Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τὰ εὐαγγέλια ἐξηγήσεις

Θεοφύλακτος Βουλγαρίας

Ερμηνεία εις το Κατά Ιωάννην: Η Ανάσταση, οι εμφανίσεις στους μαθητές και ο Επίλογος

Η παρουσία των Μυροφόρων στο κενό μνημείο, οι εμφανίσεις του Αναστάντος στους μαθητές και τον Θωμά, το θαύμα της αλιείας και η αποκατάσταση του Πέτρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 28 από 28

ΚΕΦΑΛ. Κʹ. Περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ. Περὶ τῆς φανερώσεως τοῦ Χριστοῦ, πρῶτον μὲν τῇ Μαρίᾳ τῇ Μαγδαληνῇ, ἔπειτα δὲ τοῖς μαθηταῖς συνηγμένοις. «Τῇ δὲ μιᾷ τῶν Σαββάτων ἔρχεται Μαρία ἡ Μαγδαληνὴ πρωΐ, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἀπὸ τοῦ μνημείου.

Τρέχει οὖν, καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ πρὸς τὸν ἄλλον μαθητήν, ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν, ποῦ ἔθηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος, καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον.

Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ, καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου, καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον.» Μίαν τῶν Σαββάτων τὴν παρ’ ἡμῖν νῦν Κυριακὴν ὀνομάζει. Σάββατα μὲν γὰρ τὰς τῆς ἑβδομάδος ἡμέρας ὀνομάζουσι· μίαν δὲ τῶν Σαββάτων, ἡμερῶν τὴν πρώτην· καὶ γὰρ ὄντως πᾶσαι αἱ ἡμέραι μία εἰσί. Πολλάκις δὲ λαμβανομένη ἡ μία καὶ συντιθεμένη τὰς πολλὰς ποιεῖ. Μία οὖν ἐστιν ἡ πρώτη ἡμέρα, δὶς δὲ λαμβανομένη, γίνεται δευτέρα, καὶ τρὶς τρίτη, καὶ ἐφεξῆς. Καὶ τοῦ μέλλοντος δὲ αἰῶνος τύπος ἐστὶν ἡ τοιαύτη ἡμέρα, ὃς αἰὼν μία ἡμέρα ἐστίν, οὐδέποτε νυκτὶ διακοπτομένη ἢ μεσολαβουμένη.

Ὁ Θεὸς γὰρ ἥλιος αὐτοῦ ἐστι, μηδέποτε δυόμενος. Ὥσπερ οὖν ἐν ταύτῃ ἀνέστη ὁ Κύριος, ἀφθαρτίσας τὸ φθαρτὸν αὑτοῦ σῶμα· οὕτω καὶ ἡμεῖς ἐν τῷ αἰῶνι τῷ μέλλοντι τὴν ἀφθαρσίαν ἀποληψόμεθα. Ἔρχεται οὖν ἐν ταύτῃ «τῇ μιᾷ,» τουτέστι, πρώτῃ «τῶν Σαββάτων,» ὅ ἐστι, τῶν τοῦ Σαββάτου καὶ τῆς ἑβδομάδος ἡμερῶν, «ἔρχεται Μαρία ἡ Μαγδαληνή.» Ἐπεὶ γὰρ τὸ Σάββατον παρῆλθε, καὶ οὐκ ἔτι λοιπὸν ἐκωλύετο ἀπὸ τοῦ νόμου, ἄπεισιν ἀπὸ τοῦ τόπου, παραμυθίαν τινὰ βουλομένη εὑρεῖν· καὶ ἰδοῦσα «τὸν λίθον ἠρμένον,» μετὰ πολλοῦ τοῦ τάχους «ἔρχεται πρὸς τὸν Πέτρον» καὶ Ἰωάννην.

Ἀνέστη μὲν γὰρ ὁ Κύριος, τοῦ λίθου ἐπικειμένου καὶ τῶν σφραγίδων οὐσῶν. Ἐπεὶ δὲ ἔδει καὶ μάρτυρας τῆς ἀναστάσεως γενέσθαι τινάς, καὶ ἐπὶ τὸν τάφον εἰσελθεῖν, αἴρεται ὁ λίθος ὑπὸ τοῦ ἀγγέλου. Ἡ δὲ Μαρία οὐδὲν οὐδέπω περὶ ἀναστάσεως γινώσκουσα, κλοπήν, καὶ μετάθεσιν ὀνομάζει τὸ πρᾶγμα. Διὸ καὶ οἱ μαθηταὶ ἐφίστανται τῷ μνημείῳ, καὶ θεωροῦσι «τὰ ὀθόνια κείμενα μόνα,» ὅπερ ἦν ἀναστάσεως ὄντως τὸ σημεῖον. Οὔτε γὰρ εἰ μετέθηκάν τινες τὸ σῶμα, ἐγύμνωσαν ἂν αὐτό· οὔτε εἰ ἔκλεψαν, ἐφρόντισαν ἂν τοῦ «τὸ σουδάριον» ἐντυλίξαι, καὶ θεῖναι «χωρὶς εἰς ἕνα τόπον·» ἀλλ’ ἁπλῶς ὡς εἶχεν, ἔλαβον ἂν τὸ σῶμα. Καὶ διὰ τοῦτο προλαβὼν ὁ εὐαγγελιστής, εἶπεν, ὅτι σμύρνῃ συνετάφη πολλῇ, ἢ οὐχ ἧττον μολίβδου συγκολλᾷ τῷ σώματι τὰ ὀθόνια· ἵνα ὅταν ἀκούσωμεν, ὅτι τὸ σουδάριον ἔκειτο ἰδίᾳ, μὴ ἀνασχώμεθα τῶν λεγόντων, ὅτι ἐκλάπη. Οὐ γὰρ οὕτως ἀνόητος ἦν ὁ κλέπτων, ὡς περὶ πρᾶγμα περιττὸν τοσοῦτον ἀναλίσκειν χρόνον, καὶ τοσαύτην σπουδὴν ἐπιδείκνυσθαι, καὶ μὴ ὑφορᾶσθαι, ὅτι ἐν ὅσῳ ἀσχολεῖται περὶ τοῦτο, ἴσως κατάφωρος γενήσεται.

Ποίᾳ οὖν ὥρᾳ γέγονεν ἡ ἀνάστασις, οὐδεὶς οἶδεν· ὥσπερ οὖν καὶ ὁ τῆς δευτέρας παρουσίας καιρὸς ἄδηλος. Εἰ δὲ ὁ μὲν Ματθαῖος ἑσπέρας βαθείας λέγει τὸν σεισμὸν γεγονέναι, ὁ δὲ Ἰωάννης, πρωῒ σκοτίας ἔτι οὔσης τὴν Μαρίαν τὸν λίθον ἠρμένον ἐλθοῦσαν ἰδεῖν, οὐκ ἔστι διαφωνία. Πρῶτον μὲν γὰρ τοῦτό φαμεν, ὅτι παρὰ μὲν τῷ Ματθαίῳ γυναῖκες ἦλθον ὀψὲ Σαββάτων, παρὰ δὲ τῷ Ἰωάννῃ, γυναῖκες οὐ μνημονεύονται νῦν (περιττὸν γὰρ ἦν, τοῦ Ματθαίου εἰπόντος τοῦτο, καὶ τὸν Ἰωάννην τὸ αὐτὸ λέγειν.) ἀλλὰ «Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωΐ.» Διάφοροι γὰρ αἱ πρὸς τὸ μνημεῖον ἐλεύσεις, ποτὲ μὲν μετὰ τῶν λοιπῶν γυναικῶν τῆς Μαρίας ἐρχομένης, ποτὲ δὲ μόνης αὐτῆς. Ὅθεν οἱ εὐαγγελισταὶ τὰς διαφόρους ἐλεύσεις, ἄλλος ἄλλην λέγοντες, δοκοῦσι διαφωνεῖν. Πρῶτον μὲν οὖν τοῦτο λέγομεν, ὅτι ἄλλην ἔλευσιν λέγει Ματθαῖος γυναικῶν, καὶ ἄλλην Ἰωάννης, μιᾶς γυναικὸς τῆς Μαγδαληνῆς.

Ἔπειτα τό, «ἑσπέρας βαθείας,» καὶ τό, «πρωῒ σκοτίας ἔτι οὔσης,» ὅπερ ἕτερος λέγει, «ὄρθρου βαθέος,» εἰς ταὐτὸ φέρουσιν· ὥστε εἶναι μεσονύκτιον πάντας τούτους τοὺς καιρούς. Εἰ δὲ ἐρωτᾷς, πῶς τῶν φυλάκων παρακαθημένων Ἰωάννης καὶ Πέτρος εἰσήρχοντο εἰς τὸ μνημεῖον, καὶ αἱ γυναῖκες· ἁπλοῦς ὁ λόγος, ὅτι ἀναστάντος τοῦ Κυρίου, καὶ σὺν τῷ σεισμῷ τοῦ ἀγγέλου τῷ τάφῳ ἐπιστάντος, οἱ φύλακες ἀπῆλθον ἀπαγγέλλοντες τοῖς Φαρισαίοις, καὶ οὕτω τοῦ μνήματος ἀπαλλαγέντος τῆς στρατιωτικῆς φρουρᾶς, ἄδειαν ἔσχον οἱ μαθηταὶ προσέρχεσθαι. «Καὶ παρακύψας, βλέπει κείμενα τὰ ὀθόνια· οὐ μέντοι εἰσῆλθεν. Ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα μόνα, καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον.

Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ ἴδε καὶ ἐπίστευσεν. Οὐδέπω γὰρ ᾔδεισαν τὴν Γραφήν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί. Μαρία δὲ εἰστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω. Ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον· καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς, καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖ; ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ. Καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· Γύναι, τί κλαίεις; Λέγει αὐτοῖς·

Ὅτι ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.» Σκόπει μοι τὸ τοῦ εὐαγγελιστοῦ ἄτυφον, πῶς τὴν ἀκρίβειαν τῆς ἐρεύνης τῷ Πέτρῳ προσμαρτυρεῖ. Προφθάσας γὰρ αὐτός, καὶ ἰδὼν «τὰ ὀθόνια κείμενα,» οὐδὲν πλέον πολυπραγμονεῖ, ἀλλὰ ἀναμένει ἐκεῖνον. Πέτρος δὲ ὁ θερμότατος ἐνδοτέρω γενόμενος, ἅπαντα κατώπτευσεν ἀκριβῶς, καὶ τότε οὗτος μετ’ ἐκεῖνον εἰσελθών, «εἶδε» τὰ ἐντάφια διῃρημένως κείμενα, «καὶ ἐπίστευσεν,» οὐχ ὅτι ἀνέστη ὁ Κύριος, ἀλλ’ ὅτι ἐκλάπη. Ἐπίστευσε γὰρ τῷ τῆς Μαρίας λόγῳ εἰπούσης· «Ὅτι ἦραν τὸν Κύριον.» Διὰ τί ἐπίστευσε τῇ Μαρίᾳ, καὶ οὐκ ἐλογίσατο, ὅτι ἀνέστη; «Οὔπω γὰρ ᾔδεισαν τὴν Γραφήν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι,» καὶ διὰ τοῦτο ἐπίστευσαν τῇ Μαρίᾳ, κλοπὴν καὶ μετάθεσιν τοῦ σώματος ὑποπτευούσῃ. Οὖτοι μὲν οὖν «ἀπῆλθον πρὸς αὑτούς,» τουτέστι, καθ’ ἑαυτούς, οὐδὲν πλέον περιεργασάμενοι. Μαρία δὲ (τὸ γὰρ γυναικεῖον γένος περιπαθὲς καὶ φιλόδακρυ) πρὸς τὸ μνημεῖον ἵσταται καὶ κλαίει. Ἐπεὶ γὰρ οὐκ εἶχε τὸν Ἰησοῦν, τὸν τόπον βλέπει ἔνθα τὸ ποθούμενον σῶμα κατετέθη, ἐκ τούτου μόνου παραμυθίαν εὑρίσκουσα· ὅθεν καὶ ἀξιοῦται μείζονος ὀπτασίας, ἢ οἱ μαθηταί.

