Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τὰ εὐαγγέλια ἐξηγήσεις

Θεοφύλακτος Βουλγαρίας

Ερμηνεία εις το Κατά Ιωάννην: Το Πάθος, η Σταύρωση και η Ταφή του Κυρίου

Η σύλληψη του Χριστού, οι ανακρίσεις, η άρνηση του Πέτρου, η δίκη ενώπιον του Πιλάτου, ο σταυρικός θάνατος και ο ενταφιασμός Του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 27 από 28

ΚΕΦΑΛ. ΙΗʹ. Περὶ τῆς παραδόσεως τοῦ Ἰησοῦ. Περὶ τῶν Ἰουδαίων χαμαὶ πεσόντων. Περὶ τοῦ Πέτρου ἀποκόψαντος τὸ ὠτίον τῷ τοῦ ἀρχιερέως δούλῳ. Περὶ τοῦ Ἰησοῦ ἀπαγομένου πρὸς Ἄνναν, καὶ Καϊάφαν, καὶ Πιλάτον «Ταῦτα εἰπὼν ὁ Ἰησοῦς, ἐξῆλθε σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάῤῥου τῶν Κέδρων, ὅπου ἦν κῆπος· εἰς ὃν εἰσῆλθεν αὐτός, καὶ οἱ μαθηταὶ αὐτοῦ. ᾜδει δὲ καὶ Ἰούδας, ὁ παραδιδοὺς αὐτόν, τὸν τόπον· ὅτι πολλάκις συνήχθη ὁ Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.» Οὐκ εἶπεν, ὅτι Ταῦτα εὐξάμενος ὁ Ἰησοῦς, ἀλλά, «Ταῦτα εἰπών.» Οὐ γὰρ εὐχὴ ἦν τὸ πρᾶγμα, ἀλλὰ διαλαλιά, πρὸς τὸ τοὺς μαθητὰς παραμυθήσασθαι γενομένη. Μέσων δὲ νυκτῶν ὁδοιπορεῖ, καὶ ποταμὸν διαβαίνει, καὶ ἐπείγεται πρὸς τὸν τῷ προδότῃ γνώριμον τόπον ἐλθεῖν, ἑαυτὸν ἐπιδιδοὺς τοῖς φονεῦσιν· ἵνα δείξῃ ὅτι ἑκὼν ἐπὶ τὸ πάθος ἔρχεται, καὶ τὸν ἐπὶ τῇ ζητήσει κόπον ἐκκόπτει τοῖς Ἰουδαίοις. Ἵνα γὰρ μὴ συντρίβωνται, τῇδε κἀκεῖσε περιερχόμενοι, καὶ ζητοῦντες αὐτόν, ἄπεισιν αὐτὸς πρὸς αὐτούς, καὶ εἰς τὰς χεῖρας αὐτῶν βάλλει ἑαυτόν· ὥσπερ γὰρ ἕν τινι δεσμωτηρίῳ τῷ κήπῳ εὑρίσκεται. Ἵνα δὲ μὴ νομίσῃς, ὅτι ὡς κρυπτόμενος ἀνεχώρησεν εἰς τὸν κῆπον, ἐπιφέρει ὁ εὐαγγελιστής, ὅτι «ᾜδει καὶ ὁ Ἰούδας τὸν τόπον.» Ὥστε μᾶλλον φανερῶσαι ἑαυτὸν θέλων, ἀλλ’ οὐκ ἀποκρύψασθαι, εἰς τοῦτον τὸν τόπον παραγίνεται. «

ᾜδει δὲ ὁ Ἰούδας τὸν τόπον, διότι ἐκεῖ πολλάκις συνήχθη ὁ Ἰησοῦς.» Τὰ γὰρ ἔρημα χωρία καὶ ἡσυχίας ἐργαστήρια μετεδίωκεν ὁ Κύριος, καὶ μάλιστα, ὅταν τι μυστικώτερον παρεδίδου. Πόθεν δὲ ὁ Ἰούδας ἐγίνωσκεν, ὅτι ἐν τῷ κήπῳ ἐστὶν ὁ Ἰησοῦς κατὰ ταύτην τὴν ὥραν, καὶ οὐχὶ ἐν οἰκίᾳ ἐνόμισεν εὑρεῖν αὐτὸν καθεύδοντα; Ἐγίνωσκε τὸν Κύριον τὰ πολλὰ ἔξω διανυκτερεύοντα, καὶ διὰ τοῦτο καὶ τότε ἐξῆλθεν ἔξω. Ἄλλως τε· Καὶ ἐν ἑορτῆς καιρῷ μάλιστα ἠπίστατο αὐτὸν ἔθος ἔχοντα, διδάσκειν τι τοὺς μαθητὰς ὑψηλότερον· ἐδίδασκε δὲ τοὺς μαθητάς, ὡς ἔφημεν, τὰ μυστικὰ ἐν τοιούτοις τόποις. Ἐπεὶ οὖν τότε ἑορτὴ ἦν, ἐστοχάσατο ἐκεῖσε αὐτὸν εἶναι, τοῖς μαθηταῖς τὰ τῆς ἑορτῆς φιλοσοφοῦντα κατὰ τὸ σύνηθες. «Ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν, καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας, ἔρχεται ἐκεῖ μετὰ λαμπάδων, καὶ φανῶν, καὶ ὅπλων. Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐπερχόμενα ἐπ’ αὐτόν, ἐξελθὼν εἶπεν αὐτοῖς· Τίνα ζητεῖτε; Ἀπεκρίθησαν αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐγώ εἰμι.

Εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ’ αὐτῶν. Ὡς οὖν εἶπεν αὐτοῖς, ὅτι Ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ ἔπεσον χαμαί.» Τὴν μὲν σπεῖραν πείθουσιν αὐτοῖς συνεργῆσαι διὰ χρημάτων· τοιοῦτον γὰρ τὸ στρατιωτικόν, χρυσοῦ ὤνιον. Πολλοὶ δὲ ἐπέρχονται, δεδοικότες τοὺς ἑπομένους τῷ Ἰησοῦ, καὶ ἐκκρεμαμένους αὐτῷ διὰ τὸν λόγον τε καὶ τὰ θαύματα.

Λαμπάδας δὲ καὶ φανοὺς ἐπάγονται, ὡς ἂν μὴ ἐκφύγῃ αὐτοὺς ἐν τῷ σκότει λαθών. Ὁ δὲ τοσοῦτον ἔδει τοῦ φυγεῖν, ὥστε καὶ ἔξεισι πρὸς αὐτούς, ἑαυτὸν παραδιδούς. Καὶ ἐρωτᾷ μέν, οὐχ ὡς χρῄζων μαθεῖν· «ᾜδει γάρ, φησί, πάντα τὰ ἐπερχόμενα ἐπ’ αὐτόν.» Ὥστε ἐπειδὴ ᾔδει, ὅτι ἐπ’ αὐτὸν ἤρχοντο, οὐχ ὡς μαθεῖν δεόμενος ἐρωτᾷ, ἀλλὰ δεῖξαι θέλων, ὅτι καὶ παρὼν οὐχ ἑωρᾶτο αὐτοῖς ἢ ἐγνωρίζετο. Ἀλλὰ καὶ ἐρωτᾷ, ὡς ἀλλότριος· καὶ οὐδὲ ἀπὸ τῆς φωνῆς ἐπιγινώσκουσιν αὐτόν, οὔτε οἱ ἄλλοι, οὔτε αὐτὸς ὁ Ἰούδας. Ὅτι γὰρ οὐ διὰ τὸ σκότος ἠγνόησαν αὐτόν, προεῖπεν ὁ εὐαγγελιστής, ὅτι «μετὰ λαμπάδων» ἐπῆλθον. Εἰ δὲ διὰ τὸ σκότος ἠγνόουν (θῶμεν γάρ), ἀπό γε τῆς φωνῆς ἐπιγνῶναι αὐτὸν ἔδει. Ἐρωτᾷ οὖν, ἵνα δείξῃ, ὡς εἴπομεν, ὅτι οὔτε ἀπὸ τοῦ εἴδους, οὔτε ἀπὸ τῆς φωνῆς ἐπέγνωσαν αὐτόν. Οὕτως οὖν ἄφατος ἦν ἡ δύναμις αὐτοῦ, ὥστε οὐδὲ σταυρῶσαι ἠδύναντο, εἰ μὴ ἑκὼν ἐνέδωκεν. Οὐ μόνον δὲ τοῦτο τὸ πηρῶσαι τοὺς ὀφθαλμοὺς αὐτῶν, ἀλλὰ καὶ τὸ καταβαλεῖν ὑπτίους ἀπὸ μόνης ψιλῆς ἐρωτήσεως. Σημεῖον δ’ ἂν εἵη τὸ πεσεῖν τοὺς κατὰ τοῦ Ἰησοῦ ἐλθόντας, τῆς καθολικῆς τοῦ ἔθνους καταπτώσεως, ἢ ἐπεγένετο αὐτοῖς ὕστερον μετὰ τὸν τοῦ Χριστοῦ θάνατον· ὡς καὶ Ἱερεμίας προεφήτευσεν· «Οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔστιν ὁ ἀναστήσων.» Πίπτουσι τοίνυν πάντες οἱ τῷ λόγῳ τοῦ Θεοῦ ἐναντιούμενοι.

Ὁ δὲ κῆπος, ἀφ’ οὗ ἡ σωτηρία ἡμῶν ἔλαβε τὴν ἀρχήν, ἀντίτυπον ἂν εἵη τοῦ παραδείσου. Ἐν γὰρ τῷ κήπῳ τοῦ παραδείσου πεσόντες, εἴδομεν ἐν κήπῳ τὸ σωτήριον τοῦ Χριστοῦ πάθος δεχόμενον τὴν ἀρχήν, καὶ πάντα τὰ πρώην δυσχερῆ ἀπανορθούμενον. «Πάλιν οὖν αὐτοὺς ἐπηρώτησε· Τίνα ζητεῖτε; Οἱ δὲ εἶπον· Ἰησοῦν τὸν Ναζωραῖον. Ἀπεκρίθη Ἰησοῦς, καὶ εἶπεν· Εἶπον ὑμῖν, ὅτι ἐγώ εἰμι. Εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν· ἵνα πληρωθῇ ὁ λόγος, ὃν εἶπεν, ὅτι Οὓς δέδωκάς μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.» Κατέβαλε μὲν αὐτοὺς ὑπτίους, ἅμα τήν τε δύναμιν αὐτοῦ δηλῶν, καὶ ὅτι ἑκὼν ἔρχεται πρὸς τὸ πάθος· πρὸς δὲ τούτοις καὶ ἕτερόν τι οἰκονομῶν. Ἵνα γὰρ μὴ εἴπῃ τις, ὅτι οὐδὲν οἱ Ἰουδαῖοι ἥμαρτον· αὐτὸς γὰρ αὐτοῖς ἑαυτὸν ἐνεχείρισε, καὶ δῆλον κατέστησε· διὰ τοῦτο ἐνδείκνυται αὐτοῖς τοῦτο τὸ σημεῖον, ἱκανὸν ὃν αὐτοὺς ἀνακρούσασθαι.

Ἐπεὶ δὲ ἐπέμενον τῇ κακίᾳ καὶ μετὰ τὸ θαῦμα τοῦτο, τότε δὴ ἑαυτὸν ἐγχειρίζει. Καὶ ὅρα, πῶς οὐδὲ ἄχρι τῆς τελευταίας ὥρας τῆς πρὸς τοὺς μαθητὰς ἀγάπης ὑφίεται. «Εἰ γὰρ ἐμὲ ζητεῖτε, φησίν, ἄφετε τούτους ὑπάγειν· ἵνα πληρωθῇ ὁ λόγος, ὃν εἶπεν, ὅτι Οὓς δέδωκάς μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.» Ἀπώλειαν δὲ ὁ μὲν Κύριος τῆς ψυχῆς ἔλεγεν, ἣν οὐδεὶς τῶν μαθητευθέντων αὐτῷ ὑπέστη· ὁ δὲ εὐαγγελιστὴς ἐπὶ ταύτης τῆς σωματικῆς παρέλαβε τοῦτο. Θαῦμα δέ, πῶς οὐ συνέλαβον τοὺς ἀποστόλους, καὶ κατέκοψαν αὐτούς, καὶ μάλιστα τοῦ Πέτρου παροξύναντος αὐτούς. Ὅθεν δῆλον, ὅτι ἡ τοῦ συλληφθέντος δύναμις τοῦτο ἐποίει, καὶ ἡ ἀπόφασις, ἣν προεῖπεν, ὅτι «Οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο.» Τοῦτο γοῦν καὶ ὁ εὐαγγελιστὴς διδάσκων ἡμᾶς, ὅτι τῆς τοῦ Κυρίου ἀποφάσεως ἦν τὸ μὴ κατακοπῆναι τοὺς μαθητάς, φησίν· «Ἵνα πληρωθῇ ὁ λόγος. ὃν εἶπεν, ὅτι Οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα·» διὰ γὰρ τὴν ἀσθένειαν αὐτῶν ἔξω ποιεῖται αὐτοὺς πειρασμῶν. Οὕτω καὶ ἡμᾶς νῦν οἰκονομεῖ, κἂν ἀγνοῶμεν. Ὥστε ἐπειδάν σοι ἔλθῃ πειρασμός, πίστευε, ὅτι εἰ μὴ ἐγίνωσκεν, ὅτι δύνασαι διαφυγεῖν τοῦτον, οὐκ ἂν συνεχώρησέ σοι αὐτὸν ἐπελθεῖν, ὥσπερ οὐδὲ τότε τοῖς μαθηταῖς. «Σίμων οὖν Πέτρος ἔχων μάχαιραν, εἵλκυσεν αὐτήν, καὶ ἔπαισε τὸν τοῦ ἀρχιερέως δοῦλον, καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτίον τὸ δεξιόν· ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.

Εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ· Βάλε τὴν μάχαιράν σου εἰς τὴν θήκην· τὸ ποτήριον. ὃ δέδωκέ μοι ὁ Πατήρ, οὐ μὴ πίω αὐτό;» Ἰδὼν ὁ Πέτρος τὸν Κύριον ὑπτίως αὐτοὺς καταβαλόντα, καὶ θάρσους ὑποπλησθεὶς διὰ τῆς τοῦ Κυρίου φωνῆς, εἰπόντος, «Ἄφετε τούτους ὑπάγειν,» ἐνόμισεν, ὡς καιρὸς λοιπὸν ἀμύνης ἐστί, καὶ δὴ σπᾶται τὴν μάχαιραν, καὶ πατάσσει τὸν δοῦλον. Εἰ δὲ ζητεῖς, πῶς ὁ κελευσθεὶς μὴ πήραν ἔχειν, μηδὲ δύο χιτῶνας, μάχαιραν ἔχει· μάνθανε, ὅτι διὰ τὸ ἀρνίον ταύτης ἔχρῃζε, καὶ ἐβάσταζεν αὐτὴν καὶ μετὰ τὸ δεῖπνον· ἢ καὶ δεδοικὼς τὴν ἐπίθεσιν, παρεσκεύαστο πάλαι εἰς τοῦτο. Εἰ δὲ ἀπορεῖς, πῶς ὁ μηδὲ ῥαπίζων [ῥαπίζειν] προσταχθείς, πρὸς φόνους παρεσκευάζετο· ἀκούσεις, ὅτι μάλιστα μὲν οὐχ ἑαυτῷ, ἀλλὰ τῷ διδασκάλῳ ἤμυνεν· ἔπειτα οὐδὲ τέλειοι οὔπω ἦσαν· ἐν τοῖς ὑστέροις γὰρ ἴδε μοι τοῦτον, πῶς τὰ ἔσχατα πάσχων χαίρει. Νῦν δὲ ὑπὲρ τοῦ διδασκάλου ἀγανακτῶν, καὶ ἐπ’ αὐτὴν ὁρμᾷ τὴν κεφαλήν· διὸ κἀκείνης μὴ ἐφικόμενος, τὸ γοῦν ὠτίον τέμνει.

