Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τὰ εὐαγγέλια ἐξηγήσεις

Θεοφύλακτος Βουλγαρίας

Ερμηνεία εις το Κατά Ματθαίον: Η είσοδος στα Ιεροσόλυμα, οι έλεγχοι των Φαρισαίων και ο εσχατολογικός λόγος

Η θριαμβευτική είσοδος του Χριστού στα Ιεροσόλυμα, η εκδίωξη των εμπόρων από το ιερό, οι σφοδροί ταλανισμοί των Γραμματέων και ο εσχατολογικός λόγος περί της Δευτέρας Παρουσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 5 από 28

ΚΕΦΑΛ. ΚΑʹ. Περὶ τῆς ὄνου καὶ τοῦ πώλου. Περὶ τῶν χωλῶν καὶ τυφλῶν. Περὶ τῆς ξηρανθείσης συκῆς. Περὶ τῶν ἐπερωτώντων τὸν Κύριον ἀρχιερέων καὶ πρεσβυτέρων. Περὶ τῶν δύο υἱῶν παραβολή. Περὶ τοῦ ἀμπελῶνος. «Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα, καὶ ἦλθον εἰς Βηθφαγὴ πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν, τότε ὁ Ἰησοῦς ἀπέστειλε δύο μαθητάς, λέγων αὐτοῖς· Πορεύθητε εἰς τῆν κώμην τὴν ἀπέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην, καὶ πῶλον μετ’ αὐτῆς· λύσαντες ἀγάγετέ μοι· καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι ὁ Κύριος αὐτῶν χρείαν ἔχει, εὐθέως δὲ ἀποστέλλει αὐτούς. Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραΰς, καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου.» Ἐκάθισεν ἐπὶ τῆς ὄνου, οὐδεμιᾶς ἄλλης οὔσης χρείας, εἰ μὴ τοῦ πληρῶσαι τὴν προφητείαν, καὶ ἵνα δείξῃ ὑμῖν ὅπως δεῖ εὐτελῶς ἐποχεῖσθαι· οὐ γὰρ ἐφ’ ἵππου, ἀλλ’ ἐπὶ ὀναρίου εὐτελοῦς ὠχήθη. Πληροῖ γοῦν τὴν προφητείαν καὶ καθ’ ἱστορίαν καὶ κατὰ ἀναγωγήν· καθ’ ἱστορίαν μέν, ὡς ἐπὶ ὄνου καθίσας, τὸ ὁρώμενον· κατὰ ἀναγωγὴν δέ, ὅτι καὶ ἐπὶ τοῦ πώλου ἐκάθισε, τοῦ νέου καὶ ἀδαμάστου λαοῦ, τοῦ ἀνυποτάκτου. Ἐδέδεντο δὲ καὶ ἡ ὄνος καὶ ὁ πῶλος ταῖς σειραῖς τῶν οἰκείων ἁμαρτιῶν.

Δύο δὲ ἀπεστάλησαν λύσοντες, ὁ μὲν Παῦλος εἰς τὰ ἔθνη, Πέτρος δὲ εἰς τὴν περιτομήν, τουτέστι, τοὺς Ἰουδαίους.

Καὶ μέχρι δὲ τοῦ νῦν, δύο λύουσιν ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν, ὁ Ἀπόστολος καὶ τὸ Εὐαγγέλιον· ἔρχεται δὲ ὁ Χριστὸς πραΰς· οὐ γὰρ ἦλθε κρῖναι τὸν κόσμον ἐν τῇ πρώτῃ παρουσίᾳ, ἀλλὰ σῶσαι. Ἀλλὰ καὶ οἱ μὲν ἄλλοι βασιλεῖς τῶν Ἑβραίων ἅρπαγες ἦσαν καὶ ἄδικοι, ὁ δὲ Χριστός, βασιλεὺς πραΰς. «Πορευθέντες δὲ οἱ μαθηταί, καὶ ποιήσαντες καθὼς προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς, ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν ἐπάνω αὐτῶν τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπάνω αὐτῶν.» Ὁ μὲν Λουκᾶς καὶ ὁ Μάρκος ὑποζύγιον μόνον εἶπον. Ματθαῖος δὲ ὄνον καὶ πῶλον, οὐκ ἐναντία λέγοντες· ἀγομένῳ γὰρ τῷ πώλῳ συνηκολούθει καὶ ἡ μήτηρ. Ἐκάθισε δὲ ἐπάνω αὐτῶν, οὐχὶ τῶν δύο ὑποζυγίων, ἀλλὰ τῶν ἱματίων· ἢ πρῶτον μὲν ἐκάθισεν ἐπὶ τῆς ὄνου, εἶτα καὶ ἐπὶ τοῦ πώλου. Ἐπεὶ καὶ πρῶτον ἐπανεπαύσατο τῇ τῶν Ἰουδαίων συναγωγῇ, εἶτα τῷ ἐξ ἐθνῶν λαῷ. «Ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν αὐτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ· ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων, καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ· οἱ δὲ ὄχλοι οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες, ἔκραζον λέγοντες· Ὡσαννὰ τῷ υἱῷ Δαυΐδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ὡσαννὰ ἐν τοῖς ὑψίστοις.»

Κατὰ μὲν τὴν ἱστορίαν, πολλὴν τιμὴν ἐμφαίνει ἡ τῶν ἱματίων ὑπόστρωσις, καὶ τῶν κλάδων ἡ τομή, πανηγύρεως ἔνδειξις· κατὰ δὲ ἀναγωγήν, μάνθανε ὅτι μετὰ τὸ ἐπιθεῖναι τοὺς ἀποστόλους τὰ ἱμάτια αὐτῶν, ἤτοι τὰς ἀρετὰς αὐτῶν, τότε ἐπικάθηται ὁ Κύριος. Εἰ γὰρ μὴ καλλωπισθῇ ἡ ψυχῇ ταῖς ἀποστολικαῖς ἀρεταῖς, οὐκ ἐποχεῖται ἐπὶ ταύτης ὁ Θεός. Οἱ δὲ προάγοντες, εἰσὶν οἱ πρὸ τῆς τοῦ Χριστοῦ σαρκώσεως προφῆται· οἱ δὲ ἀκολουθοῦντες, οἱ μετὰ ταῦτα μάρτυρες καὶ διδάσκαλοι, οἳ τὰ ἱμάτια αὐτῶν στρωννύουσι τῷ Χριστῷ, τουτέστι, τὴν σάρκα ὑποτάσσουσι τῷ πνεύματι· ἱμάτιον γὰρ καὶ κάλυμμα τῆς ψυχῆς, τὸ σῶμα.