Ἃ γὰρ ἐκεῖνοι οὐκ εἶδον, ταῦτα αὐτὴ τεθέαται, «δύο ἀγγέλους» φημί. Εἰς μεγίστην δὲ αὐτῇ παραμυθίαν ἡ τῶν ἀγγέλων ὄψις ἐγένετο. Καὶ γὰρ τὸ σχῆμα αὐτῶν φαιδρόν, καὶ τὸ καθῆσθαι δὲ αὐτούς, «ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσίν,» ἐμφαίνει αὐτοὺς εἰδότας τι πλέον, καὶ ἐὰν ἐρωτηθῶσι, διδάξαι δυναμένους. Καὶ τὸ εἰπεῖν δέ, «Τί κλαίεις,» συμπαθείας πολλῆς γέμει. Ἵνα γὰρ μὴ ταραχθῇ ὡς γυνή, διὰ τῆς ἐρωτήσεως ταύτης καταστέλλουσιν αὐτῆς τὴν ταραχήν, συμπαθῶς οὕτω καὶ πράως ἐρωτήσαντες· «Γύναι, τί κλαίεις;» Ἡ δὲ περιπαθῶς ἅμα καὶ φιλοστόργως, «Διότι ἦραν τὸν Κύριόν μου,» φησί, διὰ τοῦτο κλαίω· οὐ γὰρ οἶδα ποῦ μετέθηκαν αὐτόν, ἵνα ἐκεῖσε ἀπελθοῦσα, περιχυθῶ τῷ σώματι, καὶ παραμυθίαν εὑρήσω μετρίαν γοῦν. Σὺ δέ μοι νόει Πέτρον μέν, τὸ πρακτικὸν καὶ θερμόν· Ἰωάννην δέ, τὸ θεωρητικὸν καὶ εὐφυὲς περὶ τὴν τῶν θείων γνῶσιν. Πολλάκις οὖν προλαμβάνει μὲν ὁ θεωρητικὸς τῇ γνώσει καὶ τῇ εὐφυΐᾳ· ὁ δὲ πρακτικός, ὑστερεῖ, ἀλλ’ ὅμως τῇ θερμότητι καὶ πολλῇ σπουδῇ νικᾷ τὴν ἐκείνου ὀξύτητα, καὶ βλέπει πρῶτος θεϊόν τι μυστήριον ὁ πρακτικός. Ἢ οὐχὶ τοιοῦτόν τι καὶ ἐν τοῖς μαθήμασι γίνεται; Καὶ γὰρ ἐν τούτοις δύο παίδων ὄντων, ὁ ἀφυέστερος καὶ ἀργότερος προλαμβάνει τῇ σπουδῇ τὸ πάχος τῆς τοῦ ἑτέρου φύσεως.

Κἀν τοῖς πνευματικοῖς δὲ πολλάκις ὁ πρακτικὸς καὶ ἰδιώτης τῷ λόγῳ, νόημά τι ἐδέξατο κρεῖττον τοῦ θεωρητικοῦ. Ἀλλὰ καὶ πᾶσα ψυχὴ κυριεύσασα τῶν παθῶν Μαρία λέγεται. Καθαρθεῖσα οὖν διὰ τῆς ἀπαθείας, ὁρᾷ τὸν Ἰησοῦν Θεὸν ὁμοῦ καὶ ἄνθρωπον. Οἱ γὰρ ἄγγελοι, ὁ μὲν «πρὸς τῇ κεφαλῇ» καθήμενος τῆς θεότητός ἐστι σύμβολον· ὁ δὲ «πρὸς τοῖς ποσί,» τῆς ἐσχάτης τοῦ Λόγου σαρκώσεως. «Καὶ ταῦτα εἰποῦσα, ἐστράφη εἰς τὰ ὁπίσω καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Γύναι, τί κλαίεις; τίνα ζητεῖς; Ἐκείνη δὲ δοκοῦσα, ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι, ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ.

Λέγει αὐτῇ ὁ Ἰησοῦς· Μαρία. Στραφεῖσα ἐκείνη λέγει αὐτῷ· Ῥαβουνί, ὃ λέγεται, διδάσκαλε. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου. Πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν. Ἔρχεται Μαρία ἡ Μαγδαληνή, ἀπαγγέλλουσα τοῖς μαθηταῖς, ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.» Τίνος ἕνεκεν ἐστράφη εἰς τὰ ὀπίσω Μαρία; πρὸς γὰρ τοὺς ἀγγέλους ὁμιλοῦσα, τί πέπονθεν, ἵνα στραφῇ εἰς τὰ ὁπίσω; Ἔοικεν οὖν ἐν ὅσῳ αὕτη τοῖς ἀγγέλοις ὡμίλει, ὁ Ἰησοῦς ἐπιστὰς ὄπισθεν αὐτῆς, ἐκπλῆξαι αὐτούς, κἀκείνους θεασαμένους τὸν Δεσπότην, καὶ τῷ σχήματι, καὶ τῷ κινήματι, καὶ τῷ βλέμματι ἐμφῆναι εὐθέως, ὅτι τὸν Κύριον εἶδον, καὶ τοῦτο τὴν γυναῖκα ἰδοῦσαν ἐπιστραφῆναι εἰς τὰ ὀπίσω. Τοῖς μὲν οὖν ἀγγέλοις τυχὸν ἐν ἐκπλήττοντι σχήματι ἐφάνη, τῇ δὲ Μαρίᾳ οὐκ ἔτι, ἀλλ’ ἐν εὐτελεῖ καὶ κοινῷ. Διὸ καὶ κηπουρὸν αὐτὸν ἐνόμισεν εἶναι, τοῦ κήπου δηλαδὴ ἐκείνου, ἐν ᾧ τὸ μνημεῖον ἦν. Ὅθεν καί φησι· «Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν·» τουτέστιν, Εἰ σὺ ἔκλεψας· καὶ οὐ λέγει τὸν Ἰησοῦν, ἀλλ’, «αὐτόν,» ὡς πρὸς εἰδότα ποιουμένη τὸν λόγον. «Εἰ σὺ τοίνυν ἐβάστασας,» ἤτοι ἦρας, καὶ ἔκλεψας ἐντεῦθεν, «εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, καγὼ αὐτὸν ἀρῶ,» καὶ μεταθήσω εἰς ἕτερον τόπον, ἔνθα μεγαλοπρεπῶς ταφήσεται.

Ἴσως γὰρ ἐφοβεῖτο μήπως οἱ Ἰουδαῖοι καὶ νεκρῷ τῷ σώματι ἐμπαροινήσωσι, καὶ διὰ τοῦτο ἐβούλετο εἰς ἕτερον τόπον ἄγνωστον μεταθεῖναι τοῦτο. Φιλόστοργος μὲν οὖν ἡ γνώμη τῆς γυναικός, οὐ μὴν ὑψηλόν τι φαντασθῆναι δυναμένη. Διὸ καὶ ὁ Κύριος, ἐπεὶ μὴ ἀφ’ ἑαυτῆς ἠδυνήθη ὑψηλόν τι νοῆσαι, ἀπὸ τῆς αὐτοῦ φωνῆς γνωρίζει αὐτῇ ἑαυτόν.

Καλέσας γὰρ μόνον τὸ ὄνομα, αὐτῇ γνῶσιν διὰ τούτου ἐντέθεικεν. Ὥσπερ τοῖς Ἰουδαίοις ποτὲ μὲν ἐγνωρίζετο, ποτὲ δὲ ἄδηλος ἦν καὶ παρών· οὕτω καὶ φθεγγόμενος, ἡνίκα ἐβούλετο, τότε γνώριμον ἑαυτὸν ἐποίει· ὥσπερ οὖν καὶ νῦν, ὅτε ἐβουλήθη, τότε τῇ Μαρίᾳ ἐγνώρισεν ἑαυτὸν διὰ τῆς φωνῆς. Ἐπεὶ πάντως καὶ πρότερον ἐφώνησεν αὐτῇ· «Γύναι, τί κλαίεις;» Ἀλλ’ οὐκ ἐπέγνω ἡ γυνή· οὐ γὰρ ἤθελεν ὁ Ἰησοῦς. Ὅτε δὲ ἠθέλησε, τότε διὰ τῆς φωνῆς ἐπεγνώσθη. «Στραφεῖσα ἐκείνη, λέγει αὐτῷ.» Τί τοῦτο;

Πρὸς αὐτὸν διελέγετο, καὶ ἔλεγεν· «Εἰπέ μοι, ποῦ ἔθηκας αὐτόν;» Καὶ νῦν ὁ εὐαγγελιστὴς λέγει, ὅτι «στραφεῖσα.» Δοκεῖ οὖν μετὰ τὸ εἰπεῖν αὐτὴν τό, «Ποῦ ἔθηκας;» ἐπιστραφῆναι πρὸς τοὺς ἀγγέλους, ἐρωτήσουσαν τάχα τί ἐξεπλάγησαν, εἶτα τὸν Χριστὸν καλέσαντα αὐτήν, πλῆξαί τε διὰ τῆς φωνῆς, καὶ ἐπιστρέψαι πρὸς ἑαυτὸν ἀπ’ ἐκείνων, καὶ οὕτως ἐπιγνοῦσαν, «Ῥαβουνί,» εἰπεῖν, καὶ βούλεσθαι μὲν προσελθεῖν αὐτῷ, καὶ συνεῖναι αὐτῷ ὥσπερ καὶ πρότερον, καὶ τυχὸν ὡς ποθουμένῳ περιχυθῆναι· τὸν δὲ ἀνάγοντα αὐτῆς τὴν διάνοιαν, ὥστε κρεῖττόν τι περὶ αὐτοῦ ἐννοεῖν, καὶ αἰδεσιμωτέρως αὐτῷ προσέχειν, εἰπεῖν· «Μή μου ἅπτου·» τουτέστιν, Οὐκ ἔτι ἐν τοῖς αὐτοῖς, οἷς καὶ πρώην, εἰσὶ τὰ πράγματα, οὐδὲ ὁμοίως μέλλω συνεῖναι ὑμῖν. Εἰ γὰρ καὶ μὴ τοῖς ῥήμασι τοῦτο εἶπεν, ἀλλά γε οὕτω νοεῖται.

