀναδέξωμαι θάνατον.

Διδάσκει δὲ φανερῶς διὰ τούτου ἡμᾶς, ἵνα μηδὲ ἡμεῖς κἂν ταραττώμεθα, κἂν ἀδημονῶμεν, τὸν ὑπὲρ τῆς ἀληθείας φεύγωμεν θάνατον. Ἐπεὶ κἀγώ, φησί, ταράττομαι (ἄνθρωπος γὰρ τῷ ὄντι εἰμί, καὶ συγχωρῶ τὴν φύσιν τὰ ἑαυτῆς ἐπιδείκνυσθαι)· ὅμως οὐ λέγω πρὸς τὸν Πατέρα, ἵνα με σώσῃ «ἐκ τῆς ὥρας ταύτης·» ἀλλὰ τί λέγω; «Πάτερ, δόξασόν σου τὸ ὄνομα·» τουτέστι, Τὸν σταυρόν, καὶ τὸν ὑπὲρ τῆς τῶν πάντων σωτηρίας κίνδυνον, εὐδόκησόν με ἀναδέξασθαι. Ὅρα δὲ ὅτι δόξαν Θεοῦ ὠνόμασε, τὸ ὑπὲρ τῆς ἀληθείας ἀποθανεῖν· διὸ καὶ ὁ Πατήρ, «Καὶ ἐδόξασα, φησί, καὶ πάλιν δοξάσω.» Τοῖς τε γὰρ πρὸ τοῦ σταυροῦ θαύμασιν, ἃ ἐν τῷ ἐμῷ ὀνόματι ἐτέλεις, «ἐδόξασα, καὶ πάλιν» ἐν αὐτῷ τῷ σταυρῷ διὰ σοῦ θαύματα ποιήσας, «δοξάσω,» καὶ μετὰ τὴν ταφὴν ἀναστήσας σε, καὶ τὸ Πνεῦμα πέμψας, ἔτι ἐνδοξότερον καὶ τὸ ἐμὸν ὄνομα καὶ σὲ καταστήσω. Τινὲς δὲ τό, «Νῦν ἡ ψυχή μου τετάρακται,» οὐχ ὡς τοῦ Ἰησοῦ τὸν θάνατον φοβουμένου κατὰ τὸ ἀνθρώπινον λέγεσθαι ἐνόησαν, ἀλλὰ προορῶν, φασί, τὴν ἔκπτωσιν τῆς παραπικραινούσης τῶν Ἰουδαίων γενεᾶς, καὶ ὑπεραλγῶν αὐτῶν, καὶ φειδόμενος, καὶ κηδόμενος, ταράττεται δι’ ἐκείνους, καὶ λύπῃ βάλλεται ὁ φιλάνθρωπος.

Οὐ γὰρ τὸν θάνατον, φασί, φοβούμενος, ἐπεὶ μηδὲ ἠγνόει τίνος ἕνεκεν τὴν πρὸς ἡμᾶς ἐποιήσατο ἄφιξιν, ὡς καὶ αὐτὸς λέγει· «Διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην.» Πῶς δ’ ἂν τοὺς ἄλλους προετρέπετο, «Μὴ φοβεῖσθε, λέγων, ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα;» «Ὁ οὖν ὄχλος ὁ ἑστώς, καὶ ἀκούσας, ἔλεγον βροντὴν γεγονέναι. Ἄλλοι ἔλεγον· Ἄγγελος αὐτῷ λελάληκεν. Ἀπεκρίθη Ἰησοῦς, καὶ εἶπεν· Οὐ δι’ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι’ ὑμᾶς. Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Τοῦτο δὲ ἔλεγε, σημαίνων ποίῳ θανάτῳ ἔμελλεν ἀποθνήσκειν.» Παχύτεροι ὄντες καὶ ἀμαθέστεροι οἱ πλείους, ἐνόμισαν βροντὴν εἶναι τὴν φωνήν, καίτοι εὔσημον οὖσαν καὶ τετρανωμένην. Ταχέως γὰρ ἐπελάθοντο τῶν τῆς φωνῆς ῥημάτων, τὸν ἦχον μόνον κατέχοντες ταύτης.

Ἕτεροι δὲ κατεῖχον μὲν καὶ τὰ ῥήματα αὐτὰ τῆς φωνῆς, λέγω δὴ τό, «Ἐδόξασα, καὶ πάλιν δοξάσω·» μὴ συνιέντες δ’ ὅμως τίς ὁ νοῦς τῶν ῥημάτων τούτων, ἄγγελον αὐτῷ λελαληκέναι ᾤοντο, διὸ καὶ δυσνόητα αὐτοῖς εἶναι ταῦτα, ὡς ὑπ’ ἀγγέλου λεχθέντα.

Ὁ δὲ Ἰησοῦς, «Οὐ δι’ ἐμέ, φησί, γέγονεν αὕτη ἡ φωνή, ἀλλὰ δι’ ὑμᾶς.» Ἐγὼ μὲν γὰρ οὐκ ἐδεόμην τοῦ μαθεῖν, ὅτι ἐδόξασεν ὁ Πατήρ, καὶ πάλιν δοξάσει τὸ αὐτοῦ ὄνομα· ὑμεῖς δὲ ἐδέεσθε τοῦ μαθεῖν, ὅτι οὐκ εἰμὶ ἀντίθεος, ἀλλ’ εἰς δόξαν τοῦ ὀνόματος τοῦ Θεοῦ. Εἰ γὰρ δι’ ἐμὲ τὸ ὄνομα τοῦ Θεοῦ μέλλει δοξάζεσθαι, πῶς εἰμι ἀντίθεος; «Δι’ ὑμᾶς οὖν γέγονεν ἡ φωνή,» ἵνα γνῶτε ὅτι πρὸς δόξαν εἰμὶ τοῦ Θεοῦ· κἂν μὴ δύνησθε δὲ γνῶναι, ἐρωτήσαντες γοῦν μάθετε, ὃ ἀγνοεῖτε. Τὸ δέ, «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου,» δοκεῖ μὲν ἀνακόλουθον εἶναι τοῖς πρὸ αὐτοῦ. Ποίαν γὰρ ἀκολουθίαν ἔχει τοῦτο πρὸς τό, «Ἐδόξασα, καὶ πάλιν δοξάσω;» Πάντη δὲ ἀκολουθεῖ. Ἐπεὶ γὰρ εἶπεν ἄνωθεν ὁ Πατήρ, ὅτι «Δοξάσω,» δείκνυσιν ἡμῖν ὁ Κύριος τὸν τρόπον τῆς δόξης. Τίς δὲ οὗτος; Τὸ ἐκβληθῆναι μὲν ἔξω τὸν κοσμοκράτορα καὶ νικηθῆναι, κριθῆναι δὲ τὸν κόσμον, τουτέστιν ἐκδικηθῆναι. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν·