Ἔστρωσαν οὖν ἐν τῇ ὁδῷ, τουτέστι, ἐν τῷ Χριστῷ. «Ἐγὼ γάρ εἰμι ἡ ὁδός,» φησίν. Ἐὰν γὰρ μή τις τὴν σάρκα αὐτοῦ στρώσῃ, τουτέστι, ταπεινώσῃ, ἐν τῇ ὁδῷ, τουτέστιν, ἐν τῷ Χριστῷ μένων, καὶ μὴ αἱρετικὸς ὤν, οὐκ ἐποχεῖται ἐπὶ τούτου ὁ Κύριος. Τὸ δὲ Ὡσαννά, οἱ μὲν λέγουσιν ὅτι ὕμνον ἢ ψαλμὸν σημαίνει, οἱ δέ, ὃ καὶ ἀκριβέστερον· Σῶσον δή. Ἐρχόμενος δὲ λέγεται ὁ Κύριος, ὡς προσδοκώμενος παρὰ τοῖς Ἑβραίοις ἐλθεῖν· οὕτω γὰρ καὶ ὁ Ἰωάννης λέγει· «Σὺ εἷ ὁ ἐρχόμενος,» ἀντὶ τοῦ, ὁ προσδοκώμενος ἐλεύσεσθαι. Καὶ ἄλλως δὲ λέγεται ὁ ἐρχόμενος ὡς καθ’ ἡμέραν προσδοκωμένης τῆς δευτέρας αὐτοῦ παρουσίας· δεῖ οὖν ἕκαστον ἀεὶ ἐλπίζειν τὴν συντέλειαν, καὶ ἀεὶ ἐρχόμενον τὸν Κύριον, καὶ ἑτοιμάζεσθαι. «Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα, ἐσείσθη πᾶσα ἡ πόλις, λέγουσα· Τίς ἐστιν οὗτος; Οἱ δὲ ὄχλοι ἔλεγον· Οὗτός ἐστιν Ἰησοῦς ὁ προφήτης, ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας.» Οἱ ὄχλοι ἄδολοι ὄντες καὶ ἄπλαστοι, οὔτε ἐφθόνουν τῷ Χριστῷ, οὔτε πάλιν τὴν προσήκουσαν περὶ αὐτοῦ ὑπόληψιν εἶχον. Διὸ καὶ νῦν προφήτην αὐτὸν λέγουσι. Μή ποτε δὲ ἐπεὶ μετὰ τοῦ ἄρθρου φασίν, ὁ προφήτης, δύναται νοηθῆναι ὅτι οὗτός ἐστιν ὁ προσδοκώμενος προφήτης· ὃν εἶπε Μωσῆς, ὅτι «Προφήτην ὑμῖν ὁ Θεὸς ἀναστήσει.» Οὐ γὰρ εἶπον, Οὗτός ἐστι προφήτης, ἀλλ’, Ὁ προφήτης, τουτέστιν, ἐκεῖνος ὁ ἐλπιζόμενος. «

Καὶ εἰσῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν τοῦ Θεοῦ, καὶ ἐξέβαλε πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ· καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς.

Καὶ λέγει αὐτοῖς· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.» Ὡς δεσπότης τοῦ οἴκου, ὅ ἐστι τοῦ ἱεροῦ, ἐξέβαλε τοὺς πωλοῦντας· δεικνὺς ὅτι τὰ τοῦ Πατρός, καὶ αὐτοῦ εἰσι. Τοῦτο δὲ ἐποίει, ἅμα μὲν καὶ τῆς εὐκοσμίας τοῦ ἱεροῦ φροντίζων, ἅμα δὲ καὶ τὴν μετάθεσιν τῶν θυσιῶν σημαίνων· δι’ ὧν γὰρ ἐξέβαλλε τοὺς βόας καὶ τὰς περιστεράς, προεμήνυον, ὅτι οὐκ ἔτι χρεία ζωοθυσιῶν ἢ σφαγίων, ἀλλὰ προσευχῆς·

Ὁ γὰρ οἶκός μου, φησίν, οἶκος προσευχῆς, ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν· ἐν γὰρ τοῖς σπηλαίοις τῶν λῃστῶν γίνονται σφαγαὶ καὶ αἱματεκχυσίαι· ἣ καὶ διὰ τοὺς καπηλεύοντας, καὶ ἀγοράζοντας καὶ πωλοῦντας, σπήλαιον λῃστῶν ἐκάλεσε τὸ ἱερόν· τὸ γὰρ φιλοκερδές, λῃστρικὸν πάθος ἐστί· κολλυβισταὶ δέ εἰσιν οἱ παρ’ ἡμῖν λεγόμενοι τραπεζῖται· κόλλυβος γάρ, εἶδός ἐστι νομίσματος εὐτελοῦς, ὥσπερ ἔχομεν τυχὸν ἡμεῖς τοὺς ὀβολοὺς ἢ τὰ ἀργύρια. Πωλοῦσι δὲ περιστερὰς καὶ οἱ τοὺς ἐν ταῖς Ἐκκλησίαις βαθμοὺς πωλοῦντες. Τὴν γὰρ τοῦ Πνεύματος χάριν, ὅ ἐστι περιστερά, πωλοῦσιν αὐτοί.

Ὅθεν ἐκβάλλονται ἐκ τοῦ ἄνω ναοῦ, καὶ τοῦ κάτω· ἀνάξιοι γάρ εἰσιν ἱερατεύειν. Βλέπε δὲ καὶ σὺ μήποτε τὸ ἱερὸν τοῦ Θεοῦ, τουτέστι, τὴν σὴν διάνοιαν, ποιήσῃς σπήλαιον λῃστῶν, τουτέστι, τῶν δαιμόνων. Γενήσεται δὲ σπήλαιον, ἐὰν ἔχωμεν λογισμοὺς φιλοΰλους, πωλοῦντας καὶ ἀγοράζοντας καὶ φιλοχρημάτους, ἄχρι καὶ αὐτῶν τῶν κολλύβων ἤτοι τῶν εὐτελῶν νομισμάτων συνάγοντας· καὶ ἐὰν πωλῶμεν δὲ καὶ ἐκπριώμεθα τὰς περιστεράς, τουτέστιν, εἴ τι ἐν ἡμῖν εἴη πνευματικὸν δόγμα καὶ λογισμὸς τοιοῦτος, σπήλαιον λῃστῶν ἐποιήσαμεν ἑαυτούς. «Καὶ προσῆλθον αὐτῷ χωλοὶ καὶ τυφλοὶ ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτούς.» Ἐξ ὧν θεραπεύει τοὺς ἀσθενεῖς δείκνυσιν ὅτι Θεός ἐστι καὶ καλῶς ποιεῖ, ἐκβάλλων μετ’ ἐξουσίας ἐκ τοῦ οἴκου αὐτοῦ τοὺς ἀναξίους· δηλοῦται δὲ καὶ τοῦτο, ὅτι μεθ’ ὃ ἐξεβλήθησαν οἱ Ἰουδαῖοι, οἱ τῷ νόμῳ καὶ ταῖς ζωοσφαγίαις προσέχοντες, οἱ τυφλοὶ καὶ χωλοὶ οἱ ἐξ ἐθνῶν προσελήφθησαν, θεραπευθέντες ὑπ’ αὐτοῦ. «Ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησε, καὶ τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ, καὶ λέγοντας· Ὡσαννὰ τῷ υἱῷ Δαυΐδ, ἠγανάκτησαν, καὶ εἶπον αὐτῷ· Ἀκούεις τί οὗτοι λέγουσιν;

Ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· Ναί. Οὐδέποτε ἀνέγνωτε, ὅτι Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;» Οἱ Φαρισαῖοι ἰδόντες τοὺς παῖδας προσφέροντας τῷ Χριστῷ τὸν ὕμνον τοῦ Δαυΐδ, ὃν δοκεῖ ὁ προφήτης τῷ Θεῷ ἀναθεῖναι, διαπρίονται τῷ φθόνῳ, καὶ κακίζουσιν αὐτὸν ὡς ἀνεχόμενον τὰ τοῦ Θεοῦ ἐπ’ αὐτῷ λέγεσθαι· ὁ δέ, ἐπιβεβαιῶν μᾶλλον, φησί· Ναί.

Τοσοῦτον γάρ, φησίν, ἀπέχω τοῦ ἐπιστομίσαι τοὺς λέγοντάς μοι ταῦτα, ὥστε καὶ τὸν προφήτην παράγω μάρτυρα, καὶ ὑμᾶς ἀποδείκνυμι ἢ ἀμαθεῖς ἢ φθονερούς. Οὐκ ἀνέγνωτε γάρ, ὅτι Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; Κατηρτίσω δὲ σημαίνει ἀντὶ τοῦ Ἄρτιον καὶ τέλειον ἐδείξω ὕμνον, κἂν ἐκεῖνοι ἀτελεῖς δοκῶσι τὴν ἡλικίαν. Οὐ γὰρ ἐκεῖνοι ἔλεγον ἃ ἔλεγον, ἀλλὰ τὸ στόμα μόνον δεδωκότες τῷ Πνεύματι, ὄργανα ἦσαν ἐκείνου. Διὰ τοῦτο οὖν φησιν·

Ἐκ στόματος νηπίων, αἰνιττόμενος ὡς οὐ τῆς αὐτῶν διανοίας ἦσαν τὰ ῥήματα, ἀλλὰ μόνου τοῦ στόματος θείᾳ χάριτι κινουμένου· ἐσήμαινε δὲ τοῦτο ὅτι καὶ ἀπὸ τῶν ἐθνῶν τῶν νηπίων καὶ μωρῶν εὐλογηθήσεται. Καὶ τῶν ἀποστόλων δὲ παραμυθία ἦν τοῦτο, ὅτι δοθήσεται καὶ αὐτοῖς λόγος, κἂν ἀφελεῖς ὦσι. Καὶ σὺ δὲ ἐὰν νηπιάζῃς τῇ κακίᾳ ἄκακος ὤν, καὶ θηλάζῃς τὸ πνευματικὸν γάλα, τὰ θεῖα λόγια, τότε γενήσῃ ἄξιος τοῦ ὑμνεῖν τὸν Θεόν. «Καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν, καὶ ηὐλίσθη ἐκεῖ.» Ἀναχωρεῖ ἀπὸ τούτων ὡς ἀναξίων, καὶ ἔρχεται εἰς Βηθανίαν ὃ ἑρμηνεύεται οἶκος ὑπακοῆς· ἀπὸ γὰρ τῶν ἀνυποτάκτων ἐπὶ τοὺς ὑπακούοντας αὐτῷ μεταβαίνει, καὶ αὐλίζεται ἐν αὐτοῖς. Φησὶ γάρ· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. «Πρωΐας δὲ ἐπανάγων εἰς τὴν πόλιν, ἐπείνασε· καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ, ἦλθεν ἐπ’ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγεται αὐτῇ· Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα· καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ· καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν, λέγοντες· Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ;»

Ἐπειδὴ συχνὰς ἐποίει θαυματουργίας ὁ Κύριος πρὸς εὐεργεσίαν πάσας ὁρώσας, οὐδεμίαν δὲ κολαστικὴν θαυματουργίαν ἐνεδείξατο, ἵνα μὴ νομίσωσί τινες, ὅτι οὐ δύναται κολάζειν, δείκνυσιν ἐνταῦθα καὶ ταύτην αὐτοῦ τὴν δύναμιν, οὐκ εἰς ἀνθρώπους καταχρησάμενος ταύτῃ, ἀλλ’ εἰς δένδρον ὡς φιλάνθρωπος· ὥσπερ καὶ πρὸ τούτου εἰς τοὺς χοίρους. Ξηραίνει οὖν τὸ δένδρον, ἵνα σωφρονίσῃ ἀνθρώπους· θαυμάζουσι δὲ οἱ μαθηταί, εἰκότως. Τοῦτο γὰρ τὸ δένδρον ὑγρότερόν ἐστι, καὶ μᾶλλον δεικνύει τὸ θαῦμα, ὅτι ταχέως ἐξηράνθη· σημαίνει δὲ ἡ συκῆ, καὶ τὴν τῶν Ἰουδαίων Συναγωγήν, φύλλα μόνον ἔχουσαν, τουτέστι, τὸ φαινόμενον γράμμα, οὐχὶ τὸν καρπὸν τοῦ πνεύματος. Ἀλλὰ καὶ πᾶς ἄνθρωπος τῇ γλυκύτητι τοῦ παρόντος βίου αὑτὸν ἐκδεδωκώς, συκῇ ἀπεικάζεται· ὃς καρπὸν οὐκ ἔχει πνευματικόν, ἵνα πεινῶντι τῷ Ἰησοῦ δῷ, φύλλα δὲ μόνον, τὴν πρόσκαιρον φαντασίαν καὶ καταῤῥέουσαν.