Ἰησοῦς δὲ ὑποκαθίστησι [ἀποκαθίστησι], καὶ διὰ τούτου τοῦ θαύματος πάλιν τοὺς ἀνοήτους Ἰουδαίους ἀναχαιτίζων τῆς ἐπὶ τὸν φόνον ὁρμῆς. Ἐπεὶ δὲ μέγα ἦν τὸ ἐπὶ τῷ ὠτίῳ θαῦμα, διὰ τοῦτο καὶ τὸ ὄνομα τοῦ δούλου προστίθησιν ὁ εὐαγγελιστής· ἵν’ ἐξῇ τοῖς ἀναγινώσκουσιν, εἴπερ ἀπιστοῖεν, ζητεῖν καὶ περιεργάζεσθαι, εἴ γε οὕτω γέγονεν. Ἀλλ’ ὁ Κύριος καταστέλλει μὲν τὸν Πέτρον, καὶ ἀπειλήσας («Βάλε γάρ, φησί, τὴν μάχαιράν σου εἰς τὴν θήκην»), παραμυθεῖται δὲ καὶ ἐν τῷ εἰπεῖν· «Τὸ ποτήριον, ὃ δέδωκέ μοι ὁ Πατήρ, οὐ μὴ πίω αὐτό;» Δείκνυσι γάρ, ὅτι οὐ τῆς ἐκείνων δυνάμεως, ἀλλὰ τῆς αὐτοῦ συγχωρήσεως τὸ παθεῖν, καὶ ὅτι οὐκ ἀντίθεος, ἀλλ’ ἄχρι θανάτου τὸ θέλημα τοῦ Πατρὸς ποιῶν. Καὶ τὸ εἰπεῖν δέ, «ποτήριον,» τὸ ἡδὺ καὶ ἐπιπόθητον τοῦ ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων θανάτου αἰνίττεται. Σὺ δέ μοι ὅρα, ὅτι καὶ τὸ ἀποκοπῆναι τὸ δεξιὸν ὠτίον τοῦ δούλου τοῦ ἀρχιερέως σύμβολον ἦν τῆς ἀνηκουστίας αὐτῶν. Πώρωσις γὰρ τῷ Ἰσραὴλ γέγονεν, ἵνα ἀκούοντες μὴ ἀκούσωσι, διὰ τὴν κατὰ τοῦ Σωτῆρος ἀσέβειαν, ἢ τῶν ἀρχιερέων μάλιστα γέγονε, διὸ καὶ περὶ οἰκέτην ἀρχιερέως τὸ σύμβολον ἦν τῆς τοῦ ὠτίου ἀφαιρέσεως. Τὸ δὲ ἀποκαταστῆναι πάλιν τὸ ὠτίον δηλοῖ τὴν ὕστερον ἀποκατάστασιν τῆς τῶν Ἰσραηλιτῶν συνέσεως, τῆς νῦν ἀφαιρεθείσης.

Καὶ γὰρ Ἠλίας ἐλθών, ἀποκαταστήσει αὐτοὺς εἰς Χριστόν, καὶ συνάψει αὐτοὺς πατέρας ὄντας ἡμῖν τοῖς υἱοῖς, καθὰ δὴ καὶ Μαλαχίας προεφήτευσεν. «Ἡ οὖν σπεῖρα, καὶ ὁ χιλίαρχος, καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν, καὶ ἔδησαν αὐτόν, καὶ ἀπήγαγον αὐτὸν πρὸς Ἄνναν πρῶτον.

Ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου. Ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις, ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀπολέσθαι ὑπὲρ τοῦ λαοῦ.» Ὅτε πάντα ἐποίησεν, ὅσα ἱκανὰ ἦν ἀναστεῖλαι αὐτούς, οἱ δὲ οὐ συνίεσαν, τότε δὴ συνεχώρησεν ἀπαγαγεῖν αὑτόν. Οἱ δὲ καὶ δεσμοῦσι. καὶ ἀπάγουσι πρὸς Ἄνναν, ὥσπερ ἐμπομπεύοντες τῷ γενομένῳ καὶ ἐγκαυχώμενοι, ὡς δὴ μέγα τρόπαιον στήσαντες. Τῆς δὲ τοῦ Καϊάφα προφητείας μέμνηται, δεῖξαι θέλων, ὅτι ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ταῦτα ἐγίνετο, καὶ ὅτι τοσαύτη τῆς ἀληθείας ἡ ὑπερβολή, ὡς καὶ τοὺς ἐχθροὺς ταῦτα προαναφωνεῖν.

Ἵνα γὰρ μή, δεσμοὺς ἀκούσας, θορυβηθῇς, ἀναμιμνήσκει σε τῆς προφητείας, ὅτι σωτηριώδεις ἦσαν καὶ ὁ δεσμὸς καὶ ὁ θάνατος, καὶ διὰ ταύτην τὴν αἰτίαν τούτων ἠνείχετο. «Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος, καὶ ὁ ἄλλος μαθητής. Ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθε τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως. Ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. Ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος, ὃς ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ εἶπε τῇ θυρωρῷ, καὶ εἰσήγαγε τὸν Πέτρον.» Τίς ἦν «ὁ ἄλλος μαθητής;» Αὐτὸς οὗτος ὁ ταῦτα γράψας, ἀποκρύπτει δὲ ἑαυτὸν διὰ ταπεινοφροσύνην.

Ἐπειδὴ γὰρ κατόρθωμα διηγεῖσθαι μέλλει, ὅτι τῶν ἄλλων ἀποπηδησάντων, αὐτὸς ἐπηκολούθει, διὰ τοῦτο κρύπτει ἑαυτόν, καὶ προτάττει ἑαυτοῦ τὸν Πέτρον. «Ἠκολούθει γάρ, φησί, τῷ Ἰησοῦ Σίμων Πέτρος·» εἶτα ἐπάγει τό, «καὶ ὁ ἄλλος μαθητής.» Διὰ ταπεινοφροσύνην οὖν ἑαυτὸν κρύπτει. Καὶ τοῦτο δὲ αὐτό, ὃ μέμνηται ἑαυτοῦ, διὰ τοῦτο μέμνηται, ἵνα μάθωμεν, ὅτι ἀκριβέστερον τῶν ἄλλων διηγεῖται τὰ κατὰ τὴν αὐλήν, ἅτε ἔνδον ὤν. Ὅρα δὲ καὶ πῶς ὑποτέμνεται τὸ ἴδιον ἐγκώμιον. Ἵνα γὰρ μὴ ἀκούσας. ὅτι «εἰσῆλθε σὺν τῷ Ἰησοῦ» ὁ Ἰωάννης, μέγα τι περὶ αὐτοῦ ἡγηθῇς, λέγει, ὅτι γνώριμος ἦν τοῦ ἀρχιερέως. Οὐ γὰρ ὡς ἀνδρειότερος τῶν ἄλλων συνεισῆλθον, φησίν, ἀλλ’ ὡς γνώριμος τοῦ ἀρχιερέως.

Τὸν μέντοι Πέτρον ἀνακηρύττει, ὡς ἀκολουθήσαντα μὲν διὰ τὸν πόθον, διὰ δὲ τὸ μὴ εἶναι γνώριμον δηλαδή, ἔξω ἱστάμενον. Ὅτι γὰρ καὶ ὁ Πέτρος εἰσῆλθεν ἄν, εἴπερ ἐπετράπη, δῆλον. Ἐπειδὴ γὰρ ἐξῆλθεν ὁ Ἰωάννης, καὶ τὴν θυρωρὸν ἐκέλευσεν αὐτὸν εἰσαγαγεῖν, εὐθέως εἱσῆλθεν ὁ Πέτρος. Διατί δὲ ὁ Ἰωάννης οὐκ εἰσήγαγεν αὐτόν, ἀλλὰ τῇ γυναικὶ τοῦτο ἐπιτρέπει; Διὰ τὸ σφόδρα ἔχεσθαι τοῦ Χριστοῦ, καὶ ἐπακολουθεῖν αὐτῷ, καὶ μὴ θέλειν ἀπ’ αὐτοῦ χωρισθῆναι. «Λέγει οὖν ἡ παιδίσκη ἡ θυρωρὸς τῷ Πέτρῳ·

Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; Λέγει ἐκεῖνος· Οὐκ εἰμί. Εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται, ἀνθρακιὰν πεποιηκότες, ὅτι ψύχος ἦν, καὶ ἐθερμαίνοντο. Ἦν δὲ μετ’ αὐτῶν ὁ Πέτρος ἐστώς, καὶ θερμαινόμενος.» Ἐρωτᾷ ἡ παιδίσκη τὸν Πέτρον, οὐ θρασέως, οὐδ’ ἀποτόμως, ἀλλὰ καὶ λίαν πραέως. Οὐ γὰρ εἶπε· Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἰ τοῦ πλάνου; ἀλλά, «τοῦ ἀνθρώπου τούτου·» ὅπερ ἐλεούσης μᾶλλον ἦν καὶ φιλανθρωπευομένης.

Εἶπε δὲ τό, «μὴ καὶ σύ,» ἐπειδὴ Ἰωάννης ἔνδον ἦν. Ἀλλ’ ἡ μὲν γυνὴ οὕτω προσηνῶς διελέγετο· ἐκεῖνος δὲ οὐδενὸς τούτων ᾔσθετο, οὐδὲ εἰς νοῦν ἔβαλε τὴν τοῦ Χριστοῦ πρόῤῥησιν· οὕτως ἡ ἀνθρωπίνη φύσις ἀσθενὲς χρῆμα, ὅταν ὑπὸ Θεοῦ ἐγκαταλειφθῇ. Τινὲς δὲ ματαίαν χάριν τῷ Πέτρῳ χαριζόμενοι, φασίν, ὅτι οὐχ ὡς φοβηθεὶς ὁ Πέτρος ἠρνήσατο, ἀλλ’ ἐπεὶ ἤθελε μὲν ἀεὶ συνεῖναι καὶ ἀκολουθεῖν τῷ Χριστῷ, ἠπίστατο δέ, ὅτι ἐὰν ὁμολογήσῃ ἑαυτὸν μαθητὴν τοῦ Ἰησοῦ, ἀποχωρισθήσεται αὐτοῦ, καὶ οὐκ ἔτι ἕξει χώραν, ὥστε ἀκολουθεῖν, καὶ βλέπειν τὸν ποθούμενον, διὰ τοῦτο ἠρνήσατο, ὅτι «Οὐκ εἰμί.» Ἐπεὶ καὶ τὸ θερμαίνεσθαι ἀπὸ τοιαύτης ἐποιεῖτο γνώμης. Ὑπεκρίνετο γὰρ τὰ τῶν ὑπηρετῶν δρᾷν, ὡς εἷς ἐκείνων, ἵνα μὴ τῷ κατηφεῖ τοῦ προσώπου φωραθείς, ἐκκλεισθείη τοῦ βλέπειν τὸν Χριστόν, ὡς μαθητὴς τούτου ἐκ τοῦ μέσου διωκόμενος. «Ὁ οὖν ἀρχιερεὺς ἠρώτησε τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ, καὶ περὶ τῆς διδαχῆς αὐτοῦ. Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Ἐγὼ παῤῥησίᾳ ἐλάλησα τῷ κόσμῳ, ἐγὼ πάντοτε ἐδίδαξα ἐν τῇ συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντες οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν. Τί με ἐρωτᾷς; Ἐπερώτησον τοὺς ἀκηκοότας, τί ἐλάλησα αὐτοῖς. Ἴδε οὗτοι οἴδασιν, ἃ εἶπον ἐγώ. Ταῦτα δὲ αὐτοῦ εἰπόντος, εἷς τῶν ὑπηρετῶν παρεστηκὼς ἔδωκε ῥάπισμα τῷ Ἰησοῦ, εἰπών· Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;

Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δαίρεις;» Ἐρωτᾷ ὁ ἀρχιερεὺς τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν ἴσως τοιαῦτα· Ποῦ εἰσι, καὶ τίνες εἶεν, καὶ ἐπὶ τίνι σκοπῷ τούτους συνέλεξε, καὶ τί βουλόμενος; ὡς γὰρ νεωτεριστήν τινα ἢ στασιαστὴν ἤθελεν αὐτὸν ἐλέγξαι.

Καὶ περὶ τῆς διδαχῆς δὲ ἐρωτᾷ, ποία τις ἦν· ἆρα μὴ ἀπὸ τοῦ νόμου ἀφιστῶσα, καὶ μαχομένη Μωσεῖ; ἵνα καὶ ἀπὸ ταύτης ἀφορμὴν εὑρών, ὡς θεομάχον ἀποκτείνῃ. Τί οὖν ὁ Κύριος; Ἀποκρίνεται αὐτῷ πρὸς τὴν ὑπόνοιαν αὐτοῦ. Ἐγώ, φησίν, «ἐν τῷ κρυπτῷ ἐλάλησα οὐδέν.» Σὺ γὰρ ὑπονοεῖς με στασιαστήν τινα, καὶ κρυφίως βουλάς τινας συσκευάζοντα· ἐγὼ δέ σοι, φησί, λέγω, ὅτι «Οὐδὲν ἐν κρυπτῷ ἐλάλησα·» τουτέστιν, Οὐδὲν στασιῶδες, καὶ ὡς δοκεῖς σύ, νεωτεροποιῷ καὶ δολίᾳ καὶ ἀποκρύφῳ γνώμῃ ἐλάλησά τι οἰκεῖον. Ἐπεὶ εἰ μὴ οὕτω νοήσομεν, ὅτι πρὸς τὴν ὑπόνοιαν τοῦ ἀρχιερέως τοῦτο εἶπεν ὁ Κύριος, φανήσεται διαψευδόμενος. Πολλὰ γὰρ εἶπεν «ἐν κρυπτῷ,» ὅσα δηλαδὴ τῆς τῶν πολλῶν διανοίας ὑψηλότερα ἦν. Τὸ δέ, «Τί με ἐρωτᾷς·

Ἐρώτησον τοὺς ἀκηκοότας,» οὐκ αὐθαδιαζομένου ἐστίν, ἀλλὰ θαῤῥοῦντος τῇ τῶν λεχθέντων ἀληθείᾳ. «Ἐρώτησον» γάρ, φησί, τοὺς ἐχθρούς, τοὺς ἐπιβούλους, τοὺς ὑπηρέτας τούτους τοὺς δήσαντάς με. Αὕτη γὰρ τῆς ἀληθείας ἀναμφισβήτητος ἀπόδειξις, ὅταν τοὺς ἐχθρούς τις ἔχῃ μάρτυρας ὧν λέγει. Οἱ γὰρ ὑπηρέται αὐτοί, φησίν, εἰσὶν οἱ εἰπόντες πρώην· «Οὐδέποτε ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος.» Οὕτως οὖν ἀποκριθείς, οὐ θαυμάζεται, ἀλλὰ ῥαπίζεται· οὗ τί γένοιτ’ ἂν ἰταμώτερον; Δυνάμενος δὲ πάντα συσσεῖσαι καὶ ἀφανίσαι, τούτων μὲν οὐδὲν ποιεῖ· φθέγγεται δὲ ῥήματα δυνάμενα πᾶσαν θηριωδίαν ἐκλῦσαι. Εἰ μὲν γάρ, φησίν, ἔχεις ἐπιλαβέσθαι τῶν εἰρημένων παρ’ ἐμοῦ, ἀπόδειξον, ὅτι κακῶς εἶπον· εἰ δὲ οὐκ ἔχεις, τί λυττᾷς; Ἢ καὶ οὕτως· «Εἰ κακῶς ἐλάλησα·» τουτέστιν, Εἰ κακῶς ἐδίδαξα, ὅτε ἐδίδασκον ἐν ταῖς συναγωγαῖς, παρελθὼν νῦν «μαρτύρησον» περὶ ταύτης μου τῆς κακῆς διδασκαλίας, καὶ πληροφόρησον τὸν ἀρχιερέα τὸν νῦν ἐρωτῶντά με περὶ τῆς διδαχῆς μου· «εἰ δὲ καλῶς» ἐδίδαξα, καὶ ἐθαυμαζόμην παρ’ ὑμῶν τῶν ὑπηρετῶν, «τί με» νῦν «δαίρεις,» ὃν πρώην ἐθαύμαζες; Ἔτυψεν οὖν ὁ ὑπηρέτης τὸν Κύριον, μεγάλου ἐγκλήματος ἑαυτὸν ἀπαλλάττων.

Ἐπεὶ γὰρ ὁ Ἰησοῦς τοὺς παρεστῶτας προὐκαλεῖτο μάρτυρας, λέγων· «Ἴδε οὗτοι οἴδασιν, ἃ εἶπον ἐγώ·» θέλων ὁ ὑπηρέτης ἑαυτὸν ἀπαλλάξαι τῆς ὑποψίας, ὅτι οὐ τῶν θαυμαζόντων τὸν Ἰησοῦν ἦν, ἔτυψεν αὐτόν. Εἰπὼν δὲ ὁ Χριστός, Ἐγὼ «ἐν κρυπτῷ ἐλάλησα οὐδέν,» ἀναμιμνήσκει προφητείας τῆς λεγούσης· «Οὐδὲν κρυφῆ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῆς.» «Ἀπέστειλεν αὐτὸν ὁ Ἄννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα. Ἦν δὲ Σίμων Πέτρος ἑστώς, καὶ θερμαινόμενος. Εἶπον οὖν αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; Ἠρνήσατο ἐκεῖνος, καὶ εἶπεν· Οὐκ εἰμί. Λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως συγγενὴς ὤν, οὗ ἀπέκοψε Πέτρος τὸ ὠτίον·

Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ’ αὐτοῦ; Πάλιν οὖν ἠρνήσατο ὁ Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.» Ἀπάγουσιν αὐτὸν πρὸς Καϊάφαν διὰ τὸ ἐν αὐτῷ μηδὲν εὑρεῖν αἴτιον, ἴσως ὑποπτεύσαντες ἐκεῖνον σοφώτερον ὄντα, εὑρεῖν τι κατὰ τοῦ Ἰησοῦ θανάτου ἄξιον, ὑποσκελίσαντα ἢ ἐν ἀποκρίσει, ἢ πράξεώς τινος δραξάμενον. Ὁ δὲ Πέτρος, ὁ θερμὸς ἐραστής, τοσούτῳ κάρῳ κατείχετο, ὥστε ἀπαγομένου τοῦ διδασκάλου, οὐδὲ μετακινεῖται, ἀλλ’ ἔτι θερμαίνεται.

