Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τὰ εὐαγγέλια ἐξηγήσεις

Θεοφύλακτος Βουλγαρίας

Ερμηνεία εις το Κατά Ιωάννην: Ο ιερός Νιπτήρας, οι αποχαιρετιστήριοι λόγοι και η Αρχιερατική Προσευχή

Το πλύσιμο των ποδιών των μαθητών, η προαναγγελία της προδοσίας, η διδασκαλία περί της αμπέλου και του Παρακλήτου, καθώς και η Αρχιερατική Προσευχή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 26 από 28

ΚΕΦΑΛ. ΙΓʹ. Περὶ τοῦ νιπτῆρος. Περὶ τοῦ ἐξελθόντος Ἰούδα ἵνα τὸν Χριστὸν παραδώσῃ. Περὶ τῆς ἐντολῆς τοῦ ἀγαπᾷν ἀλλήλους. Περὶ τοῦ ζητοῦντος Πέτρου, ποῦ ὑπάγει ὁ Κύριος. «Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα εἰδὼς ὁ Ἰησοῦς, ὅτι ἐλήλυθεν αὐτοῦ ἡ ὥρα, ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς.» ᾜδει μὲν ὁ Κύριος καὶ πρὸ πάντων τῶν αἰώνων τὴν ὥραν τοῦ θανάτου αὐτοῦ· ἐνστάσης δὲ τότε αὐτῆς, πρᾶγμα ποιεῖ πολλῆς τῆς φιλανθρωπίας καὶ συγκαταβάσεως γέμον, καὶ πολλὴν τὴν ἀγάπην ἐμφαῖνον πρὸς τοὺς μαθητάς. Μέλλων γὰρ ἐγκαταλιμπάνειν αὐτούς, σφοδροτέραν τὴν ἀγάπην ἐπιδείκνυται. Τὸ γάρ, «Ἀγαπήσας αὐτούς, εἰς τέλος ἠγάπησεν αὐτούς,» τοῦτο δηλοῖ, ὅτι οὐδὲν ἐνέλιπεν, ὧν τὸν σφόδρα ἀγαπῶντα εἰκὸς ἦν ποιῆσαι. Διὸ καὶ τὸ τελευταῖον πάντων τοῦτο ποιεῖ, νίπτων τοὺς πόδας τῶν μαθητῶν, ὥστε αὐτοῖς ἐπιτεῖναι τὸν πόθον, καὶ πολλὴν αὐτοῖς προαποθέσθαι παράκλησιν πρὸς τὰ μέλλοντα ἐπιέναι δεινά, λογισαμένοις ὅτι ὁ οὕτως ἀγαπήσας αὐτούς, ὡς καὶ τοὺς πόδας αὐτῶν νῖψαι, οὐ περιόψεται αὐτούς, οὐδὲ ἐν τοῖς δεινοῖς. Μετάβασιν δὲ ὀνομάζει τὸν θάνατον τοῦ Χριστοῦ διὰ τὴν ἐξ ἀναστάσεως ἀνάληψιν.

Ἐπεὶ τοίνυν μεταβῆναι ἔμελλεν «ἐκ τοῦ κόσμου τούτου,» ἐνδείκνυται τὴν πρὸς «τοὺς ἰδίους» ἀγάπην· ἰδίους δὲ τοὺς μαθητὰς ὀνομάζει κατὰ τὸν τῆς οἰκειώσεως λόγον. Ἴδιοι μὲν γὰρ Θεοῦ κατὰ τὸν τῆς δημιουργίας τρόπον καὶ πάντες ἄνθρωποι· καθὸ εἴρηται· «Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον·» ἴδιοι δὲ αὐτοῦ οἱ ἅγιοι κατὰ τὸ οἰκεῖοι αὐτῷ εἶναι· ὥσπερ οὖν καὶ ἐνταῦθα ἰδίους ἐκάλεσε τοὺς μαθητάς, προσέθηκε δέ, «τοὺς ἐν τῷ κόσμῳ,» ἐπειδὴ καὶ ἄλλοι εἰσὶν αὐτοῦ ἴδιοι, Ἀβραὰμ καὶ οἱ πατριάρχαι, ἀλλ’ οὐκ ἐν τῷ κόσμῳ· ἐξεδήμησαν γὰρ ἐντεῦθεν. Τούτους δὴ «τοὺς ἰδίους» αὐτῷ «τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν·» ὅπερ ἐστί, τελείαν ἀγάπην εἰς αὐτοὺς ἐνεδείξατο. «Καὶ δείπνου γενομένου. τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου, ἵνα αὐτὸν παραδῷ, εἰδὼς ὁ Ἰησοῦς, ὅτι πάντα δέδωκεν αὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει, ἐγείρεται ἐκ δείπνου, καὶ τίθησι τὰ ἱμάτια, καὶ λαβὼν λέντιον, διέζωσεν ἑαυτόν· εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ, ᾧ ἦν διεζωσμένος.» Θαυμάζων ὁ εὐαγγελιστής, ὅτι τὸν ἤδη τὴν προδοσίαν ἐκμελετήσαντα ἔνιψε ὁ Χριστός, φησί, «Τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν Σίμωνος·» οὕτως ἄχρι τέλους τὸν προδότην ἐθεράπευε.

Καὶ τό, «Δείπνου δὲ γενομένου,» οὐ μάτην κεῖται, ἀλλ’ ἵνα δειχθῇ τὸ ἀπάνθρωπον τοῦ Ἰούδα, ὅτι οὐδὲ ἡ τῆς τραπέζης κοινωνία κατεδυσώπησεν αὐτόν. «Εἰδὼς οὖν ὁ Ἰησοῦς, ὅτι πάντα παρέδωκεν αὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας·» τουτέστιν, ὅτι τὴν σωτηρίαν τῶν πιστῶν αὐτῷ ἐνεχείρισε, καὶ δεῖ λοιπὸν πάντα τὰ πρὸς σωτηρίαν ὑποδεικνύναι αὐτοῖς, ὁποῖον καὶ τὸ νῖψαι τοὺς πόδας τῶν μαθητῶν. Ταπεινοφροσύνην γὰρ ἐντεῦθεν νομοθετεῖται. Καὶ ἄλλως δέ· «Εἰδὼς ὅτι πάντα παρέδωκεν αὐτῷ ὁ Πατήρ, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε, καὶ πρὸς τὸν Θεὸν ὑπάγει,» οὐδὲ ἐλαττωθήσεται ἡ δόξα αὐτοῦ, νίπτοντος τοὺς πόδας τῶν μαθητῶν. Μὴ γὰρ ἥρπασε τὴν δόξαν. ἵνα φοβῆται ἐκπεσεῖν ταύτης, καὶ διὰ τοῦτο μὴ καταδέχηταί τι ταπεινὸν ποιεῖν; οἷον οἱ δυσγενεῖς πάσχουσιν, ἐπειδ’ ἂν δόξαν ἁρπάσωσι, μὴ θέλοντες ὅλως ὑποκλιθῆναι, ἵνα μὴ ἀπολέσωσιν ὃ μὴ διαφέρον αὐτοῖς ἥρπασαν.

Ἀλλὰ πάντων βασιλεὺς ἦν, καὶ τοῦ Θεοῦ Υἱός· τοῦτο γὰρ τό, «Ἀπὸ Θεοῦ ἐξῆλθε,» τουτέστιν, ἐκ τῆς τοῦ Πατρὸς οὐσίας, «καὶ πάλιν πρὸς Θεὸν ὑπάγει.» Ὥστε οὐκ ἔμελλεν ἐλαττωθῆναι ἡ δόξα αὐτοῦ τηλικούτου ὄντος ἐπὶ τοῦ τοὺς μαθητὰς νῖψαι. Σκόπει δέ μοι. ὅτι εἰ τὸ ταπεινοῦσθαι ἔργον ἐστὶ τοῦ ἀπὸ Θεοῦ ἐξιόντος, καὶ πρὸς Θεὸν ὑπάγοντος· τὸ ἀλαζονεύεσθαι δηλαδὴ ἐκείνου ἔσται ἔργον, τοῦ ἀπὸ δαιμόνων ἐξιόντος, καὶ πρὸς δαίμονας ἀπιόντος. Ὅταν δὲ ἀκούσῃς, ὅτι «Παρέδωκεν αὐτῷ ὁ Πατήρ,» μὴ ἀδυναμίαν νομίσῃς ἐνταῦθα ἐμφαίνεσθαι τοῦ Υἱοῦ, ἀλλὰ τὴν πρὸς τὸν Πατέρα τιμὴν καὶ ὁμόνοιαν. Ἐπεὶ εἰ ἀδύνατός σοι δοκεῖ ὁ Υἱός, διότι ὁ Πατὴρ λέγεται αὐτῷ παραδοῦναι, ἀδύνατον νόει καὶ τὸν Πατέρα, διότι ὁ Υἱὸς αὐτῷ τὴν βασιλείαν παραδίδωσιν, ὡς ὁ Ἀπόστολός φησιν. Ἀλλ’ οὐκ ἔστι τοῦτο· ἀλλ’ ἡ παράδοσις τὴν ὁμόνοιαν, καὶ συνεργίαν, ἵν’ οὕτως εἴπω, καὶ εὐδοκίαν τοῦ Πατρὸς δηλοῖ. Ὅρα δὲ καὶ τὸ ὑπερβολικὸν τῆς ταπεινώσεως.

Οὐ γὰρ πρὸ τοῦ δείπνου νίπτει, ἀλλὰ μετὰ τὸ πάντας ἀναπεσεῖν, ἐγείρεται μόνος αὐτός, ἐκείνων ἀναπαυομένων· καὶ ἀποτίθησι μὲν τὰ ἱμάτια, τὸ περὶ τὴν διακονίαν ἀνεμποδίστους ἑαυτοὺς ποιεῖν καὶ ἐλαφροὺς διδάσκων ἡμᾶς· λεντίῳ δὲ διαζώννυται, αὐτὸς πάντα ποιῶν, καὶ τὸ νῖψαι, καὶ τὸ ἐκμάξαι· βάλλει δὲ ὕδωρ, καὶ τοῦτο αὐτὸς ποιῶν, καὶ οὐκ ἄλλῳ ἐπιτρέψας· ταῦτα δὲ πάντα δείγματα ἡμῖν εἰσι καὶ νομοθεσίαι τοῦ, πῶς δεῖ διακονεῖν, ὅτι μετὰ πάσης προθυμίας, καὶ αὐτοὺς τὰ πάντα διενεργοῦντας, οὐκ ἄλλοις ὑπουργοῖς χρωμένους. «Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον, καὶ λέγει αὐτῷ ἐκεῖνος· Κύριε, σύ μου νίπτεις τοὺς πόδας;

Ἀπεκρίθη Ἰησοῦς, καὶ εἶπεν αὐτῷ· Ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.» Οὐ πρῶτον τὸν Πέτρον νίπτει, εἰ καὶ τὰ πρωτεῖα τῶν μαθητῶν ἐφέρετο, ἀλλὰ τάχα ὁ προδότης ἰταμὸς ὢν καὶ ἀναίσχυντος, πρὸ τοῦ Πέτρου κατεκλίνετο, καὶ τοὺς πόδας ἐνίψατο. Πόθεν τοῦτο δῆλον;

Ἐντεῦθεν· «Ἤρξατο, φησί, νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν·» εἶτα «ἔρχεται πρὸς Σίμωνα Πέτρον.» Ὥστε δηλοῖ, ὅτι οὐ πρῶτον τὸν Πέτρον ἔνιψεν. Οὐ γὰρ ἂν εἶπεν, ὅτι «Ἔρχεται πρὸς Σίμωνα Πέτρον,» εἰ μὴ ἄλλον τινὰ πρὸ τοῦ Πέτρου ἔνιψεν. Ἐκ τῶν ἄλλων μὲν οὖν μαθητῶν οὐκ ἄν τις ηὐθαδιάσατο, ὡς πρὸ τοῦ Πέτρου νίψασθαι· τὸν δὲ προδότην τοῦτο τολμῆσαι ἐνδέχεται. Εἰ γὰρ ἐκ τῶν ἄλλων μαθητῶν ἤρξατο νίψαι τινά, ἐκώλυσεν ἂν τὸν Κύριον ἐκεῖνος, ὅστις ἂν ἦν, καὶ εἶπεν ἃ καὶ Πέτρος· «Κύριε, σύ μου νίπτεις τοὺς πόδας;» Ἀλλ’ οὐκ ἔστι τοῦτο. Οὐκ ἄρα τινὰ τῶν ἄλλων ἔνιψε πρῶτον, ἀλλὰ τὸν προδότην, εἶτα τὸν Πέτρον. Ἐκ δὲ τοῦ Πέτρου παιδευθέντας τοὺς λοιπούς, εἰκὸς μὴ ἀντιβῆναι. ἀλλὰ καταδέξασθαι τὴν τοιαύτην τιμὴν παρὰ τοῦ Ἰησοῦ προσαγομένην αὐτοῖς. Ὅρα δὲ καὶ τοῦ Πέτρου τὰ ῥήματα, πόσην ἔμφασιν ἔχουσι· «Σύ μου νίπτεις τοὺς πόδας» ταῖς χερσὶ ταύταις, αἷς λεπροὺς ἐκαθάρισας, αἷς νεκροὺς ἀνήγειρας, αἷς ὀφθαλμοὺς τυφλῶν ἀνέῳξας; Σὺ ὁ ταῦτα καὶ πλείω ποιήσας, ἐμοῦ τοῦ δούλου, τοῦ ἀμαθοῦς, καὶ οὐ χεῖρας, οὐδὲ ἄλλο μέρος ἐντιμότερον, ἀλλὰ πόδας, τὸ ἔσχατον πάντων, τὸ μάλιστα ῥυπαινόμενον μέλος καὶ ἄτιμον δοκοῦν; Τί δὲ ὁ Κύριος; «Ὃ ποιῶ ἐγώ, σὺ νῦν οὐκ οἶδας,» ὅτι ταπεινοφροσύνην περιέχει πολλήν, καὶ ταύτην διδάσκω καὶ ὑμᾶς. «

Μετὰ ταῦτα» μέντοι, ὅτε τῷ ἐμῷ ὀνόματι δαιμόνια ἐκβαλεῖς, ὅταν ἴδῃς με εἰς οὐρανοὺς ἀναλαμβανόμενον, ὅταν παρὰ τοῦ Πνεύματος μάθῃς, ὅτι ἐκ δεξιῶν κάθημαι τοῦ Πατρός, τότε «γνώσῃ,» ὅτι ὁ οὕτω ταπεινωθείς, ὡς καὶ τοὺς πόδας σου νῖψαι, ἐκεῖνός σοι δίδωσι τὴν τοσαύτην δύναμιν κατὰ δαιμόνων, καὶ ἀνελήφθη, καὶ συνεδοξάσθη τῷ Πατρί, μηδὲν ἐλαττωθεὶς ἐκ τοῦ ταπεινοῦσθαι· καὶ οὕτω λοιπὸν ἐνστερνίσῃ καὶ αὐτὸς τὴν ταπείνωσιν, ἣ μᾶλλον ὑψοῖ, καὶ οὐκ ἐλαττοῖ. «Λέγει αὐτῷ Πέτρος· Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα. Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ. Λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας, καὶ τὴν κεφαλήν.» Σέβας πολὺ τῷ Πέτρῳ πρὸς τὸν διδάσκαλον, διὸ καὶ εὐλαβεῖται σφόδρα καὶ ἀποπέμπεται τὴν τοιαύτην θεραπείαν.

Κἂν γὰρ καὶ ἄλλοτε ἐπετιμήθη παρὰ Χριστοῦ, καὶ ἔδει διὰ γοῦν τὴν ἐπιτίμησιν ἐκείνην καταδέξασθαι καὶ νῦν ὑπονίπτοντος αὐτὸν τοῦ Κυρίου, ἀλλ’ οὖν διὰ τὸ μέγα καὶ πολὺ εἶναι τὸ νῦν παρὰ Χριστοῦ γινόμενον, παραιτεῖται, καὶ οὐχ ὑπολογίζεται, ὅτι πάλιν αὐτῷ ἐπιτιμήσει ἴσως σφοδρότερον ὡς ἀπειθοῦντι ὁ Κύριος. Τί οὖν ὁ Χριστός; Οὐ λέγει αὐτῷ, ὅτι Ταπεινοφροσύνην σε διδάσκω, ὦ Πέτρε, καὶ διὰ τοῦτο νίπτω σου τοὺς πόδας. Εἶπε γὰρ ἂν αὐτῷ ὁ Πέτρος, καὶ ἐπωμόσατο, ὅτι καὶ χωρὶς τοῦ τοὺς πόδας νίψασθαι τὴν ταπεινοφροσύνην ἀσκήσει. Ἀλλὰ τί φησι πρὸς αὐτόν; Ὃ μάλιστα ἐγίνωσκε δάκνον αὐτοῦ τὴν καρδίαν, τοῦτο ἐπισείει αὐτῷ, καθάπερ τι φόβητρον, «Ἐὰν μὴ νίψω σε, λέγων, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ.» Ἐπεὶ γὰρ αὐτὸς ἦν ὁ μάλιστα πάντων τῶν ἄλλων μαθητῶν ποθῶν συνεῖναι· Χριστῷ (διὸ καὶ ἠρώτα· «Ποῦ ὑπάγεις;» καί, «Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω,» ἐπαγγελλόμενος ἐξ ἀγάπης), διὰ ταύτης τῆς ἀπειλῆς κατασείει αὐτοῦ τὴν ψυχήν. «Ἐὰν γὰρ μὴ νίψω σε, φησίν, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ.» Ὡς οὖν ἤκουσε Πέτρος ταύτην τὴν φοβερὰν ἀπειλήν, ὅσον ἦν ἐν τῇ παραιτήσει σφοδρός, τοσοῦτον καὶ ἐν τῇ συγχωρήσει, μᾶλλον δὲ καὶ σφοδρότερος, ὅσῳ καὶ τὴν κεφαλὴν εἰς τὸ νίψασθαι δίδωσιν. Ἀμφότερα δὲ ἐξ ἀγάπης· ἤ τε γὰρ παραίτησις ἐκ τοῦ σφόδρα τιμᾷν τὸν Κύριον, ἥ τε συγχώρησις ἐκ τοῦ μὴ θέλειν χωρισθῆναι αὐτοῦ.

Σὺ δέ μοι, ὅταν ἴδῃς τινὰ σφόδρα ἐνιστάμενον ἐκ προπετείας, καὶ λέγοντα καὶ μεθ’ ὅρκου, ὅτι Οὐ μὴ ποιήσω τόδε, εἶτα αἰδοῖ τοῦ ὅρκου ἐμμένοντα τῷ κακῶς κεκριμένῳ, καὶ ἐκ τούτου κινδυνεύοντα, ἢ περὶ ψυχήν, ἢ περὶ σῶμα· εὐστόχως ἂν χρήσαιο τῷ τοῦ Πέτρου ὑποδείγματι, ὃς ἐνιστάμενος, ἐπειδὴ εἶδε τὴν ἔνστασιν εἰς τὸν ἀπὸ Χριστοῦ χωρισμὸν φέρουσαν, ἀπέστη ταύτης. «Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὁ λελουμένος οὐ χρείαν ἔχει ἢ τοὺς πόδας νίψασθαι, ἀλλ’ ἔστι καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ’ οὐχὶ πάντες.» ᾜδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν, ὅτι «Οὐχὶ πάντες καθαροί ἐστε.» Ἀφορμῆς δραξάμενος ὁ Κύριος, ἐλέγχει τὸν προδότην, ὡς ἀκάθαρτον γνώμην ἔχοντα, καὶ δεόμενον τοῦ ἀπολούσασθαι τὴν πονηρίαν, καὶ μεταβουλεύσασθαι. Ὑμεῖς μὲν οὖν, φησί, λελουμένοι ὄντες, οὐ δέεσθε ἔτι ἄλλου λουτροῦ· εἷς δέ ἐστιν ὁ ἀκάθαρτος ὁ δεόμενος ἐκπλύσεως. Ζητοῦσι δὲ πολλοί, πῶς εἶπεν ὁ Κύριος τοῖς ἀποστόλοις, ὅτι «Ὑμεῖς καθαροί ἐστε·» οὔπω γὰρ τῶν ἁμαρτημάτων ἀπηλλάγησαν, οὔπω Πνεύματος ἠξίωντο. Ἔτι γὰρ ἡ ἁμαρτία ἐκράτει, ἔτι ἡ κατάρα ἐνήργει. Οὔπω γὰρ «ὁ Ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» ἐσφάγη, οὔπω ἐκρεμάσθη ἐπὶ τοῦ ξύλου ὁ ἐκ τῆς κατάρας ἡμᾶς ἐξαγοράσας. Πῶς οὖν ἦσαν καθαροὶ οἱ ἀπόστολοι;

Ἔστιν οὖν εἰπεῖν, ὅτι εἰ καὶ μὴ τῶν ἁμαρτιῶν ἀπηλλάγησαν πάντη, ἀλλ’ οὖν διὰ τὸν λόγον, φησίν, ὃν λελάληκα ὑμῖν, «καθαροί ἐστε·» τουτέστι, Κατὰ τοῦτό ἐστε καθαροὶ τέως. Ἤδη τὸ φῶς ἐδέξασθε, ἤδη τῆς πλάνης ἀπηλλάγητε τῆς Ἰουδαϊκῆς.

Ἐπεὶ καὶ Ἡσαΐας, ἄκουε, πῶς διδάσκει ἡμᾶς λούεσθαι· «Λούσασθε, καὶ καθαροὶ γίνεσθε· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν.» Ὥστε καὶ αὐτοί, ἐπεὶ μετὰ πάσης ἀκακίας καὶ ἀδολότητος συνῆσαν τῷ Χριστῷ, εἰκότως λελουμένοι καὶ καθαροὶ παρὰ τοῦ Κυρίου λέγονται. Ἐνόησαν δέ τινες δεῖπνον τὴν ἐν τῷ τέλει τῶν αἰώνων τοῦ κατὰ Χριστὸν μυστηρίου γνῶσιν, ἣν ὁ Ἰησοῦς διδάσκων τοὺς οἰκείους μαθητὰς νίπτει καὶ τοὺς πόδας αὐτῶν, οὐχ ὡς ῥύπον ἔχοντας, ἀλλ’ ἑτοίμους αὐτοὺς ποιῶν εἰς τὸ Εὐαγγέλιον, κατὰ τὸ ὑπὸ Ἡσαΐου ῥηθέν· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην.» —«Ὑμεῖς μὲν γάρ, φησίν, καθαροί ἐστε,» ἀλλὰ καθ’ ἑαυτούς· δεῖ δὲ καὶ περὶ τὴν ἑτέρων κάθαρσιν ἀποσταλῆναι ὑμᾶς· ὃ διὰ [τοῦ] τοὺς πόδας ὑμῶν νίπτεσθαι δηλοῦται. Ὁ τοίνυν νιπτὴρ οὐ κάθαρσιν δίδωσιν ἡμῖν νοεῖν τῶν ἁμαρτιῶν τῶν ἀποστόλων (καθαροὶ γὰρ μαρτυροῦνται), ἀλλὰ σύμβολόν ἐστι τοῦ στέλλεσθαι αὐτοὺς ἐπὶ τὸ κήρυγμα, διαπορθμεύσαντας καὶ τοῖς ἄλλοις τὴν παρὰ τοῦ Λόγου τοῦ Δεσποτικοῦ δοθεῖσαν αὐτοῖς καθαρότητα. Διὸ καὶ Πέτρος, «Μὴ τοὺς πόδας μου νίψῃς μόνον, φησίν, ἀλλὰ καὶ τὴν κεφαλήν·» τουτέστι, Μὴ εἰς τὸ κήρυγμα μόνον πέμπε, ἀλλὰ καὶ τὴν κεφαλήν μου διὰ τοῦ μαρτυρίου καθάρισον. Ἐκλάμβανε δή μοι καὶ ὡς νῦν ταῦτα τελούμενα. Καὶ γὰρ καὶ νῦν δεῖπνον γίνεται ἐν τῇ θείᾳ ἱερουργίᾳ τοῦ θείου σώματος καὶ τοῦ αἵματος αὐτοῦ προκειμένου.

Τί οὖν ἀπαιτεῖται ἕκαστος ἡμῶν ποιεῖν, ἄκουε· Ἔχομεν ἐν ἑαυτοῖς ἅπαντες εἰς Χριστὸν πιστεύσαντες, τὸν Λόγον τοῦ Θεοῦ καὶ τὸ εὐαγγελικὸν κήρυγμα. Πάντες γὰρ ὑπεδεξάμεθα τὸν Χριστὸν ἐν ταῖς καρδίαις ἡμῶν, ἀλλ’ ὀφείλομεν ἐν τῷ δείπνῳ τούτῳ τῷ θείῳ ἐξανιστᾷν τὸν Λόγον, καὶ ἀποτίθεσθαι αὐτοῦ τὰ ἱμάτια, ἃ συγκαλύπτουσιν αὐτόν. Ἱμάτιον δέ ἐστιν ἡ φιλαργυρία, ἱμάτιον ἡ κενοδοξία, ἱμάτιον ὁ φθόνος, καὶ ἕκαστον τῶν ἄλλων παθῶν, ἃ τῷ ἐν ἡμῖν θείῳ Λόγῳ ἐπικείμενα βαρύνουσιν αὐτόν. Ταῦτα τοίνυν δεῖ ἀποτίθεσθαι ἐγειρομένου τοῦ Λόγου, ἵνα ἐλαφρὸς ὢν δύνηται τὴν ἡμετέραν διὰ μετανοίας κάθαρσιν ἐνεργῆσαι.

Ἐγερθεὶς γὰρ ὁ Λόγος, καὶ πᾶν φορτίον καὶ μέριμναν βιωτικὴν ἀποθέμενος, νίψει τοὺς ἡμετέρους λογισμοὺς μαθητὰς αὐτοῦ ὄντας, καὶ ἑπομένους αὐτῷ· νίψει δὲ τοὺς πόδας, τουτέστι, τὰς πρακτικὰς ἡμῶν κινήσεις καὶ τὰ διαβήματα ἡμῶν. Εἰ δέ τις δεῖται ἑτέρας καθάρσεως, καὶ τῆς ἐν τῷ διδασκαλικῷ καὶ θεωρητικῷ εὐδοκιμήσεως ἐφίεται, λεγέτω πρὸς τὸν Κύριον· «Κύριε, μὴ τοὺς πόδας μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν·» τουτέστι, Μὴ μόνον τὰ διαβήματά μου καθαρίσῃς, ἀλλὰ καὶ τὰς χεῖρας, ὡς ἂν καὶ ἑτέρους χειραγωγεῖν καὶ πρὸς τὸ καλὸν προσλαμβάνεσθαι δύνωμαι· καὶ τὴν κεφαλήν, ἵνα ἐν τῷ θεωρητικῷ καὶ θεολογικῷ μέρει κεκαθαρμένην καὶ ἀρύπαντον τὴν περὶ τὸ Θεῖον δόξαν ἔχω. Οὕτως οὖν διὰ τῆς ἐξομολογήσεως δυνάμεθα νίψεσθαι, ὡς ἂν μὴ ἀναξίως μετάσχωμεν τοῦ δείπνου, «καὶ κρῖμα ἑαυτοῖς φάγωμεν καὶ πίωμεν.» «Ὅτε οὖν ἔνιψε τοὺς πόδας τῶν μαθητῶν, καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ, ἀναπεσὼν πάλιν εἶπεν αὐτοῖς·

Γινώσκετε τί πεποίηκα ὑμῖν; Ὑμεῖς φωνεῖτέ με ὁ διδάσκαλος, καὶ ὁ Κύριος· καὶ καλῶς λέγετε· εἰμὶ γάρ. Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ Κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. Ὑπόδειγμα γὰρ ἔδωκα, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε. Ἀμήν, ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν.» Οὐκ ἔτι πρὸς τὸν Πέτρον μόνον, ἀλλὰ καὶ πρὸς ἅπαντες διαλέγεται, καὶ τὴν αἰτίαν τῆς τοσαύτης περὶ ἑαυτοῦ ταπεινοφροσύνης τίθησιν. Ἡ δέ ἐστι τὸ δεῖν μιμητὰς αὐτοὺς τούτου γίνεσθαι. Μή ποτε οὖν καὶ ὅταν ἔλεγε τῷ Πέτρῳ, ὅτι «Γνώσῃ δὲ μετὰ ταῦτα,» περὶ τούτου τοῦ νῦν καιροῦ ἔλεγε; «γνώσῃ» γάρ, ὦ Πέτρε, «μετὰ ταῦτα,» ὅτε λαβὼν τὰ ἱμάτιά μου καὶ ἀναπεσών, ἄρξομαι διδάσκειν ὑμᾶς καὶ λέγειν· «Γινώσκετε τί πεποίηκα ὑμῖν;» —«Εἰ γὰρ ἐγὼ» ὁ παρ’ ὑμῶν μαρτυρούμενος «ὁ Κύριος καὶ διδάσκαλος,» καὶ οὐ ψευδῶς μαρτυρούμενος (εἰμὶ γάρ), τοὺς πόδας ὑμῶν ἔνιψα (καὶ οὐκ εἶπε, τῶν δούλων, τῶν ἀγραμμάτων καὶ ἀμαθῶν, ἀλλ’ ἀφῆκε τοῦτο συλλογίζεσθαι)· ὑμεῖς ἀναγκαιότατον χρέως ἔχετε, «ἀλλήλων νίπτειν τοὺς πόδας·» τουτέστι, πᾶσαν διακονίαν ἀλλήλους [ἀλλήλοις] ὑπουργεῖν.

Διὰ γὰρ τοῦ νίπτειν, ὅπερ ἐσχάτη ὑπηρεσία δοκεῖ, καὶ τὰς ἄλλας πολλῷ μᾶλλον τὰς ἐντιμοτέρας τελεῖν ὀφείλομεν. «Ὑπόδειγμα γὰρ ἔδωκα» ὑμῖν, «ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν,» οὕτω «καὶ ὑμεῖς ποιῆτε.» τουτέστι, μετὰ τῆς αὐτῆς σπουδῆς. Εἰ γὰρ καὶ τὸ ἐμὸν μεῖζον, καθὸ Δεσπότης ὢν ἐγώ, δούλων πόδας ἔνιψα, ὑμεῖς δὲ τῶν ὁμοδούλων πόδας νίψετε· ὅμως καὶ τοὺς διδασκάλους ὁρῶμεν τοῖς παισὶ γράμματα μετὰ πολλοῦ τοῦ κάλλους παραδιδόντας, ἵνα κἂν πρὸς τὸ καταδεέστερον ἔλθωσι τῆς μιμήσεως. Ἀναγκαίως δὲ τοῖς ἀποστόλοις ταῦτα παραινεῖ. Ἐπεὶ γὰρ ἔμελλον τιμῆς ἀπολαύσασθαι, οἱ μὲν μείζονος, οἱ δὲ ἐλάττονος, ἵνα μὴ ἀλλήλων κατεπαίρωνται, πάντων αὐτῶν καθαίρει [καθαιρεῖ] τὰ φρονήματα. «Οὐκ ἔστι γὰρ δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ,» ἔς τ’ ἂν ᾖ δοῦλος, «οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν,» ἔς τ’ ἂν ᾖ ἀπόστολος· ὅταν δὲ μείζων γένηται, τότε οὔτε δοῦλός ἐστιν, οὔτε ἀπόστολος. «Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε, ἐὰν ποιῆτε αὐτά.

Οὐ περὶ πάντων ὑμῶν λέγω, ἐγὼ οἶδα οὓς ἐξελεξάμην, ἀλλ’ ἵνα ἡ Γραφὴ πληρωθῇ· Ὁ τρώγων μετ’ ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν ἐπ’ ἐμὲ πτέρναν αὑτοῦ. Ἀπάρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι· ἵνα ὅταν γένηται, πιστεύσητε, ὅτι ἐγώ εἰμι.» Ἵνα μὴ εἴπωσιν, ὅτι Τί ταῦτα λέγεις ἡμῖν ὡς δὴ ἀγνοοῦσιν; οἴδαμεν καὶ αὐτοὶ τὸ τῆς ταπεινώσεως καλόν, διὰ τοῦτό φησιν· «Εἰ οἴδατε,» οὐκ ἀρκεῖ τοῦτο μόνον, ἀλλὰ τότε ὄντως «ἐστὲ μακάριοι, ἐὰν» καὶ «ποιῆτε αὐτά.» Ἐπεὶ καὶ Ἰουδαῖοι τὰς ἐντολὰς ᾔδεσαν, ἀλλ’ οὐ μακάριοι, ἀθλιώτατοι δέ, ὡς μὴ ποιοῦντες αὐτάς. «Οὐ περὶ πάντων ὑμῶν λέγω, ἐγὼ οἶδα οὓς ἐξελεξάμην.» Ἐλέγχει. καὶ οὐκ ἐλέγχει τὸν προδότην, συνεσκιασμένως προφέρων τὸν λόγον. Ἠβούλετο γὰρ αὐτὸν εἰς μετάνοιαν ἀγαγεῖν· διὸ καὶ πάσας τὰς ἄλλας εὐεργεσίας ἀφείς, ἂς πρὸς αὐτὸν ἐπεδείξατο, τὸ μάλιστα πάντων ἱκανὸν ἐντρέψαι αὐτόν, τοῦτο τέθεικεν· «Ὁ ἐσθίων ἄρτον μου,» ὁ παρ’ ἐμοῦ τρεφόμενος, ὁ μετ’ ἐμοῦ τραπέζης ἀπολαύων, ὃ καὶ τοὺς ἐχθροὺς καταδυσωπεῖ.

Καὶ οὐκ εἶπεν, ὅτι Οὗτος παραδίδωσί με, ἀλλ’, «Ἦρεν ἐπ’ ἐμὲ πτερνισμόν·» τουτέστι. Δόλον καὶ ἀπάτην κατ’ ἐμοῦ συνέθηκεν· ἐκ μεταφορᾶς τῶν παλαιόντων, οἳ ὑποσκελίζοντες τοὺς ἀντιπαλαίοντας, διὰ τοῦ τὰς πτέρνας αὐτῶν πατεῖν, καταβάλλουσιν.

Εἰπὼν δὲ τό, «Οὐ περὶ πάντων ὑμῶν λέγω,» ἵνα μὴ εἰς πολλοὺς περιστήσῃ τὸ δέος, ἀποσχίζει αὐτὸν φανερῶς, καὶ δεικνύει, ὅτι εἷς ἐστιν ὁ κατ’ αὐτοῦ μελετῶν· διὸ λέγει· «Ὁ ἐσθίων ἄρτον μου.» Εἰπόντος δὲ τοῦ Ἰησοῦ, «Ἐγὼ οἶδα οὓς ἐξελεξάμην,» τί φήσομεν περὶ τοῦ Ἰούδα; Ἆρ’ οὐχὶ καὶ αὐτὸν ἐξελέξατο;

Ἐξελέξατο μὲν οὖν καλὸν ὄντα, ὡς καὶ τὸν Σαούλ· ἀλλὰ μετεβλήθη· αὐτεξούσιος γάρ· συγχωρεῖ δὲ ἑκάστῳ, καθὰ βούλεται, πράττειν· οὐ γὰρ ἀναιρεῖ τὸ αὐτεξούσιον. Μεταβληθέντα δὲ τὸν Ἰούδαν ἀπώσατο, εἰ καὶ πρὶν ἐξελέξατο. Τὸ δέ, «Ἵνα ἡ Γραφὴ πληρωθῇ,» οὕτω νόει, ὡς καὶ τὰ ἄλλα τὰ ὅμοια, περὶ ὧν πολλάκις εἴπομεν. Οὐ γὰρ διὰ τοῦτο ἠναγκάσθη ὁ Ἰούδας προδοῦναι, διὰ τὸ φανῆναι ἀληθεῖς τοὺς λόγους τῆς Γραφῆς (τοῦτο γὰρ πάσης βλασφημίας ἀνάμεστον), ἀλλ’ ἵνα γνῶμεν, ὅτι περὶ τούτου εἶπεν ἡ Γραφή, ὃν ὁρῶμεν νῦν τὸ ἔργον τελέσαντα.

