Αἰνίττεται δὲ αὐτῷ, καὶ ὅτι σταυρωθήσεται καὶ αὐτός. Τὸ γάρ, «Ἐκτενεῖς τὰς χεϊράς σου, καὶ ἄλλος σε ζώσει,» οὐδὲν ἕτερον, ἢ τὴν ἐπὶ τοῦ σταυροῦ ἔκτασιν καὶ τὰ δεσμὰ δηλοῖ. Ἐν δὲ τῷ εἰπεῖν. «Ὅτε ἦς νεώτερος,» καὶ πάλιν, «Ὅταν δὲ γηράσῃς,» δείκνυσιν, ὅτι τότε ὁ Πέτρος, οὔτε νέος ἦν, οὔτε γέρων, ἀλλ’ ἀνὴρ τέλειος. Πῶς δὲ εἶπεν αὐτῷ ὁ Κύριος, ὅτι «Ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις;» καὶ μὴν Πέτρος ἤθελε τὸ μαρτύριον. Ἤθελε μέν, καὶ ἐπόθει· ἀλλ’ ὃ λέγει ὁ Κύριος, τῆς φύσεως τὴν συμπάθειαν δηλοῖ, καὶ ὅτι ἄκουσα τοῦ σώματος ἀποῤῥήγνυται ἡ ψυχή· τοῦτο τοῦ Θεοῦ συμφερόντως οἰκονομήσαντος, ἵνα μὴ ἑαυτοὺς ἀποσφάττωμεν. Οὐδεὶς οὖν ἀπαθῶς ἀποτίθεται τὸ σῶμα, κἂν ἅγιος ᾖ. Ἑρμηνεύων δὲ ὁ εὐαγγελιστὴς ἡμῖν, ὡς ἔθος αὐτῷ, περὶ τίνος ταῦτα εἶπεν ὁ Κύριος, φησί· «Τοῦτο δὲ εἶπε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν.» Εἶπε γάρ, φησί, ταῦτα τῷ Πέτρῳ ὁ Ἰησοῦς, τό, «Ἐκτενεῖς τὰς χεῖράς σου,» καὶ τὰ ἑξῆς, σημαίνων, ὅτι μαρτυρήσει περὶ αὐτοῦ. Δόξαν δὲ ὀνομάζει τοῦ Θεοῦ, τὸν τοῦ Πέτρου θάνατον. Καὶ γὰρ ὄντως δόξα Θεοῦ ἡ ὑπὲρ αὐτοῦ ἔνστασις ἄχρι καὶ θανάτου. Εἰ μὴ γὰρ ἐπληροφορήθη ἡ ψυχή, ὅτι Θεὸς ἀληθινός ἐστιν, οὐκ ἂν ὑπὲρ αὐτοῦ ἔθνησκεν· ὥστε βεβαίωσις τῆς τοῦ Θεοῦ δόξης, ὁ τῶν ἁγίων θάνατος. Διαφορὰν δ’ ἄν τις εὕροι ἀρνίων, καὶ προβάτων, καὶ τοῦ βόσκειν, καὶ ποιμαίνειν.