Οἱ δὲ Ἰουδαῖοι ἔκραζον, λέγοντες· Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος. Πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν, ἀντιλέγει τῷ Καίσαρι. Ὁ οὖν Πιλάτος ἀκούσας τοῦτον τὸν λόγον, ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον. Ἑβραϊστὶ δὲ Γαββαθᾶ. Ἦν δὲ παρασκευὴ τοῦ Πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη.» Ἐπειδὴ κατέπληξε τὸν Πιλάτον ὁ Κύριος διὰ τῶν ῥημάτων, καὶ σαφῆ παρέσχετο τὴν ἀπολογίαν, ὅτι Εἰ μὴ ἑκὼν ἐγὼ ἐμαυτὸν ἐδίδουν, καὶ ὁ Πατὴρ συνεχώρει, οὐκ εἶχες ἐξουσίαν κατ’ ἐμοῦ, καὶ ὅτι ἁμαρτίαν ἔχεις καὶ σύ, καὶ μείζονα Ἰούδας ὁ παραδιδούς με, ἢ καὶ ὁ λαός, διότι «Ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκε, καὶ οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος,» ἀλλ’ εὑρών με ἀσυνηγόρητον καὶ ἀβοήθητον, σταυρῷ παρέδωκε, καὶ οὐδὲ τοσαῦτα δικαστήρια, ἐξ ὧν ἀνεύθυνος ἐξῆλθον, κατεδυσωπήθη, ἀλλ’ ἐβόα, «Σταύρωσον, σταύρωσον·» ἐπεὶ οὖν ταῦτα εἰπὼν ὁ Κύριος κατέπληξε τὸν Πιλάτον, «ἐζήτει ἐκ τούτου» μᾶλλον «ἀπολῦσαι αὐτόν.» Ἰουδαῖοι δέ, ἐπεὶ ὡς Θεὸν ποιοῦντα ἑαυτὸν διαβάλλοντες, καὶ τὸν νόμον προσενεγκόντες ἠλέγχθησαν (ὁ γὰρ Πιλάτος, ἐκ τούτου μᾶλλον ἐφοβήθη, καὶ ἐβούλετο ἀπολῦσαι αὐτόν, μήπως Θεῷ προσκρούσῃ)· πάλιν ἐπὶ τοὺς ἔξω νόμους καταφεύγουσι, καὶ ὡς ψοφοδεῆ ἐκφοβοῦσι τὸν Πιλάτον.