Νῦν κρίσις καὶ ἐκδίκησις τοῦ κόσμου τούτου γίνεται. Ἐπεὶ γὰρ τὸν κόσμον ὁ διάβολος τῷ θανάτῳ ὑπέθηκε, τῇ ἁμαρτίᾳ πάντας ἀνθρώπους ἐνόχους ποιήσας, εἰς ἐμέ, φησίν, ἐλθών, καὶ ἁμαρτίαν μὲν μὴ εὑρὼν ἐν ἐμοί, τῷ θανάτῳ δὲ κἀμὲ ἐπίσης τοῖς ἄλλοις ὑπαγαγών, κατακριθήσεται ὑπ’ ἐμοῦ, καὶ οὕτως ἐγὼ ἐκδικήσω τὸν κόσμον. Ἔστω γάρ, σοῖς ἄλλοις τὸν θάνατον διὰ τὴν ἁμαρτίαν ἐπήνεγκεν, ἐν ἐμοὶ τί τοιοῦτον εἶδεν οἷον τοῖς λοιποῖς, ἵνα καὶ ἐμὲ θανατώσῃ; Τοίνυν «τοῦ κόσμου κρίσις,» ἤτοι ἐκδίκησις, νῦν ὑπ’ ἐμοῦ γίνεται. Τὸν γὰρ πάντας θανατώσαντα, εἶτα καὶ ἐμοὶ τῷ ἀναιτίῳ προσβαλόντα θανατώσας ἐγώ, ἐκδικητὴς ἔσομαι πάντων τῶν ὑπ’ αὐτοῦ θανατωθέντων, καὶ «ἐκβληθήσεται ἔξω» ὁ τύραννος, διὰ τοῦ θανάτου τοῦ ἐμοῦ κατακριθείς.

Τὸ γάρ, «Ἐκβληθήσεται ἔξω,» ἀπὸ μεταφορᾶς τῶν ἐν τοῖς δικαστηρίοις κατακρινομένων, καὶ τοῦ δικαστηρίου ἐξωθουμένων, εἴρηται. Καὶ οὕτω δὲ νοήσεις τό, «Ἐκβληθήσεται ἔξω,» ἀντὶ τοῦ, «εἰς τὸ σκότος τὸ ἐξώτερον.» Ἀλλὰ καὶ ἔξω τῆς κατὰ τῶν ἀνθρώπων δυναστείας γενήσεται, καὶ οὐκ ἔτι ἐν αὐτοῖς, καὶ ταῖς αὐτῶν ψυχαῖς, καὶ τῷ θνητῷ σώματι βασιλεύσει ὡς τὸ πρότερον, ἀλλὰ «πάντας ἐγὼ ἑλκύσω πρὸς ἐμαυτόν, ἐὰν ὑψωθῶ,» ἐπὶ τοῦ σταυροῦ.

Πάντες γὰρ καὶ οἱ ἐξ ἐθνῶν, πρὸς τὴν εἰς ἐμὲ πίστιν ἑλκυσθήσονται. Ἐπεὶ γὰρ αὐτοὶ οὐ δύνανται πρὸς ἐμὲ ἐλθεῖν, ὡς ὑπὸ τοῦ τυράννου κατεχόμενοι· ἐγὼ νικήσας αὐτὸν καὶ ἐκβαλὼν ἔξω, καὶ τῆς κατὰ τῶν ἀνθρώπων δυναστείας αὐτοῦ τὰ νεῦρα τεμών, ἑλκύσω καὶ ἄκοντος ἐκείνου. Ὅπερ ἀλλαχοῦ καὶ ἁρπαγὴν ὠνόμασεν. «Οὐδεὶς γάρ, φησί, δύναται τὰ σκεύη τοῦ ἰσχυροῦ διαρπάσαι, ἐὰν μὴ δήσῃ τὸν ἰσχυρόν.» —«Ἔλεγε δὲ» καὶ τό, «Ἐὰν ὑψωθῶ, φησί, σημαίνων ποίῳ θανάτῳ ἔμελλεν ἀποθνήσκειν·» τουτέστιν, ὅτι σταυρωθῆναι μέλλει· τοῦτο γὰρ τὸ ὕψος τοῦ σταυροῦ. «Ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου, ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα· καὶ πῶς σὺ λέγεις, ὅτι δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου;