Ὥστε καὶ πάλιν ἐρωτηθείς, ἀρνεῖται, καὶ οὐ δεύτερον μόνον, ἀλλὰ καὶ τρίτον. Διατί δὲ οἱ εὐαγγελισταὶ πάντες ὁμοῦ περὶ τοῦ Πέτρου ἀνέγραψαν; Οὐχὶ τοῦ συμμαθητοῦ κατηγοροῦντες, ἀλλ’ ἡμᾶς παιδεύοντες, πόσον κακὸν τὸ μὴ τὸ πᾶν ἐπιτρέπειν Θεῷ, ἀλλ’ ἑαυτῷ θαῤῥεῖν. Χρὴ δὲ θαυμάσαι τοῦ Δεσπότου τὴν φιλανθρωπίαν, ὅτι καὶ δεδεμένος, καὶ ἀπαγόμενος, οὐκ ἠμέλησε τοῦ μαθητοῦ, ἀλλὰ στραφεὶς ἐνέβλεψε τῷ Πέτρῳ, ὡς ἕτερος εὐαγγελιστής φησι, καὶ διὰ τοῦ βλέμματος προσωνείδισεν αὐτῷ τὴν ἀσθένειαν, καὶ εἰς μεταμέλειαν καὶ δάκρυα ἤγειρεν. Ὅπερ δὲ τότε Πέτρος πέπονθε, καὶ νῦν πάρεστιν ἰδεῖν πολλοὺς ἡμῶν πάσχοντας. Δεσμεῖται γὰρ ὁ ἐν ἡμῖν λόγος τοῦ Θεοῦ, καὶ οἷον αἰχμαλωτίζεται, εἴτε ὑπὸ λύπης, εἴτε ὑπὸ ἡδονῆς ἐξανδραποδιζόμενος. Ἀμφοτέρωθεν γὰρ δεσμευόμεθά τε καὶ ἀπαγόμεθα, ἢ ὑπὸ τῶν τοῦ κόσμου ἡδέων, ἢ ὑπὸ τῶν λυπηρῶν, τοῦ Θεοῦ ἐπιλανθανόμενοι, καὶ κατακρίνεται μὲν ὁ λόγος, νικᾷ δὲ ἡ ἀλογία, καὶ ὁ δοῦλος ῥαπίζει τὸν δεσπότην· τοιοῦτον γὰρ ἡ τῶν παθῶν ἐπανάστασις. Ὁ δὲ νοῦς ἡμῶν, οἷά τις Πέτρος, πολλάκις αὐθαδιάζεται, ὡς οὐ μὴ ἀρνήσηται τὸν λόγον, διὸ καὶ ἵσταται καὶ θερμαίνεται.

Ἵσταται μέν, ὡς μὴ κλινόμενος, μηδὲ ὑποταπεινούμενος, ἀλλ’ ἐπὶ τῆς αὐθαδείας ἱστάμενος ὁμοίως καὶ μένων. Θερμαίνεσθαι δὲ λέγεται, οἷα δὴ ἀπὸ θερμότητος καὶ τύφου νοσῶν τὴν αὐθάδειαν. Ἐλέγχει δὲ αὐτὸν παιδίσκη, μικρά τις ἡδονή, καὶ θηλύνουσα, καὶ εὐθέως ἀρνεῖται τὸν λόγον, καὶ τῇ ἀλογίᾳ ὑπάγεται. Ἀλλὰ καὶ ὑπό τινος πειρασμοῦ λυπηροῦ ἐλέγχεται, ὥσπερ καὶ τότε Πέτρος ὑπὸ δούλου, καὶ οὕτως ἡ ἀσθένεια αὐτοῦ διαδείκνυται. Ἀλλ’ εὐξώμεθα, ἵνα ἐμβλέψῃ ἡμῖν Ἰησοῦς ὁ Λόγος τοῦ Θεοῦ, καὶ εἰς μετάνοιαν καὶ δάκρυα ἐξεγείρῃ, ἐξελθόντας ἡμᾶς ἔξω τῆς αὐλῆς τοῦ τὸν Κύριον σταυροῦντος ἀρχιερέως, ὅς ἐστιν ὁ κοσμοκράτωρ. Ὅταν γὰρ ἐκ τοῦ κόσμου, ὅς ἐστιν αὐλὴ τοῦ κοσμοκράτορος, ἐξέλθωμεν, τότε δή, τότε εἰς μετάνοιαν εἰλικρινῆ ἀναστησόμεθα· καθὰ καὶ ὁ Παῦλός φησιν· «Ἐξερχόμεθα πρὸς αὐτὸν ἔξω τῆς πύλης, τουτέστι, τοῦ κόσμου, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες.» «Ἄγουσι τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον. Ἦν δὲ πρωΐα· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ’ ἵνα φάγωσι τὸ Πάσχα. Ἐξῆλθεν οὖν ὁ Πιλάτος πρὸς αὐτούς, καὶ εἶπε· Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου; Ἀπεκρίθησαν, καὶ εἶπον αὐτῷ· Εἰ μὴ ἦν οὗτος κακοποιός, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.

Εἶπεν οὖν αὐτοῖς ὁ Πιλάτος· Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. Εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα· ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ, ὃν εἶπε, σημαίνων ποίῳ θανάτῳ ἔμελλεν ἀποθνήσκειν.» Πολλοῖς δικαστηρίοις ὑπάγουσι τὸν Κύριον, αὐτοὶ μὲν καθυβρίζειν αὐτὸν οἰόμενοι, τῆς δὲ ἀληθείας μᾶλλον διὰ τῶν πολλῶν δικαστηρίων ἐκφαινομένης.

Ἀνέγκλητος γὰρ διὰ τούτων πάντων ὁ Κύριος ἐξελθών, ἀναντίῤῥητον τὸ κράτος ἔσχεν. Ἄγουσιν οὖν αὐτὸν εἰς τὸ πραιτώριον. Οὐ γὰρ εἶχον αὐτοὶ ἐξουσίαν ἀνελεῖν, ἅτε τῶν πραγμάτων ὑπὸ Ῥωμαίοις κειμένων· ἅμα δὲ καὶ ἐδεδοίκεισαν, μήπως ὕστερον δίκας ὑπόσχωσι κατηγορηθέντες, ὡς ἄνευ κρίσεως ἀνελόντες. «Ἦν δὲ πρωΐα,» φησίν, ἵνα σὺ μάθῃς, ὅτι ἥμισυ τῆς νυκτὸς ὑπὸ Καϊάφα ἠρωτᾶτο. Πρὶν γὰρ ἀλέκτορα φωνῆσαι, ἀπήχθη πρὸς Καϊάφαν. Τί δὲ ὑπὸ τούτου ἠρωτᾶτο, παρῆκε μὲν οὗτος ὁ εὐαγγελιστής, ἕτεροι δὲ εἶπον. Τῆς δὲ νυκτὸς ἐν τούτοις ἀνυσθείσης, πρωΐας πρὸς Πιλάτον ἀπάγεται. «Αὐτοὶ δὲ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν.» Ὢ τῆς ἀνοίας! Φονῶντες μὲν ἀδίκως, οὐκ ἐνόμιζον μιαίνεσθαι· δικαστηρίων δὲ ἐπιβαίνοντες, μιαίνειν ἑαυτοὺς ἡγοῦντο. Τί δέ ἐστιν, «ἵνα φάγωσι τὸ Πάσχα;» καὶ μὴν αὐτὸ ὁ Κύριος πεποίηκε τῇ πρώτῃ τῶν Ἀζύμων. Ἢ οὖν Πάσχα τὴν ἑορτὴν πᾶσαν νοήσομεν τὰς ἑπτὰ ἡμέρας, ἢ ὅτι αὐτοὶ μὲν τότε ἔμελλον αὐτὸ φαγεῖν τῇ παρασκευῇ ἑσπέρας· αὐτὸς δὲ πρὸ μιᾶς αὐτὸ παρέδωκε, τηρῶν τὴν ἑαυτοῦ σφαγὴν τῇ παρασκευῇ, ὅτε καὶ τὸ παλαιὸν ἐγίνετο Πάσχα.

Ὁ δὲ Πιλάτος ἐπιεικέστερόν τι ποιῶν, αὐτὸς ἔξεισι· καὶ ἐπειδὴ τὸν Κύριον εἶδε δεδεμένον, οὐκ ἐνόμισεν ἐντεῦθεν ἤδη ἔλεγχον ἔχειν κατὰ Χριστοῦ, ἀλλ’ ἐρωτᾷ τὴν αἰτίαν τῶν δεσμῶν. Οἱ δὲ οὐδὲν ἔχοντες εἰπεῖν, «Εἰ μὴ ἦν οὗτος κακοποιός, φασίν, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.» Ὁρᾷς πανταχοῦ ἐκκλίνοντας τοὺς ἐλέγχους; Ὁ Ἄννας ἠρώτησε, καὶ οὐδὲν εὑρών, πρὸς Καϊάφαν ἔπεμψεν. Οὗτος πάλιν ἀνακρίνας, πρὸς Πιλάτον στέλλει. Εἶτα ὁ Πιλάτος πάλιν ἐρωτᾷ· Τίνα κατηγορίαν ἔχετε κατὰ τούτου; Καὶ οὑδὲ ἐνταῦθα ἔχουσί τι εἰπεῖν. Ὅθεν ἐπειδὴ οὐ λέγουσιν οὐδέν, «Λάβετε, φησίν, αὐτὸν ὑμεῖς.» Ἐπειδὴ γὰρ ἑαυτοῖς ἐπιτρέπετε τὴν κρίσιν, καὶ ἀλαζονεύεσθε, ὡς οὐκ ἂν ἄδικόν τι ποιήσοντές ποτε. «Εἰ μὴ γὰρ ἦν, φασί, κακοποιός, οὐκ ἄν σοι παρεδώκαμεν αὐτὸν», «αὐτοὶ λάβετε, καὶ κρίνατε.» Εἰ δὲ πρὸς ἐμὲ ἠνέγκατε, καὶ σχῆμα δικαστηρίου περιάπτετε τῷ πράγματι, ἀναγκαῖον ἐξειπεῖν τὰ αἰτιάματα τοῦ ἀνθρώπου. «Κρίνατε οὖν αὐτὸν ὑμεῖς·» ἐγὼ γὰρ οὐκ ἂν δικαστὴς τοιοῦτος εἵην. Εἰ τοίνυν ὁ νόμος ὑμῶν ἀναιτίως κολάζει, «κρίνατε αὐτοί.» Οἱ δέ, «Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα,» φασί.

Τοῦτο δὲ λέγουσιν εἰδότες, ὅτι οἱ Ῥωμαῖοι σταυρῷ καταδικάζουσι τοὺς ἀντάρτας. Ἵν’ οὖν σταυρωθῇ ὁ Κύριος, καὶ ὁ θάνατος αὐτοῦ ἐκπομπευθῇ καὶ ἐπικατάρατος κηρυχθῇ, τούτου ἕνεκεν σχηματίζονται τὸ μὴ ἐξεῖναι αὐτοῖς ἀποκτεῖναι· ἐπεὶ πῶς τὸν Στέφανον ἐλιθοβόλουν; Ἀλλ’ ὅπερ εἶπον, σταυρωθῆναι τὸν Κύριον βουλόμενοι, τοῦτο λέγουσιν· ὥσπερ ἂν εἰ οὕτως εἶπον· Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι διὰ σταυροῦ οὐδένα· τὸ δὲ σταυρωθῆναι τοῦτον, ἐπιπόθητον ἡμῖν. «Ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ, ὃν εἶπε» περὶ τοῦ θανάτου αὐτοῦ, ὅτι δηλονότι σταυρωθήσεται, ἢ ὅτι οὐχ ὑπὸ Ἰουδαίων, ἀλλὰ καὶ ὑπὸ ἐθνικῶν ἔμελλεν ἀναιρεῖσθαι. Εἰπόντων οὖν τῶν Ἰουδαίων, ὅτι «Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι,» παραλαμβάνουσι λοιπὸν αὐτὸν οἱ ἐθνικοί, καὶ σταυροῦσι κατὰ τὸ εἰθισμένον αὐτοῖς, καὶ οὕτω πληροῦται ὁ λόγος τοῦ Ἰησοῦ ἀμφοτέρωθεν, ἔκ τε τοῦ ἐθνικοῖς παραδοθῆναι, καὶ τοῦ σταυρωθῆναι. «Εἰσῆλθεν οὖν εἰς τὸ πραιτώριον πάλιν ὁ Πιλάτος, καὶ ἐφώνησε τὸν Ἰησοῦν, καὶ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς·

Ἀφ’ ἑαυτοῦ σὺ τοῦτο λέγεις, ἢ ἄλλοι σοι εἶπον περὶ ἐμοῦ; Ἀπεκρίθη αὐτῷ ὁ Πιλάτος· Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; Τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί. Τί ἐποίησας; Ἀπεκρίθη Ἰησοῦς· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου.

Εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις. Νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.» Ἐφώνησε τὸν Ἰησοῦν ὁ Πιλάτος κατ’ ἰδίαν, ἐπειδὴ μεγάλη μὲν περὶ αὐτοῦ ὑπόληψις ἦν, ἐβούλετο δὲ μαθεῖν ἀκριβῶς ἀπηλλαγμένος τοῦ θορύβου τῶν Ἰουδαίων. Ἐρωτᾷ οὖν αὐτόν, εἰ βασιλεύς ἐστιν· ὃ περιεφέρετο παρὰ πᾶσι, τοῦτο εἰς μέσον ἄγων. Ὁ δὲ Χριστὸς ἐρωτᾷ αὐτόν, εἰ ἀφ’ ἑαυτοῦ τοῦτο λέγει, ἢ ἀπὸ ἄλλων· οὐκ ἀγνοῶν, ἀλλ’ ἐκκαλύψαι τὴν πονηρὰν τῶν Ἰουδαίων γνώμην βουλόμενος, ὥστε καὶ ὑπὸ τοῦ Πιλάτου κατηγορηθῆναι αὐτούς. Διὸ καὶ ὁ Πιλάτος ἀκολούθως τὸ παρὰ τῶν Ἰουδαίων παραδοθῆναι αὐτὸν προ[σ]φέρει, καὶ ἑαυτὸν ἀπαλλάττει αἰτίας. Καὶ ἄλλως δέ· Ἐρωτᾷ τὸν Πιλάτον ὁ Κύριος, εἰ ἀφ’ ἑαυτοῦ τοῦτο λέγει, ἢ ὑπὸ ἄλλων πεισθείς. Ἐλέγχει γὰρ διὰ τούτου αὐτόν, ἀνόητον ὄντα, καὶ ἀκρίτως δικάζοντα, καὶ ὡσανεὶ τοιαῦτά φησι πρὸς Πιλάτον· Εἰ μὲν ἀφ’ ἑαυτοῦ τοῦτο λέγεις, δεῖξον τὰ σημεῖα τῆς ἐμῆς ἀντάρσεως· εἰ δὲ ὑπὸ ἄλλων ἐδιδάχθης, οὐκοῦν ἀκριβῆ τὴν ἐξέτασιν ποίησον. Ὁ δέ, ὅτι μὲν ἤκουσε παρ’ ἑτέρων, οὐ λέγει· ἁπλῶς δὲ τῇ τοῦ λαοῦ ψήφῳ ἕπεται, καί, «Παρέδωκάν σε, φησίν, ἐμοί.» Τὸ δέ, «Τί ἐποίησας;» ὡς πικραινομένου ῥῆμα ἔοικεν εἶναι, καὶ τραχυνομένου λοιπόν. Λάλει γάρ, τί ἐποίησας;

Ὁ δὲ Κύριος διὰ τοῦ ἀπολογήσασθαι, ὅτι «Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου,» δύο ταῦτα κατορθοῖ· ἓν μέν, ἀνάγει τὸν Πιλάτον εἰς τὸ γνῶναι, ὅτι οὐ ψιλός ἐστιν ἄνθρωπος, οὐδὲ τῶν κάτω, ἀλλὰ Θεός, καὶ Θεοῦ Υἱός· ἕτερον δέ, διαλύει τὴν ἐπὶ τυραννίδι ὑποψίαν. «Οὐ γάρ ἐστιν ἡ βασιλεία ἡ ἐμὴ ἐκ τοῦ κόσμου τούτου.» Ὥστε μὴ δέδειθί με ὡς τύραννον, καὶ στασιαστήν. «Εἰ γὰρ ἦν ἐκ τοῦ κόσμου τούτου ἡ βασιλεία μου, οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα μὴ παραδοθῶ.» Ἐνταῦθα δὲ δηλοῖ καὶ τῆς παρ’ ἡμῖν βασιλείας τὸ ἀσθενές, ὅτι ἐν ὑπηρέταις ἔχει τὴν ἰσχύν· ἡ δὲ ἄνω αὐτάρκης ἐστί, μηδενὸς δεομένη. Οἱ Μανιχαῖοι δὲ ἐντεῦθεν λαβόντες ἀφορμῆς, λέγουσιν, ὅτι ὁ κόσμος οὗτος ἀλλότριός ἐστι τοῦ ἀγαθοῦ Θεοῦ. Ὁ γὰρ Υἱὸς τοῦ Θεοῦ, φησί, λέγει, ὅτι «Οὐκ ἔστιν ἡ βασιλεία μου ἐντεῦθεν.» Ἀλλ’, ὦ ἀνόητοι, μάθετε μέν, πρῶτον ἀπὸ τῆς λέξεως.