Οὗτος οὖν κατηραμένος ἀκούει. Πορεύεσθε γάρ, φησίν, οἱ κατηραμένοι, εἰς τὸ πῦρ. Ἀλλὰ καὶ ξηραίνεται· ἀποτηγανιζομένου γὰρ αὐτοῦ ἐν τῇ φλογί, ξηραίνεται ἡ γλῶσσα αὐτοῦ ὡς καὶ ἡ τοῦ πλουσίου. «Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται, καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ, πιστεύοντες, λήψεσθε.» Μεγάλη ἡ τοῦ Χριστοῦ πρὸς τοὺς μαθητὰς ἐπαγγελία, τὸ τὰ ὅρη μεθιστᾷν δύνασθαι, ἐὰν μὴ διακριθῶμεν, τουτέστι, διστάσωμεν· ὅσα γὰρ αἰτοῦμεν ἀδιστάκτως πιστεύοντες τῇ τοῦ Θεοῦ δυνάμει, ληψόμεθα. Ναί, φησί, καὶ ἐὰν αἰτήσωμαί τι ἀσύμφορον, πιστεύω δὲ ἀνοήτως ὅτι δώσει μοι τοῦτο ὁ Θεός, ἆρα λήψομαι καὶ ἐκεῖνο τὸ ἀσύμφορον;

Καὶ πῶς φιλάνθρωπος ὁ Θεός, εἴγε τὸ ἀσύμφορόν μου αἴτημα πληροῖ; Ἄκουε οὖν. Πρῶτον μὲν ὅτι, ὅταν ἀκούσῃς πίστιν, οὐχὶ τὴν ἀνόητον, ἀλλὰ τὴν ὄντως, νοεῖν ὀφείλεις· καὶ προσευχὴν ἐκείνην, τὴν τὰ συμφέροντα αἰτουμένην, ὡς ὁ Κύριος παρέδωκε, λέγων· «Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ,» καὶ ὅσα τῆς τοιαύτης εὐχῆς ῥήματα· ἔπειτα ὅρα καὶ τὴν λέξιν τοῦ, Διακριθῆτε.

Ὁ γὰρ ἡνωμένος τῷ Θεῷ, καὶ ἓν ὢν πρὸς ἐκεῖνον, καὶ μὴ διακριθεὶς καὶ χωρισθείς, πῶς ἂν τὸ ἀσύμφορον αἰτήσοιτο; ὥστε ἐὰν ἀχώριστοι καὶ ἀδιάκριτοι ὧμεν τοῦ Θεοῦ, τότε τὰ συμφέροντα αἰτησόμεθα καὶ ληψόμεθα. «Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ ἱερόν, προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ, λέγοντες· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐρωτήσω κἀγὼ ὑμᾶς λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. Τὸ βάπτισμα Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; Οἱ δὲ διελογίζοντο παρ’ ἑαυτοῖς, λέγοντες·

Ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν· Διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; Ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον· πάντες γὰρ ἔχουσι τὸν Ἰωάννην ὡς προφήτην. Καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπον· Οὐκ οἴδαμεν. Ἔφη αὐτοῖς καὶ αὐτός· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.» Φθονοῦντες οἱ νομοδιδάσκαλοι ὅτι ἐξέβαλεν ἀπὸ τοῦ ἱεροῦ τοὺς καπηλεύοντας, προσέρχονται ἐρωτῶντες αὐτὸν τοιάδε τινά, ὡς Τίς σὺ ἐκβάλλεις ἀπὸ τοῦ ἱεροῦ τοὺς πραγματευομένους; Ἆρα ὡς ἱερεύς; καὶ μὴν ἱερατικὴν ἀρχὴν οὐκ ἔχεις. Ἆρ’ οὖν ὡς βασιλεύς; καὶ μὴν οὔτε βασιλεὺς εἶ, οὔτε ἐὰν ὑπῆρχες, ἐξῆν σοι τοιαῦτα ποιεῖν· οὐ γὰρ ἔξεστι ταῦτα τοῖς βασιλεῦσιν ἐν ἱερῷ πράττειν. Ἠρώτων δὲ ταῦτα τὸν Κύριον, ἵνα, ἐὰν μὲν εἴπῃ, ὅτι Ἐν τῇ ἐμῇ ἐξουσίᾳ ταῦτα ποιῶ, διαβάλλωσιν αὐτὸν ὡς ἀντάρτην, καὶ ἰδίαν ἐξουσίαν ἔχειν λέγοντα· ἐὰν δὲ εἴπῃ, ὅτι Ἐν τῇ θείᾳ ἐξουσίᾳ ταῦτα ποιῶ, ἀποστήσωσιν ἀπ’ αὐτοῦ τοὺς ὄχλους τοὺς ὑμνοῦντας αὐτὸν ὡς Θεόν, δείξαντες τοῖς ὄχλοις ὅτι, Ἰδοὺ οὐκ ἔστι Θεὸς αὐτός, ἀλλ’ ἐν τῇ τοῦ Θεοῦ ἐξουσίᾳ ταῦτα ποιεῖ ὡς δοῦλος. Τί οὖν ὁ Χριστὸς ἡ αὐτοσοφία; Δράττεται τοὺς σοφοὺς ἐν τῇ κακουργίᾳ αὐτῶν, καὶ ἐρωτᾷ αὐτοὺς περὶ τοῦ Ἰωάννου τὰ ὅμοια, ἵνα ἐὰν μὲν εἴπωσιν ὅτι ἐξ οὐρανοῦ ἦν τὸ κήρυγμα τοῦ Ἰωάννου, εὑρεθῶσι θεομάχοι, ὡς μὴ παραδεξάμενοι τοῦτο· ἐὰν δὲ ἐξ ἀνθρώπων εἴπωσι, κινδυνεύσωσιν ἐκ τοῦ ὄχλου.

Πάντες γὰρ ὡς προφήτην εἶχον τὸν Ἰωάννην. Δείκνυσι δὲ ἐντεῦθεν ὁ Κύριος, ὅτι τοῖς κακούργως ἐρωτῶσιν οὐ δεῖ ἀποκρίνεσθαι. Οὐδὲ γὰρ οὐδ’ αὐτὸς ἀπεκρίνατο τοῖς ἐρωτῶσιν αὐτὸν Ἰουδαίοις ἐν δόλῳ, καίτοι οὐκ ἠπόρει ἀποκρίσεως. Ἅμα δὲ μανθάνομεν ὅτι καὶ τὸ ἑαυτὸν ἐγκωμιάζειν, οὐκ ἔστι κατὰ Χριστόν. Ἰδοὺ οὖν ὁ Κύριος δυνάμενος εἰπεῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖ, οὐκ εἶπεν, ἵνα μὴ δόξῃ ἑαυτὸν ἐγκωμιάζειν. «Τί δὲ ὑμῖν δοκεῖ; Ἄνθρωπος εἷχε τέκνα δύο· καὶ προσελθὼν τῷ πρώτῳ, εἶπε· Τέκνον, ὕπαγε σήμερον, ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. Ὁ δὲ ἀποκριθείς, εἶπεν· Οὐ θέλω. Ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε. Καὶ προσελθὼν τῷ δευτέρῳ, εἶπεν ὡσαύτως· ὁ δὲ ἀποκριθείς, εἶπεν· Ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθε. Τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός;