Μέλλω γὰρ ἀναβῆναι πρὸς τὸν Πατέρα μου, καὶ ἐκεῖ σπεύδω. Τῷ δὲ ἐκεῖ σπεύδοντι, καὶ μηκέτι τοιοῦτον ἔχοντι σῶμα, οἷον μετὰ ἀνθρώπου ἀναστρέφεσθαι, εὐλαβέστερον δεῖ προσέχειν, καὶ ὡς κρείττονι τῆς κοινῆς καὶ ὁμιλίας καὶ ἁφῆς, ἤτοι συναναστροφῆς.

Ὅρα δέ, πόσον νοῦν συντόμως ὁ εὐαγγελιστὴς ἐξέφρασεν. Εἶπε γάρ· «Μή μου ἅπτου·» εἶτα ὥσπερ τινὸς ἐρωτήσαντος· Διατί; Διότι, φησί, οὐκ ἔτι τοιοῦτον ἔσται μοι τὸ σῶμα, οἷον τῇ ἐν γῇ πολιτείᾳ οἰκεῖον εἶναι, ἀλλὰ τῷ οὐρανῷ καὶ τοῖς ἄνω. Εἶτα πάλιν ὥσπερ ἀνθυπενεγκόντος· Καὶ τίνος ἕνεκεν λοιπὸν ἐν γῇ περιπατεῖς τοιοῦτον ἔχων σῶμα; «Οὔπω γάρ, φησίν, ἀναβέβηκα πρὸς τὸν Πατέρα μου,» μέλλω δὲ ἀναβῆναι. Τοῦτο γὰρ διὰ τῶν ἑξῆς δηλοῖ, εἰπών· «Πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν·» καίτοι οὐκ εὐθὺς ἔμελλεν ἀνελθεῖν, ἀλλὰ μετὰ τεσσαράκοντα ἡμέρας. Πῶς οὖν τοῦτό φησιν; Ἀναστῆσαι βουλόμενος αὐτῆς τὴν διάνοιαν, καὶ πεῖσαι, ὅτι εἰς οὐρανοὺς ἄπεισι, καὶ διὰ τούτου παραμυθήσασθαι. «Ἀδελφοὺς» δὲ εἰπών, ἐπάγει καί, «Πατέρα ὑμῶν.» Πατὴρ γὰρ ὁ Θεὸς καὶ ἡμῶν, ἀλλὰ χάριτι· τοῦ δὲ Κυρίου Πατὴρ φύσει· ὥσπερ οὖν καὶ Θεὸς τοὔμπαλιν ἡμῶν μὲν φύσει, τοῦ δὲ Κυρίου κατὰ τὸ ἀνθρώπινον. Θεὸς γὰρ αὐτοῦ ἐγένετο, ὡς τὴν ἀνθρωπίνην φύσιν ἀνειληφότος.

Ἄπεισιν οὖν Μαρία τοιούτων ἀξιωθεῖσα ῥημάτων, καὶ ἀπαγγέλλει ταῦτα τοῖς μαθηταῖς· τοσοῦτόν ἐστι προσεδρεία καὶ καρτερία καλόν. Προσέδρευε οὖν καὶ σύ, καὶ μαθήσῃ τι τάχα, καὶ τῶν μαθητῶν τοῦ λόγου γενήσῃ διδάσκαλος. «Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν Σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων, ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς, καὶ ἕστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπών, ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέ με ὁ Πατήρ, κἀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπών, ἐνεφύσησε, καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται.» Ἐπειδὴ ἡ Μαρία ἀπήγγειλε ταῦτα τοῖς μαθηταῖς, εἰκὸς δὲ ἦν ἢ ἀπιστῆσαι τούτους αὐτῇ ἢ πιστεύσαντας ἀλγῆσαι, ὅτι μὴ κατηξιώθησαν αὐτοὶ τοῦ ἰδεῖν αὐτόν, διὰ τοῦτο τῇ αὐτῇ ἡμέρᾳ αὐτοῖς ἐφίσταται διψῶσι μέν, ἐκ τοῦ ἀκοῦσαι παρὰ τῆς γυναικός, ὅτι ἀνέστη, φοβουμένοις δὲ τοὺς Ἰουδαίους, καὶ διὰ τοῦτο ποθοῦσι πλέον ἰδεῖν τὴν μόνην αὐτοῖς παραμυθίαν. Ἐφίσταται οὖν ἑσπέρας μὲν (ἀνέμενε γὰρ ὥστε ἅπαντας συλλεγῆναι), «κεκλεισμένων δὲ τῶν θυρῶν,» ἵνα δείξῃ, ὅτι οὕτως ἀνέστη, καὶ τοῦ λίθου ἐπικειμένου τῷ τάφῳ.

Πῶς δὲ φάντασμα αὐτὸν οὐκ ἐνόμισαν, θαυμάσειεν ἄν τις. Μάλιστα μὲν οὖν ἡ γυνὴ προλαβοῦσα πολλὴν τὴν πίστιν εἰργάσατο, ἄλλως δέ, καὶ ἥμερον αὐτοῖς τὴν ὄψιν ἔδειξεν, ἅμα δὲ καὶ διὰ τῆς φωνῆς ἐπράϋνεν αὐτῶν τὴν διάνοιαν κυμαίνουσαν, εἰπὼν τό, «Εἰρήνη ὑμῖν·» τουτέστι· Μὴ θορυβεῖσθε· ἅμα δέ, ἀναμιμνήσκει αὐτοὺς καὶ τοῦ ῥήματος, ὃ πρὸ τοῦ σταυροῦ εἶπεν αὐτοῖς· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.» «Ἐχάρησαν δὲ ἰδόντες τὸν Κύριον.» Καὶ γὰρ καὶ τοῦτο προεῖπε πρὸ τοῦ σταυροῦ, ὅτι «Ὅψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία.» Ἐπειδὴ δὲ πρὸς Ἰουδαίους πόλεμον εἶχον ἄσπονδον, πάλιν αὐτοῖς φησι τό, «Εἰρήνη.» Ὥσπερ γὰρ ταῖς γυναιξὶν εἶπε, «Χαίρετε,» διότι ἐν λύπαις ἦν τὸ γένος· οὕτω τούτοις τὴν εἰρήνην δίδωσι διὰ τὸν πόλεμον, ὃν πρὸς αὐτοὺς εἶχον καὶ σχεῖν ἔμελλον πάντες.

Καταλλήλως οὖν κἀκείναις μὲν τό, «Χαῖρε·» ἐν γὰρ λύπαις τίκτειν κατηράθησαν· τοῖς δὲ ἀνδράσι τὸ εἰρηνεύειν, διὰ τοὺς πολέμους τοὺς ἕνεκα τοῦ κηρύγματος. Ἅμα δὲ ἐμφαίνει καὶ τὰ κατορθώματα τοῦ σταυροῦ· ταῦτα δὲ ἦν ἡ εἰρήνη. Διὸ καί, Ἐπεί, φησί, διὰ τοῦ σταυροῦ εἰρήνη κατώρθωται, πέμπω ὑμᾶς ἐπὶ τὸ κήρυγμα. Παραμυθούμενος δὲ αὐτούς, καὶ παραθαῤῥύνων, φησί· «Καθὼς ἀπέσταλκέ με ὁ Πατήρ, καγὼ πέμπω ὑμᾶς.» Τὸ γὰρ ἔργον τὸ ἐμόν, φησίν, ἀναδέχεσθε, ὥστε θαῤῥεῖτε, ὅτι συνέσομαι ὑμῖν. Ὅρα δὲ τὴν αὐθεντίαν· οὐκ εἶπεν, ὅτι Παρακαλέσω τὸν Πατέρα μου, καὶ πέμψει ὑμᾶς, ἀλλ’, «Ἐγὼ πέμπω ὑμᾶς.» Ἐμφυσᾷ δέ, καὶ δίδωσιν αὐτοῖς Πνεῦμα ἅγιον, οὐ τὴν τελείαν δωρεὰν τοῦ ἁγίου Πνεύματος νῦν αὐτοῖς νέμων (ταύτην γὰρ ἐν τῇ Πεντηκοστῇ ἔμελλεν δοῦναι), ἀλλὰ πρὸς ὑποδοχὴν τοῦ Πνεύματος ἐπιτηδείους αὐτοὺς ποιῶν. Τὸ γάρ, «Λάβετε Πνεῦμα ἅγιον,» ἀντὶ τοῦ, Γίνεσθε ἐπιτήδειοι πρὸς τὸ λαβεῖν Πνεῦμα. Ἔστι δὲ εἰπεῖν, ὅτι ἐξουσίαν τινὰ καὶ χάριν πνευματικὴν δέδωκεν αὐτοῖς, οὐχ ὥστε νεκροὺς ἐγείρειν καὶ δυνάμεις ποιεῖν, ἀλλ’ ὥστε ἀφιέναι τὰ ἁμαρτήματα.

Διὸ καὶ ἐπήγαγεν· «Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς·» δεικνὺς ὅτι τοῦτο τὸ εἶδος τῶν πνευματικῶν χαρισμάτων αὐτοῖς δέδωκε, τὸ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν· μετὰ δὲ τὴν ἀνάληψιν, αὐτὸ τὸ Πνεῦμα κατελθόν, καὶ τῶν σημείων καὶ παντὸς ἄλλου χαρίσματος τὰς δυνάμεις αὐτοῖς ἐπεδαψιλεύσατο.

Ἄξιον δὲ ζητῆσαι, τίνος ἕνεκεν οὐκ ἐν τῇ Γαλιλαίᾳ τοῖς μαθηταῖς ἐπιφαίνεται, ἀλλ’ ἐν τῇ Ἱερουσαλήμ· καίτοι ὁ Ματθαῖος καὶ ὁ Μάρκος ὑποσχέσθαι αὐτὸν αὐτοῖς ἐν Γαλιλαίᾳ ὀφθήσεσθαί φασι· πῶς οὖν ἐν Ἱερουσαλὴμ φαίνεται; Φασὶν οὖν τινες, ὅτι Καὶ τί τοῦτο; Οὐ γὰρ εἶπεν, ὅτι Ἐν Γαλιλαίᾳ μόνον ὀφθήσομαι ὑμῖν, ἐν δὲ Ἱερουσαλὴμ οὐκ ὀφθήσομαι· ὥστε φιλοτιμίας τοῦτο πλοῦτος, οὐ ψεύδους ἔχει κατηγορίαν.

Ἔπειτα τὸ ὄψεσθαι αὐτὸν ἐν Γαλιλαίᾳ τοῖς πᾶσι μαθηταῖς, οὐχὶ τοῖς δώδεκα, ἀλλὰ καὶ τοῖς ἑβδομήκοντα ὑπισχνεῖται, ἐν Ἱερουσαλὴμ δὲ μόνοις τοῖς δώδεκα ὤφθη. Οὐδεμία οὖν διαφωνία ἐντεῦθεν. Πᾶσι μὲν γὰρ ἐν Γαλιλαίᾳ ὤφθη. τοῖς δὲ δώδεκα ἐν Ἱερουσαλήμ. Πλειόνων γὰρ γενομένων ὀπτασιῶν, οἱ μὲν τάσδε, οἱ δὲ τάσδε ἀνεγράψαντο.

