Καὶ γὰρ καὶ τὰ ἔθνη ἀπωσμένα πρότερον, ὕστερον εἰς τὴν τῶν υἱῶν τάξιν ἀνεβιβάσθησαν, καὶ τοῦ ἄρτου ἠξιώθησαν, τοῦ σώματος λέγω τοῦ Κυρίου. Οἱ δὲ Ἰουδαῖοι, κύνες ἐγένοντο, ἐκ τῶν ψιχίων δοκοῦντες τρέφεσθαι, τουτέστι, τῶν μικρῶν καὶ εὐτελῶν τοῦ γράμματος. Σημαίνει δὲ ἡ Τύρος, συνοχήν· ἡ δὲ Σιδών, θηρῶντες. Χαναναία δέ, ἡτοιμασμένη τῇ ταπεινώσει· οἱ γοῦν συνεχόμενοι τῇ κακίᾳ ἐθνικοί, ἐν οἷς ἦσαν οἱ θηρῶντες τὰς ψυχὰς δαίμονες, οὗτοι καὶ τῇ ταπεινώσει εἰσὶν ἡτοιμασμένοι· οἱ γὰρ δίκαιοι, τῷ ὕψει τῆς βασιλείας τοῦ Θεοῦ ἡτοιμάσθησαν. «Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς, ἦλθε παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος, ἐκάθητο ἐκεῖ· καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοί, ἔχοντες μεθ’ ἑαυτῶν χωλούς, τυφλούς, κωφούς, κυλλούς, καὶ ἑτέρους πολλούς, καὶ ἔῤῥιψαν αὐτοὺς παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐθεράπευσεν αὐτούς· ὥστε τοὺς ὄχλους θαυμάσαι βλέποντας, κωφοὺς λαλοῦντας, κυλλοὺς ὑγιεῖς, χωλοὺς περιπατοῦντας, τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν Θεὸν Ἰσραήλ.» Οὐ τῇ Ἰουδαίᾳ συνεχῶς ἐπιδημεῖ, ἀλλὰ τῇ Γαλιλαίᾳ, διὰ τὴν πολλὴν ἀπιστίαν τῶν Ἰουδαίων· οἱ γὰρ Γαλιλαῖοι πιστότεροι ἦσαν ἐκείνων. Ἴδε οὖν τὴν πίστιν αὐτῶν, πῶς καὶ εἰς τὸ ὄρος ἀνέρχονται χωλοὶ ὄντες καὶ τυφλοί, καὶ οὐ κατοκνοῦσιν, ἀλλὰ καὶ πρὸς τοὺς πόδας ῥίπτονται τοῦ Ἰησοῦ, ὡς ὑπὲρ ἄνθρωπον δοκοῦντες αὐτόν, ὅθεν καὶ τῆς ἰάσεως ἔτυχον.