Ταῦτα δὲ πάντα, φησί, προλέγω περὶ τοῦ προδότου, «ἵνα ὅταν γένηται, πιστεύσητε, ὅτι ἐγώ εἰμι·» τουτέστιν, ὅτι ἀληθεύω. «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων, ἐάν τινα πέμψω, ἐμὲ λαμβάνει· ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με.» Ποία ἀκολουθία πρὸς τὰ ἔμπροσθεν τούτοις τοῖς νῦν λεγομένοις; Ἐν ὅσῳ γὰρ περὶ τοῦ προδότου ἔλεγε, ἐπάγει· «Ὁ λαμβάνων, ἐάν τινα πέμψω, ἐμὲ λαμβάνει.» Μεγίστη μὲν οὖν ἀκολουθία. Ἐπειδὴ γὰρ εἶπε περὶ τοῦ προδοθήσεσθαι, καὶ τοῦ μέλλειν ἐγκαταλιπεῖν αὐτοὺς διηλέχθη, ἔμελλον δὲ ἐξιέναι λοιπόν, καὶ σκορπίζεσθαι, καὶ πολλὰ πάσχειν δεινά· δυσὶ τρόποις αὐτοὺς παραμυθεῖται· ἑνὶ μὲν τῷ παρ’ ἑαυτοῦ. Ὑπέδειξε γὰρ αὐτοῖς ἅ τε αὐτὸς παθεῖν μέλλει, καὶ ἃ πρὸς τὸν προδότην ἐποίησε, νίψας αὐτοῦ τοὺς πόδας, καὶ κοινωνὸν τραπέζης ἑλόμενος. Εἰ γὰρ ταῦτα ἐνθυμηθεῖεν, πάντως οἴσουσι πάντα τὰ δεινὰ ῥᾳδίως. Εἷς μὲν οὖν οὗτος τρόπος, δι’ ὧν τε ἐποίησε, τὸν ἐχθρὸν αὑτοῦ ἄχρι τέλους θεραπεύσας, δι’ ὧν τε ἔμελλε παθεῖν παραμυθουμένου αὐτοὺς τοῦ Κυρίου. Ἕτερος δὲ τρόπος ἐκ τοῦ τὰς πάντων αὐτοῖς οἰκίας ἀνοῖξαι, καὶ ἐπαγγείλασθαι αὐτοῖς, ὅτι πάντες αὐτοὺς ὑποδέξονται, οἱ τοῦ λόγου αὐτῶν ἀκούσαντες. Ὁρᾷς ἀκολουθίαν τοῖς νῦν λεγομένοις πρὸς τὰ πρὸ αὐτῶν;

Ἔμελλεν αὐτοὺς ἐγκαταλιπεῖν, ἔμελλον μυρία παθεῖν κακὰ καὶ δεινά· παρεμυθήσατο αὐτοὺς τῷ καθ’ ἑαυτὸν ὑποδείγματι, προδοθήσεσθαι μὲν μέλλων ὑπὸ τοῦ μαθητοῦ, νίπτων δὲ τοῦτον, αὐτοὺς παραμυθεῖται, καὶ τῷ προειπεῖν αὐτοῖς, ὅτι εἰ καὶ πολλὰ πείσονται δεινά, ἀλλὰ πάντες αὐτοὺς ὑποδέξονται. «Ὁ λαμβάνων» γάρ, φησίν, «ὑμᾶς, ἐμὲ λαμβάνει,» καὶ δι’ ἐμοῦ, τὸν Θεὸν καὶ Πατέρα. Σκόπει παραμυθίας εἶδος.

Ὡς τὸν Θεὸν αὐτόν, φησί, τιμήσουσιν ὑμᾶς οἱ ἄνθρωποι· ὥστε μὴ ἀθυμεῖτε διὰ τὰς τῶν διωκτῶν κακίας. «Ταῦτα εἰπὼν ὁ Ἰησοῦς, ἐταράχθη τῷ πνεύματι, καὶ ἐμαρτύρησε, καὶ εἶπεν· Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. Ἔβλεπον οὖν εἰς ἀλλήλους οἱ μαθηταί, ἀπορούμενοι περὶ τίνος λέγει.» Ἐννοήσας ὁ Κύριος, ὅτι ὁ προδότης ἑκατέρων ἀπεστέρηται, καὶ τῆς ἐν τοῖς πόνοις ὑπομονῆς, καὶ τῆς ἐκ τῶν ὑποδεχομένων θεραπείας, ταράττεται τῷ πνεύματι, τουτέστι, λύπῃ βάλλεται τὴν ψυχήν. «Καὶ ἐμαρτύρησε,» φησίν, ἀντὶ τοῦ, προεῖπε, προεμαρτύρατο, ἀπεφήνατο. «Οἱ τοίνυν μαθηταὶ ἀπορούμενοι, ἔβλεπον εἰς ἀλλήλους.» Εἰ γὰρ καὶ ἕκαστος αὐτῶν καθαρότητα συνῄδει ἑαυτῷ, καὶ οὐδὲν πονηρὸν ταῖς ἑαυτῶν διανοίαις συνεγίνωσκον, ὅμως τὸν τοῦ Κυρίου λόγον ἀξιοπιστότερον ἡγοῦντο τῶν οἰκείων διανοιῶν. Διὸ καὶ λυποῦνται καὶ ἐξαποροῦνται. Τοῦ ἀψευδοῦς γὰρ ἦν ἡ ἀπόφασις, ἣν ἐκβήσεσθαι πάντως ἐπίστευον. Ἐνόησαν δέ τινες τό, «εἶς ἐξ ὑμῶν,» οὕτως· «Εἷς.» φησίν, ἐκπεσὼν ὑμῶν τοῦ χοροῦ, καὶ «ἐξ ὑμῶν» ἐξελθών, «παραδώσει με·» ὥσπερ καὶ τό, «Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν.» Καὶ γὰρ κἀνταῦθα περιεργότερον τὸ ῥητὸν ἐξελάβοντο. «Γέγονε, φησίν, ὡς εἷς ἐξ ἡμῶν» πεσών, τουτέστιν, ὁ διάβολος· ὥσπερ γὰρ ἐκεῖνος ἐκπέπτωκεν, οὕτω καὶ οὗτος διὰ τῆς παρακοῆς γέγονεν ἐξ ἡμῶν, ὅπερ ἐστίν, ἐκπέπτωκεν ἡμῶν. «

Ἦν δὲ ἀνακείμενος εἷς τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ Ἰησοῦ, ὃν ἠγάπα Ἰησοῦς. Νεύει οὖν τούτῳ Σίμων Πέτρος πυθέσθαι, τίς ἂν εἴη περὶ οὗ λέγει.

Ἐπιπεσὼν δὲ ἐκεῖνος ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ, λέγει αὐτῷ· Κύριε, τίς ἐστιν; Ἀποκρίνεται ὁ Ἰησοῦς· Ἐκεῖνός ἐστιν, ᾧ ἐγὼ βάψας τὸ ψωμίον ἐπιδώσω.» Διατί πάντων ἀγωνιώντων, καὶ αὐτοῦ τοῦ κορυφαίου Πέτρου τρέμοντος, ὁ Ἰωάννης ὥσπερ ἐντρυφῶν ἀνάκειται ἐν τῷ τοῦ Κυρίου κόλπῳ; καὶ ἔτι, διατί περὶ ἑαυτοῦ φησιν, ὅτι «ὃν ἠγάπα ὁ Ἰησοῦς;» Ἀνέκειτο μὲν οὖν διὰ ταῦτα τὰ δύο· ἓν μέν, ὅτι ἀγαπώμενος ἦν πάντων μάλιστα τῶν ἄλλων· ἀγάπης δὲ σημεῖον τὸ ἀνακεῖσθαι μετὰ τοῦ Κυρίου. Ἕτερον δέ, ἀλλότριον ἑαυτὸν τοῦ ἐγκλήματος δεῖξαι βουλόμενος διὰ τοῦ παῤῥησιάζεσθαι καὶ θαῤῥεῖν. Περὶ ἑαυτοῦ δὲ μαρτυρεῖ, ὅτι ἠγάπα αὐτὸν ὁ Ἰησοῦς, ζήτημα λύων.

Ἵνα γὰρ μὴ ἀκούων σύ, ὅτι ἔνευσεν αὐτῷ ὁ Πέτρος ἐρωτῆσαι, νομίσῃς, ὅτι ὡς μείζονι αὐτῷ ἔνευσε· φησὶν ὁ εὐαγγελιστὴς περὶ ἑαυτοῦ, ὅτι Οὐχ ὡς μείζονί μοι ἔνευσεν ὁ Πέτρος, ἀλλ’ ὡς ἀγαπωμένῳ ὑπὸ τοῦ Χριστοῦ. Ὥστε μᾶλλον ταπεινόφρονος γνώμης οὐκ ἐπιδεικτικῆς ἐστι τοῦτο. Μὴ γὰρ λέγει ὅτι Ἐγὼ ἠγάπων τὸν Ἰησοῦν, ὃ ἐπὶ τοῦ Πέτρου προσμαρτυρεῖ, ἀλλὰ τί; Ἐκεῖνος, φησίν, ἠγάπα ἐμέ, διὰ ἕλεος καὶ οἰκτιρμοὺς προσλαβόμενός με· ὃ καὶ ὁ Ἀπόστολος λέγει· «Διώκω, εἰ καὶ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήφθην ὑπὸ Θεοῦ·» καὶ πάλιν, «Γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ.» Οὕτως οὖν καὶ τό, «ὃν ἠγάπα ὁ Ἰησοῦς,» οὐ καύχημα, ἀλλὰ ταπεινοφροσύνης ἔνδειγμα. Διατί δὲ οὐχ ὁ Πέτρος ἐρωτᾷ τὸν Κύριον, ἀλλὰ τῷ Ἰωάννῃ ἔνευσεν; Ἐπειδὴ ἀπὸ πολλῆς θερμότητος εὑρίσκεται πολλαχοῦ μὲν ὁρμῶν, ἐπιτιμώμενος δέ, τούτου ἕνεκεν νῦν ἐρωτῆσαι δέδοικεν, ἵνα μὴ καὶ νῦν ἐπιπλήξῃ αὐτῷ ὡς προπετευομένῳ ὁ Κύριος. Τίνος δὲ ἕνεκεν ὁ Ἰωάννης πίπτει ἐπὶ τῷ στήθει τοῦ Ἰησοῦ οὕτως ἀνευλαβῶς καὶ ἀνυποστόλως; Ὅτι οὐδὲν οὐδέπω περὶ Χριστοῦ μέγα ὑπελάμβανεν, οὐδὲ ἦσαν πεπαιδευμένοι, τὴν ἀξίαν τιμὴν προσάγειν τοῖς τιμίοις· ἁλιεῖς γὰρ οἱ ἄνθρωποι, καὶ τοῦ προσήκοντος ἀμαθεῖς. Συγχωρεῖ δὲ αὐτῷ ὁ Κύριος πεσεῖν ἐπὶ τὸ στῆθος, τὴν ἀθυμίαν λύων αὐτοῦ, καὶ πραΰνων τὸν τάραχον τῆς διανοίας αὐτοῦ, καὶ ἁπλῶς τὴν λύπην κατακοιμίζων.

Εἰκὸς γὰρ καὶ τοῖς προσώποις αὐτῶν πολλὴν κατήφειαν ἐπιφαίνεσθαι. Καὶ οὐδὲ οὕτως ἐρωτηθεὶς ὁ Κύριος, ὀνομαστὶ φανεροῖ τὸν προδότην, ἀλλὰ διὰ τοῦ ψωμίου δῆθεν δηλοποιεῖ αὐτόν, ἐντρέπων τὸν προδότην, καὶ εἰς αἴσθησιν ἄγων αὐτὸν τῆς τραπέζης καὶ τοῦ ἄρτου· ὧν μεταλαβόντα οὐκ ἔδει προδοῦναι καὶ κατὰ τοῦ τροφέως μανῆναι. Δέξαι, φησί, τὸν ἄρτον, οὗ συμμετέλαβες ἐμοί, εἰς αἴσθησιν ἐλθὲ τῆς κοινῆς τραπέζης. Ἀλλ’ οὐ συνῆκεν ὑπὸ τοῦ πάθους καρωθεὶς τὴν ψυχήν. Εἰ θέλεις καὶ αὐτὸς ἀνακεῖσθαι πλησίον τοῦ Ἰησοῦ, καὶ ἐπὶ τὸ στῆθος αὐτοῦ πεσεῖν, καὶ τὰ μυστικὰ παρ’ αὐτοῦ μαθεῖν, σπούδασον ἀγαπηθῆναι αὐτῷ διὰ γνώμης ἁπλῆς καὶ ἀγαθῆς. Καὶ γὰρ ὁ Ἰωάννης ἀκακώτερος, καὶ ἁπλούστερος, καὶ πραότερος πάντων ἦν· διὸ καὶ ἠγαπᾶτο. Καὶ σὺ τοίνυν εἰ τοιοῦτος εἴης ἄκακος, ἀξιωθήσῃ καὶ ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ ἀναπεσεῖν (ὃ τοῦ θεολογικοῦ ἀξιώματός ἐστι σύμβολον. Ἐν γὰρ τῇ καρδίᾳ οἶδεν ἡ Γραφὴ τὰ λόγια τοῦ Κυρίου κρυπτόμενα), καὶ οὕτως ἀποκαλυφθήσεταί σοι τό τε μυστήριον ἅπαν, καὶ ὁ τοῦ λόγου προδότης. Τῷ γὰρ τὴν τῆς Θεολογίας χάριν πιστευθέντι, καὶ ὁ προδότης τοῦ λόγου ὁ παρὰ τὴν ὀρθήν, φημί, πίστιν δοξάζων, δῆλος γίνεται. Ὁ γὰρ αἱρετικὸς δολῶν τὸν λόγον τῆς ἀληθείας, ὅς ἐστιν ἄρτος, οὐκ ἀμιγῆ, ἀλλὰ βεβαμμένον ἔχων τοῦτον δείκνυται. «

Καὶ ἐμβάψας τὸ ψωμίον, δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτῃ· καὶ μετὰ τὸ ψωμίον, τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. Λέγει οὖν αὐτῷ ὁ Ἰησοῦς· Ὃ ποιεῖς, ποίησον τάχιον. Τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων, πρὸς τί εἶπεν αὐτῷ. Τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ὁ Ἰούδας, ὅτι λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ. Λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος, εὐθέως ἐξῆλθεν. Ἦν δὲ νύξ, ὅτε ἐξῆλθεν.» Ἐπειδὴ ὁ μὲν Κύριος δέδωκε τὸ ψωμίον τῷ Ἰούδᾳ, εἴ πως εἰς συναίσθησιν ἐλθὼν τῆς τραπέζης καὶ τοῦ ἄρτου, ἀπόσχοιτο τῆς προδοσίας, ὁ δὲ Ἰούδας οὐδὲ οὕτως ἐβελτιώθη· τότε δή, τότε τελεώτερον τοῦ Σατανᾶ γέγονε, καὶ παρεδόθη λοιπὸν αὐτῷ, ὡς ἀδιόρθωτος.

Ἕως μὲν οὖν εἷς ἐδόκει τῶν μαθητῶν, καὶ τοῦ ἁγίου χοροῦ μέρος, οὐκ εἶχε τοσαύτην πάροδον εἰς αὐτὸν ὁ Σατανᾶς· ἐπεὶ δὲ ἀπέσχισεν αὐτὸν ὁ Κύριος, καὶ ἀφώρισε τῶν ἄλλων μαθητῶν, παραδειγματίσας τοῦτον διὰ τοῦ ἄρτου, ἔκτοτε δὴ παρέλαβεν αὐτὸν ὡς ἐγκαταλειφθέντα αὐτὸν ὑπὸ τοῦ Κυρίου, καὶ ἀποδιορισθέντα τοῦ θείου χοροῦ. Ὅρα γὰρ καὶ τό, «Εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς,» τουτέστιν, εἰς τὰ ἐσώτατα τῆς καρδίας αὐτοῦ εἰσέδυ, καὶ κατέσχεν τὴν αὐτοῦ ψυχήν. Πρότερον μὲν γὰρ ἔξωθεν αὐτῷ παρηνώχλει διὰ τοῦ τῆς φιλαργυρίας πάθους· νῦν δὲ τέλεον αὐτοῦ κατεκράτησε, τὴν προδοσίαν αὐτῷ ὑποβαλών. «Λέγει οὖν αὐτῷ ὁ Ἰησοῦς· Ὃ ποιεῖς, ποίησον τάχιον.» Τοῦτο δὲ οὐ προτρεπομένου ἐστὶν αὐτὸν εἰς προδοσίαν, ἀλλ’ οἷον ὀνειδίζοντος αὐτῷ πρὸς τὴν προδοσίαν ἐλθεῖν. Τὸ γάρ, «Ποίησον,» εἰπών, ὡσανεὶ τοῦτο λέγει· Ἰδοὺ ἀφίημί σε, ποίησον ὃ θέλεις· οὐκ ἐμποδίζω σου τῇ γνώμῃ, οὐ κατέχω σε ἔτι.

Πρὸ τούτου γὰρ αὐτὸς κατεῖχε τὴν πονηρίαν, ἑαυτῷ τὸν καιρὸν τοῦ θανάτου τηρῶν, καθὸ καὶ ἔλεγεν· «Οὐδεὶς αἵρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι ταύτην ἀπ’ ἐμαυτοῦ.» —«Τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων.» Ἄξιον ζητήσεως τοῦτο, πῶς οὐδεὶς ἔγνω, καίτοι ἐρωτηθεὶς ὁ Κύριος τίς ἐστιν ὁ προδότης, εἶπεν, ὅτι «ᾯ ἐγὼ τὸ ψωμίον ἐπιδώσω.» Φαίνεται οὖν λάθρα εἰπεῖν τοῦτο πρὸς μόνον τὸν Ἰωάννην, ὥστε μηδένα τῶν ἄλλων ἀκοῦσαι. Ἐπεὶ καὶ Ἰωάννης πρὸς τὸ στῆθος πεσών, ἐρωτᾷ μονονουχὶ πρὸς τὸ οὖς, ὥστε μὴ γενέσθαι δῆλον τὸν προδότην· ἦ γὰρ ἂν διεσπάσατο μάχαιραν τάχα Πέτρος, καὶ ἀνεῖλεν αὐτόν. Ἆρ’ οὖν οὐδὲ Ἰωάννης ἔγνω αὐτόν;

Οὐδὲ οὗτος. Οὐ γὰρ ἂν προσεδόκησεν, ὅτι μαθητὴς ἐπὶ τοσοῦτον χωρήσει παρανομίας. Πόῤῥω γὰρ τῆς τοιαύτης πονηρίας ἡ ἁγία οὖσα ἐκείνη ψυχή, οὐδὲ περὶ ἑτέρου τοῦτο εὐκόλως ὑπώπτευσεν ἄν. «Οὐδεὶς οὖν ἔγνω,» ἀλλ’ ἐνόμισαν, ὅτι τό, «Ποίησον τάχιον,» περὶ τοῦ ἀγοράσαι τι «εἰς τὴν ἑορτήν,» λέγει, «ἢ ἵνα τι δῷ τοῖς πτωχοῖς.» Καὶ γὰρ πολλὴν πρόνοιαν τῶν πτωχῶν ἐποιεῖτο, καὶ ὁ τοῖς ἄλλοις παραινῶν μὴ πήραν ἔχειν, μὴ χαλκόν, αὐτὸς καὶ γλωσσόκομον ἐπεφέρετο· δεικνύς, ὅτι καὶ τὸν ἀκτήμονα καὶ ἐσταυρωμένον τῷ κόσμῳ, πολλὴν δεῖ τούτου τοῦ μέρους φροντίδα ποιεῖσθαι. «Ἦν δὲ νύξ, φησίν, ὅτε ἐξῆλθεν.» Οὐδὲ τοῦτο παρέργως ἐπεσημήνατο ὁ εὐαγγελιστής, τὸ εἶναι νύκτα, ἀλλ’ ἵνα διδάξῃ ἡμᾶς, ὅτι οὐδὲ ὁ καιρὸς ἐκώλυσεν αὐτόν, ἀλλὰ καὶ νυκτὸς οὔσης ἤρτησε [ἤρτυσε] τὸν δόλον. Ἐξῆλθεν οὖν τῇ πέμπτῃ δοκεῖ μοι ἑσπέρας, ὅτε «καὶ εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς.» Τῇ μὲν γὰρ τετράδι προσέβαλεν αὐτῷ, ὅτε δηλαδὴ ἡ παρὰ τῷ Ματθαίῳ γυνὴ ἐκένωσε τὸ μύρον· αὐτὸς δὲ ἀπελθὼν συνελάλησε τοῖς Ἰουδαίοις περὶ τῆς προδοσίας. Τῇ δὲ πέμπτῃ ἑσπέρας εἰσῆλθεν εἰς αὐτόν, ὅπερ ἐστί, κατέσχεν αὐτοῦ τὴν καρδίαν· ὥσπερ ἄλλο ἐστὶ τὸ πλῆξαί τινα τῇ χειρὶ ἔξωθεν, καὶ ἄλλο τὸ εἰσωθῆσαι εἰς αὐτὸν τὸ ξίφος, καὶ ἐμβαλεῖν αὐτὸ κατὰ τῶν σπλάγχνων.

Ἐξῆλθε δὲ ὁ Ἰούδας καὶ αἰσθητῶς καὶ νοητῶς ἀπὸ τοῦ Σωτῆρος. «Ἦν δὲ νὺξ,» τάχα δὲ καὶ νοητὴ νὺξ ἡ κατασχοῦσα αὐτὸν τῆς φιλαργυρίας σκότωσις. «Λέγει ὁ Ἰησοῦς· Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ. Εἰ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν.» Ἐπειδὴ κατέπεσον τῶν μαθητῶν οἱ λογισμοί· «Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου,» λέγων, διανίστησιν αὐτούς. Πείθει γὰρ αὐτοὺς μὴ κατηφιᾷν, ἀλλὰ μᾶλλον χαίρειν. Δόξα γάρ ἐστι τοῦτο, τὸ παθεῖν δηλαδή, καὶ διὰ τῶν ἀτίμων τιμὴν τοῖς ἀνθρώποις προξενῆσαι. Καὶ ἄλλως δέ· Διὰ τὰ ἐν τῷ σταυρῷ θαύματα ἐδοξάσθη, ἡλίου σβεσθέντος, πετρῶν ῥαγεισῶν, τοῦ καταπετάσματος σχισθέντος, καὶ τῶν ἄλλων πάντων τεραστίων γενομένων. Πῶς δὲ «δοξάσει ὁ Θεὸς τὸν Υἱὸν ἐν ἑαυτῷ;» Τουτέστι, δι’ ἑαυτοῦ, οὐ δι’ ἑτέρου, οὐ δι’ ἀγγέλων καὶ ἀρχαγγέλων, οὐδὲ δι’ ἄλλης δυνάμεως, ἀλλὰ δι’ ἑαυτοῦ· πάντα γὰρ ἔπραξε πρὸς δόξαν τοῦ Υἱοῦ. «Εὐθὺς» οὖν, φησί, «δοξάσει αὐτόν·» τουτέστιν, οὐ βραδυνεῖ, ἀλλ’ ἐν αὐτῷ τῷ σταυρῷ καὶ αὖ μετὰ τρεῖς ἡμέρα, ἀναστήσας αὐτόν, καὶ μετὰ τεσσαράκοντα ἡμέρας τὴν τοῦ Πνεύματος χάριν ἐπιχορηγήσας τοῖς μαθηταῖς.

Ἴδωμεν δὲ καὶ ἄνωθεν τὸν σκοπὸν τῶν ῥημάτων. «Νῦν ἐδοξάσθη, φησίν, ὁ Υἱὸς τοῦ ἀνθρώπου·» τουτέστιν, Ἐγὼ διδάσκων, θαυματουργῶν, καὶ οὐκ εἰς ἐμὲ περιίστατο ἡ δόξα, ἀλλ’ εἰς τὸν Θεόν, καὶ Πατέρα ἀνέβαινεν. Ἐπεὶ τοίνυν ἡ ἐμὴ δόξα δόξα γίνεται τοῦ Πατρός, μὴ κατηφιᾶτε. Ὁ γὰρ Πατὴρ πάλιν δοξάσει με, ἵνα καὶ αὐτὸς δοξασθῇ. Μὴ γὰρ ἐγὼ τὴν δόξαν σφετερίζομαι, καὶ εἰς ἐκεῖνον οὐκ ἀναβαίνει; Ἀλλὰ κοινή ἐστιν ἡ δόξα. Ὥστε καὶ πάλιν δοξάσει με· καὶ οὐ βραδυνεῖ, ἀλλ’ «εὐθύς,» ὅταν τὰ ἄτιμα πάσχω πάθη, ὅταν δοκῶ διὰ τοῦ θανάτου ἐκ μέσου γενέσθαι, τότε μᾶλλον τιμήσει, τότε φανερὸν καταστήσει διὰ τῆς ἀναστάσεως. «Τεκνία, ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι. Ζητήσετέ με· καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις, ὅτι Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι.

Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς, ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.» Ἐπειδὴ ἔμελλον μετὰ μικρὸν τὰ λυπηρὰ ὑποστήσεσθαι, προλέγει λοιπὸν ταῦτα αὐτοῖς, ὥστε ἐν τῇ μνήμῃ αὐτὰ ἔχειν, καὶ προπαρεσκευάσθαι πρὸς ταῦτα. Συμβάλλεται δὲ καὶ τοῦτο εἰς τὴν δόξαν αὐτοῦ.

Τὸ γὰρ τὰ μέλλοντα συμβήσεσθαι τοῖς μαθηταῖς ὑπ’ αὐτοῦ προαναφωνεῖσθαι, οὐ μικρὰ ἦν δόξα αὐτοῦ, ὑπομιμνησκομένων ὕστερον τῶν μαθητῶν, ὅτι ταῦτα ὁ Κύριος αὐτοῖς προέλεγε. Δεικνὺς δὲ ὅτι οὐ νῦν πρῶτος (πρῶτον), ἀλλὰ καὶ πρὸ πολλοῦ γινώσκει, ὅτι ζητήσουσιν αὐτὸν ἐν πειρασμοῖς ὄντες, φησιν, ὅτι καὶ τοῖς Ἰουδαίοις αὐτὸ τοῦτο εἶπεν, ὡς πρὸ πολλοῦ εἰδώς. Τὸ δέ, «Ὅπου ἐγὼ ὑπάγω,» εἰπών, δείκνυσι τὸν θάνατον αὐτοῦ μετάβασιν ὄντα καὶ μετάστασιν κρείττονα εἰς τόπον σώματα φθαρτὰ μὴ δεχόμενον. Τοῖς μὲν Ἰουδαίοις ἔλεγεν, ὅτι «Ζητήσετέ με, καὶ ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν,» φόβον αὐτοῖς ἐπισείων· τοῖς δὲ μαθηταῖς, τὸν πόθον ἐξάπτων. Καὶ γὰρ εἰώθαμεν ὅταν ἴδωμέν τινας τῶν φιλτάτων ἀναχωροῦντας, μάλιστα διαθερμαίνεσθαι, καὶ μᾶλλον, ὅταν εἰς τόπον ἀπίωσιν, εἰς ὃν οὐ δυνατὸν ἡμῖν ἀπελθεῖν. Τὸν πόθον οὖν αὐτοῖς ἐξάπτων ταῦτά φησι. Διὸ καὶ τό, «Τεκνία,» προσέθηκεν· ἵνα μὴ νομίσωσιν, ὡς ἀπὸ τῆς τοιαύτης διαθέσεως ταῦτα εἶπεν αὐτοῖς, ἀφ’ ἧς καὶ τοῖς Ἰουδαίοις, ἀλλ’ ἐξ ἀγάπης. Ἐζήτησαν μὲν οὖν αὐτὸν οἱ Ἰουδαῖοι, ὅτε ἡ πόλις αὐτῶν ἑάλω, καὶ ἡ θεήλατος ὀργὴ πάντοθεν κατ’ αὐτῶν ἐφέρετο, ὡς καὶ Ἰώσηπος μαρτυρεῖ διὰ τὸν θάνατον τοῦ Ἰησοῦ ταῦτα αὐτοῖς γενέσθαι. Οἱ δὲ μαθηταί, ὅτε ἔφευγον, ὅτε ἄλλως ἐθλίβοντο· διὸ καὶ ἀλλαχοῦ, «Ἀρθήσεται, φησίν, ὁ νυμφίος, καὶ νηστεύσουσιν οἱ φίλοι τοῦ νυμφῶνος.»

Προλέγει οὖν τὰ μέλλοντα καὶ τούτοις κἀκείνοις, τοῖς μὲν διὰ τὴν ἀπιστίαν, τοῖς δὲ διὰ τὴν ἀγάπην, καὶ τὸ μὴ ἀπροσδοκήτοις ἐμπεσεῖν τοῖς δεινοῖς.

Ἐπειδὴ εἰς θόρυβον αὐτοὺς ἐμπεσεῖν εἰκὸς ἦν, ταῦτα ἀκούοντας ὡς ἐρήμους μέλλοντας ἔσεσθαι, παραμυθεῖται αὐτούς, Μὴ ἀλγεῖτε, λέγων· δίδωμι γὰρ ὑμῖν φύλακα ἰσχυρὸν τὴν ἀγάπην. Ἐὰν γὰρ ταύτην ἔχητε, ἀήττητοι ἔσεσθε, ὑπ’ ἀλλήλων δυναμούμενοι.

Εἶτα ἐπειδὴ ἠπόρησεν ἄν τις· Πῶς καινὴν ἐντολὴν δίδως, ὦ Κύριε, τὴν ἀγάπην, ἣν καὶ ἐν τῇ Παλαιᾷ νενομοθετημένην οἴδαμεν; ἐπιφέρει, ὅτι «Καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς, ἵνα καὶ ἀλλήλους ἀγαπᾶτε.» Ὥσπερ γὰρ ἐγώ, φησί, δωρεὰν ἠγάπησα ὑμᾶς, οὐ προϋπαρχόντων ὑμῶν κατορθωμάτων, ἀλλὰ καὶ ἐχθρᾶς οὔσης, καὶ κατηργημένης τῆς ἀνθρωπίνης φύσεως, ὅμως αὐτὸς ἐπελαβόμην ταύτης καὶ ἡγίασα· οὕτω καὶ ὑμεῖς δωρεὰν «ἀγαπᾶτε ἀλλήλους·» κἂν σκανδαλίσῃ σε ὁ ἀδελφός, μὴ ἐπιμνησθῇς τούτου. Ὁρᾷς ὅτι τοῦτό ἐστιν ἡ καινὴ ἐντολή, τὸ μηδὲν ὀφείλοντα τῷ πλησίον, προῖκα αὐτὸν ἀγαπᾷν;

Ὁ δὲ νόμος, «Ἀγαπήσεις, ἔλεγε, τὸν φίλον σου,» ὡς χρέος προκατάρξαντι τῷ πλησίον, τὴν ἀγάπην ἀντιδιδόναι κελεύων. Δεικνὺς δέ, ὅτι οὐ σβεσθήσονται, αὐτοῦ ἀπελθόντος, ἀλλὰ περιφανεῖς ἔσονται, φησίν· «Ἐν τούτῳ γνώσονται πάντες.» Ὁρᾷς πῶς διαγνωσθήσεσθαι αὐτοὺς παρὰ πᾶσιν ἀποφαίνεται, παραμυθούμενος αὐτοὺς οὐ μικρῶς διὰ τούτου; Ἀφεὶς δὲ ἀπὸ τῶν θαυμάτων αὐτοὺς χαρακτηρίσαι, ἀπὸ τῆς ἀγάπης χαρακτηρίζει. Πολλοὶ γὰρ θαύματα ποιήσαντες, μέλλουσιν ἀκούειν, ὅτι «Οὐκ οἶδα ὑμᾶς.» Εἰ δὲ καὶ πᾶσα ἡ οἰκουμένη ὑπὸ τῶν θαυμάτων προσήχθη τῇ πίστει, τί θαυμαστόν; Διότι γὰρ ἡ ἀγάπη ἀπρῆν, διὰ τοῦτο καὶ πρὸς τὸ θαυματουργεῖν αὐτοῖς δύναμις ἐνῆν. Εἰ δὲ διέστησαν ἀπ’ ἀλλήλων καὶ ἐμερίσθησαν, πάντα ἂν αὐτοῖς καὶ ἀπολώλει, καὶ οὐδεὶς ἐπίστευσεν οὕτω κατ’ ἀλλήλων μαινομένοις· ὥσπερ οὖν καὶ πολλοῦ θαύματος αὐτοὺς ἐποίει ἀξίους τὸ εἶναι τῶν πιστευόντων τὴν καρδίαν καὶ ψυχὴν μίαν. «Λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις;

Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Ὅπου ἐγὼ ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι· ὕστερον δὲ ἀκολουθήσεις μοι. Λέγει αὐτῷ Πέτρος· Κύριε, διατί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω. Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; Ἀμήν, ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ, ἕως οὗ ἀπαρνήσῃ με τρίς.» Ὁ Πέτρος ἀπὸ πολλῆς θερμότητος προπετέστερος γενόμενος, ἐπειδὴ ἤκουσε τοῦ Κυρίου εἰπόντος, ὅτι «Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν,» ἐρωτᾷ· «Ποῦ ὑπάγεις;» ὡσανεὶ τοῦτο λέγων τῷ Χριστῷ·

Ποία ὁδός ἐστιν αὕτη, ἣν οὐ δυνήσομαι ἐγὼ ἐλθεῖν; Οὐ γὰρ μαθεῖν βουλόμενος τοῦτο ἐρωτᾷ, ἀλλὰ κεκρυμμένως τοῦτο ὑποδηλοῖ, ὅτι Κἂν πασῶν δυσκολωτέραν ὁδὸν μέλλεις ἐλθεῖν, ἀκολουθήσω σοι· οὕτως ἠγάπα ἀεὶ συνεῖναι τῷ Χριστῷ. Διὸ καὶ αὐτὸς πρὸς τὴν διάνοιαν αὐτοῦ ἀποκρίνεται· «Οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι· ὕστερον δὲ ἀκολουθήσεις μοι.» Ὁ δὲ οὕτω προπετεύεται, ὥστε καὶ ἀντειπεῖν τῷ Χριστῷ. Οὐκ ἀρκεσθεὶς γὰρ τὸ [τῷ] χρηστὰς ἐλπίδας λαβεῖν, ὅτι ὕστερον ἀκολουθήσει, ἐπιμένει τῇ ἐνστάσει, καὶ αὐθαδιάζεται· «Διατί οὐ δύναμαί σοι ἀκολουθῆσαι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.» Ὅρα σφοδρότητα πόθου· Ἐπειδὴ ἤκουε τοῦ Κυρίου εἰπόντος, ὅτι «Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἢ ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τοῦ φίλου αὑτοῦ,» ἐφίεται λοιπὸν τούτου τοῦ βαθμοῦ, καὶ τῆς ἀκροτάτης ἀγάπης, διὸ καὶ ὑπισχνεῖται θεῖναι τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τοῦ Κυρίου. Ὁ τοίνυν Σωτὴρ δεικνὺς αὐτῷ, ὅτι αὐτοῦ μόνου ἐστί, καὶ οὐκ ἀνθρώπου τινός, τὸ τοιαῦτα μετὰ αὐθεντίας ἐπαγγέλλεσθαι, φησί· «Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με·» τουτέστι, νῦν. Οὐδὲ γὰρ ἦν πολὺ τὸ διάστημα· ἀωρὶ γὰρ τῶν νυκτῶν διελέγετο, καὶ πρώτη καὶ δευτέρα ἦν φυλακὴ τῆς νυκτὸς διελθοῦσα. Ἐπεὶ τοίνυν ἡ πολλὴ ἀγάπη τὸν Πέτρον ἀντιλογικὸν εἰργάσατο, τὴν μὲν ἀγάπην ἀποδέχεται, τὴν δὲ ἀντιλογίαν περικόπτει.