Ἔστι δ’ ὅτε καὶ περὶ τοῦ αὐτοῦ κεφαλαίου δύο διαλαμβάνοντες εὐαγγελισταί, ἀναπληροῖ τὰ ὑπὸ τοῦ πρώτου λεχθέντα κατ’ ἔλλειψιν, ὁ δεύτερος. Σκόπει δέ μοι τῶν ἱερέων τὴν ἀξίαν, ὅτι θεία ἐστί· Θεοῦ γάρ, τὸ ἀφιέναι ἁμαρτίας. Οὕτως αὐτοὺς τιμητέον ὡς Θεόν. Κἂν γὰρ ἀνάξιοι ὦσι, τί τοῦτο; Τῶν θείων χαρισμάτων εἰσὶ διάκονοι, καὶ ἡ χάρις ἐνεργεῖ δι’ αὐτῶν, ὥσπερ οὖν καὶ διὰ τῆς ὄνου τοῦ Βαλαὰμ ἐλάλησεν· οὔκουν ἡ ἀναξιότης ἡμῶν τὴν χάριν κωλύει. Ὥστε ἐπεὶ δι’ ἱερέων ἡ χάρις χορηγεῖται, τιμητέον αὐτούς. «Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ’ αὐτῶν, ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.

Καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ, καὶ Θωμᾶς μετ’ αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον, καὶ εἶπεν· Εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Ἀπεκρίθη Θωμᾶς, καὶ εἶπεν· Ὁ Κύριός μου, καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες.» Οὐκ ἦν ὁ Θωμᾶς μετὰ τῶν μαθητῶν· εἰκὸς γὰρ αὐτὸν ἐκ τῆς διασπορᾶς μήπω ἐπισυναχθῆναι.

Τί δέ ἐστιν, «Ὁ λεγόμενος Δίδυμος;» Τοῦτο ἑρμηνεία ἐστὶ τοῦ, «Θωμᾶς.» Ὥσπερ γὰρ τὸ Κηφᾶς ἑρμηνεύεται Πέτρος, οὕτω καὶ τὸ Θωμᾶς λέγεται, τουτέστιν, ἑρμηνεύεται Δίδυμος. Εἰκότως δὲ μνημονεύει τῆς ἑρμηνείας ταύτης τοῦ ὀνόματος, ἵνα δείξῃ ἡμῖν, ὅτι διστακτικός τις ἦν, καὶ ἄνωθεν καὶ ἀπ’ ἀρχῆς τοιοῦτον εἶχε τὸν τρόπον, ὡς δηλοῖ καὶ τοὔνομα. Λέγουσι δὲ τοῖς ἄλλοις μαθηταῖς περὶ τοῦ Κυρίου ἠπίστει, οὐχ ὡς ψευδεῖς αὐτοὺς ἡγούμενος, ἀλλὰ τὸ πρᾶγμα τῆς ἀναστάσεως ἀδύνατον εἶναι νομίζων· διὸ καὶ ἐγκαλεῖται, ὡς πέρα τοῦ μετρίου περίεργος. Ὥσπερ γὰρ τὸ ῥᾳδίως πιστεύειν, κουφότητος· οὕτω τὸ σφόδρα ἀντιτείνειν, ἀγροικίας καὶ παχύτητος. Ὅρα δέ, ὅπως οὐδὲ τοῖς ὀφθαλμοῖς ἔφη πιστεύειν, ἀλλὰ καὶ τό, «Ἐὰν μὴ βάλω τὴν χεῖρά μου,» προσέθηκε. Πόθεν δὲ ᾔδει, ὅτι τύπους εἶχεν ἡ πλευρά; Ἀκούσας παρὰ τῶν μαθητῶν. Τίνος δὲ ἕνεκεν οὐκ εὐθέως φαίνεται αὐτῷ, ἀλλὰ μεθ’ ἡμέρας ὀκτώ; Ὥστε κατηχούμενον αὐτὸν ὑπὸ τῶν συμμαθητῶν, καὶ τὰ αὐτὰ ἀκούοντα, καὶ εἰς πλείονα πόθον ἐκκαῆναι, καὶ πιστότερον πρὸς τὸ μέλλον γενέσθαι.

Δεῖξαι δὲ θέλων ὁ Δεσπότης, ὅτι καὶ τότε παρῆν, ἡνίκα τὰ τῆς ἀπιστίας ῥήματα πρὸς τοὺς συμμαθητὰς ἐφθέγγετο ὁ Θωμᾶς, οὐ περιμένει παρ’ ἐκείνου ἀκοῦσαί τι τοιοῦτον, ἀλλ’ αὐτὸς προλαβών, ἅπερ ἐπεθύμει πληροῖ· καὶ γὰρ τοῖς ῥήμασιν ἐχρήσατο τοῖς αὐτοῦ. Καὶ ὅρα, τὸ μὲν πρῶτον ἐπιτιμητικῶς· «Φέρε γάρ, φησί, τὴν χεῖρά σου·» τὸ δὲ μετὰ ταῦτα, παραινετικῶς· «Μὴ γίνου γάρ, φησίν, ἄπιστος, ἀλλὰ πιστός.» Ὅθεν δῆλον, ὅτι ἐξ ἀπιστίας ἦν ἡ ἀμφιβολία, καὶ μάτην λοιπὸν καταχαρίζονταί τινες τῷ Θωμᾷ, φάσκοντες, ὡς ἐξ ἀκριβείας, οὐ ῥᾳδίως ἐπίστευσεν. Ἰδοὺ γὰρ ὁ Κύριος ἄπιστον αὐτὸν ἀποκαλεῖ. Ὅρα δὲ τὸν πρώην ἄπιστον, πῶς ἀπὸ τοῦ ἅψασθαι τῆς πλευρᾶς, θεολόγος ἄριστος ἀνεδείχθη.

Τὰς γὰρ δύο φύσεις, καὶ τὴν μίαν ὑπόστασιν τοῦ ἑνὸς Χριστοῦ ἐδίδαξεν· ἐν μὲν τῷ εἰπεῖν Κύριον, τὴν ἀνθρωπίνην φῦσιν (καὶ γὰρ ἐπ’ ἀνθρώπων τὸ Κύριος λέγεται· ὡς τό, «Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν·») διὰ δὲ τοῦ εἰπεῖν, «Ὁ Θεός μου,» τὴν θείαν οὐσίαν, ἕνα μέντοι καὶ τὸν αὐτὸν εἶναι Κύριον καὶ Θεόν. Δεικνύων δὲ ἡμῖν ὁ Κύριος, ὅτι τοῦτό ἐστι πίστεως, ὡς τὸ τὰ μὴ ὁρώμενα δέξασθαι, φησί· «Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες.» Αἰνίττεται δὲ ἐνταῦθα τοὺς μαθητάς, οἳ οὔτε τύπον ἤλων, οὔτε πλευρὰν ψηλαφήσαντες ἐπίστευσαν, οὐκ ἐκείνους δὲ μόνους, ἀλλὰ καὶ τοὺς μετὰ ταῦτα πιστεύσαντας.

Οὐκ ἀποστερῶν δὲ τὸν Θωμᾶν τοῦ μακαρισμοῦ, εἶπε τοῦτο, ἀλλὰ παραμυθούμενος τοὺς μὴ ἰδόντας. Ἐπεὶ γὰρ πολλοὶ λέγουσιν, ὅτι Μακάριοι οἱ ὀφθαλμοὶ οἱ ἰδόντες τὸν Κύριον, παραμυθεῖται τούτους, ὅτι τοῦτο μᾶλλόν ἐστι μακάριον, τὸ μὴ ἰδόντα πιστεῦσαι. Πῶς δὲ σῶμα ἄφθαρτον, τύπους ἔχον ἐδείχθη, καὶ ἁπτὸν ἐγένετο χειρὶ ἀνθρωπίνῃ;

Ὅτι συγκατάβασις ἦν ταῦτα πάντα. Τὸ γὰρ εἰσελθὸν «κεκλεισμένων τῶν θυρῶν,» καὶ οὕτω λεπτὸν καὶ κοῦφον, πάσης παχύτητος ἀπήλλακτο. Ἵνα γοῦν πιστευθῇ ἡ ἀνάστασις, ταῦτα δείκνυσι, καὶ διὰ τοῦτο ἀνίσταται ἔχων τὰ σημεῖα τοῦ σταυροῦ καὶ τὰς τρώσεις.

Ἐπεὶ καὶ ὃ ἔφαγεν, οὐκ ἀνάγκῃ σώματος, ἀλλ’ εἰς πίστωσιν τῆς ἀναστάσεως ἔφαγεν. Ὥσπερ οὖν πρὸ τοῦ σταυροῦ ἐπὶ τῶν κυμάτων περιπατῶν, οὐκ ἄλλης φύσεως εἶχε σῶμα· οὕτω καὶ νῦν ψηλαφητὸν αὑτό, καὶ τύπους ἔχον δείκνυσιν· ὅμως καὶ ἄφθαρτον αὐτὸ περιφέρει, εἰ καὶ ψηλαφητὸν καὶ ὁρατόν.

Διὰ γὰρ πίστωσιν ταῦτα δείκνυται, ἀλλ’ οὐχὶ ἀνάγκῃ καὶ νόμῳ σώματος. Πᾶν γὰρ τὸ βιβρωσκόμενον εἰς ἀφεδρῶνα χωρεῖ, καὶ ἀλλοιοῦται· ὅπερ μετὰ τὴν ἀνάστασιν οὐκ ἦν ἐπὶ Χριστοῦ, ἀλλὰ δυνάμει τινὶ ἀοράτῳ καὶ θείᾳ κατηναλίσκοντο τὰ βιβρωσκόμενα, πρὸς πίστωσιν τῆς ἀναστάσεως μόνον παραλαμβανόμενα.

Ὅρα δὲ πῶς δι’ ἕνα ἄνθρωπον τὸν Θωμᾶν, οὐκ ἀπηξίωσε συγκαταβῆναι ὁ Κύριος, καὶ πλευρὰν ὑποδεῖξαι, ἵνα σώσῃ ψυχὴν μίαν ἀπιστοῦσαν. Οὕτω καὶ ἡμεῖς οὐκ ὀφείλομεν καταφρονεῖν οὐδὲ τοῦ ἑνὸς καὶ ἐλαχίστου. «Πολλὰ μὲν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὑτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. Ταῦτα δὲ γέγραπται, ἵνα πιστεύσητε, ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες, ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.» Περὶ ποίων σημείων ἐνταῦθα λέγει ὁ εὐαγγελιστής; Ἆρα τῶν πρὸ τοῦ σταυροῦ; Οὐχί, ἀλλὰ τῶν μετὰ τὴν ἀνάστασιν. Ἐπάγει γάρ· «Ἐποίησεν ἐνώπιον τῶν μαθητῶν αὐτοῦ·» τὰ δὲ πρὸ τοῦ σταυροῦ, οὐκ ἐνώπιον τῶν μαθητῶν, ἀλλὰ πάντων, ἐποίει. Ὥστε ταῦτα περὶ ὧν νῦν λέγει ὁ εὐαγγελιστής, τὰ μετὰ τὴν ἀνάστασίν εἰσι. Μόνοις γὰρ τοῖς μαθηταῖς συναυλιζόμενος δι’ ἡμερῶν τεσσαράκοντα, σημεῖα ἐδείκνυ τῆς ἀναστάσεως. Ὥσπερ γὰρ πρὸ τοῦ σταυροῦ σημεῖα ἐποίει, δεικνὺς ἑαυτὸν Υἱὸν Θεοῦ· οὕτω μετὰ τὴν ἀνάστασιν ἐπετέλει σημεῖα ἔμπροσθεν τῶν μαθητῶν, δεικνὺς ἑαυτὸν Υἱὸν ἀνθρώπου, τουτέστι σῶμα φοροῦντα, εἰ καὶ ἄφθαρτον, καὶ θεοειδέστερον, καὶ μηκέτι σαρκικοῖς νόμοις ὑποκείμενον. Πολλῶν οὖν γενομένων σημείων τῆς ἀναστάσεως, ταῦτα μόνα ἀναγέγραπται, καὶ οὐδὲ ταῦτα φιλοτιμίας ἕνεκεν, ἢ προσθήκης τῆς δόξης τοῦ Μονογενοῦς, ἀλλ’ «Ἵνα» ὑμεῖς, φησί, «πιστεύσητε.»

