Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τὰ εὐαγγέλια ἐξηγήσεις

Θεοφύλακτος Βουλγαρίας

Ερμηνεία εις το Κατά Ματθαίον: Η ομολογία του Πέτρου, η Μεταμόρφωση και η πορεία προς τα Ιεροσόλυμα

Ερμηνεία του χορτασμού των πεντακισχιλίων, της ομολογίας του Πέτρου, του μυστηρίου της Μεταμορφώσεως και διαφόρων παραβολών και διδασκαλιών περί ταπεινώσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 4 από 28

ΚΕΦΑΛ. ΙΔʹ. Περὶ Ἰωάννου καὶ Ἡρώδου. Περὶ τῶν εʹ ἄρτων καὶ τῶν βʹ ἰχθύων. Περὶ τοῦ ἐν θαλάσσῃ περιπάτου τοῦ Ἰησοῦ. «Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρώδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ, καὶ εἶπε τοῖς παισὶν αὐτοῦ·

Οὗτός ἐστιν Ἰωάννης ὁ Βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.» Οὗτος ὁ Ἡρώδης υἱὸς ἦν τοῦ τὰ βρέφη ἐν Βηθλεὲμ ἀποκτείναντος. Ἐννόησον δὲ ἐντεῦθεν τὸν τύφον τοῦ τυραννικοῦ βίου. Ἰδοὺ γὰρ μετὰ πόσον χρόνον ὁ Ἡρώδης ἀκούει τὰ περὶ Ἰησοῦ. Οἱ γὰρ ἐν δυναστείαις βραδέως ταῦτα μανθάνουσι, διὰ τὸ μὴ φροντίζειν τῶν ἐν ἀρετῇ λαμπόντων. Φαίνεται δὲ φοβεῖσθαι τὸν Βαπτιστὴν οὗτος. Διὰ τοῦτο οὐδὲ ἄλλοις τισὶ τολμᾷ ἐξειπεῖν, ἀλλὰ τοῖς παισί, τουτέστι τοῖς δούλοις. Ἐπεὶ δὲ ὅτε ἔζη ὁ Ἰωάννης σημεῖον οὐκ ἐποίησεν, ἐνόμισεν ὁ Ἡρώδης ὅτι ἐκ τῆς ἀναστάσεως προσέλαβε καὶ τοῦτο τὸ χάρισμα παρὰ Θεοῦ, τὸ ποιεῖν θαύματα. «Ὁ γὰρ Ἡρώδης, κρατήσας τὸν Ἰωάννην, ἔδησεν αὐτὸν καὶ ἔθετο ἐν φυλακῇ διὰ Ἡρωδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. Ἔλεγε γὰρ αὐτῷ ὁ Ἰωάννης, Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν, καὶ θέλων αὐτὸν ἀποκτεῖναι, ἐφοβεῖτο τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον.» Οὐκ ἐμνήσθη ἐν τοῖς προλαβοῦσι τοῦ κατὰ τὸν Ἰωάννην διηγήματος ὁ Ματθαῖος, διότι σκοπὸς ἦν αὐτῷ μόνα τὰ περὶ Χριστοῦ γράψαι. Καὶ γὰρ οὐδὲ νῦν ἐμνήσθη ἄν, εἰ μὴ καὶ τοῦτο εἰς Χριστὸν ἔφερεν. Ἤλεγχε δὲ ὁ Ἰωάννης τὸν Ἡρώδην, ὡς παρανόμως ἔχοντα τοῦ ἀδελφοῦ αὐτοῦ τὴν γυναῖκα· ὁ γὰρ νόμος ἐκέλευε, τὴν τοῦ ἀδελφοῦ γυναῖκα τότε λαμβάνειν τὸν ἀδελφόν, ὅτε ἄπαις τελευτήσοι ἐκεῖνος.

Ἐνταῦθα δὲ ὁ Φίλιππος, οὐκ ἄπαις ἐτελεύτησεν. Ἦν γὰρ αὐτῷ παῖς ἡ ὀρχησαμένη.

Τινὲς δὲ λέγουσιν ὅτι ζῶντος ἔτι τοῦ Φιλίππου ἀφείλετο ὁ Ἡρώδης καὶ τὴν γυναῖκα καὶ τὴν τετραρχίαν. Εἴτε δὲ τοῦτο, εἴτε ἐκεῖνο, παράνομον ἦν τὸ πραχθέν. Μὴ φοβούμενος δὲ τὸν Θεόν, τὸν ὄχλον ἐφοβεῖτο, ὅθεν καὶ ἀνεβάλλετο τοῦ φονεῦσαι, ἀλλ’ ὁ διάβολος ἐξεῦρεν αὐτῷ καιρὸν ἐπιτήδειον. «Γενεσίων δὲ ἀγομένων τοῦ Ἡρώδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσε τῷ Ἡρώδῃ· ὅθεν μεθ’ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. Ἡ δέ, προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς· Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ.» Ἴδε ἀσέλγειαν!

Ἡ βασίλισσα ὀρχεῖται, καὶ ὅσῳ καλῶς ὀρχεῖται, τοσούτῳ κακῶς. Αἰσχύνη γὰρ βασιλίσσῃ τὸ πράττειν τι ἀπρεπὲς ἐπιδεξίως. Σκόπει δὲ καὶ ἄλλην ἀνοησίαν τοῦ Ἡρώδου, ὤμοσεν ὃ ἐὰν αἰτήσηται, δοῦναι· εἰ δὲ τὴν κεφαλήν σου ᾐτήσατο, δέδωκας ἂν αὐτήν;

Δός μοι, φησίν, ὧδε τὴν κεφαλὴν Ἰωάννου. Τίνος ἕνεκεν προσέθηκε τό, ὧδε; Ἐφοβεῖτο, μήπως ὁ Ἡρώδης σωφρονήσας ὕστερον μεταμεληθῇ. Διὰ τοῦτο κατεπείγει· Δός μοι ὧδε, λέγουσα. «Καὶ ἐλυπήθη ὁ βασιλεύς, διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσε δοθῆναι, καὶ πέμψας, ἀπεκεφάλισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ, καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι, καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκε τῇ μητρὶ αὐτῆς. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ, ἦραν τὸ σῶμα καὶ ἔθαψαν αὐτό.» Ἐλυπήθη διὰ τὴν ἀρετήν. Θαυμάζει γὰρ ἀρετὴν καὶ πολέμιος· ὅμως διὰ τοὺς ὅρκους, δίδωσι δωρεὰν ἀπάνθρωπον. Μανθάνωμεν δὲ ἐντεῦθεν, ὅτι ἔστιν ὅτε κρεῖττον ἐπιορκεῖν, ἢ διὰ τοὺς ὅρκους ἀσεβές τι ποιεῖν. Ἐτάφη δὲ τὸ σῶμα τοῦ Βαπτιστοῦ ἐν τῇ Σεβαστῇ Καισαρείᾳ· ἡ δὲ τιμία αὑτοῦ κεφαλή, τὸ πρῶτον κατετέθη εἰς Ἔμεσαν. Καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ. Τί ἀπήγγειλαν τῷ Ἰησοῦ;

Οὐχ ὅτι ἀπέθανεν Ἰωάννης· τὸ γὰρ κατὰ τὸν Ἰωάννην διήγημα παρενετέθη μέσον· ἀλλ’ ὅτι ὁ Ἡρώδης λέγει περὶ αὐτοῦ ὡς Ἰωάννης ἐστί. «Καὶ ἀκούσας ὁ Ἰησοῦς, ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ’ ἰδίαν.» Ἀναχωρεῖ ὁ Ἰησοῦς διὰ τὴν Ἡρώδου μιαιφονίαν, διδάσκων καὶ ἡμᾶς μὴ ῥίπτειν ἑαυτοὺς προφανῶς εἰς κινδύνους. Καὶ ἅμα ἵνα μὴ δόξῃ κατὰ φαντασίαν σαρκωθῆναι, διὰ τοῦτο ἀναχωρεῖ.

Εἰ γὰρ ἐκράτησεν αὐτὸν ὁ Ἡρώδης, ἐπεχείρησεν ἂν ἀνελεῖν· ἐπιχειροῦντος δὲ ἀνελεῖν, ἐὰν ἐκ μέσων τῶν κινδύνων ἐξήρπασεν ἑαυτὸν ὁ Ἰησοῦς, διὰ τὸ μήπω ἐνστῆναι τὸν καιρὸν τοῦ θανάτου, ἔδοξεν ἂν φάντασμα εἶναι, διὰ ταῦτα γοῦν ἀναχωρεῖ. Εἰς ἔρημον δὲ τόπον κατ’ ἰδίαν, ἵνα θαυματουργήσῃ τὸ ἐπὶ τοῖς ἄρτοις θαῦμα. «Καὶ ἀκούσαντες οἱ ὄχλοι, ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων. Καὶ ἐξελθὼν ὁ Ἰησοῦς, εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοῖς, καὶ ἐθεράπευσε τοὺς ἀῤῥώστους αὐτῶν.» Πίστιν ἐνδείκνυνται οἱ ὄχλοι, ὅπου γε καὶ ἀναχωροῦντι προστρέχουσι τῷ Ἰησοῦ. Διὸ μισθὸν τῆς πίστεως κομίζονται τὰς ἰάσεις, ἀλλὰ καὶ τὸ πεζῇ ἀκολουθῆσαι, καὶ τὸ χωρὶς τροφῆς, πάντα ταῦτα πίστεως. «Ὀψίας δὲ γενομένης, προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας, ἀγοράσωσιν ἑαυτοῖς βρώματα.

Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν.» Φιλάνθρωποί εἰσιν οἱ μαθηταί, κήδονται γὰρ τοῦ ὄχλου, καὶ διὰ τοῦτο οὐ θέλουσι νήστεις αὐτοὺς εἶναι. Τί οὖν ὁ Σωτήρ; Δότε, φησίν, αὐτοῖς ὑμεῖς φαγεῖν. Τοῦτο δὲ λέγει, οὐχ ὡς ἀγνοῶν ὅσην πενίαν εἶχον οἱ ἀπόστολοι, ἄπαγε, ἀλλ’ ἵνα εἰπόντων ἐκείνων, ὅτι Οὐκ ἔχομεν, δόξῃ ἐξ ἀνάγκης ἐλθεῖν ἐπὶ τὸ θαυματουργῆσαι, καὶ οὐ κατὰ φιλοδοξίαν. «Οἱ δὲ λέγουσιν αὐτῷ· Οὐκ ἔχομεν ὧδε, εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. Ὁ δὲ εἶπε· Φέρετέ μοι αὐτοὺς ὧδε. Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε.» Φέρετέ μοι τοὺς ἄρτους ὧδε· εἰ γὰρ καὶ ὀψία ἐστίν, ἀλλ’ ὁ τῶν ὡρῶν Ποιητὴς πάρειμι· εἰ ἔρημος ὁ τόπος, ἀλλ’ ὁ διδοὺς τροφὴν πάσῃ σαρκὶ ἐγώ εἰμι. Μανθάνομεν δὲ ἐντεῦθεν ὅτι κἂν ὀλίγα ἔχωμεν, δεῖ ταῦτα εἰς τὴν φιλοξενίαν ἀναλίσκειν, καὶ γὰρ οἱ ἀπόστολοι ὀλίγα ἔχοντες δεδώκασι τοῖς ὄχλοις. Ἀλλ’ ὥσπερ τὰ ὀλίγα ταῦτα ἐπλεόνασαν, οὕτω καὶ τὰ σὰ ὀλίγα πληθυνθήσονται. Ἀνακλίνει δὲ τοὺς ὄχλους ἐπὶ τοὺς χόρτους, διδάσκων τὴν εὐτέλειαν, ἵνα καὶ σὺ μὴ ἐπὶ κλινῶν πολυτελῶν καὶ στρωμάτων ἀναπαύῃ.

Ἀναβλέπει δὲ εἰς τὸν οὐρανὸν καὶ εὐλογεῖ τοὺς ἄρτους, τάχα μέν, καὶ ἵνα πιστώσηται ὡς οὐκ ἀντίθεός ἐστιν, ἀλλ’ ἐκ τοῦ Πατρὸς ἦλθε καὶ οὐρανόθεν· ἅμα δέ, καὶ ἵνα παιδεύσῃ ἡμᾶς ἁπτομένους τραπέζης εὐχαριστεῖν καὶ οὕτως ἐσθίειν. «Καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις· καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ᾖραν τὸ περισσεῦον τῶν κλασμάτων, δώδεκα κοφίνους πλήρεις. Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι, χωρὶς γυναικῶν καὶ παιδίων.» Τοῖς μαθηταῖς δίδωσι τοὺς ἄρτους, ἵνα διὰ μνήμης ἔχωσιν ἀεὶ τὸ θαῦμα, καὶ μὴ ἀποῤῥύῃ τῆς διανοίας αὐτῶν, κἂν ἐκεῖνοι συντόμως ἐπελάθοντο· ἵνα δὲ μὴ νομίσῃς ὅτι κατὰ φαντασίαν ἐθαυματούργησε, διὰ τοῦτο περιττεύουσι. Δώδεκα δὲ κόφινοι, ἵνα καὶ Ἰούδας βαστάσῃ, καὶ μὴ εἰς προδοσίαν ἐκτραχηλισθῇ, ἐνθυμούμενος τὸ θαῦμα. Καὶ τοὺς ἄρτους δὲ πληθύνει καὶ τοὺς ἰχθύας, ἵνα δείξῃ ὅτι αὐτός ἐστιν ὁ γῆς καὶ θαλάσσης Δημιουργός, καὶ ὅτι ἃ καθ’ ἑκάστην ἐσθίομεν, αὐτοῦ διδόντος ἐσθίομεν, καὶ ὑπ’ αὐτοῦ πληθύνονται· ἐν ἐρήμῳ δὲ τὸ θαῦμα, ὡς ἂν μὴ νομίσῃ τις, ὅτι ἐκ πόλεως γείτονος ἠγόρασε τοὺς ἄρτους, καὶ διένειμε τῷ πλήθει, ἔρημος γὰρ ἦν· καὶ οὕτω μὲν καθ’ ἱστορίαν.

Κατὰ δὲ ἀναγωγήν, μάθε ὅτι ἐπειδὴ Ἡρώδης, ὁ σάρκινος καὶ δερμάτινος τῶν Ἰουδαίων νοῦς, τοῦτο γὰρ Ἡρώδης ἐρμηνεύεται, ἀπεκεφάλισε τὸν Ἰωάννην, τὸ τῶν προφητῶν κεφάλαιον, τουτέστι, τοῖς περὶ Χριστοῦ προφητεύσασιν οὐκ ἐπίστευσεν, ἀναχωρεῖ λοιπὸν ὁ Ἰησοῦς εἰς ἔρημον τόπον, εἰς τὰ ἔθνη, τὰ ἔρημα τοῦ Θεοῦ, καὶ θεραπεύει τοὺς ἀῤῥώστους κατὰ ψυχήν, εἶτα καὶ τρέφει τούτους. Εἰ μὴ γὰρ ἀφήσει ἡμῖν τὰς ἁμαρτίας, καὶ θεραπεύσει τὰς ἀῤῥωστίας διὰ τοῦ βαπτίσματος, οὐ θρέψει ἡμᾶς τῇ μεταδόσει τῶν ἀχράντων μυστηρίων. Οὐδεὶς γὰρ ἀβάπτιστος μεταλαμβάνει. Πεντακισχίλιοι δέ, οἱ τὰς πέντε αἰσθήσεις κακῶς διακείμενοι, οἱ καὶ διὰ τῶν πέντε ἄρτων θεραπεύονται. Ἐπεὶ γὰρ αἱ πέντε αἰσθήσεις ἐνόσουν, ὅσαι αἱ πληγαί, τοσαῦται καὶ αἱ ἔμπλαστροι. Δύο δὲ ἰχθύες, οἱ τῶν ἁλιέων λόγοι.

Εἷς ἰχθὺς τὸ Εὐαγγέλιον, ἕτερος ἰχθὺς ὁ Ἀπόστολος. Τινὲς δὲ πέντε ἄρτους, τὴν Πεντάτευχον τοῦ Μωσέως ἐνόησαν, Γένεσιν, Ἔξοδον, Λευιτικόν, Ἀριθμούς, Δευτερονόμιον. Δώδεκα δὲ κόφινοι ἦσαν οἱ, ἀρθέντες ὑπὸ τῶν ἀποστόλων καὶ βασταχθέντες.

Ὅσα γὰρ ἡμεῖς οἱ ὄχλοι, οὐ δυνάμεθα φαγεῖν, τουτέστι, νοῆσαι, ταῦτα οἱ ἀπόστολοι ἐβάστασαν καὶ ἐχώρησαν. Χωρὶς δὲ γυναικῶν καὶ παιδίων, οὐδὲν γὰρ νηπιῶδες ἢ γυναικεῖον καὶ ἄνανδρον ἀπαιτεῖται ὁ Χριστιανὸς ἔχειν. «Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.» Τὸ δυσαπόσπαστον αἰνιττόμενος τῶν μαθητῶν, εἶπε τὸ Ἠνάγκασεν, ἤθελον γὰρ ἀεὶ αὐτῷ συνεῖναι. Ἀπολύει δὲ τοὺς ὄχλους, οὐ θέλων ἐπισύρεσθαι αὐτούς, ἵνα μὴ δόξῃ φιλόκομπος. «Καὶ ἀπολύσας τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὅρος κατ’ ἰδίαν προσεύξασθαι· ὀψίας δὲ γενομένης, μόνος ἦν ἐκεῖ· τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος.» Δεικνύων ἡμῖν ὅτι δεῖ ἀπερισπάστως προσεύχεσθαι, εἰς τὸ ὅρος ἀναβαίνει, πάντα γὰρ δι’ ἡμᾶς ποιεῖ, οὐ γὰρ αὐτὸς ἐδεῖτο προσευχῆς. Ἕως δὲ ὀψίας εὔχεται, διδάσκων ἡμᾶς μὴ ταχέως ἀφίστασθαι τῆς προσευχῆς· ἀλλὰ καὶ τῆς νυκτὸς μάλιστα τοῦτο ποιεῖν, τότε γὰρ ἡσυχία πολλή. Συγχωρεῖ δὲ τοὺς μαθητὰς κλυδωνισθῆναι, ἵνα μάθωσι γενναίως φέρειν τοὺς πειρασμούς, καὶ ἐπιγνῶσι τὴν αὐτοῦ δύναμιν. Ἀλλὰ καὶ μέσον τῆς θαλάσσης τὸ πλοῖον, ὡς μείζονα εἶναι τὸν φόβον. «

Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα, ἐταράχθησαν, λέγοντες ὅτι Φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς, λέγων· Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε.» Οὐκ εὐθέως αὐτοῖς ἐπέστη λύσων τὸν χειμῶνα, παιδεύων μὴ ταχέως λύσιν αἰτεῖν τῶν συμφορῶν, ἀλλὰ φέρειν γενναίως, ἀλλὰ περὶ τετάρτην φυλακήν· εἰς τέσσαρα γὰρ διαιρεῖται ἡ νὺξ παρὰ τοῖς φυλάσσουσιν ἐκ διαδοχῆς στρατιώταις, ἀνὰ τρεῖς ὥρας ἐχούσης ἑκάστης φυλακῆς. Ὁ γοῦν Κύριος μετὰ τὴν ἐννάτην ὥραν τῆς νυκτός, περιπατῶν ἐπάνω τοῦ ὕδατος, ὡς Θεός, ἐπέστη. Οἱ δέ, διὰ τὸ ἄηθες καὶ ξένον, ἔδοξαν φάντασμα εἶναι. Οὐ γὰρ ἀπὸ τοῦ εἴδους ἐγνώρισαν αὐτόν, ἅμα μὲν καὶ διὰ τὴν νύκτα, ἅμα δὲ καὶ διὰ τὸν φόβον· ὁ δέ, παραθαῤῥύνει πρῶτον αὐτούς, λέγων· Ἐγώ εἰμι, ὁ πάντα δυνάμενος, θαρσεῖτε. «Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα.» Θερμότατος ὢν ὁ Πέτρος τὴν πρὸς Χριστὸν ἀγάπην, ἐπιθυμεῖ ταχέως ἐγγὺς αὐτοῦ γενέσθαι καὶ πρὸ τῶν ἄλλων. Πιστεύει δὲ ὅτι ὁ Ἰησοῦς οὐ μόνον αὐτὸς περιπατεῖ ἐπὶ τῶν ὑδάτων, ἀλλὰ καὶ αὐτῷ τοῦτο δώσει· οὐκ εἶπε δέ, Κέλευσόν με βαδίσαι, ἀλλὰ Πρὸς σὲ ἐλθεῖν. Τὸ μὲν γὰρ ἐπιδείξεως ἦν· τὸ δὲ ἀγάπης τῆς πρὸς Χριστόν. «Ὁ δὲ εἶπεν· Ἐλθέ.

Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος, περιεπάτει ἐπὶ τὰ ὕδατα, ἐλθεῖν πρὸς τὸν Ἰησοῦν· βλέπων δὲ τὸν ἄνεμον ἰσχυρόν, ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι, ἔκραξε, λέγων·

Κύριε, σῶσόν με.» Ὑπέστρωσε τῷ Πέτρῳ τὴν θάλασσαν ὁ Κύριος, δεικνὺς τὴν ἑαυτοῦ δύναμιν. Ὅρα δὲ πῶς τοῦ μείζονος περιγενόμενος ὁ Πέτρος, τῆς θαλάσσης λέγω, τὸν ἄνεμον ἐφοβήθη, οὕτως ἐστὶν ἀσθενὴς ἡ ἀνθρωπίνη φύσις· καὶ αὐτίκα ὅτε ἐφοβήθη, τότε ἤρξατο καταποντίζεσθαι· ὅτε γὰρ ἠσθένησεν ἡ πίστις, τότε βυθίζεται ὁ Πέτρος. Τοῦτο δὲ καὶ αὐτὸν ἐποίησε μὴ ὑψηλοφρονεῖν, καὶ τοὺς ἄλλους μαθητὰς παρεμυθήσατο. Ἴσως γὰρ ἐφθόνησαν αὐτῷ· ἀλλὰ καὶ πόσον ὑπερέχει ὁ Χριστὸς αὐτοῦ, ἔδειξεν. «Εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα, ἐπελάβετο αὐτοῦ, καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; Καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον, ἐκόπασεν ὁ ἄνεμος· οἱ δὲ ἐν τῷ πλοίῳ, ἐλθόντες προσεκύνησαν αὐτῷ, λέγοντες· Ἀληθῶς Θεοῦ Υἱὸς εἷ.» Δεικνύων ὁ Χριστός, ὅτι οὐχ ὁ ἄνεμος αἴτιος τοῦ καταποντισθῆναι, ἀλλ’ ἡ μικροψυχία, οὐ τῷ ἀνέμῳ ἐπιτιμᾷ, ἀλλὰ τῷ μικροψυχήσαντι Πέτρῳ. Διὸ καὶ ἀναβαστάσας αὐτόν, ἔστησεν ἐπὶ τοῦ ὕδατος, ἐάσας τὸν ἄνεμον πνεῖν. Οὐκ εἰς τὸ πᾶν δὲ ἐδίστασεν ὁ Πέτρος, ἀλλ’ εἴς τι, τουτέστι, μερικῶς· καθ’ ὃ μὲν γὰρ ἐφοβήθη, κατὰ τοῦτο ἠπίστησε· καθ’ ὃ δὲ ἔκραξε, Κύριε, σῶσόν με, κατὰ τοῦτο ἰάσατο τὴν ἀπιστίαν.