Λέγουσιν αὐτῷ· Ὁ πρῶτος. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Ἦλθε γὰρ πρὸς ὑμᾶς Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.» Δύο τάγματα εἰσάγει· ἓν μὲν τῶν ἐξ ἀρχῆς ὑποσχομένων· οἷοι ἦσαν οἱ Ἰουδαῖοι, εἰπόντες· «Πάντα ὅσα εἶπεν ὁ Θεὸς ποιήσομεν καὶ ἀκουσόμεθα·» ἕτερον δέ, τῶν ἀπειθησάντων, οἷον πορνῶν καὶ τελωνῶν, ἀλλὰ δὴ καὶ τοῦ ἐξ ἐθνῶν λαοῦ, οἳ ἐξ ἀρχῆς μὴ ὑπακούσαντες τῷ θελήματι τοῦ Θεοῦ, ὕστερον μετέγνωσαν καὶ ὑπήκουσαν. Ὅρα οὖν τὴν σοφίαν τοῦ Χριστοῦ. Οὐκ εὐθὺς ἐξ ἀρχῆς εἶπεν αὐτοῖς ὅτι Κρείττονες ὑμῶν εἰσὶν οἱ τελῶναι καὶ αἱ πόρναι, ἀλλὰ προκατέσχεν αὐτοὺς καὶ ὡμολόγησαν ὅτι ἐκ τῶν δύο υἱῶν ἐκεῖνος πειθήνιος, ὁ ποιήσας τὸ θέλημα τοῦ πατρός. Εἷθ’ οὕτως ὁμολογησάντων ἐκείνων, ἐπήγαγεν ὅτι Ἦλθεν Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, τουτέστιν, ἐν ἀμέμπτῳ βίῳ· οὐκ ἔχετε γὰρ εἰπεῖν ὅτι ἐπίψογος ἦν αὐτῷ ὁ βίος, ἀλλ’ ὅμως αἱ πόρναι ὑπήκουσαν, ὑμεῖς δὲ οὔ· διὸ καὶ προάγουσιν ὑμᾶς, τουτέστι, πρότεραι ὑμῶν εἰσέρχονται εἰς τὴν βασιλείαν· ὥστε ἀγωνίσασθε καὶ ὑμεῖς, ἵνα κἂν γοῦν μετ’ ἐκείνας εἰσέλθητε καὶ αὐτοὶ πιστεύσαντες· ἐὰν δὲ μὴ πιστεύσητε, οὐδ’ ὅλως εἰσελεύσεσθε.

Πολλοὶ δὲ καὶ μέχρι τοῦ νῦν ὑπισχνοῦνται μὲν τῷ Θεῷ καὶ Πατρί, μοναχοὶ τυχὸν ἔσεσθαι ἢ ἱερεῖς, μετὰ δὲ τὴν ὑπόσχεσιν ῥᾳθυμοῦσιν. Ἕτεροι δέ, μοναχικὴν μὲν ἢ ἱερατικὴν διαγωγὴν οὐκ ἐπηγγείλαντο, μοναχικῶς δὲ καὶ ἱερατικῶς διάγουσιν· ὥστε οὗτοι τέκνα εὐπειθῆ, οἱ πράττοντες κἂν μηδὲν ὑπέσχοντο. «Ἄλλην παραβολὴν ἀκούσατε. Ἄνθρωπος ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκε, καὶ ὤρυξεν ἐν αὐτῷ ληνόν.

Καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν.» Ἄλλην παραβολὴν αὐτοῖς ἐπιφέρει, δεικνύων ὅτι καὶ μυρίας ἐπιμελείας ἀξιωθέντες, οὐκ ἐβελτιώθησαν. Ἄνθρωπος γὰρ οἰκοδεσπότης ὁ Κύριος, ὁ διὰ τὴν φιλανθρωπίαν, ἄνθρωπος προσαγορευόμενος. Ἀμπελὼν δὲ ὁ λαὸς τῶν Ἰουδαίων, φυτευθεὶς παρὰ τοῦ Θεοῦ ἐν τῇ γῇ τῆς ἐπαγγελίας· Εἰσαγαγὼν γάρ, φησί, καταφύτευσον αὐτοὺς εἰς ὄρος ἅγιόν σου. Φραγμὸς δὲ ὁ νόμος, οὐκ ἐῶν αὐτοὺς ἐπιμιγῆναι τοῖς ἔθνεσιν· ἢ οἱ ἅγιοι ἄγγελοι οἳ ἐφύλαττον τὸν Ἰσραήλ. Ληνός, τὸ θυσιαστήριον.

Πύργος, ὁ ναός. Γεωργοὶ δὲ οἱ διδάσκαλοι τοῦ λαοῦ. Φαρισαῖοι καὶ Γραμματεῖς. Ἀπεδήμησε δὲ ὁ οἰκοδεσπότης Θεός, ὅτε μηκέτι ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς· ἢ ἀποδημία τοῦ Θεοῦ, ἡ μακροθυμία. Δοκεῖ γὰρ καὶ ὑπνώττειν καὶ ἀποδημεῖν ὁ Θεός, ἐν τῷ μακροθυμεῖν, καὶ μὴ παρὰ πόδας τῶν ἀδικημάτων ἀπαιτεῖν τὰς εὐθύνας. «Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν. ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργούς, λαβεῖν τοὺς καρποὺς αὐτοῦ. Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ, ὃν μὲν ἔδηραν, ὃν δὲ ἐλιθοβόλησαν.

Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. Ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ, λέγων· Ἐντραπήσονται τὸν υἱόν μου. Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱόν, εἶπον ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. Καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος, καὶ ἀπέκτειναν.» Ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, κατὰ τοὺς τῶν προφητῶν χρόνους.

Δοῦλοι γὰρ ἀποσταλέντες οἱ προφῆται, οὓς καὶ ὕβρισαν διαφόρως οἱ γεωργοί, τουτέστιν, οἱ κατὰ καιροὺς ψευδοπροφῆται καὶ ψευδοδιδάσκαλοι. Τὸν μὲν γὰρ ἔδηραν, ὥσπερ τὸν Μιχαίαν, πατάξαντος αὐτὸν ἐπὶ σιαγόνα Σεδεκίου· τὸν δὲ ἀπέκτειναν, ὥσπερ τὸν Ζαχαρίαν, μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου· ἐλιθοβόλησαν δέ, ὡς Ζαχαρίαν τὸν υἱὸν Ἰωδαὲ τὸν ἀρχιερέα. Ὕστερον δὲ ἀπεστάλη ὁ Υἱὸς τοῦ Θεοῦ, ἐν σαρκὶ φανείς. Τὸ δὲ «Ἐντραπήσονται τὸν Υἱόν μου» εἶπεν, οὐκ ἀγνοῶν ὅτι ἔμελλον αὐτὸν ἀποκτεῖναι, ἀλλὰ τὸ ὀφειλόμενον γενέσθαι σημαίνων.