Καὶ τί τὸ κέρδος καὶ πρὸς τίνα περιιστάμενον; Οὐκ εἰς Χριστὸν (τί γὰρ αὐτῷ κέρδος ἐκ τοῦ ἡμᾶς πιστεύειν;), ἀλλ’ εἰς ὑμᾶς αὐτοὺς ἀναστρέφον. «Ἵνα γάρ, φησί, πιστεύοντες, ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.» Πιστεύοντες γάρ, ὅτι ἀνέστη, καὶ ζῇ, ἡμῖν ἑαυτοῖς τὴν ζωήν, περιποιούμεθα.

Δι’ ἡμᾶς γὰρ ἀνέστη καὶ ζῇ. Ὁ δὲ νεκρὸν αὐτὸν εἶναι νομίζων, καὶ μήτε ἀναστῆναι, μήτε ζῇν, αὐτὸς ἑαυτῷ τὴν νέκρωσιν καὶ τὴν φθορὰν βεβαιοῖ καὶ ἐπιψηφίζεται.

ΚΕΦΑΛ. ΚΑʹ. Περὶ τῆς φανερώσεως τοῦ Ἰησοῦ μετὰ τὴν ἀνάστασιν τῷ Πέτρῳ, καὶ ἑτέροις ἁλιεύουσιν ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος. Περὶ τοῦ τῷ Πέτρῳ λεχθέντος· Βόσκε τὰ πρόβατά μου. «Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ Ἰησοῦς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσε δὲ οὕτως· Ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶ; ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. Λέγει αὐτοῖς Σίμων Πέτρος·

Ὑπάγω ἁλιεύειν. Λέγουσιν αὐτῷ· Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. Ἐξῆλθον οὖν, καὶ ἀνέβησαν εἰς τὸ πλοῖον εὐθύς· καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. Πρωΐας δὲ ἤδη γενομένης ἔστη ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταί, ὅτι Ἰησοῦς ἐστι. Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Παιδία, μή τι προσφάγιον ἔχετε; Ἀπεκρίθησαν αὐτῷ· Οὔ. Ὁ δὲ εἶπεν αὐτοῖς· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. Ἔβαλον οὖν, καὶ οὐκ ἔτι αὐτὸ ἑλκῦσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.

Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος, ὃν ἠγάπα ὁ Ἰησοῦς, τῷ Πέτρῳ· Ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος ἀκούσας, ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο (ἦν γὰρ γυμνός), καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν. Οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον. Οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ’ ὡς ἀπὸ πηχῶν διακοσίων σύροντες τὸ δίκτυον τῶν ἰχθύων.» Ἐν τῷ εἰπεῖν, «Ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς,» τοῦτο δηλοῖ ὁ εὐαγγελιστής, ὅτι εἰ μὴ ἤθελε, καὶ αὐτὸς ἑαυτὸν διὰ συγκατάβασιν ἐφανέρωσεν, οὐχ ὡρᾶτο, τοῦ σώματος ὄντος ἀφθάρτου. Τίνος δὲ ἕνεκεν καὶ τοῦ τόπου μέμνηται τῆς θαλάσσης τῆς Τιβεριάδος;

Δεικνύων, ὅτι οὐκ ἔτι λοιπὸν οὕτως ἐδεδοίκεισαν τοὺς Ἰουδαίους ὡς πρώην, ἀλλὰ τὸ πολὺ τοῦ φόβου ἀπεβάλοντο. Διὸ καὶ οὐκ ἔτι συγκεκλεισμένοι ἦσαν, ἀλλὰ καὶ προέκυπτον τῆς οἰκίας, ὃ πρὶν οὐκ ἐτόλμων, καὶ πανταχοῦ περιίεσαν, ὥστε ἄχρι καὶ Τιβεριάδος ἰέναι, ἥτις ἀπέχουσα τῶν Ἱεροσολύμων, τῆς Γαλιλαίας ἐστὶ θάλασσα. Ἡλίευον δὲ οἱ μαθηταί· οὐ γὰρ εἶχόν τι ἕτερον ποιεῖν. Οὔτε γὰρ αὐτὸς αὐτοῖς συνεχῶς συνῆν, οὔτε τὸ Πνεῦμα δοθὲν ἦν, οὔτε τὴν διδασκαλίαν τελείως ἐγκεχειρισμένοι ἦσαν· διὰ τοῦτο δὴ τὴν οἰκείαν τέχνην μετίεσαν. Πέτρος μὲν οὖν ἐργατικώτατος ὤν, οὐκ ἀνέχεται σχολάζειν, ἀλλὰ πρὸς τὸ ἔργον θερμῶς κινεῖται· οἱ δὲ λοιποὶ συνέπονται, διὰ τὸ συνδεδέσθαι λοιπὸν ἀλλήλοις.

Ἐπιστὰς δὲ αὐτοῖς κάμνουσι καὶ ταλαιπωρουμένοις, οὐκ εὐθέως ἑαυτὸν δείκνυσι. Βούλεται γὰρ πρῶτον αὐτοῖς εἰς διάλεξιν ἐλθεῖν· ὅθεν καί φησι· «Παιδία, μή τι προσφάγιον ἔχετε;» ὡς μέλλων τι ὠνήσασθαι παρ’ αὐτῶν. Ὡς δὲ ἀνένευσαν, καὶ κελεύσαντος βαλεῖν εἰς τὰ δεξιά, ἐπέτυχον, «λέγει ὁ μαθητής, ὃν ἠγάπα ὁ Ἰησοῦς, τῷ Πέτρῳ· Ὁ Κύριός ἐστι.» Πάλιν ἐνταῦθα τὰ ἰδιώματα τῶν μαθητῶν εὑρίσκομεν δεικνύμενα. Ὁ μὲν γὰρ διορατικώτερος ὁ Ἰωάννης. ὁ δὲ Πέτρος θερμότερος. Διὰ τοῦτο ὁ μὲν Ἰωάννης πρῶτος ἐπέγνω τὸν Κύριον, ὁ δὲ Πέτρος πρῶτος ἦλθε πρὸς αὐτόν. Τῷ μὲν οὖν διαζώσασθαι, τὴν αἰδὼ ἐπεδείξατο· τῷ δὲ ῥῖψαι ἑαυτὸν εἰς τὴν θάλασσαν, τὸν πόθον ἐνέφηνεν. Οὐ γὰρ ἐκαρτέρησεν, ὥσπερ οἱ ἄλλοι· ἀλλὰ νηχόμενος παρεγένετο, καίτοι «ὡς ἀπὸ πηχῶν διακοσίων» ἀπέχων τῆς γῆς.

Ἔστιν οὖν ὁ ἐπενδύτης λινοῦν τι ὀθόνιον, ὃν οἵ τε Φοίνικες καὶ οἱ Σύροι ἁλιεῖς περιελίττουσιν ἑαυτοῖς, εἴτε γυμνοὶ ὄντες, εἴτε ἐπὶ τοῖς ἱματίοις τοῦτο ἐπιτιθέντες· ἁπλῶς δὲ εἰπεῖν, οἷον οἱ ζωγράφοι ποιοῦσι τοὺς ἀποστόλους, ἐπάνω τῶν ἱματίων περιειλιγμένους.

Ἐπεὶ οὖν «γυμνὸς ἦν ὁ Πέτρος,» ἅτε περὶ τὴν ἄγραν πονούμενος, διὰ τὴν αἰδὼ περιελίττεται τὸν ἐπενδύτην (τοῦτο γάρ ἐστι τὸ διαζώσασθαι), καὶ πρῶτος ἔρχεται πρὸς τὸν Κύριον. Οὐ γὰρ μικρά τινα ἦσαν τὰ γινόμενα, ἀλλὰ μεγάλα· πρῶτον μὲν τὸ πολλοὺς συλληφθῆναι τοὺς ἰχθύας, ἔπειτα τὸ μὴ σχισθῆναι τὸ δίκτυον. «Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην, καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον.

Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων, ὧν ἐπιάσατε νῦν. Ἀνέβη Σίμων Πέτρος, καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντηκοντατριῶν. Καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε, ἀριστήσατε.

Οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι, αὐτόν· Σὺ τίς εἶ; εἰδότες, ὅτι ὁ Κύριός ἐστιν. Ἔρχεται οὖν ὁ Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον, καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὑτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν.» Καὶ τοῦτο θαῦμα, ὃ βλέπουσι νῦν, τοὺς ἄνθρακας λέγω, καὶ τὸν ἰχθύν, καὶ τὸν ἄρτον. Οὐκ ἔτι γὰρ ἐξ ὑποκειμένης ὕλης ἐποίει, ὥσπερ πρὶν ἐν ἐρήμῳ ἀπὸ τῶν πέντε ἄρτων, καὶ τῶν δύο ἰχθύων, τοὺς τοῖς τοσούτοις ἀρκέσαντας, ἀλλ’ ἁπλῶς, ἐξ οὐκ ὄντων. Εἰπόντος δὲ τοῦ Κυρίου, «Δεῦτε, ἀριστήσατε,» οὐδεὶς ἐξετάζει, οὐδὲ τολμᾷ ἐρωτῆσαι. Οὐκ ἔτι γὰρ τὴν αὐτὴν παῤῥησίαν εἶχον, ἀλλὰ μετὰ σιγῆς καὶ δέους ἐθαύμαζον· ᾔδεισαν μὲν γάρ, ὅτι ὁ Κύριός ἐστι, διὸ οὐδὲ ἠρώτων. Τὴν δὲ μορφὴν ἀλλοιοτέραν ὁρῶντες, καὶ πολλῆς ἐκπλήξεως γέμουσαν, σφόδρα κατεπλήττοντο· καὶ ἐβούλοντο μέντοι περὶ αὐτῆς ἐρωτᾷν, ἀλλὰ τὸ δέος, καὶ τὸ εἰδέναι, ὅτι οὐχ ἕτερός τις ἦν, ἀλλ’ αὐτός, ἐπεῖχον τὴν ἐρώτησιν, καὶ μόνον ἤσθιον, ἅπερ αὐτοῖς ἐδημιούργησεν. Πῶς δὲ ἐδημιούργησεν;

Ἐξουσιαστικῶς. Οὐκ ἔτι γὰρ εἰς τὸν οὐρανὸν ἀναβλέπει, καὶ τὸν Πατέρα ἐπικαλεῖται (ἐκεῖνα μὲν γὰρ συγκαταβάσεως χάριν ἐγίνοντο)· κελεύει δέ, ἀπὸ τῶν ὀψαρίων ἐνεγκεῖν, ἵνα δείξῃ, ὅτι τὸ ὁρώμενον, οὐκ ἦν φάντασμα. Ἀλλ’ ἐνταῦθα μὲν οὐ λέγει, ὅτι ἔφαγε μετ’ αὐτῶν· ὁ δὲ Λουκᾶς φησιν, ὅτι «Συναυλιζόμενος αὐτοῖς.» Πῶς δὲ ἤσθιεν, οὐχ ἡμέτερον εἰπεῖν.