Διὸ καὶ ἀπογυμνοῖ αὐτὸν τῆς ἄνω βοηθείας, καὶ παιδεύει ἐπιγινώσκειν τὴν ἀσθένειαν. Εἰ γὰρ ἀγαπᾷ, ὀφείλεις τῷ ἀγαπωμένῳ πείθεσθαι. Εἶπον, ὅτι «Οὐ δύνασαι,» καὶ ἀντιλέγεις. Διὰ τῆς ἀρνήσεως εἴσῃ σαφῶς, ὅτι οὐχ οἷόν τε μὴ γενέσθαι ὃ λέγω. Ὥστε κηδόμενος αὐτοῦ, συνεχώρησεν αὐτὸν πεσεῖν· ἵνα καὶ ἐν τοῖς μετὰ ταῦτα, ὅταν τῆς οἰκουμένης τὴν οἰκονομίαν ἀναδέξηται, μὴ πάθῃ τοῦτο, ἀλλ’ ἐπιγινώσκῃ ἑαυτόν. Καὶ ὅρα πῶς ἔπεσεν. οὐχ ἅπαξ, ἀλλὰ τρίς. Οὕτως ἡ ἐγκατάλειψις τοῦ Θεοῦ τὴν ἀσθένειαν ἡμῶν ἐλέγχει, καὶ ὁ προσέχων, εὑρίσκει ταύτην εὐεργεσίαν μεγίστην.

ΚΕΦΑΛ. ΙΔʹ. Περὶ Θωμᾶ ἀγνοοῦντος ποῦ ὑπάγει ὁ Κύριος. Περὶ τοῦ Ἰούδα τοῦ Θαδδαίου ἐρωτῶντος τὸν Ἰησοῦν. Περὶ τοῦ Παρακλήτου. «Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε.» Ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς εἰς ταραχὴν ἐμπεσεῖν, ἀκούσαντας περὶ τοῦ κορυφαίου Πέτρου, ὅτι ἀρνήσεται, διὰ τοῦτο παραμυθεῖται αὐτούς, καὶ καταστέλλει τὴν τῆς καρδίας ταραχήν. Εἰ γὰρ ὁ κορυφαῖος καὶ οὕτω διάπυρος πρὸ ἀλέκτορος φωνῆς τρὶς ἔμελλεν ἀπαρνήσασθαι, μεγάλην τινὰ περίστασιν αὐτοὺς εἰκὸς ἦν προσδοκᾷν.

Εἶτα ὥσπερ εἰπόντων τῶν μαθητῶν· Καὶ πῶς οὐ ταραχθησόμεθα τοιαύταις μέλλοντες δυσκολίαις ἐμπίπτειν; φησί· «Πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε,» καὶ πάντα τὰ δυσχερῆ ὑμῖν λυθήσεται, καὶ ἡ ταραχὴ κατασταλήσεται διὰ τῆς εἰς τὸν Θεὸν καὶ εἰς ἐμὲ πίστεως. Διὰ τοῦτο γὰρ καὶ εἶπεν αὐτοῖς. «Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία,» ἵνα Θεὸν αὐτὸν εἶναι πιστεύσωσιν, ἐκ τοῦ τὰ ἐν τῇ καρδίᾳ αὐτῶν εἰδέναι, καὶ τὸν ἀφανῆ τάραχον ἐπιγνῶναι. «Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν.

Εἰ δὲ μή, εἶπον ἂν ὑμῖν· Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν. Καὶ ἐὰν πορευθῶ ἑτοιμάσαι τόπον ὑμῖν, πάλιν ἔρχομαι, καὶ παραλήψομαι ὑμᾶς, ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε.» Εἶπε μὲν πρὸς τὸν Πέτρον ὁ Κύριος, ὅτι «Ἀκολουθήσεις μοι ὕστερον·» ἵνα δὲ μὴ νομίσωσιν οἱ λοιποί, ὅτι ἐκείνῳ μόνῳ τῷ Πέτρῳ τοῦτο ἐδόθη, ἀλλ’ οὐχὶ καὶ αὐτοῖς, φησίν, ὅτι Καὶ ὑμᾶς ἐκεῖνος ὁ χῶρος, ὁ καὶ τὸν Πέτρον ὑποδεξάμενος, δέξεται, ὥστε οὐ χρὴ θορυβεῖσθαι περὶ τόπου· «Πολλαὶ γὰρ μοναί εἰσιν ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου·» τουτέστιν, ὑπὸ τὴν ἐξουσίαν τοῦ Πατρός· οἰκίαν γὰρ τὴν ἐξουσίαν καὶ ἀρχὴν νόει. Εἰ δὲ καὶ μὴ ἦσαν οἰκίαι, ἐγὼ ἂν ἐπορεύθην καὶ ἡτοίμασα ὑμῖν. Ὥστε καὶ ἀμφοτέρωθεν οὐ δεῖ ὑμᾶς ταράττεσθαι, εἴτε εἰσὶν ἕτοιμοι, εἶτε καὶ μή. Κἂν γὰρ μὴ ὦσιν ἕτοιμοι, ἐγὼ μετὰ πάσης σπουδῆς προητοίμασα ἂν ταύτας ὑμῖν. Εἰ δὲ καὶ διὰ τὸ ἑτοιμάσαι ὑμῖν τόπον ἐπορεύθην, ἀλλ’ οὐδὲ οὕτως ἀφῆκα ἂν ὑμᾶς, ἀλλὰ παρέλαβον ἄν, «ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε.» Ὁρᾷς παρακλήσεως καὶ ψυχαγωγίας ῥήματα; Ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἐκεῖ ἔσεσθε. Οὐκ ἔχει γοῦν λόγον τὸ ταράσσεσθαι ὑμᾶς, εἴ γε μετ’ ἐμοῦ εἶναι μέλλετε. «Καὶ ὅπου ἐγὼ ὑπάγω, οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε.

Λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις, καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ὁδός, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή. Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ.» Ἐπειδὴ συνεῖδε τὴν διάνοιαν αὐτῶν ζητοῦσαν μαθεῖν, ποῦ ὑπάγει, δίδωσιν αὑτοῖς πρόφασιν τοῦ ἐρωτῆσαι. Καὶ δή φησιν· «Ὄπου ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε·» παρακινῶν αὐτοὺς εἰς ἐρώτησιν.

Διὸ καὶ ὁ Θωμᾶς· «Κύριε, οὐκ οἴδαμεν, φησί, ποῦ ὑπάγεις, καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι;» Τοῦτο δὲ λέγει Θωμᾶς ἀπὸ πολλῆς δειλίας, οὐχ ὥσπερ ὁ Πέτρος ποθῶν ἀκολουθῆσαι. Ὁ τοίνυν Χριστὸς δεικνύων, ὅτι ῥᾴων αὐτοῖς ἔσται καὶ εὐχερὴς ἡ ἀκολούθησις, ἐκφαίνει καὶ τὸ ποῦ ὑπάγει, καὶ τίς ἐστιν ἡ ὁδός. Ὑπάγει μὲν γὰρ πρὸς τὸν Πατέρα, ὁδὸς δὲ αὐτὸς ὁ Χριστός. Ἐπεὶ οὖν φησίν, «Ἐγώ εἰμι ἡ ὁδός,» δι’ ἐμοῦ πάντως πρὸς τὸν Πατέρα καὶ ὑμεῖς ἀναβήσεσθε· οὐ μόνον δὲ ὁδός, ἀλλὰ καὶ «ἀλήθεια·» ὥστε εἰκὸς ὑμᾶς θαῤῥεῖν, ὅτι οὐ ψευσθήσεσθε παρ’ ἐμοῦ, Ἀλλὰ καὶ «ζωή» εἰμι· ὥστε εἰ καὶ ἀποθάνητε, οὐ κωλύσει ὑμᾶς ὁ θάνατος τοῦ μὴ οὐχὶ πρὸς τὸν Πατέρα ἐλθεῖν. Θαῤῥεῖτε οὖν· δι’ ἐμοῦ γὰρ ἔρχεται πᾶς πρὸς τὸν Πατέρα. Καὶ ἐπεὶ ἐγὼ κύριός εἰμι τοῦ πρὸς τὸν Πατέρα ἀγαγεῖν, πάντως ἥξετε ἐκεῖ. Οὐδὲ γὰρ δι’ ἄλλης ὁδοῦ, εἰ μὴ δι’ ἐμοῦ, ἔστιν ἐλθεῖν. Σὺ δέ μοι νόει κἀντεῦθεν ἶσον τὸν Υἱὸν τῷ γεγεννηκότι. Ἀλλαχοῦ μὲν γὰρ τὸν Πατέρα λέγει προσάγειν αὐτῷ· «Οὐδεὶς γάρ, φησί, δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν.» Ἐνταῦθα δὲ τῷ Πατρὶ λέγεται προσάγεσθαι δι’ αὐτοῦ.

Ἴση ἄρα ἡ δύναμις Πατρὶ καὶ Υἱῷ· καὶ μία γὰρ ἡ ἐνέργεια. Ὅταν μὲν οὖν τὴν πρακτικὴν μετέρχῃ, γίνεταί σοι ὁδὸς ὁ Χριστός· ὅταν δὲ τὸ θεωρητικὸν ἀσκῇς, γίνεταί σοι ἀλήθεια. Ἐπεὶ δὲ πολλοὶ καὶ τὴν πρακτικὴν μετιόντες, καὶ περὶ θεωρίαν ἀσχοληθέντες, οὐ πάντως ἐπέτυχον τῆς ζωῆς (ἣ γὰρ διὰ κενοδοξίαν τὴν ἀρετὴν μετιόντες, ἀπέσχον ἐνταῦθα τὸν μισθόν, ἢ τῇ περὶ τὸ δογματικὸν οἰήσει ἀπεπλανήθησαν τῆς εὐθείας ὁδοῦ), διὰ τοῦτο πρόσκειται τῇ ὁδῷ καὶ τῇ ἀληθείᾳ, τῷ πρακτικῷ, λέγω, καὶ τῷ θεωρητικῷ, ἡ ζωή. Δεῖ καὶ ἡμᾶς καὶ ὁδεύειν, καὶ θεολογεῖν πρὸς τὸν ζῶντα [εἰς] αἰῶνα, οὐχὶ πρὸς τὸν νεκρὸν ἔπαινον τῶν ἀνθρώπων ἀφορῶντας. «Εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἄν. Καὶ ἀπάρτι γινώσκετε αὐτόν, καὶ ἑωράκατε αὐτόν.» Πῶς ἀνωτέρω μὲν εἶπεν, ὅτι «Ὄπου ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε,» τουτέστιν, Ἐμέ· ἐνταῦθα δὲ λέγει, ὅτι «Εἰ ἐμὲ ἐγνώκειτε, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἄν;» Οὐκ ἐναντιολογῶν ταῦτά φησιν. ᾜδεσαν μὲν γὰρ τὸν Πατέρα, οὐχ οὕτω δὲ ὡς ἐχρῆν· ὡς Θεὸν μὲν γὰρ ᾔδεσαν, ὡς Πατέρα δὲ οὔπω. Ὕστερον δὲ τὸ Πνεῦμα ἐλθόν, πᾶσαν αὐτοῖς ἐνέθηκε τὴν γνῶσιν. Ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν·

Εἰ οὖν ἐγνώκειτε τὴν ἐμὴν οὐσίαν, καὶ τὴν ἀξίαν, καὶ τὴν τοῦ Πατρὸς ἂν ἐγνώκειτε. Ἀπάρτι δὲ ἤρξασθε γινώσκειν αὐτὸν δι’ ἐμοῦ μέσου, «καὶ ἑωράκατε αὐτόν,» τουτέστι, τῷ νῷ ὑμῶν, ὡς ἔστι δυνατόν, ἐθεωρήσατε. Ἐπεὶ γὰρ ἐμὲ Κύριον ἔχετε καὶ διδάσκαλον, δι’ ἐμοῦ πάντως καὶ τὴν τοῦ Πατρὸς γνῶσιν, ὡς ἐφικτὸν τέως ὑμῖν, καὶ μετρίως ἐλάβετε· τὴν γὰρ τελειοτέραν οὔπω ἐδέξασθε. Καὶ ἄλλως δέ·

Τό, «Εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἄν,» οὐκ ἐμφαίνει αὐτὸν ἀγνοοῦντας αὐτούς, ἀλλὰ τοιοῦτόν ἐστι τὸ λεγόμενον· Εἶπον ὑμῖν, ὅτι «Ὅπου ὑπάγω, οἴδατε,» τουτέστι, πρὸς τὸν Πατέρα, «καὶ τὴν ὁδὸν οἴδατε,» τουτέστιν, Ἐμέ. Εἶπέ μοι Θωμᾶς· «Οὐκ οἴδαμεν ποῦ ὑπάγεις,» καὶ λοιπόν, οὐδὲ τὴν ὁδὸν οἴδαμεν. Εἶπον τῷ Θωμᾷ· «Ἐγώ εἰμι ἡ ὁδὸς καὶ οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ.» «Εἰ τοίνυν ἐμὲ ἐγνώκειτε, καὶ τὸν Πατέρα μου ἔγνωτε ἄν.» Ἀλλὰ μὴν ἐμὲ οἴδατε, καὶ τὸν Πατέρα μου ἄρα οἴδατε. Ἀπάρτι γάρ, φησί, γινώσκετε αὐτόν, καὶ ἑωράκατε αὐτόν, ἐμὲ ἑωρακότες. «Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν. Λέγει αὐτῷ ὁ Ἰησοῦς·

Τοσοῦτον χρόνον μεθ’ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν Πατέρα· καὶ πῶς σὺ λέγεις· Δεῖξον ἡμῖν τὸν Πατέρα;» Ἐδόκει ὁ Φίλιππος, ὅτι τὸν μὲν Χριστὸν ἀκριβῶς γινώσκει, ἀγνοεῖ δὲ τὸν Πατέρα· διὸ καὶ εἶπε· «Δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν.» Κἂν γὰρ μυριάκις λέγῃς ἡμῖν, ὅτι «Εἰ ἐμὲ ἐγνώκειτε, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἄν,» οὐ δυνησόμεθα οὕτω μαθεῖν τὸν Πατέρα. Δεῖξον οὖν ἡμῖν αὐτὸν τοῖς σωματικοῖς ὀφθαλμοῖς. Ἀκούων γὰρ ὁ Φίλιππος, ὅτι καὶ οἱ προφῆται εἶδον τὸν Θεόν, ἐπεθύμησε καὶ αὐτὸς οὕτω σωματικῶς ἰδεῖν αὐτόν, οὐκ εἰδώς, ὅτι ἐκεῖνα τὰ τῶν προφητῶν, συγκατάβασις ἦν. Ὁ τοίνυν Χριστὸς διδάσκων τὸν Φίλιππον, ὅτι οὐκ ἔστι δυνατὸν σωματικῶς ὁραθῆναι Θεόν, φησί· «Τοσοῦτον χρόνον μεθ’ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε;» Ὅρα ὅτι οὐκ εἶπεν, ὅτι Οὐκ εἶδές με, ἀλλ’, «Οὐκ ἔγνωκάς με,» ἀπάγων τὸν Φίλιππον ἀπὸ τοῦ χαμαιζήλου φρονήματος, τοῦ ἐπιθυμεῖν σωματικῶς ἰδεῖν τὸν Πατέρα. Γνῶσις γάρ, φησί, λέγεται ἐπὶ Θεοῦ, οὐχ ἡ σωματικὴ ὄψις. Εἶτα ἐπιφέρει· «Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν Πατέρα.» Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Σὺ μέν, ὦ Φίλιππε, δι’ ὄψεως σωματικῆς ζητεῖς ἰδεῖν τὸν Πατέρα, καὶ δοκεῖς, ὅτι ἐμὲ ἤδη εἶδες· ἐγὼ δὲ λέγω σοι, ὅτι εἰ ἐμὲ εἶδες, καὶ ἐκεῖνον ἂν εἶδες.

Νῦν δὲ ἐπεὶ ἐκεῖνον οὐκ εἶδες, οὐδὲ ἐμὲ εἶδες ὡς χρὴ βλέπειν· ἀλλὰ σωματικῶς μὲν εἶδες ἐμέ, ἐπεὶ καὶ σῶμα φορῶ, τὴν δὲ θείαν οὐσίαν, οὐκ εἶδες· ὥστε οὐδὲ τὴν τοῦ Πατρὸς ἴδοις ἂν σωματικῶς.

Οὔτε οὖν ἐμέ, οὔτε τὸν Πατέρα δυνατόν ἐστιν ἰδεῖν σωματικῶς. «Ὁ γὰρ ἑωρακὼς ἐμέ, καὶ τὸν Πατέρα ἑώρακεν.» Ἀλλὰ μὴν πολλοὶ ἐμὲ δοκοῦσιν ὁρᾷν, τὸν δὲ Πατέρα οὐχ ὁρῶσιν· ὥστε οὐδὲ ὀρῶσι κατὰ τὴν θείαν φύσιν, ἀλλὰ κατὰ τὸ ἀνθρώπινον. Δύνασαι δὲ καὶ σαφέστερον οὕτω νοῆσαι· Ὁμοούσιος, φησίν, εἰμὶ τῷ Πατρί. Ὁ τοίνυν ἑωρακὼς ἐμέ, ὅπερ ἐστί, γνούς, ἔγνω τὸν Πατέρα· μιᾶς γὰρ οὔσης οὐσίας καὶ φύσεως, μία καὶ ἡ γνῶσις. Αἰσχυνέσθω Ἄρειος ἀκούων, ὅτι ὁ ἑωρακὼς τὸν Υἱόν, τουτέστι, τὴν θεότητα τοῦ Υἱοῦ γνούς, τὸν Πατέρα, ἤτοι τὴν τοῦ Πατρὸς θεότητα ἔγνω Αἰσχυνέσθω καὶ Σαβέλλιος ὁ λέγων· Μία ὑπόστασις καὶ ἓν πρόσωπον Πατρὸς καὶ Υἱοῦ. Ἰδοὺ γὰρ διαιρεῖ τὰς ὑποστάσεις ὁ Κύριος· καὶ ἄλλο πρόσωπον δείκνυσι τοῦ Πατρός, καὶ ἄλλο τοῦ Υἱοῦ. Εἰπὼν γάρ, «Ὁ ἑωρακὼς ἐμέ,» ἔδειξε τὸ οἰκεῖον πρόσωπον· εἶτα, «ἑώρακε τὸν Πατέρα,» ἰδοὺ καὶ ἕτερον πρόσωπον. Εἰ δὲ ἓν πρόσωπον ἦν, εἶπεν ἂν οὐδὲν τοιοῦτον, ἀλλὰ τοῦ Φιλίππου εἰπόντος, «Δεῖξον ὑμῖν τὸν Πατέρα,» ἀπεκρίθη ἄν, ὅτι Οὐκ ἔστι μοι Πατήρ, ἀλλ’ ἐγώ εἰμι Πατὴρ καὶ Υἱός. Καὶ ὅλως δὲ ἐσχάτης ἀνοησίας ἐστί, τὸ ἀκούειν μὲν τοῦ Υἱοῦ λέγοντος, ὅτι «Πρὸς τὸν Πατέρα μου πορεύομαι·» καί, «Ἐγὼ ἐν τῷ Πατρί,» καὶ ὅσα ἄλλα τοιαῦτα· μὴ νοεῖν δέ, ὅτι ἄλλο πρόσωπον τοῦ Υἱοῦ, καὶ ἄλλο τοῦ Πατρός, ἀλλὰ συγχέειν ταῦτα.

Ἐπιτιμᾷ τοίνυν τῷ μαθητῇ ὁ Κύριος, ὡς τοσοῦτον μὲν χρόνον ἀκολουθοῦντι, σημεῖα δὲ ἰδόντι καὶ θεότητος ἔργα, μήπω δὲ γνόντι αὐτὸν ὡς Θεόν, ἵνα δι’ αὐτοῦ καὶ τὸν Πατέρα γνῷ. Νῦν δέ φησιν· Ἐπειδὴ σωματικῶς ζητεῖς τὸν Πατέρα, δῆλον ὡς οὐ πιστεύεις οὔτε ἐμὲ οὔτε ἐκεῖνον εἶναι Θεόν. «Οὐ γινώσκεις [πιστεύεις], ὅτι ἐγὼ ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι; Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα. Πιστεύετέ μοι, ὅτι ἐγὼ ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν. Εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι.» Ἐν τῷ Πατρί ἐστιν ὁ Υἱός, καθὸ ἐν τῇ οὐσίᾳ ἐκείνου φαίνεται· καὶ ὁ Πατὴρ αὖθις ἐν τῇ τοῦ Υἱοῦ· ὥσπερ καὶ ὁ βασιλεὺς ἐν τῇ εἰκόνι αὐτοῦ φαίνεται, καὶ ἡ εἰκὼν ἐν τῷ βασιλεῖ. Εἷς γὰρ ὁ χαρακτὴρ τῆς εἰκόνος καὶ τοῦ βασιλέως.

Ὅτι δὲ μία ἡ οὐσία ἐμοῦ τε καὶ τοῦ Πατρός, δῆλον· «Τὰ γὰρ ῥήματα ἃ ἐγὼ λαλῶ, ἀπ’ ἐμαυτοῦ οὐ λαλῷ·» τουτέστιν, Οὐκ ἄλλως ἐγὼ λέγω ταῦτα, ἀλλ’ ὥσπερ ἂν ὁ Πατὴρ εἴποι, οὕτω κἀγὼ λαλῶ. Μὴ γὰρ ἔχω τι ἴδιον ἐμαυτοῦ κεχωρισμένον τοῦ Πατρός, ἀλλὰ πάντα κοινά· μία γὰρ οὐσία διαιρουμένων τῶν ὑποστάσεων. Οὐ μόνον δὲ τὰ ῥήματα ἃ λέγω, τοῦ Πατρός εἰσιν, ἀλλὰ καὶ τὰ ἔργα θεῖα τὰ ἔργα.

Ἐπεὶ γὰρ θεῖα τὰ ἔργα, Θεὸς δὲ ὁ Πατήρ, κἀγώ· μιᾶς ἄρα οὐσίας εἰσὶ τὰ ἔργα. Ὥστε κἂν ἐγὼ ποιῶ, ὁ Πατὴρ ποιεῖ· κἂν ὁ Πατήρ, ἐγὼ ποιῶ. «Πιστεύετε, ὅτι ἐγὼ ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» τουτέστι, Δεῖ μὲν ἀκούοντας ὑμᾶς Πατέρα καὶ Υἱόν, μηδὲν ἕτερον ἐπιζητεῖν εἰς παράστασιν τῆς κατὰ τὴν οὐσίαν συγγενείας. Εἰ δὲ ὑμῖν οὐκ ἀρκεῖ τοῦτο πρὸς τὸ δεῖξαι τὸ ὁμοούσιον καὶ ὁμότιμον, καὶ ὅτι ὁ Πατὴρ ἐν τῇ ἐμῇ οὐσίᾳ φαίνεται, καὶ ἐγὼ ἐν τῇ τοῦ Πατρός, «κἂν διὰ τὰ ἔργα πιστεύετέ μοι·» τὰ ἔργα Θεοῦ εἰσιν. «Ἀμήν, ἀμὴν λέγω ὑμῖν· ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει· ὅτι ἐγὼ πρὸς τὸν Πατέρα μου πορεύομαι· καὶ ὃ ἐὰν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ Πατὴρ ἐν τῷ Υἱῷ. Ὃ ἐὰν αἰτήσητε ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω.» Δεικνύων ὁ Χριστός, ὅτι οὐ ταῦτα μόνα δύναται τὰ ἔργα, ἀλλὰ καὶ ἕτερα πολλῷ τούτων μείζονα, μεθ’ ὑπερβολῆς αὐτὰ τίθησιν. Οὐ γὰρ λέγει, ὅτι Καὶ μείζονα τούτων δύναμαι ποιῆσαι, ἀλλ’, ὃ πολλῷ θαυμαστότερον ἦν. Καὶ ἑτέροις δύναμαι δοῦναι, φησί, καὶ μείζονα τούτων ποιῆσαι. Ὁρᾷς τὴν δύναμιν τοῦ Μονογενοῦς, πῶς τοσαύτη ἐστίν, ὥστε καὶ ἑτέροις διδόναι ποιεῖν ἔργα μείζω ὧν αὐτὸς ἐποίησεν; «Ὅτι ἐγὼ πρὸς τὸν Πατέρα μου πορεύομαι,» τοῦτο δηλοῖ, ὅτι Ὑμῶν ἐστι λοιπόν, τὸ θαυματουργεῖν· ἐγὼ γὰρ ἤδη μεθίσταμαι.

Ἑρμηνεύων δὲ ἡμῖν, πῶς ὁ πιστεύων εἰς αὐτὸν δυνήσεται ποιῆσαι μεγάλα καὶ θαυμαστά, φησίν, ὅτι «Ὅσα ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου.» Δείκνυσι γὰρ ἡμῖν ἐνταῦθα τὴν μέθοδον τῆς θαυματουργίας. Διὰ γὰρ αἰτήσεως, καὶ προσευχῆς, καὶ τῆς ἐπικλήσεως τοῦ ὀνόματος αὐτοῦ, θαυματουργεῖν τις δύναται. Οὕτω καὶ οἱ ἀπόστολοι· «Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ἔγειραι, καὶ περιπάτει.» Διὸ οὐκ εἶπεν, Ὅσα ἂν αἰτήσητε, παρακαλέσω τὸν Πατέρα, καὶ ποιήσει, ἀλλ’ «Ἐγὼ ποιήσω,» τὴν οἰκείαν ἐξουσίαν δηλῶν, «Ἵνα δοξασθῇ ὁ Πατὴρ ἐν τῷ Υἱῷ.» Ὅταν γὰρ φανῇ ὁ Υἱὸς μεγάλα δυνάμενος, τότε δοξάζεται ὁ τοιοῦτον Υἱὸν γεγεννηκώς.

Ὅρα γὰρ τὴν ἀκολουθίαν τῆς τοῦ Πατρὸς δόξης· Ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐγίνοντο τὰ σημεῖα, ἀπὸ τῶν σημείων ἐπίστευον τῷ λόγῳ τῶν ἀποστόλων, καὶ λοιπὸν εἰς θεογνωσίαν ἐρχόμενοι, ἐπεγίνωσκον τὸν Πατέρα, καὶ οὕτως ἐδοξάζετο ἐν τῷ Υἱῷ. Εἰπάτωσαν οἱ τὰ τοῦ Ἀρείου νοσοῦντες, τὰ διὰ τῶν ἀποστόλων, αὐτὸς ἐποίει, καὶ τὰ δι’ αὐτοῦ, οὐκ αὐτός, ἀλλ’ ὑπὸ τοῦ Πατρὸς ἐνεργούμενος, ἄλλοις ἐδίδου δύναμιν, καὶ αὐτὸς ταύτην οὐκ εἶχε; Τίνος δὲ ἕνεκεν ἐκ δευτέρου εἶπε τὰ αὐτά;

Εἰπὼν γάρ, «Ὃ ἐὰν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω,» εἶτα ἐπαγαγών, «Ἵνα δοξασθῇ ὁ Πατὴρ ἐν τῷ Υἱῷ,» πάλιν ἐκ δευτέρου φησίν, ὅτι «Ὅσα ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω.» Ἐκ δευτέρου τοῦτό φησι, βεβαιῶν τὸν αὑτοῦ λόγον, καὶ δεικνύων, ὅτι αὐτὸς ποιεῖ, καὶ οὐ δεῖται ἐπεισάκτου δυνάμεως. Ταῦτα δὲ πάντα λέγει τοῖς μαθηταῖς, παραμυθούμενος αὐτούς, καὶ δεικνύων, ὅτι οὐκ ἀπολεῖται, οὐδὲ ἀφανισθήσεται μετὰ τὸ θανεῖν, ἀλλὰ μενεῖ πάλιν ἐπὶ τῆς οἰκείας ἀξίας, καὶ ἐν τοῖς οὐρανοῖς ἔσται. «Πρὸς τὸν Πατέρα γάρ μου, φησί, πορεύομαι·» Μὴ γὰρ ἀφανίζομαι, ἀλλ’ ἐκεῖσε ἄπειμι, ἔνθα μακαριωτέρα ἡ διαγωγή. Καὶ τοσοῦτον οὐκ ἀσθενὴς ὀφθήσομαι, κἂν ἀποθάνω, ὥστε καὶ ἄλλους ἐνισχύσω μείζονα ἔργα ποιεῖν· καὶ ὅσα ἂν βουληθῆτε, δώσω ὑμῖν. Μὴ τοίνυν ἀθυμεῖτε διὰ τὸν ἐμὸν θάνατον τοιοῦτον ὄντα, οἷον ἀπέδειξα. «Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε· καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό, οὐδὲ γινώσκει αὐτό· ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ’ ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἔσται.» Εἰπὼν ἀνωτέρω, ὅτι «Ὅσα ἂν αἰτήσητε, ποιήσω,» δείκνυσι νῦν, ὅτι οὐχ ἁπλῶς δεῖ αἰτεῖσθαι, ἀλλὰ μετὰ τῆς πρὸς αὐτὸν ἀγάπης καὶ τῆς τηρήσεως τῶν ἐντολῶν. Τότε γὰρ ποιήσω, ὅταν οὕτως αἰτῆσθε.

Καὶ ἄλλως, ἐπεὶ εἰκὸς ἦν αὐτοὺς ἀκούονται ὅτι στερηθήσονται αὐτοῦ, σκυθρωπάζειν καὶ ταράττεσθαι τὰς ψυχάς, Οὐ τοῦτο, φησίν, ἔστιν ἀγαπᾷν με, σκυθρωπάζειν, καὶ ταράττεσθαι, ἀλλὰ τὸ πείθεσθαι τοῖς παρ’ ἐμοῦ λεγομένοις. Ἐντολὴν γὰρ ἔδωκα ὑμῖν μὴ φοβεῖσθαι [φοβεῖσθε] ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα. Ὥστε ἐὰν ἀγαπᾶτέ με, ταύτην φυλάξετε, καὶ μὴ λυπεῖσθε λοιπὸν ἐπὶ τῷ θανάτῳ τῷ ἐμῷ. Τῷ [τὸ] γὰρ λυπεῖσθαι οὐκ ἔστι φυλάσσοντος ταύτην τὴν ἐντολήν. Πῶς οὖν μὴ φυλάσσοντες τὴν ἐντολήν μου, ἀλλὰ φοβούμενοι τὸν θάνατον, λέγετε ἀγαπᾷν με; Εἶτα ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς πρὸς ταῦτα εἰπεῖν· Καὶ πῶς οὐ λυπηθησόμεθα, μέλλοντες τοιαύτης παρακλήσεως καὶ ψυχαγωγίας τῆς παρὰ σοῦ στερηθῆναι; φησίν· Οὐκ ἔσται τοῦτο, οὐ στερηθήσεσθε παρακλήσεως. «Ἐρωτήσω» γάρ, ὅπερ ἐστί, παρακαλέσω «τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον πέμψει ὑμῖν,» ἄλλον, ὡς ἐμέ. Αἰσχυνέσθω ἐνταῦθα ὁ Σαβέλλιος, ὁ λέγων ἓν πρόσωπον Πατρός, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ἰδοὺ γὰρ ἀκούει, ὅτι ἄλλον Παράκλητον πέμψει. ὥστε ἄλλο πρόσωπον τὸ τοῦ Πνεύματος. Αἰσχυνέσθω καὶ Μακεδόνιος ὁ λέγων, ὅτι ἄλλης οὐσίας τὸ Πνεῦμα, καὶ ὑποδεέστερον τοῦ Υἱοῦ. Ὁ μὲν γὰρ ἀκούει, ὅτι καὶ αὐτὸ Παράκλητός ἐστιν, ὥσπερ καὶ ὁ Υἱός. Ὁμοούσιον οὖν τῷ Υἱῷ τὸ Πνεῦμα· πάντως δὲ καὶ Πατρί· τῆς γὰρ αὐτῆς οὐσίας Πατὴρ καὶ Υἱός.

Μὴ θαυμάσῃς δὲ εἴ φησιν, ὅτι «Ἐρωτήσω τὸν Πατέρα·» οὐ γὰρ ὡς δοῦλος παρακαλεῖ, ἀλλὰ διὰ τὸ πληροφορῆσαι τοὺς μαθητάς, ὅτι πάντως ἐπελεύσεται αὐτοῖς τὸ Πνεῦμα Παράκλητος· τούτου ἕνεκεν συγκαταβαίνει αὐτοῖς, καί φησιν, ὅτι Παρακαλέσω τὸν Πατέρα. Εἰ γὰρ εἶπεν, ὅτι Πέμψω, οὐκ ἂν οὕτως ἐπίστευσαν· νῦν δὲ ἀξιόπιστον ποιῶν τὸν λόγον, φησίν, ὅτι «Ἐρωτήσω τὸν Πατέρα.» Κἂν γὰρ χρεία γένηται, φησί, παρακλήσεως καὶ ἀξιώσεως, πάντα τρόπον σπουδάσω, ἵνα ἐπέλθῃ ὑμῖν τὸ Πνεῦμα· ὅπερ καὶ ἡμεῖς εἰώθαμεν πολλάκις λέγειν, ὅτι Τὴν ψυχήν μου θήσω, ἵνα τόδε γένηται· καίτοι γε ὀλίγης σπουδῆς πολλάκις χρῄζει τὸ ἔργον· ἀλλ’ ὅμως δεῖξαι θέλοντες ὡς οὐ παραιτησόμεθα τὴν σπουδήν, οὕτω λέγομεν. Ἄλλως τε· Ἐπεὶ ὑπὲρ ἡμῶν ἀνήνεγκεν ἑαυτὸν θυσίαν ὁ Κύριος τῷ Πατρί, ἐξιλασάμενος αὐτὸν διὰ τοῦ οἰκείου θανάτου ὡς ἀρχιερεύς, εἶθ’ οὕτω τὸ Πνεῦμα ἐπῆλθεν ἡμῖν, ὡς τῆς ἁμαρτίας λυθείσης, καὶ τῆς ἔχθρας ἀναιρεθείσης· διὰ τοῦτό φησιν, ὅτι «Ἐρωτήσω τὸν Πατέρα, καὶ τὸν Παράκλητον δώσει ὑμῖν·» τουτέστιν, Ἐξιλάσομαι ὑπὲρ ὑμῶν τὸν Πατέρα, καὶ ἀποκαταλλάξω τοῦτον ὑμῖν τοῖς διὰ τὴν ἁμαρτίαν ἐχθροῖς, καὶ οὗτος πέμψει ὑμῖν τὸ Πνεῦμα, ἐξιλασθεὶς διὰ τοῦ ἐμοῦ ὑπὲρ ὑμῶν θανάτου, καὶ καταλλαγεὶς ὑμῖν. Τὸ δέ, «Ἵνα μένῃ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα,» εἶπεν, ἅμα μὲν παραμυθούμενος αὐτούς.

