Εἰπὼν γάρ, «Ὃ ἐὰν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω,» εἶτα ἐπαγαγών, «Ἵνα δοξασθῇ ὁ Πατὴρ ἐν τῷ Υἱῷ,» πάλιν ἐκ δευτέρου φησίν, ὅτι «Ὅσα ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω.» Ἐκ δευτέρου τοῦτό φησι, βεβαιῶν τὸν αὑτοῦ λόγον, καὶ δεικνύων, ὅτι αὐτὸς ποιεῖ, καὶ οὐ δεῖται ἐπεισάκτου δυνάμεως. Ταῦτα δὲ πάντα λέγει τοῖς μαθηταῖς, παραμυθούμενος αὐτούς, καὶ δεικνύων, ὅτι οὐκ ἀπολεῖται, οὐδὲ ἀφανισθήσεται μετὰ τὸ θανεῖν, ἀλλὰ μενεῖ πάλιν ἐπὶ τῆς οἰκείας ἀξίας, καὶ ἐν τοῖς οὐρανοῖς ἔσται. «Πρὸς τὸν Πατέρα γάρ μου, φησί, πορεύομαι·» Μὴ γὰρ ἀφανίζομαι, ἀλλ’ ἐκεῖσε ἄπειμι, ἔνθα μακαριωτέρα ἡ διαγωγή. Καὶ τοσοῦτον οὐκ ἀσθενὴς ὀφθήσομαι, κἂν ἀποθάνω, ὥστε καὶ ἄλλους ἐνισχύσω μείζονα ἔργα ποιεῖν· καὶ ὅσα ἂν βουληθῆτε, δώσω ὑμῖν. Μὴ τοίνυν ἀθυμεῖτε διὰ τὸν ἐμὸν θάνατον τοιοῦτον ὄντα, οἷον ἀπέδειξα. «Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε· καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό, οὐδὲ γινώσκει αὐτό· ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ’ ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἔσται.» Εἰπὼν ἀνωτέρω, ὅτι «Ὅσα ἂν αἰτήσητε, ποιήσω,» δείκνυσι νῦν, ὅτι οὐχ ἁπλῶς δεῖ αἰτεῖσθαι, ἀλλὰ μετὰ τῆς πρὸς αὐτὸν ἀγάπης καὶ τῆς τηρήσεως τῶν ἐντολῶν. Τότε γὰρ ποιήσω, ὅταν οὕτως αἰτῆσθε.