Τίς ἐστιν οὗτος ὁ Υἱὸς τοῦ ἀνθρώπου; Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ’ ὑμῶν ἐστι. Περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ. Ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ, οὐκ οἶδε ποῦ ὑπάγει. Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.» Νομίζοντες ἐλέγχειν τὸν Κύριον, καὶ ἐπιστομίζειν, ὡς οὐκ ἀληθινὸν ὄντα Χριστόν, φασίν· Εἰ ὁ μὲν Χριστὸς ἀθάνατός ἐστι, σὺ δὲ λέγεις περὶ σεαυτοῦ, ὅτι μέλλεις ἀποθνήσκειν, πῶς ἄρα σε πιστεύσομεν εἶναι τὸν Χριστόν; Τοῦτο δὲ κακούργως ἔλεγον. Καὶ γὰρ ἡ Γραφή, ἣν νόμον ὀνομάζουσιν, οὗ μόνον τῆς ἀναστάσεως, ἀλλὰ καὶ τοῦ πάθους μνημονεύει. Καὶ γὰρ Ἡσαΐας ἀμφότερα τίθησι· τὸ μὲν πάθος καὶ τὸν θάνατον, οὕτω λέγων· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη·» τὴν δὲ ἀνάστασιν, ἐν τῷ εἰπεῖν· «Κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς, καὶ δεῖξαι αὐτὸν φῶς.» Καὶ ὁ Δαυῒδ τοῦ θανάτου ἅμα καὶ τῆς ἀναστάσεως μέμνηται. «Οὐκ ἐγκαταλείψεις γάρ, φησί, τὴν ψυχήν μου εἰς ᾄδην.» Καὶ ὁ πατριάρχης δέ, εὐλογῶν τὸν Ἰούδαν, περὶ Χριστοῦ προφητεύει· «Ἀναπεσὼν ἐκοιμήθη ὡς λέων, καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;» Ὥστε ἀρνούμενοι τὸ πάθος, καὶ τὴν ἀθανασίαν προσμαρτυροῦντες τῷ Χριστῷ, κακούργῳ γνώμῃ τοῦτο ἐποίουν. «

Ἡμεῖς ἐμάθομεν ἐκ τοῦ νόμου,» τουτέστι, τῆς Γραφῆς (λέγεται γὰρ πᾶσα ἡ Γραφή, ὡς πολλάκις εἴπομεν, νόμος), «ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα.» Εἰκότως τοῦτο ἐμάθετε· «Μένει γὰρ εἰς τὸν αἰῶνα,» καὶ ὡς Θεὸς μένει καὶ μετὰ τὴν ἀνάστασιν· τὸ δὲ πάθος αὐτοῦ οὐκ ἐμάθετε, καὶ πῶς, τῶν αὐτῶν Γραφῶν, ὡς ἐδείξαμεν, ἀμφότερα ὁμοῦ διδασκουσῶν; «Πῶς οὖν, φασί, σὺ λέγεις, ὅτι δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου;» Ὁρᾷς, ὅτι καὶ τῶν αἰνιγματωδῶς λεγομένων παρὰ Κυρίου πολλὰ ἐνόουν, ὥσπερ οὖν καὶ τὸ «ὑψωθῆναι» ἐνόησαν, ὅτι περὶ τοῦ σταυροῦ λέγει· οὕτως ἄρα πολλὰ μὲν οὖν ἐνόουν, ἐθελοκακοῦντες δέ, ἄγνοιαν προεβάλλοντο. Σκόπει δὲ καὶ τί φασι· «Πῶς σὺ λέγεις ὅτι δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ Υἱὸς τοῦ ἀνθρώπου;» Κακουργίας γὰρ μεστὸς ὁ λόγος αὐτῶν, ὡσανεὶ τοῦτο λεγόντων·

Οὐδὲ οἴδαμεν περὶ τίνος λέγεις, καὶ τίς ἐστιν ὁ Υἱὸς τοῦ ἀνθρώπου· καὶ ὅμως ἀποφαινόμεθα τὴν ἀλήθειαν, ὅτι ὁ μέλλων ὑψωθῆναι, ὅστις ἂν καὶ εἴη, οὐκ ἔστιν ὁ Χριστός· πῶς γάρ, τῶν Γραφῶν λεγουσῶν τὸν Χριστὸν ἀθάνατον εἶναι; Τί οὖν ὁ Κύριος; Ἐπιστομίζων αὐτούς, καὶ δεικνὺς ὅτι τὸ πάθος οὐδὲν κωλύει πρὸς τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, «Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ’ ὑμῶν ἐστι,» φησι· φῶς γὰρ ὠνόμασεν ἑαυτόν. Ὥσπερ οὖν τὸ φῶς τὸ ἡλιακὸν οὐκ ἀναιρεῖται πάντη, ἀλλὰ δύνον πάλιν ἀνατέλλει· οὕτω καὶ ὁ ἐμὸς θάνατος οὐ διαφθορά ἐστιν, ἀλλὰ δύσις καὶ μετάστασις, καὶ πάλιν ἀνατελῶ διὰ τῆς ἀναστάσεως. Ὥστε ἐπεὶ οὐδὲν κωλύει τὸ πάθος πρὸς τὸ ἀΐδιον εἶναί με, αἱ δὲ Γραφαὶ μαρτυροῦσι περὶ τοῦ Χριστοῦ, ὡς ἀΐδιός ἐστιν· ἐγὼ ἄρα εἰμὶ ὁ Χριστός, κἂν τὸ πάθος ὑποστῶ· φῶς γάρ εἰμι· κἂν δύνω, πάλιν ἀνατελῶ. «Ὑμεῖς οὖν περιπατεῖτε, ἕως τὸ φῶς ἔχετε·» τουτέστι, Πιστεύσατε εἰς ἐμέ. Ποῖον δὲ καιρὸν ἐνταῦθά φησι; Τὸν πρὸ τοῦ σταυροῦ, ἢ τὸν μετὰ τὸν σταυρόν, ἢ ἀμφοτέρους. «Περιπατεῖτε,» γάρ, φησί, καὶ πιστεύετε εἰς ἐμέ, καὶ πρὶν ἢ σταυρωθῶ, καὶ μετὰ τὸν σταυρόν.