Διὸ ὀλιγόπιστος ἀκούει, ἀλλ’ οὐκ ἄπιστος. Οἱ οὖν ἐν τῷ πλοίῳ, καὶ αὐτοὶ τοῦ φόβου ἀπελύθησαν. Ἐκόπασε γὰρ ὁ ἄνεμος· καὶ δὴ γνόντες ἀπὸ τούτων τὸν Ἰησοῦν, ὁμολογοῦσι τὴν αὐτοῦ θεότητα. Οὐ γὰρ ἀνθρώπου τὸ περιπατεῖν ἐπὶ θαλάσσης, ἀλλὰ Θεοῦ, καθὰ καὶ ὁ Δαυῒδ λέγει· «Ἐν τῇ θαλάσσῃ αἱ ὁδοί σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς.» Ἀνακτέον δὲ τὸν λόγον· σκάφος, ἡ γῆ· κύματα, ὁ βίος ὑπὸ τῶν πονηρῶν πνευμάτων ταραττόμενος, νύξ, ἡ ἀγνωσία. Ἐν τῇ τετάρτῃ δὲ φυλακῇ, πρὸς τῷ τέλει δηλονότι τῶν αἰώνων, ἐπέστη ὁ Χριστός. Πρώτη μὲν γὰρ φυλακή, ἡ πρὸς Ἀβραὰμ διαθήκη· δευτέρα, ὁ Μωσέως νόμος· τρίτη, οἱ προφῆται· τετάρτη, ἡ τοῦ Κυρίου παρουσία· αὐτὸς γὰρ ἔσωσε τοὺς κλυδωνιζομένους, εἰσελθὼν καὶ γενόμενος μεθ’ ἡμῶν, ὥστε ἡμᾶς ἐπιγνόντας αὐτὸν ὡς Θεὸν προσκυνεῖν.

Ὅρα δὲ καὶ τοῦτο, πῶς τὴν ἄρνησιν τοῦ Πέτρου, εἶτα τὴν ἐπιστροφὴν καὶ μετάνοιαν, προεσήμανε τὰ ἐν τῇ θαλάσσῃ αὐτῷ συμβάντα· ὥσπερ γὰρ ἐκεῖ λέγει θρασυνόμενος· «Οὐ μή σε ἀπαρνήσομαι·» οὕτω κἀνταῦθα· Κέλευσόν με ἐλθεῖν ἐπὶ τὰ ὕδατα· καὶ ὥσπερ τότε συνεχωρήθη ἀρνήσασθαι, οὕτω κἀνταῦθα συγχωρεῖται ποντίζεσθαι· ἐνταῦθα χεῖρα δέδωκεν αὐτῷ ὁ Κύριος, καὶ οὐκ ἀφῆκε ποντισθῆναι.

Κἀκεῖ διὰ τῆς μετανοίας αὐτὸν ἀπὸ τοῦ βυθοῦ τῆς ἀρνήσεως εἵλκυσεν. «Καὶ διαπεράσαντες, ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ. Καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου, ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, καὶ παρεκάλουν αὐτόν, ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο, διεσώθησαν.» Διὰ πολλοῦ χρόνου ἐπιδημήσαντα τῇ Γεννησαρὲτ τὸν Ἰησοῦν, οὐ μόνον ἐκ τῆς ὄψεως, ἀλλὰ καὶ ἐκ τῶν σημείων ἐπιγνόντες οἱ ἄνθρωποι, πίστιν ἐνδείκνυνται θερμήν· ὥστε ἐπιθυμεῖν καὶ τοῦ κρασπέδου ἅψασθαι, καὶ δὴ τοῦτο ποιήσαντες, ἐθεραπεύθησαν.

Οὕτως οὖν καὶ σὺ ἅψαι τοῦ ἄκρου τοῦ ἱματίου τοῦ Χριστοῦ, ἤτοι τοῦ τέλους τῆς ἐνσάρκου αὐτοῦ ἐπιδημίας. Ἐὰν γὰρ πιστεύσῃς ὅτι ἀνελήφθη, σωθήσῃ· ἱμάτιον γὰρ ἡ σάρξ· κράσπεδον δὲ ταύτης, τὸ τέλος τῆς ἐν γῇ ζωῆς.

ΚΕΦΑΛ. ΙΕʹ. Περὶ τῆς παραβάσεως τῆς ἐντολῆς τοῦ Θεοῦ διὰ τὴν παράδοσιν τῶν ἀνθρώπων. Περὶ τῆς Χαναναίας. Περὶ τῶν θεραπευθέντων ὄχλων. Περὶ τῶν ἑπτὰ ἄρτων. «Τότε προσέρχονται τῷ Ἰησοῦ οἱ ἀπὸ Ἱεροσολύμων Γραμματεῖς καὶ Φαρισαῖοι, λέγοντες· Διατί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶν, ὅταν ἄρτον ἐσθίωσιν.» Εἰ καὶ πᾶσαι αἱ χῶραι εἶχον Γραμματεῖς καὶ Φαρισαίους, ἀλλ’ οἱ ἐντιμότεροι ἐν Ἱερουσαλὴμ ἦσαν· διὸ καὶ οὗτοι ἐφθόνουν μάλιστα, ὡς φιλοδοξότεροι· ἔθος δὲ εἶχον οἱ Ἰουδαῖοι, μὴ ἀνίπτοις χερσὶν ἐσθίειν, ἀπὸ παλαιᾶς παραδόσεως.

Ταύτης οὖν τῆς παραδόσεως καταφρονοῦντας ὁρῶντες τοὺς μαθητάς, ἐνόμισαν αὐτοὺς ἐξουθενεῖν τοὺς πρεσβυτέρους. Τί οὖν ὁ Σωτήρ; Οὐδὲν μὲν πρὸς τοῦτο ἀπολογεῖται· ἀντεγκαλεῖ δὲ αὑτοῖς. «Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Διατί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; Ὁ γὰρ Θεὸς ἐνετείλατο, λέγων· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα· καὶ ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω. Ὑμεῖς δὲ λέγετε·

Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί· Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, καὶ οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα· καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.» Οἱ μὲν Φαρισαῖοι κατηγόρουν τῶν μαθητῶν, ὡς ἐντολὴν τῶν πρεσβυτέρων παραβαινόντων· ὁ δὲ Χριστὸς δεικνύει αὐτοὺς τὸν τοῦ Θεοῦ νόμον παραβαίνοντας· ἐδίδασκον γὰρ τοὺς παῖδας μηδὲν διδόναι τοῖς γονεῦσιν, ἀλλ’ ἀνατιθέναι ὅσα ἔχουσι τῷ γαζοφυλακίῳ τοῦ ἱεροῦ. Ἦν γὰρ ἐν τῷ ἱερῷ θησαυρός, ἐν ᾧ ὁ βουλόμενος ἔβαλλεν, ἐκαλεῖτο δὲ οὗτος γάζα. Ὁ δὲ θησαυρὸς τοῖς πένησι διεδίδοτο. Οἱ τοίνυν Φαρισαῖοι πείθοντες τοὺς παῖδας μηδὲν διδόναι τοῖς γονεῦσιν, ἀλλ’ ἀνατιθέναι αὐτὰ τῷ θησαυρῷ τοῦ ἱεροῦ, ἐδίδασκον αὑτοὺς λέγειν ὅτι Δῶρόν ἐστι, τουτέστιν, ἀνατεθειμένον τῷ Θεῷ ἐστιν, ὦ πάτερ, ὃ ζητεῖς ἐξ ἐμοῦ ὠφεληθῆναι. Καὶ οὕτως ἐμέριζον αὐτοὶ μετὰ τῶν παίδων τὰ χρήματα, καὶ οἱ γονεῖς κατελιμπάνοντο ἀγηροκόμητοι· ἐποίουν δὲ τοῦτο καὶ οἱ δανεισταί. Ἐὰν γάρ τις ἐδάνεισέ τινι χρήματα, εἴτα δύσκολος ὁ χρεώστης ἦν καὶ οὐκ ἀπεδίδου τὸ ὀφειλόμενον, ἔλεγεν ὁ δανειστὴς πρὸς τοῦτον τὸν ἀγνώμονα χρεώστην· Κορβάν ἐστιν ὃ ὀφείλεις μοι, τουτέστι, δῶρον τῷ Θεῷ ἀνατεθειμένον.

Ὁ οὖν χρεώστης ὡς τῷ Θεῷ ἔκτοτε ὀφείλων, καὶ ἄκων κατέβαλλε· τοῦτο ἐδίδασκον τοὺς παῖδας οἱ Φαρισαῖοι ποιεῖν. «Ὑποκριταί, καλῶς προεφήτευσε περὶ ὑμῶν Ἡσαΐας, λέγων· Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν, καὶ τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ. Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.» Δείκνυσι διὰ τῆς Ἡσαΐου φωνῆς, καὶ περὶ τὸν Πατέρα αὐτοῦ τοιούτους ὄντας αὐτούς, οἷοι καὶ περὶ αὐτὸν εὑρίσκονται· πονηροὶ γὰρ ὄντες, καὶ διὰ τῶν πονηρῶν ἔργων μακρύνοντες ἑαυτοὺς τοῦ Θεοῦ, στόματι μόνον ἐλάλουν τὰ τοῦ Θεοῦ λόγια. Μάτην γὰρ πάντως σέβονται καὶ δοκοῦσι τιμᾷν τὸν Θεόν, οἱ διὰ τῶν ἔργων αὐτὸν ἀτιμάζοντες. «Καὶ προσκαλεσάμενος τὸν ὄχλον, εἶπεν αὐτοῖς·

Ἀκούετε καὶ συνίετε. Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον.» Οὐκ ἔτι τοῖς Φαρισαίοις διαλέγεται, ὡς ἀθεραπεύτοις, τῷ ὄχλῳ δέ. Καὶ διὰ τοῦ προσκαλέσασθαι δοκεῖ τιμᾷν αὐτούς, ἵνα παραδέξωνται τὸν λόγον αὐτοῦ, καί φησιν· Ἀκούετε καὶ συνίετε, διανιστῶν αὐτοὺς εἰς προσοχήν. Τῶν δὲ Φαρισαίων αἰτιωμένων τοὺς μαθητὰς ὡς ἀνίπτοις χερσὶν ἐσθίοντας, ὁ Κύριος περὶ βρωμάτων λέγει, ὅτι οὐδὲν βρῶμα κοινοῖ τὸν ἄνθρωπον, τουτέστι μολύνει. Καὶ εἰ τὸ βρῶμα οὐ μολύνει, πολλῷ μᾶλλον τὸ ἀνίπτοις χερσὶν ἐσθίειν.

Μολύνει γὰρ τὸν ἐντὸς ἄνθρωπον, τὸ λέγειν ἃ μὴ δεῖ. Αἰνίττεται δὲ διὰ τούτου τοὺς Φαρισαίους, μολυνομένους ἐκ τοῦ λέγειν φθονούντων ῥήματα· ὄρα δὲ σοφίαν, πῶς οὔτε φανερῶς τὸ ἄνιπτον ἐσθίειν νομοθετεῖ, οὔτε ἀποτρέπει. Ἀλλ’ ἕτερόν τι διδάσκει, τὸ μὴ ἐκβάλλειν ἀπὸ τῆς καρδίας πονηροὺς λόγους. «Τότε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ, εἶπον αὐτῷ· Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον, ἐσκανδαλίσθησαν;» Οἱ μὲν μαθηταὶ διὰ τοὺς Φαρισαίους λέγουσιν, ὅτι ἐσκανδαλίσθησαν. Πλὴν ἀλλὰ καὶ αὐτοὶ ἐθορυβήθησαν· τοῦτο δὲ δῆλον ἀπὸ τοῦ προσελθεῖν τὸν Πέτρον καὶ ἐρωτῆσαι περὶ τούτου.

Ὁ γοῦν Ἰησοῦς ἀκούσας, ὅτι ἐσκανδαλίσθησαν οἱ Φαρισαῖοι, εἶπε· «Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται· ἄφετε αὐτούς· ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν, τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.» Τὰς τῶν πρεσβυτέρων παραδόσεις καὶ τὰ Ἰουδαϊκὰ ἐντάλματα λέγει ἐκριζωθήσεσθαι· οὐχὶ τὰ τοῦ νόμου, ὡς νοοῦσι Μανιχαῖοι· ὁ γὰρ νόμος φυτεία ἐστὶ Θεοῦ· οὐ τοίνυν οὗτος ἐξεῤῥιζώθη. Μένει γὰρ ἡ ῥίζα αὐτοῦ, τουτέστι, τὸ κρυπτόμενον πνεῦμα. Τὰ δὲ φύλλα, ἤτοι τὸ φαινόμενον γράμμα, ἀπεῤῥύη· οὐκ ἔτι γὰρ τὸν νόμον κατὰ τὸ γράμμα, ἀλλὰ κατὰ τὸ πνεῦμα νοοῦμεν·

Ἀπεγνωσμένων δὲ ὄντων τῶν Φαρισαίων καὶ ἀνιάτων, εἶπε τό· Ἄφετε αὐτούς. Ἐντεῦθεν οὖν μανθάνομεν, ὅτι τὸ σκανδαλίζεσθαι τοὺς ἑκοντὶ σκανδαλιζομένους καὶ ἀνιάτους, οὐκ ἔστιν ἡμῖν βλαβερόν· διδασκάλους δὲ αὐτοὺς λέγει τυφλοὺς τυφλῶν· τοῦτο δέ φησιν ὡς ἂν ἀποστήσῃ ἀπ’ αὐτῶν τοὺς ὄχλους. «Ἀποκριθεὶς δὲ ὁ Πέτρος, εἶπεν αὐτῷ· Φράσον ἡμῖν τὴν παραβολὴν ταύτην.» Ὁ Πέτρος ἐπεὶ ᾔδει ὅτι ὁ νόμος ἐκώλυε πάντα ἐσθίειν, δεδιὼς εἰπεῖν τῷ Ἰησοῦ, ὅτι Σκανδαλίζομαι ἐφ’ οἷς εἶπας, φαινομένοις παρανόμοις εἶναι· προσποιεῖται ἄγνοιαν καὶ ἐπερωτᾷ. «Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε. Οὔπω νοεῖτε, ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα, εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται;

Τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος, ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον· ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι. Ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον.

Τὸ δὲ ἀνίπτοις χερσὶ φαγεῖν, οὐ κοινοῖ τὸν ἄνθρωπον.» Ἐπιτιμᾷ τοῖς μαθηταῖς ὁ Σωτήρ, καὶ ἀφροσύνην ὀνειδίζει, ἢ ὡς σκανδαλισθεῖσιν, ἢ ὡς ἀγνοήσασι τὸ σαφές· φησὶν οὖν, ὅτι Τοῦτο τὸ πᾶσι νοούμενον καὶ φαινόμενον οὐ νοεῖτε; ὅτι τὰ μὲν βρώματα οὐ μένει ἔσω, ἀλλὰ κάτω ἐξέρχονται, μηδὲν μολύνοντα κατὰ ψυχὴν τὸν ἄνθρωπον, οὐ γὰρ μένουσιν ἔνδον. Οἱ δὲ λογισμοὶ ἔσωθέν τε γεννῶνται, καὶ μένουσιν ἐκ ἵ, καὶ ἐξερχόμενοι, τουτέστιν, εἰς ἔργον προχωροῦντες καὶ εἰς πρᾶξιν, μολύνουσι τὸν ἄνθρωπον· ὁ γὰρ λογισμὸς τῆς πορνείας, ἔσωθέν τε μένων, μιαίνει, καὶ ἐξερχόμενος εἰς ἔργον καὶ πραττόμενος, κατασπιλοῖ. «Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς, ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος· καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὀρίων ἐκείνων ἐξελθοῦσα, ἐκραύγαζεν αὐτῷ, λέγουσα· Ἐλέησόν με, Κύριε υἱὲ Δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον.» Τίνος ἕνεκεν τοὺς μαθητὰς κωλύσας εἰς ὁδὸν ἐθνῶν ἀπελθεῖν, αὐτὸς εἰς Τύρον καὶ Σιδῶνα, τὰς ἐθνικὰς πόλεις, παραγίνεται; Μάθε οὖν ὅτι οὐχ ὡς κηρύξων ἦλθεν ἐκεῖ, ἐπεὶ ὡς ὁ Μάρκος φησί, «καὶ ἔκρυψεν ἑαυτόν.» Ἄλλως τε, ἐπεὶ εἶδε τοὺς Φαρισαίους μὴ δεξαμένους τὸν περὶ βρωμάτων λόγον, μεταβαίνει ἐπὶ τὰ ἔθνη. Ἐλέησον δὲ λέγει, οὐχὶ τὴν θυγατέρα μου· ἐκείνη γὰρ ἀναισθητεῖ, ἀλλ’ ἐμὲ τὴν τὰ δεινὰ πάσχουσαν καὶ αἰσθανομένην.

Καὶ οὐ λέγει, Ἐλθέ, καὶ ἴασαι, ἀλλ’ Ἐλέησον. Ὁ δὲ οὐκ ἀποκρίνεται αὐτῇ λόγον, οὐχ ὡς καταφρονῶν, ἀλλ’ ἵνα δείξῃ, ὅτι διὰ τοὺς Ἰουδαίους ἦλθε προηγουμένως· καὶ ἐμφράξῃ τὰς συκοφαντίας αὐτῶν, μὴ ἐχόντων ὕστερον λέγειν, ὅτι τοὺς ἐθνικοὺς εὐεργετεῖ· ἅμα δέ, ἵνα καὶ τὴν ἐπίμονον πίστιν τῆς γυναικὸς ἐπιδείξῃ. «Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ, ἠρώτων αὐτόν, λέγοντες· Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Ὁ δέ, ἀποκριθεὶς εἶπεν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Οἱ μαθηταὶ βαρυνθέντες τῇ κραυγῇ τῆς γυναικός, ἠρώτων, ἵνα ἀπολύσῃ αὐτήν, τουτέστι, παρεκάλουν ἀποπέμψασθαι αὐτήν. Τοῦτο δὲ ἐποίουν, οὐχ ὡς ἄσπλαγχνοι, ἀλλὰ μᾶλλον θέλοντες πεῖσαι τὸν Κύριον ἐλεῆσαι αὐτήν. Ὁ δέ· Οὐκ ἀπεστάλην, φησίν, εἰ μὴ εἰς τοὺς Ἰουδαίους, οἳ ἀπολωλότα εἰσὶ πρόβατα, ἀπὸ κακίας τῶν ἐμπιστευθέντων αὐτά. Διὰ δὲ τούτων δημοσιεύει τὴν πίστιν τῆς γυναικὸς ἐπὶ πλέον. «Ἡ δέ, ἐλθοῦσα προσεκύνησεν αὐτῷ, λέγουσα, Κύριε, βοήθει μοι. Ὁ δέ, ἀποκριθεὶς εἶπεν· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. Ἡ δὲ εἶπε· Ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.» Ἐπεὶ εἶδεν ἡ γυνὴ τοὺς συνηγόρους αὐτῆς τοὺς ἀποστόλους, ἀποτυχόντας, πάλιν πρόσεισι θερμῶς, καὶ Κύριον ἀποκαλεῖ.

Ἐπεὶ δὲ ὁ Χριστὸς κύνα αὐτὴν ἀποκαλεῖ, διὰ τὸ τοὺς ἐθνικοὺς ἀκάθαρτον βίον ἔχειν καὶ περὶ τὰ αἵματα τῶν εἰδωλοθύτων ἀναστρέφεσθαι, τέκνα δὲ τοὺς Ἰουδαίους, ἐκείνη συνετῶς ἀποκρίνεται καὶ μάλα σοφῶς, ὅτι Εἰ καὶ κύων εἰμὶ καὶ οὐκ ἀξία ἄρτον λαβεῖν, τουτέστι, δύναμίν τινα καὶ μέγα σημεῖον· ἀλλ’ οὖν τοῦτο τὸ μικρὸν μὲν ὡς πρὸς τὴν σὴν δύναμιν, ἐμοὶ δὲ μέγα, δός· ὥσπερ καὶ τὰς ψίχας, οἱ μὲν τοὺς ἄρτους ἐσθίοντες οὐ μέγα τι ἔχουσιν, οἱ δὲ κύνες μέγα, καὶ ἐκ τούτων τρέφονται. «Τότε ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπεν αὐτῇ· Ὦ γύναι, μεγάλη σου ἡ πίστις, γενηθήτω σοι ὡς θέλεις· καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.» Ἐφανέρωσε νῦν ὁ Ἰησοῦς τὴν αἰτίαν δι’ ἣν ἀνεβάλλετο τὴν θεραπείαν ἐξ ἀρχῆς· ἵνα γὰρ ἡ πίστις καὶ ἡ σύνεσις τῆς γυναικὸς ἀναφανῇ, διὰ τοῦτο οὐκ εὐθὺς ἐξ ἀρχῆς κατένευσεν ὁ Χριστός, ἀλλὰ καὶ ἀποπέμπεται μᾶλλον. Νῦν δὲ ἐπεὶ ἐξεκαλύφθη ἡ πίστις αὐτῆς, ἐπαινεῖται, ἀκούουσα· «Μεγάλη σου ἡ πίστις·» τὸ δέ, Γενηθήτω σοι ὡς θέλεις, εἰπών, ἔδειξεν ὅτι ἐὰν μὴ πίστιν εἶχεν, οὐκ ἂν ἔτυχε τῆς αἰτήσεως· ὥστε ἐὰν θέλωμεν καὶ ἡμεῖς, οὐδὲν τὸ κωλύον τυχεῖν ὧν θέλομεν. Σημείωσαι δὲ ὅτι κἄν· ἅγιοι αἰτῶσιν ὑπὲρ ἡμῶν, ὥσπερ ὑπὲρ ἐκείνης οἱ ἀπόστολοι, ἀλλ’ οὖν ἡμεῖς ὑπὲρ ἑαυτῶν αἰτοῦντες, πλέον ἀνύομεν. Σύμβολον δὲ ἡ Χαναναία καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας.