Εἶπε γάρ, ὅτι «Ἡ βασιλεία μου οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου·» καὶ αὖθις, «Οὐκ ἔστιν ἐντεῦθεν.» Οὐ γὰρ εἶπεν· Οὐκ ἔστιν ἐν τῷ κόσμῳ, οὐδέ ἐστιν ἐνταῦθα. Βασιλεύει μὲν γὰρ ἐν τῷ κόσμῳ, καὶ προνοεῖται τούτου, καὶ ὡς βούλεται, περιάγει τὰ πάντα.

Οὐκ ἔστι δὲ ἐκ τοῦ κόσμου ἡ βασιλεία αὐτοῦ, ἀλλ’ ἄνωθεν καὶ προαιώνιος· καὶ οὐκ ἐντεῦθεν, κάτωθεν λέγω, συστᾶσα· ἀλλ’ ἐνταῦθα μὲν κρατοῦσα, καὶ διοικοῦσα· οὐκ ἐντεῦθεν δὲ οὖσα, οὐδὲ τὴν σύστασιν κάτωθεν σχοῦσα, οὐδὲ ἐπίκηρος οὖσα. Ἔπειτα πῶς νοηθείη τό, «Εἰς τὰ ἴδια ἦλθεν,» εἰ μὴ ἦν ὁ κόσμος ἴδιος αὐτοῦ; «Εἶπεν οὖν αὐτῷ ὁ Πιλάτος· Οὐκοῦν βασιλεὺς εἶ σύ; Ἀπεκρίθη Ἰησοῦς· Σὺ λέγεις, ὅτι βασιλεύς εἰμι ἐγώ· ἐγὼ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ.

Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας, ἀκούει μου τῆς φωνῆς. Λέγει αὐτῷ ὁ Πιλάτος· Τί ἐστιν ἀλήθεια; Καὶ τοῦτο εἰπών, πάλιν ἐξῆλθε πρὸς τοὺς Ἰουδαίους καὶ λέγει αὐτοῖς· Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. Ἔστι δὲ συνήθεια ὑμῖν, ἵνα ἕνα ὑμῖν ἀπολύσω ἐν τῷ Πάσχα. Βούλεσθε οὖν ὑμῖν ἀπολύσω τὸν βασιλέα τῶν Ἰουδαίων;» Τοῦ Πιλάτου ἐρωτήσαντος τὸν Κύριον, εἰ βασιλεύς ἐστιν· «Ἐγώ, φησίν, εἰς τοῦτο γεγέννημαι,» τουτέστιν, εἰς τὸ βασιλεὺς εἶναι. Φύσει γὰρ ἔχω τοῦτο, καὶ ἀπ’ αὐτοῦ τοῦ γεννηθῆναι ἐκ Πατρός.

Αὐτὸ γὰρ τοῦτο τὸ ἐκ βασιλέως γεννηθῆναι, βασιλέα εἶναί με μαρτυρεῖ. Ὥστε καὶ ὅταν ἀκούῃς, ὅτι ζωὴν ἔδωκε τῷ Υἱῷ ὁ Πατήρ, καὶ κρίσιν, καὶ τἄλλα πάντα, οὕτω νόει τό· «ἔδωκεν,» ἀντὶ τοῦ, ἐγέννησεν αὐτόν, ὥστε ἔχειν ζωήν, καὶ κρίνειν, καὶ φυσικῶς ταῦτα πάντα πρόσεστι τῷ Υἱῷ ἐκ Πατρός.

Καὶ διὰ τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα τοῦτο αὐτὸ εἴπω, καὶ διδάξω, καὶ πείσω πάντας, ὅτι Βασιλεύς, καὶ Δεσπότης, καὶ Κύριός εἰμι. Ἐπισπάσασθαι δὲ θέλων καὶ διὰ τούτων τὸν Πιλάτον, καὶ πεῖσαι, ὥστε παραδέξασθαι τὰ λεγόμενα, φησί· «Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς.» Ὥστε καὶ σύ, ὦ Πιλάτε, εἴπερ ἀληθείας τέκνον εἶ, καὶ ποθεῖς ταύτην, ἀκούσεις μου τῆς φωνῆς, καὶ πιστεύσεις με εἶναι βασιλέα οὐ τοιοῦτον, οἷοι οἱ τοῦ κόσμου, ἐπίκτητον ἔχοντα τὴν ἀρχήν, ἀλλὰ φυσικήν, καὶ ἀπ’ αὐτοῦ τοῦ γεννηθῆναι ἐκ Θεοῦ καὶ βασιλέως προσοῦσάν μοι. Αἰνίττεται δὲ ἐνταῦθα καὶ τοὺς Ἰουδαίους μὴ ὄντας ἐκ τῆς ἀληθείας, ἐπεὶ οὐκ ἀκούειν θέλουσι τῆς φωνῆς αὐτοῦ. Μὴ ὄντες δὲ ἐκ τῆς ἀληθείας, ψευδῆ πάντως καὶ κατ’ αὐτοῦ πλάττονται, καὶ οὐκ ἀληθῶς ἔνοχός ἐστι θανάτου. Οὕτω γοῦν εἷλε τοῖς βραχέσι τούτοις ῥήμασι τὸν Πιλάτον, ὥστε περὶ ἀληθείας ἐρωτῆσαι τὸν Πιλάτον, «Τί ἐστι;» Σχεδὸν γὰρ ἐξ ἀνθρώπων ἠφάνιστο, καὶ ἠγνοεῖτο ὑπὸ πάντων, ἔτι ἐν ἀπιστίᾳ ὄντων. Ἐπεὶ δὲ καιροῦ μὲν ἐδεῖτο ἰδίου τὸ ἐρώτημα, τὸ δὲ κατεπεῖγον ἦν ἐξαρπάσαι τὸν Ἰησοῦν τῆς τῶν Ἰουδαίων ὁρμῆς. διὰ τοῦτο ἐξέρχεται πρὸς αὐτούς, καί φησιν· «Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ.» Καὶ τοῦτο δὲ συνετῶς.

Οὐ γὰρ εἶπεν, ὅτι Εἰ καὶ ἥμαρτεν, καὶ ἄξιός ἐστι θανάτου, ὅμως χαρίσασθε αὐτὸν τῇ ἑορτῇ· ἀλλὰ πρῶτον αὐτὸν ἀπαλλάξας αἰτίας ἁπάσης, τότε ἀξιοῖ αὐτοὺς περὶ τῆς ἀπολύσεως. Ἵνα, εἰ μὲν ἀπολυθῇ ὁ Ἰησοῦς, μηδεμία αὐτοῖς χάρις ὀφείλοιτο· τὸν γὰρ ἀναίτιον ἀπολελύκασιν. Εἰ δὲ καταψηφίσονται, δειχθείη αὐτῶν ἡ κακία, ὅτι τὸν ἀναίτιον κατεδίκασαν.

Ὅρα δὲ καὶ τό, «τὸν βασιλέα τῶν Ἰουδαίων,» ποῖόν τινα νοῦν ἔχει. Φανερῶς γὰρ διὰ τούτου ἀπολογεῖται ὁ Πιλάτος, ὡς οὐδὲν Ἰησοῦς ἔπταισεν, ἀλλὰ μάτην ἐγκαλεῖται παρ’ αὐτῶν, ὡς βασιλείας ἐπιθυμῶν. Οὐ γὰρ ἂν τὸν βασιλέα ἑαυτὸν ποιοῦντα, καὶ ἀνταίροντα τῇ τῶν Ῥωμαίων δυναστείᾳ, ὁ τῶν Ῥωμαίων ὑποστράτηγος ἀπέλυσεν. Ὥστε ἐν τῷ εἰπεῖν, «Τὸν βασιλέα τῶν Ἰουδαίων ἀπολύσω,» παντελῶς ἀναίτιον τὸν Ἰησοῦν ἀποδείκνυσι, καὶ ἐπεγγελᾷ τοῖς Ἰουδαίοις, ὡσανεὶ τοιαῦτα λέγων· Ὃν ὑμεῖς συκοφαντεῖτε ὡς βασιλειῶντα, ὃν ἀντάρτην καὶ στασιαστήν φατε, τοῦτον ἀπολύειν ἐγὼ ἀξιῶ, δῆλον, ὡς οὐκ ὄντα τοιοῦτον. Τινὲς δὲ τό, «Εἰς τοῦτο γεγέννημαι,» οὐ τὴν ἐκ τοῦ Πατρὸς προαιώνιον γέννησιν δηλοῦν ἐνόησαν, ἀλλὰ τὴν ὕστερον ἐκ παρθένου. Διὰ τοῦτο γὰρ γέγονα ἄνθρωπος, καὶ ἐγεννήθην ἐκ Μαρίας, ἵνα τὸ ψεῦδος καὶ τὸν διάβολον ἀπολέσω, τὴν θείαν φύσιν ἀποδείξας βασιλεύουσαν πάντων. Ἀλήθεια οὖν τοῦτό ἐστιν, ἡ ἐμὴ γνῶσις, καὶ ἡ σωτηρία ἡ διὰ ταύτης.

Διὰ τοῦτο γοῦν ἦλθον, ἵνα καὶ τὴν ἀληθινὴν γνῶσιν τοῦ Θεοῦ καὶ σωτηρίαν χαρίσωμαι. Ἄξιον δὲ ἐξετάσαι, πόθεν ὁρμώμενοι οἱ Ἰουδαῖοι, ἔθος εἶχον ἕνα δέσμιον ἀπολύειν. Πρῶτον μὲν οὖν ἔστιν εἰπεῖν, ὅτι οἱ «Διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων,» τὰ πλεῖστα ταῖς ἰδίαις ἐστοίχουν γνώμαις, ἀλλ’ οὐ τοῖς τοῦ Θεοῦ προσεχρῶντο νόμοις. Ὅθεν καὶ τοῦτο ἐν ἔθει τοιούτῳ ἀλόγῳ εἶχον, οἷα τοῦ λοιποῦ ἐκτραχηλισθέντες τῶν νομικῶν διατάξεων.

Ἔπειτα, καὶ τοιοῦτόν τι εὕρηται ἐν τῇ Γραφῇ νομοθέτημα, ἀφ’ οὗ εἰκὸς ἦν ὁρμωμένους αὐτούς, τὰς τοιαύτας ἀπολύσεις τῶν κατακρίτων ἐν ἔθει σχεῖν. Γέγραπται γὰρ περὶ τοῦ ἀκουσίως φονεύοντος, ἐὰν μὴ δι’ ἔχθραν ἢ ἐπίτηδες θέλων κακοποιῆσαί τις τὸν πλησίον αὐτοῦ, ῥίψῃ σκεῦος, ἢ λίθον, τὸ δὲ πεσὸν κατάξει τὸν παρευρεθέντα, καὶ ἀποθάνῃ ὁ ἄνθρωπος, ἀκούσιος μὲν φονεὺς ὁ τοιοῦτος, κρινεῖ δὲ ἡ συναγωγὴ πᾶσα, καὶ ἀπολύσουσι μὲν τοῦτον τοῦ θανάτου (οὐ γὰρ κακοήθει γνώμῃ πεφόνευκε), καταστήσουσι δὲ αὐτὸν εἰς τὴν πόλιν τοῦ φυγαδευτηρίου, τουτέστι, φυγῇ ζημιώσουσιν. Ἐκ τούτου ἴσως ὁρμώμενοι, ὥς γε στοχάζεσθαι ἡμᾶς, ἔθος τοιοῦτον εἶχον, ἕνα ἀπολύειν τῶν ἐπὶ φονικῇ γνώμῃ κατακρινομένων.

Ὁ μὲν οὖν νόμος προσέταττεν ἔργον εἶναι τοῦτο τῆς συναγωγῆς τῶν Ἰουδαίων· ἐπεὶ δὲ τὰ πράγματα ὑπὸ Ῥωμαίοις γέγονε, τοὺς Ῥωμαίων ἄρχοντας κυρίους ποιοῦνται τοῦ ἀπολύειν, ὥσπερ οὖν καὶ νῦν τὸν Πιλάτον.

ΚΕΦΑΛ. ΙΘʹ. Περὶ τῆς τοῦ Χριστοῦ μαστιγώσεως. Περὶ τῆς σταυρώσεως τοῦ Χριστοῦ. Περὶ τῶν παρὰ τῷ σταυρῷ ἑστώτων. Περὶ τῆς αἰτήσεως τοῦ Κυριακοῦ σώματος. Περὶ τῆς ταφῆς αὐτοῦ. «Ἐκραύγασαν οὖν πάλιν πάντες λέγοντες· Μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν. Ἦν δὲ ὁ Βαραββᾶς λῃστής.

Τότε οὖν ἔλαβεν ὁ Πιλάτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσε. Καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν, καὶ ἔλεγον· Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων, καὶ ἐδίδουν αὐτῷ ῥαπίσματα.

Ἐξῆλθεν οὖν ἔξω πάλιν ὁ Πιλάτος, καὶ λέγει αὐτοῖς· Ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε, ὅτι ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω. Ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω φορῶν τὸν ἀκάνθινον στέφανον, καὶ τὸ πορφυροῦν ἱμάτιον. Καὶ λέγει αὐτοῖς· Ἴδε ὁ ἄνθρωπος.

Ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες· Σταύρωσον, σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλάτος· Λάβετε αὐτὸν ὑμεῖς, καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι ἑαυτὸν Θεοῦ Υἱὸν ἐποίησεν.» Ὅρα διὰ πόσων ἡ κακία τῶν Ἰουδαίων δείκνυται. Τὸν γὰρ Βαραββᾶν ὁμολογουμένως λῃστὴν ἐξαιτοῦνται, τὸν δὲ Κύριον παραδιδόασι. Μαστιγοῖ οὖν αὐτὸν ὁ Πιλάτος, παραμυθήσασθαι τέως καὶ ἐκλῦσαι τὸν θυμὸν αὐτῶν βουλόμενος. Ἐπειδὴ γὰρ διὰ ῥημάτων οὐκ ἴσχυσεν αὐτὸν ἐξελέσθαι, μαστίζει, σπεύδων ἄχρι τούτου στῆσαι τὴν μανίαν αὐτῶν, καὶ τὴν χλαμύδα, καὶ τὸν στέφανον συγχωρεῖ περιτεθῆναι αὐτῷ, ὥστε αὐτῶν χαλάσαι τὴν ὀργήν· οἱ δὲ στρατιῶται πάντα πρὸς χάριν τῶν Ἰουδαίων πράττουσιν. Ἐπεὶ γὰρ ἤκουσαν τοῦ Πιλάτου λέγοντος. «Τὸν βασιλέα τῶν Ἰουδαίων ἀπολύσω,» ἐμπαίζουσι λοιπὸν αὐτῷ ὡς βασιλεῖ. Οὐ γὰρ δὴ ὑπὸ τοῦ Πιλάτου προτραπέντες, ἐποίουν ταῦτα, οἵ γε καὶ νυκτὸς ἐπῆλθον τῷ Ἰησοῦ παρὰ γνώμην τοῦ ἡγεμόνος, τοῖς Ἰουδαίοις χαριζόμενοι χρημάτων ἕνεκα. Μαλθακὸς μὲν οὖν ὁ Πιλάτος, οὐ κακοήθης δὲ κατὰ τοὺς Ἰουδαίους. Ἐξάγει μὲν γὰρ τὸν Ἰησοῦν, σβέσαι πάλιν αὐτῶν τὸν θυμὸν βουλόμενος, ἀλλ’ ἐκεῖνοι οὐδὲ οὕτως ἥμεροι γεγόνασι, βοῶσι δέ· «Σταύρωσον, σταύρωσον αὐτόν.»

Ἰδὼν δὲ ὁ Πιλάτος μάτην πάντα γινόμενα, φησί· «Λάβετε αὐτὸν ὑμεῖς, καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.» Ποιεῖ δὲ τοῦτο, συνωθῶν αὐτοὺς εἰς πρᾶγμα μὴ συγκεχωρημένον αὐτοῖς, ὡς ἂν ἀπολυθῇ ὁ Ἰησοῦς. Ἐγὼ μὲν γάρ, φησίν, ὁ ἔχων ἐξουσίαν σταυρῶσαι, «οὐδεμίαν αἰτίαν εὑρίσκω·» ὑμεῖς δὲ οἱ μὴ ἔχοντες ἐξουσίαν σταυροῦν, φατὲ ὑπαίτιον εἶναι τοῦτον. «Λάβετε οὖν αὐτόν, καὶ σταυρώσατε.» Ἀλλ’ οὐκ ἔχετε ἐξουσίαν; οὐκοῦν ἀπολυθήτω ὁ ἄνθρωπος.

Τοιοῦτος μὲν οὖν ὁ σκοπὸς τοῦ Πιλάτου, ἐπιεικέστερος δηλαδή, οὐ μὴν ἐνστατικὸς ὑπὲρ τῆς ἀληθείας. Οἱ δὲ καὶ ἐν τούτῳ καταισχυνθέντες λέγουσιν, ὅτι «Κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι Υἱὸν Θεοῦ ἑαυτὸν ἐποίησεν.» Ὅρα τὴν κακίαν ἀσύμφωνον ἑαυτῇ. Ἄνω ἔλεγεν αὐτοῖς ὁ Πιλάτος· «Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε·» καὶ οὐκ ἐδέξαντο τοῦτο.