Τοῦτο γὰρ δηλοῖ ἐν τῷ λέγειν, «Ἕως τὸ φῶς ἔχετε·» τουτέστιν, Ἕως δύνασθε εἰς ἐμὲ πιστεύειν· δύνασθε δὲ καὶ πρὸ τοῦ σταυροῦ, καὶ μετὰ ταῦτα πιστεῦσαι εἰς ἐμέ, ὅς εἰμι φῶς. «Ὁ δὲ περιπατῶν» ἐν τῇ ἀπιστίᾳ, «οὐκ οἶδε ποῦ ὑπάγει.» Πόσα γὰρ οἱ Ἰουδαῖοι νῦν πράττουσι, καὶ οὐκ ἴσασι τί πράττουσιν, ἀλλ’ ὡς ἐν σκότῳ βαδίζοντες, δοκοῦσι μὲν τὴν ὀρθὴν ὁδεύειν, πᾶν δὲ τοὐναντίον πάσχουσι, Σάββατον τηροῦντες καὶ περιτομήν. Ἀλλ’ οὐχ οἱ πιστεύσαντες οὕτως. Ἐν φωτὶ δὲ περιπατοῦσι, πάντα τὰ σωτηριώδη ἐχόμενα πράττοντες. Τὴν σκιὰν γὰρ τοῦ νόμου καὶ τὸ σκοτεινὸν τῶν αἰνιγμάτων ἐξέφυγον, καὶ τῷ κρυπτομένῳ φωτὶ λάμψαντι προσῆλθον, καὶ γεγόνασι «φωτὸς υἱοί,» τουτέστι, Χριστοῦ. «Ἵνα γάρ, φησίν, υἱοὶ φωτὸς γένησθε·» ὅπερ ἐστίν, Ἐμοὶ υἱοί. Καίτοι ἐν προοιμίοις ὁ εὐαγγελιστὴς ἐκ Θεοῦ γεννηθῆναί τινάς φησιν· ἐνταῦθα δὲ φωτὸς υἱοὺς ὀνομάζει, τουτέστι, τοῦ Χριστοῦ. Αἰσχυνέσθω οὖν Ἄρειος καὶ Εὐνόμιος. Μία γὰρ ἐνέργεια Πατρὸς καὶ Υἱοῦ, καὶ ἐντεῦθεν δείκνυται. «Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς· καὶ ἀπελθών, ἐκρύβη ἀπ’ αὐτῶν. Τοσαῦτα δὲ αὐτοῦ πεποιηκότος τὰ σημεῖα ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευον εἰς αὐτόν· ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ, ὃν εἶπε· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;

διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἡσαΐας· Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμούς, καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς. καὶ νοήσωσι τῇ καρδίᾳ, καὶ ἐπιστραφῶσι, καὶ ἰάσωμαι αὐτούς.» Τίνος ἕνεκεν «ἐκρύβη ἀπ’ αὐτῶν;» Οὐ γὰρ «λίθους ἦραν» νῦν «κατ’ αὐτοῦ,» οὐδὲ ἐβλασφήμησάν τι τοιοῦτον οἷον ἔμπροσθεν. Τίνος ἕνεκεν ἐκρύβη; Τὰς καρδίας αὐτῶν ἐμβατεύων, ᾔδει τὸν θυμὸν αὐτῶν ἀγριαίνοντα, εἰ καὶ μηδὲν ἐφθέγγοντο. Κρύπτεται οὖν παραμυθούμενος αὐτῶν τὸν φθόνον. Ὅτι «οὐκ ἐπίστευον,» ἀλλ’ ἐφθόνουν, ᾐνίξατο ὁ εὐαγγελιστὴς εἰπών· «Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος. οὐκ ἐπίστευον εἰς αὐτόν.» Πάντως γὰρ οὐ μικρᾶς κακίας ἔργον, τὸ τοσούτοις σημείοις μὴ πιστεῦσαι. Τοσαῦτα δὲ σημεῖα, φησίν, ἃ παρέλιπεν ὁ εὐαγγελιστής. Ἐκρύβη τοίνυν ὁ Ἰησοῦς, τὸν φθόνον αὐτῶν παραμυθούμενος, ἅμα δὲ καὶ διδοὺς αὐτοῖς καιρὸν καὶ σχολήν, ὥστε καθ’ ἡσυχίαν ἐπισκέπτεσθαι τοὺς λόγους αὐτοῦ καὶ τὰς πράξεις. Οὕτω γὰρ ἄν, εἴπερ ἐβούλοντο, ἠδυνήθησαν ἐλθεῖν εἰς αἴσθησιν τοῦ ἀξιώματος τῆς θεότητος αὐτοῦ. Εἰ γὰρ καὶ τὴν ἀπιστίαν αὐτῶν προεγίνωσκεν, ἀλλ’ ὅμως τὰ παρ’ ἑαυτοῦ πάντα ἐποίει, καὶ ὑπεχώρει, ὡς εἴρηται, καιρὸν αὐτοῖς διδοὺς διασκέψεως. Τὸ δέ, «Οὐκ ἐπίστευον εἰς αὐτόν· ἵνα ὁ λόγος Ἡσαΐου πληρωθῇ,» οὐκ ἔστιν αἰτιολογίας, ἀλλ’ ἐκβάσεως, ὡς πολλάκις εἴπομεν.