Καὶ γὰρ καὶ τὰ ἔθνη ἀπωσμένα πρότερον, ὕστερον εἰς τὴν τῶν υἱῶν τάξιν ἀνεβιβάσθησαν, καὶ τοῦ ἄρτου ἠξιώθησαν, τοῦ σώματος λέγω τοῦ Κυρίου. Οἱ δὲ Ἰουδαῖοι, κύνες ἐγένοντο, ἐκ τῶν ψιχίων δοκοῦντες τρέφεσθαι, τουτέστι, τῶν μικρῶν καὶ εὐτελῶν τοῦ γράμματος. Σημαίνει δὲ ἡ Τύρος, συνοχήν· ἡ δὲ Σιδών, θηρῶντες. Χαναναία δέ, ἡτοιμασμένη τῇ ταπεινώσει· οἱ γοῦν συνεχόμενοι τῇ κακίᾳ ἐθνικοί, ἐν οἷς ἦσαν οἱ θηρῶντες τὰς ψυχὰς δαίμονες, οὗτοι καὶ τῇ ταπεινώσει εἰσὶν ἡτοιμασμένοι· οἱ γὰρ δίκαιοι, τῷ ὕψει τῆς βασιλείας τοῦ Θεοῦ ἡτοιμάσθησαν. «Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς, ἦλθε παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος, ἐκάθητο ἐκεῖ· καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοί, ἔχοντες μεθ’ ἑαυτῶν χωλούς, τυφλούς, κωφούς, κυλλούς, καὶ ἑτέρους πολλούς, καὶ ἔῤῥιψαν αὐτοὺς παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐθεράπευσεν αὐτούς· ὥστε τοὺς ὄχλους θαυμάσαι βλέποντας, κωφοὺς λαλοῦντας, κυλλοὺς ὑγιεῖς, χωλοὺς περιπατοῦντας, τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν Θεὸν Ἰσραήλ.» Οὐ τῇ Ἰουδαίᾳ συνεχῶς ἐπιδημεῖ, ἀλλὰ τῇ Γαλιλαίᾳ, διὰ τὴν πολλὴν ἀπιστίαν τῶν Ἰουδαίων· οἱ γὰρ Γαλιλαῖοι πιστότεροι ἦσαν ἐκείνων. Ἴδε οὖν τὴν πίστιν αὐτῶν, πῶς καὶ εἰς τὸ ὄρος ἀνέρχονται χωλοὶ ὄντες καὶ τυφλοί, καὶ οὐ κατοκνοῦσιν, ἀλλὰ καὶ πρὸς τοὺς πόδας ῥίπτονται τοῦ Ἰησοῦ, ὡς ὑπὲρ ἄνθρωπον δοκοῦντες αὐτόν, ὅθεν καὶ τῆς ἰάσεως ἔτυχον.

Καὶ σὺ οὖν ἄνελθε εἰς τὸ ὄρος τῶν ἐντολῶν, ἔνθα κάθηται ὁ Κύριος· κἂν τυφλὸς ᾖς, μὴ δυνάμενος ἀφ’ ἑαυτοῦ ἰδεῖν τὸ καλόν· κἂν χωλός, βλέπων μὲν τὸ καλόν, οὐ δυνάμενος δὲ εἰς αὐτὸ ἐλθεῖν· κἂν κωφός, μήτε ἄλλου ἀκούων παραινοῦντος, μήτε ἄλλῳ παραινέσαι δυνάμενος· κἂν κυλλός, τουτέστι, τὴν χεῖρα εἰς ἐλεημοσύνην μὴ δυνάμενος ἐκτεῖναι· κἂν ἄλλο τι νοσῇς, πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ καὶ τῶν ἰχνῶν τοῦ βίου ἐκείνου ἁψάμενος, θεραπευθήσῃ. «Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὑτοῦ, εἶπε· Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέρας τρεῖς προσμένουσί μοι, καὶ οὐκ ἔχουσι τί φάγωσι, καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μή ποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.» Οἱ μὲν ὄχλοι οὐκ ἐτόλμων ἄρτους αἰτῆσαι, ὡς ἐπὶ θεραπείᾳ ἐλθόντες. Αὐτὸς δὲ φιλάνθρωπος ὤν, φροντίζει· ἵνα δὲ μὴ ἔχῃ τις εἰπεῖν ὅτι, Ἄλλα ἐφόδια ἔχουσι, φησίν, Εἰ καὶ εἶχον, ἀνηλώθησαν ἄν· τρεῖς γὰρ ἤδη ἡμέραι εἰσί. Δείκνυσι δὲ ὅτι καὶ μακρόθεν ἦλθον, ἐν τῷ λέγειν, Ἵνα μὴ ἐκλυθῶσιν ἐν τῇ ὁδῷ· ταῦτα δὲ λέγει πρὸς τοὺς μαθητάς, διεγεῖραι αὐτοὺς βουλόμενος πρὸς τὸ εἰπεῖν αὐτῷ, ὅτι Δύνασαι αὐτοὺς θρέψαι ὡς καὶ τοὺς πεντακισχιλίους· ἀλλ’ ἐκεῖνοι ἀνοηταίνουσιν ἔτι. «Καὶ λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι, ὥστε χορτάσαι ὄχλον τοσοῦτον;»

Καίτοι ἔδει συνιέναι αὐτούς, ὅτι καὶ πρότερον πλείους ἐτράφησαν ἐν ἐρημίᾳ· ἀλλ’ ἀναισθήτως ἔχουσιν, ἵν’ ὅταν ἴδῃς τούτους ὕστερον σοφίας τοσαύτης πλήρεις, θαυμάζῃς τὴν τοῦ Χριστοῦ χάριν. «Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πόσους ἄρτους ἔχετε;

Οἱ δὲ εἶπον· Ἑπτά, καὶ ὀλίγα ἰχθύδια. Καὶ ἐκέλευσε τοῖς ὄχλοις ἀναπεσεῖν ἐπὶ τὴν γῆν· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας, εὐχαριστήσας ἔκλασε, καὶ ἔδωκε τοῖς μαθηταῖς αὑτοῦ· οἱ δὲ μαθηταὶ τῷ ὄχλῳ. Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων ἑπτὰ σπυρίδας πλήρεις. Οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες, χωρὶς γυναικῶν καὶ παιδίων.» Εὐτέλειαν διδάσκων, ἐπὶ τὴν γῆν ἀνακλίνει· εὐχαριστεῖν δὲ διδάσκων πρὸ τροφῆς ἡμᾶς, εὐχαριστεῖ καὶ αὐτός. Ἐρωτᾷς δὲ πῶς ἐκεῖ μέν, καίτοι πέντε ὄντων ἄρτων καὶ πεντακισχιλίων τῶν τραφέντων, δώδεκα κόφινοι· ἐνταῦθα δὲ πλειόνων τῶν ἄρτων ὄντων καὶ ἐλαττόνων τῶν τραφέντων, ἑπτὰ σπυρίδες ἐπερίττευσαν; Ἔστιν οὖν εἰπεῖν, ὅτι ἢ αἱ σπυρίδες μείζους ἦσαν τῶν κοφίνων, ἢ ἵνα μὴ ἡ ἰσότης τοῦ θαύματος εἰς λήθην αὐτοὺς ἐμβάλῃ. Εἰ γὰρ καὶ νῦν ἐπερίσσευσαν δώδεκα κόφινοι, ἐπελάθοντο ἂν ἐκ τῆς ἰσότητος, ὅτι δεύτερον ἐθαυματούργησεν ἐπὶ ἄρτοις. Σὺ δὲ καὶ τοῦτο γνῶθι, ὅτι οἱ τετρακισχίλιοι, τουτέστιν, οἱ τὰς τέσσαρας ἀρετὰς ἔχοντες τελείως, οὗτοι ἑπτὰ ἄρτοις, τουτέστι, πνευματικωτέροις λόγοις καὶ τελειοτέροις τρέφονται.

Ὁ γὰρ ἑπτὰ ἀριθμός, τῶν ἑπτὰ πνευματικῶν χαρισμάτων σύμβολον· ἀναπίπτουσι δὲ ἐπὶ τὴν γῆν, ὑποκάτω αὐτῶν τιθέντες πάντα τὰ γήϊνα, καὶ καταπατοῦντες αὐτά, ὥσπερ καὶ οἱ πεντακισχίλιοι ἐπὶ τοὺς χόρτους ἀνέπεσον, τουτέστι, τὴν σάρκα καὶ τὴν δόξαν ὑποκάτω αὐτῶν ἔθεντο. «Πᾶσα γὰρ σάρξ, χόρτος· καὶ πᾶσα ἀνθρώπου δόξα, ὡς ἄνθος χόρτου.» Ἑπτὰ δὲ σπυρίδες ἐνταῦθα τὰ περιττά, διότι πνευματικὰ καὶ τελειότερα ἦσαν ἃ οὐκ ἠδυνήθησαν φαγεῖν· ἐκεῖνα οὖν ἐπερίσσευσαν ἃ ἑπτὰ σπυρίδες χωροῦσι, τουτέστιν, ἃ μόνον τὸ ἅγιον Πνεῦμα οἶδε. «Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ.» «Καὶ ἀπολύσας τοὺς ὄχλους, ἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγδαλά.» Ἀναχωρεῖ ὁ Ἰησοῦς, ἐπεὶ οὐδὲν ἄλλο σημεῖον ἐποίει πλείους αὐτῷ ἀκολουθεῖν ὡς τὸ τῶν ἄρτων. Ὥστε καὶ βασιλέα αὐτὸν ἔμελλον ποιῆσαι, ὡς Ἰωάννης φησίν. Ἵνα οὖν φύγῃ τὴν τῆς τυραννίδος ὑποψίαν, μεταβαίνει.

ΚΕΦΑΛ. ΙϚʹ. Περὶ τῆς ζύμης τῶν Φαρισαίων. Περὶ τῆς ἐν Καισαρείᾳ ἐπερωτήσεως. Περὶ τῆς ἐπιτιμήσεως σαρείᾳ ἐπερωτήσεως. Περὶ τῆς ἐπιτιμήσεως τοῦ Πέτρου, ὅπως μὴ Χριστὸς πάθῃ. «Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι, πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς.» Κἂν τοῖς δόγμασι διίσταντο Φαρισαῖοι καὶ Σαδδουκαῖοι, ἀλλά γε κατὰ Χριστοῦ συμπνέουσι· σημεῖον δὲ ἐκ τοῦ οὐρανοῦ ζητοῦσιν, οἷον ἥλιον στῆσαι, σελήνην· ἐδόκουν γὰρ ὅτι τὰ ἐπὶ τῆς γῆς σημεῖα, ἀπὸ δαιμονικῆς δυνάμεως καὶ ἐν Βεελζεβοὺλ γίνονται. Ἠγνόουν γὰρ οἱ ἀνόητοι, ὅτι καὶ ὁ Μωσῆς ἐν Αἰγύπτῳ πολλὰ σημεῖα ἐκ τῆς γῆς ἐποίησε, καὶ τὸ πῦρ τὸ ἐξ οὐρανοῦ κατελθὸν ἐπὶ τὰ τοῦ Ἰὼβ κτήνη, ἀπὸ τοῦ διαβόλου ἦν· ὥστε οὐ πάντα τὰ ἐξ οὐρανοῦ, ἐκ Θεοῦ· οὐδὲ τὰ ἐκ γῆς πάντα, ἐκ δαιμόνων. «Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ὀψίας γενομένης, λέγετε· Εὐδία, πυῤῥάζει γὰρ ὁ οὐρανός. Καὶ πρωΐ· Σήμερον χειμών, πυῤῥάζει γὰρ στυγνάζων ὁ οὐρανός· ὑποκριταί, τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε;»

Ἐλέγχει τὴν πειραστικὴν αὐτῶν ζήτησιν, ὑποκριτὰς αὐτοὺς ὀνομάζων, καὶ φησὶν ὅτι Ὥσπερ τῶν ἐν οὐρανῷ φαινομένων ἄλλο μὲν τοῦ χειμῶνος σημεῖον, ἄλλο δὲ τῆς εὐδίας, καὶ οὐκ ἄν τις τὸ σημεῖον τοῦ χειμῶνος ἰδών, γαλήνην ζητήσειεν, οὐδὲ τὸ τῆς γαλήνης, χειμῶνα· οὕτω καὶ περὶ ἐμοῦ λογίζεσθαι χρή. Ἄλλος γὰρ οὗτος τῆς παρουσίας ὁ καιρός, καὶ ἄλλος ὁ μέλλων· νῦν χρεία τῶν ἐν γῇ σημείων.

Τὰ δὲ ἐν τῷ οὐρανῷ, ἐν ἐκείνῳ τῷ καιρῷ ταμιεύεται, ὅτε ὁ ἥλιος σβεσθήσεται, ἡ σελήνη κρυβήσεται, ὁ οὐρανὸς ἀλλαγήσεται. «Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου, καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθε.» Πονηρὰ γενεά, ὡς πειράζοντες, μοιχαλίς, ὡς ἀφιστάμενοι τοῦ Θεοῦ· καὶ κολλώμενοι τῷ διαβόλῳ. Σημεῖον δὲ ἐξ οὐρανοῦ ζητούντων, οὐ δίδωσιν εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ, τουτέστιν, ὅτι τριήμερος ἐν τῇ κοιλίᾳ τοῦ μεγάλου κήτους τοῦ θανάτου γενόμενος, ἀναστήσεται. Τοῦτο δὲ τὸ σημεῖον, καὶ ἐξ οὐρανοῦ εἴποις ἂν εἶναι. Ἐν γὰρ τῷ θανάτῳ αὐτοῦ, ὁ ἤλιος ἐσκοτίσθη· καὶ ἡ κτίσις πᾶσα ἠλλοίωτο. Ὅρα δὲ τὴν λέξιν, «Σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.» Αὐτοῖς γὰρ ἐδίδοντο τὰ σημεῖα, τουτέστι, δι’ αὐτοὺς ἐγίνοντο, κἂν ἐκεῖνοι ἠπίστουν. Διὸ καὶ καταλιπὼν αὐτοὺς ὡς ἀθεραπεύτους, ἀπῆλθεν. «Καὶ ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ εἰς τὸ πέραν, ἐπελάθοντο ἄρτους λαβεῖν. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς·

Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων.» Ὥσπερ ἡ ζύμη ὀξώδης ἐστὶ καὶ παλαιά, οὕτω καὶ ἡ τῶν Φαρισαίων καὶ Σαδδουκαίων διδασκαλία ἔδακνε τὰς ψυχάς, ὀξώδης οὖσα, καὶ παλαιὰς παραδόσεις τῶν πρεσβυτέρων εἰσάγουσα· καὶ ὥσπερ ἡ ζύμη μίγμα ἐστὶν ὕδατος καὶ ἀλεύρου, οὕτω καὶ ἡ διδασκαλία τῶν Φαρισαίων, μικτὴ ἔκ τε λόγου καὶ βίου διεφθαρμένου. Οὐκ εἶπε δὲ αὐτοῖς φανερῶς, Προσέχετε ἀπὸ τῆς διδασκαλίας τῶν Φαρισαίων, ἵνα ὑπομνήσῃ αὐτοὺς τῶν σημείων τῶν ἄρτων.

Οἱ δὲ διελογίζοντο ἐν αὐτοῖς λέγοντες ὅτι, Ἄρτους οὐκ ἐλάβομεν. Γνοὺς δὲ ὁ Ἰησοῦς, εἶπεν αὐτοῖς· Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἐλάβετε; Οὔπω νοεῖτε οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων, καὶ πόσους κοφίνους ἐλάβετε; οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων, καὶ πόσας σπυρίδας ἐλάβετε; Πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ἄρτου εἶπον ὑμῖν. Προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων; Τότε συνῆκαν ὅτι οὐκ εἶπε προσέχειν ἀπὸ τῆς ζύμης τοῦ ἄρτου, ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.

Ἐνόμιζον ὅτι τοῦτο ἔλεγεν αὐτοῖς, τὸ φυλάττεσθαι τὸν ἐκ τῶν Ἰουδαϊκῶν βρωμάτων μολυσμόν, διὸ καὶ διελογίζοντο ὅτι ἄρτους οὐκ ἔλαβον· ὀνειδίζει οὖν αὐτοῖς ὡς ἀνοήτοις καὶ ὀλιγοπίστοις. Καθ’ ὃ μὲν γὰρ οὐκ ἐμνήσθησαν πόσοις ἄρτοις πόσους ἔθρεψεν, ἀνόητοι· καθ’ ὃ δὲ ἠπίστησαν, ὅτι κἂν μὴ ἠγόρασαν ἄρτους ἐξ Ἰουδαίων, ἠδύνατο παραγαγεῖν αὐτός, κατὰ τοῦτο ὀλιγόπιστοι· ὡς δὲ ἐπετίμησεν αὐτοῖς σφοδρότερον, οὐ γὰρ πανταχοῦ ἡ πραότης καλόν, εὐθέως συνῆκαν ὅτι ζύμην τὴν διδασκαλίαν ἐκάλεσε. Τοσοῦτον ἰσχύει πανταχοῦ ἡ εὔλογος ἐπιτίμησις. «Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου, ἠρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι, τὸν Υἱὸν τοῦ ἀνθρώπου;» Ἐμνήσθη τοῦ κτίσαντος τὴν πόλιν, ἐπειδή ἐστι καὶ ἄλλη Καισάρεια, ἡ Στράτωνος, καὶ οὐκ ἐν ἐκείνῃ, ἀλλ’ ἐν ταύτῃ αὐτοὺς ἐρωτᾷ. Πόῤῥω γὰρ τῶν Ἰουδαίων ἀπάγει τοὺς μαθητάς, ὡς ἂν μηδένα φοβούμενοι, μετὰ παῤῥησίας εἴπωσι. Πρῶτον δὲ τὴν τοῦ πλήθους ἐρωτᾷ ὑπόληψιν, ἵνα εἰς μείζονα ἀνενεχθῶσιν ἔννοιαν, καὶ μὴ εἰς τὴν αὐτὴν ταπεινότητα τοῖς πολλοῖς πέσωσιν· οὐκ ἐρωτᾷ δέ, Τίνα με λέγουσιν οἱ Φαρισαῖοι; ἀλλ’, Οἱ ἄνθρωποι, περὶ τοῦ ἀδόλου πλήθους λέγων. «Οἱ δὲ εἶπον· Οἱ μὲν Ἰωάννην τὸν Βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν· ἕτεροι δὲ Ἱερεμίαν, ἢ ἕνα τῶν προφητῶν.»

Οἱ μὲν Ἰωάννην αὐτὸν ὀνομάζοντες, ἦσαν ὡς ὁ Ἡρώδης, νομίζοντες τὸν Ἰωάννην μετὰ τὴν ἀνάστασιν καὶ τοῦτο τὸ χάρισμα λαβεῖν, τὸ τῆς θαυματουργίας· οἱ δὲ Ἠλίαν, διὰ τὸ ἐλεγκτικόν, καὶ διὰ τὸ προσδοκᾶσθαι ὅτι ἐλεύσεται· οἱ δὲ Ἱερεμίαν, διὰ τὸ αὐτοφυὲς τῆς σοφίας καὶ ἄνευ μαθήσεως· ὁ γὰρ Ἱερεμίας, παῖς ὢν εἰς προφητείαν ἐτάχθη. «Λέγει αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;

Ἀποκριθεὶς δὲ Σίμων Πέτρος, εἶπε· Σὺ εἷ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Καὶ πάλιν ὡς θερμὸς ὁ Πέτρος προπηδᾷ, καὶ ὁμολογεῖ ἀληθῶς αὐτὸν εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ. Οὐ γὰρ εἶπε, Σὺ εἶ ὁ Χριστὸς Υἱὸς τοῦ Θεοῦ, χωρὶς τοῦ ὁ ἄρθρου, ἀλλὰ μετὰ τοῦ ἄρθρου, ὁ Υἱός, τουτέστιν, αὐτὸς ἐκεῖνος ὁ εἷς καὶ μόνος, οὐ χάριτι Υἱός, ἀλλ’ ὁ ἐξ αὐτῆς τῆς οὐσίας τοῦ Πατρὸς γεννηθείς, ἐπεὶ καὶ Χριστοὶ πολλοὶ ἦσαν, οἱ ἱερεῖς πάντες καὶ οἱ βασιλεῖς, ἀλλ’ ὁ Χριστὸς μετὰ τοῦ ἄρθρου, εἷς ἐστιν. «Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπεν αὐτῷ· Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνά, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ’ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.» Μακαρίζει τὸν Πέτρον ὡς ἐκ θείας χάριτος λαβόντα τὴν γνῶσιν· ἀποδεχόμενος δὲ αὐτόν, δείκνυσι λοιπὸν τὰς τῶν ἄλλων ἀνθρώπων ὑπολήψεις ψευδεῖς· εἶπε δὲ αὐτῷ Βὰρ Ἰωνᾶ, τουτέστιν, υἱὲ τοῦ Ἰωνᾶ, μονονουχὶ τοῦτο λέγων, ὅτι Ὥσπερ σὺ τοῦ Ἰωνᾶ παῖς, οὕτως ἐγὼ τοῦ Πατρός μου τοῦ ἐν οὐρανῷ ὁμοούσιος ὢν ἐκείνῳ. Ἀποκάλυψιν δὲ λέγει τὴν γνῶσιν, ὡς τῶν κρυφίων καὶ ἀγνώστων φανερωθέντων παρὰ τοῦ Πατρός. «Κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾄδου οὐ κατισχύσουσιν αὐτῆς.» Ἀμείβεται τὸν Πέτρον ὁ Κύριος, μισθὸν αὐτῷ διδοὺς μέγαν, τὸ ἐπ’ αὐτῷ οἰκοδομηθῆναι τὴν Ἐκκλησίαν.

Ἐπεὶ γὰρ ὡμολόγησεν αὐτὸν Υἱὸν Θεοῦ ὁ Πέτρος, φησὶν ὅτι, Αὕτη ἡ ὁμολογία ἣν ὡμολόγησας, θεμέλιον μέλλει εἶναι τῶν πιστευόντων, ὥστε πάντα ἄνθρωπον μέλλοντα κτίζειν τὸν τῆς πίστεως οἶκον, ταύτην τὴν ὁμολογίαν ὑποτιθέναι θεμέλιον. Κἂν γὰρ μυρίας ἀρετὰς κτίζωμεν, μὴ ἔχωμεν δὲ θεμέλιον τὴν ὀρθὴν ὁμολογίαν, σαθρὰ κτίζομεν. Εἰπὼν δέ, Τὴν Ἐκκλησίαν μου, δείκνυσιν ἑαυτὸν Δεσπότην τοῦ παντός·

Θεοῦ γὰρ δοῦλα τὰ σύμπαντα. Πύλαι δὲ ᾅδου, οἱ κατὰ καιροὺς διῶκται, οἳ εἰς ᾄδην παρέπεμπον τοὺς Χριστιανούς. Καὶ οἱ αἱρετικοὶ δέ, πύλαι εἰς ᾅδην φέρουσαι· πολλῶν οὖν διωκτῶν καὶ πολλῶν αἱρετικῶν ὑπερίσχυσεν ἡ Ἐκκλησία. Ἔστι δὲ καὶ ἕκαστος ἡμῶν Ἐκκλησία, οἶκος Θεοῦ γινόμενος. Ἐὰν οὖν ἐπὶ τῇ ὁμολογίᾳ τοῦ Χριστοῦ στηριχθῶμεν, αἱ πύλαι τοῦ ᾅδου, ἤτοι αἱ ἁμαρτίαι, οὐ κατισχύσουσιν ἡμῶν· ἐκ γὰρ τούτων τῶν πυλῶν ὑψωθεὶς καὶ ὁ Δαυῒδ ἔλεγεν· «Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου.» Ποίων, ὦ Δαυΐδ, πυλῶν; Τῶν δύο, τοῦ φόνου καὶ τῆς μοιχείας. «Καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς· καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.» Ὡς Θεὸς λέγει τό, Δώσω σοι, ἐξουσιαστικῶς· ὡς γὰρ ὁ Πατὴρ δέδωκέ σοι τὴν ἀποκάλυψιν, οὕτως ἐγὼ τὰς κλεῖς. Κλεῖδας δὲ νοήσεις, τὰς δεσμούσας καὶ λυούσας τὰς τῶν σφαλμάτων ἢ συγχωρήσεις ἢ ἐπιτιμήσεις· ἔχουσι γὰρ ἐξουσίαν ἀφιέναι καὶ δεσμεῖν, οἱ κατὰ Πέτρον τῆς ἐπισκοπικῆς ἀξιωθέντες χάριτος· εἰ γὰρ καὶ πρὸς Πέτρον μόνον εἴρηται τό, Δώσω σοι, ἀλλὰ καὶ πᾶσι τοῖς ἀποστόλοις δέδοται. Πότε; Ὅτε εἶπεν Ἂν τινῶν ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται. Καὶ γὰρ τό, Δώσω, μέλλοντα χρόνον σημαίνει, τουτέστι, τὸν μετὰ ἀνάστασιν.

