Τὸ δέ, «Ἴδε ὃν φιλεῖς,» λέγουσι, πρὸς οἶκτον ἐπισπάσασθαι βουλόμεναι τὸν Κύριον, διὰ τοῦ ὑπομνῆσαι αὐτὸν τοῦ τῆς φιλίας ὀνόματος. Ἐμφαίνει δέ τινα καὶ πίστιν τοῦτο τὸ ῥῆμα τῶν γυναικῶν.
Οὕτω γὰρ ᾔδεσαν πολλὴν τῷ Κυρίῳ περιεῖναι δύναμιν, ὥστε θαυμάζειν, ὅτι ἥψατο ἀσθένεια ἀνδρὸς φιλουμένου παρ’ αὐτοῦ. Θαυμαστικὸν γάρ πως εἶναι δοκεῖ τό, «Ἴδε, ὃν φιλεῖς ἀσθενεῖ.» «Ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν· Αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ’ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ δι’ αὐτῆς. Ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν, καὶ τὴν ἀδελφὴν αὐτῆς, καὶ τὸν Λάζαρον. Ὡς οὖν ἤκουσεν, ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ, δύο ἡμέρας.» Ἐπειδὴ ἔμελλεν ἐκεῖ μεῖναι ἡμέρας δύο, τούτου ἕνεκέν φησιν, ὅτι «Οὐκ ἔστιν ἡ ἀσθένεια πρὸς θάνατον,» καίτοι πρὸς θάνατον γέγονεν· ἀλλ’, ὅπερ ἔφην, τέως μετεωρίσαι θέλων τοὺς μηνυτάς, καὶ οἱονεί τινα παραμυθίαν αὐτοῖς διδούς, ὡς ἂν μὴ ἐγκείμενοι ἐνοχλοῖεν, τούτου ἕνεκέ φησιν, ὅτι «Οὐκ ἔστι πρὸς θάνατον.» Ἄλλως τε, Εἰ καλῶς σκοπήσεις, οὐδὲ πρὸς θάνατον ἦν ἡ ἀῤῥωστία τοιοῦτον, οἷον θνήσκουσιν οἱ πολλοὶ μακροχρόνιον, ἀλλὰ πρόσκαιρον, καὶ πρὸς τέσσαρας ἡμέρας συστάντα. Ἐπεὶ δὲ ἀνέστη τετραήμερος, πρὸς τὸ πέρας ὁρῶντες τοῦ πράγματος, λέγομεν μὴ εἶναι «πρὸς θάνατον» τὴν ἀσθένειαν, «ἀλλ’ ὑπὲρ τῆς δόξης, φησί, τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ.»