Οὐ γὰρ οὕτω, φησί, πρόσκαιρός ἐστιν ἡ αὐτοῦ παρουσία, ὡς ἡ ἐμή, ἀλλ’ ἄχρι τοῦ αἰῶνος διαρκέσει· καὶ οὐδὲ θανόντων ὑμῶν ἀποστήσεται, ἀλλὰ συμπαραμενεῖ, καὶ ἐνδοξοτέρους ποιήσει· καὶ πᾶσι δὲ τοῖς ἁγίοις ἀεὶ σύνεστι, καὶ θανοῦσι μᾶλλον, ὅσῳ καὶ σωματικῶν παθῶν ὑψηλότεροι τότε μᾶλλον. «Πνεῦμα δὲ ἀληθείας» φησίν, ἀντὶ τοῦ, Πνεῦμά ἐστιν οὐ τῆς Παλαιᾶς Διαθήκης (ἐκείνη γάρ, τύπος καὶ σκιά), ἀλλὰ τῆς Νέας, ἥτις ἐστὶν ἀλήθεια.

Εἶχον μὲν οὖν Πνεῦμα καὶ οἱ ἐν τῷ νόμῳ, ἀλλ’ ἐν τύπῳ καὶ σκιωδῶς· νῦν δὲ ἡ ἀλήθεια αὐτὴ οὐσιωδῶς συγκατῆλθε τοῖς μαθηταῖς, ὡς ἂν εἴποι τις. Ἵνα δὲ μὴ νομίσωσιν, ὅτι καὶ αὐτὸ σαρκωθῆναι μέλλει, ὥσπερ αὐτός, φησίν, ὅτι «Ὁ κόσμος οὐ δύναται λαβεῖν αὐτό.» Οὐχ οὕτω, φησί, διδάξει ὑμᾶς, ὥσπερ ἐγώ· οὐ γὰρ δύναται αὐτὸ ὁ κόσμος λαβεῖν σωματικῶς· τουτέστιν, Ἐν αὐταῖς οἰκήσει ταῖς ὑμετέραις ψυχαῖς. Καὶ ἄλλως δέ· Οὐ δύναται λαβεῖν ὁ κόσμος, τουτέστιν, ὁ χυδαῖος λαός, καὶ τὰ τοῦ κόσμου φρονῶν, «ὅτι οὐ θεωρεῖ αὐτό,» τουτέστιν, ὅτι ἀκατάληπτος αὐτοῦ ἐστιν ἡ οὐσία· θεωρίαν γὰρ ἐνταῦθα τὴν διὰ τοῦ νοὸς λέγει. Ὅθεν καὶ ἐπιφέρει· «Οὐδὲ γινώσκει αὐτό.» Ὁρᾷς, ὅτι καὶ τό, «Οὐ θεωρεῖ» εἰπών, τό, «οὐ γινώσκει,» ἐδήλωσε; Παραμυθεῖται οὖν τοὺς ἀποστόλους διὰ τοῦ εἰπεῖν, ὅτι «Ὁ κόσμος οὐ δύναται λαβεῖν αὐτό·» ὑμῖν δὲ τοῦτο δίδοται δῶρον ἐξαίρετον, καὶ «μένει παρ’ ὑμῖν·» εἶτα τὸ μεῖζον, ὅτι «Καὶ ἐν ὑμῖν ἔσται.» Τὸ μὲν γάρ, «Παρ’ ὑμῖν,» τὴν ἔξωθεν ἐκ τοῦ σύνεγγυς βοήθειαν δηλοῖ· τὸ δέ, «Ἐν ὑμῖν,» τὴν ἔνδοθεν οἴκησιν καὶ δυνάμωσιν· ὃ καὶ τοῦ Θεὸν εἶναι, δεικτικόν. Τὸ γάρ, «Ἐνοικήσω, καὶ ἐμπεριπατήσω ὑμῖν,» ὁ Θεὸς λέγει. «Ὁ μὲν οὖν κόσμος οὐ δύναται λαβεῖν τὸ Πνεῦμα, ὅτι οὐ γινώσκει αὐτό, ὑμεῖς δὲ γινώσκετε αὐτό.» Διατί; «Διότι οὐκ ἐστὲ ἐκ τοῦ κόσμου·» καὶ διὰ τοῦτο δεκτικοί ἐστε αὐτοῦ.

Καὶ «μένει» νῦν «παρ’ ὑμῖν,» ἀλλὰ «καὶ ἔσται» ἀεὶ «ἐν ὑμῖν.» «Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς.

Ἔτι μικρόν, καὶ ὁ κόσμος με οὐκ ἔτι θεωρεῖ· ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ· καὶ ὑμεῖς ζήσεσθε. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς, ὅτι ἐγὼ ἐν τῷ Πατρί μου, καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν.» Μὴ φοβηθῆτε, φησίν, ὅτι εἶπον ὑμῖν, «Ἄλλον Παράκλητον πέμψω,» νομίζοντες, ὅτι οὐκ ἔτι λοιπὸν ἐμὲ ὄψεσθε· οὐ γὰρ ἀπαναστήσομαι ὑμῶν εἰς τέλος. «Ἔρχομαι» γάρ, καὶ «οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς.» Ἐπεὶ ἀρχόμενος, «Τεκνία» αὐτοὺς ἔλεγεν, ἀκολούθως νῦν φησιν· «Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς.» Ἵνα δὲ μὴ νομίσωσιν, ὅτι ὡς πρότερον, μέλλει ἐμφανισθῆναι καὶ αὐτοῖς καὶ πᾶσι μετὰ σώματος, φησίν, ὅτι «Ὁ κόσμος οὐκ ἔτι θεωρεῖ με.» Ὑμεῖς γάρ, φησί, μόνοι ὄψεσθέ με καὶ μετὰ τὴν ἀνάστασιν. «Ζῶ» γάρ, εἰ καὶ θάνατον δέξομαι, καὶ ἀνίσταμαι. «Καὶ ὑμεῖς δὲ ζήσεσθε·» τουτέστιν, Ἰδόντες με χαρήσεσθε, καὶ οἷον ἀπονεκρωθέντες, ἀναβιώσετε τῇ ἐμῇ ἐμφανείᾳ. Ἦ καὶ οὕτως· Ὥσπερ, φησίν, ὁ ἐμὸς θάνατος εἰς ζωὴν γέγονεν, οὕτω κἂν ὑμεῖς ἀποθάνητε, «ζήσεσθε.» Μὴ τοίνυν μήτε ἐπ’ ἐμοὶ θνήσκοντι λυπεῖσθε, μήτε ἐφ’ ἑαυτοῖς. Κἂν γὰρ θάνητε, ζήσεσθε τὴν μέλλουσαν ζωήν. «Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε. ὅτι ἐγὼ ἐν τῷ Πατρί μου·» τουτέστιν, Ὅταν ἀναστῶ, «γνώσεσθε,» ὅτι οὐκ ἀπέσχισμαι τοῦ Πατρός, ἀλλὰ τὴν αὐτὴν ἔχω δύναμιν. «

Καὶ ὑμεῖς ἐν ἐμοί ἐστε,» φυλαττόμενοι ὑπ’ ἐμοῦ· «Κἀγὼ ἐν ὑμῖν,» ἀντὶ τοῦ, Μεθ’ ὑμῶν εἰμι, ἐξαιρούμενος τῶν θλίψεων, τὰ θαύματα δι’ ὑμῶν τελῶν, δοξάζων ὑμᾶς ἁπλῶς διὰ πάντων. Καὶ ἄλλως δέ· «Ἐν ὑμῖν εἰμι,» ὡς κεφαλὴ ἐν τοῖς μέλεσι (μέλη γὰρ Χριστοῦ οἱ ἀπόστολοι)· «καὶ ὑμεῖς ἐν ἐμοί,» ὡς μέλη ἐν τῇ κεφαλῇ. Ὅτε οὖν ἀνέστη, τότε αὐτοῖς τὴν περὶ τούτων πάντων γνῶσιν ἐτράνωσεν. Ἡ γὰρ τοῦ Πνεύματος χάρις μετὰ τὴν ἀνάστασιν, πάντα αὐτοὺς ἐξεπαίδευσεν. Ὅταν δὲ ἀκούῃς, ὅτι «Ἐγὼ ἐν τῷ Πατρί, καὶ ὑμεῖς ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν,» μὴ ὁμοίως ταῦτα νόει. Ὁ γὰρ Υἱός, ἐν μὲν τῷ Πατρὶ ὡς ὁμοούσιος· ἐν δὲ τοῖς ἀποστόλοις, ὡς βοηθός, καὶ συνεργός· καὶ οἱ ἀπόστολοι ἐν αὐτῷ, ὡς βοηθούμενοι, καὶ συνεργούμενοι, καὶ ὑπ’ αὐτοῦ θαλπόμενοι.

Ἐπεὶ καὶ ἄλλα πολλὰ λέγονται ἐπὶ Θεοῦ καὶ ἀνθρώπων ὀνόματα, ἀλλ’ οὐχ ὁμοίως νοοῦνται. Αὐτίκα θεοὶ λεγόμεθα καὶ ἡμεῖς, ἀλλ’ οὐκ ἐπίσης· λέγεται ὁ Υἱὸς εἰκὼν καὶ δόξα τοῦ Πατρός, καὶ ὁ ἄνθρωπος, ἀλλ’ οὐχ ὁμοίως. Οὕτως οὖν καὶ ταῦτα δεῖ νοεῖν, ὥσπερ καὶ τό, «Καθὼς ἀπέστειλέ με ὁ Πατήρ, κἀγὼ πέμπω ὑμᾶς.» Ἆρα γὰρ οὕτως ὀφείλομεν ἁπλῶς νοεῖν; Οὔκουν. Ἀπέστειλε μὲν ὁ Πατὴρ τὸν Υἱὸν αὐτοῦ ἀσώματον ὄντα, εἶτα σαρκωθέντα, ἐκ παρθένου δὲ γεγέννηται· καὶ οἱ ἀπόστολοι οὖν ἐξ οὐρανοῦ, καὶ ἀσώματοι, εἶτα σαρκωθέντες, καὶ ἐκ παρθένου γεννηθεὶς ἕκαστος; Ἀλλὰ λῆρος σαφὴς τὸ οὕτως ἐκλαμβάνειν τὰ τῆς Γραφῆς. «Ὁ ἔχων τὰς ἐντολάς μου, καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με. Ὁ δὲ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτόν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. Λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης· Κύριε, καὶ τί γέγονεν, ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτόν, καὶ οὐχὶ τῷ κόσμῳ;»

Καθὰ δὴ καὶ ἀνωτέρω εἴπομεν, διὰ τῶν τοιούτων ῥημάτων τὴν ἀθυμίαν αὐτῶν ἀναστέλλει, διδάσκων αὐτούς, ὅτι ἐκεῖνος ἀγαπᾷ αὐτόν, οὐχ ὁ ἐπὶ τῷ θανάτῳ αὐτοῦ ἀθυμῶν, ὃ καὶ αὐτοὶ πάσχουσιν, ἀλλ’ ὁ τὰς ἐντολὰς αὐτοῦ καὶ τὰς παραγγελίας τηρῶν, τὰς περὶ τοῦ μὴ ἀντιποιεῖσθαι τῆς παρούσης ζωῆς, ἀλλὰ τὴν ψυχὴν ὑπὲρ τοῦ Θεοῦ καὶ τοῦ καλοῦ τιθέναι· μονονουχὶ τοῦτο λέγων αὐτοῖς· Ὑμεῖς μὲν νομίζετε, ὅτι ἐξ ἀγάπης λυπεῖσθε ἐπὶ τῷ θανάτῳ μου· ἐγὼ δὲ τὸ μὴ λυπεῖσθαι, μᾶλλον τεκμήριον ἀγάπης ποιοῦμαι. Ὅτι δὲ τοῦτο λέγει, δῆλον ἐξ ὧν μετὰ πολλά φησιν. «Εἰ ἀγαπᾶτέ με, ἐχάρητε ἄν, ὅτι πρὸς τὸν Πατέρα μου πορεύομαι.» Ὁ τοίνυν ἀγαπῶν με, ἔχει τὰς ἐντολάς μου, καὶ οὐ μόνον ἔχει, ἀλλὰ καὶ φυλάττει αὐτάς, ἵνα μὴ ἐλθὼν ὁ κλέπτης διάβολος συλήσῃ τὸν θησαυρόν· φυλακῆς γὰρ ἀκριβοῦς χρεία, ἵνα μὴ ἀπολέσωμεν ταύτας. Ὁ δὲ ἀγαπῶν με, ποῖον ἔπαθλον εὑρίσκει; «Ἀγαπηθήσεται, φησί, ὑπὸ τοῦ Πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτόν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.» Τίνος δὲ ἕνεκεν τοῦτο εἶπε, τό, «Ἐμφανίσω αὐτῷ ἐμαυτόν;»

Ἐπειδὴ μετὰ τὴν ἀνάστασιν ἔμελλεν αὐτοῖς ἐπιφαίνεσθαι μετὰ θεοειδεστέρου τοῦ σώματος, ἵνα μὴ νομίσωσιν αὐτὸν πνεῦμα καὶ φάντασμα εἶναι, διὰ τοῦτο προλέγει τοῦτο αὐτοῖς, ἵνα τότε μὴ ἀπιστῶσιν ὁρῶντες αὐτόν, ἀλλ’ ἀναμιμνήσκωνται, ὅτι ταῦτα αὐτοῖς προεῖπε, καὶ ὅτι διὰ τὸ τὰς ἐντολὰς αὐτοῦ τηρεῖν, ἐπιφαίνεται αὐτοῖς· καὶ δὴ σπουδάσωσι πάντοτε τηρεῖν ταύτας, ἵνα καὶ ἀεὶ αὐτοῖς ἐπιφαίνοιτο. Μέγα γὰρ ὂν τὸ τῆς ἀναστάσεως μυστήριον, δυσκόλως ἂν ὑπ’ αὐτῶν παρεδέχθη. Διὰ τοῦτο προομαλίζει ἐν τῷ λέγειν, ὅτι ἐμφανίσει αὐτοῖς ἑαυτόν. Ἐπεὶ καὶ ἀναστάς, διὰ τοῦτο ἔφαγεν. ἵνα μὴ δόξωσιν αὐτὸν φάντασμα· ὃ καὶ νῦν ὁ Ἰούδας οὗτος ἔπαθεν. Ἐνόμισε γὰρ ὁ Ἰούδας ὁ νῦν μνημονευόμενος, ὅτι ὥσπερ τοὺς νεκροὺς ὁρῶμεν ὄναρ, οὕτω καὶ αὐτὸς αὐτοῖς ἐμφανισθήσεται· διὸ καί φησι· «Κύριε, τί γέγονεν, ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτόν, καὶ οὐχὶ τῷ κόσμῳ;» Ἐκ πολλοῦ γὰρ θάμβους καὶ ἐκπλήξεως τοῦτό φησιν, ὥσπερ ἂν εἰ ἔλεγεν· Οὐαὶ ἡμῖν ὅτι ἀποθνήσκεις, καὶ ὥσπερ οἱ τετελευτηκότες, μέλλεις ἡμῖν ἐμφανίζεσθαι ὄναρ! Τὸ γάρ, «Τί γέγονεν;» ἐκπληκτικῶς καὶ τεθαμβημένῳ λογισμῷ εἶπε. Τί οὖν ὁ Κύριος πρὸς ταῦτα; Πῶς αὐτοῦ τὴν ὑπόνοιαν ταύτην ὡς ψευδῆ λύει; «Ἀπεκρίθη Ἰησοῦς, καὶ εἶπεν αὐτῷ· Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν· καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν.

Ὁ μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ. Καὶ ὁ λόγος ὃν ἀκούετε, οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με Πατρός.» Ὁ μὲν Ἰούδας ἀπὸ πολλῆς δειλίας ἐνόμιζεν, ὅτι ἀποθανὼν ὁ Κύριος, ὄναρ ἐμφανίσει ἑαυτὸν αὐτοῖς· ὅθεν καὶ ἐρωτᾷ, καθάπερ εἴρηται. Ὁ δὲ Κύριος διαλύων αὐτοῦ τὴν ὑπόνοιαν, φησίν, ὅτι Ὥσπερ ὁ Πατὴρ ἐμφανίζει ἑαυτόν, οὕτω κἀγὼ ἐμφανίσω ὑμῖν ἐμαυτόν. «Ἐγὼ γάρ, φησί, καὶ ὁ Πατὴρ ἐλευσόμεθα» πρὸς τὸν φυλάσσοντα τοὺς λόγους μου. Οὐ καθ’ ὕπνους ἐμφανισθήσομαι ὑμῖν, ἀλλ’ ἐπεὶ μετὰ τοῦ Πατρὸς μέλλω ἐλθεῖν, ὡς εἰκός ἐστι τὸν Πατέρα ἐμφανίζεσθαι, οὕτω γενήσεται καὶ ἡ ἐμὴ πρὸς ὑμᾶς ἐμφάνεια. Καὶ τὸ [τῷ] εἰπεῖν δέ, ὅτι «Μονὴν παρ’ αὐτῷ ποιήσομεν,» ἀνατρέπει τοῦ Ἰούδα τὴν ὑπόνοιαν. Οἱ γὰρ ὄνειροι, φησίν, οὐ παραμένουσιν· ἐγὼ δὲ ἐμφανιζόμενος, παραμενῶ μετὰ τοῦ Πατρός· οὐκ ἄρα ὀνειρώδης ἔσται ἡ ἐπιφοίτησίς μου. Προλέγει δὲ αὐτοῖς, ὡς ἔφην, ὅτι ἐμφανισθήσεται, ἵνα μὴ φάντασμα αὐτὸν δόξωσι, καὶ ἅμα διεγείρει αὐτοὺς εἰς τὸ τηρεῖν τὰς αὑτοῦ ἐντολάς, εἰδότας ὅτι τοῖς τηροῦσι ταύτας, ἐμφανίζεται καὶ αὐτός, καὶ ὁ Πατήρ· ὥσπερ αὖ πάλιν τοῦ μὴ τηροῦντος τὰς ἐντολὰς ἀφίσταται καὶ αὐτὸς καὶ ὁ Πατήρ, ὡς μὴ ἀγαπῶντος. «Ὁ γὰρ μὴ ἀγαπῶν με, φησί, τοὺς λόγους μου οὐ τηρεῖ·» ὥστε οὐδὲ τὸν Πατέρα ἀγαπᾷ, ὁ μὴ ἀγαπῶν τὸν Υἱόν· ὁ γὰρ λόγος τοῦ Υἱοῦ, καὶ τοῦ Πατρός ἐστιν.

Ὁ μὴ φυλάττων οὖν τὸν λόγον τοῦ Υἱοῦ, ἤτοι τοῦ Πατρός, ὡς μισεῖ τὸν Υἱόν, οὕτω καὶ τὸν Πατέρα. Ὑμεῖς τοίνυν, ὦ μαθηταί, τοὺς λόγους μου φυλάσσετε· οὕτω γὰρ ἂν τήν τε πρὸς ἐμὲ καὶ τὸν Πατέρα ἀγάπην ἐνδείξησθε.

Τινὲς δὲ οὐκ ἀπὸ δειλίας φασί, τὸν μαθητὴν Ἰούδαν, ἀλλ’ ἀπὸ φιλανθρώπου γνώμης εἰπεῖν τό, Διατί «μέλλεις ἐμφανίζειν σεαυτὸν ἡμῖν, καὶ οὐχὶ τῷ κόσμῳ;» Ἠβούλετο γὰρ μὴ μόνοις τοῖς μαθηταῖς ὑπάρχειν τὴν ἐκ τῆς ἐπιφανείας ὠφέλειαν, ἀλλὰ καὶ παντὶ τῷ κόσμῳ. Ὁ δέ γε Σωτὴρ δείκνυσιν, ὅτι οὐ πάντες καταξιοῦνται τῶν τοιούτων, ἀλλὰ μόνοι οἱ φυλάσσοντες αὐτοῦ τὰς ἐντολάς, ἄξιοι γενήσονται τῆς τε αὐτοῦ ἐπιφανείας, καὶ τῆς τοῦ Πατρὸς ἀγάπης.

Ἐν γὰρ τῷ φυλάσσοντι τὰς ἐντολάς, ἔστιν ὁ Θεὸς καὶ Πατήρ· ἀλλ’ οὐχ ὥσπερ ἐν τῷ Υἱῷ, οὕτω καὶ ἐν τούτῳ· ἐν τῷ Υἱῷ μὲν γὰρ φυσικῶς, ἐν τῷ ἀνθρώπῳ δὲ σχετικῶς. «Ταῦτα λελάληκα ὑμῖν, παρ’ ὑμῖν μένων· ὁ δὲ Παράκλητος τὸ Πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν.» Ἐπειδὴ ἀσαφῆ τοῖς μαθηταῖς ἦσαν τὰ ὑπὸ τοῦ Κυρίου λεγόμενα, καὶ τὰ μὲν οὐδὲ συνίεσαν, τὰ δὲ πλείονα καὶ ἀμφέβαλλον· ἵνα μὴ πάλιν ἐρωτῶσιν αὐτόν, καὶ λέγωσι·

Ποίας ἐντολὰς ὀφείλομεν φυλάττειν; ἀπαλλάττει αὐτοὺς ὀχλήσεων καὶ ταραχῆς, λέγων, ὅτι Ὁ Παράκλητος, τὰ ἀσαφῆ καὶ δυσνόητα, εὔγνωστα ὑμῖν καταστήσει. «Ταῦτα» μὲν οὖν τὰ ἀσαφῆ δοκοῦντα ὑμῖν, «λελάληκα, παρ’ ὑμῖν μένων,» καὶ μεθ’ ὑμῶν ὤν· ἐὰν δὲ ἀποδημήσω, πάντα διδαχθήσεσθε. Οὐ τοίνυν χρὴ ὑμᾶς λυπεῖσθαι ἐπὶ τῇ ἀναχωρήσει μου, τοσούτων ἀγαθῶν προξένῳ ἐσομένῃ καὶ τοσαύτης σοφίας.

Ἕως οὗ γὰρ αὐτὸς παρ’ ὑμῖν μένω, καὶ τὸ Πνεῦμα μὴ ἔρχηται, οὐδὲν μέγα, οὐδὲ ὑψηλὸν ἐννοῆσαι δυνήσεσθε. Συνεχῶς δὲ Παράκλητον ὀνομάζει, διὰ τὰς συνεχούσας αὐτοὺς θλίψεις, εὐέλπιδας αὐτοὺς ποιῶν, ὡς ὑπ’ ἐκείνου ψυχαγωγηθήσονται. Τὸ δέ, «Ἐν τῷ ὀνόματί μου» ἐλεύσεται «ὁ Παράκλητος,» τοῦτο δηλοῖ, ὅτι Οὐδὲν ἀλλότριον ἐμοῦ διδάξει ὑμᾶς, οὐδὲ οἰκείαν δόξαν σφετερίσεται, ἀλλ’ ἐν τῷ ὀνόματι τῷ ἐμῷ ἥξει, τουτέστιν, εἰς δόξαν τοῦ ἐμοῦ ὀνόματος, οὐχὶ τοῦ ἰδίου, ὃ ποιοῦσιν οἱ ἀντιδιδάσκοντες εἰς ἴδιον ὄνομα, τοὺς ἐπακολουθήσαντας αὐτοῖς ἐπαγόμενοι.

Τινὲς δὲ τό, «ἐν τῷ ὀνόματί μου,» οὕτω νοοῦσιν· Ὄνομα τοῦ Χριστοῦ, τό, Παράκλητος. Ἔχομεν γάρ, φησί, Παράκλητον Ἰησοῦν Χριστόν. Ἐπεὶ οὖν καὶ τὸ Πνεῦμα ἐλθὸν τοῖς μαθηταῖς Παράκλητον γέγονε, τὰς λύπας αὐτοῖς παραμυθησάμενον, ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ ἦλθε· Παράκλητος γὰρ καὶ αὐτό, ὡς καὶ ὁ Χριστός. Ἀλλὰ καὶ Χριστὸν καὶ Πνεῦμα ὁ Παῦλος ὠνόμασεν, ἐν οἷς λέγει· «Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ’ ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.» Εἶτα ἐπάγει· «Εἰ δὲ Χριστὸς ἐν ὑμῖν.» Ὁρᾷς, πῶς ἄνω εἰπὼν καὶ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖν ἐν αὐτοῖς, εἶτα ἐπήγαγε, «Χριστὸς ἐν ὑμῖν;» Χριστὸν γὰρ δηλονότι τὸ Πνεῦμα ὠνόμασεν.

Ἐπεὶ οὖν τὸ Πνεῦμα Χριστὸς ὀνομάζεται, οὕτως ὀφείλεις νοεῖν αὐτό· «Ἐν τῷ ὀνόματί μου πέμψει αὐτὸ ὁ Πατήρ·» τουτέστιν, ὅτι καὶ αὐτὸς Χριστὸς ὀνομασθήσεται. Τὸ οὖν ἅγιον Πνεῦμα καὶ ἐδίδαξε, καὶ ὑπέμνησεν· ἐδίδαξε μέν, ὅσα οὐκ εἶπεν ὁ Χριστὸς αὐτοῖς, ὡς μὴ δυναμένοις βαστάσαι· ὑπέμνησε δέ, ὅσα εἶπε μὲν ὁ Κύριος, εἴτε δὲ δι’ ἀσάφειαν, ἢ διὰ τὸ νωθὲς τοῦ λογισμοῦ οὐκ ἠδυνήθησαν κατασχεῖν τῇ μνήμῃ οἱ ἀπόστολοι. «Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν.

Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία, μηδὲ δειλιάτω.» Πάλιν ἐν λύπαις ἦσαν οἱ ἀπόστολοι, ἀκούοντες τοῦ Κυρίου λέγοντος, ὅτι Ἐγὼ μὲν ἀναχωρῶ, τὸ δὲ Πνεῦμα ἐπελεύσεται. Διὸ ὁρῶν ἐν ταραχαῖς οὖσαν τὴν καρδίαν αὐτῶν, καὶ μάλιστα διὰ τὰς μελλούσας ἐπιέναι αὐτοῖς θλίψεις καὶ τοὺς πολέμους, «Εἰρήνην, φησίν, ἀφίημι ὑμῖν·» τοῦτο λέγων αὐτοῖς· Τί βλάπτεσθε ὑπὸ τῆς τοῦ κόσμου ταραχῆς, ἕως ἂν εἰρηνεύητε πρός με; Οὐ γὰρ τοιαύτη ἐστὶν ἡ ἐμὴ εἰρήνη. οἵα ἡ τοῦ κόσμου, πολλάκις ἐπὶ κακῷ γινομένη καὶ ἀνόνητος οὖσα. Ἀλλ’ ἐγὼ τοιαύτην δίδωμι, ὥστε μετ’ ἀλλήλων εἰρηνεύειν, καὶ ἓν σῶμα εἶναι. Τοῦτο δὲ ἰσχυρωτέρους πάντων ὑμᾶς καταστήσει· κἂν πολλοὶ ἐπαναστῶσιν ὑμῖν, οὐδὲν πείσεσθε, τῇ ὁμοψυχίᾳ καὶ τῇ μετ’ ἀλλήλων εἰρήνῃ φραττόμενοι. Εἶτα ἐπειδὴ πάλιν εἶπεν, «Ἀφίημι,» ὅπερ ἦν ἀναχωροῦντος καὶ ἱκανὸν αὐτοὺς συγχεῖν, ἐπάγει· «Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία, μηδὲ δειλιάτω.» Τὸ μὲν οὖν ταράσσεσθαι, ἀπὸ φιλοστοργίας καὶ ἀγάπης τῆς πρὸς αὐτὸν ἔπασχον, ὡς μέλλοντες αὐτοῦ στερηθῆναι· τὸ δὲ δειλιᾷν, διὰ τὰ συμβήσεσθαι μέλλοντα αὐτοῖς κακὰ μετὰ τὸν αὐτοῦ θάνατον. Αὐτὸς οὖν οὔτε τὴν ἀπὸ φιλοστοργίας ταραχήν, οὔτε τὴν διὰ τὰς μελλούσας θλίψεις δειλίαν ἀφίησιν αὐτοῖς ἀθεράπευτον· ἀλλ’ ἀμφότερα καταστέλλει, «Μὴ ταρασσέσθω, λέγων, ὑμῶν ἡ καρδία. μηδὲ δειλιάτω.» «Ἠκούσατε, ὅτι ἐγὼ εἶπον ὑμῖν· Ὑπάγω, καὶ ἔρχομαι πρὸς ὑμᾶς.

Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἄν, ὅτι εἶπον· Πορεύομαι πρὶς τὸν Πατέρα, ὅτι ὁ Πατήρ μου μείζων μοῦ ἐστι. Καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι· ἵνα ὅταν γένηται, πιστεύσητε.» Ἐπειδὴ ἑώρα ὁ Κύριος τοὺς ἀποστόλους μηδ’ ὅλως περὶ τῆς ἀναστάσεως αὐτοῦ ἐλπίζοντας, μηδ’ εἰδότας αὐτὴν ἁπλῶς τί ἐστι, καὶ διὰ τοῦτο σφόδρα λυπουμένους, καὶ ταραττομένους ὡς μέλλοντας στερηθῆναι αὐτοῦ, συγκαταβαίνει πρὸς τὴν αὐτῶν ἀσθένειαν, καί φησιν· «Ὅτι ἐγὼ εἶπον ὑμῖν, Ὑπάγω, καὶ ἐλεύσομαι,» καὶ ὅμως ἔτι λυπεῖσθε, οὐ γὰρ θαῤῥεῖτε ἐμοί, ὅτι κἂν ἀποθάνω, ὅμως ἐν ταῖς θλίψεσιν ὑμῶν οὐκ ἀφήσω ὑμᾶς. Νῦν οὖν ἀκούσαντες, ὅτι «Πρὸς τὸν Πατέρα μου πορεύομαι,» ὃν ὑμεῖς μέγαν δοκεῖτε καὶ μείζονα ἐμοῦ, ὀφείλετε χαίρειν, ὅτι πρὸς ἐκεῖνον ἄπειμι τὸν μείζονά μου, καὶ δυνάμενον πάντα λῦσαι τὰ δεινά.

Ὁρᾷς τὴν ἀκολουθίαν τοῦ νοήματος, πῶς τό, «Ὅτι ὁ Πατήρ μου μείζων μοῦ ἐστι,» διὰ τὸ παραμυθήσασθαι τοὺς μαθητὰς εἶπεν; Ἐπεὶ γὰρ ἐκεῖνοι ἐλυποῦντο, ὡς οὐκ ἂν δυνησομένου τοῦ Χριστοῦ ἐπαμῦναι αὐτούς, φησίν, ὅτι Εἰ καὶ μὴ ἐγὼ δύναμαι, ὁ γοῦν Πατήρ μου, ὃν μείζονά μου δοκεῖτε, οὐκ ἀξιόχρεώς ἐστι βοηθῆσαι ὑμῖν; Ὥσπερ καὶ ἀλλαχοῦ φησι· «Μὴ δοκεῖτε, ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν Πατέρα μου, καὶ παραστήσει μοι δώδεκα λεγεῶνας ἀγγέλων;» Οὐδὲ γὰρ ἐνταῦθα, ὡς ἀδύνατος, τοῦτό φησι (πῶς γάρ, ὃς καὶ μόνον ἐρωτήσας τοὺς Ἰουδαίους, ἔῤῥιψεν αὐτοὺς ἀθρόως πάντας εἰς τὰ ὀπίσω;) ἀλλ’ ἐπειδὴ περὶ αὐτοῦ ὡς ἀνθρώπου δόξαν εἶχον, διὰ τοῦτο ταῦτά φησιν· οὕτως οὖν καὶ τό, «Ὁ Πατήρ μου μείζων μοῦ ἐστι.» Πρὸς γὰρ τὴν ἐκείνων διάνοιαν τοῦτο εἶπε, τῶν νομιζόντων αὐτὸν μὲν ἀσθενῆ, τὸν δὲ Πατέρα δυνάμενον αὐτοῖς ἐπαρκέσαι ἐν καιρῷ θλίψεων. «Καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα ὅταν γένηται, πιστεύσητε·» τουτέστιν, Οὕτω θαῤῥῶ, καὶ οὐ δέδοικα τὸν θάνατον, οὐδὲ λυποῦμαι, ὥστε καὶ προλέγω, καὶ χαίρειν ὑμῖν διακελεύομαι, «ἵνα ὅταν γένηται, πιστεύσητέ μοι.» Ὅτι ὥσπερ ᾔδειν τὰς θλίψεις συμβησομένας ὑμῖν, καὶ προειπὼν ταύτας οὐκ ἐψευσάμην, οὕτως οὐδὲ τὰ περὶ τῆς παρακλήσεως καὶ ψυχαγωγίας ὑμῶν προειπών, διαψευσθήσομαι, ἀλλὰ πάντα ὑμῖν τὰ χαρμόσυνα ἀπαντήσουσι.

Τινὲς δὲ τὸ μείζονα εἶναι τὸν Πατέρα, καθὸ αἴτιός ἐστι τοῦ Υἱοῦ, νοοῦσι. Μείζων γάρ, φησίν, ἔστιν ὁ Πατήρ, καθὸ αἴτιος καὶ ἀρχή μού ἐστιν· ἐξ αὐτοῦ γὰρ γεγέννημαι.

Τὸ δὲ μείζονα εἶναι τὸν Πατέρα, οὐ ποιεῖ αὐτὸν καὶ ἑτέρας οὐσίας εἶναι. Καὶ γὰρ καὶ ἐν ἀνθρώποις, φέρε εἰπεῖν, μείζων ἐστὶν ὁ πατὴρ υἱοῦ, ἀλλ’ οὐκ ἤδη καὶ ἑτέρας φύσεως. Ἔπειτα εἰπάτωσαν οἱ αἱρετικοί, κατὰ τί ἐπορεύετο πρὸς τὸν Πατέρα ὁ Χριστός· καθὸ Θεός, ἢ καθὸ ἄνθρωπος; Πάντως, καθὸ ἄνθρωπος, ἐπεὶ καθὸ Θεός, ἀεὶ ἐν οὐρανοῖς ἦν, καὶ ἀχώριστος τοῦ Πατρός. Κατὰ τὸ ἀνθρώπινον οὖν λέγεται μείζων αὐτοῦ εἶναι ὁ Πατήρ. «Οὐκ ἔτι πολλὰ λαλήσω μεθ’ ὑμῶν. Ἔρχεται γὰρ ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχοι οὐδέν. Ἀλλ’ ἵνα γνῷ ὁ κόσμος, ὅτι ἀγαπῶ τὸν Πατέρα, καὶ καθὼς ἐνετείλατό μοι ὁ Πατήρ, οὕτω ποιῶ.» Παραμυθησάμενος τοὺς μαθητὰς διὰ τῶν ἄνωθεν εἰρημένων, πάλιν λέγει τὰ περὶ τοῦ οἰκείου θανάτου. «Ἔρχεται γάρ, φησίν, ὁ τοῦ κόσμου ἄρχων,» τουτέστιν, ὁ διάβολος. Ἄρχοντα δὲ τοῦτον νόει μοι τοῦ κόσμου, μὴ τῆς κτίσεως, ἀλλὰ τοῦ χυδαίου λαοῦ, καὶ τὰ τοῦ κόσμου φρονοῦντος. Οὐ γὰρ οὐρανοῦ ἄρχει καὶ γῆς, ἐπεὶ τὰ πάντα ἂν ἀνέτρεψε, καὶ συνετάραξεν, ἀλλὰ τῶν ἑαυτοὺς παραδιδόντων αὐτῷ.