Οὐ γὰρ ἔμελλον ἐκεῖνοι τῷ Χριστῷ ἀπιστεῖν, διότι προεῖπεν αὐτοῖς Ἡσαΐας, ἀλλὰ διότι ἔμελλον αὐτοὶ ἀπιστεῖν, διὰ τοῦτο προεῖπεν αὐτοῖς ὁ προφήτης. Καὶ τό, «Οὐκ ἠδύναντο πιστεύειν, ὅτι εἶπεν Ἡσαΐας πάλιν» περὶ αὐτῶν, τῆς αὐτῆς ἐννοίας ἔχεται. Διὰ πάντων γὰρ τούτων, τοῦτο βούλεται παραστῆσαι, ὅτι ἡ Γραφὴ ἀψευδής ἐστι, καὶ ὅτι ἃ προεφήτευσεν ὁ Ἡσαΐας, οὐχ ἑτέρως ἐκβέβηκεν, ἀλλ’ ὡς εἶπεν. Ἵνα γὰρ μή τις ἔχῃ λέγειν, καὶ ἀπορεῖν τίνος ἕνεκεν ἦλθεν ὁ Χριστός, εἰ ᾔδει ὅτι οὐκ ἔμελλον αὐτῷ οἱ Ἰουδαῖοι πιστεῦσαι· εἰσάγει καὶ τοὺς προφήτας τοῦτο προκαταγγείλαντας, καὶ ὅτι οὐκ ἠγνόει οὐδὲ ὁ Χριστὸς τὴν ἀπιστίαν αὐτῶν, ἀλλ’ ὅμως ἦλθεν, ἵνα μὴ πρόφασιν ἔχωσι περὶ τῆς ἁμαρτίας αὐτῶν, μηδὲ δύνωνται λέγειν, ὅτι Εἰ ἦλθεν, ἐπιστεύσαμεν ἄν. Τὸ δέ, «Οὐκ ἠδύναντο πιστεύειν,» ἀντὶ τοῦ, οὐκ ἤθελον, νόει. Ὁ γὰρ κακὸς καὶ πονηρὸς ἄνθρωπος οὐ δύναται πιστεύειν ἔς τ’ ἂν τοιοῦτος εἴη, τὰ πονηρὰ δηλαδὴ προαιρούμενος.

Ὅταν δὲ ἀκούσῃς, ὅτι «Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς ὁ Θεός, καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν,» μὴ νόμιζε ὅτι ἁπλῶς τοὺς μὲν ἀγαθοὺς ποιεῖ, τοὺς δὲ πονηρούς, ἄπαγε! ἀλλὰ τὴν τοῦ Θεοῦ ἐγκατάλειψιν τύφλωσιν νόει παντελῆ. Οἷόν τι λέγω· Ἔστω τις μετρίως πονηρευόμενος· τούτῳ δοκεῖ συνεῖναι ἔτι ὁ Θεός· ἐλπίζεται γὰρ ἐπιστραφῆναι. Ὅταν δὲ εἰς κόρον τῆς κακίας ἐμφορηθῇ ὁ ἄνθρωπος, τότε ἐγκαταλιμπάνει μὲν αὐτὸν ὁ Θεὸς διὰ τὴν πονηρὰν αὐτοῦ προαίρεσιν· λέγεται δὲ ὁ ἄνθρωπος ὡς τυφλὸς διάγειν, στερηθεὶς τοῦ θείου φωτός, καὶ ἐν τῷ σκότει τῆς ἁμαρτίας περιπατῶν· καὶ λοιπὸν τύφλωσις αὐτῷ δοκεῖ ἡ τοῦ θείου φωτὸς ἀπουσία· καὶ πώρωσις καρδίας, ἡ στέρησις τοῦ θείου λόγου τοῦ τὰς καρδίας τῶν ὑποδεχομένων αὐτὸν μαλάττοντος. Τετύφλωται λοιπὸν ὁ μὴ παραδεχόμενος ὅλως ἀκτῖνα τοῦ θείου λόγου καὶ πεπώρωται ὁ μὴ τὸν μαλάττοντα τὰς καρδίας λόγον θέλων ἐνωτίσασθαι, καὶ ὅλως ἡ ἀπουσία τοῦ Θεοῦ τυφλοῖ καὶ σκοτίζει. Ὅταν οὖν ἀκούσῃς, ὅτι τυφλοῖ ὁ Θεός, οὕτω νόει, ὅτι τῷ μὴ παρεῖναι τυφλοῖ. Εἰ γὰρ παρῆν Θεός, οὐκ ἂν τετύφλωται ὁ ἄνθρωπος. Εἰ ἦν ἥλιος, οὐκ ἂν σκοτία· νῦν δὲ ὁ ἥλιος ποιεῖ τὴν νύκτα. Ἀλλὰ πῶς; Δυόμενος. Οὕτω καὶ ὁ Θεὸς τυφλοὺς ποιεῖ τοὺς ἀνθρώπους τῷ μὴ παρεῖναι αὐτοῖς. Οὐ πάρεστι δὲ διὰ τὴν αὐτῶν κακίαν, καὶ ἔκτοτε ὡς τυφλοὶ ἀμετάστροφα ἁμαρτάνουσι, καὶ ἀδιόρθωτα προσπταίουσιν.

Ἴδωμεν δὲ καὶ τὰ τοῦ Ἡσαΐου· «Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;» ἀντὶ τοῦ, οὐδεὶς ἐπίστευσε. Τὸ γάρ, «τίς,» πολλαχοῦ τῆς Γραφῆς, ἀντὶ τοῦ, οὐδείς, κεῖται. Ὡς ἐκ προσώπου δὲ τοῦ Χριστοῦ εἶπε τοῦτο ὁ προφήτης, λέγοντος δηλαδὴ τοῦ Χριστοῦ πρὸς τὸν Πατέρα· «Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;» ἀντὶ τοῦ, Οὐδεὶς ἐπίστευσε τῷ λόγῳ ἡμῶν, καὶ τῷ κηρύγματί μου· ὅπερ κήρυγμα ἀκοὴν ὠνόμασε. Καὶ γάρ, «Ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, φησίν, ἐκεῖνα λέγω.» —«Καὶ ὁ βραχίων δὲ τίνι ἀπεκαλύφθη;» τουτέστιν, Ἡ δυνατὴ τῶν σημείων ἐνέργεια, ἣ βραχίονα ὀνομάζει, οὐδενὶ ἀπεκαλύφθη τῶν ἀγνωμόνων Ἰουδαίων· ἀλλὰ καὶ τοσαῦτα σημεῖα ποιοῦντά με συκοφαντοῦσι. «Ταῦτα εἶπεν Ἡσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησε περὶ αὐτοῦ. Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν· ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται. Ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ.» —«Ταῦτα εἶπεν Ἡσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ.» Τίνος;