Οὐρανοὶ δὲ λέγονται καὶ αἱ ἀρεταί, κλεῖδες δὲ τούτων, αἱ ἐργασίαι· διὰ γὰρ τοῦ ἐργάζεσθαι εἰσερχόμεθα, ὥσπερ διά τινων κλειδῶν ἀνοιγουσῶν, εἰς ἑκάστην τῶν ἀρετῶν. Ἐὰν δὲ οὐκ ἐργάζωμαι, ἀλλὰ μόνον οἶδα τὸ ἀγαθόν, ἔχω μὲν τὴν κλεῖδα τῆς γνώσεως μόνον, ἔξω δὲ μένω· δέδεται δὲ ἐν τοῖς οὐρανοῖς, τουτέστιν, ἐν ταῖς ἀρεταῖς, ὁ μὴ βαδίζων ἐν αὐταῖς· ὁ γὰρ σπουδαῖος, ἐν ταύταις λέλυται. Μὴ ἔχωμεν οὖν ἁμαρτίας, ἵνα μὴ σειραῖς τῶν οἰκείων ἁμαρτιῶν δεσμώμεθα. «Τότε διεστείλατο τοῖς μαθηταῖς αὐτοῦ ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός.» Ἐβούλετο ὁ Χριστός, πρὸ τοῦ σταυροῦ συσκιάζεσθαι τὴν περὶ αὐτοῦ δόξαν. Εἰ γὰρ ἤκουσαν οἱ ἄνθρωποι πρὸ τοῦ πάθους ὅτι Θεός ἐστιν, εἶτα ἔβλεπον αὐτὸν πάσχοντα, πῶς οὐκ ἂν ἐσκανδαλίσθησαν; Διὰ τοῦτο οὖν κρύπτει ἑαυτὸν τοῖς πολλοῖς, ἵνα μετὰ τὴν ἀνάστασιν ἀσκανδαλίστως γνωσθῇ, τοῦ Πνεύματος πάντα ἐξομαλίζοντος διὰ τῶν θαυματουργιῶν. «Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν ἀπελθεῖν εἰς Ἱεροσόλυμα, καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ Γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.»

Προλέγει αὐτοῖς τὸ πάθος, ἵνα μὴ ἐλθόντος ἀπροσδοκήτως, σκανδαλισθῶσιν, οἰηθέντες ὡς ἄκων καὶ ἀγνοῶν πέπονθεν· ἐπεὶ γὰρ ἤκουσαν διὰ τῆς τοῦ Πέτρου ὁμολογίας ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἐστι, τότε ἀποκαλύπτει αὐτοῖς καὶ τὰ τοῦ πάθους. Μετὰ δὲ τὰ λυπηρά, ἐπάγει καὶ τὸ χαρμόσυνον, τὸ ἐν τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. «Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος, ἤρξατο ἐπιτιμᾷν αὐτῷ, λέγων· Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο.» Ὃ μὲν ἀπεκαλύφθη, ὁ Πέτρος ὀρθῶς ὡμολόγησεν, ὃ δὲ οὐκ ἀπεκαλύφθη, ἐσφάλη· ἵνα μάθωμεν ὅτι χωρὶς Θεοῦ οὐδὲ ἐκεῖνο ἐφθέγξατο τὸ μέγα. Μὴ θέλων οὖν παθεῖν τὸν Χριστὸν ὁ Πέτρος, καὶ ἀγνοῶν τὸ τῆς ἀναστάσεως μυστήριον· Ἴλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο, φησίν. «Ὁ δὲ στραφεὶς εἶπε τῷ Πέτρῳ· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἷ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.» Ὅτε μὲν ὀρθὰ ἐλάλει ὁ Πέτρος, μακαρίζει αὐτὸν ὁ Χριστός, ὅτε δὲ ἀλόγως ἐδειλίασε, καὶ οὐκ ἤθελε παθεῖν αὐτόν, ἐπέπληξεν, εἰπών· Ὕπαγε ὀπίσω μου, Σατανᾶ. Σατανᾶς δέ, ὁ ἀντικείμενος λέγεται. Ὕπαγε οὖν ὀπίσω μου, τουτέστι, μὴ ἀνθίστασο, ἀλλ’ ἀκολούθει τῷ θελήματί μου.

Καλεῖ δὲ οὕτως τὸν Πέτρον, ἐπεὶ καὶ τῷ Σατανᾷ ἀθέλητον ἦν τὸ παθεῖν τὸν Χριστόν· φησιν οὖν ὅτι, Σὺ μὲν ἀνθρωπίνῳ λογισμῷ δοκεῖς τὸ πάθος ἀπρεπές μοι εἶναι· οὐ νοεῖς δὲ ὅτι ὁ Θεὸς διὰ τούτου σωτηρίαν ἐργάζεται, καὶ ὅτι τοῦτο ἐμοὶ πρέπει μάλιστα. «Τότε ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.» Τότε, πότε; Ὅτε τῷ Πέτρῳ ἐπετίμησε· θέλων γὰρ δεῖξαι ὅτι ἐσφάλη ὁ Πέτρος κωλύων αὐτὸν τοῦ παθεῖν, φησίν, ὅτι Σὺ ἐμὲ κωλύεις. Ἐγὼ δὲ λέγω σοι ὅτι οὐ μόνον τὸ ἐμὲ μὴ παθεῖν ἐπιβλαβές σοι, ἀλλ’ οὑδὲ σὺ σωθῆναι δυνήσῃ, ἐὰν μὴ καὶ αὐτὸς ἀποθάνῃς, ἀλλὰ καὶ εἴ τις ἄλλος, κἂν ἀνήρ, κἂν γυνή, κἂν πένης, κἂν πλούσιος. Θέλει δὲ εἶπεν, ἵνα δείξῃ ὅτι αὐτεξούσιον καὶ οὐκ ἀναγκαστὸν ἡ ἀρετή. Ὀπίσω δὲ ἀκολουθεῖ τοῦ Ἰησοῦ, οὐχ ὁ ὁμολογῶν αὐτὸν μόνον Υἱὸν Θεοῦ, ἀλλ’ ὁ καὶ διὰ πάντων τῶν δεινῶν ἐρχόμενος, καὶ τὰ αὐτὰ ὑφιστάμενος. Ἀπαρνησάσθω δὲ ἑαυτόν, εἶπε, τὴν τελείαν ἄρνησιν διὰ τῆς ἀπὸ προθέσεως σημαίνων. Οἷον, μὴ ἐχέτω τι κοινὸν πρὸς τὸ σῶμα, ἀλλὰ καταφρονείτω ἑαυτοῦ, ὥσπερ εἰώθαμεν λέγειν, Ὁ δεῖνα τὸν δεῖνα ἠρνήσατο, ἀντὶ τοῦ, Οὐκ ἔχει φίλον, οὐδὲ γνωστόν.

Οὕτως οὖν καὶ πᾶς ὀφείλει μηδεμίαν φιλίαν ἔχειν πρὸς τὸ σῶμα· ὥστε καὶ τὸν σταυρὸν αἴρειν, τουτέστι, θάνατον αἱρεῖσθαι, καὶ μετὰ σπουδῆς ἐπιζητεῖν καὶ θάνατον τὸν ἐπονείδιστον· τοιοῦτος γὰρ ὁ σταυρὸς παρὰ τοῖς παλαιοῖς.

Ἀλλά, Καὶ ἀκολουθείτω μοι, φησί. Πολλοὶ γὰρ σταυροῦνται λῃσταὶ καὶ κλέπται, ἀλλ’ οὐκ εἰσὶν ἐκεῖνοι μαθηταί μου· ἀκολουθείτω οὖν, τουτέστι, καὶ πᾶσαν τὴν ἄλλην ἀρετὴν ἐπιδεικνύσθω. Ἀπαρνεῖται δὲ ἑαυτὸν καὶ ὁ χθὲς μὲν ἀσελγαίνων, σήμερον δὲ σωφρονῶν.

Τοιοῦτος ἦν ὁ Παῦλος, ἀπαρνησάμενος ἑαυτὸν ἐν τῷ λέγειν, «Ζῶ δὲ οὐκ ἔτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Αἵρει δὲ τὸν σταυρόν, ὁ νεκρώσας καὶ σταυρώσας ἑαυτὸν τῷ κόσμῳ. «Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ’ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν.» Ἐπὶ μαρτύριον προτρέπεται ἡμᾶς. Εὑρίσκει μὲν οὖν τὴν ψυχὴν πρὸς τὸ παρόν, τουτέστι, σώζει, ὁ ἀρνούμενος, ὃς καὶ ἀπόλλυσιν ὕστερον· ἀπόλλυσι δὲ τὴν ψυχήν, ἀλλ’ ἕνεκεν τοῦ Χριστοῦ, ὃς μαρτυρήσει ὑπὲρ αὐτοῦ. Ὃς καὶ εὑρήσει αὐτὴν ἐν ἀφθαρσίᾳ καὶ ζωῇ αἰωνίᾳ. «Τί γὰρ ὠφελεῖται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.» Ἔστω, φησί, καθ’ ὑπόθεσιν, ὅτι τὸν κόσμον ὅλον ἐκέρδανας, ἀλλὰ τί τὸ ὄφελος, τῆς ψυχῆς κακῶς διακειμένης, τὸ σῶμα εὐπαθεῖν; ὥσπερ ἂν εἰ τῆς οἰκοδεσποίνης ῥάκια διεῤῥηγμένα φορούσης, αἱ θεραπαινίδες λαμπροφοροῖεν.

Οὐδὲ γὰρ ἐν τῷ μέλλοντι αἰῶνι δύναταί τις δοῦναι ἀντάλλαγμα ὑπὲρ τῆς ψυχῆς αὑτοῦ. Ἐνταῦθα μὲν γὰρ δύναται δοῦναι δάκρυα, στεναγμούς, ἐλεημοσύνην· ἐκεῖ δὲ οὔ. Ἀδωροδόκητος γὰρ κριτὴς διαδέξεται· κατὰ γὰρ τὰ ἔργα δικάζει ἑκάστῳ· ἀλλὰ καὶ φοβερός, ἐν τῇ δόξῃ γὰρ αὐτοῦ ἔρχεται καὶ μετὰ τῶν ἀγγέλων, καὶ οὐχὶ καταπεφρονημένος. «Ἀμὴν λέγω ὑμῖν, εἰσί τινες τῶν ὧδε ἑστώτων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.» Εἶπεν ὅτι μέλλει ἔρχεσθαι ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ. Ἵνα οὖν μὴ ἀπιστῶσιν ἐκεῖνοι, φησὶν ὅτι εἰσί τινες ἐνταῦθα, οἳ κατὰ τὸ ἐγχωροῦν ὄψονται ἐν τῇ μεταμορφώσει τὴν δόξαν τῆς δευτέρας παρουσίας· ἅμα δὲ καὶ δείκνυσιν ἐν ποίᾳ δόξῃ ἔσονται οἱ δι’ αὐτὸν παθόντες. Ὡς γὰρ ἐξήστραψεν ἡ σὰρξ αὐτοῦ τηνικαῦτα, οὕτω κατὰ ἀναλογίαν οἱ ἅγιοι τότε ἐκλάμψουσιν· αἰνίττεται δὲ ἐνταῦθα τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, οὓς παρέλαβεν εἰς τὸ ὄρος, καὶ ἔδειξεν αὐτοῖς τὴν βασιλείαν αὐτοῦ, τουτέστι, τὴν κατάστασιν τὴν μέλλουσαν, ἐν ᾗ ἐλεύσεται καὶ αὐτὸς καὶ οἱ δίκαιοι ἐκλάμψουσι. Λέγει τοίνυν ὅτι Τινὲς τῶν ἐνθάδε οὐ μὴ ἀποθάνωσιν, ἕως οὗ ἴδωσί [με] μεταμορφούμενον. Ὅρα δὲ ὅτι οἱ ἑστῶτες ἐν τῷ καλῷ καὶ βέβαιοι, ἐκεῖνοι βλέπουσι τὸν Ἰησοῦν ἐπὶ τὸ λαμπρότερον μεταμορφούμενον, καὶ προκόπτουσιν ἀεὶ ἐν τῇ πίστει καὶ ταῖς ἐντολαῖς.

ΚΕΦΑΛ ΙΖʹ. Περὶ τῆς μεταμορφώσεως τοῦ Χριστοῦ. Περὶ τοῦ σεληνιαζομένου. Περὶ τῶν αἰτούντων τὸ δίδραχμον. «Καὶ μεθ’ ἡμέρας ἕξ, παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον, καὶ Ἰάκωβον, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ.» Οὐκ ἔστιν ἐναντίον τοῦτο τῷ παρὰ τῷ Λουκᾷ ῥηθέντι, ὅτι, «Μετὰ δὲ τοὺς λόγους τούτους ἐγένοντο ὡσεὶ ἡμέραι ὀκτώ,» καὶ τὰ ἑξῆς· ὁ γὰρ Λουκᾶς καὶ τὴν πρώτην ἀριθμεῖ καὶ τὴν ὑστέραν, καθ’ ἣν ἀνέβησαν εἰς τὸ ὅρος. Ὁ δὲ Ματθαῖος, τὰς μέσας μόνας. Ἔλαβε δὲ τὸν μὲν Πέτρον, ὡς σφόδρα ἀγαπῶντα αὐτόν, τὸν δὲ Ἰωάννην, ὡς ἀγαπώμενον, τὸν δὲ Ἰάκωβον, ὡς καὶ αὐτὸν ζηλωτὴν ὄντα· καὶ δῆλον ὅτι ζῆλον εἶχεν, ἀπὸ τοῦ καὶ ὑποσχέσθαι τὸ ποτήριον πιεῖν, καὶ ἀπὸ τοῦ τὸν Ἡρώδη μαχαίρᾳ ἀνελεῖν αὐτὸν πρὸς ἀρέσκειαν τῶν Ἰουδαίων. «Καὶ ἀναφέρει αὐτοὺς εἰς ὅρος ὑψηλὸν κατ’ ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν. Καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς.» Εἰς ὅρος ὑψηλὸν ἀναφέρει αὐτούς, δεικνύων, ὅτι ἐὰν μή τις ὑψωθῇ, οὐκ ἄξιος γίνεται τοιούτων θεωριῶν. Κατ’ ἰδίαν δέ, διότι εἴωθεν ὁ Χριστὸς τὰς παραδοξοτέρας θαυματουργίας ἐν ἀποκρύφῳ ποιεῖν, ἵνα μὴ ὁρώμενος τοῖς πολλοῖς ὡς Θεός, κατὰ φαντασίαν ἄνθρωπος νομισθῇ. Μεταμόρφωσιν δὲ ἀκούων, μὴ νόμιζε, ὅτι τὸ σῶμα ἀπέβαλε τότε, ἀλλὰ μένοντος τοῦ σώματος ἐπὶ τοῦ σχήματος· πρόσωπον γὰρ αὐτοῦ ἀκούεις καὶ ἱμάτια.

Λαμπρότερος ἐφαίνετο, τῆς θεότητος παραδειξάσης μικρόν τι τὰς ἀκτῖνας αὐτῆς, καὶ τοῦτο ὡς ἠδύναντο ἰδεῖν· διὰ τοῦτο γὰρ καὶ βασιλείαν τοῦ Θεοῦ ἀνωτέρω εἴρηκε τὴν μεταμόρφωσιν, ὡς ἐκφήνασαν τῆς ἐξουσίας τὸ ἄφατον, καὶ ὅτι γνήσιός ἐστιν Υἱὸς τοῦ Πατρὸς δείξασαν, καὶ ὡς τῆς δευτέρας παρουσίας τὸ ἀξίωμα φέρουσαν, διὰ τὴν ἄῤῥητον λαμπρότητα τοῦ προσώπου τοῦ Ἰησοῦ. «Καὶ ἰδοὺ ὤφθησαν αὑτοῖς Μωσῆς καὶ Ἠλίας, μετ’ αὐτοῦ συλλαλοῦντες.» Τί συνελάλουν; Τὴν ἔξοδον, φησὶν ὁ Λουκᾶς, ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ, τουτέστι, τὸν σταυρόν. Διατί δὲ Μωσῆς καὶ Ἠλίας ὤφθησαν; Ἵνα δειχθῇ ὅτι καὶ νόμου καὶ προφητῶν αὑτός ἐστι Κύριος, καὶ ὅτι ζώντων καὶ νεκρῶν· Ἠλίας μὲν γὰρ προφήτης, καὶ ζῇ ἔτι· Μωσῆς δὲ νομοθέτης, καὶ τέθνηκεν· ἀλλὰ καὶ ἵνα φανῇ ὅτι οὐκ ἐναντίος ἐστὶ τῷ νόμῳ οὐδ’ ἀντίθεος. Οὐκ ἂν γὰρ ὁ Μωσῆς συνελάλει τῷ ἐναντιουμένῳ τοῖς αὑτοῦ, οὐδ’ ἂν Ἠλίας ὁ ζηλωτὴς ἠνείχετο αὐτοῦ, ἀντιθέου ὄντος· ἔτι δέ, ἵνα λύσῃ τὴν ὑπόνοιαν τῶν λεγόντων αὐτὸν Ἠλίαν ἢ ἕνα τῶν προφητῶν. Πόθεν δὲ ἔγνων οἱ μαθηταὶ ὅτι Μωσῆς καὶ Ἠλίας ἦσαν; οὐ γὰρ δὴ ἀπὸ εἰκόνων, ἐπεὶ εἰκόνας ἀνθρώπων ποιεῖν τότε ἀσεβὲς ἐδόκει.

Ἔοικεν οὖν ὅτι ἀπὸ τῶν λόγων ὧν ἔλεγον ἐπέγνων αὐτούς· τυχὸν γὰρ ὁ μὲν Μωσῆς ἔλεγεν· Σὺ εἷ οὗ προετύπωσα ἐγὼ τὸ πάθος, σφάξας τὸν ἀμνὸν καὶ τὸ Πάσχα τελέσας· Ἠλίας δέ· Σὺ εἶ οὗ τὴν ἀνάστασιν προετύπωσα ἐν τῷ τῆς χήρας υἱῷ, καὶ τοιαῦτά τινα. Δεικνύων οὖν τούτους τοῖς μαθηταῖς, διδάσκει αὐτοὺς τούτους μιμεῖσθαι, καὶ κατὰ Μωσῆν μὲν πράους εἶναι καὶ δημαγωγικούς· κατὰ δὲ Ἠλίαν, ζηλωτὰς καὶ ἀκαμπεῖς ὅτε καιρός, καὶ κινδυνευτικούς, ὥσπερ οὗτοι ὑπὲρ τῆς ἀληθείας. «Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν, καὶ Μωσῇ μίαν, καὶ μίαν Ἠλίᾳ.» Ὁ Πέτρος βουλόμενος τὴ παθεῖν τὸν Χριστόν, διὰ τὴν πολλὴν ἀγάπην, φησὶν ὅτι Καλόν ἐστιν ἐνταῦθα μένειν, καὶ μὴ κατελθεῖν καὶ φονευθῆναι.

Εἰ γὰρ καὶ ἔλθοι τις ἐνταῦθα, ἔχομεν καὶ Μωσῆν καὶ Ἠλίαν συνεργήσοντας ἡμῖν. Μωσῆς μὲν γὰρ τοὺς Αἰγυπτίους κατηγωνίσατο, Ἠλίας δὲ πῦρ κατήγαγεν ἐκ τοῦ οὐρανοῦ· ὥστε καὶ κατὰ τῶν ἐλευσομένων ἐνταῦθα ἐχθρῶν, τοιοῦτοι ἔσονται.

Ταῦτα δὲ ἐκ πολλῆς δειλίας ἐλάλει, ὡς ὁ Λουκᾶς φησι, μὴ εἰδὼς ὃ λέγει. Τὸ γὰρ ἄηθες ἐξέπληξεν αὐτόν, ἢ οὐκ ᾔδει τῷ ὄντι τί ἐλάλει, θέλων τὸν Ἰησοῦν μένειν ἐν τῷ ὄρει, καὶ μὴ κατελθεῖν καὶ παθεῖν ὑπὲρ ἡμῶν. Φοβούμενος δὲ μὴ αὐθάδης δόξῃ, φησὶ τό· Εἰ θέλεις. «Ἔτι αὐτοῦ λαλοῦντος, ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης, λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε.» Σὺ μέν, ὦ Πέτρε, σκηνὰς ζητεῖς χειροποιήτους γενέσθαι· ὁ δὲ Πατήρ, ἄλλην σκηνὴν ἀχειροποίητον τὴν νεφέλην περιστήσας, δεικνύει ὅτι ὥσπερ αὐτὸς ἐν νεφέλῃ ἐφαίνετο τοῖς παλαιοῖς Θεὸς ὤν, οὕτω καὶ ὁ αὐτοῦ Υἱός.

Φωτεινὴ δὲ ἡ νεφέλη ἐνταῦθα, οὐ γνοφώδης ὡς ἐν τῇ παλαιᾷ, διότι οὐκ ἐκφοβῆσαι ἠβούλετο, ἀλλὰ διδάξαι. Ἐκ τῆς νεφέλης δὲ ἡ φωνή, ἵνα δείξῃ ὅτι ἐκ τοῦ Θεοῦ ἦν. Τὸ δὲ Ἐν ᾧ εὐδόκησα, ἀντὶ τοῦ, ᾧ ἐπαναπαύομαι καὶ ἀρέσκομαι. Διδάσκει δὲ ὅτι Αὐτοῦ ἀκούετε, κἂν σταυρωθῆναι θέλῃ, μὴ ἐναντιοῦσθε αὐτῷ. «Καὶ ἀκούσαντες οἱ μαθηταί, ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν, καὶ ἐφοβήθησαν σφόδρα, καὶ προσελθὼν ὁ Ἰησοῦς, ἥψατο αὐτῶν, καὶ εἶπεν· Ἐγέρθητε καὶ μὴ φοβεῖσθε. Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν, οὐδένα εἶδον, εἰ μὴ τὸν Ἰησοῦν μόνον.» Μὴ ἐνεγκόντες τὴν λαμπηδόνα τοῦ νέφους οἱ μαθηταί, μηδὲ τὴν φωνήν, ἔπεσον χαμαί· ἦσαν δὲ καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ὕπνῳ βεβαρημένοι· ὕπνον δὲ λέγει τὴν πολλὴν κάρωσιν τὴν ἀπὸ τῆς ὄψεως· ἵνα δὲ μὴ ἐπὶ πολὺ ὁ φόβος παραμένων ἐκβάλῃ τὴν μνήμην τῶν ὁραθέντων, ἐγείρει αὐτοὺς καὶ θαῤῥύνει, καὶ μόνος αὐτὸς εὑρίσκεται, ἵνα μὴ νομίσῃς ὅτι περὶ Μωσέως ἢ Ἠλιοὺ ἦν ἡ φωνή, ἀλλὰ περὶ αὐτοῦ· αὐτὸς γάρ ἐστιν ὁ Υἱός. «Καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὅρους, ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς, λέγων· Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.» Διὰ ταπεινοφροσύνην παραγγέλλει μηδενὶ εἰπεῖν, καὶ ἅμα ἵνα μὴ σκανδαλισθῶσιν οἱ ἀκούοντες τοιαῦτα, ὕστερον σταυρούμενον βλέποντες αὐτόν.