Ἔδει γάρ, φησίν, εἰ καὶ τοὺς δούλους ἀπέκτειναν, ἀλλὰ κἂν τοῦ Υἱοῦ τὸ ἀξίωμα ἐντραπῆναι. Οἱ δὲ γεωργοὶ ἰδόντες αὐτόν, εἶπον· «Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε ἀποκτείνωμεν αὐτόν.» Καὶ γὰρ οἱ Ἰουδαῖοι οἱ λέγοντες, ὅτι Οὗτός ἐστιν ὁ Χριστός, ἐκεῖνοι αὐτὸν ἐσταύρωσαν. Ἐξέβαλον δὲ αὐτὸν ἔξω τοῦ ἀμπελῶνος, ἔξω γὰρ τῆς πόλεως ἀπεκτάνθη ὁ Κύριος. Ἀλλὰ καὶ ἐπεὶ ἀμπελῶνα ἐλέγομεν εἶναι τὸν λαόν, ἔξω τοῦ ἀμπελῶνος, τουτέστιν, ἔξω τῆς τοῦ ἀδόλου λαοῦ γνώμης, αὐτὸν ἀπέκτειναν οἱ Φαρισαῖοι, οἱ πονηροὶ γεωργοί. «Ὅταν οὖν ἔλθῃ ὁ Κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; Λέγουσιν αὐτῷ·

Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.» Ὅταν ἔλθῃ· πότε; Ἆρα ἐν τῇ δευτέρᾳ παρουσίᾳ; Φαίνεται μὲν καὶ τοῦτο νοεῖσθαι, πλὴν κρεῖττον οὕτω νοηθῆναι·

Κύριος τοῦ ἀμπελῶνος, ὁ Θεὸς καὶ Πατήρ, ὃς ἀπέστειλε τὸν Υἱὸν αὐτοῦ, τὸν καὶ φονευθέντα ὑπ’ αὐτῶν. Ὅταν οὖν οὗτος ἔλθῃ, τουτέστιν, ὅταν ἐπιβλέψῃ ἐπὶ τὴν ἀνομίαν, ἣν ἐποίησαν οἱ Ἰουδαῖοι, τότε κακοὺς κακῶς ἀπολέσει αὐτούς, τὰ Ῥωμαϊκὰ στρατεύματα ἐπιπέμψας. Καὶ τὸν ἀμπελῶνα αὐτοῦ, τουτέστι, τὸν λαόν, ἐκδώσεται ἄλλοις γεωργοῖς, τουτέστιν, ἀποστόλοις καὶ διδασκάλοις. Νόησον δὲ ἀμπελῶνα, καὶ τὰς θείας Γραφάς, ἐν αἷς φραγμὸς μέν ἐστι τὸ γράμμα· ληνὸς δὲ ὀρυχθείς, τὸ βάθος τοῦ πνεύματος· πύργος δὲ ἡ θεολογία, διηρμένη καὶ ὑψηλοτάτη οὖσα. Ταύτας οὖν τὰς Γραφὰς εἶχον μὲν πρότερον κακοὶ γεωργοί, οἱ Φαρισαῖοι· ἐξέδοτο δὲ ἡμῖν ταύτας ὁ Θεὸς τοῖς καλῶς γεωργοῦσιν αὐτάς.

Ἐκεῖνοι γὰρ καὶ τὸν Κύριον ἀπέκτειναν ἔξω τοῦ ἀμπελῶνος, τουτέστιν, ἔξω ὧν ἔλεγον αἱ Γραφαί. «Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς Γραφαῖς· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; Διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον, συνθλασθήσεται· ἐφ’ ὃν δ’ ἂν πέσῃ, λικμήσει αὐτόν.» Λίθον ἑαυτὸν ὀνομάζει· οἰκοδόμους δέ, τοὺς διδασκάλους τῶν Ἰουδαίων, οἳ ὡς ἀχρεῖον μὲν αὐτὸν ἀπεδοκίμασαν, λέγοντες· «Σαμαρείτης εἶ σύ, καὶ δαιμόνιον ἔχεις.» Αὐτὸς δὲ ἐκ νεκρῶν ἀναστάς, ἐτέθη εἰς κεφαλὴν γωνίας, τουτέστι, κεφαλὴ τῆς Ἐκκλησίας ἐγένετο, συνάπτων τοὺς Ἰουδαίους καὶ τοὺς ἐθνικοὺς εἰς μίαν πίστιν. Ὥσπερ γὰρ ὁ λίθος ὁ τὴν γωνίαν ἐν τῇ οἰκοδομῇ ποιῶν, συνέχει τὸν ἔνθεν καὶ τὸν ἐκεῖθεν τοῖχον, οὕτω καὶ ὁ Χριστὸς εἰς μίαν πίστιν πάντας συνέδησεν. Ἡ γωνία δὲ αὕτη θαυμαστή ἐστι, καὶ παρὰ Κυρίου ἐγένετο. Ἡ γὰρ συνέχουσα ἡμᾶς Ἐκκλησία καὶ ἑνοποιοῦσα τῇ πίστει, παρὰ Κυρίου ἐγένετο, καὶ ἔστι θαύματος ἀξία πολλοῦ, διὰ τὸ καλῶς οἰκοδομηθῆναι. Καὶ ἄλλως δέ ἐστι θαυμαστή, διότι τοῖς θαύμασιν ἐβεβαιώθη καὶ ἐκραταιώθη ὁ λόγος ὁ τοῦ Χριστοῦ· ὥστε ἡ σύστασις τῆς Ἐκκλησίας θαυμαστή ἐστιν.

Ἤρθη οὖν ἡ βασιλεία τοῦ Θεοῦ ἀπὸ τῶν Ἰουδαίων, τουτέστιν, ἡ οἰκειότης ἡ πρὸς Θεόν, καὶ ἐδόθη τοῖς πιστεύσασιν. Οἱ γὰρ προσκόπτοντες τῷ λίθῳ, καὶ σκανδαλιζόμενοι ἐπὶ τῷ Χριστῷ, συνθλασθήσονται μὲν καὶ ἐν τῇ δευτέρᾳ παρουσίᾳ· πλὴν καὶ ἐντεῦθεν ἤδη ἐλικμήθησαν ὑπ’ αὐτοῦ, τουτέστι, διεσπάρησαν ἁπανταχοῦ τῆς γῆς, ὥσπερ ὁρῶμεν νῦν τοὺς ἀθλίους Ἰουδαίους. Τοῦτο οὖν ἐστι τὸ λικμήσει, τουτέστι, διασπερεῖ αὐτούς. «Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ, ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει· καὶ ζητοῦντες αὐτὸν κρατῆσαι, ἐφοβήθησαν τοὺς ὄχλους, ἐπειδὴ ὡς προφήτην αὐτὸν εἶχον.» Πάλιν ὅρα, ὅτι ὁ μὲν ὄχλος ὁ ἄδολος καὶ ἄπλαστος, ἀκολουθεῖ τῇ ἀληθείᾳ. Οἱ δὲ νομοδιδάσκαλοι κακουργοῦσιν.