Νῦν πάλιν, ὅτι «Κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν,» προφέρουσιν. Ἄνω, ὅτι Βασιλέα ἑαυτὸν ποιεῖ, ἐνεκάλουν· νῦν ἐκείνου ψευδοῦς ἐλεγχθέντος, «Ὅτι Υἱὸν Θεοῦ ἑαυτὸν ποιεῖ,» ἐγκαλοῦσι. Καὶ τί τοῦτο ἔγκλημα; Εἰ τὰ ἔργα τοῦ Θεοῦ ποιεῖ, Υἱὸν Θεοῦ εἶναι τί κωλύει αὐτόν; Ὅρα δὲ τὴν θείαν οἰκονομίαν, πῶς ἐκεῖνοι μὲν πλείοσι δικαστηρίοις παρεδίδουν τὸν Κύριον, ὥστε μωμήσασθαι αὐτόν, καὶ καταχρᾶναι τὴν δόξαν αὐτοῦ, εἰς κεφαλὴν δὲ αὐτοῖς ἡ ὕβρις περιτρέπεται· ἐντεῦθεν γὰρ μᾶλλον ἀκατάκριτος διαδείκνυται, ἐξεταζομένου τοῦ πράγματος ἀκριβέστερον. Ποσάκις γοῦν ὁ Πιλάτος ὡμολόγησε μηδὲν εὑρίσκειν ἐν αὐτῷ θανάτου ἄξιον! «Ὅτε οὖν ἤκουσεν ὁ Πιλάτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν, καὶ λέγει τῷ Ἰησοῦ· Πόθεν εἶ σύ; Ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. Λέγει οὖν αὐτῷ ὁ Πιλάτος· Ἐμοὶ οὐ λαλεῖς; Οὐκ οἶδας, ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε, καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε;

Ἀπεκρίθη Ἰησοῦς· Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ’ ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν. Διὰ τοῦτο ὁ παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.» Ὁ μὲν Πιλάτος ψιλὸν λόγον μόνον ἀκούσας, ὅτι Υἱός ἐστι τοῦ Θεοῦ, φοβεῖται· οἱ δὲ καὶ ἔργα θεῖα ἰδόντες, ἀναιροῦσιν αὐτόν, ὑπὲρ ὧν ἐχρῆν προσκυνεῖν. Ἐρωτᾷ δὲ αὐτόν, οὐχ οὕτως ὥσπερ πρότερον· «Τί ἐποίησας;» ἀλλά, «Τίς εἶ σύ;» Τότε μὲν γὰρ ἐπειδὴ ὡς βασιλειῶν ἐνεκαλεῖτο, εἰκότως ἐρωτᾷ· «Τί ἐποίησας;» νῦν δέ, ἐπεὶ ὡς Υἱὸν Θεοῦ ἑαυτὸν ποιῶν διαβάλλεται, ἐρωτᾷ· «Πόθεν εἶ σύ;» Ἰησοῦς δὲ σιγᾷ. Ἔμαθε γὰρ παρ’ αὐτοῦ ὁ Πιλάτος, ὅτι «Εἰς τοῦτο γεγέννημαι·» καί, «Ἡ βασιλεία μου οὐκ ἔστιν ἐντεῦθεν·» καὶ ὅμως οὐδὲν ἐκ τούτων ὠφελήθη, οὐδὲ ἀντέστη ὑπὲρ τῆς ἀληθείας, ἀλλ’ ἐνέδωκε τῇ τοῦ ὄχλου ὁρμῇ. Διὸ ὁ Κύριος τὰς ἐρωτήσεις αὐτοῦ ὡς εἰκῆ γενομένας διαπτύων, οὐδὲν ἀποκρίνεται.

Ὅλως δὲ φαίνεται ὁ Πιλάτος μὴ στεῤῥός τις εἶναι, ἀλλὰ καὶ λίαν ὑπὸ τῶν τυχόντων φοβήτρων διασειόμενος. Καὶ γὰρ καὶ τοὺς Ἰουδαίους ἐδεδοίκει, καὶ τὸν Ἰησοῦν, ὡς Υἱὸν Θεοῦ, ἔφριττεν. Ἴδωμεν δὲ καὶ πῶς ἑαυτὸν κατακρίνει, δι’ ὧν λέγει· «Ἐξουσίαν ἔχω σταυρῶσαί σε, καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε.» Εἰ γὰρ τὸ πᾶν ἐν σοὶ ἔκειτο, τίνος ἕνεκεν οὐκ ἀπέλυες, ὃν ἀναίτιον εὗρες; Ὁ δὲ Κύριος τὸν τύφον αὐτοῦ κατασπῶν, «Οὐκ εἶχες, φησίν, ἐξουσίαν οὐδεμίαν κατ’ ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν.» Οὐ γὰρ ἁπλῶς οὕτως ἀποθνήσκω, ἀλλά τι μυστικὸν ἐπιτελῶ, καὶ ἄνωθεν τοῦτο εἰς κοινὴν σωτηρίαν προώρισται. Ἵνα δὲ μὴ ἀκούσας, ὅτι «Ἄνωθέν ἐστι δεδομένον,» νομίσῃς ἀπηλλάχθαι εὐθύνης παρὰ Θεῷ τὸν Πιλάτον, ἐπιφέρει, ὅτι «Ὁ παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.» Δείκνυσι γὰρ ἐντεῦθεν καὶ τὸν Πιλάτον ἁμαρτίας ὑπεύθυνον, εἰ καὶ ἐλάττονος. Οὐ γὰρ ἐπειδὴ ἄνωθεν ἐδέδοτο, τουτέστι, συγκεχώρητο τὸ ἀποθανεῖν τὸν Χριστόν, ἤδη ἀναίτιοί εἰσιν ὅ τε Πιλάτος καὶ οἱ Ἰουδαῖοι· ἀλλ’ ἡ μὲν ὑμετέρα προαίρεσις τὸ κακὸν ἐβούλετο, ὁ δὲ Θεὸς εἴασε, καὶ συνεχώρησεν εἰς ἔργον προβῆναι ταύτην. Οὔκουν ἀναίτιοι οἱ πονηροί, ἐπειδὴ ὁ Θεὸς συγχωρεῖ τὴν αὐτῶν κακίαν εἰς ἔργον ἐκβαίνειν· ἀλλὰ διότι καὶ βούλονται καὶ διαπράττονται, πάσης κατακρίσεως ἄξιοι. «Ἐκ τούτου ἐζήτει ὁ Πιλάτος ἀπολῦσαι αὐτόν.

Οἱ δὲ Ἰουδαῖοι ἔκραζον, λέγοντες· Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος. Πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν, ἀντιλέγει τῷ Καίσαρι. Ὁ οὖν Πιλάτος ἀκούσας τοῦτον τὸν λόγον, ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον. Ἑβραϊστὶ δὲ Γαββαθᾶ. Ἦν δὲ παρασκευὴ τοῦ Πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη.» Ἐπειδὴ κατέπληξε τὸν Πιλάτον ὁ Κύριος διὰ τῶν ῥημάτων, καὶ σαφῆ παρέσχετο τὴν ἀπολογίαν, ὅτι Εἰ μὴ ἑκὼν ἐγὼ ἐμαυτὸν ἐδίδουν, καὶ ὁ Πατὴρ συνεχώρει, οὐκ εἶχες ἐξουσίαν κατ’ ἐμοῦ, καὶ ὅτι ἁμαρτίαν ἔχεις καὶ σύ, καὶ μείζονα Ἰούδας ὁ παραδιδούς με, ἢ καὶ ὁ λαός, διότι «Ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκε, καὶ οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος,» ἀλλ’ εὑρών με ἀσυνηγόρητον καὶ ἀβοήθητον, σταυρῷ παρέδωκε, καὶ οὐδὲ τοσαῦτα δικαστήρια, ἐξ ὧν ἀνεύθυνος ἐξῆλθον, κατεδυσωπήθη, ἀλλ’ ἐβόα, «Σταύρωσον, σταύρωσον·» ἐπεὶ οὖν ταῦτα εἰπὼν ὁ Κύριος κατέπληξε τὸν Πιλάτον, «ἐζήτει ἐκ τούτου» μᾶλλον «ἀπολῦσαι αὐτόν.» Ἰουδαῖοι δέ, ἐπεὶ ὡς Θεὸν ποιοῦντα ἑαυτὸν διαβάλλοντες, καὶ τὸν νόμον προσενεγκόντες ἠλέγχθησαν (ὁ γὰρ Πιλάτος, ἐκ τούτου μᾶλλον ἐφοβήθη, καὶ ἐβούλετο ἀπολῦσαι αὐτόν, μήπως Θεῷ προσκρούσῃ)· πάλιν ἐπὶ τοὺς ἔξω νόμους καταφεύγουσι, καὶ ὡς ψοφοδεῆ ἐκφοβοῦσι τὸν Πιλάτον.

Ὡς γὰρ εἶδον αὐτὸν εὐλαβούμενον, μὴ Υἱὸν Θεοῦ ὄντα κατακρίνων τὸν Ἰησοῦν ἁμάρτῃ, τὸν φόβον τοῦ Καίσαρος ἐπισείουσιν αὐτῷ, καὶ ἐπὶ τυραννίδι τὸν Κύριον διαβάλλοντες, ἐκδειματοῦσι τὸν Πιλάτον, ὡς προσκρούειν μέλλοντα Καίσαρι, εἴ γε ἀπολύσει τὸν ἀνταίροντα αὐτῷ. Καὶ ποῦ τυραννίδος οὗτος ἑάλω; πόθεν δὲ τοῦτο δείξετε; Ἀπὸ τῆς ἀλουργίδος; ἀπὸ τοῦ διαδήματος; ἀπὸ τῶν στρατιωτικῶν; Οὐ πάντα αὐτῷ εὐτελῆ; καὶ στολή, καὶ τροφή, καὶ οἶκος, καὶ οὐδὲ οἶκος;

Ἀλλ’ ὢ τῆς ἀνανδρίας τοῦ Πιλάτου! κινδυνεύειν νομίσαντος, εἰ περιίδοι τοιαύτην ὑπόθεσιν ἀνεξέταστον. Ἐξέρχεται μέν, ὡς ἐξετάσων τὸ πρᾶγμα (τὸ γὰρ καθίσαι τοῦτο ἐδήλου), οὐδεμίαν δὲ ἐξέτασιν ποιησάμενος, παραδίδωσιν αὐτόν, νομίζων δυσωπήσειν αὐτούς. Πῶς δὲ τοῦ Μάρκου λέγοντος τρίτην ὥραν εἶναι, ὅτε ὁ Χριστὸς ἐσταυροῦτο, ὁ Ἰωάννης ἕκτην φησί; Λύουσιν οὖν τοῦτο, τινὲς μέν, ὅτι γραφικὸν τὸ σφάλμα· τὸ μὲν γὰρ γάμμα τὴν τρίτην ὥραν σημαίνει, καὶ ἔστιν ὁ χαρακτὴρ αὐτοῦ τοιοῦτος, Γ· τὸ δὲ καλούμενον ἐπίσημον, τὴν ἕκτην, καὶ ἔχει τὸν χαρακτῆρα τοιόνδε, ϛʹ. Εἰκὸς οὖν τὸ γάμμα στοιχεῖον ἀπὸ τῆς ἀπροσεξίας τῶν μεταγραφόντων κυρτωθείσης τῆς ἀποτεταμένης εὐθείας εἰς μῆκος, εἰς τὸν τοῦ ἐπισήμου μεταχωρῆσαι χαρακτῆρα, καὶ οὕτω τὴν πλάνην ταύτην γενέσθαι. Ὅτι δὲ τοῦτο εἰκὸς γενέσθαι, καὶ τρίτην ὥραν ἀναγράφεσθαι καὶ παρὰ τῷ Ἰωάννῃ, ἀλλ’ οὐχὶ ἕκτην ὥσπερ νῦν, δῆλον ἐντεῦθεν.

Τῶν γὰρ τριῶν εὐαγγελιστῶν, τοῦ τε Ματθαίου, καὶ τοῦ Μάρκου, καὶ τοῦ Λουκᾶ συμφώνως λεγόντων, ὡς ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν, ἕως ὥρας ἐννάτης, πρόδηλον, ὡς ὁ Κύριος ἡμῶν πρὸ τῆς ἕκτης ὥρας, πρὸ τοῦ γενέσθαι τὸ σκότος, ἐσταύρωτο, δηλαδὴ κατὰ τὴν τρίτην ὥραν, ὡς ὁ Μάρκος τε ἱστόρησε, καὶ ὁ Ἰωάννης ὁμοίως, εἰ καὶ ἡ πλάνη τῶν γραφόντων τὸ γάμμα μετέθηκεν εἰς τὸν τοῦ ἐπισήμου χαρακτῆρα. Τινὲς μὲν οὖν οὕτω λύουσι τοῦτο. Ἕτεροι δέ φασιν, ὅτι ὁ μὲν Μάρκος τὴν ὥραν τῆς ἀποφάσεως, τῆς περὶ τοῦ σταυρωθῆναι τὸν Κύριον, ἐκτίθεται σαφῶς καὶ ἀναμφιβόλως.

Ἐπεὶ οὖν ἔκτοτε σταυρῶσαι καὶ τιμωρῆσαι οἱ δικασταὶ λέγονται, ἀφ’ οὗ τὴν ἀπόφασιν ἐξενέγκωσι, διὰ τὸ τὴν δύναμιν τῆς τιμωρίας καὶ τοῦ θανάτου ἐν ταῖς γλώσσαις κεκτῆσθαι· τούτου χάριν ὁ Μάρκος τῇ τρίτῃ ὥρᾳ σταυρωθῆναι αὐτὸν λέγει, ἀφ’ ἧς ὁ Πιλάτος τὴν ἀπόφασιν ἐξήνεγκεν. Ἰωάννης δέ, ὡς εἰρηκότος τοῦ Μάρκου τὸν καιρὸν τῆς ἀποφάσεως, αὐτὸς τὴν ὥραν, ἐν ᾗ τὸν Κύριον ἐσταύρωσαν, ἔφη· ἐπεὶ καὶ σκόπει, πόσα μεταξὺ τῆς παρὰ τοῦ Πιλάτου περὶ τοῦ σταυροῦ ἀποφάσεως, καὶ τῆς ὥρας ταύτης, ἐν ᾗ εἰς τὸν σταυρὸν ὁ Κύριος ἀνέβη, πέπρακται.

Ἀπολύσας τὸν Βαραββᾶν, ἐφραγέλλωσε τὸν Ἰησοῦν, καὶ παρέδωκε πάντως αὐτὸν εἰς τὸ σταυρωθῆναι. Ἡ γὰρ τοῦ Βαραββᾶ ἀπόλυσις, κατάκρισις ἦν τοῦ Κυρίου. Ἐμπαίζουσιν οἱ στρατιῶται· καὶ σκόπει, πόσος χρόνος ἀνηλώθη ἂν εἰς τὸν φιλότιμον ἐμπαιγμόν.

Ἐξήνεγκεν αὐτὸν ὁ Πιλάτος, καὶ διελέχθη τοῖς Ἰουδαίοις· πάλιν εἰσελθὼν ἀνακρίνει τὸν Ἰησοῦν· πάλιν ἐξελθὼν διαλέγεται τοῖς Ἰουδαίοις. Ταῦτα πάντα ἱκανὰ ἦν ἀναλῶσαι τὸν ἀπὸ τῆς τρίτης ὥρας ἄχρι τῆς ἕκτης χρόνον, ἅπερ Ἰωάννης ἐκθέμενος ἀκριβῶς, ἅτε πᾶσι παρηκολουθηκώς, τῆς ἕκτης ὥρας μνημονεύει, ὅτε καὶ παρέδωκεν αὐτὸν τελείως, ἵνα σταυρωθῇ. οὐκ ἔτι διαλεγόμενος τοῖς Ἰουδαίοις, ἢ ἀνακρίνων τὸν Ἰησοῦν, ἀλλὰ τὴν τελειοτάτην ἀπόφασιν κατ’ αὐτοῦ ἐξενεγκών. Εἰ δέ τις λέγει· Καὶ τίνος ἕνεκεν κατὰ τὴν τρίτην ὥραν, ὡς λέγεις, ἀποφηνάμενος σταυρωθῆναι, πάλιν ἐβούλετο ἀπολῦσαι αὐτόν; μανθανέτω πρῶτον μέν, ὅτι ὑπὸ τοῦ πλήθους βιασθείς, ἔθετο τὴν ἀπόφασιν· ἔπειτα καὶ τῷ ὀνείρῳ τῆς γυναικὸς αἰνίττετο [ἐνύττετο]· ἦν γὰρ αὐτῷ μηνύσασα· «Μηδὲν σοὶ καὶ τῷ δικαίῳ τούτῳ.» Ἐπὶ πᾶσι δὲ τούτοις, σκόπει καὶ τὸν Ἰωάννην, πῶς εἶπεν· «Ὥρα ἦν ὡσεὶ ἕκτη.» Οὐκ εἶπε γάρ, Ὥρα ἦν ἕκτη, ὡς ἀποφαινόμενος, ἀλλ’ ὡς ἐπιδιστάζων καὶ ἀμφιγνοῶν, «Ὡσεὶ ἕκτη.» Ὥστε οὐδὲν διοίσει ὑμῖν [ἡμῖν] τὸ περὶ τῆς ὥρας φαίνεσθαι μὴ πάντη συντρέχοντας ἀλλήλοις τοὺς εὐαγγελιστάς, εἴτε [εἴ γε] συγχωροίημεν εἶναι διαφωνίαν. Τοῦτο γὰρ σκόπει, εἰ μὴ πάντες εἶπον, ὅτι ἐσταυρώθη· εἰ δὲ τοῦτο μὲν παρὰ πάντων ὡμολόγηται, περὶ δὲ τῆς ὥρας, εἰ ὁ μὲν τρίτην εἶναι, ὁ δὲ ὡσεὶ ἕκτην φασί, τί τοῦτο ἐπηρεάζει τῇ ἀληθείᾳ;

Πλὴν ἀλλὰ δέδεικται ἐκ περιουσίας, ὅτι οὐδὲ διαφωνία ἐστίν. «Καὶ λέγει τοῖς Ἰουδαίοις· Ἴδε ὁ βασιλεὺς ὑμῶν.