Τοῦ Υἱοῦ, καίτοι τοῦ Πατρὸς τὴν δόξαν δοκεῖ ἰδεῖν, ὅσον ἀπὸ τῆς ἀκολουθίας, ὁ προφήτης. Ἐνταῦθα δὲ ὁ εὐαγγελιστὴς δόξαν τοῦ Υἱοῦ, φησίν, ἰδεῖν τὸν Ἡσαΐαν· ὁ δὲ Παῦλος, τοῦ Πνεύματος. Μία ἄρα ἡ δόξα τῆς ἁγίας Τριάδος. ἡ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἥ τε τοῦ ἁγίου Πνεύματός ἐστι. Δόξαν δὲ λέγει ἰδεῖν τὸν Ἡσαΐαν τὸν καπνὸν ἐκεῖνον, ὃν ἐφαντάσθη, τὰ Σεραφείμ, τοὺς ἄνθρακας, τὸ θυσιαστήριον, τὸν θρόνον. Εἶδεν οὖν ὁ Ἡσαΐας ταύτην τὴν δόξαν, καὶ ἐλάλησε περὶ αὐτοῦ, τοῦ Υἱοῦ δηλαδή. Τί δὲ ἐλάλησε περὶ αὐτοῦ; Τὰ ἄνω εἰρημένα· «Ὅτι τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμούς, καὶ πεπώρωκεν αὐτῶν τὰς καρδίας.» Ἐπισημαίνεται δὲ ὁ εὐαγγελιστής, ὅτι «Καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν,» δεικνύων ὅτι καὶ ἐν τούτῳ ἐψεύσαντο οἱ Φαρισαῖοι εἰπόντες· «Μή τις τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν;» Ἰδοὺ γὰρ «πολλοὶ ἐπίστευσαν καὶ τῶν ἀρχόντων, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν.

Ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων.» Τοῦτο δὲ καὶ ὁ Χριστὸς αὐτοῖς προεῖπεν, ὅτι «Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, τὴν δὲ δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ ἀθετοῦντες;» Δείκνυσιν οὖν ὁ εὐαγγελιστὴς τοῦτο πάσχοντας αὐτούς, ὃ προεῖπεν αὐτοῖς ὁ Χριστός. Οὕτως ἄρα οὐκ ἦσαν ἄρχοντες, ἀλλὰ δοῦλοι, δουλείαν τὴν ἐσχάτην δουλεύοντες. Ἐκ τούτου οὖν μανθάνομεν, ὅτι ἐκεῖνός ἐστι δοῦλος καὶ ἄτιμος, ὁ φιλόδοξος. «Ἰησοῦς δὲ ἔκραξε, καὶ εἶπεν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ, ἀλλ’ εἰς τὸν πέμψαντά με· καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με.» Ἐκρύβη μὲν πρὸς καιρὸν ὁ Ἰησοῦς, τῷ θυμῷ τῶν Ἰουδαίων ὑπεξιστάμενος· πάλιν δὲ ἐμφανίζεται, καὶ κράζει παῤῥησίᾳ. Δεικνύων δὲ ἑαυτὸν καὶ ἴσον τῷ Πατρί, καὶ οὐκ ἀντίθεον, φησίν· «Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ, ἀλλ’ εἰς τὸν πέμψαντά με·» ὡσανεὶ τοῦτο λέγων· Τί δεδοίκατε πιστεῦσαι εἰς ἐμέ; Ἡ εἰς ἐμὲ πίστις πρὸς τὸν Πατέρα μου διαβαίνει. Ὅρα δὲ καὶ τὴν ἀκρίβειαν τοῦ λόγου.

Οὐκ εἶπεν, ὅτι Ὁ πιστεύων ἐμοί, ἀλλ’, «Ὁ πιστεύων εἰς ἐμέ·» ὃ τὴν εἰς Θεὸν πίστιν δηλοῖ. Ἄλλο γὰρ τὸ πιστεύειν τινί, καὶ ἄλλο τὸ πιστεύειν εἴς τινα. Ὁ μὲν γὰρ πιστεύων τινὶ δύναται νοηθῆναι, ὅτι πιστεύει αὐτῷ ἀληθῆ λέγοντι· ὁ δὲ πιστεύων εἴς τινα ὡς εἰς Θεὸν πάντως πιστεύει. Διὸ πιστεύειν μὲν τοῖς ἀποστόλοις, εἴποι ἄν τις· πιστεύειν δὲ εἰς τοὺς ἀποστόλους, οὐκ ἔτι. Διὰ τοῦτο οὖν ὁ Κύριος οὐκ εἶπεν, ὅτι Ὁ πιστεύων ἐμοὶ (τοῦτο γὰρ καὶ ὁ Παῦλος τυχὸν καὶ ὁ Πέτρος ἠδύναντο εἰπεῖν, ὅτι Ὁ πιστεύων ἐμοί· ἀλλὰ καὶ οἱ Ἑβραῖοι διότι οὐκ ἐπίστευον Μωσεῖ, ὀνειδίζονται), τὸ δὲ μεῖζον εἶπεν, ὅτι «Ὁ πιστεύων εἰς ἐμέ·» δι’ οὗ δεικνύει ἑαυτὸν Θεὸν ὄντα· ὥσπερ καὶ τοῖς μαθηταῖς λέγει· «Πιστεύετε εἰς Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε.» Ὥστε ἐπεὶ ὁ πιστεύων εἰς αὐτὸν τὴν πίστιν εἰς τὸν Πατέρα διαβιβάζει· καὶ ὁ ἀπιστῶν ἄρα αὐτῷ τῷ Πατρὶ ἀπιστεῖ. «Καὶ ὁ θεωρῶν δὲ ἐμὲ θεωρεῖ τὸν πέμψαντά με.» Ἄρα ὁ θεωρῶν τὸν σωματικὸν χαρακτῆρα;