Ἀλλὰ καὶ μέχρι τοῦ νῦν ζητοῦσιν οἱ Ἑβραῖοι κρατῆσαι τὸν Ἰησοῦν, ἀλλ’ οὐ κρατοῦσιν αὐτόν, οὐδὲ νοοῦσι. Τὸν γὰρ Ἀντίχριστον κρατήσουσιν, καὶ ἐκείνῳ προσκυνήσουσιν· ὁ δὲ Χριστὸς οὐ ληφθήσεται, ἤτοι νοηθήσεται παρ’ αὐτῶν.

ΚΕΦΑΛ. ΚΒʹ. Περὶ τῶν καλουμένων εἰς τὸν γάμον. Περὶ ἐπερωτησάντων διὰ τὸν κῆνσον. Περὶ τῶν Σαδδουκαίων. Περὶ τοῦ ἐπερωτήσαντος νομικοῦ. Περὶ τῶν τοῦ Κυρίου ἐπερωτήσεων. «Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, πάλιν εἶπεν αὐτοῖς ἐν παραβολαῖς, λέγων· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ, καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους. λέγων·

Εἴπατε τοῖς κεκλημένοις· Ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὁ μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὁ δὲ εἰς τὴν ἐμπορίαν αὐτοῦ· οἱ δὲ λοιποί, κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. Καὶ ἀκούσας ὁ βασιλεὺς ἐκεῖνος, ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ, ἀπώλεσε τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν.» Καὶ αὕτη ἡ παραβολὴ τὴν τῶν Ἰουδαίων ἀπείθειαν ὑποσημαίνει, ὥσπερ καὶ ἡ τοῦ ἀμπελῶνος. Πλὴν ὅσον ἐκείνη μὲν τὸν θάνατον τοῦ Χριστοῦ, αὕτη δὲ χαρὰν γαμήλιον, ἤτοι τὴν ἀνάστασιν δηλοῖ. Δείκνυσι δὲ αὕτη καὶ χείρονα πλημμελήσαντας τούτους τῶν ἐν τῇ προτέρᾳ παραβολῇ. Ἐκεῖνοι μὲν γὰρ καρποὺς ἀπαιτούμενοι, ἐφόνευσαν τοὺς ἀπαιτητάς· οὗτοι δὲ εἰς γάμους καλούμενοι, τὴν μιαιφονίαν ἐπεδείξαντο· ἀνθρώπῳ οὖν βασιλεῖ ὁμοιοῦται ὁ Θεός, οὐ γὰρ φαίνεται οἷός ἐστιν, ἀλλ’ οἷον δεῖ πρὸς ἡμᾶς φαίνεσθαι. Ὅταν μὲν οὖν ὡς ἄνθρωποι ἀποθνήσκωμεν, τοῖς ἀνθρωπίνοις ἐλαττώμασιν ὑποκείμενοι, ὡς ἄνθρωπος φαίνεται ἡμῖν ὁ Θεός· ὅταν δὲ ὡς θεοὶ περιπατῶμεν, τότε ἵσταται ὁ Θεὸς ἐν συναγωγῇ Θεῶν. Ὥσπερ οὖν καὶ ὅταν ὡς θηρία ζῶμεν, γίνεται καὶ ἐκεῖνος ἡμῖν πάνθηρ, καὶ ἄρκτος, καὶ λέων· ποιεῖ δὲ γάμον τῷ Υἱῷ αὐτοῦ, συνάπτων αὐτὸν πάσῃ ψυχῇ ὡραίᾳ. Νυμφίος γὰρ ὁ Χριστός, νύμφη δὲ ἡ Ἐκκλησία καὶ ἡ ψυχή.

Δοῦλοι δὲ ἀποσταλέντες πρότερον, οἱ περὶ τὸν Μωσέα εἰσίν, οἷς οὐκ ἐπείσθησαν οἱ Ἑβραῖοι, ἀλλὰ παρεπίκραναν τὸν Θεὸν ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἕτη, καὶ οὐκ ἠθέλησαν τὸν λόγον τοῦ Θεοῦ καὶ τὴν χαρὰν παραδέξασθαι τὴν πνευματικήν. Εἶτα ἀπεστάλησαν ἄλλοι δοῦλοι, οἱ προφῆται. Ἀλλὰ καὶ τούτων τοὺς μὲν ἀπέκτειναν, ὡς τὸν Ἡσαΐαν· τοὺς δὲ ὕβρισαν, ὡς τὸν Ἱερεμίαν, εἰς λάκκον βορβόρου ἐμβαλόντες. Οἱ δὲ μετριώτεροι παρῃτήσαντο, ὁ μὲν εἰς τὸν ἴδιον ἀγρὸν ἀπελθών, τουτέστιν, εἰς φιλόσαρκον βίον καὶ τρυφηλὸν ἀπονεύσας· ἀγρὸς γὰρ ἑκάστου ἴδιος τὸ σῶμα· ὁ δὲ εἰς τὴν ἐμπορίαν αὐτοῦ, τουτέστιν, εἰς τὸν φιλοκερδῆ βίον· οἱ γὰρ ἔμποροι, φιλοκερδέστατον γένος. Δείκνυσιν οὖν ἡ παραβολή, ὅτι οἱ ἀποτυγχάνοντες τοῦ πνευματικοῦ γάμου, καὶ τῆς πρὸς Χριστὸν συναφείας καὶ ἑστιάσεως, διὰ δύο ταῦτα ὡς ἐπὶ τὸ πλεῖστον ἀποτυγχάνουσιν· ἢ διὰ τὰς σωματικὰς ἡδονάς, ἢ διὰ τὸ τῆς φιλοκερδείας πάθος. Ἄριστον δὲ ἐνταῦθα ὀνομάζει, καίτοι ἀλλαχοῦ δεῖπνον αὐτὸ λέγων· οὐκ ἀλόγως· δεῖπνον μὲν γάρ, ὡς ἐν ἐσχάτοις καιροῖς τελείως φανέντος τοῦ τοιούτου γάμου, καὶ πρὸς τῇ ἑσπέρᾳ ἤτοι τῷ τέλει τῶν αἰώνων· ἄριστον δέ, διότι καὶ ἐν τοῖς προτέροις αἰῶσιν ἀπεκαλύπτετο τὸ μυστήριον, εἰ καὶ ἀμυδρότερον.