Τρόπῳ γὰρ παραδοξοτέρῳ ταῦτα ἐγένετο, οὐχ ὡς τῆς φύσεως δεομένης βρωμάτων, ἀλλὰ συγκαταβάσεως πρὸς ἀπόδειξιν τῆς ἀναστάσεως γινομένης. Δεικνύων δέ, ὅτι οὐ συνεχῶς αὐτοῖς ἐπεχωρίαζεν, οὐδὲ ὁμοίως ὥσπερ πρώην, φησί· «Τοῦτο ἤδη τρίτον ἐφανερώθη.» Λάμβανε δέ μοι ταῦτα καὶ κατὰ θεωρίαν.

Νὺξ μὲν γὰρ ἦν, ὅτε τὸ σκότος τῆς εἰδωλολατρείας ἐκράτει, πρὸ τῆς τοῦ ἡλίου Χριστοῦ παρουσίας, ὅτε κοπιάσαντες οἱ προφῆται, οὐδὲν ἐθήρευσαν. Εἰ γὰρ καὶ ἑνὸς ἔθνους ἐδόκουν σαγηνεῦσαι τὸν Ἰσραήλ, ἀλλ’ οὖν ἐπεὶ καὶ οὗτος συνεχῶς εἰς εἰδωλολατρείαν ἀπεπήδα, οὐδὲν τάχα ἐπίασαν. Ὅτε δὲ ἡ πρωΐα τοῦ Ἡλίου τῆς δικαιοσύνης ἐπέλαμψε, καὶ τὸ ἀποστολικὸν δίκτυον ἐχαλάσθη, ἡ δεξιὰ ὄντως διδασκαλία, πρὸς ἣν ὁ νόμος καὶ οἱ προφῆται παραβαλλόμενοι, ἀριστερὰ νοοῦνται, τότε δὴ ἕλκεται ἡ σαγήνη, καὶ προσάγονται τῷ Χριστῷ οὐχ οἱ ἐξ ἐθνῶν μόνοι, οὓς καὶ ἑκατὸν εἴποις ἄν, ἀλλὰ καὶ οἱ ἐξ Ἰσραήλ, οἳ πεντήκοντα νοηθεῖεν. «Ὅτε γὰρ πλήρωμα τῶν ἐθνῶν εἰσέλθοι, τότε καὶ Ἰσραὴλ σωθήσεται.» Οἱ δὲ τρεῖς τὴν εἰς τὴν ἁγίαν Τριάδα πίστιν δηλοῦσιν. Οἱ γὰρ σαγηνευθέντες ἑκατὸν καὶ πεντήκοντα, ἐθνικοί, λέγω, καὶ Ἰουδαῖοι, ἄνευ τῆς τῶν τριῶν προσθήκης οὐκ εἰσίν.

Ἄνευ γὰρ τῆς εἰς Τριάδα πίστεως, οὐδεὶς σαγηνευθῆναι λέγεται. Τὸ δέ, «Δεῦτε, ἀριστήσατε,» αἴνιγμά τι τοιοῦτον ἔχει, ὅτι μετὰ τοὺς πόνους διαδέξεται τοὺς ἁγίους ἀνάπαυσις, καὶ τρυφή, καὶ ἀπόλαυσις. Ὅσα γὰρ τότε ἢ γεγένηται, ἢ εἵρηται, πάντα μυστηρίων γέμει· ὥσπερ οὖν καὶ τὸ κηπουρὸν νομισθῆναι τὸν Χριστὸν τῇ Μαρίᾳ, ἁπλοῦν μὲν δοκεῖ, ἔχει δέ τι καὶ ἀποκεκρυμμένον. Καὶ γὰρ ἦν ὄντως αὐτὸς ὁ ἀληθὴς τοῦ παραδείσου γεωργὸς ἐν τῷ τοῦ μνήματος κήπῳ, καθάπερ ἐν παραδείσῳ, τὸ γυναικεῖον γένος ἀνορθούμενος, καὶ ἀπὸ τῆς πλάνης καὶ τῆς ἀγνωσίας ἐπιστρέφων τὴν Ἀδὰμ τὸν πρῶτον κηπουρὸν ἀπατήσασαν.

Τὸ γὰρ τὴν Μαρίαν ἐπιστρέφειν, καὶ ἀναδιδάσκειν περὶ τῆς ἀναστάσεως, τούτου δηλωτικὸν ἦν, τοῦ τὸ γυναικεῖον γένος ἐπιστρέφεσθαι, καὶ ἀνάγεσθαι. «Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλεῖον τούτων;

Λέγει αὐτῷ· Ναί, Κύριε, σὺ οἶδας, ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. Λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με; Λέγει αὐτῷ· Ναὶ Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου. Λέγει αὐτῷ τὸ τρίτον·

Σίμων Ἰωνᾶ, φιλεῖς με; Ἐλυπήθη ὁ Πέτρος, ὅτι εἶπεν αὐτῷ τὸ τρίτον· Φιλεῖς με; καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις, ὅτι φιλῶ σε. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Βόσκε τὰ πρόβατά μου. Ἀμήν, ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες, ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεϊράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν.» Ἐπειδὴ τέλος εἶχεν αὐτῷ τὰ τοῦ ἀρίστου, τῷ Πέτρῳ τὴν προστασίαν τῶν τῆς οἰκουμένης προβάτων ἐγχειρίζει· οὐκ ἄλλῳ δέ, ἀλλὰ τούτῳ ταύτην δίδωσι, πρῶτον μέν, ὅτι πάντων ἔκκριτος, καὶ στόμα τοῦ χοροῦ παντός· ἔπειτα δεικνὺς αὑτῷ, ὅτι χρὴ θαῤῥεῖν, ὡς τῆς ἀρνήσεως ἐξειλημμένης [ἐξηλειμμένης]· καὶ τὴν μὲν ἄρνησιν οὐ προφέρει, οὐδὲ ὀνειδίζει· λέγει δέ, ὅτι Εἰ φιλεῖς με, προΐστασο τῶν ἀδελφῶν, καὶ τὴν θερμὴν ἀγάπην, ἣν ἔλεγες ἔχειν πρός με, ὥστε ὑπεραποθνήσκειν μου, νῦν δεῖξον. Ἐρωτᾷ δὲ αὐτὸν ἐκ τρίτου, ἅμα μὲν δεικνὺς ὅσην ποιεῖται φροντίδα τῶν πιστευόντων, καὶ ὅτι τοσοῦτον ἀγαπᾷ τὰ πρόβατα, ὥστε καὶ τῆς εἰς αὐτὸν ἀγάπης τοῦτο ποιεῖται τεκμήριον, τὸ τῶν προβάτων προΐστασθαι· ἅμα δὲ καὶ τῷ τρισσῷ τῆς ἐρωτήσεως καὶ ὁμολογίας, τὸ τρισσὸν τῆς ἀρνήσεως θεραπεύει, καὶ λόγοις ἐπανορθοῖ τὰ διὰ λόγου γενόμενα πταίσματα.

Ἔθος γέγονεν ἐκ τούτου, τρεῖς ὁμολογίας ἀπαιτεῖσθαι τοὺς μέλλοντας βαπτισθῆναι. Ἐρωτηθεὶς οὖν ἅπαξ καὶ δεύτερον, αὐτὸν τὸν τὰς καρδίας εἰδότα μάρτυρα ἐπεκαλεῖτο, οὐκ ἔτι αὐθαδειαζόμενος, οὐδὲ προπετῶς φθεγγόμενος, ἀλλὰ τό, «Σὺ οἶδας,» πανταχοῦ προστιθείς.

Ἐπεὶ καὶ τρίτον ἠρωτήθη, ἐταράχθη ὁ Πέτρος, μή ποτε αὐτὸς μὲν νομίζῃ φιλεῖν, οὐ φιλεῖ δέ· ἐπεὶ καὶ πρότερον πολλὰ νομίζων καὶ διισχυριζόμενος, ἠλέγχετο ὕστερον, τοῦτο δὴ καὶ νῦν ἐφοβήθη· διὸ καὶ εὐλαβῶς ἀποκρίνεται· «Κύριε, σὺ πάντα οἶδας,» καὶ τὰ παρόντα, καὶ τὰ μέλλοντα, «σὺ οἶδας, ὅτι φιλῶ σε» νῦν, ὡς ἐμοὶ φαίνεται. Εἰ δὲ καὶ ἐς τὸ μετέπειτα παραμενεῖ ἡ φιλία, καὶ τοῦτο σὺ οἶδας, ἐγὼ περὶ ἐμαυτοῦ οὐκ ἐνίσταμαι. Εἰπὼν δὲ ὁ Κύριος αὐτῷ περὶ τῆς εἰς αὐτὸν ἀγάπης, προαγορεύει αὐτῷ καὶ τὸ μαρτύριον, ὅπερ ἔμελλεν ὑπομένειν. Λέγει δὲ τοῦτο, δεικνύων διὰ τούτου, ὅτι καὶ τοῦτο ὅπερ ἐρωτᾷ αὐτὸν περὶ τοῦ ἀγαπᾷν, οὐκ ἀπιστῶν αὐτῷ, ἐρωτᾷ αὐτόν, ἀλλὰ καὶ σφόδρα εἰδώς, ὅτι ἀγαπᾷ· πῶς γὰρ οὐκ ἀγαπᾷ ὃς καὶ μαρτυρήσειν μέλλει περὶ αὐτοῦ; ἀλλ’ ἵνα μᾶλλον δείξῃ τὴν αὐτοῦ τοῦ Πέτρου ἀγάπην, καὶ τοὺς ἄλλους ἅπαντας διδάξῃ, ὅτι ἑὰν θέλωμεν αὐτὸν ἀγαπᾷν, οὕτω σπουδάζωμεν αὐτὸν ἀγαπᾷν, ἐν τῷ τῶν ἀδελφῶν προΐστασθαι. Πῶς δὲ προαγορεύει αὐτῷ τὸ μαρτύριον, ἄκουε· «Ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν,» καὶ τὰ ἑξῆς. Ἐπειδὴ γάρ, φησίν, ἀγαπᾷς με, καὶ πολλάκις ἐν τοῖς ὑπὲρ ἐμοῦ κινδύνοις τὴν ψυχήν σου θεῖναι κατεπηγγείλω, θάῤῥει, φησίν. Οὕτω γὰρ ἐμπλήσω σου τὴν ἐπιθυμίαν· ὥστε ἅπερ οὐκ ἔπαθες νέος ὤν, ταῦτά σε παθεῖν γεγηρακότα.