Οὐχί. Οὐ γὰρ δὴ σῶμα ὁ Πατήρ, ἵνα ὁ θεωρῶν σωματικῶς τὸν Χριστόν, θεωρεῖν καὶ τὸν Πατέρα λεχθείη· ἀλλὰ θεωρίαν τὴν κατὰ νοῦν ἐνταῦθά μοι νόει· ὥσπερ ἂν εἰ οὕτως ἔλεγεν· Ὁ τὴν ἐμὴν οὐσίαν, ὡς δυνατὸν ἀνθρώπῳ, καταλαβὼν διὰ τῆς θεωρίας τοῦ νοῦ, καὶ τὴν τοῦ Πατρὸς κατείληφεν. Ὁ ἐμὲ γνούς, ὅτι Θεός, καὶ τὸν Πατέρα πάντως· εἰκὼν γάρ εἰμι τοῦ Πατρός. Διὰ πάντων δὲ τούτων τὸ ὁμοούσιον δηλοῦται τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Ἀκουέτωσαν οἱ τὰ τοῦ Ἀρείου νοσοῦντες. ὅτι ὁ πιστεύων εἰς τὸν Υἱὸν οὐ πιστεύει εἰς αὐτόν, ἀλλ’ εἰς τὸν Πατέρα· ὥστε ἢ κτίσμα καὶ ὁ Πατήρ, ἢ οὐδὲ ὁ Υἱός. Ὥσπερ ἐν εἴποι τις, ὅτι Ὁ τὸ τοῦ ποταμοῦ ἀρυόμενος ὕδωρ, οὐ τὸ τοῦ ποταμοῦ, ἀλλὰ τὸ τῆς πηγῆς λαμβάνει· οὕτω καὶ ὁ πιστεύων εἰς τὸν Υἱόν, οὐκ εἰς τὸν Υἱὸν πιστεύει τὸν ποταμὸν (οὐδὲ γὰρ ἄλλης οὐσίας ἐστὶν ὁ Υἱός, οὐδὲ ἔχει τι παρὰ τὸν Πατέρα), ἀλλ’ εἰς τὴν πηγὴν τοῦ ἀγαθοῦ πιστεύει, τὸν Πατέρα φημί. «Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. Καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων, καὶ μὴ πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν. Οὐ γὰρ ἦλθον, ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω τὸν κόσμον.» Καὶ πάλιν διὰ τούτου τὴν ὁμοουσιότητα ἐμφαίνει. Ἐπεὶ γὰρ καὶ ὁ Πατὴρ πανταχοῦ τῆς Γραφῆς φῶς λέγεται, διὰ τοῦτο καὶ περὶ ἑαυτοῦ φησιν· «Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα.»

Ὅθεν καὶ ὁ Παῦλος ἀπαύγασμα αὐτὸν ὀνομάζει, δεικνὺς ἐντεῦθεν, ὡς οὐδὲν μέσον Πατρὸς καὶ Υἱοῦ, ἀλλ’ ἅμα Πατήρ, ἅμα Υἱός, ὥσπερ ἅμα τῷ φωτὶ τὸ ἀπαύγασμα. Φῶς οὖν καὶ ὁ Υἱός, διά τε τὸ πλάνης ἀπαλλάττειν, καὶ τὸ νοητὸν σκότος λύειν· καὶ ὅτι ὥσπερ τὸ φῶς φανέν, καὶ ἑαυτὸ δῆλον ποιεῖ, καὶ τὰ λοιπὰ ὁρατά· οὕτω καὶ ὁ Υἱὸς ἐλθὼν καὶ φανεὶς ἡμῖν, ἑαυτὸν ἐγνώρισε καὶ τὸν Πατέρα, καὶ πρὸς πᾶσαν γνῶσιν τὰς καρδίας τῶν παραδεξαμένων αὐτόν, ἐφώτισεν. «Ἐάν τις ἀκούσῃ μου, φησί, καὶ οὐ πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν. Οὐ γὰρ ἦλθον, ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω τὸν κόσμον.» Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Τῷ ἀπιστοῦντι ἀνθρώπῳ οὐκ ἐγὼ αἴτιός εἰμι τῆς κατακρίσεως· οὐ γὰρ ἐπὶ τούτῳ ἦλθον προηγουμένως, ἀλλ’ ἐξ ἀποτελέσματος τοῦτο συνέβη. Ἐγὼ μὲν γὰρ ἦλθον, «ἵνα σώσω,» καὶ διὰ τοῦτο ἐδίδαξα. Εἰ δέ τις ἀπιστεῖ, οὐκ ἐγὼ αἴτιός εἰμι αὐτῷ τῆς κατακρίσεως, ἀλλ’ αὐτὸς ἑαυτῷ ταύτην ἐπεσπάσατο. Καὶ διὰ τῶν μετὰ ταῦτα δὲ μᾶλλον σαφηνισθήσεται τὸ λεγόμενον· καὶ ἄκουε τῶν ἑξῆς. «Ὁ ἀθετῶν ἐμέ, καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν. Ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ’ ὁ πέμψας με Πατήρ, αὐτός μοι ἐντολὴν ἔδωκε, τί εἴπω, καὶ τί λαλήσω· καὶ οἶδα, ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. Ἃ οὖν λαλῶ ἐγώ, καθὼς εἴρηκέ μοι ὁ Πατήρ, οὕτω λαλῶ.»