Διὰ τοῦτο καὶ ἄρχων τοῦ σκότους λέγεται· σκότος δὲ νόει τὰς πονηρὰς πράξεις. Ἐπεὶ δὲ εἰκὸς ἦν ὑπονοῆσαί τινας· Ἆρα καὶ ὁ Χριστὸς δι’ ἁμαρτίας παραδίδοται τῷ θανάτῳ; ἐπήγαγε διὰ τοῦτο, ὅτι «Ἐν ἐμοὶ ἔχει οὐδέν.» Οὐχ ὑπεύθυνος γὰρ ὢν τῷ θανάτῳ, οὐδὲν ὀφείλων τῷ διαβόλῳ, ἀλλὰ διὰ τὴν πρὸς τὸν Πατέρα ἀγάπην, ἑκὼν ὑφίσταμαι τὸ πάθος. Συνεχῶς δὲ ἀνακυκλοῖ τοὺς περὶ τοῦ θανάτου λόγους, ἀναμιγνὺς αὐτοῖς καὶ τὰ παράκλησιν φέροντα, ἵνα εὐπαράδεκτον αὐτὸν παρ’ αὐτοῖς ποιήσῃ. Οἱ γὰρ ἀκούοντες, ὅτι ἀποθανεῖται, μανθάνουσι καὶ ὅτι ἑκὼν καταφρονεῖ τοῦ διαβόλου, καὶ ὅτι διὰ τὴν ἀγάπην τὴν πρὸς τὸν Πατέρα θνήσκει. Εἰ τοίνυν ὀλέθριον ἦν τὸ πάθος καὶ οὐ σωτήριον, πῶς ἂν εὐδόκησεν ὁ Πατὴρ ὁ ἀγαπῶν; Πῶς δ’ ἂν ὁ Υἱὸς ὁ ἀγαπώμενος κατεδέξατο τοῦτο; Πῶς δὲ νοήσομεν τό, διὰ τὴν πρὸς τὸν Πατέρα ἀγάπην θνήσκειν; Ὁ πατήρ, φησίν, ἀγαπᾷ τὸν κόσμον, ἐκδίδωσί με ὑπὲρ αὐτοῦ τῷ θανάτῳ.

Ἐγὼ τοίνυν ἀγαπῶν τὸν Πατέρα, τῇ εὐδοκίᾳ αὐτοῦ, καὶ τῷ θελήματι συνευδοκῶ, καὶ δείκνυμι, ὅτι ἀγαπῶ τὸν Πατέρα, ἐκ τοῦ τὸ ἐντεταλμένον παρ’ αὐτοῦ, τουτέστι, τὸ εὐδοκηθὲν καὶ κυρωθὲν καταδέχεσθαι καὶ τελεῖν. Εἴπατε, οἱ Ἀρειανίζοντες, εἰ δοῦλος ἦν ὁ Υἱός, οὐκ ἂν ἔλεγεν, ὅτι Διὰ τὴν πρὸς τὸν Πατέρα ἀγάπην θνήσκω. Ὁ γὰρ δοῦλος, οὐ διότι ἀγαπᾷ τὸν κύριον αὐτοῦ, διὰ τοῦτο ποιεῖ τὸ θέλημα αὐτοῦ, ἀλλὰ διὰ τὸ δοῦλος εἶναι, καὶ φοβεῖσθαι τὰς κολάσεις. Ὁ δὲ Κύριος Ἰησοῦς, ἐπεὶ ὡς ἀγαπῶν ποιεῖ τὸ θέλημα τοῦ Θεοῦ, οὐ δοῦλος, οὐδὲ κτίσμα, ἀλλὰ τῷ ὄντι Υἱός, Πατρὸς θέλημα πληρῶν. Ὅταν οὖν ἀκούῃς, ὅτι «Ἐνετείλατό μοι ὁ Πατήρ,» μὴ διὰ τό, «Ἐνετείλατο,» ὑποβιβάσῃς τὸν Κύριον ὡς προστασσόμενον· ἀλλὰ διὰ τό, Πατήρ, ἐπίγνωθι αὐτὸν Υἱὸν ὁμοούσιον τῷ Πατρί· τὸ δέ, «Ἐνετείλατο,» νόει, ἀντὶ τοῦ, ἠθέλησεν, εἶπεν, ἐκύρωσεν, εὐδόκησεν.

ΚΕΦΑΛ. ΙΕʹ. Περὶ τῆς ἀληθινῆς ἀμπέλου, καὶ γεωργοῦ, καὶ κλήματος. «Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν. Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστι. Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν, αἵρει αὐτό· καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτό, ἵνα πλείονα καρπὶν φέρῃ. Ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν.» Ἐπεὶ περὶ τοῦ πάθους διαλεχθεὶς πολλά, κατέπεισεν αὐτῶν τὰς ψυχάς, καὶ συνῆκεν αὐτοὺς δειλιῶντας ὡς ἐν τάχει ἁλωσομένους, καὶ ἀπὸ τῆς πολλῆς δειλίας οὐδὲ προσέχοντας τοῖς λεγομένοις, σχηματίζεται αὐτοὺς εἰς τόπον ἀπάγειν κρυπτόν, ἐν ᾧ οὐχ ἁλώσονται· καὶ δὴ ἀπανιστᾷ ἀπὸ τοῦ χωρίου ἐκείνου ἐν ᾧ ἦσαν, ὡς ἂν καταστήσας τὸν τάραχον αὑτῶν τῆς ψυχῆς, παραδῷ αὐτοῖς τὰ μυστικώτερα δόγματα· ἀπάγει δὲ αὐτούς, ὡς ἐφεξῆς μαθησόμεθα, εἰς τὸν κῆπον, ὃν Ἰούδας ἐγνώριζεν· ὥστε τῷ μὲν δοκεῖν ἀναχώρησις ἦν τὸ πρᾶγμα, τῇ δὲ ἀληθείᾳ ἔκδοσις ἑκούσιος, εἰς τοιοῦτον τόπον ἀναχωροῦντος, ὃν ὁ Ἰούδας ᾔδει. Τί τοίνυν μυστικὸν αὐτοῖς παραδίδωσιν; «Ἐγώ εἰμι, φησίν, ἡ ἅμπελος,» τουτέστιν, ἡ ῥίζα, «ὑμεῖς δὲ τὰ κλήματα, ὁ δὲ Πατὴρ μοῦ ἐστιν ὁ γεωργός.» Περὶ τίνα δὲ ἀσχολεῖται ὁ Πατήρ; Ἆρα περὶ τὴν ῥίζαν; Οὐχί, φησίν, ἀλλὰ περὶ τὰ κλήματα. «

Πᾶν γὰρ κλῆμα, φησί, μὴ φέρον καρπόν, αἵρει αὐτό·» τουτέστι, πάντα ἄνθρωπον, τὸν διὰ τῆς πίστεως μὲν μέρος γενόμενον τῆς ῥίζης, καὶ ἑνωθέντα τῷ Κυρίῳ καὶ σύσσωμον αὐτοῦ γενόμενον, δεῖ καὶ καρπὸν φέρειν, τουτέστι, βίον ἔχειν ἐνάρετον· ὡς ἐάν γε μόνην καὶ ψιλὴν ἀπολογίαν τῆς πίστεως ἔχῃ τις, οὐ μὴν καὶ διὰ τῆς τηρήσεως τῶν ἐντολῶν καρποφορῇ, νεκρὸν γίνεται κλῆμα· «Πίστις γὰρ χωρὶς ἔργων νεκρά.» Πᾶς οὖν πιστὸς ἐν τῷ Χριστῷ μὲν εἶναι δοκεῖ, καθὸ πιστεύει. «Πᾶν γὰρ κλῆμα, φησίν, ὃ ἐν ἐμοί, ἐὰν μὴ φέρῃ καρπόν, αἵρει αὐτὸ ὁ Πατήρ,» τουτέστιν, ἔξω τῆς μετὰ τοῦ Υἱοῦ κοινωνίας τίθησι· τὸν δὲ καρποφοροῦντα, «καθαίρει.» Ἐνταῦθα τοῦτο μανθάνομεν, ὅτι κἂν σφόδρα ἐνάρετος εἵη τις, δεῖται τῆς παρὰ τοῦ Θεοῦ ἐπιμελείας. Τὸ μὲν γὰρ ἄκαρπον οὐδὲ ἐν τῇ ἀμπέλῳ εἶναι δύναται· τὸ δὲ καρποφοροῦν, γονιμώτερον ἐργάζεται ὁ Πατήρ. Νόει δὲ καὶ διὰ τὰς θλίψεις τῶν μαθητῶν λέγεσθαι ταῦτα. Ἐπεὶ γὰρ αἱ θλίψεις δοκοῦσιν εἶναι, οἷον ὃ λέγουσιν οἱ γεωργοί, κλάδευμα· δείκνυσιν αὐτοῖς ὁ Κύριος, ὡς διὰ τῶν θλίψεων γονιμώτεροι γενήσονται, ὥσπερ καὶ διὰ τῆς κλαδείας τὰ κλήματα· οἱ γὰρ πειρασμοὶ ἰσχυροτέρους μᾶλλον αὐτοὺς ἐδείκνυον. Εἶτα ἵνα μὴ λέγωσι·

Περὶ τίνων ταῦτα λέγεις; «Ὑμεῖς, φησίν, ἐστὲ καθαροὶ διὰ τὸν λόγον, ὃν λελάληκα ὑμῖν.» Ὅρα, ἀνωτέρω τὸν Πατέρα ἔλεγεν εἶναι τὸν καθαίροντα· νῦν πάλιν ἑαυτὸν εἰσάγει τὸν ἐπιμελούμενον. Μία ἄρα ἡ ἐνέργεια τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Ἐγώ, φησίν, ὑμᾶς ἐκάθηρα διὰ τῆς ἐμῆς διδασκαλίας· ὀφείλετε οὖν τὰ ὑμέτερα λοιπὸν ἐπιδείκνυσθαι· διὸ καὶ ἐπιφέρει· «Μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. Καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ’ ἑαυτοῦ, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ· οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μείνητε. Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα.

Ὁ μένων ἐν ἐμοί, κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. Ἐὰν μή τις μείνῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα, καὶ ἐξηράνθη· καὶ συνάγουσιν αὐτά, καὶ εἰς τὸ πῦρ βάλλουσι, καὶ καίεται.» Ἐγὼ μέν, φησί, καὶ ὑμᾶς ἐκάθηρα διὰ τοῦ λόγου μου καὶ τῆς διδασκαλίας, καὶ οὐδὲν τῶν παρ’ ἐμοὶ ἐνέλειψε. Δεῖ δὲ ὑπάρξαι λοιπὸν καὶ τὰ παρ’ ὑμῶν. «Μείνατε ἐν ἐμοί,» φησίν. Ἵνα γὰρ μὴ ἀπὸ τῆς δειλίας ἀποσχισθῶσιν αὐτοῦ, χαυνωθεῖσαν αὐτῶν τὴν ψυχὴν ἐπισφίγγει, καὶ ἑαυτῷ συγκολλᾷ, καὶ χρηστὰς ὑποτείνει λοιπὸν ἐλπίδας, ὅτι Ὅσα ἂν αἰτήσησθε, λήψεσθε, ἐὰν μείνητε ἐν ἐμοί. Ἀπὸ δὲ τοῦ ὑποδείγματος τοῦ κλήματος ἐναργῶς παριστᾷ ἡμῖν τὴν παρ’ αὐτοῦ διδομένην ποιότητα καὶ ζωὴν τοῖς εὐαρεστοῦσιν αὐτῷ. Ὥσπερ γὰρ ἐκεῖνο καρποφορεῖ μένον ἐν τῇ ἀμπέλῳ, καὶ παρ’ ἐκείνης δεχόμενον τὴν πρὸς τὸ ζῇν συνεργίαν· οὕτω καὶ ὑμεῖς «ἐὰν ἐν ἐμοὶ μείνητε» διὰ τῆς τηρήσεως τῶν ἐντολῶν, τότε πλείονα καρπὸν ἐνέγκοιτε.

Ὁ δὲ μὴ μένων ξηραίνεται· τουτέστιν, εἴ τι εἶχεν ἀπὸ τῆς ῥίζης, ἀποβάλλει· εἴ τινα χάριν πνευματικὴν ἐδέχετο, γυμνοῦται ταύτης, καὶ στερεῖται τῆς ἐκεῖθεν βοηθείας καὶ ζωῆς. Καὶ τί τὸ τέλος; «Εἰς πῦρ βάλλεται, καὶ καίεται.» Ἐντεῦθεν δὲ καὶ παραμυθίαν αὐτοῖς οὐ μικρὰν δίδωσι, δεικνύς, ὅτι οἱ μὲν ἐπιβουλεύοντες αὐτῷ, οἷος ὁ Ἰούδας, κατακαήσονται· αὐτοὶ δὲ μείναντες ἐν αὐτῷ, καρπὸν οἴσουσι. Χωρὶς γὰρ τῆς ὑπ’ αὐτοῦ ποιότητος καὶ ζωογονίας, οὐ δυνήσονται ποιεῖν οὐδέν. «Ἐὰν μείνητε ἐν ἐμοί, καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε, αἰτήσεσθε, καὶ γενήσεται ὑμῖν.

Ἐν τούτῳ ἐδοξάσθη ὁ Πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε, καὶ γένησθε ἐμοὶ μαθηταί.» Ἐνταῦθα ἑρμηνεύει ἡμῖν ὁ Κύριος, τί ἐστι τό, «Ἐὰν μείνητε ἐν ἐμοί.» τουτέστιν, Ἐὰν τὰς ἐντολάς μου φυλάξητε. τὸ γάρ, «Καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ.» τοῦτο σημαίνει. Τὴν διὰ τῶν ἔργων προσκόλλησιν ζητεῖ. Ἕκαστος γὰρ τῶν θεαρέστως ζώντων, προαιρέσει οἰκείᾳ μένει ἐν τῇ ἀμπέλῳ, ἑνούμενός τε αὐτῇ διὰ τῆς ἀγάπης, καὶ τῆς τῶν ἐντολῶν τηρήσεως, καὶ ἐν πνεύματι κολλώμενος· ὥσπερ τοὐναντίον, ὁ ἀφιστάμενος τῆς τῶν ἐντολῶν ἐργασίας, ἀπαλλοτριοῦται ἑκὼν ἀπὸ τοῦ Κυρίου. Ἐν τούτῳ δὲ δοξάζεται ὁ Πατήρ μου, φησίν, ἐν τῷ φέρειν ὑμᾶς πολὺν καρπόν. Δόξα γὰρ τοῦ Θεοῦ καὶ Πατρός, ἡ εὐδοκίμησις τῶν τοῦ Υἱοῦ αὐτοῦ μαθητῶν. Λάμποντος γὰρ τοῦ φωτὸς τῶν ἀποστόλων ἔμπροσθεν τῶν ἀνθρώπων, ἐδοξάζετο ὁ Πατὴρ ὁ οὐράνιος. Καρπὸς τῶν ἀποστόλων καὶ τὰ ἔθνη. τὰ διὰ τῆς διδασκαλίας αὐτῶν προσαχθέντα τῇ πίστει, καὶ [τὰ] εἰς δόξαν Θεοῦ γενόμενα. Εἰ τοίνυν ἐν τούτῳ δοξάζεται ὁ Πατήρ, ἐν τῷ ὑμᾶς καρποφορεῖν, οὐκ ἄρα ἀμελήσει τῆς οἰκείας δόξης, ἀλλὰ καὶ συνεργήσει ὑμῖν εἰς τὸ πλείονα καρποφορεῖν, ἵνα καὶ πλέον δοξάζηται. «Ἐν τούτῳ γάρ, φησίν, ἐδοξάσθη ὁ Πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε, καὶ γένησθε ἐμοὶ μαθηταί.»

Ὁρᾷς, πῶς ὁ καρπὸν φέρων, ἐκεῖνός ἐστι τῷ ὄντι μαθητής, καὶ ὁ Πατὴρ ἐν τούτῳ δοξάζεται, τουτέστι χαίρει, καὶ δόξαν οἰκείαν τοῦτο ἡγεῖται. «Καθὼς ἠγάπησέ με ὁ Πατήρ, κἀγὼ ἠγάπησα ὑμᾶς. Μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. Ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.» Θαῤῥεῖν αὐτοὺς προτρέπεται διὰ τοῦ λέγειν, ὅτι «Ἠγάπησα ὑμᾶς,» οὕτω δὲ ἠγάπησα, ὡς ὁ Πατὴρ ἐμέ. Τοῦτο δὲ ἀνθρωπινώτερον εἴρηκεν· «Μείνατε οὖν ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ.» Τούτου γὰρ ὑμεῖς ἐστε κύριοι. Μὴ γὰρ ἐπειδὴ ἠκούσατε, ὅτι «Ἠγάπησα ὑμᾶς,» καταφρονήσητε.

Ἀλλὰ σπουδάσατε μεῖναι ἐν τῇ ἀγάπῃ μου. Εἶτα διδάσκει αὐτούς, πῶς δυνήσονται μεῖναι· ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρήσωσιν. Ὡς γὰρ πολλάκις εἵρηται, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν αὐτόν, ὁ τὰς ἐντολὰς αὐτοῦ τηρῶν. Διὰ πάντων δὲ τούτων δεικνύει, ὅτι τότε ἐν ἀσφαλείᾳ ἔσονται, ὅτε βίον καθαρὸν ἐπιδείξονται. «Καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.» Καὶ τοῦτο συγκαταβατικῶς διὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων φησίν.

Οὐ γὰρ δὴ ὁ πάντων νομοθέτης ὑπὸ ἐντολὰς ἔκειτο, καὶ ἄνευ τῶν Πατρικῶν ἐντολῶν οὐκ ἠδύνατο διάγειν τὴν ἑαυτοῦ ζωήν· τοῦτο γὰρ ἀτοπώτατον ἐννοῆσαι. Λέγει τὸ [δὲ] τοῦτο, ἐπὶ πλέον παραμυθήσασθαι βουλόμενος αὐτούς. Ἐπεὶ γὰρ ἔλεγεν αὐτοῖς, ὅτι Ἀγαπῶ ὑμᾶς, εἶτα ἔμελλον ὕστερον θλίψεσι παλαίειν, ἵνα μὴ σκανδαλισθῶσιν, ὡς τῆς ἀγάπης αὐτοῦ μηδὲν συμβαλλομένης αὐτοῖς, Μὴ θορυβεῖσθε, φησίν, ἐπεὶ κἀμὲ ἀγαπᾶ μὲν ὁ Πατήρ, παραδίδωσι δὲ ὅμως εἰς τὸ ὑπὲρ τοῦ κόσμου παθεῖν. Ὥσπερ οὖν οὐκ ἐλαττοῦται ἡ ἀγάπη τοῦ Πατρὸς ἐκ τοῦ πάσχειν ἐμέ, οὕτως οὐδὲ ὑμεῖς ἧττον ἀγαπᾶσθε ὑπ’ ἐμοῦ, κἂν θλίψεσι περιπεσεῖν μέλλητε. «Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μένῃ, καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ. Αὕτη δέ ἐστιν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς. Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.» — «Ταῦτα, φησί, λελάληκα ὑμῖν,» ἵνα μὴ διακόψω ὑμῶν τὴν χαράν. Ἔχαιρον μὲν γὰρ συνόντες αὐτῷ θαυματουργοῦντι καὶ δοξαζομένῳ· καὶ μέντοι καὶ αὐτοὶ δαιμόνια ἐκβάλλοντες ἔχαιρον· ὡς καὶ αὐτός φησι· «Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ἐκβάλλετε.» Ἐπεὶ δὲ τὸ πάθος παρενέπεσε, καὶ τὰ σκυθρωπὰ διέκοπτε τὴν χαρὰν αὐτῶν, φησίν, ὅτι «Ταῦτα» τὰ παραμυθητικὰ ῥήματα «λελάληκα ὑμῖν,» ἵνα διὰ παντὸς καὶ ἄχρι τέλους ἡ χαρὰ ὑμῶν μείνῃ ἀδιάκοπος καὶ πλήρης καὶ ἐντελὴς εἴη.

Οὐ γὰρ λύπης ἄξια τὰ παρόντα, ἀλλὰ χαρᾶς, κἂν σταυρός, κἂν αἰσχύνη, καὶ ἀτιμία προσῇ. Ἐπεὶ δὲ ἄνω εἶπεν, ὅτι «Ἐὰν τὰς ἐντολάς μου τηρήσητε,» τότε «μενεῖτε ἐν ἐμοί,» νῦν δείκνυσι ποίας ἐντολὰς ὀφείλουσι τηρεῖν, καὶ ὑποδείκνυσιν αὐτοῖς τὴν ἀγάπην. «Ἵνα γάρ, φησίν, ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς.» Οὐ γὰρ ἁπλῶς, καὶ ὡς ἔτυχε, βούλεται ἡμᾶς ἀγαπᾷν ἀλλήλους, ἀλλὰ καθὼς αὐτὸς ἡμᾶς ἠγάπησε. Παρατήρει δέ, πῶς ἄνω μὲν πληθυντικῶς εἶπε τὰς ἐντολάς, ἐνταῦθα δέ φησιν, «Αὕτη δέ ἐστιν ἡ ἐντολὴ ἡ ἐμή,» τῷ ἑνικῷ ἀριθμῷ. Καὶ οἶμαι, ὅτι ἐπεὶ πασῶν τῶν ἐντολῶν περιεκτικὴ καὶ κεφάλαιόν ἐστιν ἡ ἀγάπη, λέγεται καὶ ἐντολαὶ καὶ ἐντολή. Ἅμα δέ, καὶ δείκνυσιν ἡμῖν ὁδόν, πῶς τηρήσομεν τὰς ἐντολάς, ὅτι διὰ τοῦ μίαν ἐντολὴν τηρεῖν τὴν περὶ τῆς ἀγάπης.

Ἐπειδὴ δὲ εἶπεν, ὅτι «Καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς, ἀγαπᾶτε καὶ ὑμεῖς ἀλλήλους,» δείκνυσι τὸ μέτρον τῆς ἀγάπης καὶ τὴν ἀκρότητα. «Μείζονα γὰρ ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα θῇ τις τὴν ψυχὴν ὑπὲρ τῶν φίλων.» Ὥστε καὶ ὑμεῖς ὑπὲρ ἀλλήλων τὰς ψυχὰς τίθεσθε, ἐπεὶ κἀγὼ ὑπὲρ ὑμῶν θνήσκω. Μὴ δὴ οὖν νομίζετε ἀπὸ τοῦ πρὸς ὑμᾶς μίσους γενέσθαι τὴν ἀναχώρησιν ταύτην, ἣν ἀναχωρῶ νῦν ἀφ’ ὑμῶν· ἀπὸ γὰρ ἀγάπης μᾶλλον καὶ τελεωτέρας γίνεται τοῦτο. «Ὑμεῖς φίλοι μου ἐστέ, ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν. Οὐκ ἔτι ὑμᾶς λέγω δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδε, τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ὅσα ἤκουσα παρὰ τοῦ Πατρός μου, ἐγνώρισα ὑμῖν. Οὐκ ὑμεῖς με ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶ ἔθηκα ὑμᾶς, ἵνα ὑμεῖς ὑπάγητε, καὶ καρπὸν φέρητε, καὶ ὁ καρπὸς ὑμῶν μένῃ· ἵνα ὅ τι ἐὰν αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου, δῷ ὑμῖν.» Ἄνω καὶ κάτω τὰ περὶ τῆς ἀγάπης στρέφει, τοῦτο δεικνὺς ἡμῖν διὰ τῶν πολλῶν τούτων ῥημάτων ὅτι αὕτη ἡ ἐντολὴ ἀξιολογωτέρα τῶν ἄλλων καὶ ἀξιοσπουδαστοτέρα. Παρίστησι δὲ καὶ τῆς ἀγάπης αὐτοῦ σημεῖον μέγιστον.

Τοσοῦτον γάρ, φησίν, ἀγαπῶ ὑμᾶς, ὥστε καὶ τὰ ἀπόῤῥητα ὑμῖν ἀνεκάλυψα. Ὁ μὲν γὰρ δοῦλος οὐκ οἶδε τὰ τοῦ δεσπότου μυστήρια· ὑμεῖς δὲ ἤδη, ὡς φίλοι ἐμοί, μυστηρίων ἠξιώθητε. «Πάντα γὰρ ὅσα ἥκουσα παρὰ τοῦ Πατρός μου, ἐγνώρισα ὑμῖν.» Πῶς οὖν ἀλλαχοῦ φησιν, ὅτι «Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν;» Πάντα ἐγνώρισεν αὐτοῖς, ὅσα αὐτοὺς ἐνεδέχετο ἀκοῦσαι, καὶ ὅσα ἦσαν εὐθὺς χωρητά. Ὅταν δὲ εἴπῃ, ὅτι «Ὅσα ἤκουσα παρὰ τοῦ Πατρός μου,» μὴ ὑπολάβῃς ὅτι διδασκαλίας δέεται ὁ Υἱός, ἀλλὰ τοῦτο δείκνυσιν, ὅτι οὐδὲν ἀλλότριον φθέγγεται, ἀλλὰ τὰ τοῦ Πατρός, καὶ ὅσα ἂν εἴπῃ, ἐκείνου εἰσίν. Εἰπὼν δέ, ὅτι Τῆς πρὸς ὑμᾶς ἀγάπης δεῖγμα ποιοῦμαι τὸ γνωρίσαι ὑμῖν τὰ μυστήρια, ἐπιφέρει καὶ ἕτερον σημεῖον τῆς ἀγάπης· «Ἐγὼ γάρ, φησίν, ἐξελεξάμην ὑμᾶς·» τουτέστιν, Οὐχ ὑμεῖς τῇ ἐμῇ φιλίᾳ προσεδράμετε, ἀλλ’ ἐγὼ τῇ ὑμῶν, καὶ πρῶτος ὑμᾶς ἠγάπησα. Πῶς οὖν ἐγκαταλείψω ὑμᾶς εἰς τὸ μετέπειτα; Ἀλλὰ «καὶ ἔθηκα ὑμᾶς,» τουτέστιν, Ἐφύτευσα ὑμᾶς, «ἵνα ὑμεῖς ὑπάγητε,» τουτέστιν, Ἵνα αὐξηθῆτε, καὶ πλατυνθῆτε, καὶ ἁπλωθῆτε, καὶ ἐκταθῆτε. «καὶ καρπὸν φέρητε.» Ἐνταῦθα δὲ προφανῶς καὶ γεωργὸν ἑαυτὸν εἰσάγει. Καὶ ἀνωτέρω μὲν γὰρ ὅταν ἔλεγεν, ὅτι «Καθαροί ἐστε διὰ τὸν λόγον, ὃν λελάληκα ὑμῖν,» ἔδειξεν ἑαυτὸν τὸν καθαίροντα· νῦν δὲ ἐκδηλότερον διὰ τοῦ εἰπεῖν, ὅτι «Ἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶ ἔθηκα ὑμᾶς.»

Ὁ γὰρ γεωργὸς δήπουθεν ἐκλέγεται, καὶ τίθησι κατὰ γῆς τὰ κλήματα. Ὁρᾷς τὴν ἰσότητα Πατρὸς καὶ Υἱοῦ;

Ὁ Πατὴρ γεωργός, ὁ Υἱὸς νῦν δείκνυται γεωργός. Αἰσχύνην ἔνδυσαι, Ἄρειε, μετὰ τῶν σὺν σοὶ εἰς ἀσέβειαν ἐκτραχηλισθέντων. Ὅρα δὲ καὶ ἕτερον· «Ἵνα ὅσα ἂν αἰτήσητε τὸν Πατέρα, δῶ ὑμῖν·» τουτέστιν, Ἐγὼ δώσω ὑμῖν. Καίτοι ἔδει κατὰ τὸ ἀκόλουθον οὕτως εἰπεῖν· Ὅσα ἂν αἰτήσησθε τὸν Πατέρα, δώσει ὑμῖν· ὁ δὲ εἶπεν, ὅτι «Ἐγὼ δῶ ὑμῖν,» διὰ τὸ ἰσοδύναμον πάντως. Ἐπεὶ καὶ ὁ Πατὴρ διδούς, ἐν τῇ δεξιᾷ αὐτοῦ δίδωσι· δεξιὰ δὲ αὐτοῦ ὁ Υἱός. Σκόπει δέ μοι καὶ τοῦτο, ὅτι ὅταν φυτευθέντες καρποφορῶμεν, τότε καὶ ὅσα ἂν αἰτησώμεθα, δώσει ἡμῖν· ἐὰν δὲ μὴ καρποφορῶμεν, οὐ ληψόμεθα. Ἐπεὶ ὁ μὴ καρποφορῶν, οὐδὲ συμφέροντα καὶ ψυχωφελῆ αἰτεῖται, ἀλλὰ πάντως κοσμικὰ καὶ ἀνωφελῆ· διὸ οὐδὲ λαμβάνει· «Ζητεῖτε γάρ, φησί, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε.» «Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.

Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε, ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει. Ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.» Ἵνα μὴ δόξωσιν οἱ ἀπόστολοι, ὅτι ὀνειδίζων ὁ Κύριος προφέρει αὐτοῖς, τὸ τὴν ψυχὴν αὐτοῦ θεῖναι ὑπὲρ αὐτῶν, καὶ τὸ ἐκλέξασθαι, διὰ τοῦτό φησι· «Ταῦτα ἐντέλλομαι ὑμῖν,» οὐχ ἵνα ὀνειδίσω, οὐδ’ ἵνα ἐπαλαζονεύσωμαι ὡς κατορθώματί τινι, ἀλλ’ ἵνα τὰς ὑμῶν ψυχὰς βεβαιοτέρας ποιήσω ἐν τῇ πρὸς ἀλλήλους ἀγάπῃ, διὰ τοῦτο ἀπαριθμοῦμαι τὰ τῆς ἐμῆς πρὸς ὑμᾶς ἀγάπης κατορθώματα. «Ταῦτα γὰρ ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.» Ἐπεὶ δὲ βαρὺ χρῆμα, καὶ σφόδρα λυπηρόν, τὸ διώκεσθαι, καὶ μισεῖσθαι, παραμυθεῖται αὐτοὺς λέγων, ὅτι Εἰ καὶ ὑμᾶς μισοῦσιν, οὐδὲν καινόν· καὶ γὰρ ἐμὲ πρῶτον μεμισήκασιν. Ὥστε τῇ κοινωνίᾳ τοῦ μισεῖσθαι, ὡς μεγάλῃ παραμυθίᾳ, ὀφείλετε κεχρῆσθαι. Ἐπάγει δὲ καὶ ἕτερον τρόπον παραμυθίας ἀναγκαστικώτερον. Τοὐναντίον γάρ, φησίν, ἔδει λυπεῖσθαι ὑμᾶς, εἰ μὴ ὑμᾶς ἐμίσει ὁ κόσμος, τουτέστιν, οἱ πονηροὶ ἄνθρωποι. Ἐδεικνύετε γὰρ ἂν ἐκ τοῦ μὴ μισεῖσθαι, ὅτι καὶ αὐτοὶ τῆς αὐτῆς ἐκείνοις κακίας καὶ πονηρίας κοινωνεῖτε. Νῦν δὲ ἐπειδὴ μισοῦσιν ὑμᾶς οἱ πονηροί, χαίρετε. Διὰ γὰρ τὴν ἀρετὴν ὑμᾶς μισοῦσιν· ἦ γὰρ ἄν, ἐὰν οὐκ εἴχετε ἀρετήν, ὁ κόσμος ἐφίλει τὸ ἴδιον.

Ἐπεὶ δὲ «ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ» τῆς «τοῦ κόσμου» πονηρίας, «διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος,» ὡς μὴ κοινωνοῦντας τοῖς ἔργοις αὐτοῦ. «Μνημονεύετε τοῦ λόγου, οὗ ἐγὼ εἶπον ὑμῖν·

Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὑτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με.» Ὅπερ ἄνω εἶπεν, ὅτι «Ἐμὲ πρῶτον ὑμῶν μεμίσηκε,» τοῦτο νῦν πλατύνων, τὴν παρηγορίαν αὐτοῖς ἐντίθησι πλείονα. «Μνήσθητε γάρ, φησί, τοῦ λόγου μου, ὅτι οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὑτοῦ·» οὐκοῦν οὐδὲ ὑμεῖς ἐμοῦ μείζονες. Ἴδετε τοίνυν πῶς ἐμοὶ ἐχρήσαντο.

Εἰ ἐδίωξαν τὸν Δεσπότην, καὶ ὑμᾶς τοὺς δούλους πολλῷ μᾶλλον· εἰ μὴ ἐδίωξαν, ἀλλὰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλ’ οὐκ ἔστι τοῦτο· οὔτε γὰρ τὸν ἐμόν, οὔτε τὸν ὑμέτερον τηρήσουσιν. «Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν δι’ ἐμέ.» Ὥστε εἰ ἀγαπᾶτέ με, φέρετε ἃ πάσχετε δι’ ἐμὲ τὸν ἀγαπώμενον, ὡς λέγετε. Ἀλλὰ καὶ ἕτερον πρὸς παραμυθίαν, ὅτι καὶ τὸν πέμψαντά με συνεξυβρίζουσιν ὑμῖν. Εἰ μή τι οὖν ἄλλο, τοῦτο ἔστω ὑμῖν εἰς παρηγορίαν, ὅτι οἱ αὐτοὶ καὶ ὑμῶν, καὶ ἐμοῦ, καὶ τοῦ Πατρός μου ἐχθροί. «Εἰ μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὑτῶν. Ὁ ἐμὲ μισῶν, καὶ τὸν Πατέρα μου μισεῖ.

Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον. Νῦν δὲ καὶ ἑωράκασι, καὶ μεμισήκασι, καὶ ἐμέ, καὶ τὸν Πατέρα μου, ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι Ἐμίσησάν με δωρεάν.» Ἆρα δὲ δικαίως ταῦτα ποιοῦσιν, καὶ μισοῦσι καί, ἐμέ, καὶ τὸν Πατέρα μου, καὶ ὑμᾶς; ἆρα ἢ τῶν λεχθέντων ἢ τῶν πραχθέντων χάριν τοιαύτην γνώμην ἐπεδείξαντο; Οὐχί, φησίν· ἀσύγγνωστος γὰρ ἡ ἁμαρτία αὐτῶν. Μὴ γὰρ οὐκ ἦλθον, καὶ ἐδίδαξα; Εἰ μὴ ἦλθον, εἰ μὴ ἐλάλησα, εἶχον ἂν αὐτοὶ λέγειν, ὡς Οὐκ ἠκούσαμεν· νῦν δὲ ἀπροφάσιστος ἡ πονηρία αὐτῶν. Εἶτα ἐπειδὴ οὐδὲν ἄλλο προεφασίζοντο πανταχοῦ, εἰ μὴ τὸ τὸν Πατέρα ἐκδικεῖν («Οὗτος γάρ, φησίν, ὁ ἄνθρωπος, οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ,» καὶ τὰ τοιαῦτα), διὰ τοῦτο ἐπάγει· «Ὁ ἐμὲ μισῶν, καὶ τὸν Πατέρα μου μισεῖ·» ὥστε οὐδὲ τοῦτο αὐτοῖς εἰς ἀπολογίαν ἀπολέλειπται. Οὐ μόνον δὲ διδασκαλίαν παρεσχόμην, ἀλλὰ καὶ ἔργα προσέθηκα, οἷα οὐδεὶς ἄλλος· οἷον τὸ τοῦ τυφλοῦ θαῦμα, τὸ τοῦ Λαζάρου, καὶ τ’ ἄλλα ὁμοίως. Ποίαν οὖν ἔχουσιν ἀπολογίαν; Τὴν ἀπὸ τῶν λόγων διδασκαλίαν παρεσχόμην, τὴν ἀπὸ τῶν ἔργων προσέθηκα· καθὼς καὶ ὁ Μωϋσῆς διακελεύεται, ἐκείνῳ πείθεσθαι ἐντελλόμενος, τῷ καὶ σημεῖα ποιοῦντι. καὶ τὰ πρὸς εὐσέβειαν διδάσκοντι. «Νῦν δὲ καὶ ἑωράκασι» τοιαῦτα ἔργα, καὶ ὅμως «Καμὲ καὶ τὸν Πατέρα μου μεμισήκασιν.»