Ἀναμιμνήσκει δὲ αὐτὸν τοῦ προτέρου βίου, δηλῶν, ὅτι τὰ πνευματικὰ ἀντεστραμμένως ἔχει τοῖς σαρκικοῖς. Ἐν μὲν γὰρ τοῖς βιωτικοῖς ὁ μὲν νέος χρήσιμος, ὁ δὲ γεγηρακὼς ἄχρηστος· ἐν δὲ τοῖς πνευματικοῖς, ὅτε τὸ γῆρας ἐπέλθῃ, τότε λαμπροτέρα ἡ ἀριστεία. Διεγείρων οὖν αὐτοῦ τὸν πόθον, καὶ ἀναζωπυρῶν εἰς μαρτυρίαν, ταῦτά φησιν.

Αἰνίττεται δὲ αὐτῷ, καὶ ὅτι σταυρωθήσεται καὶ αὐτός. Τὸ γάρ, «Ἐκτενεῖς τὰς χεϊράς σου, καὶ ἄλλος σε ζώσει,» οὐδὲν ἕτερον, ἢ τὴν ἐπὶ τοῦ σταυροῦ ἔκτασιν καὶ τὰ δεσμὰ δηλοῖ. Ἐν δὲ τῷ εἰπεῖν. «Ὅτε ἦς νεώτερος,» καὶ πάλιν, «Ὅταν δὲ γηράσῃς,» δείκνυσιν, ὅτι τότε ὁ Πέτρος, οὔτε νέος ἦν, οὔτε γέρων, ἀλλ’ ἀνὴρ τέλειος. Πῶς δὲ εἶπεν αὐτῷ ὁ Κύριος, ὅτι «Ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις;» καὶ μὴν Πέτρος ἤθελε τὸ μαρτύριον. Ἤθελε μέν, καὶ ἐπόθει· ἀλλ’ ὃ λέγει ὁ Κύριος, τῆς φύσεως τὴν συμπάθειαν δηλοῖ, καὶ ὅτι ἄκουσα τοῦ σώματος ἀποῤῥήγνυται ἡ ψυχή· τοῦτο τοῦ Θεοῦ συμφερόντως οἰκονομήσαντος, ἵνα μὴ ἑαυτοὺς ἀποσφάττωμεν. Οὐδεὶς οὖν ἀπαθῶς ἀποτίθεται τὸ σῶμα, κἂν ἅγιος ᾖ. Ἑρμηνεύων δὲ ὁ εὐαγγελιστὴς ἡμῖν, ὡς ἔθος αὐτῷ, περὶ τίνος ταῦτα εἶπεν ὁ Κύριος, φησί· «Τοῦτο δὲ εἶπε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν.» Εἶπε γάρ, φησί, ταῦτα τῷ Πέτρῳ ὁ Ἰησοῦς, τό, «Ἐκτενεῖς τὰς χεῖράς σου,» καὶ τὰ ἑξῆς, σημαίνων, ὅτι μαρτυρήσει περὶ αὐτοῦ. Δόξαν δὲ ὀνομάζει τοῦ Θεοῦ, τὸν τοῦ Πέτρου θάνατον. Καὶ γὰρ ὄντως δόξα Θεοῦ ἡ ὑπὲρ αὐτοῦ ἔνστασις ἄχρι καὶ θανάτου. Εἰ μὴ γὰρ ἐπληροφορήθη ἡ ψυχή, ὅτι Θεὸς ἀληθινός ἐστιν, οὐκ ἂν ὑπὲρ αὐτοῦ ἔθνησκεν· ὥστε βεβαίωσις τῆς τοῦ Θεοῦ δόξης, ὁ τῶν ἁγίων θάνατος. Διαφορὰν δ’ ἄν τις εὕροι ἀρνίων, καὶ προβάτων, καὶ τοῦ βόσκειν, καὶ ποιμαίνειν.

Ἀρνία μὲν γὰρ τάχα οἱ εἰσαγωγικώτεροι, πρόβατα δὲ οἱ τελειότεροι. Ὁ τοίνυν τὸν Χριστὸν ἀγαπῶν, καὶ τῶν ἀρνίων καὶ τῶν προβάτων ἐπιμελήσεται, τά τε ἀρνία βόσκων, τουτέστιν, τὴν ἁπλουστέραν ἐπιστασίαν ἐπιβάλλων αὐτοῖς, τά τε πρόβατα ποιμαίνων, ὅπερ τὸ ἐντελέστερον δηλοῖ.

Ἐπεὶ δὲ καὶ οἱ τελειότεροι δέονται πολλάκι, καὶ τῆς ἁπαλωτέρας ἐπιστασίας, καὶ τὰ πρόβατα βόσκειν ἐπιτάττονται οἱ τούτων ἐπιστάται. Τὸ μὲν γὰρ ποιμαίνειν ἤδη καὶ σκληροτέραν ἐπιστασίαν ἐμφαίνει, τὸ δὲ βόσκειν, τὴν ἠπιωτέραν. Τί οὖν ἀνταποδώσομεν τῷ Κυρίῳ, ὃς οὕτως ἡμᾶς ἠγάπησεν, ὥστε καὶ τὴν εἰς αὐτὸν ἀγάπην ἐν τούτῳ χαρακτηρίζειν, τῷ τῶν προβάτων ἐπιμελεῖσθαι; «Καὶ τοῦτο εἰπών, λέγει αὐτῷ· Ἀκολούθει μοι.

Ἐπιστραφεὶς δὲ ὁ Πέτρος, βλέπει τὸν μαθητήν, ὃν ἠγάπα ὁ Ἰησοῦς, ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ, καὶ εἶπε· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; Τοῦτον ἰδὼν ὁ Πέτρος, λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σὺ ἀκολούθει μοι. Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφούς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει.» Καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι Οὐκ ἀποθνήσκει, ἀλλ’, «Ἐὰν αὐτὸν θέλω μένειν, ἕως ἔρχομαι, τί πρὸς σέ;» Ἐνεχείρησε [ἐνεχείρισε] μὲν τῷ Πέτρῳ τὴν πάντων τῶν πιστῶν προστασίαν. Εἰ γὰρ καὶ τῶν Ἱεροσολύμων Ἰάκωβος τὸν θρόνον ἔλαβεν, ἀλλὰ Πέτρος τῆς οἰκουμένης ἁπάσης. Φησὶ δὲ πρὸς αὐτὸν μετὰ ταῦτα· «Ἀκολούθει μοι·» δεικνὺς τὸ κηδεμονικόν, καὶ τὸ πρὸς αὐτὸν οἰκείως διατεθεῖσθαι.

Ἅμα δὲ καὶ ἀκολούθησιν ἐνταῦθα νόει, τὴν ἐν πᾶσι τοῖς ἔργοις καὶ τοῖς λόγοις ἐκπλήρωσιν. Οἱ γὰρ κατ’ ἴχνος τῆς αὐτοῦ πολιτείας βαίνοντες, καὶ μιμούμενοι αὐτοῦ τὴν ἐν πᾶσιν ἀκρίβειαν, οὗτοι ἀκολουθοῦσιν αὐτῷ. Τέως δ’ οὖν αἰσθητῶς ἀκολουθῆσαι αὐτῷ τὸν Πέτρον προτρέπεται, δεικνύς, ὅπερ ἔφην, τὴν πρὸς αὐτὸν οἰκείωσιν. Τοὺς γὰρ οἰκειοτέρους, τούτους ἀκολούθους ποιούμεθα. Ἐπεὶ δὲ ταῦτα ὁ Πέτρος ἤκουσεν, καὶ τοιούτων ἠξιώθη, ὡς καὶ τὴν οἰκουμένην ἐγχειρισθῆναι, καὶ μαρτυρίας ἀξιωθῆναι, σφόδρα τὸν Ἰωάννην ἀγαπῶν, ἐρωτᾷ καὶ περὶ αὐτοῦ· «Οὗτος δὲ τί;» οὐ τὴν αὐτὴν ὁδὸν ἡμῖν ἥξει; οὐ κοινωνὸς ἔσται καὶ οὗτος τῆς τε ἐπιστασίας τῶν προβάτων, καὶ τῆς ἐπὶ ταῦτα προχειρήσεως [προχειρίσεως];

Τὸ γάρ, «Ἀκολούθει μοι,» τοῦτο μονονουχὶ δηλοῖ· Δεῦρο παράλαβε τὰ πρόβατα, εἰς τὴν οἰκουμένην ἔξελθε. Ἐπεὶ τοίνυν ὁ Κύριος οἶδε τὸν Πέτρον κηδόμενον τοῦ Ἰωάννου, καὶ μὴ ἀποσπασθῆναι αὐτῷ θέλοντα, διαιρῶν αὐτοὺς τῆς ἀκαίρου συναφείας καὶ προσπαθείας, Ἔργον, φησίν, ἐνεπιστεύθης, τοῦτο ἄνυε, καὶ «ἀκολούθει μοι» ἐξάγοντί σε ἐπὶ τὸ κήρυγμα, οἰκουμένην ἅπασαν ἐγχειρίζοντι.

Τοῦτον δὲ ἐὰν θέλω μένειν ἐνταῦθα ἐν τοῖς περὶ τὴν Γαλιλαίαν τόποις, καὶ μὴ συναποστεῖλαί σοι, «τί πρὸς σέ;» Τὸ δέ, «Ἕως ἔρχομαι,» τινὲς οὕτως ἐνόησαν· «Ἕως,» φησί, κατὰ τῶν σταυρωσάντων με Ἰουδαίων «ἔρχομαι,» μέλλων αὐτοὺς διὰ τῆς τῶν Ῥωμαίων ῥάβδου πατάξαι, καὶ καταστρέψαι τὴν πόλιν αὐτῶν. Φασὶ γὰρ τὸν ἀπόστολον τοῦτον ἄχρι τῆς Οὐεσπασιανοῦ ἐπικρατείας σχεδὸν τοῖς ἄνω τόποις ἐπιδημοῦντα, κηρύττειν, καὶ μένειν ἐκεῖσε· ὅτε δὲ ἔμελλε τὰ Ἱεροσόλυμα ἁλῶναι, μεταστῆναι. Ἐπεὶ οὖν μέγα ἔργον ἐνεπιστεύοντο τὸ κήρυγμα, οὐκ ἔδει λοιπὸν αὐτοὺς συμπεπλέχθαι, ἀλλὰ διῃρημένως τὸν μὲν τοῖσδε, τὸν δὲ τοῖσδε ἐπιφοιτᾷν. Τίνος δὲ ἕνεκεν ὁ εὐαγγελιστὴς μνημονεύει τῆς ἐπὶ τὸ στῆθος ἀνακλίσεως, καὶ ὅτι ἠρώτησε· «Τίς ἐστιν ὁ παραδιδούς σε;» Οὐχ ἁπλῶς, καὶ ὡς ἔτυχεν, ἀλλ’ ἵνα δείξῃ τὴν μετὰ τὴν ἄρνησιν παῤῥησίαν τοῦ Πέτρου. Ὁ γὰρ μὴ τολμῶν πρὸ τοῦ σταυροῦ ἐρωτῆσαι περὶ τοῦ προδότου, ἀλλ’ ἑτέρῳ, τῷ Ἰωάννῃ, ἐπιτρέπων τὴν ἐρώτησιν, οὗτος καὶ τὴν προστασίαν πάντων ἐγχειρίζεται· καὶ οὐ μόνον ἑτέρῳ τὰ καθ’ ἑαυτὸν οὐκ ἐπιτρέπει, ἀλλὰ καὶ ὑπὲρ αὐτοῦ ἐκείνου τοῦ μάλιστα παρὰ πάντας ἀγαπωμένου μαθητοῦ, ἐρωτᾷ, καὶ ὥσπερ μεσίτης πρὸς τὸν Κύριον γίνεται.