Ἐγώ, φησίν, οὐδένα κρίνω, ἀλλ’ ὁ μὴ πιστεύων ἔχει τὸν κρίνοντα αὐτόν· ὥσπερ εἰώθαμεν καὶ ἡμεῖς πολλάκις λέγειν, ὅταν παιδίον ἀτακτοῦν μέλλωμεν τύπτειν, ὅτι οὐχ ἡμεῖς τύπτομεν αὐτό, ἀλλ’ ἡ ἀμέλεια αὐτοῦ καὶ ἡ ἀταξία· καὶ οὐχ ἡμεῖς κατακρίνομεν αὐτόν, ἀλλ’ αἱ παραινέσεις ἡμῶν, αἷς οὐκ ἐπείσθη, αὗται κατηγοροῦσιν αὐτοῦ ὡς ἀνηκόου. Οὕτως οὖν καὶ ὁ Κύριος· «Οὐκ ἐγὼ κρίνω,» ἀλλ’ «ὁ λόγος, ὃν ἐλάλησα, ἐκεῖνος κατακρίνει.» Διατί γὰρ ἠπίστησαν; ἆρα ὡς ἀντιθέῳ, καὶ τὴν ἰδίαν δόξαν ζητοῦντι; Καὶ μὴν «ἐξ ἐμαυτοῦ ἐγὼ οὐκ ἐλάλησα,» ἀλλὰ πάντα ἀπὸ τοῦ Πατρός μου εἰπών, οὐδαμοῦ ἐμαυτὸν ἀνεκήρυξα ἄλλο τι φρονοῦντα. «Ὁ γὰρ πέμψας με Πατὴρ ἐντολήν μοι δέδωκε, τί εἴπω καὶ τί λαλήσω.» Βαβαὶ τῆς ταπεινότητος τῶν ῥημάτων! Ἆρα γάρ, ὦ Κύριε, καὶ πρὶν ἢ πέμψῃ σε ὁ Πατήρ, καὶ δῷ τὴν ἐντολήν, οὐκ ἐγίνωσκες, τί δεῖ λαλῆσαι, ἀλλ’ ἀμαθὴς ὑπῆρχες τῆς ἐντολῆς ταύτης, ἥτις ἐστὶ ζωὴ αἰώνιος, καὶ οὐκ ἐγίνωσκες τὴν ζωὴν ταύτην τὴν αἰώνιον; καὶ πῶς εἶπας, ὅτι «Ἐγώ εἰμι ἡ ζωή;» Ὁρᾷς τὴν ἀτοπίαν, ὅση ἀνακύπτει, ἐὰν μὴ εὐγνωμόνως κατακούωμεν τῶν λεγομένων; Γνῶθι οὖν, διατί οὕτω ταπεινῶς φθέγγεται, ὅτι διὰ τοὺς ἀκροατὰς ἀσθενεῖς ὄντας. Καὶ τί βούλεται σημᾶναι διὰ τούτων; Τὸ μηδὲν ἕτερον ἢ λέγειν ἢ φρονεῖν παρὰ τὸν Πατέρα δηλαδή.

Ὥσπερ γάρ, φησίν, οἱ ἐντολεῖς οὐδὲν ἐκτὸς τοῦ ἐντεταλμένου λέγουσιν, οὕτω δὴ καὶ αὐτὸς ἐγὼ οὐδὲν ἕτερον ἢ φρονῶ, ἢ ἐδίδαξα παρὰ τὰ τῷ Πατρὶ δόξαντα. Τοῦτο τοίνυν θέλων ἐνδείξασθαι, τὸ πρὸς τὸν Πατέρα, φημί, ὁμόγνωμον, ἐμνήσθη τούτου τοῦ ὑποδείγματος, τῆς ἐντολῆς λέγω. Διὸ καὶ ἐπάγει· «Ἃ οὖν λαλῶ, καθὼς εἴρηκέ μοι ὁ Πατήρ, οὕτω λαλῶ.» Ὥστε ἐπεὶ οὐδὲν ἀπ’ ἐμοῦ εἶπον, ποίαν πρόφασιν προβαλοῦνται οἱ ἀπειθήσαντες; Ἀναμφιλέκτως γὰρ κατακριθήσονται, ὡς τῷ Πατρὶ ἀπιστήσαντες.

Μηδὲν οὖν ταπεινὸν ἐννοεῖ [ἐννόει] ὁ ὀρθόδοξος, ἀπὸ τῶν ταπεινῶν ῥημάτων, ἤγουν τοῦ, «Ἐντολὴν ἔλαβον,» καὶ τῶν τοιούτων· ἀλλὰ εὐγνωμόνως ταῦτα ἐκλάμβανε, οἷον καὶ τοῦτο τό, «Ἐντολὴν ἔλαβον, τί εἴπω, καὶ τί λαλήσω.» Λόγος γὰρ ὢν ὁ Υἱός, καὶ ἐκφαίνων πάντα τὰ ἐν τῷ νῷ, τῷ Πατρί, φημί, ἐντολὴν παρ’ αὐτοῦ φησιν λαβεῖν, τί εἴπῃ, καὶ τί λαλήσῃ. Ὥσπερ καὶ ὁ ἡμέτερος λόγος, εἴγε ἀληθεύειν μέλλοιμεν, ἐκεῖνα λέγει, ἃ ὁ νοῦς αὐτῷ ὑποβάλλει, καὶ οὐ δήπου ἑτεροούσιός ἐστιν ὁ λόγος πρὸς τὸν νοῦν, ἀλλ’ ὁμοούσιος πάντως.