Εἶτα ἐπάγει καὶ τὸν προφήτην μάρτυρα, ὅτι «Ἐμίσησάν με δωρεάν.» Διὰ γὰρ πονηρίαν, φησί, μόνην ἐτέχθη τὸ μῖσος, οὐ δι’ αἰτίαν ἄλλην. Νόμον δέ, ὡς πολλάκις εἴπομεν, οὐ μόνον τὸν Μωσαϊκόν, ἀλλὰ καὶ τὰς τῶν προφητῶν βίβλους φησίν, ὥσπερ οὖν κἀνταῦθα τὴν τοῦ Δαυῒδ νόμον ὠνόμασεν. Ὁ μὲν οὖν Δαυῒδ Πνεύματι ἁγίῳ προανεφώνει, ὃ ἔμελλεν ἡ αὐτῶν πονηρία ποιεῖν· αὐτοὶ δὲ πάντως ὡς πονηροὶ τὸ προλεχθὲν ὑπὸ τοῦ προφήτου ἐπλήρωσαν, καὶ τὴν προφητείαν ἀληθῆ ἔδειξαν. «Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε.» Εἶπε τοῖς μαθηταῖς, ὅτι «Διώξουσιν ὑμᾶς,» ὅτι «Τὸν λόγον ὑμῶν οὐ τηρήσουσιν.» Ἵνα οὖν μὴ ἔχωσι λέγειν· Καὶ λοιπόν, ᾧ Κύριε, ποῦ πέμπεις ἡμᾶς; πῶς ἀξιόπιστοι ἐσόμεθα; τίς προσέξει ἡμῖν; τίς πεισθήσεται; διὰ τοῦτο ἐπάγει· «Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ.» Ἀξιόπιστος, φησί, μάρτυς ἐκεῖνός ἐστιν. Ὥστε ὑπὸ τοῦ Πνεύματος ἐλεγχόμενοι, ὅτι ἀναπολόγητα ἁμαρτάνουσι, παραδέξονται τὸ κήρυγμα. «Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ἀπ’ ἀρχῆς ὄντες μετ’ ἐμοῦ,» ὅτι καὶ λόγοις καὶ ἔργοις ἀπροφασίστους αὐτοὺς ἐποίησα.

Θαῤῥεῖτε οὖν· οὐ γὰρ ἀμάρτυρον ἔσται τὸ κήρυγμα, ἀλλὰ καὶ τὸ Πνεῦμα συνεπιμαρτυρήσει σημείοις καὶ τέρασι, καὶ ἀξιόπιστος ἔσται μάρτυς· Πνεῦμα γάρ ἐστιν ἀληθείας. Ὡς οὖν ἀληθείας Πνεῦμα, μαρτυρήσει τἀληθῆ· ὡς δὲ παρὰ τοῦ Πατρὸς ἐκπορευόμενον, πάντα οἶδεν ἀκριβῶς· ἐκεῖθεν γάρ ἐστιν, ἐξ οὗ πάντων ἡ γνῶσις. Τὸ δέ, «Ὃν ἐγὼ πέμψω,» τὴν ἰσότητα δηλοῖ τὴν πρὸς αὐτόν. Ἀλλαχοῦ γὰρ τὸν Πατέρα εἶπε πέμπειν τὸ Πνεῦμα· ἐνταῦθα δέ, ἑαυτὸν πέμπειν τοῦτο εἰπών, οὐδὲν ἄλλο, ἢ τὴν ἰσότητα δηλοῖ. Ἵνα δὲ μὴ δόξῃ ἀντανιστᾷν ἑαυτὸν τῷ Πατρί, ὡς ἀπ’ ἄλλης ἐξουσίας πέμπων τὸ Πνεῦμα, προσέθηκε· «Παρὰ τοῦ Πατρός.» —«Πέμψω» μὲν γὰρ αὐτός, ἀλλὰ «παρὰ τοῦ Πατρός·» τουτέστιν, εὐδοκοῦντος τοῦ Πατρός, καὶ συναποστέλλοντος.

Οὐ γὰρ ἐξ οἰκείων κόλπων αὐτὸς προΐεμαι τὸ Πνεῦμα, ἀλλὰ παρὰ τοῦ Πατρὸς δι’ ἐμοῦ χορηγεῖται. Ὅταν δὲ ἀκούσῃς, ὅτι «Ἐκπορεύεται,» μὴ νόει ἀποστολὴν τὴν ἐκπόρευσιν, οἵαν ἀποστέλλονται τὰ λειτουργικὰ πνεύματα, ἀλλὰ φυσικὴ ὕπαρξις τοῦ Πνεύματός ἐστιν ἡ ἐκπόρευσις. Εἰ γὰρ μὴ οὕτω νοήσομεν τὴν ἐκπόρευσιν, ἀλλά τινα ἀποστολὴν ἔξωθεν γινομένην, ἄδηλον ἔσται περὶ ποίου πνεύματος λέγει. Μυρία γάρ εἰσι τὰ εἰς διακονίαν ἀποστελλόμενα, διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν.

Ἀλλὰ μὴν ἐνταῦθα ἐξαίρετόν τι καὶ κεχωρισμένον ἰδίωμά φησι τὸ ἐκπορεύεσθαι, ἑνὶ τῷ κυρίως Πνεύματι προαφωρισμένον. Οὐκ ἄρα τὸ ἐκπορεύεσθαι, ἀποστέλλεσθαι νοήσομεν, ἀλλ’ ἐκ τοῦ Πατρὸς ἔχειν τὴν φυσικὴν ὕπαρξιν. Τοῦτο δὴ τὸ Πνεῦμα μάρτυς ἔσται τοῦ κηρύγματος· «καὶ ὑμεῖς δὲ μαρτυρεῖτε,» διότι οὐκ ἐξ ἄλλων ἀκηκόατε, ἀλλ’ αὐτοὶ ἐξ ἀρχῆς σύνεστε. Οὐ μικρὰ δὲ αὕτη μαρτυρία ὑπὸ τῶν ἀπ’ ἀρχῆς συνόντων γινομένη· ὃ καὶ αὐτοὶ οἱ ἀπόστολοι ὕστερον ἔλεγον δημηγοροῦντες· «Οἵτινες συνεφάγομεν αὐτῷ, καὶ συνεπίομεν.» Διττὴ οὖν ἡ μαρτυρία καὶ παρ’ ὑμῶν, καὶ παρὰ τοῦ Πνεύματος. Εἰ γὰρ ὑμεῖς πρὸς χάριν μαρτυρεῖν δόξετε, ἀλλ’ οὔτι γε καὶ τὸ Πνεῦμα πρὸς χάριν μαρτυρήσει.

ΚΕΦΑΛ. ΙϚʹ. Περὶ τοῦ Ἰησοῦ προλέγοντος τὰ συμβησόμενα τοῖς μαθηταῖς. Περὶ τοῦ, Μικρὸν καὶ ὄψεσθέ με. Περὶ τοῦ τὸν Πατέρα, ὅσα ἂν αἰτήσωνται, δώσειν. «Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. Καὶ ταῦτα ποιήσουσιν ὑμῖν, ὅτι οὐκ ἔγνωσαν τὸν Πατέρα, οὐδὲ ἐμέ. Ἀλλὰ ταῦτα πάντα λελάληκα ὑμῖν, ἵνα ὅταν ἔλθῃ ὥρα, μνημονεύητε, ὅτι ἐγὼ εἶπον ὑμῖν.» —«Ἐλάλησα, φησίν, ὑμῖν ταῦτα» πρὸ τοῦ γενέσθαι, «ἵνα μὴ σκανδαλισθῆτε» ὕστερον, ὅταν ἴδητε πολλοὺς ἀπειθοῦντας, καὶ δεινὰ πάσχοντας ὑμᾶς αὐτούς· ἀλλὰ ἀναλογιζόμενοι, ὅτι καὶ πρὸ τοῦ γενέσθαι ταῦτα, εἶπον ὑμῖν, προσδέχησθε λοιπὸν καὶ τὴν παρ’ ἐμοῦ παράκλησιν, ὡς οὐ διαψεύσοντος ὑμᾶς οὐδ’ ἐν τούτῳ, ὥσπερ οὐδ’ ἐν τῇ περὶ τῶν δεινῶν προαγορεύσει. Καὶ γὰρ «ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς,» καὶ τῶν παρ’ αὐτοῖς συνεδρίων, καὶ ἐνδόξων, καὶ ὅλως τῆς αὑτῶν κοινωνίας ἀφορίσουσιν. Ἤδη γὰρ συνέθεντο, ὅτι ἐάν τις ὁμολογήσῃ τὸν Χριστόν, ἀποσυνάγωγος γένηται. Οὐ μόνον δὲ τοῦτο, τὸ ἀποσυναγώγους ὑμᾶς γενέσθαι, ἀλλὰ καὶ θάνατον προσδέχεσθε, καὶ θάνατον ἐπονείδιστον· ὡς γὰρ λυμεῶνας καὶ ἐχθροὺς τοῦ Θεοῦ ἀποκτενοῦσιν ὑμᾶς.

Καὶ πᾶς ὁ φονεύων ὑμᾶς, οὕτω σπουδάσει περὶ τὸν ὑμέτερον φόνον, ὥστε «δόξει λατρείαν προσφέρειν τῷ Θεῷ·» τουτέστι, θεάρεστον ἔργον νομίσει καὶ εὐσεβὲς διαπράξασθαι. Ἐπάγει δὲ καὶ τὴν παραμυθίαν ἀρκοῦσαν. «Ταῦτα γάρ, φησί, ποιήσουσιν, ὅτι οὐκ οἴδασι τὸν Πατέρα, οὐδὲ ἐμέ.» Δι’ ἐμὲ γάρ, φησί, καὶ τὸν Πατέρα, ταῦτα παθεῖν μέλλετε· οὐκοῦν ὑπομένετε. «Μακάριοι γάρ ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.» Οὗτος ὁ μακαρισμὸς παράκλησις ὑμῖν ἔστω, ἀναμιμνησκομένοις αὐτά. «Ταῦτα δὲ λελάληκα ὑμῖν,» ἵνα ἐπειδὰν ἴδητε τὰ σκυθρωπὰ ἐκβάντα, πιστεύσητε καὶ περὶ τῶν λοιπῶν. Οὐ γὰρ ἕξετε εἰπεῖν, ὅτι τὰ εὐφρόσυνα προεῖπον ὑμῖν, ἐξαπατᾷν θέλων ὑμᾶς· ἀλλ’ ὥσπερ τὰ λυπηρὰ προαγγείλας, οὐ διεψευσάμην, οὕτως οὐδὲ τὰ εὐφρόσυνα εἰπών, ἀπιστεῖσθαι ἄξιος· καὶ ἅμα ἵνα μὴ ἀπαράσκευοι ἦτε, ἀλλ’ ἕτοιμοι, μνημονεύοντες ὅτι ἐγὼ εἶπον ὑμῖν ταῦτα, καὶ διὰ τοῦτο ἱστάμενοι γενναίως πρὸς τὰ λυπηρά. «Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθ’ ὑμῶν ἤμην· νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾶ με· Ποῦ ὑπάγεις; Ἀλλ’ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.

Ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν· συμφέρει ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω. Ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς.» Λίαν ἐβαρύνθησαν τῇ λύπῃ οἱ ἀπόστολοι, ἀκούσαντες τοιαῦτα περὶ αὐτοὺς συμβησόμενα. Διὸ καὶ ὁ Κύριος, «Ταῦτα,» φησί, τὰ οὕτω λυπηρὰ «ἐξ ἀρχῆς οὐκ εἶπον ὑμῖν,» οὐχ ὡς ἀγνοῶν, ἀλλ’ «ὅτι μεθ’ ὑμῶν ἥμην,» καὶ ἱκανὸν προσφύγιον ἐμὲ εἴχετε, καὶ ἅπας ὁ πόλεμος ἐπ’ ἐμὲ ἀνεῤῥιπίζετο, αὐτοὶ δὲ ἐν πάσῃ ἀσφαλείᾳ ἦτε. Οὔκουν ἔδει τοιούτων λόγων τότε, προπαρασκευαζόντων δηλαδὴ καὶ προασφαλιζομένων ὑμᾶς· ἀλλὰ νῦν ὑπάγων πρὸς τὸν Πατέρα μου, καὶ μέλλων ὑμᾶς καταλιπεῖν, προλέγω ταῦτα, ἵνα ἑαυτοὺς ἀσφαλίζησθε. «Καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις;» ἀλλ’ ὑπὸ τῆς λύπης συνεχύθητε, καὶ ἔκστασιν πεπόνθατε, τῇ προσδοκίᾳ τῶν δεινῶν σαλευθέντες τὰς καρδίας. «Ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν.» Ὅρα πῶς παραμυθεῖται αὐτούς. Κἂν μυριάκις, φησί, λυπηθῆτε, ἐγὼ τὸ συμφέρον ὑμῖν λέγω. Ὑμεῖς μὲν γὰρ θέλετε ἀεὶ παρεῖναί με ὑμῖν· οὐκ ἔστι δὲ τοῦτο συμφέρον. «Ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς.» Ὥστε κἂν ὑμεῖς τὴν παρουσίαν μου θέλητε, οὐ πεισθήσομαι ὑμῖν, ἀλλὰ τὸ συμφέρον ὑμῖν μᾶλλον αἱρήσομαι, ἢ τὸ ἐπιβλαβὲς ὑμῖν θέλημα.

Οὕτω καὶ ἡμεῖς ὀφείλομεν ποιεῖν πανταχοῦ, τὸ συμφέρον καὶ ἑαυτοῖς καὶ τοῖς ἀδελφοῖς περινοεῖν, καὶ μὴ τὸ ἡδύ. Ἐὰν γὰρ ἐγὼ μὴ ἀποθάνω ὑπὲρ τοῦ κόσμου, καὶ ἀπέλθω πρὸς τὸν Πατέρα, θυσίαν καὶ ἱλασμὸν ἑαυτὸν δοὺς ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ κόσμου, «ὁ Παράκλητος οὐκ ἐλεύσεται.» Πῶς γὰρ ἂν ἐπέλθῃ, ἐὰν μὴ ἡ ἔχθρα λυθῇ, τῆς ἁμαρτίας θανατωθείσης, ἐὰν μὴ καταλλαγῇ ὁ Πατὴρ τῇ ἀνθρωπίνῃ φύσει; Ἀλλ’ ἐνταῦθα οἱ περὶ Μακεδόνιον τί ἔχουσιν εἰπεῖν, κατασμικρύνοντες τὴν δόξαν τοῦ Πνεύματος, καὶ δοῦλον αὐτὸ τοῦ Υἱοῦ λέγοντες; Πῶς συμφέρει Δεσπότην ἀπελθεῖν, καὶ δοῦλον παραγενέσθαι; Ὥστε κἂν λυπηθῆτε, ὦ μαθηταί, διὰ τὴν ἐμὴν ἀπουσίαν, ἀλλὰ διὰ τὴν τοῦ Πνεύματος χάρητε παρουσίαν, ἣ τὰ πλείω ὑμᾶς εὐεργετήσει καὶ μείζω. Πῶς δὲ ὁ Κύριος εἶπεν, ὅτι «Ταῦτα ἐξ ἀρχῆς οὐκ εἶπον;» Καὶ μὴν γέγραπται, ὅτι προσκαλεσάμενος τοὺς δώδεκα, εἶπεν αὐτοῖς, ὅτι «Ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσεσθε.» Εἶπε μέν, ὅτι «Ἐπὶ ἡγεμόνας ἀχθήσεσθε,» οὐ μήν, ὅτι Οὕτω, ἀποκτενοῦσιν ὑμᾶς, ὡς ἀσεβεῖς, καὶ λυμεῶνας, καὶ τοῦ Θεοῦ ἐχθρούς. Ἄλλως τε· Ἐκεῖ μὲν τὰ παρὰ τῶν ἐθνικῶν αὐτοῖς ἐπαχθησόμενα εἶπε, νῦν δὲ καὶ τὰ παρὰ τῶν Ἰουδαίων. Τὸ γάρ, «Ἀποσυναγώγους ποιήσουσιν,» οἱ Ἰουδαῖοι πάντως. Ὅρα δέ μοι ἐν ταὐτῷ καὶ τὸ τοῦ Πνεύματος αὐτεξούσιον, καὶ τὴν τοῦ Υἱοῦ συνευδόκησιν.

Τὸ μὲν γάρ, «Ἐλεύσεται ὁ Παράκλητος,» τῆς τοῦ Πνεύματος ἐξουσίας· τὸ δέ, «Ἐγὼ πέμψω αὐτόν,» τῆς τοῦ Υἱοῦ εὐδοκίας, καὶ πρὸς τὸ ἐλθεῖν τὸν Παράκλητον ἀρεσκείας, εἰ δεῖ οὕτως εἰπεῖν, καὶ συννεύσεως. «Καὶ ἐλθὼν ἐκεῖνος, ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας, καὶ περὶ δικαιοσύνης, καὶ περὶ κρίσεως· περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν Πατέρα μου ὑπάγω, καὶ οὐκ ἔτι θεωρεῖτέ με· περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.» Ἐλεύσεται ὁ Παράκλητος, καὶ τί τὸ κέρδος; «Ἐλέγξει, φησί, τὸν κόσμον περὶ ἁμαρτίας,» καὶ δείξει αὐτοὺς ἁμαρτωλούς, ὅτι οὐ πιστεύουσιν. Ὅταν γὰρ ἴδωσι διὰ τῶν χειρῶν τῶν μαθητῶν ἐν Πνεύματι σημεῖα ἐξαίσια, καὶ τέρατα γινόμενα, καὶ οὐδὲ οὕτω πιστεύσωσι, πῶς οὐ κατακρίσεως ἄξιοι, καὶ ἁμαρτίᾳ μεγίστῃ ἔνοχοι;

Νῦν μὲν γὰρ ἔχουσι λέγειν, ὅτι τέκτονός εἰμι υἱός, ὅτι εὐτελοῦς μητρός, καίτοι καὶ θαύματα ποιοῦντός μου· τότε δὲ ἀπροφάσιστος ἔσται αὐτοῖς ἡ ἀπιστία, τοῦ Πνεύματος ἐν τῷ ὀνόματί μου τοιαῦτα ἐπιτελοῦντος. «Περὶ ἁμαρτίας» οὖν αὐτοὺς «ἐλέγξει·» τουτέστι, δείξει αὐτοὺς ἡμαρτηκότας ἀσύγγνωστε. «Καὶ περὶ δικαιοσύνης» δὲ ἐλέγξει, ὅτι ἐγὼ πρὸς τὸν Πατέρα μου πορεύομαι· τουτέστιν, Δείξει αὐτοῖς, ὅτι δίκαιος ὤν, καὶ ἄληπτον παρασχόμενος βίον, ἀδίκως ὑπ’ αὐτῶν ἀνῃρέθην· καὶ τούτου δεῖγμα, τὸ πρὸς τὸν Πατέρα πορεύεσθαι· οὐκ ἂν γάρ, εἰ μὴ δίκαιος ἤμην, πρὸς τὸν Πατέρα ἀνηρχόμην.

Ἐπεὶ γὰρ ὡς ἀντίθεον καὶ παράνομον αὐτὸν ἐφόνευσαν, Δείξει αὐτοῖς, φησί, τὸ Πνεῦμα, ὅτι οὐκ εἰμὶ τοιοῦτος. Οὐ γὰρ ἂν ἀντίθεος ὢν καὶ παράνομος, παρὰ τῷ Θεῷ καὶ νομοθέτῃ τιμῆς ἠξιούμην, καὶ τιμῆς οὐ προσκαίρου, ἀλλ’ αἰωνίας. Τὸ γάρ, «Οὐκ ἔτι θεωρεῖτέ με,» τὸ αἰώνιον τῆς παρὰ τῷ Πατρὶ διαγωγῆς δηλοῖ. «Περὶ δὲ κρίσεως» ἐλέγξει αὐτούς, «ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται·» τουτέστι, Καὶ ἐκ τούτου δὲ πάλιν δίκαιον καὶ ἀναμάρτητον ἀποδείξει με τὸ Πνεῦμα, ἐκ τοῦ τὸν κοσμοκράτορα ὑπ’ ἐμοῦ κατακριθῆναι, καὶ καταπαλαισθῆναι.

Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι «Δαιμόνιον ἔχει,» καὶ ὅτι «Ἐν τῷ Βεελζεβοὺλ θαύματα ποιεῖ,» καὶ «Πλάνος ἐστί·» Ταῦτα πάντα, φησί, δειχθήσονται μάταια, κατακρίτου φανέντος τοῦ διαβόλου, καὶ πᾶσι δειχθέντος, ὅτι ὑπ’ ἐμοῦ νενίκηται· ὅπερ οὐκ ἂν ἠδυνήθην, εἰ μὴ ἰσχυρότερος αὐτοῦ ἥμην, καὶ πάσης ἁμαρτίας ἀλλότριος. Πῶς δὲ ἐδείχθη τοῦτο; Τῇ τοῦ Πνεύματος παρουσίᾳ πάντες οἱ πιστεύοντες εἰς Χριστόν, καταπάτημα καὶ ὕβριν ἐποιοῦντο τὸν κοσμοκράτορα.

Οὐκοῦν ἐδείκνυτο ἐκ τούτων, καὶ ὅτι ὑπὸ Χριστοῦ κατακέκριται πολλῷ πρότερον. Ἤλεγξε τοίνυν τὸ Πνεῦμα τοὺς μὴ πιστεύσαντας ὡς ἁμαρτωλούς. Ἡ γὰρ πίστις ἁμαρτίας λύει διὰ τῆς ἀφέσεως τοῦ βαπτίσματος. Ἐν δὲ τοῖς πιστεύσασιν αἱ φαινόμεναι τοῦ Πνεύματος ἐνέργειαι, ἐν τοῖς ἀπίστοις οὐχ ὡρῶντο.

Ὅθεν ἠλέγχοντο σκεύη πονηρά, καὶ ἐναγῆ, καὶ ἀνάξια τῆς τοῦ Πνεύματος χωρήσεως. Καὶ ἄλλως δέ· Ἐλέγχει τὸν ἀπιστήσαντα κόσμον τὸ Πνεῦμα περὶ δικαιοσύνης, τουτέστιν, ὅτι ἐστέρηται δικαιοσύνης, ὁ μὴ πιστεύων εἰς τὸν δίκαιον Ἰησοῦν, τὸν διὰ δικαιοσύνην ἀναληφθέντα εἰς οὐρανούς. Ἐλέγχει καὶ κατακρίνει καὶ ὡς ῥᾴθυμον, ὅτι καταθραυσθέντος τοῦ Σατανᾶ, οὐδὲ οὕτως αὐτοῦ ἠθέλησε περιγενέσθαι. «Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι. Ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν.

Οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἂν ἀκούσῃ, λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν. Πάντα ὅσα ἔχει ὁ Πατήρ, ἐμά ἐστι· διὰ τοῦτο εἶπον, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.» Εἰπὼν ἄνω, ὅτι «Συμφέρει ὑμῖν, ἵνα ἀπέλθω,» νῦν πλατύνει τοῦτο, καί φησιν, ὅτι «Νῦν μὲν οὐ δύνασθε βαστάζειν· ἐὰν δὲ ἔλθῃ ἐκεῖνος,» τότε δὴ τῶν ἐκείνου ἀπολαύσαντες χαρίτων, εἰς πᾶσαν τὴν ἀλήθειαν ὁδηγηθήσεσθε.

Ποίαν δὲ ἀλήθειάν φησι, ἢ τὴν περὶ πάντων γνῶσιν; Αὐτὸς μὲν γὰρ ὁ Κύριος οὐδὲν περὶ ἑαυτοῦ μέγα ἐφθέγξατο· ἅμα μὲν καὶ ταπεινοφροσύνης τύπους διδούς, ἅμα δὲ καὶ διὰ τὴν ἀσθένειαν τῶν ἀκροωμένων, καὶ τὴν τῶν Ἰουδαίων ἀγνωμοσύνην.

Ἀλλ’ οὐδὲ τὴν τῶν νομικῶν παρατηρημάτων ἔκλυσιν φανερῶς εἰσηγεῖτο, ἵνα μὴ ἀντίθεος πᾶσι δόξῃ. Τοῦ δὲ Παρακλήτου ἐλθόντος, ἥ τε τοῦ Υἱοῦ ἀξία διετρανώθη, καὶ ἡ ἀληθὴς περὶ πάντων γνῶσις ἐξεφάνη, καὶ τῶν τύπων τῶν νομικῶν ἀρθέντων ἐκ μέσου, καὶ καταργηθέντων, εἰς τὴν ἀληθινὴν καὶ ἐν πνεύματι λατρείαν ὡδηγήθημεν, διὰ τῶν σημείων τῶν ἐν Πνεύματι τελουμένων, βεβαιωθείσης τῆς πίστεως.

Εἶτα ἐπειδὴ μεγάλα τινὰ εἶπε περὶ τοῦ Πνεύματος, ἵνα μὴ νομίσωσί τινες, ὅτι μείζων αὐτοῦ ἐστι τὸ Πνεῦμα, εἴ γε αὐτὸ ὁδηγήσει πρὸς τὴν ἀλήθειαν, καὶ ποιήσει χωρητικοὺς καὶ δεκτικοὺς τῶν πολλῶν καὶ μεγάλων, ἄ, τοῦ Χριστοῦ παρόντος, οὐκ ἡδύναντο βαστάσαι· ἵνα οὖν μὴ τοῦτο νομισθῇ, ἐπιφέρει· «Οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ·» τουτέστιν, Οὐδὲν ἴδιον παρὰ τὰ ἐμὰ ἐρεῖ. Τὸ γάρ, «Ὅσα ἂν ἀκούσῃ.» τοῦτο δηλοῖ, τὸ μηδὲν ἐκτὸς τῶν τοῦ Χριστοῦ διδάξαι. Ὥσπερ οὖν καὶ αὐτὸς ὁ Κύριος λέγων περὶ ἑαυτοῦ, ὅτι «Ὅσα ἥκουσα παρὰ τοῦ Πατρός μου λαλῶ,» οὐ διδασκόμενον ἑαυτὸν εἰσάγει ὥσπερ τι νήπιον, ἀλλ’ ὅτι οὐδὲν ἐκτὸς τῶν τοῦ Πατρὸς οὔτε γινώσκει, οὔτε διδάσκει· οὕτω καὶ περὶ τοῦ Πνεύματος· ἐπεὶ ὅτι οὐ δεῖται διδασκαλίας τὸ Πνεῦμα, ἄκουσον τί φησιν ὁ Παῦλος· «Ὥσπερ οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τό, ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.» Ὁρᾷς αὐτοδίδακτον τὸ ἅγιον Πνεῦμα, ὥσπερ καὶ τὸ ἡμέτερον; Καὶ ἐκ τῶν ἑξῆς δὲ μαθήσῃ, ὁ εὐγνώμων, τοῦ Πνεύματος τὴν θεότητα. «Τὰ γὰρ ἐρχόμενα, φησί, ἀναγγελεῖ ὑμῖν·» τουτέστι, τὰ μέλλοντα, ὅπερ μάλιστα Θεοῦ ἴδιον, ἡ τῶν μελλόντων γνῶσις· ἐπεὶ γὰρ οὐδὲν ἄλλο διὰ πόθου οὕτως ἐστὶ τῇ ἀνθρωπίνῃ φύσει, ὡς ἡ περὶ τῶν μελλόντων γνῶσις, παραμυθεῖται τοὺς ἀποστόλους καὶ ἐκ τούτου.

Τοσοῦτον γάρ, φησίν, εὐεργετήσει ὑμᾶς, ὥστε καὶ τὸ μεῖζον δοκοῦν πάντων, δώσει ὑμῖν, τὴν τῶν ἐσομένων πρόγνωσιν. Ἅμα δὲ ἐπεὶ καὶ πρὸς πειρασμοὺς ἔμελλον ἀποδύσεσθαι, Ἐκεῖνος, φησί, πρὸς τὰ μέλλοντα ὑμῖν συμβαίνειν, παρασκευάσει ὑμᾶς, ὡς μὴ ἀφυλάκτως ἐξ ἀγνοίας ἐμπεσεῖν. «Δοξάσει δὲ καὶ ἐμέ·» ἐν γὰρ τῷ ἐμῷ ὀνόματι πάντα καὶ λαλήσει, καὶ ποιήσει, καὶ οὐδὲν ἐναντίον ἐρεῖ· ὥστε με διὰ τῶν ὑπ’ ἐκείνου γινομένων θαυμάτων πιστευθῆναι Θεόν, ὑμῖν τοῖς ἐμοῖς μαθηταῖς ἐπιχυθείσης πλουσίας τῆς χάριτος, καὶ μετὰ τὸν ἐμὸν θάνατον τοῦ ἐμοῦ ὀνόματος λάμποντος μᾶλλον· ὃ δόξα μεγάλη ἐστὶ καὶ ἀναμφίλεκτος, ὅταν ὁ νεκρωθεὶς καὶ ἀτιμασθείς, μετὰ ταῦτα μᾶλλον λάμπῃ. Εἶτα ἐπειδὴ ἥκουσαν τοῦ Κυρίου λέγοντος, ὅτι «Εἷς ὑμῶν ὁ καθηγητὴς ὁ Χριστός ἐστιν,» ἵνα μὴ νομίσωσιν, ὅτι Ἐπειδὴ εἷς διδάσκαλος ὑπάρχεις αὐτός, πῶς λέγεις ἡμῖν καὶ ἄλλον ἔσεσθαι διδάσκαλον τὸ Πνεῦμα; ἐπιφέρει, ὅτι «Ἐκ τοῦ ἐμοῦ λήψεται·» τουτέστιν, Ἐξ ὧν αὐτὸς οἶδα, ἐκ τῆς ἐμῆς γνώσεως. Ἢ καὶ ἄλλως· Τό, «Ἐκ τοῦ ἐμοῦ,» τουτέστιν, Ἐκ τοῦ ἐμοῦ θησαυροῦ, ὅπερ ἐστὶ τοῦ Πατρός. Ἐπεὶ γὰρ «πάντα ὅσα ἔχει ὁ Πατήρ, ἐμά ἐστι,» καὶ ἐμὸς πλοῦτος, καὶ ὁ Παράκλητος δὲ ἐκ τοῦ Πατρὸς λαλήσει· εἰκότως λέγω, «Ἐκ τοῦ ἐμοῦ λήψεται,» τουτέστι, θησαυροῦ, καὶ πλούτου, καὶ τῆς γνώσεως. Τίνος δὲ ἕνεκεν τὸ Πνεῦμα τοσαῦτα ἡμῖν δέδωκεν ἀγαθά, καὶ οὐχ ὁ Υἱός;

Πρῶτον μὲν οὖν τοῦτο λέγομεν, ὅτι τὴν ὁδὸν ταῖς τοῦ Πνεύματος δωρεαῖς ὁ Υἱὸς ἐποίησε, καὶ αὐτός ἐστιν ὁ αἴτιος τῶν τηλικούτων ἀγαθῶν. Εἰ μὴ γὰρ αὐτὸς τὴν ἁμαρτίαν ἔλυσε, πῶς ἂν ἠξιώθημεν ἡμεῖς Πνεύματος;

Οὐ γὰρ κατοικήσει τὸ Πνεῦμα ἐν σώματι καταχρέῳ ἁμαρτίαις. Ὥστε εἴ τι μέγα δέδωκε τὸ Πνεῦμα, ἐκ τοῦ Χριστοῦ τὰς ἀφορμὰς ἔσχεν. Ἔπειτα, ἐπεὶ οἱ αἱρετικοὶ ἔμελλον σμικρύνειν τοῦ Πνεύματος τὴν ἀξίαν ἐκ τοῦ ὕστερον ἐλθεῖν, τούτου ἕνεκεν αὐτῷ παραχωρεῖ τὰ μείζονα ἐν τοῖς ἀποστόλοις ἐνεργῆσαι· ἵνα διὰ τῆς τῶν δωρεῶν μεγαλειότητος ἀναγκαζόμενοι, καὶ ἄκοντες, ἐπιγνῶσι τὴν ἀξίαν τοῦ Πνεύματος, καὶ μὴ διότι ὕστερον ἐφάνη, διὰ τοῦτο ἔλαττον κριθείη τοῦ Υἱοῦ. «Μικρόν, καὶ οὐ θεωρεῖτέ με· καὶ πάλιν μικρόν, καὶ ὄψεσθέ με· ὅτι ἐγὼ ὑπάγω πρὸς τὸν Πατέρα μου.

Εἶπον οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· Τί ἐστι τοῦτο ὃ λέγει ἡμῖν· Μικρόν, καὶ οὐ θεωρεῖτέ με· καὶ πάλιν μικρόν, καὶ ὄψεσθέ με, καὶ Ὅτι ὑπάγω πρὸς τὸν Πατέρα μου; Ἔλεγον οὖν· Τοῦτό τί ἐστιν, ὃ λέγει τὸ μικρόν, οὐκ οἴδαμεν τί λαλεῖ.» Τίνος ἕνεκεν πάλιν αὐτοῖς ὁ Χριστὸς τὰ περὶ τῆς ἀναχωρήσεως καὶ τοῦ θανάτου αὐτοῦ εἰς μνήμην ἄγει, καίτοι ἔδει μᾶλλον συγκρύψαι ταῦτα; Γυμνάζων αὐτῶν τὴν διάνοιαν, καὶ δοκιμωτέραν ἀπεργαζόμενος, καὶ διὰ τοῦτο ἀεὶ μνημονεύει τῶν λυπηρῶν, εἰς συνεθισμὸν αὐτοὺς ἄγων, καὶ εἰς προσδοκίαν τούτων, ἵνα μὴ τῷ ἀθρόῳ καταπλαγῶσιν· ἅμα δὲ καὶ προσπλέκει τοῖς λυπηροῖς τὰ ψυχαγωγοῦντα· ὥσπερ οὖν κἀνταῦθα, «Μικρόν, καὶ οὐ θεωρεῖτέ με» εἰπὼν τὸ λυπηρόν, ἐπήγαγε καὶ τὸ εὐφρόσυνον· «Καὶ πάλιν μικρόν, καὶ ὄψεσθέ με·» καὶ ὅτι Πρὸς τὸν Θεὸν ἄνειμι, τὸν δυνάμενον ὑμῖν βοηθεῖν, καὶ οὐκ ἀπόλλυμαι, ἀλλὰ μεθίσταμαι· καὶ πρὸς ὀλίγον μὲν ὁ χωρισμός, αἰώνιος δὲ ἡ μεθ’ ὑμῶν εἰς τὸ ἑξῆς διαγωγή.

Ἐκεῖνοι μέντοι οὐ συνίεσαν· ὅθεν καὶ θαυμάσειεν ἄν τι, πῶς οὐκ ἐπεγίνωσκον ἃ λέγει. Ἔοικεν οὖν ἡ λύπη αὐτῶν τὴν διάνοιαν κατασχοῦσα, ἐκβαλεῖν τὴν μνήμην τῶν λεγομένων, ἢ ἀπὸ τῆς ἀσαφείας τῶν ῥημάτων, τὸ μὴ συνιέναι αὐτοῖς ἐπιγενέσθαι.

Διὸ καὶ δοκοῦσιν ἐναντία τινὰ αὐτοῖς τὸν Ἰησοῦν φθέγγεσθαι· Εἰ μὲν γὰρ ὀψόμεθά σε, ποῦ ὑπάγεις; Εἰ δὲ ὑπάγεις, πῶς ὀψόμεθά σε; Αἰνίγματα γὰρ ἐδόκουν ταῦτα. «Ἔγνω οὖν ὁ Ἰησοῦς, ὅτι ἤθελον αὐτὸν ἐρωτᾷν, καὶ εἶπεν αὐτοῖς· Περὶ τούτου ζητεῖτε μετ’ ἀλλήλων, ὅτι εἶπον· Μικρόν, καὶ οὐ θεωρεῖτέ με· καὶ πάλιν μικρόν, καὶ ὄψεσθέ με. Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ὅτι κλαύσετε, καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται, ὑμεῖς δὲ λυπηθήσεσθε, ἀλλ’ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. Ἡ γυνή, ὅταν τίκτῃ, λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκ ἔτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαράν, ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. Καὶ ὑμεῖς οὖν λύπην μὲν νῦν ἔχετε, πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἵρει ἀφ’ ὑμῶν.» Ἐπειδὴ εἶδε τοὺς μαθητὰς μηδ’ ὄλως συνιέντας τῶν λεγομένων διὰ τὴν ἐκ λύπης κάρωσιν, σαφέστερον αὐτοῖς τὸ περὶ τοῦ θανάτου αὐτοῦ δόγμα ἐμπήγνυσιν, ἵνα συνεθισθέντες τοῖς ῥήμασι, καὶ τοῖς πράγμασιν, αὐτὸν γενναίως ἐνέγκωσι.