Οἱ δὲ ἐκραύγασαν· Ἆρον, ἆρον, σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλάτος· Τὸν βασιλέα ὑμῶν σταυρώσω; Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα. Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς, ἵνα σταυρωθῇ. Παρέλαβον οὖν τὸν Ἰησοῦν, καὶ ἤγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι, καὶ βαστάζων τὸν σταυρὸν αὑτοῦ, ἐξῆλθεν εἰς τόπον, λεγόμενον Κρανίου τόπον, ὃς λέγεται Ἑβραϊστὶ Γολγοθᾶ· ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ’ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.» Πολλάκις εἴπομεν, ὡς ἄνανδρος μᾶλλον καὶ ψοφοδεὴς ὁ Πιλάτος, ἢ κακοήθης. Ὅρα γοῦν, καὶ νῦν σχῆμα ἐξετάσεως καὶ κριτηρίου περιτίθησι τῷ πράγματι, μαλακῶς δὲ τὸ ὅλον μεταχειρίζεται. «Ἴδε γάρ, φησίν, ὁ βασιλεὺς ὑμῶν.» Οὔτε γὰρ τὸν Ἰησοῦν κατακρίνει, οὔτε τοὺς Ἰουδαίους ἐπιστομίζει φανερῶς· ἀλλ’ οἷον ἐπικεκρυμμένως ὀνειδίζων αὐτοῖς ὡς συκοφαντοῦσι, φησίν· Ἴδε, ποῖον ἄνθρωπον λέγετε, ὅτι βασιλεύσειν ἐπεχείρει ὑμῖν, εὐτελῆ δηλαδή, καὶ οὐκ ἂν τοιούτοις ἐπιχειρήσοντα· ὥστε ψευδὴς ἡ κατηγορία.

Τί γὰρ ἔχει τυράννου οὗτος; στρατιώτας; πλοῦτον; εὐγένειαν; «Ἴδε ὁ βασιλεὺς ὑμῶν.» Τί τὸ κέρδος ἐὰν τοῦτον ἀποκτείνητε, ἄνθρωπον μηδὲ τὰ ἐλάχιστα δυνάμενον βλάψαι; Ταῦτα μὲν ὁ Πιλάτος, οὐ μὴν ἐνστατικῶς καὶ βεβαίως, καὶ ὡς ὑπὲρ ἀληθείας ἀγωνιζόμενος.

Οἱ δέ, «Ἇρον, ἆρον, σταύρωσον,» φασί. Κατεπείγουσι καὶ ζητοῦσι τὸν σταυρόν, διὰ τὸ πονηρὰν δόξαν βούλεσθαι προσάψειν τῷ Χριστῷ. Ἐπονειδιστότατος γὰρ οὗτος ὁ θάνατος καὶ ἐπικατάρατος· καθὰ εἵρηται· «Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.» Οὐκ ᾔδεισαν δέ, ὅτι ὥσπερ διὰ τοῦ ξύλου ἡ πτῶσις, οὕτω διὰ ξύλου ἡ ἀνόρθωσις. Ὅρα δέ, πῶς ἄλλον βασιλέα ἑαυτοῖς οὐκ ἐπιγράφονται, εἰ μὴ Καίσαρα, ἑκόντες ἑαυτοὺς ὑποβάλλοντες τῇ Ῥωμαϊκῇ δυναστείᾳ, καὶ ἀποσειόμενοι τὴν τοῦ Θεοῦ βασιλείαν. Διὸ καὶ ὁ Θεὸς αὐτοὺς Ῥωμαίοις παρέδωκεν, οὓς ἐπεκαλέσαντο βασιλεῖς ἐπ’ αὐτῶν, ἀποστάντες τῆς τοῦ Θεοῦ προνοίας καὶ ἐπιστασίας. «Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς» ὁ ἀνόητος.

Δέον ἐξετάσαι, εἰ ἀληθῶς δύναμιν εἶχεν ἐπιθέσθαι τυραννίδι, ὁ δὲ ἐνδίδωσι καὶ ὑποβαίνει, ἀτόλμως καὶ ἀνάνδρως τὴν κρίσιν μεταχειρισάμενος. «Βαστάζων δὲ τὸν σταυρὸν αὐτοῦ,» ἐξέρχεται. Καὶ γὰρ καὶ τὸ ἅψασθαι ὅλως τοῦ ξύλου ἀπηγορευμένον ᾤοντο· διὰ τοῦτο αὐτῷ τῷ κατακρίτῳ καὶ καταράτῳ τὸ κατηραμένον ξύλον ἐπιφορτίζουσιν. Ὅρα δὲ καὶ ἕν τῳ κατὰ τὴν παλαιὰν τύπωσιν τοῦτο τελούμενον.

Καὶ γὰρ κἀκεῖ ὁ Ἰσαὰκ τὰ ξύλα βαστάζων, ἀπήρχετο εἰς τὸ σφαγῆναι· οὕτω κἀνταῦθα ὁ Κύριος τὸν σταυρὸν ἔχων ἄπεισι, καὶ οἷά τις στρατιώτης τὸ ὅπλον, μεθ’ οὗ καταβάλλει τὸν ἀντιστρατευόμενον, φέρει. Ὅτι δὲ τύπος ὁ Ἰσαὰκ τοῦ Θεοῦ, δῆλον. Ἰσαὰκ ἑρμηνεύεται «γέλως,» ἤτοι «χαρά.» Τίς οὖν ἄλλος χαρὰ ἡμῶν γέγονεν, εἰ μὴ ὁ ἐν τῇ συλλήψει εὐθὺς τό, «Χαῖρε,» διὰ τοῦ ἀγγέλου τῇ ἀνθρωπίνῃ φύσει διαδεδωκώς; Ἂ γὰρ ἡ Παρθένος ἤκουεν εὐαγγέλια, πᾶσα ἡ φύσις διεδέχετο. Τούτου τοῦ Ἰσαὰκ πατὴρ Ἀβραάμ, ὁ πατὴρ πολλῶν ἐθνῶν, ὅς ἐστιν ὁ πάντων Θεός, ὃς καὶ Ἰουδαίων ἐστὶ Πατὴρ καὶ ἐθνῶν, οὗ τῇ εὐδοκίᾳ καὶ τῇ βουλῇ τὸν σταυρὸν ὁ Υἱὸς αὐτοῦ βαστάζει. Πλὴν ἐν μὲν τῇ Παλαιᾷ ἄχρι τῆς προαιρέσεως τοῦ Πατρὸς ἕστη τὸ πρᾶγμα· τύπος γὰρ ἦν· ἐνταῦθα δὲ καὶ εἰς ἔργον ἐξῆλθεν· ἀλήθεια. γὰρ ἦν.

Τάχα δέ, ὥσπερ ἐκεῖ ὁ Ἰσαὰκ ἀφείθη, ὁ δὲ ἀμνὸς ἐτύθη· οὕτω κἀνταῦθα ἡ θεία φύσις ἀπαθής, τὸ δὲ ἀνθρώπινον, ὃ καὶ Ἀμνὸς λέγεται, ὡς τοῦ Ἀδὰμ τοῦ πλανηθέντος προβάτου υἱός, τοῦτό ἐστιν ὃ ἐτύθη. Πῶς δὲ ἄλλος εὐαγγελιστής φησιν, ὅτι «Τὸν Σίμωνα ἠγγάρευσαν, ἵνα ἄρῃ τὸν σταυρόν;» Ὅτι ἀμφότερα ἐγένοντο. Καὶ γὰρ ἐν ἀρχῇ μὲν αὐτὸς ὁ Κύριος βαστάζων τοῦτον ἐξῆλθεν, οἷα πάντων ἀποτρεπομένων τὸ ξύλον, καὶ μηδὲ θίγειν αὐτοῦ δεχομένων. Ἐπεὶ δὲ ἐξῆλθον, ἀπήντησαν, φησί, Σίμωνι ἐρχομένῳ ἐξ ἀγροῦ, καὶ οὕτως ἐπέθηκαν τούτῳ τὸ ξύλον. Κρανίου δὲ τόπον ἔλεγον τὸν τόπον. Καὶ γὰρ λόγος κατεῖχεν, ὅτι ἐκεῖ τέθαπται ὁ Ἀδάμ, ἵνα ὅπου ἡ ἀρχὴ τοῦ θανάτου, ἐκεῖ καὶ ἡ πτῶσις αὐτοῦ γένηται. Παράδοσις γὰρ ἐκκλησιαστική ἐστιν, ὅτε πρώτη Ἰουδαία μετὰ τὸ ἐκβληθῆναι τὸν ἄνθρωπον ἐκ τοῦ παραδείσου, οἰκήτορα ἔσχεν εἰς παραμυθίαν τῶν ἐν τῷ παραδείσῳ καλῶν, δοθεῖσα αὐτῷ, ὡς τῶν ἄλλων πασῶν χωρῶν κρείττων καὶ πίων· διὸ καὶ πρώτη νεκρὸν ἐδέξατο ἄνθρωπον. Οἱ τοίνυν τότε ἄνθρωποι, θαῦμα ποιούμενοι νεκρὸν κρανίον, τοῦ δέρματος αὐτῷ περιῤῥυέντος, ἐν τόπῳ καταθέμενοι, ἀπ’ αὐτοῦ τὸν τόπον ὠνόμασαν, καὶ μετὰ τὸν κατακλυσμὸν ὑπὸ τοῦ Νῶε διαδεδόσθαι τὴν φήμην εἰς πάντας· διὸ καὶ ὁ Κύριος, ἔνθα ἡ πηγὴ τοῦ θανάτου, ἐκεῖ θανατοῦται, ἵνα ταύτην ξηράνῃ.

Σταυροῦσι δὲ καὶ ἄλλους δύο μετ’ αὐτοῦ· αὑτοὶ μὲν πονηρὰν δόξαν περιθεῖναι βουλόμενοι, ὡς λῃστῇ καὶ αὐτῷ ὄντι, πλὴν προφητείαν κἀν τούτῳ καὶ μὴ βουλόμενοι πληροῦσι, τήν, ὅτι «Καὶ μετὰ ἀνόμων ἐλογίσθη.» Ὅρα δὲ τὴν τοῦ Θεοῦ σοφίαν, πῶς καὶ τοῦτο, ὃ ἐφ’ ὕβρει τοῦ Κυρίου ἐποίουν αὐτοί, εἰς δόξαν ἀπέβη αὐτοῦ. Καὶ γὰρ ἐν αὐτῷ τῷ σταυρῷ λῃστὴν ἔσωσεν, ὅπερ οὐδενὸς ἧττον θαῦμα, καὶ ἐκ τούτου φαίνεται μᾶλλον Θεός, ἐκ τοῦ μόνος αὐτὸς δοξάζεσθαι, καίτοι καὶ ἄλλων συσταυρωθέντων· ὅπερ οὐκ ἂν ἐγεγόνει, εἰ μὴ ἀναίτιος ἦν, καὶ οὐχ ὅπως εἰπεῖν ἄνομος, ἀλλὰ καὶ παντὸς νόμου ἐπέκεινα, καὶ τῶν ἀνόμων κριτής. «Ἔγραψε δὲ καὶ τίτλον ὁ Πιλάτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· Ἰησοῦς ὁ Ναζωραῖος, ὁ βασιλεὺς τῶν Ἰουδαίων. Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως, ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς. Καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ἑλληνιστί, Ῥωμαϊστί. Ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων· Μὴ γράφε· Ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ’ ὅτι ἐκεῖνος εἶπε· Βασιλεύς εἰμι τῶν Ἰουδαίων. Ἀπεκρίθη ὁ Πιλάτος· Ὃ γέγραφα, γέγραφα.» Γράφει καὶ τίτλον ὁ Πιλάτος ἐπὶ τοῦ σταυροῦ, τουτέστιν αἰτίαν, καὶ ἐπιγραφήν, καὶ δήλωσιν· ταῦτα γὰρ ἑρμηνεύεται ὁ τίτλος. Ἐδηλοῦτο δὲ διὰ τοῦ τίτλου, τίνος ἐστὶν ὁ σταυρός.

Γράφει οὖν τὸν τίτλον, ἅμα μὲν ἀμυνόμενος τοὺς Ἰουδαίους, ὡς παρακούσαντας αὐτοῦ, καὶ δεικνὺς τὴν κακίαν αὐτῶν, ὅτι τῷ οἰκείῳ βασιλεῖ ἐπανέστησαν· ἅμα δὲ καὶ ὑπεραπολογούμενος τῆς δόξης τοῦ Χριστοῦ.

Ἐπεὶ γὰρ ἐκεῖνοι μετὰ λῃστῶν αὐτὸν ἐσταύρωσαν, καταρυπᾶναι τὸ ὄνομα αὐτοῦ βουλόμενοι, ὁ Πιλάτος δείκνυσιν, ὅτι οὐ λῃστὴς ἦν, ἀλλὰ βασιλεὺς αὐτῶν, καὶ τοῦτο οὐ μιᾷ γλώττῃ, ἀλλὰ τρισὶ δῆλον ποιεῖ. Εἰκὸς γὰρ ἦν πολλοὺς διὰ τὴν ἑορτὴν ἀναμεμῖχθαι τοῖς Ἰουδαίοις Ἕλληνας· ὡς καὶ ὁ εὐαγγελιστὴς ἀνωτέρω ἐδίδαξε περί τινων Ἑλλήνων τῶν καὶ τὸν Ἰησοῦν ἐλθόντων ἰδεῖν. Ἵνα οὖν πάντες ἐπιγινώσκωσι, ταῖς φωναῖς ἀπάσαις τὴν Ἰουδαίων μανίαν ἐστηλίτευσεν. Οἱ δὲ καὶ ἐσταυρωμένῳ ἐβάσκαινον.

Καὶ τί φασιν; «Γράψον, ὅτι αὐτὸς εἶπε.» Νῦν μὲν γὰρ κοινὴ ψῆφος τῶν Ἰουδαίων φαίνεται· ἐὰν δὲ προστεθῇ, ὅτι αὐτὸς εἶπεν ἑαυτὸν βασιλέα, τῆς αὐτοῦ προπετείας καὶ ἀλαζονείας τὸ ἔγκλημα φαίνεται. Ἀλλ’ οὐχ ὁ Πιλάτος παρετράπη, ἀλλ’ ἐπὶ τῆς προτέρας ἵσταται γνώμης. Διὸ καί φησιν· «Ὃ γέγραφα, γέγραφα.» Ἀλλὰ μὴν καὶ ἕτερόν τι μέγα οἰκονομεῖται.

Ἐπειδὴ γὰρ καταχωσθέντες οἱ τρεῖς σταυροὶ ἐν ταυτῷ ἔμελλον κεῖσθαι, ἵνα μὴ ἀγνοηθῇ, ποϊός ἐστιν ὁ τοῦ Κυρίου, διὰ τοῦτο ᾠκονομήθη αὐτὸν μόνον τίτλον ἔχειν καὶ ἐπιγραφήν, ὡς ἂν διὰ τοῦ τοιούτου σημείου ἐπιγνωσθείη· οἱ γὰρ τῶν λῃστῶν, τίτλον οὐκ εἶχον. Αἰνίττεται δὲ καί τι ὑψηλότερον ἡ ἐπιγραφὴ τρισσοῖς γράμμασιν ἐπιγραφεῖσα· δηλοῖ τὸν Κύριον βασιλέα εἶναι πρακτικῆς, καὶ φυσικῆς, καὶ θεολογικῆς φιλοσοφίας· διὰ μὲν τῶν Ῥωμαϊκῶν, γραμμάτων τῆς πρακτικῆς τυπουμένης· ἡ γὰρ τῶν Ῥωμαίων ἀρχὴ ἀνδρειοτάτη καὶ πρακτικωτάτη τὰ κατὰ πόλεμον. Διὰ δὲ τῶν Ἑλληνικῶν, τῆς φυσικῆς· οἱ γὰρ Ἕλληνες περὶ τὴν φυσικὴν ἠσχολήθησαν.

Διὰ δὲ τῶν Ἑβραϊκῶν τῆς θεολογικῆς· οἱ γὰρ Ἑβραῖοι τὴν θείαν ἐπιστεύθησαν γνῶσιν. Δόξα οὖν τῷ διὰ τοῦ σταυροῦ φανέντι τοιαύτην ἔχειν τὴν βασιλείαν, καὶ τόν τε κόσμον νικήσαντι, καὶ τὴν πρακτικὴν ἡμῖν ὁμαλίσαντι, τήν τε γνῶσιν τῆς φύσεως χαριζομένῳ, καὶ ἀπὸ ταύτης εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, εἰς τὴν οἰκείαν λέγω γνῶσιν καὶ θεωρίαν, ἤτοι θεολογίαν, εἰσάγοντι. «Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα.