Ἐνόμισαν γὰρ ἂν αὐτὸν πλάνον εἶναι, κατὰ φαντασίαν ποιήσαντα τὰ θεοπρεπῆ. Σὺ δὲ μάθε, ὅτι μετὰ ἒξ ἡμέρας, τουτέστι, μετὰ τὸν κόσμον τὸν ἐν ἓξ ἡμέραις δημιουργηθέντα, ἡ τοῦ Θεοῦ θεωρία· ἐὰν γὰρ οὐχ ὑπερβῇς τὸν κόσμον, καὶ ὑψωθῇς ἐν τῷ ὄρει, οὐ μὴ ἴδῃς λαμπρά, οὔτε τὸ πρόσωπον τοῦ Ἰησοῦ, τὴν θεότητα λέγω, οὔτε τὰ ἱμάτια, τὴν σάρκα· ἴδοις δὲ τότε καὶ Μωσῆν καὶ Ἠλίαν συλλαλοῦντας τῷ Ἰησοῦ· ὁ γὰρ νόμος καὶ οἱ προφῆται καὶ ὁ Ἰησοῦς ἓν λαλοῦσι καὶ συμφωνοῦσιν. Ἀλλὰ καὶ ὅταν εὕρῃς τινὰ ἑρμηνεύοντα τὸ τῆς Γραφῆς νόημα λαμπρῶς, γίνωσκε τοῦτον τὸ πρόσωπον τοῦ Ἰησοῦ λαμπρῶς βλέπειν· εἰ δὲ καὶ τὰς λέξεις διασαφεῖ καὶ λαμπρύνει, οὗτος καὶ τὰ ἱμάτια τοῦ Ἰησοῦ λευκὰ βλέπει· ἱμάτια γὰρ τῶν νοημάτων αἱ λέξεις.

Ἀλλὰ μὴ εἴπῃς κατὰ Πέτρον, «Καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι·» ἀεὶ γὰρ προκόπτειν δεῖ καὶ οὐ καταμένειν ἐν ἑνὶ βαθμῷ ἀρετῆς καὶ θεωρίας, ἀλλὰ καὶ ἀλλαχοῦ μεταβαίνειν. «Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες·

Τί οὖν οἱ Γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;» Ἀπατῶντες τὸν λαὸν οἱ Γραμματεῖς ἔλεγον ὅτι οὐκ ἦν αὐτὸς ὁ Χριστός· εἰ γὰρ ἦν, Ἠλίας ἂν ἤρχετο πρῶτον, ἀγνοοῦντες ὅτι δύο τοῦ Χριστοῦ παρουσίαι, ὧν τῆς μὲν πρώτης πρόδρομος ὁ Ἰωάννης, τῆς δὲ δευτέρας, ὁ Ἠλίας. Ὅπερ οὖν καὶ ὁ Χριστὸς ἑρμηνεύει τοῖς μαθηταῖς. Ἄκουε γάρ. «Ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ἠλίας μὲν ἔρχεται πρῶτον, καὶ ἀποκαταστήσει πάντα.

Λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθε, καὶ οὐκ ἐπέγνωσαν αὐτόν, ἀλλ’ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν. Οὕτω καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ’ αὑτῶν. Τότε συνῆκαν οἱ μαθηταί, ὅτι περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ εἶπεν αὐτοῖς.» Ἐν τῷ εἰπεῖν ὅτι Ἠλίας μὲν ἔρχεται, δεικνύει ὅτι οὔπω ἦλθεν, ἐλεύσεται δὲ πρόδρομος τῆς δευτέρας ἐλεύσεως, καὶ ἀποκαταστήσει πρὸς τὴν πίστιν τοῦ Χριστοῦ πάντας τοὺς εὑρεθησομένους πειθηνίους Ἑβραίους, ὥσπερ εἰς πατρῷον κλῆρον ἀποκαθιστῶν αὐτοὺς ἐκπεσόντας· ἐν δὲ τῷ εἰπεῖν ὅτι Ἠλίας ἤδη ἧλθε, τὸν Πρόδρομον Ἰωάννην φησίν. Ἐποίησαν δὲ ἐν αὑτῷ ὅσα καὶ ἠθέλησαν φονεύσαντες αὐτόν· δι’ ὧν γὰρ συνεχώρησαν τῷ Ἡρώδῃ φονεῦσαι, δυνάμενοι κωλύειν, ἐκεῖνοι ἐφόνευσαν. Τότε τοίνυν ὀξύτεροι γενόμενοι οἱ μαθηταὶ συνῆκαν, ὅτι τὸν Ἰωάννην Ἠλίαν ἐκάλεσε, διὰ τὸ πρόδρομον γενέσθαι τοῦτον τῆς πρώτης, ὡς ἐκεῖνος ἔσται τῆς δευτέρας ἐλεύσεως. «Καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτόν, καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει. Πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ, καὶ πολλάκις εἰς τὸ ὕδωρ.»

Σφόδρα ἄπιστος οὗτος ὁ ἄνθρωπος φαίνεται εἶναι, ἐξ ὧν τε εἶπε πρὸς αὐτὸν ὁ Χριστός, Ὦ γενεὰ ἄπιστος, καὶ ὅτι κατηγορεῖ αὐτὸς τῶν μαθητῶν· οὐχ ἡ σελήνη δὲ αἰτία, ἀλλ’ ὁ δαίμων ἐπετήρει τὴν σελήνην πλήρη οὖσαν, καὶ τότε ἐπετίθετο, ἵνα βλασφημηθῶσι τὰ ἔργα τοῦ Θεοῦ ὡς κακοποιά.

Σὺ δὲ νόει καὶ ὅτι πᾶς ἄφρων ὡς σελήνη ἀλλοιοῦται, κατὰ τὸ γεγραμμένον, ποτὲ μὲν μέγας φαινόμενος κατ’ ἀρετήν, ποτὲ δὲ ἐλαττούμενος καὶ ἀφανιζόμενος· οὗτος οὖν σεληνιάζεται καὶ καταπίπτει, καὶ εἰς πῦρ, τὸ τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας, καὶ εἰς ὕδωρ, τὰ κύματα τοῦ πολυφρόντιδος βίου· ἐν ᾧ ὁ λευϊαθὰν διάβολος, τουτέστιν ὁ βασιλεύων ἐν τοῖς ὕδασιν· ἢ οὐχὶ κύματα ἀλλεπάλληλα αἱ τῶν πλουσίων φροντίδες; «Καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς, εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι μεθ’ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε· καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ’ αὐτοῦ τὸ δαιμόνιον, καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.» Ὁρᾷς τὸν ἄνθρωπον τὸ ἑαυτοῦ πταῖσμα τῆς ἀπιστίας τοῖς μαθηταῖς ἀνατιθέντα, ὡς ἀσθενήσασι περὶ τὴν ἴασιν· ὁ τοίνυν Κύριος καταισχύνων αὐτόν, ἐπεὶ κατηγόρει τῶν μαθητῶν, φησίν· Ὦ γενεὰ ἄπιστος· τουτέστιν, Οὐ τῆς ἐκείνων ἀσθενείας τοσοῦτον τὸ πταῖσμα, ὅσον τῆς σῆς ἀπιστίας· πολλὴ γὰρ οὖσα, ἐνίκησε τὴν ἐκείνων σύμμετρον δύναμιν· τῷ δὲ ἀνθρώπῳ ὀνειδίζων, πᾶσι κοινῶς ὀνειδίζει ὡς ἀπιστοῦσι, καὶ τοῖς περιεστῶσιν· ἐν δὲ τῷ εἰπεῖν, Ἕως πότε ἔσομαι μεθ’ ὑμῶν; δείκνυσι ἐπιποθεῖν τὸ ἐπὶ τῷ σταυρῷ πάθος, καὶ τὴν ἀπ’ αὐτῶν ἀναχώρησιν.

Ἕως πότε γὰρ συνδιαιτῶμαι τοῖς ὑβρισταῖς καὶ ἀπίστοις; Ἐπετίμησε δὲ αὐτῷ ὁ Ἰησοῦς, τίνι; Τῷ σεληνιαζομένῳ· ἐκ τούτου γοῦν φαίνεται ὅτι ἄπιστος ὢν καὶ αὐτός, τοῦ δαίμονος ἑαυτῷ πρόξενος ἐγένετο διὰ τὴν ἀπιστίαν. «Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ’ ἰδίαν, εἶπον· Διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Διὰ τὴν ἀπιστίαν ὑμῶν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν· τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.» Ἐφοβήθησαν οἱ ἀπόστολοι μήποτε ἀπώλεσαν τὴν δοθεῖσαν αὐτοῖς κατὰ τῶν δαιμόνων χάριν· διὰ τοῦτο κατ’ ἰδίαν ἐρωτῶσιν ἀγωνιῶντες· ὁ δὲ Κύριος ὡς ἀτελεστέροις ὀνειδίζων αὐτοῖς, φησίν, ὅτι διὰ τὴν ἀπιστίαν ὑμῶν· ἐὰν γὰρ θερμὴν καὶ ζέουσαν εἴχετε πίστιν, κἂν μικρὰ ἐδόκει, κατωρθώσατε ἂν τὰ μεγάλα· ποῦ δὲ ὅρη μετέστησαν οἱ ἀπόστολοι, οὐδαμοῦ μὲν γέγραπται, πλὴν εἰκὸς ἦν μεταστῆσαι, καὶ μὴ γραφῆναι.

Οὐ γὰρ πάντα ἐγράφησαν· ἄλλως τε, οὐκ ἀπῄτησε καιρός, καὶ διὰ τοῦτο οὐ μετέστησαν, ἄλλα δὲ μείζονα ἐποίησαν. Ὅρα γοῦν καὶ τὸν Κύριον τί ἔφη· «Ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι,» τουτέστιν, Ὅταν εἴπητε, τότε μεταβήσεται· οὐκ εἶπον οὖν οἱ ἀπόστολοι, ὡς μὴ καιροῦ καλοῦντος μηδὲ ἀνάγκης, καὶ διὰ τοῦτο οὐ μετέβησαν ὅρη· ὡς εἴγε εἶπον, μετέβησαν ἄν. Τοῦτο δὲ τὸ γένος, τὸ τῶν δαιμόνων, διὰ προσευχῆς καὶ νηστείας ἐκβάλλεται. Δεῖ γὰρ καὶ αὐτοὺς ἐκείνους μάλιστα τοὺς δαιμονῶντας νηστεύειν, καὶ τοὺς μέλλοντας αὐτοὺς θεραπεύειν· τότε δὲ ἡ προσευχή, ὅταν οὐ μετὰ μέθης, ἀλλὰ μετὰ νηστείας γίνηται· νόει δὲ καὶ ὅτι πᾶσα ἡ πίστις, κόκκος σινάπεως, εὐτελὴς μὲν νομιζομένη διὰ τὴν μωρίαν τοῦ κηρύγματος· πλὴν ἐὰν τύχῃ γῆς ἀγαθῆς, εἰς δένδρον αὐξανομένη, ἐν ᾧ τὰ πετεινὰ τοῦ οὐρανοῦ, οἱ ἀνωτάτω πετόμενοι λογισμοί, κατασκηνοῦσιν.

Ὅστις οὖν ἔχει πᾶσαν τὴν πίστιν, ἐκεῖνος δύναται εἰπεῖν τῷ ὄρει τούτῳ, Μετάβηθι, τουτέστι τῷ δαίμονι· ἐδείκνυε γὰρ τὸ ἐξελθὸν δαιμόνιον. «Ἀναστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ, εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται· καὶ ἐλυπήθησαν σφόδρα.» Συνεχῶς προλέγει περὶ τοῦ πάθους, ἵνα μὴ ἀκουσίως παθεῖν νομισθῇ, καὶ ἅμα ἵνα γυμνάσῃ αὐτούς, καὶ μὴ τῷ ἀπροσδοκήτῳ ταραχθῶσιν ὅταν γένηται· ἐπισυνάπτει δὲ τοῖς λυπηροῖς καὶ τὸ εὐφρόσυνον, τό, Ἀναστήσεται. «Ἐλθόντων δὲ αὐτῶν εἰς Καπερναούμ, προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ, καὶ εἶπον·

Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; Λέγει, Ναί.» Ὁ Θεὸς ἀντὶ τῶν πρωτοτόκων τῶν Ἑβραίων, ἠθέλησεν ἀφιερωθῆναι αὐτῷ τὴν τοῦ Λευῒ φυλήν. Εὑρέθη δὲ ἀριθμηθεῖσα ἡ τοῦ Λευῒ φυλή, δύο καὶ εἴκοσι χιλιάδες· τὰ δὲ πρωτότοκα, χιλιάδες εἰκοσιδύο καὶ διακόσια ἑβδομήκοντα καὶ τρία· ἀντὶ τούτων οὖν τῶν ἐπέκεινα τῆς τοῦ Λευῒ φυλῆς ὄντων πρωτοτόκων, ὥρισεν ὁ Θεὸς δοθῆναι δίδραχμον τοῖς ἱερεῦσιν.

Ἔκτοτε οὖν γέγονε ἔθος, ἁπλῶς πάντας τοὺς πρωτοτόκους τελεῖν τὸ δίδραχμον, ὅ ἐστι πέντε σίκλοι, ἤγουν διακόσιοι ὀβολοί. Ἐπεὶ οὖν καὶ ὁ Κύριος πρωτότοκος ἦν, ἐτέλει καὶ αὐτός· αἰδούμενοι δὲ ἴσως τὸν Χριστὸν διὰ τὰς θαυματουργίας, οὐκ ἐκεῖνον ἐρωτῶσιν, ἀλλὰ τὸν Πέτρον, ἢ μᾶλλον πανούργως, ὡσανεὶ λέγοντες τοιαῦτα, Ὁ ἀντίθετος τῷ νόμῳ διδάσκαλος ὑμῶν, ἆρα κατεδέξατο τελεῖν τὰ δίδραχμα; «Καὶ ὅτε εἰσῆλθεν εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς, λέγων· Τί σοι δοκεῖ, Σίμων; Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων;

Λέγει αὐτῷ ὁ Πέτρος· Ἀπὸ τῶν ἀλλοτρίων. Ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί.» Ὡς Θεός, καίτοι μὴ ἀκούσας, ᾔδει τί διελέχθησαν ἐκεῖνοι πρὸς τὸν Πέτρον· διὸ καὶ προφθάνει αὐτόν, λέγων· Εἰ οἱ βασιλεῖς τῆς γῆς οὐ λαμβάνουσι φόρον ἀπὸ τῶν υἱῶν αὐτῶν, ἀλλ’ ἀπὸ τῶν ἀλλοτρίων, πῶς ὁ ἐπουράνιος Βασιλεὺς ἀπ’ ἐμοῦ τοῦ Υἱοῦ αὐτοῦ λήψεται τὸ δίδραχμον;

Τοῦτο γάρ, (ὡς ἔφην ἄνω) τοῖς ἱερεῦσι καὶ τῷ ναῷ προσήγετο. Εἰ οὖν ἐλεύθεροί εἰσιν οἱ υἱοὶ τῶν κάτω βασιλέων, τουτέστι μηδὲν τελοῦντες, πόσῳ μᾶλλον ἐγώ! «Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς τὴν θάλασσαν βάλε ἄγκιστρον, καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβών, δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.» Ἵνα, φησί, μὴ λογισθῶμεν ὑπερόπται καὶ καταφρονηταὶ τοῦ νόμου, καὶ σκανδαλίσωμεν, δὸς τὸ τέλος· οὐ γὰρ ὡς ὀφείλων δίδωμι, ἀλλ’ ὡς τὴν ἐκείνων ἀσθένειαν διορθούμενος. Μανθάνομεν γὰρ ἐντεῦθεν, ὅτι οὐ δεῖ σκανδαλίζειν, ἔνθα μὴ βλαπτόμεθα· ἔνθα γὰρ βλαπτόμεθα ἀπὸ ἔργου τινός, οὐ δεῖ φροντίζειν τῶν ἀλόγως σκανδαλιζομένων.

Ἵνα τοίνυν δείξῃ, ὅτι Θεός ἐστι, καὶ τῆς θαλάσσης κρατῶν, ἀπέστειλε τὸν Πέτρον ἄξοντα τὸν στατῆρα ἐκ τοῦ ἰχθύος· ἄμα δὲ καὶ μυστήριόν τι μανθάνομεν· ἡ ἡμετέρα γὰρ φύσις ἐστὶν ὁ ἰχθύς, ἐν βυθῷ ἀπιστίας βαπτισθεῖσα, ἀλλ’ ὁ ἀποστολικὸς λόγος ἀνείλκυσεν ἡμᾶς, καὶ ἐν τῷ στόματι ἡμῶν εὖρε τὸν στατῆρα, τὰ λόγια τοῦ Κυρίου, καὶ τὴν ὁμολογίαν τοῦ Χριστοῦ· ὁ γὰρ ὁμολογῶν τὸν Χριστόν, ἐκεῖνος ἔχει τὸν στατῆρα ἐν τῷ στόματι, στατῆρα δύο δίδραχμα ἕλκοντα. Ἐπεὶ καὶ ὁ Χριστὸς δύο φύσεις ἔχει, Θεὸς καὶ ἄνθρωπος ὤν. Οὗτος οὖν ὁ στατὴρ ὁ Χριστός, ἐδόθη ὑπὲρ δύο, ὑπὲρ Ἰουδαίων καὶ ἐθνικῶν, καὶ ὑπὲρ δικαίων καὶ ἁμαρτωλῶν· ὅταν δὲ καί τινα ἴδῃς φιλάργυρον, οὐδὲν ἄλλο ἔχοντα διὰ στόματος εἰ μὴ χρυσίον καὶ ἀργύριον, τοῦτον γίνωσκε εἶναι ἰχθύν, ἐν τῇ θαλάσσῃ τοῦ βίου νηχόμενον· ἐὰν δὲ εὑρεθῇ τις διδάσκαλος κατὰ Πέτρον, ἀγκιστρεύει τοῦτον, καὶ ἐκβάλλει ἀπὸ τοῦ στόματος αὐτοῦ τὸ χρυσίον καὶ τὸ ἀργύριον. Στατῆρα δέ τινες νομίζουσι λίθον πολύτιμον εὑρισκόμενον κατὰ Συρίαν· οἱ δέ, ἐξάγιον, τέταρτον νομίσματος.

ΚΕΦΑΛ. ΙΗʹ. Περὶ τῶν λεγόντων· Τίς μείζων; Περὶ τοῦ μὴ σκανδαλίζειν. Περὶ τῶν ρʹ προβάτων παραβολή. Περὶ τῆς ἐλέγξεως τοῦ πλησίον. Περὶ τῆς δυνάμεως τοῦ δεσμεῖν καὶ λύειν. Περὶ τοῦ ὀφείλοντος μύρια τάλαντα. «Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντες· Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν;» Ἐπειδὴ εἶδον τὸν Πέτρον τιμηθέντα ὑπὸ τοῦ Χριστοῦ (ἐτιμήθη γὰρ οὗτος προσταχθεὶς τὸν στατῆρα δοῦναι ὑπὲρ Χριστοῦ καὶ ὑπὲρ ἑαυτοῦ), διὰ τοῦτο ἔπαθόν τι ἀνθρώπινον, καὶ φθόνῳ δακνόμενοι προσέρχονται πλαγίως ἐρωτῶντες τὸν Κύριον· Τίς μείζων ἐστίν; «Καὶ προσκαλεσάμενος ὁ Ἰησοῦς παιδίον, ἕστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ εἶπεν· Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.» Ἰδὼν τοὺς μαθητὰς ὁ Κύριος φιλοδοξίας πάθει κρατηθέντας, καταστέλλει αὐτούς, δεικνύων αὐτοῖς διὰ τοῦ ἀτύφου παιδίου ταπεινοφροσύνης ὁδόν. Δεῖ γὰρ ἡμᾶς κατὰ τὸ ταπεινὸν τοῦ φρονήματος εἶναι παιδία, οὐχὶ κατὰ τὸ νηπιῶδες τοῦ λογισμοῦ· καὶ κατὰ τὸ ἄκακον, οὐχὶ κατὰ τὸ ἀνόητον. Τὸ δέ, Ἐὰν μὴ ἐπιστραφῆτε, εἰπών, ἔδειξεν, ὅτι ἀπὸ ταπεινοφροσύνης ἦλθον εἰς φιλοδοξίαν. Δεῖ οὖν στραφῆναι πάλιν ἐκεῖσε, τουτέστιν, εἰς τὴν ταπεινοφροσύνην, ἀφ’ ἧς ἐξήλθετε. «

Καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἓν ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· ὃς δ’ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ, ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.» Οὐ μόνον, φησί, δεῖ ὑμᾶς ταπεινοφρονεῖν, ἀλλὰ κἂν ἑτέρους ταπεινοφρονοῦντας τιμήσητε δι’ ἐμέ, μισθὸν λήψεσθε· ἐμὲ γὰρ δέχεσθε, ὅταν τὰ παιδία, τουτέστι τοὺς ταπεινόφρονας δέχησθε.

Εἶτα καὶ ἀπὸ τοῦ ἐναντίου φησίν, ὅτι «Ὃς δ’ ἂν σκανδαλίσῃ.» τουτέστιν ὑβρίσῃ, «ἕνα τῶν μικρῶν τούτων,» τουτέστι τῶν ἑαυτοὺς σμικρυνόντων καὶ ταπεινούντων, καίτοιγε μεγάλων ὄντων, «συμφέρει αὐτῷ ἵνα μύλος ὀνικὸς κρεμασθῇ εἰς τὸν τράχηλον αὐτοῦ.» Αἰσθητὴν γὰρ κόλασιν εἰς τὸ μέσον παράγει, βουλόμενος δεῖξαι, ὅτι πολλὴν ὑποστήσονται τιμωρίαν οἱ τοὺς ἐν Χριστῷ ταπεινοὺς ὑβρίζοντες καὶ σκανδαλίζοντες. Σὺ δὲ νόει, ὅτι κἂν τὸν κατὰ ἀλήθειαν μικρόν, τουτέστι τὸν ἀσθενῆ, σκανδαλίσῃ τις, καὶ μὴ πάντα τρόπον ἀναβαστάσῃ, τιμωρηθήσεται.

Ὁ μὲν γὰρ μέγας οὐκ εὐσκανδάλιστος, ὁ δὲ μικρός. «Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων! ἀνάγκη γάρ ἐστιν ἐλθεῖν τὰ σκάνδαλα· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ τὸ σκάνδαλον ἔρχεται!» Θρηνεῖ ὡς φιλάνθρωπος τὸν κόσμον, ὡς μέλλοντα βλαβῆναι ἀπὸ τῶν σκανδάλων· ἀλλ’ εἴποι τις ἄν· Καὶ τί δεῖ θρηνεῖν, δέον βοηθῆσαι καὶ χεῖρα ὀρέξαι; Ἐροῦμεν οὖν, ὅτι καὶ τοῦτο αὐτὸ βοηθείας ἐστί, τὸ θρηνεῖν τινα. Πολλάκις γὰρ οὓς παραίνεσις ἡμετέρα οὐκ ὠφέλησε, τούτους ὠφελοῦμεν, ὅταν ἐπ’ αὐτοὺς θρηνήσωμεν, εἰς αἴσθησιν ἐρχομένους. Καὶ εἰ ἀνάγκη, φησίν, ἐλθεῖν τὰ σκάνδαλα, πῶς φευξόμεθα ταῦτα; Ἀνάγκη μὲν ἐλθεῖν, ἀλλ’ οὐκ ἀνάγκη ἀπολέσθαι.