Θαύμασον δέ μοι τὸ ἄτυφον τοῦ εὐαγγελιστοῦ, πῶς τὴν ἐσφαλμένην τῶν πολλῶν ὑπόληψιν διορθοῦται, ὡς οὐ συνεωρακότων ὃ περὶ αὐτοῦ εἴρηκεν ὁ Κύριος, ἀλλὰ νομισάντων, ὅτι οὐκ ἀποθανεῖται. Τὸ δὲ οὐκ ἦν, ἀλλὰ τό, «Μένειν,» οὐχὶ περὶ τοῦ μὴ ἀποθανεῖν αὐτόν, εἶπεν ὁ Κύριος, ἀλλὰ περὶ τοῦ μὴ συνεζεῦχθαι τῷ Πέτρῳ ἐν τῷ τοῦ κηρύγματος καιρῷ, ἀλλὰ μένειν καθ’ ἑαυτόν.

Τὸ δέ, «Ἕως ἔρχομαι,» τουτέστιν, Ἕως πάλιν καὶ αὐτὸν εὐδοκήσω πρὸς τὸ κήρυγμα ἐξαγαγεῖν. Σὲ μὲν γὰρ νῦν ἐξάγω ἐπὶ τὴν προστασίαν τῆς οἰκουμένης, καὶ «ἀκολούθει μοι·» αὐτὸς δὲ μενέτω ἐνταῦθα, ἕως οὗ πάλιν ἔλθω, καὶ ἐξάξω αὐτὸν ὥσπερ καὶ σέ. Τινὲς δὲ οὕτως νοοῦσι· Ἀκούσας, φασίν, ὁ Πέτρος, ὅτι θανεῖται ὑπὲρ Χριστοῦ, εἶπεν, ὅτι Καὶ Ἰωάννης τί; οὐ θανεῖται καὶ αὐτός; Ὁ δὲ Χριστὸς οὐκ ἀπηγόρευσε μὲν τοῦτο (πᾶς γὰρ ὁ γεννηθείς, καὶ θανεῖται), εἶπε δὲ τό, «Ἐὰν θέλω αὐτὸν μένειν·» τουτέστι, Ζῇν ἄχρι τῆς τοῦ κόσμου συντελείας, καὶ τότε μαρτυρῆσαι περὶ ἐμοῦ. Ὅθεν καί φασι ζῇν αὐτόν, ὑπὸ δὲ τοῦ Ἀντιχρίστου μέλλειν ἀναιρεθῆναι, σὺν τῷ Ἠλίᾳ κηρύττοντα τὸν Χριστόν. Εἰ δὲ καὶ μνῆμα αὐτοῦ δείκνυται, τί τοῦτο; Ζῶν μὲν γὰρ εἰσῆλθεν ἐν αὐτῷ, εἶτα μετέστη, ὥσπερ καὶ Ἐνὼχ καὶ Ἠλίας. Ἀνατρέπει τοίνυν ὁ εὐαγγελιστὴς τὴν ψευδῆ δόξαν τῶν οἰομένων, ὅτι οὐκ ἀποθνήσκει ὁ μαθητὴς οὗτος, ἀλλ’ ἀθάνατος ἔσται. Ψευδὲς γὰρ ὄντως, τὸ ἀθάνατον εἶναι ἄνθρωπον. Κἂν γὰρ Ἐνὼχ καὶ Ἠλίας οὐκ ἀπέθανον, ἀλλ’ ὅμως θνητοί. Οὕτως οὖν καὶ οὖτος, κἂν οὐκ ἀπέθανεν, ἀλλ’ ἀποθανεῖται. Τὸ οὖν, «Οὐκ ἀποθνήσκει,» τουτέστιν, ἀθάνατος ἔσται, ψευδές. Ἄλλοι δὲ διαβεβαιοῦνται, ὅτι ἀπέθανε. Τὸ δέ, «Ἐὰν θέλω αὐτὸν μένειν,» ὡς ἄνωθεν ἡρμηνεύσαμεν, οὕτω νοοῦσι.

Πάσας δὲ τὰς δόξας εἴπομεν, ὑπὲρ τοῦ μηδεμίαν ἀγνοεῖσθαι τοῖς φιλομαθέσιν· ὡς ἡμῖν γε τό, «Μένειν, ἕως ἔρχομαι,» οὕτως ἀρέσκει νοεῖσθαι, ὡς τῷ θείῳ καὶ χρυσῷ τὴν γλῶτταν Ἰωάννῃ δοκεῖ, οὐχὶ περὶ τῆς ζωῆς, ἀλλὰ περὶ τοῦ μὴ συνεζεῦχθαι τῷ Πέτρῳ. «Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ γράψας ταῦτα· καὶ οἴδαμεν, ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλά, ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία.» Τίνος ἕνεκεν μηδενὸς τῶν ἄλλων εὐαγγελιστῶν μαρτυρήσαντος ἑαυτῷ, οὗτος μαρτυρεῖ περὶ αὑτοῦ; Λέγεται ὕστερον πρὸς τὸ γράφειν ἐλθεῖν, τοῦ Χριστοῦ κινήσαντος αὐτὸν καὶ διεγείραντος. Διὰ τοῦτο καὶ μέμνηται συνεχῶς τῆς ἀγάπης, δεικνὺς τὴν αἰτίαν ἀφ’ ἧς ἐπὶ τὸ γράφειν ἦλθεν, καὶ ὅτι ἀγαπωμένῳ τῶν ἄλλων μάλιστα ἐνεχείρισε τοῦτο τὸ ἔργον ὁ Χριστός. Καὶ οἶδα, φησί, ὅτι ἀληθῆ λέγει· τουτέστι, Πληροφορηθεὶς ἔγραψα, ἃ ἔγραψα, ἅτε πᾶσι παρών, καὶ τοῖς ἔργοις καὶ τοῖς λόγοις, καὶ τοῖς πάθεσι, καὶ τοῖς μετὰ τὴν ἀνάστασιν. Ἀγαπητὸς γὰρ ἥμην, καὶ οὐκ ἀπελιμπανόμην. Ὥστε παῤῥησιάζομαι, καὶ περὶ ἐμαυτοῦ λέγω, ὅτι ἀληθεύω, προκαλούμενος ἐξετάζειν τὰ γεγενημένα, καὶ βασανίζειν καθ’ ἕκαστον.

Εἰώθαμεν δὲ πάντως οἱ ἄνθρωποι, ὅταν σφόδρα θαῤῥῶμεν ἐπὶ τῇ ἀληθείᾳ, μηδέποτε τὴν ἑαυτῶν μαρτυρίαν ἀρνεῖσθαι, ὅπερ καὶ οἱ ἀπόστολοι ἔλεγον· «Ἡμεῖς ἐσμεν μάρτυρες ὧν λέγομεν, καὶ τὸ Πνεῦμα, ὃ ἔδωκε τοῖς πειθαρχοῦσιν αὐτῷ.» Πόθεν δὲ δῆλον, ὅτι Ἀληθῆ, φησί, λέγω, καὶ οὐ χαρίζομαι τῷ διδασκάλῳ; Καὶ ἐκ τοῦ τὰ πολλὰ παραλιπεῖν, ὅθεν δῆλον, ὅτι οὐκ ἂν ἐχαρισάμην. Ὁ γὰρ τὰ ἐπονείδιστα πάντα εἰς μέσον θείς, καὶ μηδὲ τοῦτο ἀποκρυψάμενος, ὅτι καὶ ἄνομον αὐτὸν ἐκάλεσαν καὶ πλάνον, καὶ δαιμονῶντα, εὔδηλον ὅτι οὐκ ἂν ἐχαρισάμην.

Ὁ γὰρ χαριζόμενος, τοὐναντίον ποιεῖ· τὰ ἐπονείδιστα παριείς, τὰ ἔνδοξα εἰς μέσον παράγει. Μὴ θαυμάσῃς δέ, εἰ τὰ γραφόμενα βιβλία περὶ τῶν τοῦ Ἰησοῦ ἔργων ἔφη μὴ χωρῆσαι τὸν κόσμον· ἀλλ’ ἐννοήσας τὴν ἄφατον δύναμιν τοῦ Θεοῦ Λόγου, πιστῶς δέξαι τὸ ῥηθέν. ὥσπερ γὰρ ἡμῖν τὸ φθέγγεσθαι, οὕτως ἐκείνῳ, μᾶλλον δὲ πολλῷ ῥᾷον, ποιεῖν ἅπερ ἤθελεν. Τινὲς δὲ Γραφικῷ ἔθει ῥηθῆναι ὑπερβολικῶς τοῦτό φασιν. Ἔθος γὰρ τῇ Γραφῇ ταῖς ὑπερβολαῖς κεχρῆσθαι· Ὥσπερ τό, Εἴδομεν πόλεις ἄχρι τοῦ οὐρανοῦ φθανούσας· καὶ τό, Εἴδομεν ἄνδρας, καὶ ἦμεν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες· καὶ ὅσα τοιαῦτα. Οὕτως οὖν καὶ τὸ μὴ δυνηθῆναι «τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία.» Τινὲς δὲ «κόσμον» μὲν νοοῦσι, τὸν κοσμικὰ φρονοῦντα, ἔργα δὲ πεποιημένα ὑπὸ τοῦ Ἰησοῦ, τὰ θεῖα καὶ μυστηριώδη αὐτοῦ, τὰ ἔν τε τῇ ἀοράτῳ κτίσει καὶ τῇ ὁρατῇ, καὶ ὅσα περὶ τὴν ἐπ’ ἐσχάτων οἰκονομίαν, ἂ μυστηρίων γέμοντα, τὸν κοσμικὸν ἄνθρωπον μὴ δύνασθαι νοῆσαι· ὡς τό, «Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν.»

Ἀλλὰ γὰρ εὐξώμεθα μηδέποτε εἰς λήθην ἐλθεῖν τῶν τοῦ Κυρίου ἔργων τε καὶ λόγων, ἀλλ’ ἀεὶ ἀνελίσσειν τὸ βιβλίον τοῦτο τοῦ ἠγαπημένου, καὶ διερευνᾶσθαι τὸν ἐγκείμενον θησαυρὸν καὶ τοῖς θαύμασι τοῦ Ἰησοῦ καὶ τοῖς ῥήμασιν· ἵνα δυνηθέντες ἐκκαθᾶραι ἑαυτοὺς καὶ λόγῳ καὶ βίῳ, καταξιωθῶμεν καὶ τῶν ἀποῤῥητοτέρων ἔργων καὶ μυστηρίων ἐν ἡμέρᾳ ἀποκαλύψεως, ἃ νῦν ἐν τῷ κόσμῳ ὄντες, οὐ δυνάμεθα χωρῆσαι· καὶ τελειωθῶμεν ἐν αὐτῷ Χριστῷ τῷ ἀγαπήσαντι ἡμᾶς, καὶ διὰ τοῦ ἠγαπημένου αὐτοῦ μαθητοῦ, φωτίσαντι ἡμᾶς ἐν τῇ θεολογίᾳ καὶ ἐπιγνώσει αὑτοῦ καὶ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν. Τέλος τῆς εἰς τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον Ἑρμηνείας Θεοφυλάκτου.