Ἦν δὲ ὁ χιτὼν ἄῤῥαφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς διόλου. Εἶπον οὖν πρὸς ἀλλήλους· Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται· ἵνα ἡ Γραφὴ πληρωθῇ, ἡ λέγουσα· Διεμερίσαντο τὰ ἱμάτιά μου, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Δι’ ὧν ὁ διάβολος πονηρεύεται, αἱ προφητεῖαι πληροῦνται. Καὶ ὅρα τὴν ἀλήθειαν· Τρεῖς ἦσαν οἱ σταυρωθέντες, καὶ ὅμως ἐπ’ αὐτοῦ μόνου πληροῦνται τὰ τῶν προφητῶν. Καὶ σκόπει τὴν τῆς προφητείας ἀκρίβειαν. Οὐ γὰρ ὅτι ἐμερίσαντο μόνον, ἀλλ’ ὅτι καὶ οὐκ ἐμερίσαντο, εἶπεν ὁ προφήτης. Τὰ μὲν οὖν ἄλλα ἱμάτια διενείμαντο, τὸν δὲ χιτῶνα, οὔ, ἀλλὰ κλήρῳ τὸ πρᾶγμα ἐπέτρεψαν. Τὸ δέ, «Ἐκ τῶν ἄνωθεν ὑφαντός,» οὐχ ἁπλῶς πρόσκειται, ἀλλ’ οἱ μὲν ἀλληγορίαν φασὶ δι’ αὐτοῦ δηλοῦσθαι, ὅτι οὐχ ἁπλῶς ἄνθρωπος ἦν ὁ σταυρούμενος, ἀλλὰ καὶ ἄνωθεν τὴν θεότητα εἶχε. Τινὲς δὲ αὐτὸ τὸ εἶδος τοῦ χιτωνίσκου φασὶ τὸν εὐαγγελιστὴν ἱστορεῖν. Ἐπειδὴ γὰρ ἐν τῇ Παλαιστίνῃ δύο ῥάκη συμβάλλοντες, ἤτοι δύο πανία, ὑφαίνουσι τὰ ἱμάτια ἀντὶ ῥαφῆς χρώμενοι τῷ συνυφασμῷ· δηλῶν ὁ Ἰωάννης, ὅτι τοιοῦτος ὁ χιτωνίσκος ἦν, εἶπεν, ὅτι «Ἐκ τῶν ἄνωθεν διόλου ὑφαντός,» τουτέστιν, ἀπ’ ἀρχῆς καὶ ἄνωθεν ἕως κάτω. Δηλοῖ δὲ ἐντεῦθεν τὸ εὐτελὲς τῶν ἱματίων τοῦ Χριστοῦ.

Ἄλλοι δέ φασιν, ὅτι ἐν Παλαιστίνῃ ὑφαίνουσι τοὺς ἱστούς, οὐχ ὡς παρ’ ἡμῖν, ὄντων ἄνω μὲν τῶν μίτων καὶ τοῦ στήμονος, κάτω δὲ ὑφαινομένου τοῦ πανίου, καὶ οὕτως ἀναβαίνοντος, ἀλλὰ τοὐναντίον, κάτω μέν εἰσιν οἱ μῖτοι, ἄνω δὲ ὑφαίνεται τὸ ὕφασμα. Τοιοῦτος, φησίν, ἦν ὁ χιτὼν τοῦ Κυρίου· μυστηρίου δὲ [δὴ] πάντως καὶ διὰ τούτου δηλουμένου. Τὸ γὰρ σῶμα τοῦ Κυρίου ἄνωθεν μὲν ὑφάνθη. Πνεῦμα γὰρ ἅγιον ἐπῆλθε, καὶ δύναμις Ὑψίστου ἐπεσκίασε τῇ Παρθένῳ. Εἰ γὰρ καὶ ἀνθρώπου φύσιν ἀνέλαβε τὴν κάτω οὖσαν καὶ πεσοῦσαν, ἀλλὰ τῇ ἄνωθεν τοῦ ἁγίου Πνεύματος χάριτι συνέστη καὶ συνεπάγη ἡ θεία σάρξ. Τὸ τοίνυν ἅγιον σῶμα τοῦ Χριστοῦ ἀμέριστόν ἐστι, τοῖς τέσσαρσι τοῦ κόσμου μέρεσι μεριζόμενον καὶ διαδιδόμενον.

Κατακερματιζόμενος γὰρ ἐν τοῖς καθ’ ἕνα, καὶ τὴν ἑκάστου ψυχὴν ἁγιάζων μετὰ τοῦ σώματος ὁ Μονογενὴς διὰ τῆς ἰδίας σαρκός, ὁλοκλήρως καὶ ἀμερίστως ἐν ὅλοις ἐστίν, ὑπάρχων πανταχοῦ. Οὐδαμῶς γὰρ μεμέρισται, καθὰ καὶ Παῦλος βοᾷ. Ἐπεὶ δὲ ἐκ τεσσάρων στοιχείων τὸ πᾶν σύγκειται, νοητέον ἱμάτιον τοῦ Ἰησοῦ, τὴν φαινομένην ταύτην καὶ προβεβλημένην κτίσιν, ἣν οἱ δαίμονες μερίζονται, ὅταν τὸν ἐν ἡμῖν μὲν τοῦ Θεοῦ λόγον νεκρώσωσι, σπουδάζωσι δὲ τῆς μερίδος ἑαυτῶν ποιήσασθαι ἡμᾶς διὰ τῆς πρὸς τὰ κοσμικὰ προσπαθείας. Ἀλλὰ τὸν χιτῶνα οὐ δύνανται τεμεῖν, τὸν ἐν τοῖς οὖσι λόγον, καθ’ ὃν τὰ πάντα ὑπέστη. Κἂν γὰρ μυριάκις ἀπατῶμαι ὑπὸ τῶν ῥευστῶν, ἀλλὰ πάλιν ἐπιγινώσκω αὐτὰ ῥευστὰ ὄντα, καὶ τὸν λόγον καὶ τὴν οὐσίαν τῶν ἀπατηλῶν καὶ παραῤῥεόντων οὐκ ἀγνοῶ. «Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν. Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ Μαρία ἡ τοῦ Κλοπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή. Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα, καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ αὑτοῦ· Γύναι, ἰδοὺ ὁ υἱός σου. Εἶτα λέγει τῷ μαθητῇ· Ἰδοὺ ἡ μήτηρ σου.

Καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.» Οἱ μὲν οὖν στρατιῶται τὰ τῆς οἰκείας ἀνοησίας ἐποίουν· αὐτὸς δὲ τῆς μητρὸς φροντίζει, διδάσκων ἡμᾶς ἄχρι καὶ τῆς τελευταίας ἀναπνοῆς πᾶσαν ποιεῖσθαι ἐπιμέλειαν τῶν γεγεννηκότων. Καὶ ὅρα, πῶς οὐσῶν καὶ ἄλλων γυναικῶν, μόνης τῆς μητρὸς προνοεῖται. Δεῖ γὰρ ἐμποδίζουσι μὲν πρὸς θεοσέβειαν τοῖς γεγεννηκόσι μὴ προσέχειν· μὴ ἐμποδίζουσι δέ, πᾶσαν αὐτῶν φροντίδα ποιεῖσθαι· ὥσπερ οὖν καὶ αὐτός, ἐπειδὴ ἀπεδήμει τοῦ βίου, καὶ τὴν μητέρα εἰκὸς ἦν ἀλγεῖν καὶ τὴν προστασίαν ἐπιζητεῖν, ἐγχειρίζει τῷ μαθητῇ τὴν προστασίαν αὐτῆς. Ἀποκρύπτει δὲ τὸ οἰκεῖον ὄνομα εὐαγγελιστής, μετριάζων. Εἰ γὰρ ἐβούλετο κομπάζειν, καὶ τὴν αἰτίαν προσέθηκεν ἄν, δι’ ἣν ἠγαπᾶτο. Καὶ γὰρ εἰκὸς ἦν μεγάλην τινὰ εἶναι ταύτην καὶ θαυμαστήν.

Βαβαὶ δὲ πῶς ἐτίμα τὸν μαθητήν, ἀδελφὸν ἑαυτοῦ τοῦτον ποιούμενος! Οὕτω καλὸν τῷ [τὸ] παραμένειν Χριστῷ πάσχοντι· εἰς ἀδελφότητα γὰρ αὐτοῦ ἄγει. Θαύμασον δέ, πῶς ἐν τῷ σταυρῷ πάντα ἀταράχως ποιεῖ, τῆς μητρὸς φροντίζων, προφητείας πληρῶν, τῷ λῃστῇ παράδεισον ἀνοίγων· πρὸ δὲ τοῦ σταυροῦ ἀγωνιῶν, ἱδρῶν· ὥστε ἐκεῖνα μὲν τῆς ἀνθρωπίνης φύσεως, ταῦτα δὲ τῆς θείας δυνάμεως.

Ἐντρεπέσθω Μαρκίων, καὶ οἱ ἄλλοι πάντες ἐν φαντασίᾳ τὸν Κύριον τῷ κόσμῳ φανῆναι φλυαρήσαντες· εἰ γὰρ μὴ ἐγεννήθη, μηδὲ μητέρα ἔσχε, τίνος ἕνεκα τοσαύτην περὶ αὐτὴν ποιεῖται πρόνοιαν; πῶς δὲ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ λέγεται Μαρία ἡ τοῦ Κλοπᾶ, καίτοι τοῦ Ἰωακεὶμ μὴ σχόντος ἄλλο τέκνον; Ὁ Κλοπᾶς ἀδελφὸς ἦν τοῦ Ἰωσήφ· ἄπαιδος δὲ ἀποθανόντος τοῦ Κλοπᾶ, ὥς τινές φασιν, Ἰωσὴφ ἠγάγετο τὴν ἑαυτοῦ γυναῖκα, καὶ παῖδας τῷ ἀδελφῷ ἔτεκεν, ὧν μία καὶ ἡ νῦν μνημονευομένη Μαρία, ἀδελφὴ λεγομένη τῆς Θεοτόκου, ἀντὶ τοῦ, συγγενής.

Εἴωθε γὰρ ἡ Γραφὴ τοὺς συγγενεῖς ἀδελφοὺς ὀνομάζειν· ὡς καὶ Ἰσαὰκ περὶ τῆς Ῥεβέκκας, ὅτι «Ἀδελφή μού ἐστι,» καίτοι γυνὴ αὐτοῦ ἦν. Οὕτως οὖν κἀνταῦθα ἀδελφὴ τῆς Θεοτόκου λέγεται ἡ τοῦ Κλοπᾶ νομιζομένη θυγάτηρ, διὰ τὴν συγγένειαν. Τέσσαρες οὖν Μαρίαι ἐμφαίνονται τοῖς Εὐαγγελίοις· πρώτη ἡ Θεοτόκος, ἣν καὶ Ἰακώβου καὶ Ἰωσῆ μητέρα ὀνομάζουσιν.

Οὗτοι γὰρ παῖδες μὲν ἦσαν τοῦ Ἰωσήφ, ἐκ τῆς προτέρας αὐτοῦ γυναικὸς γεννηθέντες, τάχα τῆς τοῦ Κλοπᾶ γυναικός. Λέγεται δὲ ἡ Θεοτόκος μήτηρ αὐτῶν ὡς μητρυιά· γυνὴ γὰρ ἐλογίζετο τοῦ Ἰωσήφ. Δευτέρα ἡ Μαγδαληνή, ἀφ’ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια ὁ Ἰησοῦς· τρίτη ἡ τοῦ Κλοπᾶ, καὶ τετάρτη ἡ τοῦ Λαζάρου ἀδελφή. Ἔλαβεν οὖν ὁ μαθητὴς τὴν Μαρίαν εἰς τὰ ἴδια· τῷ καθαρῷ γὰρ ἡ καθαρὰ ἐπιστεύθη. Ὅρα δὲ πῶς τὸ μὲν γυναικεῖον φύλον παραμένει ἐν τοῖς δεινοῖς, οἱ δὲ ἄνδρες ἐγκατέλιπον πάντες τὸν Κύριον· οὕτως ἄρα ἦλθε τὸ ἀσθενὲς ἐνισχύων, καὶ τὰ ἐξουθενημένα προσλαμβανόμενος. «Μετὰ ταῦτα ἰδὼν ὁ Ἰησοῦς, ὅτι πάντα τετέλεσται, ἵνα τελειωθῇ ἡ Γραφή, λέγει· Διψῶ. Σκεῦος οὖν ἔκειτο ὄξους μεστόν. Οἱ δὲ πλήσαντες σπόγγον ὄξους, καὶ ὑσσώπῳ περιθέντες, προσήνεγκαν αὐτοῦ τῷ στόματι. Ὅτε οὖν ἔλαβε τὸ ὄξος ὁ Ἰησοῦς, εἶπε·

Τετέλεσται. Καὶ κλίνας τὴν κεφαλήν, παρέδωκε τὸ πνεῦμα.» —«Ἰδών, φησίν, ὁ Ἰησοῦς, ὅτι πάντα τετέλεσται·» τουτέστι, οὐδὲν λείπει τῇ οἰκονομίᾳ, οὕτως ἄρα παρηλλαγμένος ἦν ὁ θάνατος αὐτοῦ. Οὐ γὰρ πρότερον ἐπῆλθε τῷ σώματι αὐτοῦ ἡ τελευτή, ἢ ἕως οὗ αὐτὸς ἐβούλετο· ἐβούλετο δὲ μετὰ τὸ πάντα πληρῶσαι· διὰ τοῦτο γὰρ καὶ ἔλεγεν· «Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου.» —«Λέγει οὖν· Διψῶ·» προφητείαν ἐνταῦθα πληρῶν. Οἱ δὲ τὸ μιαρὸν τοῦ τρόπου αὐτῶν ἐνδεικνύμενοι, ὄξος αὐτὸν ποτίζουσιν, ὅπερ τοῖς καταδίκοις ἐποίουν. Ἐπεὶ καὶ τὸ ὕσσωπον διὰ τοῦτο πρόσκειται, ὡς δηλητηριῶδες. Τινὲς δὲ ὕσσωπόν φασιν ὀνομάζεσθαι τὸν κάλαμον· ἡ γὰρ τοῦ καλάμου κόμη τοιαύτη. Περιέθηκαν τοίνυν καλάμῳ τὸν σπόγγον, διὰ τὸ ἐπὶ μετεώρου εἶναι τὸ στόμα τοῦ Ἰησοῦ, καὶ οὕτως ἡ προφητεία ἐπληρώθη, «Καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος,» λέγουσα. Ποτισθεὶς οὖν εἶπε· «Τετέλεσται·» τουτέστι, καὶ αὕτη ἡ προφητεία μετὰ πάντων ἐπράχθη, οὐδὲν λείπει, πάντα τετέλεσται. Ἀταράχως δὲ πράττει καὶ μετ’ ἐξουσίας πάντα· καὶ τὸ ἑξῆς δὲ τοῦτο δηλοῖ. Ὡς γὰρ ἀπηρτίσθη πάντα, «κλίνας τὴν κεφαλὴν (οὐ γὰρ προσήλωτο αὕτη), ἀφῆκε τὸ πνεῦμα,» τουτέστιν, ἀπέψυξε. Καίτοι ἐφ’ ἡμῶν τοὐναντίον γίνεται, πρότερον μὲν γὰρ ἐκπνέομεν, εἶτα κλίνομεν τὴν κεφαλήν. Ἐκεῖνος δὲ πρότερον ἔκλινεν, εἶτα ἐξέψυξε.