Ἔστι γὰρ ἀντιτάξασθαι τοῖς σκανδάλοις· σκάνδαλα δὲ νόει τοὺς ἐμποδίζοντας πρὸς τὰ καλά. Κόσμον δὲ τοὺς κάτω ἀνθρώπους καὶ χαμερπεῖς, οἳ καὶ εὐκόλως ἐμποδίζονται. «Εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον αὐτόν, καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ κυλλόν, ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον· καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτόν, καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστι μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός.» Χεῖρα καὶ πόδα καὶ ὀφθαλμὸν τοὺς φίλους νόει, οὓς ἐν τάξει μελῶν ἔχομεν· κἂν οὖν τοιοῦτοί τινες ὦσιν οἱ βλάπτοντες ἡμᾶς, τουτέστιν οἰκιακοὶ φίλοι, δεῖ καταφρονεῖν αὐτῶν ὡς σεσηπότων μελῶν, καὶ ἐκκόπτειν, ἵνα μὴ καὶ ἄλλους βλάψωσιν. Ὥστε ἐκ τούτων δῆλον, ὅτι εἰ καὶ ἀνάγκη ἐλθεῖν τὰ σκάνδαλα, τουτέστι τοὺς βλάπτοντας, ἀλλ’ οὐκ ἀνάγκη ἡμᾶς βλαβῆναι. Ἐὰν γὰρ ποιήσωμεν ὡς εἶπεν ὁ Κύριος, καὶ ἐκκόψωμεν ἀφ’ ἡμῶν τοὺς βλάπτοντας ἡμᾶς, κἂν φίλοι ὦσιν, οὐ βλαβησόμεθα. «Ὁρᾶτε μὴ καταφρονήσητε ἐνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς· ἦλθε γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός.»

Παραγγέλλει μὴ ἐξουδενεῖν τοὺς νομιζομένους μικρούς, τουτέστι τοὺς πτωχοὺς τῷ πνεύματι, τοὺς μεγάλους παρὰ τῷ Θεῷ.

Τοσοῦτον γάρ, φησίν, ἀγαπῶνται ὑπὸ τοῦ Θεοῦ, ὡς ἀγγέλους ἔχειν ἐπιστάτας πρὸς τὸ μὴ βλαβῆναι ὑπὸ δαιμόνων. Ἕκαστος γὰρ τῶν πιστῶν, μᾶλλον δὲ καὶ πάντες οἱ ἄνθρωποι ἀγγέλους ἔχομεν. Τῶν δὲ μικρῶν καὶ ταπεινῶν ἐν Χριστῷ οἱ ἄγγελοι τοσοῦτόν εἰσιν οἰκεῖοι τῷ Θεῷ, ὥστε τὸ πρόσωπον αὐτοῦ διὰ παντὸς ὁρῶσιν, ἔμπροσθεν αὐτοῦ ἱστάμενοι. Φαίνεται δὲ ἐκ τούτου, ὅτι εἰ καὶ πάντες ἀγγέλους ἔχομεν, ἀλλ’ οἱ τῶν ἁμαρτωλῶν ἄγγελοι ὥσπερ αἰσχυνόμενοι διὰ τὸ ἡμῶν ἀπαῤῥησίαστον, οὐδὲ αὐτοὶ ἔχουσι παῤῥησίαν ὁρᾷν τὸ πρόσωπον τοῦ Θεοῦ, καὶ δέεσθαι τάχα ὑπὲρ ἡμῶν· οἱ δὲ τῶν ταπεινοφρονούντων, οὗτοι ὁρῶσι τὸ θεῖον πρόσωπον, διὰ τὸ ἔχειν παῤῥησίαν. Καὶ τί λέγω, φησίν, ὅτι ἀγγέλους ἔχουσιν οἱ τοιοῦτοι; Ἐγὼ διὰ τοῦτο ἦλθον ἵνα σώσω τὸ ἀπολωλός, καὶ τοὺς παρὰ τοῖς πολλοῖς νομιζομένους οὐδαμινοὺς οἰκειώσωμαι. «Τί ὑμῖν δοκεῖ; Ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα, καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφεὶς τὰ ἐννενηκονταεννέα ἐπὶ τὰ ὅρη, πορευθεὶς ζητεῖ τὸ πλανώμενον; Καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν, ὅτι χαίρει ἐπ’ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐννενηκονταεννέα τοῖς μὴ πεπλανημένοις. Οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων.» Τίνι ἀνθρώπῳ ἐγένοντο ἑκατὸν πρόβατα; Τῷ Χριστῷ.

Πᾶσα γὰρ ἡ λογικὴ κτίσις, ἄγγελοί τε καὶ ἄνθρωποι, τὰ ἑκατόν εἰσι πρόβατα· ὧν ποιμὴν ὁ Χριστός, οὐ πρόβατον. Οὐ γάρ ἐστι κτίσμα, ἀλλ’ Υἱὸς Θεοῦ. Οὗτος οὖν ἀφῆκε τὰ ἐννενηκονταεννέα ἐν τῷ οὐρανῷ· μορφὴν δὲ δούλου λαβών, ἦλθε ζητῆσαι τὸ ἓν πρόβατον, ὅ ἐστιν ἡ ἀνθρωπίνη φύσις. Καὶ χαίρει ἐπὶ τούτῳ, ἢ ἐπὶ τῇ τῶν ἀγγέλων στεῤῥότητι. Τοῦτο συλληπτικῶς αἰνίττεται, ὅτι ὁ Θεὸς ἐπιμελεῖται τῆς ἐπιστροφῆς τῶν ἁμαρτωλῶν, καὶ χαίρει ἐπὶ τούτοις μᾶλλον ἢ τοῖς μόνιμον ἔχουσι τὴν ἀρετήν. «Ἐὰν δὲ ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε καὶ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου. Ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα· ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης.» Σφοδρὸν κατατείνας κατὰ τῶν σκανδαλιζόντων λόγον, νῦν καὶ τοὺς σκανδαλιζομένους διορθοῦται. Ἵνα γὰρ σὺ ὁ σκανδαλιζόμενος μὴ παντελῶς ἀναπέσῃς, ὡς τοῦ σκανδαλίζοντος τὸ οὐαὶ ἔχοντος, φησίν, ὅτι Σὲ τὸν σκανδαλιζόμενον, τουτέστι βλαπτόμενον, βούλομαι ἐλέγχειν τοὺς ἀδικοῦντάς σε καὶ βλάπτοντας, ἐὰν ὧσι Χριστιανοί. Ὅρα γὰρ τί λέγει· Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, τουτέστιν, ὁ Χριστιανός. Εἰ μὲν γὰρ ἄπιστος ἀδικεῖ, τότε ὑπεξίστασο καὶ τῶν προσόντων σοι.

Εἰ δὲ ἀδελφός, ἔλεγχε τοῦτον· οὐ γὰρ εἶπεν, Ὕβρισον, ἀλλ’, Ἔλεγξον. Ἐάν σου ἀκούσῃ, τουτέστι, καταγνῷ ἑαυτοῦ· ἰδίᾳ γὰρ θέλει πρῶτον τοὺς ἁμαρτάνοντας ἐλεγχθῆναι, ἵνα μὴ ἐνώπιον πολλῶν ἐλεγχθέντες, ἀναιδέστεροι γένωνται· ἐὰν δὲ καὶ ἐπὶ δύο μαρτύρων ἢ τριῶν ἐλεγχθεὶς μὴ δυσωπηθῇ, τότε ἐπὶ τῶν τῆς Ἐκκλησίας προέδρων δημοσίευσον τὸ πταῖσμα. Ἐπεὶ γὰρ οὐκ ἤκουσε τῶν δύο ἢ τριῶν, καίτοιγε ὁ νόμος λέγει, ἵνα ἐπὶ δύο μαρτύρων ἢ τριῶν ἵσταται, τουτέστι βεβαιοῦται, πᾶν ῥῆμα, ὑπὸ τῆς Ἐκκλησίας λοιπὸν σωφρονισθήτω· ἐὰν δὲ οὐδὲ ταύτης ἀκούσῃ, τότε ἔστω ἀπόβλητος, ἵνα μὴ τῆς ἰδίας κακίας μεταδῷ καὶ τοῖς ἄλλοις. Παρεικάζει δὲ τοῖς τελώναις τοὺς τοιούτους ἀδελφοὺς (διαβεβλημένον γάρ τι χρῆμα ὁ τελώνης)· παραμυθία δὲ τῷ ἠδικημένῳ, τὸ τὸν ἀδικοῦντα τελώνην νομίζεσθαι καὶ ἐθνικόν, τουτέστιν ἁμαρτωλὸν καὶ ἄπιστον. Τοῦτο οὖν μόνον κόλασις τοῦ ἀδικοῦντος; Οὐχί. Ἀλλ’ ἄκουε καὶ τῶν ἑξῆς. «Ἀμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ.» Ἐὰν σύ, φησίν, ὁ ἀδικηθείς, ἔχῃς ὡς τελώνην καὶ ἐθνικὸν τὸν ἀδικοῦντα, ἔσται καὶ ἐν τῷ οὐρανῷ τοιοῦτος.

Ἐὰν δὲ λύσῃς αὐτόν, τουτέστι συγχωρήσῃς, ἔσται καὶ ἐν τῷ οὐρανῷ συγκεχωρημένος· οὐ γὰρ μόνον ὅσα λύουσιν οἱ ἱερεῖς, εἰσὶ λελυμένα, ἀλλ’ ὅσα καὶ ἡμεῖς οἱ ἀδικηθέντες ἢ δεσμοῦμεν ἢ λύομεν, κἀκεῖνα ἔσται δεδεμένα ἢ λελυμένα. «Πάλιν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς, περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς· οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.» Συνάγει ἡμᾶς διὰ τῶν τοιούτων ῥημάτων εἰς τὴν ἀγάπην· ἐπεὶ γὰρ ἐκώλυσεν ἡμᾶς ἀπὸ τοῦ σκανδαλίζειν ἀλλήλους, καὶ βλάπτειν καὶ βλάπτεσθαι, νῦν λέγει καὶ περὶ τῆς πρὸς ἀλλήλους συμφωνίας.

Συμφωνοῦντες δὲ νοοῦνται οὐχ οἱ ἐπὶ κακῷ συνερχόμενοι, ἀλλ’ οἱ ἐπ’ ἀγαθῷ. Ὅρα γὰρ τί εἶπεν· Ἐὰν δύο ὑμῶν, τουτέστι τῶν πιστευόντων, τῶν ἐναρέτων· συνεφώνησαν γὰρ καὶ Ἄννας καὶ Καϊάφας, ἀλλὰ ψεκτῶς· ὥστε διὰ τοῦτο πολλάκις εὐχόμενοι οὐ λαμβάνομεν, διότι οὐδὲ συμφωνίαν πρὸς ἀλλήλους ἔχομεν. Οὐκ εἶπε δέ, ὅτι Ἔσομαι· οὐ γὰρ μέλλει οὐδὲ βραδύνει· ἀλλ’, Εἰμί, τουτέστιν, αὐτίκα ἐκεῖ εὑρίσκομαι· νοήσεις δὲ ὅτι καὶ ὅταν συμφωνήσῃ ἡ σὰρξ καὶ τὸ πνεῦμα, καὶ μὴ ἐπιθυμῇ κατὰ τοῦ πνεύματος ἡ σάρξ, τότε ἐστὶν ἐν μέσῳ ὁ Κύριος. Συμφωνοῦσι δὲ καὶ αἱ τρεῖς δυνάμεις τῆς ψυχῆς, τὸ λογικόν, τὸ θυμικόν, καὶ τὸ ἐπιθυμητικόν. Ἀλλὰ καὶ ἡ παλαιὰ καὶ ἡ νέα συμφωνοῦσιν αἱ δύο, καὶ ἐν μέσῳ αὐτῶν εὑρίσκεται ὁ Χριστός, ὑπ’ ἀμφοῖν κηρυττόμενος. «Τότε προσελθὼν αὐτῷ ὁ Πέτρος, εἶπε· Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Λέγει αὐτῷ ὁ Ἰησοῦς· Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ’ ἕως ἑβδομηκοντάκις ἑπτά.» Τοῦτο ἔστιν ὃ ἐρωτᾷ ὁ Πέτρος· Ποσάκις ἐὰν ἁμάρτῃ, εἶτα προσέρχηται καὶ αἰτῇ συγγνώμην μεταμελόμενος, συγχωρήσω αὐτοῦ; Προσέθηκε δὲ τό, Εἰς ἐμὲ ἐὰν ἁμάρτῃ· εἰς γὰρ Θεὸν ἐὰν ἁμάρτῃ, οὐκ ἐγὼ ὁ ἰδιώτης δύναμαι αὐτῷ συγχωρεῖν, εἰ μήπου γε ὁ Θεοῦ τάξιν ἔχων ὁ ἱερεύς· ἐὰν δὲ εἰς ἐμὲ ἁμάρτῃ, εἶτα ἀφήσω αὐτῷ, ἔσται ἀφειμένος, κἂν ἰδιώτης εἰμὶ ἐγώ, καὶ οὐχὶ ἱερεύς.

Τὸ δέ, ἕως ἑβδομηκοντάκις ἑπτά, εἶπεν, οὐχ ἵνα ἀριθμῷ περικλείσῃ τὴν συγχώρησιν, ἄλογον γάρ ἐστι καθῆσθαί τινα ἀριθμοῦντα ἕως οὗ ποσωθῶσι τετρακόσια ἐννενήκοντα (τοσαῦτα γὰρ τὰ ἑβδομηκοντάκις ἑπτὰ), ἀλλὰ τὸ ἄπειρον ἐνταῦθα σημαίνει· ὡς ἂν εἰ ἔλεγεν· Ὁσάκις ἂν πταίσας μετανοῇ, συγχώρει αὐτῷ. Τοῦτο γὰρ καὶ διὰ τῆς ἑξῆς παραβολῆς λέγει, ὅτι δεῖ ἡμᾶς συμπαθεῖς εἶναι. «Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ.» Ἡ μὲν ἔννοια τῆς παραβολῆς διδάσκει συγχωρεῖν τὰ εἰς ἡμᾶς παρὰ τῶν ὁμοδούλων ἁμαρτανόμενα, καὶ μάλιστα ἐὰν καὶ συγχωρήσεως ἐκεῖνοι χρῄζοντες προσπίπτωσι. Τὸ δὲ κατὰ μέρος ἐξηγεῖσθαι τὴν παραβολήν, μόνου ἂν εἴη τοῦ νοῦν Χριστοῦ ἔχοντος· πλὴν ἐπιβαλοῦμεν καὶ αὐτοί. Βασιλεία, ὁ τοῦ Θεοῦ Λόγος· ἀλλ’ οὐ μικρῶν τινων βασιλεία, ἀλλ’ οὐρανῶν. Ὡμοιώθη οὖν οὗτος ἀνθρώπῳ βασιλεῖ, σαρκωθεὶς δι’ ἡμᾶς καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· συναίρει δὲ λόγον μετὰ τῶν δούλων αὐτοῦ, ὡς ἀγαθὸς κρίνων αὐτοῖς. Οὐ γὰρ ἀκρίτως κολάζει· ὠμότητος γὰρ τοῦτο. «Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων· μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι, ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐτοῦ πραθῆναι, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι.»

Μυρίων ταλάντων χρεωφειλέται ἡμεῖς, ὡς εὐεργετούμενοι μὲν καθ’ ἑκάστην, μηδὲν δὲ ἀγαθὸν ἀντιδιδόντες τῷ Θεῷ.

Μυρίων ταλάντων χρεωφειλέται καὶ οἱ προστασίαν λαοῦ δεξάμενοι καὶ ἀνθρώπων πολλῶν (ἕκαστος γὰρ ἄνθρωπος τάλαντον, κατὰ τὸν λέγοντα· Μέγα ἄνθρωπος), εἶτα μὴ καλῶς κεχρημένοι τῇ ἀρχῇ. Τὸ δὲ πιπράσκεσθαι τὸν χρεώστην σὺν γυναικὶ καὶ τοῖς αὐτοῦ τέκνοις, δηλοῖ τὴν ἀλλοτρίωσιν τὴν ἀπὸ τοῦ Θεοῦ. Ὁ γὰρ πιπρασκόμενος ἑτέρου δεσπότου γίνεται.

Μήποτε δὲ γυνὴ μὲν ἡ σάρξ, ὡς σύζυγος οὖσα τῆς ψυχῆς· τέκνα δέ, αἱ πράξεις αἱ ἐνεργούμεναι κακῶς ὑπὸ τῆς ψυχῆς καὶ τοῦ σώματος; Κελεύει οὖν τὴν σάρκα δοθῆναι τῷ Σατανᾷ εἰς ὄλεθρον, τουτέστι νόσοις ἢ πάθει δαίμονος παραδοθῆναι· ἀλλὰ καὶ τὰ τέκνα, λέγω δὴ τὰς ἐνεργείας τῶν κακῶν, στρεβλωθῆναι. Οἷον, ἔστι τινὸς χεὶρ κλέπτουσα, ταύτην ὁ Θεὸς ξηραίνει, ἢ στραγγαλίζει διά τινος δαίμονος.

Ἰδοὺ οὖν ἡ γυνὴ ἡ σάρξ, καὶ τὰ τέκνα, ἤτοι ἡ ἐνέργεια τοῦ κακοῦ, παρεδόθησαν τῇ κακώσει, ἵνα τὸ πνεῦμα σωθῇ· οὐκ ἔτι γὰρ ἐνεργήσει κλεπτικῶς ἐκεῖνος ὁ ἄνθρωπος. «Πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ, λέγων·

Κύριε, μακροθύμησον ἐπ’ ἐμοί, καὶ πάντα σοι ἀποδώσω· σπλαγχνισθεὶς δὲ ὁ Κύριος τοῦ δούλου ἐκείνου, ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ.» Ἴδε τὴν τῆς μετανοίας ἰσχύν, καὶ τὴν φιλανθρωπίαν τοῦ κυρίου. Ἡ μὲν γὰρ μετάνοια ἐποίησε τὸν δοῦλον πεσεῖν ἀπὸ τῆς κακίας· ὁ γὰρ ἱστάμενος βεβαίως ἐν τῇ κακίᾳ, οὐ συγχωρητέος. Ἡ δὲ φιλανθρωπία τοῦ Θεοῦ συνεχώρησε παντελῶς καὶ δάνειον, καίτοι γε ὁ δοῦλος οὐ συγχώρησιν παντελῆ ἐζήτει, ἀλλὰ προθεσμίαν.

Μάνθανε τοίνυν ὅτι ὁ Θεὸς καὶ πλείονα δίδωσιν ὧν αἰτούμεθα. Ἐπεὶ τοσαύτη ἐστὶν ἡ φιλανθρωπία αὐτοῦ, ὥστε καὶ ἐκεῖνο τὸ δοκοῦν σκληρόν, τὸ προστάξαι πωληθῆναι αὐτόν, οὐκ ἀπὸ σκληρότητος εἶπεν, ἀλλ’ ἵνα καταπτοήσῃ τὸν δοῦλον, καὶ πείσῃ αὐτὸν πρὸς ἱκετείαν καὶ παράκλησιν ἀποβλέψαι. «Ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος, εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια.

Καὶ κρατήσας αὐτὸν ἔπνιγε, λέγων· Ἀπόδος μοι εἴ τι ὀφείλεις· πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ, παρεκάλει αὐτόν, λέγων· Μακροθύμησον ἐπ’ ἐμοί, καὶ πάντα σοι ἀποδώσω. Ὁ δὲ οὐκ ἤθελον· ἀλλ’ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακήν, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον.» Ἐξελθὼν ὁ συγχωρηθείς, οὕτω πνίγει τὸν σύνδουλον· οὐδεὶς γὰρ ἐν τῷ Θεῷ μένων, ἀσυμπαθής· ἀλλ’ ὁ ἐξελθὼν ἐκ τοῦ Θεοῦ, καὶ ἀλλότριος ἐκείνου ὤν. Τοσαύτη δὲ ἡ ἀπανθρωπία, ὥστε τὰ μείζω συγχωρηθέντα (τάλαντα γὰρ μύρια) ἐπὶ τοῖς ἐλάττοσιν (ἑκατὸν γὰρ δηνάρια) μὴ συγγνωμονῆσαι ὅλως, μηδὲ ἀναβολὴν δοῦναι. Καίτοιγε ὁ σύνδουλος τὰ αὐτὰ ῥήματα λέγει, ἀναμιμνήσκων αὐτὸν δι’ ὧν αὐτὸς ἐσώθη· Μακροθύμησον γάρ, φησίν, ἐπ’ ἐμοί, καὶ ἀποδώσω σοι. «Ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα, ἐλυπήθησαν σφόδρα. Καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα.» Οἱ ἄγγελοι μισοπόνηροι ἐντεῦθεν καὶ φιλάγαθοι φαίνονται· οὗτοι γὰρ οἱ σύνδουλοι· οὐχ ὡς ἀγνοοῦντι δὲ τῷ Κυρίῳ ταῦτα λέγουσιν, ἀλλ’ ἵνα σὺ μάθῃς ὅτι ἄγγελοί εἰσιν ἔφοροι ἡμῶν, καὶ ὅτι ἀγανακτοῦσι κατὰ τῶν ἀπανθρώπων. «Τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὑτοῦ, λέγει αὐτῷ· Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου ὡς καὶ ἐγώ σε ἠλέησα;

Καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ, παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ.» Κρίνεται διὰ φιλανθρωπίαν ὁ δεσπότης πρὸς τὸν δοῦλον, ἵνα δείξῃ ὅτι οὐκ αὐτός, ἀλλ’ ἡ ὠμότης τοῦ δούλου ἀνατρέπει τὴν δωρεὰν καὶ ἡ ἀγνωμοσύνη.

Τίσι δὲ βασανισταῖς παραδίδωσι; Τιμωρητικαῖς τάχα δυνάμεσιν, ὥστε αἰωνίως κολάζεσθαι. Τὸ γάρ, Ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον, τοῦτο σημαίνει, ὅτι Ἕως τότε κολαζέσθω, ἕως οὗ ἀποδῷ· ἀλλὰ μὴν οὐδέποτε ἀποδώσει τὸ ὀφειλόμενον, ἤτοι τὴν ὀφειλομένην καὶ ἀξίαν τιμωρίαν· ἀεὶ ἄρα κολασθήσεται. «Οὕτω καὶ ὁ Πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.» Οὐκ εἶπεν, ὁ Πατὴρ ὑμῶν, ἀλλ’, ὁ Πατήρ μου· ἀνάξιοι γάρ εἰσιν οἱ τοιοῦτοι πατέρα ἔχειν τὸν Θεόν· ἀπὸ δὲ τῆς καρδίας βούλεται ἀφιέναι, ἀλλ’ οὐκ ἀπὸ χειλέων μόνον. Νόησον δὲ καὶ πόσον κακὸν ἡ μνησικακία, ὅταν τὴν δωρεὰν τοῦ Θεοῦ ἀνέτρεψε· καίτοι γε ἀμεταμέλητα τὰ χαρίσματα τοῦ Θεοῦ, ἀλλ’ ὅμως ἀνετράπησαν.