Καὶ δή φησι· «Κλαύσετε μὲν καὶ θρηνήσετε ὑμεῖς,» ὃ τοῦ θανάτου ἐστὶ τοῦ σταυροῦ· «ὁ δὲ κόσμος χαρήσεται·» τουτέστιν, Οἱ τὰ τοῦ κόσμου φρονοῦντες Ἰουδαῖοι χαρήσονται, ὡς τὸν ἐχθρὸν αὐτῶν ἐμὲ ἀνελόντες. «Ἀλλ’ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται·» ὥσπερ οὖν καὶ ἡ τῶν Ἰουδαίων χαρὰ εἰς λύπην αὐτοῖς καταντήσει, ὅταν μετὰ τὴν ἀνάστασιν τὸ ἐμὸν δοξάζηται ὄνομα. Δύνασαι δὲ καὶ κόσμου χαράν, μὴ τὴν τῶν Ἰουδαίων ἣν ἐχάρησαν, τοῦ Κυρίου ἀναιρεθέντος, ἀλλὰ τὴν τοῦ κόσμου σωτηρίαν νοῆσαι, ὥστε εἶναι τὸ λεγόμενον τοιοῦτον· «Ὑμεῖς μὲν λυπηθήσεσθε,» ἀλλὰ τοῦτο τὸ ἐμὸν πάθος, ἐφ’ ᾧ ὑμεῖς λυπεῖσθε, τοῦ κόσμου παντὸς χαρὰ καὶ σωτηρία ἔσται. Εἶτα καὶ παράδειγμα κοινὸν ἐπιφέρει τὸ τῆς γυναικὸς καὶ τῆς ὠδῖνος. Ταύτῃ δὲ τῇ παραβολῇ καὶ οἱ προφῆται κέχρηνται, τῇ δριμύτητι τῶν ὠδίνων τὴν ὑπερβολὴν τῆς ἀθυμίας παραδηλοῦντες. Τοιοῦτον δέ τι λέγει· Ὠδῖνες λήψονται ὑμᾶς ἀθυμίας, ἀλλ’ ἡ ὠδίν, τοῦ τόκου αἰτία γίνεται· ἅμα δὲ καὶ τὸν περὶ ἀναστάσεως πιστούμενος λόγον, καὶ δεικνύων, ὅτι τὸ ἀποθανεῖν ὅμοιόν ἐστι τῷ ἀπὸ μήτρας εἰς φῶς ἐξελθεῖν.

Μὴ γὰρ θαυμάσητε, ὅτι διὰ λύπης τοσαύτης μέλλετε βαδίσαι ἐπὶ χαράν· ἐπεὶ καὶ ἡ μήτηρ διὰ τῆς ἐν τῇ ὠδῖνι λύπης, ἐπὶ τὸ γενέσθαι μήτηρ ἔρχεται. Αἰνίττεται δέ τι ἐνταῦθα καὶ μυστικόν, ὅτι ἔλυσεν αὐτὸς τὰς ὠδῖνας τοῦ θανάτου, καὶ νέον ἄνθρωπον ἀπογεννηθῆναι ἐποίησεν, οὐκ ἔτι φθειρόμενον, οὐκ ἔτι ἀποθνήσκοντα· ὅς ἐστιν αὐτὸς ὁ Κύριος. Ὅρα γάρ, πῶς οὐκ εἶπεν, ὅτι Οὐκ ἔτι μνημονεύει τῆς θλίψεως, ὅτι ἐγεννήθη αὐτῇ παιδίον, ἀλλ’, «Ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον.» Τοῦτο γὰρ οὐ μάτην οὕτως εἶπεν, ἀλλὰ θέλων ἐμφαντικῶς καὶ κεκρυμμένως ὑπαινίξασθαι, ὅτι αὐτός ἐστιν ὁ γεννηθεὶς ἄνθρωπος, οὐ τῷ ὠδίναντι αὐτὸν ᾅδῃ, ἀλλὰ τῷ κόσμῳ.

Ἡμῖν γὰρ ἐγεννήθη ἐξ ἀναστάσεως ὁ νέος ἄνθρωπος καὶ ἄφθαρτος, Ἰησοῦς Χριστὸς ὁ Θεὸς ἡμῶν. Τὸ τοίνυν παράδειγμα τῆς τικτούσης γυναικὸς μὴ δι’ ὅλου ζήτει προσαρμόσαι τοῖς περὶ τὸν Χριστὸν συμβεβηκόσιν, ἀλλ’ ἢ μόνον εἰς τὸ δεῖξαι, ὅτι πρόσκαιρος ἡ λύπη, καὶ ὅτι μέγα τῶν ὠδίνων τὸ κέρδος, καὶ ὅτι πρὸς ζωὴν καὶ παλιγγενεσίαν ὁ τῆς ἀναστάσεως τοκετός. Τὰ δ’ ἄλλα πάντα τοῦ παραδείγματος ἀπᾴδουσι· καὶ εἰκότως. Παραβολὴ γάρ ἐστιν· ἡ δὲ παραβολή, ἐὰν διὰ πάντων σώζηται, οὐκ ἔστι παραβολή, ἀλλ’ αὐτὸ ἐκεῖνο, δι’ ὃ ἡ παραβολή. Καὶ ἐνταῦθα οὖν τὰς ὠδῖνας λαμβάνομεν εἰς τὴν λύπην τῶν ἀποστόλων, καὶ τὴν χαρὰν εἰς τὴν μετὰ τὴν ἀνάστασιν παραμυθίαν· καὶ πάλιν τὴν τῶν ὠδίνων λύσιν, εἰς τὴν τοῦ ᾅδου κατάλυσιν, καὶ τὴν γέννησιν εἰς τὴν ἀνάστασιν τοῦ Πρωτοτόκου ἐκ νεκρῶν· οὐκ ἔτι μέντοι τὸν ᾅδην εἰς τὴν μητέρα. Οὐ γὰρ ἐχάρη ὁ ᾅδης, ἀλλ’ οἱ ἀπόστολοι ἐχάρησαν, καὶ χαράν, ἣν οὐδεὶς ἦρεν ἀπ’ αὐτῶν. Ὅτε γὰρ ὑβρίζοντο, τότε ἔχαιρον, ὅτε ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἠτιμάζοντο.

Ἅμα δὲ καὶ διὰ τοῦ εἰπεῖν, ὅτι «Τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει,» δείκνυσιν, ὅτι οὐκ ἔτι θανεῖται, ἀλλ’ ἀεὶ ζῶν, ἀκαταλύτου χαρᾶς αὐτοῖς πρόξενος ἔσται. «Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν. Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ὅτι ὅσα ἂν αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν. Ἕως ἄρτι οὐκ ᾐτήσασθε οὐδὲν ἐν τῷ ὀνόματί μου. Αἰτεῖτε, καὶ λήψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.» Ὅτε, φησίν, ἀναστήσομαι, τότε ἐπιφοιτήσαντος ὑμῖν πάντως τοῦ Παρακλήτου, καὶ ὁδηγήσαντος εἰς πᾶσαν τὴν ἀλήθειαν, «ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν,» τοιοῦτον οἷον καὶ πρώην· «Ποῦ ὑπάγεις;» καί, «Δεῖξον ἡμῖν τὸν Πατέρα.» Πάντα γὰρ γνώσεσθε ἐν Πνεύματι, ἤτοι «ἐρωτήσετε,» ἀντὶ τοῦ, παρακαλέσετε, ἀξιώσετε. Ὅτε τοίνυν ἐκ νεκρῶν ἀναστάς, πέμψω ὑμῖν τὸν Παράκλητον, τότε «οὐκ ἔτι ἐμὲ ἐρωτήσετε,» τουτέστιν, αἰτήσεσθε, ὥστε μεσίτην ἐμὲ γενέσθαι, ἀλλὰ ἀρκέσει ὑμῖν τὸ ὄνομά μου εἰς τὸ παρὰ τοῦ Πατρὸς λαβεῖν τὰ αἰτήματα. Δείκνυσιν οὖν ἐνταῦθα τοῦ ὀνόματος αὐτοῦ τὴν δύναμιν, εἴ γε μηδὲ παρακαλούμενος, ἀλλ’ ὀνομαζόμενος μόνον, τοιαῦτα ποιεῖ. «Ἕως ἄρτι, φησίν, οὐκ ᾐτήσασθε οὐδὲν ἐν τῷ ὀνόματί μου·» ἀπὸ τοῦ νῦν δὲ «αἰτεῖτε, καὶ» πάντως «λήψεσθε.» Ὥστε συμφέρει τὸ ἀποθανεῖν με, εἴ γε μέλλετε ἀπὸ τοῦ νῦν παῤῥησίας μείζονος τυγχάνειν παρὰ τῷ Πατρί μου.

Μὴ γὰρ ἐπειδὴ χωρίζομαι ὑμῶν, νομίζετε ἐγκαταλειφθῆναι παρ’ ἐμοῦ, ἀλλὰ τὸ ὄνομά μου μείζω ὑμῖν παῤῥησίαν δώσει, καὶ ἡ χαρὰ ὑμῶν τότε ἔσται πληρεστάτη, λαμβανόντων πάντα τὰ αἰτήματα.

Σκόπει δέ, ὅτι ἐκεῖνος λαμβάνει, ὁ ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ αἰτῶν. Οὐδεὶς οὖν τῶν κοσμικὰ αἰτούντων καὶ ψυχοβλαβῆ, ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ αἰτεῖ, διὸ οὐδὲ λαμβάνει. Τὸ γὰρ ὄνομα τοῦ Χριστοῦ, θεῖον καὶ σωτήριον· ὅταν δέ τις τὰ πρὸς ἀπώλειαν ψυχῆς φέροντα αἰτεῖ, πῶς ἐροῦμεν τοῦτον ἐν τῷ σωτηρίῳ ὀνόματι αἰτεῖν; «Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ἀλλ’ ἔρχεται ὥρα, ὅτε οὐκ ἔτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παῤῥησίᾳ περὶ τοῦ Πατρὸς ἀναγγελῶ ὑμῖν. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε· καὶ οὐ λέγω ὑμῖν, ὅτι ἐγὼ ἐρωτήσω τὸν Πατέρα περὶ ὑμῶν· αὐτὸς γὰρ ὁ Πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε, ὅτι ἐγὼ παρὰ τοῦ Θεοῦ ἐξῆλθον. Ἐξῆλθον παρὰ τοῦ Πατρός, καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον, καὶ πορεύομαι πρὸς τὸν Πατέρα.» Παροιμία ἐστὶ λόγος, πλαγίως, καὶ ἐπικεκρυμμένως, καὶ τὸ ὅλον παραβολικῶς ὑποκείμενόν τι δεικνύων. Ἐπεὶ τοίνυν ὁ Κύριος πολλὰ αὐτοῖς ἐπικεκρυμμένως εἶπε, καὶ παραβολικὸν δὲ ἦν τὸ περὶ τῆς γυναικὸς καὶ τοῦ τοκετοῦ, φησί· «Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν, ἀλλ’ ἔρχεται ὥρα, ὅτε οὐκ ἔτι ἐν παροιμίαις, ἀλλὰ παῤῥησίᾳ περὶ τοῦ Πατρὸς ἀναγγελῶ ὑμῖν.» Μετὰ γὰρ τὴν ἀνάστασιν παραστήσας ἑαυτὸν ζῶντα, δι’ ἡμερῶν τεσσαράκοντα ἐλάλει αὐτοῖς τὰ περὶ τοῦ Πατρὸς τὰ μυστικώτερα καὶ ἀκριβέστερα.

Πρότερον γὰρ οὕτως ἐνόμιζον αὐτοῦ Πατέρα εἶναι τὸν Θεόν, ὡς καὶ ἡμῶν ἐστι, χάριτι. Πάλιν δὲ θάῤῥος αὐτοῖς διδούς, ὅτι λήψονται ἐν τοῖς πειρασμοῖς βοήθειαν ἄνωθεν, «Ἐν τῷ ὀνόματί μου, φησίν, αἰτήσασθε [αἰτήσεσθε],» καὶ τοσοῦτον ὑμῖν διαβεβαιοῦμαι φίλον εἶναι τὸν Πατέρα, ὥστε οὐδὲ τῆς μεσιτείας λοιπὸν ἐμοῦ χρῄζετε. «Αὐτὸς γὰρ» ἐκεῖνος «φιλεῖ ὑμᾶς.» Εἶτα ἵνα μὴ ἀποπηδήσωσι τοῦ Χριστοῦ, ὡς οὐκ ἔτι αὐτοῦ χρῄζοντες, ἀλλὰ τῷ Πατρὶ ἀμέσως ἀγαπώμενοι, φησί· «Διὰ τοῦτο φιλεῖ ὑμᾶς ὁ Πατήρ, διότι ὑμεῖς ἐμὲ πεφιλήκατε.» Ὅτε οὖν ἐκπέσοιτε τῆς ἐμῆς φιλίας, αὐτίκα καὶ τοῦ Πατρὸς ἐκπεσεῖσθε.

Ἐπεὶ δὲ διαφερόντως αὐτοὺς παρεμυθεῖτο, τὸ ἀκούειν ὅτι παρὰ τοῦ Θεοῦ ἐξῆλθε, καὶ πάλιν πρὸς Θεὸν ὑπάγει, διὰ τοῦτο συνεχῶς αὐτὸ στρέφει. Ὅθεν καὶ αὐτοὶ ἐκ τοῦ ταῦτα ἀκούειν ὠφεληθέντες, καὶ ἀναπνεύσαντες, τί φασιν; «Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Ἴδε νῦν, παῤῥησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις· νῦν οἴδαμεν, ὅτι οἶδας πάντα, καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ. Ἐν τούτῳ πιστεύομεν, ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες.

Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Ἄρτι πιστεύετε. ἰδοὺ ἔρχεται ὥρα, καὶ νῦν ἐλήλυθεν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια, καὶ ἐμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ Πατὴρ μετ’ ἐμοῦ ἐστιν.» Ἀκούσαντες οἱ μαθηταί, ὅτι φίλος ἔσται αὐτοῖς ὁ Θεὸς καὶ Πατήρ, καὶ ὅτι οὐ δέονται τῆς αὐτοῦ μεσιτείας, ὡς τῷ Πατρὶ ᾠκειωμένοι, καὶ ὅτι ἐξῆλθε παρὰ τοῦ Θεοῦ, φασίν, ὅτι «Νῦν οἴδαμεν, ὅτι οἶδας πάντα,» τουτέστι, Γινώσκεις τὰ σκανδαλίζοντα τὴν ἑκάστου καρδίαν, «καὶ οὐ χρείαν ἔχεις,» ἵνα παρά τινων μανθάνῃς αὐτά. Καὶ «ἐν τούτῳ πιστεύομεν, ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες.» Θεοῦ γάρ, τὸ εἰδέναι τὰ κρυπτὰ τῆς καρδίας.

Σκόπει δέ, πῶς ἀτελεῖς ἧσαν λέγοντες τό, «Νῦν οἴδαμεν.» Οἱ γὰρ τοσούτων ἀκούσαντες διδασκαλιῶν, «Νῦν οἴδαμεν,» φασίν. Ὁ δὲ Χριστὸς δεικνύων αὐτοῖς, ὅτι ἀτελεῖς εἰσιν ἔτι, καὶ οὔπω οὐδὲν μέγα περὶ αὐτοῦ ἐνενόησαν, ἀλλὰ κάτω καὶ περὶ τὴν γῆν ἔτι στρέφονται, φησίν· «Ἄρτι πιστεύετε.» Ὥσπερ γὰρ ἐπιμέμφεται αὐτοῖς καὶ προσονειδίζει τὴν βραδυτῆτα τῆς πίστεως. Ἵνα [δὲ] μὴ δόξωσι χαρίζεσθαι αὐτῷ, τοιαῦτα περὶ αὐτοῦ ἐννοοῦντες, φησίν· «Ἐλήλυθεν ἡ ὥρα, ἵνα σκορπισθῆτε ἕκαστος.» Ὑμεῖς γάρ, φησί, δοκεῖτε μέγα τι περὶ ἐμοῦ φαντασθῆναι· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι τοσοῦτόν ἐστε ἀτελεῖς, ὥστε ἐγκαταλιπεῖν με μέλλετε τοῖς ἐχθροῖς· καὶ τοσαύτη δειλία ὑμῶν κατακρατήσει, ὥστε οὐδὲ μετ’ ἀλλήλων δυνήσεσθε ἀναχωρῆσαι, ἀλλὰ καὶ ἀπ’ ἀλλήλων διασκορπισθήσεσθε, καὶ ἕκαστος καταφυγὴν καὶ σωτηρίαν ἑαυτῷ πορίσεται. Ἀλλ’ οὐδὲν ἐκ τούτου δεινὸν πείσομαι· «Οὐ γὰρ μόνος εἰμί,» ἀλλ’ ἔχω καὶ τὸν Πατέρα μετ’ ἐμοῦ. Ὥστε οὐ δι’ ἀδυναμίαν πάσχω, ἀλλ’ ἑκὼν παραχωρῶ τοῖς σταυρωταῖς. Ὅταν οὖν ἀκούσῃς τό, «Ἵνα τί με ἐγκατέλιπες;» μὴ οὕτως ἁπλῶς νόει, ὅτι ἐγκατελείφθη ὁ Σωτὴρ ὑπὸ τοῦ Πατρὸς (πῶς γὰρ ἐνταῦθα μαρτυρεῖ, ὅτι «Ὁ Πατὴρ μετ’ ἐμοῦ ἐστι;»), ἀλλ’ ἀπὸ τῆς ἀνθρωπίνης φύσεως ῥηθῆναι νόει τοῦτο, τῆς ἐγκαταλειφθείσης διὰ τὰς ἁμαρτίας, καὶ ἀποῤῥιφείσης, ἐν Χριστῷ δὲ καταλλαγείσης, καὶ προσληφθείσης τῷ Πατρί. «

Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε.

Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε, ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.» —«Ταῦτα, φησίν, ἐλάλησα ὑμῖν,» ἵνα μὴ ἐκβάλητέ με ἐκ τῆς διανοίας ὑμῶν, μηδὲ διασαλευθῆτε, καὶ ταραχθῆτε ἀπὸ τῆς ἐν τῇ ἐμῇ ἀγάπῃ σταθερότητος, ἀλλ’ εἰρηνεύητε ἐν ἐμοί· τουτέστι, Μένητε ἀκλόνητοι, παραδεχόμενοι ὡς πιστά, ὅσα εἶπον ὑμῖν. Ἀκουέτω δὲ καὶ Ἄρειος, ὅτι ταῦτα πάντα τὰ ταπεινά, καὶ ἀνάξια δοκοῦντα τῆς τοῦ Υἱοῦ δόξης, διὰ τοὺς ἀκροατὰς εἵρηται, οὐχ ἵνα ἡμεῖς πρὸς τὰ δόγματα τούτοις χρώμεθα. Ἐλέχθησαν γὰρ τοῖς ἀποστόλοις πρὸς παρηγορίαν, ὡς ἐνδεικτικὰ τῆς αὐτοῦ πρὸς αὐτοὺς ἀγάπης. «Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε.» Οὐ μέχρι τῶν ῥηθέντων, φησί, δεινῶν στήσω ὑμῖν τοὺς πειρασμούς, ἀλλ’ ἕως ἂν ἦτε ἐν τῷ κόσμῳ, «θλῖψιν ἕξετε,» οὐ νῦν, ὅτε παραδίδομαι, ἀλλὰ καὶ μετὰ ταῦτα· ἀλλ’ ἀντίστητε τῷ λογισμῷ· «Θαρσεῖτε γάρ, ὅτι ἐγὼ νενίκηκα τὸν κόσμον·» ἐμοῦ δὲ νικήσαντος, οὐ δεῖ τοὺς μαθητὰς ὑμᾶς ἀλύειν, ἀλλὰ καταφρονεῖν αὐτοῦ ὡς νενικημένου. Πῶς δὲ νενίκηκε τὸν κόσμον; Τὸν ἄρχοντα τῶν τοῦ κόσμου παθῶν καταπαλαίσας. Ἀλλὰ μὴν καὶ ἀπὸ τῶν μετὰ ταῦτα δῆλον. Πάντα γὰρ αὐτῷ ὑπετάγησαν, καὶ παρεχώρησαν.

Ὥσπερ οὖν τοῦ Ἀδὰμ ἡττηθέντος, πᾶσα ἡ φύσις κατεκρίθη· οὕτω τοῦ Χριστοῦ νικήσαντος, εἰς πᾶσαν τὴν φύσιν ἡ νίκη διαβέβηκεν, καὶ δύναμις ἡμῶν ἐχαρίσθη ἐν Χριστῷ Ἰησοῦ, πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Δι’ ἀνθρώπου γὰρ εἰσῆλθεν ὁ θάνατος, καὶ δι’ ἀνθρώπου ἡ ζωή, καὶ τὸ κατὰ τοῦ διαβόλου κράτος. Εἰ γὰρ ψιλὸς Θεὸς ἐνίκησεν, οὐδὲν ἂν ἦν πρὸς ἡμᾶς.

ΚΕΦΑΛ. ΙΖʹ. Περὶ τῆς προσευχῆς τοῦ Ἰησοῦ πρὸς τὸν Πατέρα ὑπὲρ τῶν δεδομένων ἑαυτῷ μαθητῶν. «Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἐπῆρε τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανόν, καὶ εἶπε· Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν Υἱόν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε, καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός· ἵνα πᾶν ὃ δέδωκας αὐτῷ, δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Εἰπὼν τοῖς μαθηταῖς, ὅτι «Θλῖψιν ἕξετε,» καὶ παραινέσας αὐτοῖς θαρσεῖν, ἀνίστησι πάλιν διὰ τῆς εὐχῆς, παιδεύων ἡμᾶς ἐν τοῖς πειρασμοῖς, πάντα ἀφιέντας, ἐπὶ τὸν Θεὸν καταφεύγειν.

Ἄλλως τε· Οὐδὲ εὐχὴ τὸ πρᾶγμά ἐστιν, ἀλλὰ διάλεξις πρὸς τὸν Πατέρα. Εἰ δὲ ἀλλαχοῦ εὔχεται, καὶ ἐπὶ γόνατα κάμπτεται, μὴ θαυμάσῃς Ἦλθε γὰρ ὁ Χριστὸς μὴ μόνον ἑαυτὸν φανερώσων, ἀλλὰ καὶ ἀρετὴν πᾶσαν παιδεύσων· τὸν δὲ παιδεύοντα, οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων παιδεύειν χρή. Δεῖξαι δὲ θέλων, ὅτι οὐκ ἄκων, ἀλλ’ ἑκὼν ἐπὶ τὸ πάθος ἔρχεται, φησί· «Πάτερ, ἐλήλυθεν ἡ ὥρα.» Ἰδοὺ γὰρ ὡς ἀσπαστὸν τοῦτο ποθεῖ, καὶ δόξαν τὸ πρᾶγμα καλεῖ, οὐκ οἰκείαν μόνην, ἀλλὰ καὶ τοῦ Πατρός· ὃ καὶ γέγονεν. Οὐ γὰρ ὁ Υἱὸς μόνος, ἀλλὰ καὶ ὁ Πατὴρ ἐδοξάσθη. Πρὸ μὲν γὰρ τοῦ σταυροῦ οὐδὲ Ἰουδαῖοι αὐτὸν ᾔδεσαν («Ἰσραὴλ γάρ με οὐκ ἔγνω,» φησί)· μετὰ δὲ τὸν σταυρὸν ἡ οἰκουμένη πᾶσα αὐτῷ προσέδραμε. Δείκνυσι δὲ τίς ἐστιν ἡ δόξα αὐτοῦ τε καὶ τοῦ Πατρός. Τὸ πιστεῦσαι, φησί, πᾶσαν σάρκα, καὶ εὐεργετηθῆναι, τοῦτό ἐστι δόξα Θεοῦ. Οὐ γὰρ εἰς Ἰουδαίους μόνους ἡ χάρις συσταλήσεται, ἀλλ’ εἰς τὴν οἰκουμένην ἐκταθήσεται. Εἶπε δὲ τοῦτο, ὅτι ἔμελλε πέμπειν αὐτοὺς εἰς τὰ ἔθνη. Ἵν’ οὖν μὴ νομίσωσι καινοτομίαν εἶναι τοῦτο, καὶ ἀβούλητον τῷ Πατρί, δείκνυσιν, ὅτι ὑπὸ τοῦ Πατρὸς δέδοται αὐτῷ κατὰ πάσης σαρκὸς ἐξουσία. Πρὸ τούτου δὲ ἔλεγεν αὐτοῖς· «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε.» Τί δέ ἐστι τό, «Πάσης σαρκός;» οὐ γὰρ δὴ πάντες ἐπίστευσαν.

Καὶ μὴν ὁ Χριστός, τὸ ἑαυτοῦ μέρος, ἐσπούδαζε πάντας εἰς πίστιν ὑπαγαγέσθαι· εἰ δὲ μὴ προσέσχον ἐκεῖνοι, οὐ τοῦ διδάσκοντος τὸ ἔγκλημα, ἀλλὰ τῶν μὴ δεχομένων. Ὅταν δὲ ἀκούσῃς τό, «Δέδωκας,» καί, «Ἔλαβον,» καὶ τὰ τοιαῦτα, συγκαταβατικῶς εἰρῆσθαι νόει, ὡς μυριάκις εἴπομεν. Φυλάττων γὰρ ἀεὶ τὸ αὐτός τι περὶ αὐτοῦ λέγειν μέγα, συγκαταβαίνει τῇ ἀσθενείᾳ τῶν ἀκροατῶν· καὶ ἐπειδὴ ἐσκανδαλίζοντο, μεγάλα περὶ αὐτοῦ ἀκούοντες, τὰ τέως αὐτοῖς χωρητὰ φθέγγεται· ὥσπερ καὶ ἡμεῖς, τοῖς παιδίοις διαλεγόμενοι, καὶ τὸν ἄρτον οὕτως ὀνομάζομεν ὡς ἐκεῖνα, καὶ τὸ ὕδωρ, καὶ ἁπλῶς τ’ ἄλλα πάντα. Ἐπεὶ ὅταν ὁ εὐαγγελιστὴς περὶ τοῦ Κυρίου λέγῃ, ἄκουσον τί φησι· «Πάντα δι’ αὐτοῦ ἐγένετο·» καί, «Ὅσοι ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.» Ὁ ἑτέροις διδούς, πῶς αὐτὸς ταύτην οὐκ εἶχεν, ἀλλ’ ἐλάμβανε παρὰ τοῦ Πατρός; Ἔπειτα καὶ ἐνταῦθα ἐν τοῖς δοκοῦσι τούτοις ταπεινοῖς ῥήμασι, παραπέπλεκταί τι καὶ ὑψηλόν. «Ἵνα γάρ, φησί, πᾶν ὃ δέδωκας αὐτῷ,» τοῦτο τῆς συγκαταβάσεως· «δώσῃ αὐτοῖς ζωὴν αἰώνιον,» τοῦτο τῆς ἐξουσίας τοῦ Μονογενοῦς καὶ τῆς θεότητος. Θεοῦ γάρ, τὸ διδόναι ζωήν, καὶ ταύτην αἰώνιον. «Μόνον δὲ ἀληθινὸν Θεὸν» εἶπε τὸν Πατέρα, πρὸς ἀντιδιαστολὴν τῶν ψευδωνύμων παρ’ Ἕλλησι θεῶν, οὐ γὰρ δὴ χωρίζων ἑαυτὸν τοῦ Πατρός, ἄπαγε!

Καὶ αὐτὸς γὰρ ὁ Υἱὸς ἀληθινὸς ὤν, οὐκ ἂν εἴη Θεὸς ψευδής, ἀλλ’ ἀληθινός· ὥσπερ αὐτὸς οὗτος ὁ εὐαγγελιστὴς περὶ τοῦ Κυρίου ἐν τῇ καθολικῇ αὑτοῦ Ἐπιστολῇ φησιν, ὅτι «Ἰησοῦς Χριστός, οὗτός ἐστιν ἀληθινὸς Θεός, καὶ ζωὴ αἰώνιος.» Εἰ δὲ ἐνίστανται οἱ αἱρετικοί, ψευδῆ εἶναι Θεὸν τὸν Υἱόν, ἐπειδὴ ὁ Πατὴρ εἴρηται μόνος ἀληθινὸς Θεός, μανθανέτωσαν, ὅτι περὶ τοῦ Υἱοῦ φησιν ὁ αὐτὸς εὐαγγελιστὴς οὕτως, ὅτι «Ἦν τὸ φῶς τὸ ἀληθινόν.» Ἄρα γοῦν κατ’ αὐτοὺς ὁ Πατὴρ ψευδές ἐστι φῶς· ἀλλ’ ἄπαγε! Ὥστε καὶ ὅταν ἀληθινὸν Θεὸν λέγῃ τὸν Πατέρα, πρὸς τοὺς ψευδεῖς θεοὺς παρ’ Ἕλλησι τοῦτον ἀντιδιαστέλλων λέγει· ὥσπερ οὖν καὶ τό, «Τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε» Ὡς γὰρ οἱ αἱρετικοὶ νοοῦσι λοιπόν, ἐπεὶ μόνος Θεὸς ὁ Πατήρ, ὁ Υἱὸς δὲ οὐδὲ ὅλως ἐστὶ Θεός, ὄντως ἀνόητα ταῦτα. «Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω, Καὶ νῦν δόξασόν με σύ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ, ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί. Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις.» Μάνθανε ἐντεῦθεν, πῶς δοξάζει ὁ Πατὴρ τὸν Υἱόν· πάντως γάρ, οὕτως, ὡς καὶ ὁ Υἱὸς τὸν Πατέρα. «Ἐγώ σε, φησίν, ἐδόξασα ἐπὶ τῆς γῆς.» Εἰκότως προσέθηκε τό, «Ἐπὶ τῆς γῆς.» Ἐν οὐρανοῖς γὰρ δεδοξασμένος ἦν, ὑπὸ τῶν ἀγγέλων προσκυνούμενος· ἡ δὲ γῆ ἠγνόει αὐτόν.

Ἐπεὶ οὖν ὁ Υἱὸς αὐτὸν ἀνήγγειλε πᾶσιν, «Ἐδόξασά σε, φησίν, ἐπὶ» πάσης «τῆς γῆς,» θεογνωσίαν ἐγκατασπείρας, καὶ τελειώσας «τὸ ἔργον, ὁ δέδωκάς μοι.» Τοῦτο γὰρ τὸ ἔργον τῆς τοῦ Μονογενοῦς σαρκώσεως, τὸ ἁγιάσαι τὴν φύσιν ἡμῶν, καὶ τὸν πρὶν θεοποιούμενον κοσμοκράτορα καταβαλεῖν, καὶ θεογνωσίαν ἐμφυτεῦσαι τῇ κτίσει. Πῶς δὲ ἐτελείωσεν αὐτό, καίτοι μηδὲ ἀρξάμενος;

Ὅσον, φησί, τὸ εἰς ἐμὲ ἧκον, ἐτελείωσα. Ἡ καὶ ἐπειδὴ τὸ μεῖζον πάντων ἐποίησε, καὶ τὴν ῥίζαν τῶν ἀγαθῶν ἡμῖν κατεβάλετο, τὸν διάβολον νενικηκώς, καὶ ἑαυτὸν τῷ παμφάγῳ θηρίῳ τῷ θανάτῳ ἐπιῤῥίψας, τῇ δὲ ῥίζῃ ταύτῃ ἔμελλον ἀκολουθήσειν ἐξ ἀνάγκης καὶ οἱ τῆς θεογνωσίας καρποί· διὰ τοῦτό φησιν, ὅτι «Ἐτελείωσα τὸ ἔργον.» Ἔσπειρα, φησί, ῥίζαν ἐφύτευσα· οἱ καρποὶ ἕψονται. «Δόξασον οὖν με καὶ σύ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ, ᾗ εἶχον παρὰ σοὶ πρὶν ἢ ὁ κόσμος συσταίη.» Οὔπω δεδόξαστο τῆς σαρκὸς ἡ φύσις, οὔτε ἀφθαρσίας ἀπολαύσασα, οὔτε τοῦ θρόνου κοινωνήσασα τοῦ βασιλικοῦ· καὶ διὰ τοῦτο οὖν φησι· «Δόξασόν με·» τουτέστι, Τὴν ἀνθρωπίνην μου φύσιν, ταύτην τὴν νῦν ἀτιμαζομένην, τὴν σταυρωθησομένην, καὶ ἀνάγαγε ταύτην εἰς τὴν δόξαν, «ἣν εἶχον παρὰ σοί,» ἐγὼ ὁ Λόγος καὶ Υἱός σου, «πρὸ τοῦ τὸν κόσμον εἶναι.» Συνεκάθισε γὰρ τὴν ἀνθρωπίνην φύσιν ἐν τῷ θρόνῳ τῷ βασιλικῷ, καὶ προσκυνεῖται νῦν ὑπὸ πάσης τῆς κτίσεως. «Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις.» Νῦν ἑρμηνεύει τί ἐστι τό, «Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς·» τὸ φανερῶσαί σου τὸ ὄνομα. Πῶς οὖν ἐφανέρωσεν ὁ Υἱός; καὶ γὰρ καὶ ὁ Ἡσαΐας φησί· «Ὀμεῖσθε Θεὸν τὸν ἀληθινόν.»

Ἀλλ’ ὃ πολλάκις εἴπομεν, ὅτι εἰ καὶ δῆλον ἦν, ἀλλ’ Ἰουδαίοις μόνοις, καὶ οὐδὲ τούτοις πᾶσι· νῦν δὲ περὶ τῶν ἐθνῶν φησιν, ὅτι φανερὸν αὐτοῖς γενήσεται τὸ ὄνομα τοῦ Θεοῦ, τοῦ Χριστοῦ δόντος ἤδη σπέρματα τῆς θεογνωσίας, διὰ τοῦ καταλῦσαι τὸν τῆς εἰδωλολατρίας ὑφηγητὴν διάβολον.

Ἄλλως τε· Εἰ καὶ ἐγίνωσκον τὸν Θεόν, ἀλλ’ οὐχ ὡς Πατέρα ἐγίνωσκον, ὡς δὲ Δημιουργὸν μόνον· ὁ δὲ Υἱὸς αὐτὸν Πατέρα ἐφανέρωσε, καὶ διὰ λόγων, καὶ δι’ ἔργων γνώριμον ἑαυτὸν καταστήσας. Ὁ γὰρ Υἱὸν ἑαυτὸν ἀποδείξας Θεοῦ, εὔδηλον, ὅτι καὶ Πατέρα ἐκεῖνον συναπεδείκνυεν. «Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν· καὶ ἐμοὶ αὐτοὺς δέδωκας, καὶ τὸν λόγον σου τετηρήκασι.

