Τούτου δὲ ἀποθανόντος ἄπαιδος, συνέζευξε ταύτην τῷ Ἀννᾷ, καὶ τούτῳ παιδὶ ὄντι αὐτοῦ· ἐκθερισθέντος δὲ καὶ τούτου τῆς ζωῆς διὰ τὴν πονηρίαν αὐτοῦ, ὁ Ἰούδας οὐκ ἔτι αὐτὴν συνῆπτέ τινι· ἡ δέ, ἐπιθυμοῦσα ἐκ τοῦ σπέρματος Ἀβραὰμ παιδοποιῆσαι, ἀπέθετο μὲν τὰ τῆς χηρείας· σχηματισαμένη δὲ ὡς πόρνη, ἐμίγη τῷ πενθερῷ αὐτῆς, καὶ συνέλαβεν ἐξ αὐτοῦ δύο παῖδας διδύμους· ἐν τῷ τίκτειν δὲ τούτους, προέβαλε τὴν χεῖρα ὁ πρῶτος τῶν παίδων ἀπὸ τῆς μήτρας, ὡς δῆθεν πρῶτος τεχθησόμενος· καὶ ἡ μαία κοκκίνῳ σπαρτίῳ ἐσφράγισε συντόμως τὴν ἐξελθοῦσαν τοῦ παιδὸς χεῖρα, ὡς ἂν γνωρίζηται ὁ πρῶτος τεχθείς· ἀλλὰ συνέστειλε τὴν χεῖρα ὁ παῖς ἔσω τῆς μήτρας, καὶ ἐτέχθη πρότερον ὁ ἕτερος παῖς, εἶθ’ οὕτως ἐκεῖνος ὁ τὴν χεῖρα προβαλόμενος· ἐκλήθη οὖν ὁ μὲν πρότερον τεχθείς, Φαρές, ὅ ἐστι διακοπή· διέκοψε γὰρ τὴν φυσικὴν τάξιν· ὁ δὲ συστείλας τὴν χεῖρα, Ζαρά· σημαίνει δὲ αὕτη ἡ ἱστορία μυστήριόν τι· ὥσπερ γὰρ ὁ Ζαρὰ ἔδειξε μὲν πρῶτον τὴν χεῖρα, συνεστάλη δὲ πάλιν, οὕτω καὶ ἡ κατὰ Χριστὸν πολιτεία, ἐφάνη μὲν ἐν τοῖς πρὸ τοῦ νόμου καὶ τῆς περιτομῆς ἁγίοις· πάντες γὰρ οὗτοι, οὐκ ἐκ τῶν τοῦ νόμου παρατηρημάτων καὶ ἐντολῶν ἐδικαιώθησαν, ἀλλ’ ἐκ τοῦ κατὰ τὴν εὐαγγελικὴν πολιτείαν ζῆσαι· καὶ σκόπει τὸν Ἀβραάμ, τὸν ἀφέντα πατέρα καὶ οἰκίαν ἕνεκεν τοῦ Θεοῦ, καὶ ἀπαρνησάμενον καὶ τὴν φύσιν· σκόπει τὸν Ἰώβ, τὸν Μελχισεδέκ· τοῦ νόμου δὲ ἐλθόντος, συνεστάλη ἡ τοιαύτη πολιτεία· ὥσπερ δὲ ἐκεῖ τοῦ Φαρὲς γεννηθέντος, ὕστερον πάλιν ἐξῆλθεν ὁ Ζαρά, οὕτω τοῦ νόμου δοθέντος, ὕστερον ἔλαμψεν ἡ εὐαγγελικὴ πολιτεία, ἡ τῷ κοκκίνῳ σπαρτίῳ, ἤτοι τῷ αἵματι τοῦ Χριστοῦ σφραγισθεῖσα· διὰ τοῦτο γάρ τοι καὶ ὁ Εὐαγγελιστὴς ἐμνημόνευσε τῶν δύο τούτων παίδων, ὡς μυστηριώδη τινὰ δηλούσης τῆς γεννήσεως αὐτῶν· καὶ ἄλλως δέ, μνημονεύει τῆς Θάμαρ, καίτοι οὐκ ἐπαινετῆς δοκούσης, διὰ τὸ μιγῆναι τῷ πενθερῷ, ἵνα δείξῃ ὅτι ὁ Χριστὸς πάντα δι’ ἡμᾶς καταδεξάμενος, κατεδέξατο καὶ τοιούτους ἔχειν προγόνους.