ΚΕΦΑΛ. ΙΘʹ. Περὶ τῶν ἐπερωτώντων, εἰ ἔξεστιν ἀπολῦσαι τὴν γυναῖκα. Περὶ τοῦ ἐπερωτήσαντος πλουσίου τὸν Ἰησοῦν. «Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου· καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.» Πάλιν τῇ Ἰουδαίᾳ ἐπιδημεῖ, ἵνα μὴ ἔχωσι προφασίζεσθαι οἱ ἀπιστοῦντες τῶν ἐν τῇ Ἰουδαίᾳ, ὅτι Οὐ συνεχέστερον ἡμῖν ἐπεχωρίαζεν, ἀλλὰ τοῖς Γαλιλαίοις· πάλιν οὖν μετὰ τὴν διδασκαλίαν καὶ τὸ συντελεσθῆναι τοὺς λόγους, ἀκολουθοῦσι τὰ θαύματα. Δεῖ γὰρ ἡμᾶς καὶ διδάσκειν, ἀλλὰ καὶ πράττειν· ἀλλ’ οἱ ἀνόητοι Φαρισαῖοι τὰ θαύματα ἰδόντες, δέον πιστεῦσαι, οἱ δὲ πειράζουσιν· ἄκουε γάρ. «Καὶ προσῆλθον αὐτῷ οἱ Φαρισαῖοι πειράζοντες αὐτόν, καὶ λέγοντες· Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσας ἀπ’ ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς; καὶ εἶπεν· Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ὥστε οὐκ ἔτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.» Ὢ τῆς ἀνοίας!

ᾤοντο ἐπιστομίσειν διὰ τῶν ἐρωτημάτων τὸν Χριστόν· ἐὰν γὰρ εἴπῃ ὅτι ἔξεστι κατὰ πᾶσαν αἰτίαν ἀπολύειν τὴν γυναῖκα, ἕξουσι λέγειν αὐτῷ· Πῶς οὖν εἶπας, ὅτι Μὴ ἀπολυέτω τις εἰ μὴ τὴν μοιχαλίδα μόνον· εἰ δὲ εἴπῃ ὅτι οὐκ ἔξεστιν ἀπολύειν τὴν γυναῖκα, διαβαλοῦσιν αὐτὸν ὡς ἀντινομοθετοῦντα τῷ Μωσεῖ. Ἐκεῖνος γὰρ ἐκέλευσεν ἐκβάλλειν τὴν μισηθεῖσαν, καὶ χωρὶς εὐλόγου αἰτίας.

Τί οὖν ὁ Χριστός; Δείκνυσιν ὅτι τοῦ πλάσαντος ἡμᾶς ἐξ ἀρχῆς ἔργον ἐστὶ καὶ νομοθεσία ἡ μονογαμία. Ἐξ ἀρχῆς γάρ, φησίν, ἕνα συνέζευξεν ὁ Θεὸς μιᾷ· ὥστε οὐ δεῖ ἕνα ἄνδρα πολλαῖς συνάπτεσθαι, οὐδὲ μίαν πολλοῖς· ἀλλ’ ὡς ἐξ ἀρχῆς συνεζύγησαν, μένειν, μὴ διασπῶντας τὴν συνοίκησιν ἀλόγως· οὐκ εἶπε δέ, ὅτι Ἐγὼ ἐποίησα ἄρσεν καὶ θῆλυ, ἵνα μὴ πλήξῃ αὐτούς, ἀλλ’ ἀορίστως, ὁ ποιήσας. Οὕτως οὖν, φησί, περισπούδαστόν ἐστι τῷ Θεῷ τὸ τῆς συζυγίας ἀγαθόν, ὥστε καὶ τοὺς γονεῖς συνεχώρησεν ἀφιέναι, καὶ κολλᾶσθαι τοῖς ἀνδράσιν. Πῶς δὲ ἐν μὲν τῇ Γενέσει γέγραπται ὅτι ὁ Ἀδὰμ εἶπε τό, Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, ἐνταῦθα δέ φησιν ὁ Χριστὸς ὅτι ὁ Θεὸς εἶπεν· Ἕνεκεν τούτου καταλείψει, καὶ τὰ ἑξῆς; Λέγομεν οὖν ὅτι καὶ ὃ εἶπεν ὁ Ἀδάμ, ἐκ Θεοῦ εἶπεν· ὥστε ὁ τοῦ Ἀδὰμ λόγος τοῦ Θεοῦ ἐστιν. Ἐπεὶ τοίνυν μία σὰρξ ἐγένοντο, καὶ διὰ τὴν μίξιν καὶ τὴν φυσικὴν στοργὴν κολλώμενοι, ὥσπερ ἐναγές ἐστι τὸ τὴν οἰκείαν σάρκα τέμνειν, οὕτω καὶ τὸ διασπᾷν τοὺς συζύγους· οὐκ εἶπε δέ, Μὴ χωριζέτω Μωσῆς, ἵνα μὴ ταράξῃ αὐτούς, ἀλλ’, ἄνθρωπος ἁπλῶς, δεικνύων τὸ μέσον τοῦ συζεύξαντος Θεοῦ καὶ τοῦ διαλύοντος ἀνθρώπου. «Λέγουσιν αὐτῷ, Τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου, καὶ ἀπολῦσαι αὐτήν;

Λέγει αὐτοῖς, ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. Λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται. Καὶ ὁ ἀπολελυμένην γαμήσας, μοιχᾶται.» Οἱ Φαρισαῖοι ἰδόντες ὅτι ὁ Κύριος ἐπεστόμισεν αὐτούς, ἠναγκάσθησαν λοιπόν, καὶ εἰς μέσον ἄγουσι τὸν Μωϋσῆν ἀντινομοθετοῦντα τῷ Χριστῷ, καί φασι· Πῶς οὖν Μωσῆς ἐνετείλατο βιβλίον ἀποστασίου δοῦναι, καὶ ἀπολύειν; Ὁ οὖν Κύριος περιτρέπων τὸ πᾶν τῆς κατηγορίας εἰς τὴν ἐκείνων κεφαλήν, ὑπὲρ Μωσέως ἀπολογεῖται, καί φησιν· Οὐκ ἐναντία τῷ Θεῷ ὁ Μωσῆς νομοθετῶν τοῦτό φησιν, ἀλλὰ πρὸς τὴν ὑμετέραν μοχθηρίαν τοῦτο ἐνομοθέτησεν· ἵνα μὴ δι’ ἀκολασίαν θέλοντες ἑτέραις συνεῖναι, ἀνέλητε τὰς προτέρας γυναῖκας.

Ἀπηνεῖς γὰρ ὄντες, ἐφόνευον ἂν τὰς γυναῖκας, εἰ ἠναγκάζοντο κατέχειν αὐτάς. Νῦν δὲ βιβλίον ἀποστασίου προσέταξε διδόναι ταῖς μισουμέναις παρὰ τῶν ἀνδρῶν. Ἐγὼ δὲ λέγω ὑμῖν, φησίν, ὅτι τὴν πορνευθεῖσαν γυναῖκα καλὸν ἐκβάλλειν ὡς μοιχαλίδα· ἐὰν δὲ τὴν μὴ πορνευθεῖσαν ἐκβάλῃ τις, παραίτιος αὐτῇ γίνεται μοιχείας· νόει δὲ καὶ τοῦτο, ὅτι ὁ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι, καὶ συζυγία γίνεται τῷ πιστῷ πρὸς Χριστόν. Πάντες γὰρ σύσσωμοι γεγόναμεν αὐτῷ, καὶ μέλη ἐκ μέρους Χριστοῦ ἔσμεν. Καλῶς οὖν οὐ δύναταί τις χωρίσαι τὴν τοιαύτην συζυγίαν, κατὰ τὸν τοῦ Παύλου λόγον, λέγοντος· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;» Ἃ οὖν ὁ Θεὸς συνέζευξεν, οὔτε ἄνθρωπος, οὔτε τις ἑτέρα κτίσις, οὔτε ἄγγελοι, οὔτε ἀρχαί, οὔτε ἐξουσίαι, ὡς ὁ Παῦλός φησι, χωρίσαι δύνανται. «Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.» Θορυβοῦνται οἱ μαθηταί, καί φασιν, ὅτι Εἰ διὰ τοῦτο συνήφθησαν ἵνα ἓν ὦσι καὶ ἀδιάσπαστοι μένωσι παρ’ ὅλον τὸν βίον, ὥστε κἂν μοχθηρὰ ἄλλως ᾖ ἡ γυνή, μὴ τολμᾷν ἐκβάλλειν αὐτήν, οὐ συμφέρει γαμῆσαι· κουφότερον γὰρ μὴ γαμεῖν, ἀλλὰ μάχεσθαι καὶ παλαίειν φυσικαῖς ἐπιθυμίαις, ἢ πονηρᾶς γυναικὸς ἀνέχεσθαι.

Αἰτίαν γὰρ ἀνθρώπου μετὰ τῆς γυναικὸς τὴν ἀδιάσπαστον ἕνωσιν λέγει· τινὲς δὲ καὶ οὕτω νοοῦσιν, ὅτι Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου, τουτέστιν, εἰ αἰτίαν ἤγουν μομφὴν καὶ καταιτίασιν μέλλει ἕξειν ὁ ἀνὴρ ὡς ἐκβάλλων τὴν γυναῖκα παρανόμως, οὐ συμφέρει γαμῆσαι. «Ὁ δὲ εἶπεν αὐτοῖς· Οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ’ οἷς δέδοται.» Ἐπειδὴ εἶπον οἱ μαθηταί, ὅτι κρεῖττόν ἐστι τὸ μὴ εἰς γάμον ἐλθεῖν, φησὶν ὁ Κύριος, ὅτι μέγα μὲν τὸ τῆς παρθενίας χρῆμα, ἀλλ’ οὐ πᾶσι κατορθωτόν, ἀλλ’ ἐκείνοις μόνοις οἷς συνεργεῖ ὁ Θεός. Τὸ γάρ, δέδοται, ἐνταῦθα κεῖται, ἀντὶ τοῦ, οἷς συνεργεῖ ὁ Θεός. Ἐκείνοις δὲ δίδοται, τοῖς αἰτοῦσιν, «Αἰτεῖτε γάρ, φησί, καὶ δοθήσεται ὑμῖν. Πᾶς γὰρ ὁ αἰτῶν, λαμβάνει.» «Εἰσὶ γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτω, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δυνάμενος χωρεῖν, χωρείτω.» Ὀλίγων, φησίν, ἐστὶ τὸ κατόρθωμα τοῦτο τῆς παρθενίας.

Εἰσὶ γὰρ εὐνοῦχοί τινες ἐκ κοιλίας μητρὸς αὐτῶν, τουτέστιν, εἰσί τινες ἐκ φυσικῆς κράσεως ἀκίνητοι μένοντες πρὸς τὰς μίξεις, οἳ καὶ ἀκερδῶς σωφρονοῦσιν. Εἰσὶ καὶ οἱ εὐνουχιζόμενοι ὑπὸ ἀνθρώπων· ἑαυτοὺς δὲ εὐνουχίζουσι διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, οὐχ οἱ ἐκτέμνοντες ἑαυτοὺς (ἐπικατάρατον γὰρ τοῦτο), ἀλλ’ οἱ ἐγκρατευόμενοι. Νόει δὲ καὶ οὕτως·

Ἔστιν εὐνοῦχος ἀπὸ φύσεως ὁ διὰ τὴν φυσικὴν κρᾶσιν μὴ εὐκίνητος εἰς ἀφροδίσια· ὑπὸ δὲ ἀνθρώπων εὐνουχίζεται ὁ ἐκ διδασκαλίας ἀνθρωπίνης ἐκτεμὼν τὴν τῆς σαρκικῆς ἐπιθυμίας πύρωσιν· ἑαυτὸν δὲ εὐνουχίζει ὁ μὴ ὑπ’ ἄλλου, ἀλλ’ ὑφ’ ἑαυτοῦ διδαχθείς, καὶ αὐτομαθῶς πρὸς σωφροσύνην ἀποκλίνας· οὗτος οὖν καὶ ἄριστός ἐστιν, ὁ μὴ ἄλλῳ, ἀλλ’ ἑαυτῷ ὁδηγηθεὶς πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν.

Προαιρετικῶς δὲ θέλων ἡμῖν ἐνεργεῖσθαι τὴν ἀρετήν, φησίν· «Ὁ δυνάμενος χωρεῖν, χωρείτω.» Οὐ γὰρ ἀναγκάζει παρθενεύειν, οὐδὲ τὸν γάμον καταλύει, ἀλλὰ τὴν παρθενίαν προτίθησιν. «Τότε προσηνέχθη αὐτῷ παιδία, ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς, καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς· ὁ δὲ Ἰησοῦς εἶπεν· Ἄφετε τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.» Προσέφερον μητέρες τὰ τέκνα, ἵνα εὐλογηθῶσι διὰ τῆς ἐπαφῆς τῶν χειρῶν. Ἀκόσμως δὲ καὶ τεθορυβημένως προσήρχοντο, καὶ διὰ τοῦτο κωλύουσιν οἱ μαθηταί, ἅμα καὶ οἰόμενοι, ὅτι ἐλαττοῦται τὸ ἀξίωμα τοῦ διδασκάλου ἐκ τοῦ τὰ παιδία προσφέρεσθαι. Ὁ γοῦν Χριστὸς δεικνύων, ὅτι τὸ ἄτυφον μᾶλλον ἀποδέχεται, φησίν, «Ἄφετε τὰ παιδία· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.» Οὐκ εἶπε, τούτων, ἀλλά, τῶν τοιούτων, τουτέστι, τῶν τὴν ἁπλότητα ἐχόντων, τῶν ἀκάκων, τῶν ἀπονήρων. Κἂν διδάσκῃ δέ τις, καὶ προσέρχωνταί τινες αὐτῷ παιδικὰ ἐρωτήματα ἐρωτῶντες, προσδεχέσθω τούτους, καὶ μὴ κωλυέτω. «Καὶ ἐπιθεὶς αὐτοῖς τὰς χεῖρας, ἐπορεύθη ἐκεῖθεν.

Καὶ ἰδοὺ εἷς προσελθών, εἶπεν αὐτῷ· Διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον; Ὁ δὲ εἶπεν αὐτῷ· Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς ὁ Θεός.» Οὐχ ὡς πειράζων προσῆλθεν οὗτος, ἀλλ’ ὡς θέλων μαθεῖν, καὶ διψῶν τῆς αἰωνίου ζωῆς· προσῆλθε δὲ τῷ Χριστῷ ὡς ἀνθρώπῳ ψιλῷ· καὶ διὰ τοῦτό φησιν ὁ Κύριος· Τί με λέγεις ἀγαθόν;

Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός· τουτέστιν, Ἐὰν ὡς ἕνα τῶν διδασκάλων με λέγεις εἶναι ἀγαθόν, κακῶς λέγεις· οὐδεὶς γὰρ ἀνθρώπων κυρίως ἀγαθός· ἅμα μέν, ὅτι καὶ εὐμετάβολοί ἐσμεν ἀπὸ τοῦ ἀγαθοῦ τρεπόμενοι· ἅμα δέ, ὅτι καὶ συγκρινομένη πρὸς τὴν τοῦ Θεοῦ ἀγαθότητα ἡ ἀνθρωπίνη, πονηρία νομίζεται. «Εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς. Λέγει αὐτῷ· Ποίας; Ὁ δὲ Ἰησοῦς εἶπε τό, Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.» Ὁ Κύριος ἐπὶ τὰς νομικὰς ἐντολὰς παραπέμπει τὸν ἐρωτήσαντα, ἵνα μὴ ἔχωσι λέγειν οἱ Ἰουδαῖοι, ὅτι τοῦ νόμου καταφρονεῖ. Τί οὖν; «Λέγει αὐτῷ ὁ νεανίσκος· Πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου. Τί ἔτι ὑστερῶ;» Τινὲς ὡς κομπαστὴν καὶ ἀλαζόνα διαβάλλουσι τοῦτον. Πῶς γὰρ κατώρθωσε τὸ ἀγαπᾷν τὸν πλησίον, εἴγε πλούσιος ἦν; οὐδεὶς γὰρ ἀγαπῶν τὸν πλησίον ὡς ἑαυτόν, πλουσιώτερός ἐστι τοῦ πλησίον· πᾶς δὲ ἄνθρωπος, πλησίον. Τινὲς δὲ οὕτω νοοῦσι τοῦτο· Ὑπόθες. φησίν, ὅτι ταῦτα πάντα φυλαξαίμην· τί μοι ἔτι λείπει; «Ἔφη αὐτῷ ὁ Ἰησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. Ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον, ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.»

Ὅσα μέν, φησίν, εἶπες κατορθῶσαι, ταῦτα Ἰουδαϊκῶς κατώρθωσας· εἰ δὲ θέλεις τέλειος, τουτέστιν, ἐμὸς εἶναι μαθητὴς καὶ Χριστιανός, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς αὐτίκα ὁμοῦ πάντα, μὴ παρακρατῶν τινα, ἵνα ἀδιάλειπτον ποιῇς τὴν ἐλεημοσύνην.

Οὐ γὰρ εἶπε, δίδου πτωχοῖς, ἀλλά, δὸς ἅπαξ καὶ γυμνώθητι. Εἶτα ἐπεί εἰσί τινες ἐλεοῦντες μέν, πάσης δὲ ῥυπαρίας ἀνάμεστον βίον ἔχοντες, φησί· «Καὶ δεῦρο ἀκολούθει μοι,» τουτέστι, καὶ τὴν ἄλλην πᾶσαν ἀρετὴν ἔχε. Ὁ μέντοι νεανίσκος ἐλυπήθη· ἐπεθύμει μὲν γάρ, καὶ βαθεῖα καὶ πίων ἦν ἡ γῆ τῆς καρδίας αὐτοῦ, ἀλλ’ αἱ ἄκανθαι τοῦ πλούτου συνέπνιγον· ἦν γάρ, φησίν, ἔχων κτήματα πολλά.

Ὁ μὲν γὰρ ὀλίγα ἔχων, οὐχ ὁμοίως κατέχεται τούτοις· ἐν γὰρ τοῖς πολλοῖς τυραννικώτερος ὁ δεσμός· ἐπεὶ δὲ πρὸς πλούσιον διελέγετο ὁ Κύριος, φησίν, ὅτι Ἕξεις ἐν οὐρανοῖς θησαυρόν, ἐπεὶ φιλοχρήματος εἶ. «Ὁ δὲ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.» Ἕως ἂν ᾖ πλούσιος, καὶ αὐτὸς μὲν ἔχῃ περιττά, ἄλλοι δὲ οὐδὲ τὰ ἀναγκαῖα, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἐπειδὰν μέντοι ἀποτινάξηται πάντα, τότε οὐ πλούσιος, καὶ λοιπὸν εἰσελεύσεται. Ἀδύνατον γὰρ πολλὰ ἔχοντα εἰσελθεῖν, ὥσπερ καὶ τὴν κάμηλον ἀδύνατον διελθεῖν διὰ τρυπήματος βελόνης. Ἴδε οὖν πῶς ἀνωτέρω μὲν δύσκολον εἶπε τὸ εἰσελθεῖν, ἐνταῦθα δὲ ἀδύνατον παντελῶς. Τινὲς δὲ κάμηλον, οὐ τὸ ζῶόν φασιν, ἀλλὰ τὸ παχὺ σχοινίον, ᾧ χρῶνται οἱ ναῦται πρὸς τὸ ῥίπτειν τὰς ἀγκύρας. «Ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα, λέγοντες· Τίς ἄρα δύναται σωθῆναι; Ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά.» Οἱ μαθηταὶ φιλάνθρωποι ὄντες, ἐρωτῶσιν οὐχ ὑπὲρ ἑαυτῶν (πένητες γὰρ ἦσαν), ἀλλ’ ὑπὲρ πάντων ἀνθρώπων.

Ὁ οὖν Κύριος διδάσκει μὴ τῇ ἀνθρωπίνῃ ἀσθενείᾳ συμμετρεῖν τὴν σωτηρίαν, ἀλλὰ τῇ τοῦ Θεοῦ δυνάμει. Ἐὰν γάρ τις ἄρξηται μὴ πλεονεκτεῖν, προκόψει καὶ εἰς τὸ τὰ περιττὰ ἀπαντλεῖν, ἀπὸ δὲ τούτου, καὶ εἰς τὸ τὰ ἀναγκαῖα κενοῦν προβήσεται, καὶ οὕτως εὐοδωθήσεται συμμαχίᾳ Θεοῦ. «Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;» Εἰ καὶ δοκεῖ ὁ Πέτρος μὴ ἀφεῖναί τινα μεγάλα ὡς ὢν πτωχός, ἀλλ’ οὖν γίνωσκε, ὅτι τῷ ὄντι πολλὰ ἀφῆκε καὶ αὐτός. Καὶ γὰρ σχέσιν πλείονα ἔχομεν οἱ ἄνθρωποι ἐν τοῖς ὀλίγοις· ἀλλὰ καὶ πᾶσαν κοσμικὴν ἡδυπάθειαν ὑπερεῖδεν ὁ Πέτρος, καὶ τὴν πρὸς τοὺς γονεῖς φιλοσαρκίαν. Ταῦτα γὰρ τὰ πάθη οὐ μόνον κατὰ πλουσίων, ἀλλὰ καὶ κατὰ πενήτων ἐπιστρατεύει. Τί οὖν ὁ Κύριος; «Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθήσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.» Ἆρα καθεσθήσονται; Οὐχί, ἀλλὰ τὴν ὑπερβάλλουσαν τιμὴν διὰ τῆς καθέδρας ἐδήλωσε· καὶ ὁ Ἰούδας οὖν καθεσθήσεται; Οὐχί. Οἱ ἀκολουθήσαντες γὰρ εἶπε, τουτέστιν οἱ ἄχρι τέλους, ἐκεῖνος δὲ οὐκ ἄχρι τέλους.

Ἄλλως τε, πολλάκις ὁ Θεὸς ὑπισχνεῖται ἀγαθά τισιν ἀξίοις οὖσιν. Ἐπὰν δὲ μεταβληθεῖεν καὶ ἀνάξιοι γένωνται, ἀφαιρεῖται αὐτά. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν σκυθρωποτέρων, πολλάκις ἀπειλεῖ καὶ οὐκ ἐπάγει, μεταβληθέντων ἡμῶν. Παλιγγενεσίαν δὲ τὴν ἀνάστασιν νόει. «Καὶ πᾶς ὃς ἀφῆκε οἰκίας, ἢ ἀδελφοὺς ἢ ἀδελφάς, ἢ πατέρα ἢ μητέρα, ἢ γυναῖκα ἢ τέκνα, ἢ ἀγρούς, ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει.» Ἵνα μή τις ὑπολάβῃ ἐπὶ μόνων τῶν μαθητῶν ἁρμόζειν τὸ εἰρημένον, ἐπλάτυνε τὴν ὑπόσχεσιν ἐπὶ πάντας τοὺς ποιοῦντας τὰ ὅμοια. Ἕξουσι γάρ, ἀντὶ μὲν τῶν κατὰ σάρκα συγγενῶν, τὴν πρὸς Θεὸν οἰκειότητα καὶ τὴν ἀδελφότητα· ἀντὶ δὲ τῶν ἀγρῶν, τὸν παράδεισον, καὶ ἀντὶ τῶν ἐκ λίθων οἴκων, τὴν ἄνω Ἱερουσαλήμ· ἀντὶ μητρός, τὰς ἐν Ἐκκλησίᾳ πρεσβύτιδας· ἀντὶ πατρός, τοὺς πρεσβυτέρους· ἀντὶ γυναικός, πάσας τὰς πιστὰς γυναῖκας, οὐ γάμῳ, ἄπαγε· ἀλλὰ διαθέσει καὶ σχέσει πνευματικῇ καὶ τῇ πρὸς αὐτὰς φιλανθρώπῳ κηδεμονίᾳ. Οὐ κελεύει δὲ ὁ Κύριος χωρίζεσθαι ἁπλῶς ἀπὸ τῶν οἰκείων, ἀλλ’ ὅταν ἐμποδίζωσι πρὸς εὐσέβειαν. Ὥσπερ καὶ ψυχῆς καὶ σώματος κελεύει καταφρονεῖν, οὐχ ὥστε ἀποκτιννύειν ἑαυτούς. Ὅρα δὲ ὅτι ἀγαθὸς ὢν ὁ Θεός, οὐ μόνα ταῦτα δίδωσιν, ἀλλὰ καὶ ζωὴν προστίθησιν αἰώνιον· σπούδασον οὖν καὶ σὺ πωλῆσαι τὰ ὑπάρχοντά σοι, καὶ δοῦναι τοῖς πτωχοῖς.