Νῦν ἔγνωκαν, ὅτι πάντα ὅσα δέδωκάς μοι, παρὰ σοῦ ἐστιν, ὅτι τὰ ῥήματα ἃ δέδωκάς μοι, δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς, ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν, ὅτι σύ με ἀπέστειλας.» Δύο ταῦτα κατασκευάσαι βούλεται· ἓν μέν, ὅτι οὐκ ἔστιν ἐναντίος τῷ Πατρί· ἕτερον δέ, ὅτι βούλημα αὐτοῦ ἐστι τὸ πιστεῦσαι αὐτοὺς τῷ Υἱῷ. Διὰ τοῦτό φησιν· «Οὒς δέδωκάς μοι, σοὶ ἦσαν.» Ἀμφότερα γὰρ ταῦτα δείκνυται τό, «Δέδωκάς μοι.» Οὐ γὰρ ἥρπασα αὐτούς, ἀλλὰ σὺ εὐδόκησας αὐτοὺς προσγενέσθαι μοι.

Ὥστε οὐκ ἐναντίωσιν, ἀλλ’ ὁμόνοιαν καὶ ἀγάπην ἔχεις, Πάτερ, πρός με. «Τὸν λόγον δέ σου τετηρήκασι» διὰ τοῦ πιστεῦσαι ἐμοί, καὶ μὴ προσχεῖν τοῖς Ἰουδαίοις. Ὁ γὰρ τῷ Χριστῷ πιστεύων, τὸν λόγον τοῦ Θεοῦ τηρεῖ, τουτέστι, τὴν Γραφὴν καὶ τὸν νόμον· ὑπὸ γὰρ τῆς Γραφῆς καταγγέλλεται ὁ Χριστός.

Ἀλλὰ καὶ ἄλλως· Πάντα ὅσα ἔλεγε τοῖς μαθηταῖς ὁ Κύριος, τοῦ Πατρὸς ἦσαν, «Ἐγὼ γάρ, φησίν, ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ.» Εἶπεν οὖν μετὰ τῶν ἄλλων αὐτοῖς καὶ τοῦτο, ὅτι «Μείνατε ἐν ἐμοί·» καὶ ἰδοὺ τετηρήκασι. «Νῦν ἔγνωκαν, ὅτι πάντα ὅσα δέδωκάς μοι, παρὰ σοῦ ἐστι.» Τινὲς χωρὶς τοῦ Ν ἀναγινώσκουσι· «Νῦν ἔγνωκα» ἐγώ. Ἀλλ’ οὐκ ἔχει τοῦτο λόγον· μετὰ γὰρ τοῦ Ν δεῖ ἀναγινώσκειν· «Νῦν ἔγνωκαν» οἱ μαθηταί μου, φησίν, ὅτι οὐδὲν ἴδιον ἔχω, οὐδὲ ἀλλότριός σού εἰμι, ἀλλὰ «πάντα, ὅσα δέδωκάς μοι,» οὐχ ὡς κτίσματι χαριζόμενός μοι δέδωκας. Οὐ γὰρ ἐπίκτητά μοι ταῦτά εἰσιν, ἀλλὰ «παρὰ σοῦ ἐστι·» τουτέστι, Φυσικῶς μοι διαφέροντα, καὶ ἁρμόζοντά μοι ὡς Υἱῷ, καὶ ἐξουσιαστῇ τῶν Πατρικῶν. Πόθεν δὲ ἔγνωσαν τοῦτο οἱ μαθηταί μου; «Ὅτι τὰ ῥήματα, ἃ δέδωκάς μοι, δέδωκα αὐτοῖς·» τουτέστιν, Ἀπὸ τῶν ῥημάτων τῶν ἐμῶν καὶ τῶν διδασκαλιῶν.

Ἀεὶ γὰρ αὐτοὺς ἐδίδασκον, ὅτι πάντα ὅσα ἔχω, τοῦ Πατρός ἐστιν. Καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ «παρὰ σοῦ ἐξῆλθον,» καὶ ὅτι «σύ με ἀπέστειλας.» Διὰ γὰρ τοῦ Εὐαγγελίου παντὸς τοῦτο ἐβούλετο κατασκευάσαι, ὅτι οὐκ ἀντίθεός ἐστιν, ἀλλὰ τὸ Πατρικὸν πληροῖ θέλημα. «Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ, οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσι· καὶ τὰ ἐμὰ πάντα, σά ἐστι, καὶ τὰ σά, ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Δεικνύς, ὅτι δι’ οὐδὲν ἄλλο ταῦτα πρὸς τὸν Πατέρα φησίν, ἀλλὰ δι’ αὐτούς, ἵνα μάθωσιν, ὅτι ἀγαπᾷ αὐτούς, καὶ προνοεῖται αὐτῶν, φησίν· «Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ.» καὶ ἀξιῶ, «οὐ περὶ τοῦ κόσμου.» Δείκνυμι γὰρ πάντως ἐκ τούτου, ὅτι ἀγαπῶ αὐτούς. Οὐ γὰρ μόνον τὰ ἐμαυτοῦ δίδωμι, ἀλλὰ καὶ σὲ παρακαλῶ φυλάττειν αὐτούς. Οὔκουν περὶ τῶν χυδαίων, καὶ τῶν τὰ τοῦ κόσμου φρονούντων ἀξιῶ σε, «ἀλλὰ περὶ ὧν δέδωκάς μοι· σοὶ γάρ εἰσιν.» Ἵνα δὲ μή, ἀκούων συνεχῶς αὐτοῦ λέγοντος, ὅτι «Δέδωκάς μοι,» νομίσῃς πρόσφατον αὐτῷ δεδόσθαι τὴν ἀρχὴν καὶ τὴν ἐξουσίαν ταύτην, καὶ ὅτε εἶχεν αὐτοὺς ὁ Πατήρ, αὐτὸς οὐκ εἶχεν, ἢ πάλιν νῦν, ὅτε αὐτὸς ἔχει, ὁ Πατὴρ ἀφῃρέθη τὴν ἐξουσίαν αὐτῶν· διὰ τοῦτό φησι· «Καὶ τὰ ἐμὰ πάντα, σά ἐστι, καὶ τὰ σά, ἐμά.» Οὐ γὰρ νῦν ἔλαβον τὴν ἐξουσίαν, ἀλλ’ ὅτε σοὶ ἦσαν, καὶ ἐμοί· «Τὰ γὰρ σὰ πάντα, ἐμά.»

Καὶ ὅτε δὲ αὐτὸς ἔχω τούτους, καὶ σὺ ἔχεις, καὶ οὐκ ἀφῃρέθης· «Τὰ γὰρ ἐμὰ πάντα, σά.» —«Καὶ δεδόξασμαι ἐν αὐτοῖς·» τουτέστιν. Ἐξουσίαν αὐτῶν ἔχων ὡς Δεσπότης, «ἐν αὐτοῖς δοξάζομαι·» ὥσπερ καὶ ὁ τοῦ βασιλέως υἱός, τὴν ἰσοτιμίαν τοῦ πατρὸς ἔχων, καὶ τὴν βασιλείαν, δοξάζεται ἐν τῷ τοσαῦτα ἔχειν, ὅσα ὁ πατήρ. Εἰ τοίνυν ὁ Υἱὸς ἐλάττων ἦν τοῦ Πατρός, πῶς ἐτόλμησεν ἂν εἰπεῖν, ὅτι «Τὰ σὰ πάντα ἐμά ἐστιν.» Ὁ μὲν γὰρ δεσπότης ἔχει πάντα τὰ τοῦ δούλου· ὁ δὲ δοῦλος οὐκ ἔχει πάντα τὰ τοῦ δεσπότου. Ἐνταῦθα δὲ ἀντιστρέφει, καὶ τὰ τοῦ Πατρός, τοῦ Υἱοῦ εἰσιν, ὥσπερ καὶ τὰ τοῦ Υἱοῦ, τοῦ Πατρός. Δοξάζεται οὖν ὁ Υἱὸς ἐν τοῖς τοῦ Πατρός. Τοσαύτην γὰρ ἐξουσίαν ἔχει πάντων, ὅσην καὶ ὁ Πατήρ. «Καὶ οὐκ ἔτι εἰμὶ ἐν τῷ κόσμῳ· καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσί, καὶ ἐγὼ πρὸς σὲ ἔρχομαι. Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου, οὓς δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς. Ὅτε ἥμην μετ’ αὐτῶν ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου.» Τίνος ἕνεκεν συνεχῶς τοῦτό φησι, τό, «Οὐκ ἔτι εἰμὶ ἐν τῷ κόσμῳ,» καί, «Ὅτε ἤμην μετ’ αὐτῶν ἐν τῷ κόσμῳ;» Φαίνονται γὰρ ἄτοπα, εἴ τις ἀνεξετάστως ταῦτα ἐκδέχοιτο. Ἀλλαχοῦ γὰρ ὑπέσχετο αὐτοῖς, ὅτι «Ἔσομαι μεθ’ ὑμῶν,» καὶ ὅτι «Ὄψεσθέ με·» νῦν δὲ ἄλλα φαίνεται λέγων. Ἔστιν οὖν τὸ ἀληθὲς εἰπεῖν, ὅτι πρὸς τὴν αὐτῶν διάνοιαν ταῦτα φθέγγεται.

Ἐπεὶ γὰρ εἰκὸς ἦν αὐτοὺς ἀδημονεῖν, ὡς ἐγκαταλιμπανομένους ἐρήμους βοηθοῦ· δείκνυσιν αὐτοῖς, ὅτι τῷ Πατρὶ αὐτοὺς παρατίθεται, καὶ τοῦτον φύλακα αὐτοῖς ἐφιστᾷ, καὶ τῷ Πατρὶ διαλέγεται, ὅτι Ἐπειδὴ πρὸς σεαυτὸν σύ με καλεῖς, «φύλαξον τούτους αὐτὸς ἐν τῷ ὀνόματί σου·» τουτέστι, Διὰ τῆς σῆς βοηθείας καὶ δυνάμεως, ἣν δέδωκάς μοι. Τίς δέ ἐστιν ἡ φυλακή; «Ἵνα ὦσιν ἕν.» Ἐὰν γὰρ ἀγάπην ἔχωσιν πρὸς ἀλλήλους, καὶ μὴ διαστασιάσωσιν, ἀήττητοι ἔσονται, καὶ οὐδὲν αὐτῶν κρατήσει. Οὐχ ἁπλῶς δέ, «Ἵνα ὦσιν ἕν,» ἀλλά, Καθὼς ἐγὼ καὶ σύ, τὸ ἓν φρονοῦντες, τὸ ἓν θέλοντες. Τοῦτο γάρ ἐστιν αὐτοῖς φυλακτήριον, ἡ ὁμόνοια. Ἵνα οὖν αὐτοὺς παραμυθήσηται, τὸν Πατέρα παρακαλεῖ ἐπὶ τὴν αὐτῶν φυλακήν.

Εἰ γὰρ εἶπεν, ὅτι Ἐγὼ τηρήσω ὑμᾶς, οὐκ ἂν οὕτως ἐπίστευσαν· νῦν δὲ ἐκ τοῦ τὸν Πατέρα περὶ αὐτῶν ἀξιοῦν, εἰς ἐλπίδας αὐτοὺς ἄγει χρηστάς. Τὸ δέ, «Ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου,» φησίν, οὐχ ὡς αὐτὸς μὴ δυνάμενος ἄλλως, εἰ μὴ διὰ τὸ ὄνομα τοῦ Πατρός, ἀλλ’ ὡς πολλάκις εἴπομεν, διὰ τὸ ἀσθενεῖς εἶναι τοὺς ἀκούοντας, καὶ μήπω μηδὲν μέγα περὶ αὐτοῦ φαντάζεσθαι, διὰ τοῦτό φησιν, ὅτι Ἐν τῇ σῇ βοηθείᾳ ἐτήρουν αὐτούς.

Ἅμα δὲ καὶ εὐέλπιδας αὐτοὺς ποιεῖ, ὅτι Ὥσπερ καὶ ἐμοῦ συνόντος ὑμῖν, ἐτηρεῖσθε ἐν τῷ ὀνόματι τοῦ Πατρός μου καὶ τῇ βοηθείᾳ· οὕτω καὶ πάλιν πιστεύετε ὑπὸ τοῦ αὐτοῦ τηρηθήσεσθαι· σύνηθες γὰρ αὐτῷ τὸ φυλάττειν ὑμᾶς. «Οὓς δέδωκάς μοι, ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ Γραφὴ πληρωθῇ. Νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ, ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ἑαυτοῖς.» Πολλὴ ἡ ταπείνωσις τῶν ῥημάτων, εἴ τις αὐτὰ ἀξίως ἐκδέχοιτο. Ὅρα γὰρ ἐνταῦθα τί φαίνεται, «Οὒς δέδωκάς μοι, ἐφύλαξα.» Δοκεῖ γὰρ παραγγέλλειν τῷ Πατρί, ἵνα φυλάσσῃ καὶ ὁ Πατὴρ αὐτούς· ὥσπερ ἂν εἴ τις παραδιδούς τινι χρήματα πρὸς φυλακήν, εἴποι· Βλέπε, ἐγὼ οὐδὲν ἀπώλεσα, μηδὲ σὺ ἀπολέσῃς. Ἀλλὰ ταῦτα πάντα λέγει διὰ τὴν τῶν μαθητῶν παρηγορίαν. «Ταῦτα γάρ, φησί, λαλῶ ἐν τῷ κόσμῳ» διὰ τὴν τῶν μαθητῶν ἀνάπαυσιν, καὶ παρηγορίαν, καὶ χαράν, ἵνα ἀναπνεύσωσι, καὶ ἀφροντιστήσωσιν, ὡς παραλαμβάνοντός σου τούτους σώους, καὶ μέλλοντος φυλάττειν αὐτούς, ὥσπερ κἀγὼ ἐφύλαξα αὐτούς, καὶ οὐδένα ἀπώλεσα. Πῶς οὖν, ὦ Κύριε, οὐδένα ἀπώλεσας; ὅ τε γὰρ Ἰούδας ἀπώλετο, καὶ πολλοὶ ἄλλοι ὑπῆγον εἰς τὰ ὀπίσω.

Τὸ ἐμὸν μέρος, φησίν, οὐδένα ἀπώλεσα· ὅσον γὰρ τὸ ἐπ’ ἐμοί, οὐδὲν ἐνέλειψα, ἀλλ’ ἐτήρησα αὐτούς, τουτέστι, παντοιοτρόπως ἐσπούδασα πρὸς τὴν αὐτῶν φυλακήν· εἰ δὲ ἀφ’ ἑαυτῶν ἀποπηδῶσιν, οὐδὲν τοῦτο πρὸς ἐμέ. Τὸ δέ, «Ἵνα ἡ Γραφὴ πληρωθῇ.» τουτέστι, πᾶσα ἡ περὶ τοῦ υἱοῦ τῆς ἀπωλείας προλέγουσα. Καὶ γὰρ καὶ ἐν Ψαλμοῖς διαφόροις περὶ αὐτοῦ εἵρηται, καὶ ἐν ταῖς ἄλλαις τῶν προφητῶν βίβλοις. Περὶ δὲ τοῦ, «Ἵνα,» πολλάκις εἴπομεν, ὅτι τὰ τῆς ἐκβάσεως εἴωθεν ἡ Γραφὴ αἰτιολογικῶς ἐκφωνεῖν. «Ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου· καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. Οὐκ ἐρωτῶ, ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ’ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ. Ἐκ τοῦ κόσμου οὐκ εἰσί, καθὼς ἐγὼ ἐκ τοῦ κόσμου οὐκ εἰμί.» Παρακαλῶν τὸν Πατέρα εἰς τὴν τῶν ἀποστόλων βοήθειαν, λέγει καὶ αἰτίαν, δι’ ἣν ἄξιοί εἰσι παρὰ τοῦ Πατρὸς ἐπιμελείας πολλῆς τυχεῖν. Διὰ γὰρ «τὸν λόγον σου, φησίν, ὃν δέδωκα αὐτοῖς,» ἐμισήθησαν. Ὥστε ἄξιοι ἂν εἷεν παρὰ σοῦ βοηθηθῆναι, οἱ διὰ σὲ μισηθέντες παρὰ τῶν τὰ τοῦ κόσμου φρονούντων. Τοῖς γὰρ χυδαίοις μισοῦνται οὗτοι, φησίν. «Οὐ γάρ εἰσιν ἐκ τοῦ κόσμου·» τουτέστιν, οὐκ ἔχουσι γνώμην τῷ κόσμῳ προσκειμένην, καὶ αὐτῷ πᾶσαν τὴν σπουδὴν προσαναλίσκουσαν. Πῶς οὖν ἀλλαχοῦ λέγει, «Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν;»

Ἐκεῖ μὲν περὶ τῆς φύσεως λέγων, ὅτι ἄνθρωποί εἰσι, καὶ τοῦ κόσμου μέρος· ἐνταῦθα δὲ τὴν γνώμην καὶ τὴν προαίρεσιν δηλοῖ λέγων· «Ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου.» Τὸ δέ, «Καθὼς ἐγὼ ἐκ τοῦ κόσμου οὐκ εἰμί,» μή σε διαταραττέτω. Οὐ γὰρ δὴ ἅγιοι ἦσαν οὕτως οἱ ἀπόστολοι, καὶ ἀμέτοχοι τῶν τοῦ κόσμου παθῶν, ὥσπερ ὁ Κύριος. Αὐτὸς μὲν γὰρ «ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ·» οἱ δὲ τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν οὐκ ἐξέβησαν. Μὴ τοίνυν τό, «Καθὼς ἐγὼ ἐκ τοῦ κόσμου οὐκ εἰμί,» ἀκούσας, νοήσῃς ἀκριβῆ ἀπαραλλαξίαν τῶν ἀποστόλων πρὸς τὸν Κύριον· ἀλλ’ ὅταν ἐπὶ τοῦ Πατρὸς καὶ αὐτοῦ λέγηται τό, «καθώς,» τότε μόνον τὴν ἰσότητα νόει. Τὸ δέ, «Οὐκ ἐρωτῶ, ἵνα ἄρῃ; αὐτοὺς ἐκ τοῦ κόσμου,» εἶπε, θέλων ἐνδείξασθαι τὴν περὶ αὐτοὺς ἀγάπην, καὶ ὅτι πολλὴν αὐτῶν ποιεῖται τὴν πρόνοιαν, τὸ (τῷ) μετὰ ἀκριβείας ποιεῖσθαι τὴν ὑπὲρ αὐτῶν παράκλησιν. Οὐ γὰρ δὴ τὸν Πατέρα διδάσκει περὶ τίνος αἰτεῖται (τοῦτο γὰρ ἄτοπον), ἀλλ’ ὅπερ εἶπον, δεικνύων ὅτι ὑπεραγαπᾷ τοὺς μαθητάς, καὶ προνοεῖται αὐτῶν, φησὶ ταῦτα πρὸς τὸν Πατέρα. «Οὐκ ἐρωτῶ, ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ’ ἵνα,» ἐν τῷ κόσμῳ ὄντας, «τηρήσῃς ἀπὸ τοῦ πονηροῦ.» Πάλιν οὖν ἐπαναλαμβάνει· «Ἐκ τοῦ κόσμου οὐκ εἰσί.» Πολλῆς, φησί, δέονται ἀντιλήψεως. Οὐδὲν γὰρ αὐτοῖς ἐστι κοινὸν πρὸς τὴν γῆν· τῶν οὐρανῶν γεγόνασι πολῖται.

Ὥστε ἐπεὶ πᾶς ὁ κόσμος ὡς ἀλλοτρίοις αὐτοῖς μέλλει χρῆσθαι, σὺ λοιπόν, ὁ οὐράνιος, ὡς οὐρανοπολίταις βοήθησον. Λέγει δὲ τὰ τοιαῦτα συνεχέστερον ἐν ἐπηκόῳ τῶν μαθητῶν, ἵνα ἀκούοντες ταῦτα, μισήσωσι τὸν κόσμον, καὶ μὴ καταισχύνωσι τὰ τοσαῦτα αὑτῶν ἐγκώμια. Τὸ δέ, «Τήρησον αὐτοὺς ἐκ τοῦ πονηροῦ,» οὐ περὶ τῆς τῶν κινδύνων μόνον ἀπαλλαγῆς λέγει, ἀλλὰ καὶ περὶ τῆς ἐν τῇ πίστει παραμονῆς καὶ παγιότητος· διὸ καὶ ἐπιφέρει· «Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου· Ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστι. Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον· καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα καὶ αὐτοὶ ὦσιν ἡγιασμένοι ἐν ἀληθείᾳ.» Ἁγίους ποίησον, φησί, διὰ τῆς τοῦ Πνεύματος δόσεως, καὶ φύλαξον αὐτοὺς ἐν τῇ ὀρθότητι τοῦ λόγου καὶ τῶν δογμάτων, καὶ παίδευσον αὐτούς, καὶ δίδαξον τὴν ἀλήθειαν· τοῦτο γὰρ ἁγιωσύνη, ἡ τῶν ὀρθῶν δογμάτων τήρησις.

Ὅτι δὲ περὶ δογμάτων λέγει, δῆλον· ἑρμηνεύει γάρ, ὅτι «Ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν,» οὐδὲν ψεῦδος ἐν αὐτῷ. Ὥστε ἐὰν καὶ τούτους ποιήσῃς τηρῆσαι τὸν λόγον σου, καὶ φυλαχθῆναι ἀπὸ τοῦ πονηροῦ, ἐν τῇ ἀληθείᾳ ἁγιασθήσονται. Δηλοῖ δὲ καὶ ἕτερόν τι τό, «Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου·» τουτέστιν, Ἀφόρισον αὐτοὺς τῷ λόγῳ καὶ τῷ κηρύγματι, καὶ θυσίαν αὐτοὺς ποίησον· τῇ ἀληθείᾳ ταύτῃ λειτουργησάτωσαν, ταύτην (ταύτῃ) τὴν οἰκείαν ζωὴν ἀφιερωσάτωσαν. Ἐπιφέρει γοῦν· «Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν·» τουτέστιν, προσφέρω θυσίαν· οὕτω καὶ «αὐτοὺς ἁγίασον,» τουτέστιν, ἀφόρισον θυσίαν ὑπὲρ τοῦ κηρύγματος, καὶ τῆς ἀληθείας μάρτυρας τάξον γενέσθαι, ὥσπερ δὴ κἀμὲ ἀπέστειλας μάρτυρα τῆς ἀληθείας καὶ σφάγιον (ἅγια γὰρ λέγονται πάντα τὰ τῷ Θεῷ ἀνακείμενα)· «ἵνα δὴ καὶ αὐτοί,» ὥσπερ ἐγώ, «ὦσιν ἡγιασμένοι,» καὶ ἀνατεθειμένοι σοὶ τῷ Θεῷ, οὐχ ὥσπερ τὰ κατὰ νόμον θυόμενα ἐν τύπῳ, ἀλλ’ «ἐν ἀληθείᾳ.» Αἱ πάλαι μὲν γὰρ θυσίαι τυπικαί, καὶ πάντα τὰ ἅγια ἐν τύπῳ ἧσαν ἀφιερωμένα τῷ Θεῷ, ἄλλο τι πνευματικὸν σκιαγραφοῦντα· οἷον, ὁ ἁμνός, αἱ περιστεραί, αἱ τρυγόνες, καὶ τἆλλα.

Αἱ δὲ τῷ Θεῷ ἀνατεθειμέναι ψυχαί, «ἐν ἀληθείᾳ» εἰσὶν ἡγιασμέναι καὶ ἀφωρισμέναι καὶ ἀφιερωμέναι τῷ Θεῷ· καθὰ καὶ Παῦλός φησι· «Παραστήσατε τὰ μέλη ὑμῶν θυσίαν ζῶσαν ἁγίαν.» — «Ἁγίασον» οὖν, καὶ ἀφιέρωσον τὰς τῶν μαθητῶν ψυχάς, καὶ ἀναθήματα ταύτας ποίησον ἀληθινά, ἢ καὶ ὑπὲρ τῆς ἀληθείας ἐνδυνάμωσον αὐτοὺς τυθῆναι. «Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, ἵνα πάντες ἓν ὦσι, καθὼς σύ, Πάτερ, ἐν ἐμοί, κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, ἵνα ὁ κόσμος πιστεύσῃ, ὅτι σύ με ἀπέστειλας.» Εἶπεν, ὅτι «Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν.» Ἵν’ οὖν μὴ νομίσειέ τις, ὅτι ὑπὲρ μόνων τῶν ἀποστόλων ἀπέθανεν, ἐπιφέρει· «Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ πάντων τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ.» Ἐνταῦθα δὲ διανέστησε πάλιν τὰς ψυχὰς τῶν ἀποστόλων, εἴ γε μέλλουσιν ἕξειν πολλοὺς μαθητάς. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι «Οὐ περὶ τούτων μόνον ἐρωτῶ,» ἵνα μὴ σκανδαλισθῶσιν οἱ ἀπόστολοι, ὡς οὐδὲν ἐξαίρετον αὐτοῖς διδόντος παρὰ τοὺς λοιπούς, παραμυθεῖται αὐτοὺς διὰ τοῦ δηλῶσαι, ὅτι πολλοῖς ἔσονται πίστεως καὶ σωτηρίας αἴτιοι.

Ἐπεὶ δὲ ἱκανῶς αὐτοὺς παρέθετο τῷ Πατρί, ὡς ἂν ἁγιάσῃ αὐτοὺς τῇ πίστει, καὶ θυσίαν αὐτοὺς ἁγίαν τῇ ἀληθείᾳ ἀποτελέσῃ, λέγει λοιπὸν πάλιν περὶ ὁμονοίας, καὶ ἀφ’ οὗ ἤρξατο κεφαλαίου, τῆς ἀγάπης λέγω, εἰς ἐκεῖνο λοιπὸν κατακλείει τὸν λόγον, καί φησιν· «Ἵνα πάντες ἓν ὧσι·» τουτέστιν, Ἵνα εἰρήνην καὶ ὁμόνοιαν ἔχωσι, καὶ ἐν ἡμῖν, τουτέστιν, ἐν τῇ πρὸς ἡμᾶς πίστει τὸ ἀδιάσπαστον τηρῶσιν.

Οὐδὲν γὰρ οὕτω σκανδαλίζει τοὺς μαθητάς, ὡς τὸ διασπᾶσθαι, καὶ μὴ ὁμοφρονεῖν τοὺς διδασκάλους· πῶς γὰρ τοῖς μὴ τὰ αὐτὰ φρονοῦσι θελήσουσί τινες πεισθῆναι; Διὰ τοῦτό φησιν· «Ἵνα καὶ αὐτοὶ ἓν ὠσὶν» ἐν τῇ εἰς ἡμᾶς πίστει, «καθὼς σύ, Πάτερ, ἐν ἐμοί, κἀγὼ ἐν σοί.» Πάλιν τό, «καθώς,» οὐκ ἀκριβοῦς ἐξισώσεώς ἐστιν. Οὐ γὰρ δυνατὸν οὕτως ἡμᾶς ἡνῶσθαι ἀλλήλοις, ὡς ὁ Πατὴρ τῷ Υἱῷ· ὥσπερ καὶ ὅταν λέγῃ· «Γίνεσθε οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν.» —«Ἵνα ὁ κόσμος πιστεύσῃ, ὅτι σύ με ἀπέστειλας.» Καὶ γὰρ ἀπὸ τῆς ὁμονοίας τῶν μαθητῶν ἐγὼ ὁ διδάσκαλος φανοῦμαι, ὅτι ἀπὸ Θεοῦ ἐξῆλθον. Ἐὰν δὲ μάχωνται, οὐκ ἐροῦσι τοῦ εἰρηνικοῦ εἶναι μαθητάς· μὴ ὄντα δέ με εἰρηνικὸν οὐχ ὁμολογήσουσιν ἀπεστάλθαι παρὰ σοῦ. Ὁρᾷς, πῶς ἄχρι τέλους τοῦτο κατασκευάζει, τὸ πρὸς τὸν Πατέρα ὁμονοητικόν; «Κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕν ἐσμεν. Ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν, καὶ ἵνα γινώσκῃ ὁ κόσμος, ὅτι σύ με ἀπέστειλας.» Ποίαν δόξαν δεδωκέναι λέγει; Τὴν διὰ τῶν σημείων, τὴν διὰ τῶν δογμάτων καὶ διδασκαλιῶν· καὶ ἄλλην δὲ δόξαν, τὴν τῆς ὁμονοίας, «ἵνα ὦσιν ἕν.» Αὕτη γὰρ ἡ δόξα μείζων τῆς ἀπὸ τῶν σημείων.

Ὥσπερ γὰρ καὶ τὸν Θεὸν θαυμάζομεν, ὅτι οὐκ ἔστι στάσις οὐδὲ μάχη ἐν τῇ φύσει ἐκείνῃ, καὶ μεγίστη αὕτη δόξα· οὕτω καὶ οὗτοι, φησίν, ἐντεῦθεν, ἀπὸ τῆς ὁμονοίας λέγω, γενέσθωσαν λαμπροί. «Ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί.» Ἐνταῦθα δείκνυσιν, ὅτι οἱ ἀπόστολοι καὶ τὸν Πατέρα ἐχώρησαν ἐν ἑαυτοῖς. «Ἐγὼ γάρ, φησίν, ἐν αὐτοῖς» εἰμι, σὲ δὲ πάλιν ἔχω ἐν ἐμαυτῷ· ὥστε καὶ σὺ ἐν αὐτοῖς εἶ. Ἀλλαχοῦ δὲ καὶ τὸν Πατέρα καὶ αὐτὸν παραγενέσθαι φησί, καὶ μονὴν ποιεῖν, τὸ τοῦ Σαβελλίου στόμα ἐμφράττων, καὶ τὰς δύο ὑποστάσεις παραδηλῶν. Ἐνταῦθα δὲ τὴν Ἀρείου μανίαν ἀναστέλλων, τὸν Πατέρα φησὶ διὰ αὐτοῦ γενέσθαι ἐν τοῖς μαθηταῖς, «ἵνα γινώσκῃ ὁ κόσμος, ὅτι σύ με ἀπέστειλας.» Συνεχῶς δὲ τοῦτο λέγει, δεικνὺς τὴν εἰρήνην δυναμένην ἐπισπάσασθαι παντὸς μᾶλλον σημείου. Ὥσπερ γὰρ ἡ ἔρις διαλυτικόν, οὕτως ἡ συμφωνία συγκρατητικόν. «Καὶ ἠγάπησας αὐτούς, καθὼς ἐμὲ ἠγάπησας.

Πάτερ, οὓς δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγώ, κἀκεῖνοι ὦσι μετ’ ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν, ἣν δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.» Πάλιν ἐνταῦθα τό, «καθώς,» ὡς ἄνθρωπον ἀγαπηθῆναι ἐγχωρεῖ, νόησον. Εἰπὼν τοίνυν, ὅτι ἔσονται ἐν ἀσφαλείᾳ, ὅτι ἔσονται ἅγιοι, ὅτι πολλοὶ πιστεύσουσι δι’ αὐτούς, ὅτι πολλῆς ἀπολαύσουσι δόξης, λέγει λοιπὸν καὶ περὶ τῶν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν βραβείων καὶ στεφάνων ἀποκειμένων αὐτοῖς. «Θέλω γάρ, φησίν, ἵνα ὅπου εἰμὶ ἐγώ, κἀκεῖνοι ὦσι.» Καὶ ἵνα μὴ τοῦτο ἀκούσας νομίζῃς, ὅτι τῆς αὐτῆς ἀξίας ἐπιτυχεῖν μέλλουσιν, ἐπιφέρει· «ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν.» Οὐ γὰρ εἶπεν· ἵνα ἀπολαύσωσι τῆς δόξης τῆς ἐμῆς, ἀλλ’ «ἵνα θεωρῶσιν.» Ἀνθρώπῳ γὰρ ἀνάπαυσις μεγίστη τὸ θεωρεῖν τὸν Υἱὸν τοῦ Θεοῦ· τοῦτο γὰρ δόξα πᾶσι τοῖς ἀξίοις· ὃ καὶ Παῦλος λέγει· «Ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι.» Δείκνυσι δὲ ἐντεῦθεν, ὅτι οὐχ οὕτως, ὥσπερ νῦν ὁρᾶται αὐτοῖς, ἐν εὐτελεῖ σχήματι ὁραθήσεται τότε, ἀλλ’ ἐν δόξῃ ᾗ εἶχε «πρὸ καταβολῆς κόσμου.» Εἶχον δέ, φησί, ταύτην τὴν δόξαν, διότι «ἠγάπησάς με·» διὰ μέσου γὰρ κεῖται τό, «Ἠγάπησάς με.» Ὥσπερ οὖν καὶ ἀνωτέρω εἶπε· «Δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι·» οὕτω καὶ νῦν «πρὸ καταβολῆς κόσμου» δεδόσθαι αὐτῷ τὴν δόξαν φησὶ τῆς θεότητος.

Δέδωκε γὰρ ὄντως αὐτῷ ὁ Πατὴρ τὴν θεότητα, ὡς Πατὴρ Υἱῷ φυσικῶς.

Ἐπεὶ γὰρ ἐγέννησεν αὐτόν, ἀναγκαίως καὶ τῆς δόξης αἴτιος καὶ παροχεὺς ὁ τῆς οὐσίας αἴτιος λέγεται. «Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων· καὶ οὗτοι ἔγνωσαν, ὅτι σύ με ἀπέστειλας. Καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου, καὶ γνωρίσω· ἵνα ἡ ἀγάπη, ἣν ἠγάπησάς με, ἐν αὐτοῖς ᾖ, κἀγὼ ἐν αὐτοῖς.» Ἐπειδὴ περὶ τῶν πιστευόντων τοιαῦτα ηὔξατο, καὶ τοσαῦτα αὐτοῖς ἀγαθὰ προεμνηστεύσατο, φησὶ λοιπὸν εὔσπλαγχνόν τι καὶ τῆς αὐτοῦ φιλανθρωπίας ἄξιον. «Πάτερ γάρ, φησί, δίκαιε,» ἐγὼ μὲν ἐβουλόμην καὶ πάντας ἀνθρώπους τυχεῖν τῶν τοιούτων ἀγαθῶν, οἷα δὴ ἐπηυξάμην τοῖς πιστοῖς, ἀλλ’ οὐκ ἔγνωσάν σε, διὸ καὶ ἀποτεύξονται τῆς δόξης καὶ τῶν βραβείων, «ἐγὼ δέ σε ἔγνων.» Αἰνίττεται δὲ ἐνταῦθα καὶ τοὺς Ἰουδαίους, οἳ ἔλεγον γινώσκειν τὸν Θεόν, καὶ δείκνυσιν αὐτοὺς μὴ ἐπιγινώσκοντας τὸν Πατέρα· κόσμον γὰρ τοὺς Ἰουδαίους φησὶ πολλαχοῦ. Καὶ οἱ μὲν Ἰουδαῖοί φασιν, ὅτι οὐκ ἀπέστειλάς με σύ, ἐγὼ δὲ «τούτοις» τοῖς μαθηταῖς μου «καὶ ἐγνώρισα τὸ ὄνομά σου, καὶ γνωρίσω.» Πῶς δὲ γνωρίσω; Ἐπιπέμψας αὐτοῖς τὸ Πνεῦμα, ὃ «ὁδηγήσει αὐτοὺς εἰς πᾶσαν τὴν ἀλήθειαν.» Καὶ ἐὰν μάθωσι τίς σύ, τότε «ἡ ἀγάπη, ἣν ἠγάπησάς με, ἐν αὐτοῖς» ἔσται, «κἀγὼ ἐν αὐτοῖς.» Γνώσονται γάρ, ὅτι οὐκ ἀπεσχισμένος ἐγώ, ἀλλὰ τῶν σφόδρα πεφιλημένων, καὶ γνήσιος Υἱὸς καὶ συνημμένος.

Ἐπιγνόντες δὲ τοῦτο, καὶ τὴν πίστιν τὴν εἰς ἐμέ, καὶ τὴν ἀγάπην τηρήσουσι, καὶ λοιπὸν ἐν αὐτοῖς μενῶ ἐγὼ τοιούτοις οὖσι, σέ τε ἐπεγνωκόσι, κἀμὲ ὡς Θεὸν τιμῶσι, καὶ τὴν πρὸς ἐμὲ πίστιν τηροῦσιν ἀπαρασάλευτον.