Δι’ ὧν πάντων δηλοῦται, ὅτι τοῦ θανάτου αὐτὸς Κύριος ἦν, καὶ πάντα κατ’ ἐξουσίαν ἐποίει. «Οἱ οὖν Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ Σαββάτῳ, ἐπεὶ παρασκευὴ ἦν (ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνη τοῦ Σαββάτου), ἠρώτησαν τὸν Πιλάτον, ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν. Ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη, καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ. Ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη· ἀλλ’ εἷς τῶν στρατιωτῶν λόγχῃ τὴν πλευρὰν αὐτοῦ ἔνυξε, καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ.» Παρέθετο μὲν τὸ πνεῦμα ὁ Κύριος τῷ Θεῷ καὶ Πατρί, δεικνύων, ὡς οὐκ ἔτι τοῖς μνήμασιν ἐμφιλοχωροῦσι τῶν ἁγίων αἱ ψυχαί, τρέχουσι δὲ μᾶλλον εἰς χεῖρας τοῦ πάντων Πατρός, τῶν δὲ ἁμαρτωλῶν εἰς τὸν τῆς κολάσεως τόπον κατασπωμένων, τουτέστι τὸν ᾅδην. Οἱ δὲ τὴν κάμηλον καταπίνοντες καὶ τὸν κώνωπα διυλίζοντες, τηλικοῦτον ἐργασάμενοι τόλμημα. περὶ τῆς ἡμέρας ἀκριβολογοῦνται. «Ἵνα γάρ, φησί, μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα, ἠρώτησαν τὸν Πιλάτον,» ὅ ἐστι παρεκάλεσαν, «ἵνα ἀρθῶσι.» Τίνος δὲ ἕνεκα κατεαγῆναι τὰ σκέλη αἰτοῦνται;

Ἵνα εἰ καὶ ἐπιζήσουσιν, ἄχρηστοι ὦσι· λῃσταὶ γὰρ ἦσαν. Οὐκ ἐβούλοντο οὖν ἐν τῇ ἡμέρᾳ τῆς ἑορτῆς τιμωροὶ καὶ φονεῖς φαίνεσθαι. Ἄλλως τε, καὶ ὁ νόμος οὕτως ἐκέλευε, μὴ ἐπιδύειν τὸν ἥλιον ἐπὶ τιμωρίᾳ ἀνθρώπου. Ὅρα δὲ δι’ ὧν τεχνάζονται Ἰουδαῖοι, τὰς προφητείας πληρουμένας, ὥσπερ οὖν κἀνταῦθα δύο ἐν ταὐτῷ πληροῦνται προφητεῖαι, ὡς ἐφεξῆς ὁ εὐαγγελιστής φησι. Τὰ μὲν οὖν τοῦ Ἰησοῦ σκέλη οὐ συνέτριψαν, ὅμως δὲ καταχαριζόμενοι τοῖς Ἰουδαίοις, κεντοῦσιν αὐτόν, καὶ αἷμα καὶ ὕδωρ ἐξέρχεται· καὶ τοῦτο ξένον. Ἐκεῖνοι μὲν γὰρ καὶ νεκρὸν τὸ σῶμα ὑβρίζειν ἐπεχείρουν, ἡ δὲ ὕβρις αὐτοῖς εἰς θαῦμα περιίστατο. Καὶ αἷμα μὲν γὰρ ἐκ νεκροῦ σώματος προϊέναι παράδοξον· πλὴν ἔχει τις συκοφαντῶν λέγειν, ὅτι εἰκὸς εἶναί τινα ζωτικὴν ἔτι τῷ σώματι δύναμιν. Τὸ ὕδωρ δὲ προϊὸν ἀναντίῤῥητον τὸ θαῦμα ποιεῖ. Οὐχ ἁπλῶς δὲ ταῦτα γίνεται, ἀλλ’ ἐπεὶ τῇ Ἐκκλησίᾳ ἡ ζωὴ διὰ τούτων τῶν δύο γίνεται καὶ συνίσταται· δι’ ὕδατος μὲν γεννώμεθα, δι’ αἵματος δὲ καὶ σώματος τρεφόμεθα.

Ὅταν οὖν προσέρχῃ τῷ ποτηρίῳ τῆς κοινωνίας τοῦ αἵματος τοῦ Χριστοῦ, ὡς ἐξ αὐτῆς τῆς πλευρᾶς πίνων, οὕτω διάκεισο. Σκόπει δέ μοι, πῶς διὰ τῆς τραυματισθείσης πλευρᾶς τὸ τῆς πλευρᾶς, ἤτοι τὸ τῆς Εὔας τραῦμα ἐκθεραπεύεται. Ἐκεῖ Ἀδὰμ κοιμηθείς, ἀφῃρέθη τὴν πλευράν, κἀνταῦθα ὁ Κύριος ἀφυπνώσας, τὴν πλευρὰν τῷ στρατιώτῃ δίδωσιν. Ἡ ῥομφαία δὲ τοῦ στρατιώτου εἰς τύπον ἐστὶ τῆς στρεφομένης ῥομφαίας, καὶ κωλυούσης ἡμᾶς ἐκ τοῦ παραδείσου. Ἐπεὶ δὲ πᾶν τὸ στρεφόμενον ἐὰν μή τινι συγκρούσῃ, οὐχ ἵσταται τοῦ ἰδίου δρόμου· ὁ Κύριος δεικνύων, ὅτι τὴν ῥομφαίαν ἐκείνην στήσει, ὑποτίθησιν ἐν τόπῳ τὴν πλευρὰν τῇ τοῦ στρατιώτου ῥομφαίᾳ· ἵνα δειχθῇ ἡμῖν, ὅτι ὥσπερ ἡ τοῦ στρατιώτου προσερεισθεῖσα τῇ πλευρᾷ ἔστη, οὕτω καὶ ἡ φλογίνη στήσεται, καὶ οὐκ ἔτι διὰ τοῦ στρέφεσθαι ἀπειλοῦσα, καὶ ἐκδειματοῦσα τὴν εἴσοδον, ἀποκλείσει τοῦ παραδείσου. Αἰσχυνέσθωσαν Ἀρμένιοι, οἱ μὴ παρακιρνῶντες ὕδωρ τῷ οἴνῳ ἐν τοῖς μυστηρίοις. Οὐ γὰρ πιστεύουσιν, ὡς ἔοικεν, ὅτι καὶ ὕδωρ ἐξηνέχθη τῆς πλευρᾶς, τὸ παραδοξότερον, ἀλλὰ μόνον αἷμα, κἀντεῦθεν καθαιροῦσι τὸ πλεῖον τοῦ θαύματος. Τὸ μὲν οὖν αἷμα σύμβολον τοῦ εἶναι ἄνθρωπον τὸν σταυρωθέντα, τὸ δὲ ὕδωρ ὑπὲρ ἄνθρωπον, τοῦ εἶναι Θεόν. «Καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινή ἐστιν ἡ μαρτυρία αὐτοῦ· κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύσητε.

Ἐγένετο δὲ ταῦτα, ἵνα ἡ Γραφὴ πληρωθῇ· Ὀστοῦν οὐ συντριβήσεται ἀπ’ αὐτοῦ. Καὶ πάλιν ἑτέρα Γραφὴ λέγει· Ὄψονται εἰς ὃν ἐξεκέντησαν.» Οὐ παρ’ ἑτέρων, φησίν, ἤκουσα, ἀλλ’ αὐτὸς παρὼν εἶδον, «καὶ ἀληθής ἐστιν ἡ μαρτυρία.» Εἰκότως. Ὕβριν γὰρ γενομένην ἐξηγεῖται, ἀλλ’ οὐ μέγα τι καὶ ἔντιμον, ἵνα ὑποπτεύσῃς τὸν λόγον· ἀλλὰ διὰ τοῦτο, φησί, ταῦτα ἀκριβολογοῦμαι, καὶ τὰ ἐφύβριστα δοκοῦντα εἰς μέσον παράγω, ἵνα ὑμεῖς πιστεύσητε ὡς ἀληθέσι πάντως, καὶ οὐχὶ πρὸς χάριν συντεθεῖσιν. Ὁ γὰρ πρὸς χάριν λέγων τὰ ἔνδοξα μᾶλλον τίθησιν. Ἐπεὶ δὲ ὁ Μωσῆς ἀξιοπιστότερος αὐτοῦ ἐδόκει, παράγει καὶ τοῦτον μάρτυρα. Ὃ γὰρ εἶπεν ἐκεῖνος περὶ τοῦ ἐν τῷ Πάσχα θυομένου ἀμνοῦ. «Ὀστοῦν οὐ συντριβήσεται,» τοῦτό φησιν ὁ εὐαγγελιστὴς πληρωθῆναι ἐπὶ Χριστοῦ. Ὁ γὰρ ἀμνὸς ἐκεῖνος, τούτου τύπος ἦν· καὶ πολλὴ ἡ συγγένεια τούτου πρὸς τὴν ἀλήθειαν. Πληροῦται δὲ καὶ ἑτέρα προφητεία ἡ λέγουσα· «Ὄψονται εἰς ὃν ἐξεκέντησαν.» Ὅτε γὰρ ἔρχεται κρῖναι, τότε ὄψονται αὐτὸν ἐν σώματι κρείττονι καὶ θεοειδεστέρῳ, καὶ γνωριοῦσιν οἱ ἐκκεντήσαντες, καὶ κόψονται. Οὐ τοῦτο δὲ μόνον, ἀλλ’ ὅτι καὶ τοῖς μέλλουσιν ἀπιστεῖν πίστεως θύρα καὶ ἀπόδειξις ἦν τὸ τολμηθὲν ὑπὸ τῶν ἐχθρῶν, οἷον τῷ Θωμᾷ. Καὶ γὰρ διὰ τῆς πλευρᾶς ἐπιστώθη τούτῳ ἡ ἀνάστασις.

Ὀστοῦν μὲν οὖν οὐ συντριβήσεται τῷ Ἰησοῦ· πλευρὰ δὲ αὐτοῦ βλύζει ἡμῖν τὰς τῆς οὐσιώσεως ἡμῶν καὶ τῆς ζωώσεως πηγάς· ὕδωρ μέν, τῆς οὐσίας· δι’ αὐτοῦ γὰρ εἰς τὸ εἶναι Χριστιανοὶ ἐρχόμεθα· τὸ δὲ αἷμα, τῆς ζωῆς· δι’ αὐτοῦ γὰρ τρεφόμεθα. Ἀμνὸς γάρ ἐστιν ὁ Λόγος τοῦ Θεοῦ, ὃν ἐσθίοντες ἀπὸ κεφαλῆς ἄχρι ποδῶν, κεφαλῆς μέν, τῆς θεότητος· αὕτη γὰρ κεφαλή· ποδῶν δέ, τῆς σαρκός· αὕτη γὰρ τὰ ἔσχατα. Ἔτι μὴν καὶ τὰ ἐντόσθια αὐτοῦ, τὰ μυστήρια καὶ κρύφια εὐλαβῶς ἐμβρωματιζόμενοι, τὰ ὀστᾶ οὐ συντρίβομεν, τουτέστιν, τὰ δυσκολώτερα τῶν νοημάτων καὶ ἐμβριθέστερα.

Ἃ γὰρ οὐ δυνάμεθα νοῆσαι, ταῦτα οὐ συντρίψομεν, τουτέστιν, οὐ σπουδάσομεν νοῆσαι κακῶς καὶ παρακεκινδυνευμένως. Ὅταν μὲν γὰρ ὑγιῶς νοῶμεν, τότε οὐ συντρίβομεν· ὑγιῆ γὰρ φυλάττομεν τὰ θεῖα. Ὅταν δὲ παραβιασώμεθα, καὶ αἱρετικὸν νόημα ὑποδεξώμεθα, συντρίβομεν καὶ κατακλῶμεν τὸ στεῤῥὸν καὶ δυσκατέργαστον νόημα. Καίειν οὖν τὰ τοιαῦτα χρὴ πυρί, τουτέστι, τῷ Πνεύματι διδόναι τὰ τοιαῦτα δυσνόητα, δι’ οὗ κατεργάζονται καὶ λεπτύνονται, ὡς πάντα ἐρευνῶντος, καὶ τὰ βάθη τοῦ Θεοῦ. «Μετὰ ταῦτα ἠρώτησε τὸν Πιλάτον Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλάτος. Ἦλθεν οὖν καὶ ἦρε τὸ σῶμα τοῦ Ἰησοῦ. Ἦλθε δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς τὸν Ἰησοῦν νυκτὸς τὸ πρῶτον, φέρων μίγμα σμύρνης καὶ ἀλόης ὡσεὶ λίτρας ἑκατόν.

Ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἔδησαν αὐτὸ ἐν ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ἐνταφιάζειν. Ἦν δὲ ἐν τῷ τόπῳ, ὅπου ἐσταυρώθη, κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη. Ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.» Τίνος ἕνεκεν οὐχ εἷς τῶν δώδεκα προσῆλθε τῷ Πιλάτῳ, ἀλλ’ ἐκ τῶν ἑβδομήκοντα ἴσως ὢν ὁ Ἰωσήφ, τολμᾷ τοιοῦτον;

Εἰ γὰρ διὰ τὸν φόβον τῶν Ἰουδαίων εἴποι τις κεκρύφθαι τοὺς μαθητάς, καὶ οὗτος τῷ αὑτῷ κατείχετο φόβῳ. Ἔστιν οὖν εἰπεῖν, ὅτι σφόδρα ἐπίσημος ἦν, καὶ τῷ Πιλάτῳ γνώριμος διὰ τὸ ἔνδοξον. Ὅθεν καὶ νομίσας σβεσθῆναι τὴν ὀργήν, ὡς ἤδη ἐσταυρωμένου τοῦ ἐναντίου αὐτοῖς, μετὰ ἀδείας πρόσεισι, καὶ πολυτελῆ ποιεῖται τὴν ταφὴν σὺν τῷ Νικοδήμῳ, οὐδὲν μὲν θεῖον περὶ αὐτοῦ φανταζόμενοι ἀμφότεροι, ἀλλ’ ὡς περὶ ἀνθρώπου ψιλοῦ διακείμενοι, ἐπεὶ καὶ τοιαῦτα φέρουσιν ἀρώματα, ἃ μάλιστα τὸ σῶμα πέφυκεν ἐπιπολὺ διατηρεῖν, καὶ μὴ συγχωρεῖν ταχέως ἐνδιδόναι τῇ φθορᾷ· ὅπερ ἐδείκνυ αὐτοὺς οὐδὲν μέγα φανταζομένους περὶ αὐτοῦ. Πλὴν ὅμως τὴν φιλοστοργίαν ἐνδείκνυνται· οὐ γὰρ ὡς κατάδικον ἐνταφιάζουσιν, ἀλλὰ πολυτελῶς, ὡς ἔθος τοῖς Ἰουδαίοις.

Ἐπεὶ δὲ ὑπὸ τοῦ καιροῦ συνείχοντο (ἐννάτης μὲν γὰρ ὥρας ἐγεγόνει ἡ τελευτή· εἶτα ἐν τῷ μεταξὺ τῷ Πιλάτῳ προσιόντων, καὶ καθελόντων τὸ σῶμα, εἰκὸς ἦν ἑσπέραν καταλαβέσθαι, ἐν ᾗ θέμις οὐκ ἦν ἐργάσασθαι μνημεῖον), τιθέασιν αὐτὸν εἰς τὸ πλησίον μνημεῖον. «Ἦν γὰρ ἐν τῷ τόπῳ, ὅπου ἐσταυρώθη, κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν.» Οἰκονομεῖται δὲ πλησίον εἶναι τὸ μνημεῖον, ὥστε καὶ τοὺς μαθητὰς δύνασθαι παραγενέσθαι, καὶ θεατὰς καὶ μάρτυρας τῶν γινομένων εἶναι, ἀλλὰ καὶ στρατιώτας ἀποσταλῆναι εἰς φυλακήν, καὶ μὴ σχεῖν χώραν τὸν περὶ τῆς κλοπῆς λόγον. Ἅπαντα οὐκ ἂν οὕτω προέβησαν, εἰ πόῤῥω ἐτέθαπτο. «Καινὸν δὲ τὸ μνημεῖον, ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη,» ἵνα μὴ συκοφαντηθῇ ἡ ἀνάστασις, ὡς ἄλλου ἀναστάντος, καὶ οὐχὶ τοῦ Ἰησοῦ. Καὶ ἄλλως δέ· «Καινὸν τὸ μνημεῖον,» συμβολικῶς τούτου δηλουμένου, ὅτι καινοτομία γενήσεται διὰ τῆς ταφῆς τοῦ Κυρίου κατὰ τοῦ θανάτου καὶ τῆς φθορᾶς, καὶ καινισθησόμεθα πάντες ἐν αὐτῷ. Ὅρα δέ μοι καὶ τὸν πλοῦτον τῆς τοῦ Κυρίου δι’ ἡμᾶς πτωχείας. Ὁ γὰρ μὴ ἔχων οἰκίαν ἐν τῇ ζωῇ, οὐδὲ μετὰ θάνατον μνῆμα ἔχει, ἀλλ’ ἐν ξένῳ κατατίθεται· καὶ γυμνὸς ὤν, ὑπὸ Ἰωσὴφ περιστέλλεται. Ἔστι καὶ νῦν ὁ Ἰησοῦς νεκρός, ὑπὸ τῶν ἐπηρεαζόντων ἢ πλεονεκτούντων νεκρούμενος, ἢ ὑπὸ λιμοῦ ταὐτὸ πάσχων. Ἀλλὰ καὶ γυμνός. Ὅσα γὰρ ὁ πένης πάσχει. Χριστὸς πάσχει.

Μίμησαι καὶ σὺ νῦν τὸν Ἰωσήφ· πρόσθες τῷ καλῷ (Ἰωσὴφ γὰρ «πρόσθεσις» ἑρμηνεύεται), καὶ τὴν γύμνωσιν περίστειλον τοῦ Χριστοῦ. ἤτοι τοῦ πένητος. Ταῦτα δὲ ποίησον, μὴ ἅπαξ, ἀλλ’ ἐν τῷ μνημείῳ θὲς τῆς ψυχῆς, καὶ ἀεὶ μνημόνευε, καὶ ἀεὶ λογίζου, καὶ φρόντιζε τῶν τοιούτων ἔργων. Παραμίγνυε δὲ καὶ σμύρναν καὶ ἀλόην. Τὰ πικρὰ γὰρ καὶ στύφοντα τοῦ ἐκεῖσε αἰῶνος δικαστήρια ἐνθυμεῖσθαι χρή, καὶ τὴν φωνὴν ἐκείνην τὴν κατηραμένους ἀποκαλοῦσαν, καὶ εἰς πῦρ ἀποπέμπουσαν τοὺς ἀνελεήμονας, ἧς οὐδὲν πικρότερον οἶμαι.