Ὑπάρχοντα δέ εἰσι, τῷ μὲν θυμώδει ὁ θυμός· τῷ δὲ μοιχῷ ἡ μοιχευτικὴ διάθεσις· τῷ δὲ μνησικάκῳ, ἡ μνησικακία. Πώλησον οὖν ταῦτα, καὶ δὸς τοῖς πτωχοῖς δαίμοσι καὶ παντὸς ἀγαθοῦ ἐστερημένοις. Ἀντίστρεψον τὰ πάθη τοῖς τῶν παθῶν δημιουργοῖς, καὶ τότε ἕξεις τὸν θησαυρόν, τουτέστι τὸν Χριστόν, ἐν τῷ οὐρανῷ σου, τουτέστιν ἐν τῷ ὑψηλῷ σου νοΐ. Οὐρανὸν γὰρ ἔχει ἐν ἑαυτῷ, ὁ γενόμενος οἷος ὁ ἐπουράνιος. «Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.» Τοὺς Ἰουδαίους ἐνταῦθα αἰνίττεται καὶ τοὺς ἐθνικούς. Οἱ μὲν γάρ, πρῶτοι ὄντες, ἔσχατοι ἐγένοντο, οἱ δὲ ἐθνικοὶ ἔσχατοι ὄντες, πρῶτοι κατέστημεν· καὶ ἵνα σαφῶς μάθῃς τὸ λεγόμενον, ἐπισυνάπτει καὶ τὴν ἑπομένην παραβολήν.

ΚΕΦΑΛ. Κʹ. Περὶ τῶν μισθουμένων ἐργατῶν· περὶ τῶν υἱῶν τοῦ Ζεβεδαίου· περὶ τῶν δύο τυφλῶν. «Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Καὶ συμφωνήσας μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Καὶ ἐξελθὼν περὶ τρίτην ὥραν, εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ, καὶ ἐκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον, δώσω ὑμῖν· οἱ δὲ ἀπῆλθον. Πάλιν δὲ ἐξελθὼν περὶ ἕκτην καὶ ἐννάτην ὥραν, ἐποίησεν ὡσαύτως. Περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθών, εὗρεν ἄλλους ἑστῶτας ἀργούς· καὶ λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; Λέγουσιν αὐτῷ, Ὅτι οὐδεὶς ἐμισθώσατο.

Λέγει αὐτοῖς· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον, λήψεσθε.» Ὁ Χριστός ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, ὃς ὁμοιοῦται ἀνθρώπῳ, καθ’ ὃ μορφὴν ἡμετέραν ἔλαβεν· οἰκοδεσπότης δέ, ὡς δεσπόζων τοῦ οἴκου, τουτέστι τῆς Ἐκκλησίας. Οὗτος οὖν ὁ Χριστὸς ἐξῆλθεν ἐκ τῶν κόλπων τοῦ Πατρός, καὶ μισθοῦται ἐργάτας εἰς τὸν ἀμπελῶνα, ἤτοι τὰς Γραφὰς ἢ τὰς ἐντολάς. Ἢ ἕκαστον μισθοῦται εἰς τὸ ἐργάζεσθαι τὸν ἀμπελῶνα, ἤτοι τὴν οἰκείαν ψυχήν. Μισθοῦται δὲ τὸν μὲν τὸ πρωΐ, τουτέστι κατὰ τὴν νεαρὰν ἡλικίαν· τὸν δὲ κατὰ τὴν τρίτην ὥραν, τὴν μειρακιώδη ἡλικίαν· τοὺς δὲ κατὰ τὴν ἕκτην καὶ ἐννάτην, ὅτε εἰκοστοῦ πέμπτου εἴη τις ἐνιαυτοῦ, ἢ τριακοστοῦ, καὶ ἀπλῶς ἀνδρικῆς ἡλικίας· περὶ δὲ τὴν ἑνδεκάτην, τοὺς γέροντας· πολλοὶ γὰρ καὶ γέροντες ἐπίστευσαν. Ἢ καὶ ἄλλως, ἡμέρα λέγεται ὁ παρὼν αἰών, ἐν αὐτῷ γὰρ ἐργαζόμεθα ὡς ἐν ἡμέρᾳ. Ἐκάλεσεν οὖν ὁ Κύριος τῇ πρώτῃ ὥρᾳ τοὺς περὶ τὸν Ἐνὼχ καὶ τὸν Νῶε· τῇ τρίτῃ τοὺς περὶ τὸν Ἀβραάμ· τῇ ἕκτῃ τοὺς περὶ τὸν Μωσέα· τῇ ἐννάτῃ, τοὺς προφήτας· τῇ ἑνδεκάτῃ, ἤτοι τῷ τέλει τῶν αἰώνων τοὺς ἐθνικούς, οἳ ἀργοὶ ἦσαν πάσης ἀγαθοεργίας· οὐδεὶς γὰρ αὐτοὺς ἐμισθώσατο ὅτι μηδὲ ἀπεστάλη προφήτης τις εἰς τὰ ἔθνη. «Ὀψίας δὲ γενομένης, λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας, καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων.

Καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν, ἔλαβον ἀνὰ δηνάριον. Ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλείονα λήψονται.

Καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηνάριον· λαβόντες δέ, ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου, λέγοντες, ὅτι Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα; Ὁ δὲ ἀποκριθεὶς εἶπεν ἑνὶ αὐτῶν· Ἑταῖρε, οὐκ ἀδικῶ σε. Οὐχὶ δηναρίου συνεφώνησάς μοι; ἆρον τὸ σόν, καὶ ὕπαγε. Θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί· ἢ οὐκ ἔξεστί μοι ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς; εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι; Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι.

Πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.» Ὀψία ἡ συντέλεια· ἐν γοῦν τῇ συντελείᾳ λαμβάνουσι πάντες ἀνὰ δηνάριον, ὅ ἐστιν ἡ τοῦ ἁγίου Πνεύματος χάρις, ἀναμορφοῦσα τὸν ἄνθρωπον εἰς τὸ κατ’ εἰκόνα, καὶ ποιοῦσα θείας φύσεως κοινωνόν. Πλέον δὲ ἐκοπίασαν οἱ πρὸ τῆς τοῦ Χριστοῦ ἐπιδημίας, καθ’ ὃ οὔπω ἦν τότε ὁ θάνατος λυθείς, οὐδὲ ὁ διάβολος συνετρίβη, ἀλλ’ ἔτι ἔζη ἡ ἁμαρτία· ἡμεῖς δὲ χάριτι Χριστοῦ διὰ τοῦ βαπτίσματος δικαιωθέντες, δύναμιν λαμβάνομεν εἰς τὸ νικῆσαι τὸν ἀντίπαλον ἡμῶν, ἤδη καταβληθέντα καὶ θανατωθέντα ὑπὸ τοῦ Χριστοῦ· ἀλλὰ καὶ κατὰ τὴν προτέραν ἑρμηνείαν, οἱ νεώτεροι πιστεύσαντες, πλείονα κάματον ἔχουσιν ὑπὲρ τοὺς ἐν γήρᾳ προσελθόντας· ὁ μὲν γὰρ νέος, τὸ βάρος τοῦ θυμοῦ καὶ τὸν καύσωνα τῆς ἐπιθυμίας βαστάζει, πολεμῶν τοῖς πάθεσιν· ὁ δὲ γέρων ἐν γαλήνῃ γίνεται. Ἀλλ’ ὅμως πάντες, μιᾶς δωρεᾶς τοῦ ἁγίου Πνεύματος ἀξιοῦνται. Διδάσκει οὖν ἡμᾶς ἡ παραβολή, ὅτι κἀν τῷ γήρᾳ ἔστι μεταγνῶναι καὶ τῆς βασιλείας τυχεῖν· τοῦτο γὰρ ἡ ἑνδεκάτη ὥρα.

Οὐ φθονήσουσι δὲ οἱ ἅγιοι τοῖς τὰ ἴσα λαβοῦσιν; Ἄπαγε, ἀλλὰ τοῦτο δείκνυται ἐντεῦθεν, ὅτι τοσαῦτα καὶ τηλικαῦτά εἰσι τὰ διδόμενα τοῖς δικαίοις ἀγαθά, ὥστε καὶ φθόνον κινῆσαι δύνανται. «Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, παρέλαβε τοὺς δώδεκα μαθητὰς κατ’ ἰδίαν ἐν τῇ ὁδῷ, καὶ εἶπεν αὐτοῖς· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ Γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι, καὶ μαστιγῶσαι, καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς, προσκυνοῦσα καὶ αἰτοῦσά τι παρ’ αὐτοῦ.

Ὁ δὲ εἶπεν αὐτῇ· Τί θέλεις; Λέγει αὐτῷ· Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου, εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου.» Ἐνόμιζον οἱ τοῦ Ζεβεδαίου, ὅτι ἐὰν ἀπέλθῃ εἰς Ἱεροσόλυμα ὁ Κύριος, βασιλεύσει αἰσθητὴν βασιλείαν· ἤκουον γὰρ αὐτοῦ συνεχῶς λέγοντος, ὅτι Ἀναβαίνομεν εἰς Ἱεροσόλυμα· ἔπαθον οὖν ἀνθρώπινόν τι, καὶ προσελθεῖν τὴν μητέρα πείθουσιν, αὐτοὶ εὐλαβούμενοι ἐν τῷ φανερῷ προσελθεῖν· κρύφα γὰρ προσῆλθον καὶ αὐτοί, ὡς ὁ Μάρκος λέγει· φησὶ γάρ, ὅτι προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης, ἀντὶ τοῦ λάθρα καὶ ἰδίᾳ προσέρχονται. «Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν; ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;

Λέγουσιν αὐτῷ· Δυνάμεθα.» Τὴν μητέρα καταλείψας, τοῖς υἱοῖς διαλέγεται, ἵνα δείξῃ ὡς οὐκ ἠγνόησεν ὅτι αὐτοὶ προεβάλοντο τὴν μητέρα, καὶ φησὶ πρὸς αὐτούς· Οὐκ οἴδατε τί αἰτεῖσθε· πῶς ἐστι μέγα καὶ τὰς τῶν ἀγγέλων δυνάμεις ἐκπλῆττον.

Εἶτα ἀπάγων αὐτοὺς τῶν τοιούτων λογισμῶν, ἐπὶ κινδύνους μᾶλλον προτρέπεται. Ἐρωτᾷ δέ, οὐκ ἀγνοῶν, ἀλλ’ ἵνα ἀναγκάσῃ φανερῶσαι τὸ ἕλκος διὰ τῆς ἀποκρίσεως, καὶ σπουδάσωσι πληρῶσαι τὴν ὑπόσχεσιν. Τοῦτο γὰρ λέγει, ὅτι Ἐπεὶ οὐ δύναταί τις γενέσθαι κοινωνὸς τῆς βασιλείας μου, εἰ μὴ καὶ τῶν ἐμῶν παθημάτων γένηται κοινωνός, εἴπατέ μοι, εἰ δύνασθε τὰ ὅμοια παθεῖν. Ποτήριον γὰρ λέγει τὸ μαρτύριον καὶ τὸν οἰκεῖον θάνατον, ἅμα μὲν δεικνύων, ὅτι εὔκολόν ἐστιν, ὥσπερ τὸ πιεῖν ποτήριον, καὶ δεῖ λοιπὸν καὶ ἡμᾶς ὡς εὐκόλῳ τούτῳ προστρέχειν· ἅμα δὲ δηλῶν, ὅτι καὶ αὐτὸς ἡδέως προσίεται τὸν θάνατον. Ὥσπερ δὲ ὁ πίνων ποτήριον, εὐθέως ὑπνώττει καταβαρούμενος, οὕτω καὶ ὁ τὸ τοῦ μαρτυρίου ποτήριον πίνων, εἰς τὸν τοῦ θανάτου καταφέρεται ὕπνον. Καὶ βάπτισμα δὲ ὀνομάζει τὸν θάνατον αὐτοῦ, ὡς καθαρτικὸν ὄντα πάντων ἡμῶν· οἱ δὲ ὑπέσχοντο, οὐκ εἰδότες ὃ ἔλεγον, ἀλλὰ μόνον πρὸς τὸ τυχεῖν ὧν ἤθελον, πάντα εὐκόλως ὑπισχνούμενοι. «Καὶ λέγει αὐτοῖς· Τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε· τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός μου.» Μαρτυρήσετε μέν, οἶδα τοῦτο, καὶ ἐξέβη πάντως. Ἰάκωβον μὲν γὰρ Ἡρώδης ἀπέκτεινεν, Ἰωάννην δὲ Τραϊανὸς κατεδίκασε μαρτυροῦντα τῷ Λόγῳ τῆς ἀληθείας.

Τὸ δὲ καθίσαι, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται, τουτέστιν, ἐὰν εὑρεθῇ τις μετὰ τοῦ μαρτυρῆσαι, καὶ τὴν ἄλλην ἅπασαν ἀρετὴν ἔχων, ἐκεῖνος λήψεται τὴν δωρεάν.

Ἐκείνῳ γὰρ ἡτοίμασται τῷ κοπιάσαντι, ὥσπερ καὶ τοῖς ἀθλοῦσιν οἱ στέφανοι ἑτοιμάζονται· ὥσπερ οὖν ἀγῶνος δρομικοῦ προκειμένου, καὶ ἀγωνοθετοῦντος τοῦ βασιλέως, ἐὰν προσέλθῃ τις μηδόλως ἀγωνισάμενος, καὶ εἴπῃ· Δὸς ἐμοὶ τὸν στέφανον, ὦ ἀγωνοθέτα, τῷ μὴ ἀγωνισαμένῳ, εἴποι ἂν αὐτῷ ἐκεῖνος·

Οὐκ ἔστιν ἐμὸν δοῦναι κατὰ χάριν τὸν στέφανον, ἀλλ’ ᾧ ἡτοίμασται, τουτέστι, τῷ δραμόντι καὶ νικήσαντι· οὕτω δὴ κᾀνταῦθά φησιν ὁ Χριστός, ὅτι Οὐκ ἐγὼ κατὰ χάριν δύναμαι δοῦναι ὑμῖν τὴν ἐκ δεξιῶν μου καθέδραν· ἄλλων γάρ, τῶν κοπιασάντων ἐστί, καὶ ἐκείνοις ἡτοίμασται. Ἐρωτήσεις οὖν, Ἆρα λοιπόν τινες μέλλουσι καθεσθῆναι; Μαθήσῃ δὲ ὅτι οὐδεὶς ἐκεῖ καθήσεται. Μόνης γὰρ τῆς θείας οὐσίας τοῦτό ἐστι. Πρὸς τίνα γὰρ τῶν ἀγγέλων εἶπε· «Κάθου ἐκ δεξιῶν μου;» Ἀλλὰ τοῦτο εἶπεν ὁ Κύριος πρὸς τὴν ἐκείνων ὑπόνοιαν· μὴ νοήσαντες γὰρ ὅτι τὸ καθεσθῆναι ἐπὶ δώδεκα θρόνους, τὸ δοξασθῆναί ἐστι δι’ ἀρετήν, ἐζήτουν τοιαύτην καθέδραν. «Καὶ ἀκούσαντες οἱ δέκα, ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν. Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτούς, εἶπεν· Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν. Οὐχ οὕτως ἔσται ἐν ὑμῖν, ἀλλ’ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι, ἔσται ὑμῶν διάκονος, καὶ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται ὑμῶν δοῦλος· ὥσπερ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.» Ὅτε εἶδον οἱ δέκα τοὺς δύο ἐπιτιμηθέντας παρὰ τοῦ Χριστοῦ, τότε καὶ αὐτοὶ ἀγανακτοῦσι, καὶ ἔδειξαν ὅτι καὶ προήχθοντο ἐπὶ τῇ τούτων τιμῇ. Ἔτι γὰρ ἦσαν ἀτελεῖς· οἱ μὲν γὰρ κατεξανίσταντο τῶν δέκα· οἱ δὲ ἐφθόνουν τοῖς δύο.

Ἐπεὶ οὖν οἱ δέκα ἀκούσαντες ἐθορυβήθησαν, προσκαλεῖται αὐτούς, τῇ κλήσει πρὸ τῶν λόγων αὐτοὺς καταπραΰνων. Καὶ γὰρ οἱ τοῦ Ζεβεδαίου ἀποῤῥαγέντες τῶν ἄλλων, ὡμίλουν αὐτῷ· πᾶσιν οὖν κοινῶς ὁμιλεῖ. Εἰδὼς γὰρ τυραννικὸν τὸ φιλόπρωτον, καὶ σφοδροτέρας δεόμενον πληγῆς, βαθύτερον αὐτῶν καθικνεῖται εἰς τὴν τῶν ἐθνικῶν καὶ ἀπίστων μοῖραν αὐτοὺς ἀποῤῥίπτων, εἰ φιλοδοξεῖν θέλοιεν. Καὶ οὕτως αὐτοὺς ἐντρέπει, φάσκων· Οἱ μὲν ἄλλοι ἄνθρωποι, διότι ἄρχουσι, λαμπρύνονται· καὶ τὸ ἐρᾷν τῶν πρωτείων, τῶν ἐθνικῶν ἐστι πάθος· οἱ δὲ ἐμοὶ μαθηταί, ἀπὸ ταπεινώσεως τιμῶνται· ὥστε καὶ ὁ μείζων θέλων εἶναι, ὀφείλει διακονεῖν τοῖς ὑποδεεστέροις, ὅπερ τῆς ἄκρας ἐστὶ ταπεινώσεως. Ἐν ἐμαυτῷ δὲ τοῦτο δείκνυμι, ὃς ἄρχων ὢν καὶ βασιλεὺς τῶν ἐν οὐρανοῖς, ἐταπείνωσα ἐμαυτόν, διακονήσων ὑμῖν εἰς τὴν σωτηρίαν· καὶ τοσοῦτον δουλεύσων ὑμῖν, ὥστε καὶ τὴν ψυχὴν δοῦναι λύτρον ἀντὶ πολλῶν, τουτέστι, πάντων· οἱ γὰρ πάντες, πολλοί. «Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχώ, ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. Καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· Ἐλέησον ἡμᾶς, Κύριε, υἱὸς Δαυΐδ. Ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν.

Οἱ δὲ μεῖζον ἔκραζον, λέγοντες· Ἐλέησον ἡμᾶς, Κύριε, υἱὸς Δαυΐδ. Καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτούς, καὶ εἶπε· Τί θέλετε ποιήσω ὑμῖν; Λέγουσιν αὐτῷ· Κύριε, ἵνα ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί. Σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς, ἤψατο τῶν ὀφθαλμῶν αὐτῶν, καὶ εὐθέως ἀνέβλεψαν αὐτῶν οἱ ὀφθαλμοί, καὶ ἠκολούθησαν αὐτῷ.» Ἀπὸ τῆς φήμης οἱ τυφλοὶ γνόντες τὸν Κύριον, ἐδράξαντο τοῦ καιροῦ, ἀκούσαντες μὲν ὅτι παρέρχεται τὴν ὁδόν· πιστεύσαντες δέ, ὅτι Ἰησοῦς ὁ ἐκ σπέρματος Δαυῒδ τὸ κατὰ σάρκα, δυνατὸς ἦν θεραπεῦσαι αὐτούς, ὡς δὲ ἄγαν θερμοὶ περὶ τὴν πίστιν, οὐδὲ ἐπιστομιζόμενοι ἐσιώπων, ἀλλὰ καὶ πλείω ἔκραζον. Ὅθεν οὐδὲ ἐρωτᾷ αὐτοὺς εἰ πίστιν ἔχουσιν, ἀλλὰ τί θέλουσιν, ἵνα μή τις νομίσῃ ὅτι ἄλλα βουλομένοις ἄλλα δίδωσι. Δείκνυσιν οὖν ὅτι οὐχ ἕνεκεν τοῦ λαβεῖν ἀργύριον ἐβόων, ἀλλὰ τοῦ ἰαθῆναι. Ἁψάμενος δὲ θεραπεύει, ἵνα μάθωμεν, ὅτι πᾶν μέλος τῆς ἁγίας αὐτοῦ σαρκός, ζωοποιὸν καὶ Θεοῦ μέλος ἦν. Εἰ δὲ ὁ Λουκᾶς καὶ ὁ Μάρκος ἕνα λέγουσι τὸν τυφλόν, οὐδὲν τοῦτο διαφωνεῖ· ἐκεῖνοι γὰρ τοῦ ἐπιφανεστέρου ἐμνήσθησαν.

Ἄλλως τε, ὁ Λουκᾶς λέγει ὅτι πρὸ τοῦ ἀπελθεῖν εἰς Ἱεριχὼ ἐθεράπευσε τυφλόν· ὁ δὲ Μάρκος, μετὰ τὸ ἐξελθεῖν ἀπὸ Ἱεριχώ. Ὁ οὖν Ματθαῖος φιλοσύντομος ὤν, περιέλαβεν ἐν ταὐτῷ τοὺς δύο. Νόησον δὲ τυφλούς, τοὺς ἐξ ἐθνῶν, οἳ ἐκ παρόδου ἰάθησαν· οὐ γὰρ προηγουμένως ἦλθεν ὁ Χριστὸς διὰ τοὺς ἐθνικούς, ἀλλὰ διὰ τοὺς ἐξ Ἰσραήλ· ὥσπερ δὲ οἱ τυφλοὶ ἐξ ἀκοῆς ἔμαθον περὶ τοῦ Ἰησοῦ, οὕτω καὶ οἱ ἐθνικοὶ ἐξ ἀκοῆς πίστεως· οἱ δὲ ἐπιστομίζοντες τοὺς τυφλοὺς μὴ κράζειν τὸ ὄνομα τοῦ Ἰησοῦ, εἰσὶν οἱ διῶκται τύραννοι, οἳ ἐπειρῶντο ἐπιστομίζειν τὴν Ἐκκλησίαν, ἀλλ’ ἐκείνη πλέον ὡμολόγει τὸ τοῦ Χριστοῦ ὄνομα· διὸ καὶ ἰάθη καὶ βλέπει τὸ τῆς ἀληθείας φῶς τρανότερον, καὶ ἀκολουθεῖ τῷ Χριστῷ, κατὰ τὸν βίον μιμουμένη αὐτόν.