Ταῦροι δὲ καὶ σιτιστά, ἡ Παλαιὰ καὶ ἡ Νέα Διαθήκη. Ἡ μὲν γὰρ Παλαιά, ἐμφαίνεται διὰ τῶν ταύρων· ζωοθυσίας γὰρ εἶχεν· ἡ δὲ Νέα, διὰ τῶν σιτιστῶν· ἄρτους γὰρ προσφέρομεν νῦν ἐν τῷ θυσιαστηρίῳ, οἳ ἐτυμώτερον ἂν κληθεῖεν σιτιστά, ὡς ἐκ σίτου συνιστάμενοι. Καλεῖ τοίνυν ἡμᾶς ὁ Θεὸς ἵνα φάγωμεν καὶ τὰ τῆς Παλαιᾶς Γραφῆς ἀγαθὰ καὶ τὰ τῆς Νέας. Ἀλλὰ καὶ ὅταν ἴδῃς τινὰ ἑρμηνεύοντα τὰ θεῖα λόγια σαφῶς, γίνωσκε τὸν τοιοῦτον σιτιστὰ βρώματα διδόναι οἱονεὶ γὰρ σιτίζει καὶ ἐμβρωματίζει τοὺς ἁπλουστέρους, ὁ σαφῶς διδάσκων. Ζητήσεις δὲ ἐνταῦθα πῶς λέγει «Καλέσατε τοὺς κεκλημένους·» εἰ κεκλημένοι ἦσαν, πῶς ἔμελλον πάλιν αὐτοὺς καλεῖν; Μάνθανε οὖν, ὅτι ἕκαστος ἡμῶν κέκληται ἀπὸ φύσεως εἰς τὸ καλόν, ὑπὸ τοῦ λόγου τοῦ ἐμφύτου διδασκάλου καλούμενος. Ὅμως ὁ Θεὸς καὶ τοὺς ἔξω διδασκάλους πέμπει, ἵνα τοὺς ὑπὸ τοῦ λόγου κεκλημένους φυσικῶς, καὶ οὗτοι ἔξωθεν καλέσωσιν· ἀπέστειλε δὲ ὁ βασιλεὺς τὰ στρατεύματα αὐτοῦ, τουτέστι, τὰ Ῥωμαϊκά, καὶ τοὺς ἀπειθεῖς Ἰουδαίους ἀπώλεσε, καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε τὴν Ἱερουσαλήμ, ὡς καὶ ὁ φιλαλήθης Ἰώσηπος λέγει. «Τότε λέγει τοῖς δούλοις αὐτοῦ· Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε, καλέσατε εἰς τοὺς γάμους.

Καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδούς, συνήγαγον πάντας ὅσους εὗρον, πονηρούς τε καὶ ἀγαθούς, καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων.» Ἐπειδὴ οἱ πρότεροι δοῦλοι, οἱ περὶ Μωσέα καὶ οἱ προφῆται οὐκ ἔπεισαν, τότε ἄλλους δούλους ἀποστέλλει, τοὺς ἀποστόλους, οἳ τοὺς ἐξ ἐθνῶν ἐκάλεσαν, οὐκ ἐν τῇ ὁδῷ τῇ ἀληθινῇ βαδίζοντας, ἀλλ’ ἄλλους ἀλλαχῆ μεμερισμένους, καὶ ἐν ὁδοῖς πλείοσι καὶ δόγμασι διεσχισμένους.

Μᾶλλον δὲ παρὰ τὰς διεξόδους τῶν ὁδῶν ὄντας, τουτέστι, πλάνῃ πολλῇ καὶ ἀνωμαλίᾳ. Καὶ γὰρ καὶ αὐτοὶ πρὸς ἑαυτοὺς ἐστασίαζον, καὶ οὐκ ἐν ταῖς ὁδοῖς ἦσαν, ἀλλὰ παρὰ τὰς διεξόδους· καὶ ἐκεῖνά ἐστι τὰ δόγματα τὰ πονηρὰ ἃ ἐδογμάτιζον. Οὐ πάντες ἔστεργον ὁμοίως, ἀλλ’ οἱ μὲν τοιῶσδε, οἱ δὲ τοιῶσδε.

Μήποτε δὲ βέλτιον καὶ οὕτω νοηθῆναι; Ὁδός ἐστιν ὁ βίος ἑκάστου καὶ ἡ πολιτεία· διέξοδοι δὲ ἀπὸ τῆς ὁδοῦ, τὰ δόγματα. Οἱ γοῦν Ἕλληνες ὁδοὺς ἔχοντες πονηράς, τουτέστι, βίους ἐπιψόγους, ἀπὸ τῶν βίων τῶν πονηρῶν ἐπὶ τὰ δόγματα ἐξέβησαν τὰ ἄθεα, θεοὺς αἰσχροὺς ὑποστήσαντες συνηγόρους τοῖς πάθεσιν· ἐξελθόντες οὖν οἱ ἀπόστολοι ἐκ τῆς Ἱερουσαλὴμ ἐπὶ τὰ ἔθνη, συνήγαγον πάντας πονηρούς τε καὶ ἀγαθούς, τουτέστι, τούς τε πάσης κακίας πεπληρωμένους, καὶ τοὺς μετριώτερον ἔχοντας, οὓς καὶ ἀγαθοὺς ὀνομάζει, ὡς πρὸς σύγκρισιν ἐκείνων. «Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους, εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου, καὶ λέγει αὐτῷ· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε, μὴ ἔχων ἔνδυμα γάμου; Ὁ δὲ ἐφιμώθη. Τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις· Δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, ἄρατε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.» Ἡ μὲν εἰς τὸν γάμον εἰσέλευσις ἄνευ διακρίσεως γίνεται· χάριτι γὰρ μόνῃ πάντες ἐκλήθημεν, ἀγαθοί τε καὶ πονηροί, ἡ δὲ ζωὴ μετὰ ταῦτα τῶν εἰσελθόντων, οὐκ ἀνεξέταστος ἔσται, ἀλλὰ καὶ πάνυ πολλὴν ἐξέτασιν ποιεῖται ὁ βασιλεὺς τῶν μετὰ τὸ εἰσελθεῖν εἰς τὴν πίστιν ῥυπαρῶν εὑρισκομένων.

Φρίξωμεν οὖν ἐννοήσαντες, ὅτι, εἰ μὴ ἔχοι τις βίον καθαρόν, οὐδὲν αὐτὸν ὠφελεῖ ἡ πίστις μόνη· οὐ μόνον γὰρ ἐκβάλλεται ἐκ τοῦ γάμου, ἀλλὰ καὶ εἰς τὸ πῦρ ἀποπέμπεται. Τίς δέ ἐστιν ὁ ῥυπαρὰ ἱμάτια φορῶν; Ὁ μὴ ἐνδυσάμενος σπλάγχνα οἰκτιρμῶν, χρηστότητα, φιλαδελφίαν· πολλοὶ οὖν ἑαυτοὺς ἐξαπατῶντες κεναῖς ἐλπίσι, νομίζουσιν ὅτι τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτεύξονται, καὶ παρεμβάλλουσιν ἑαυτοὺς τῷ τῶν ἀνακειμένων χορῷ, οἰόμενοι περὶ ἑαυτῶν μεγάλα. Δικαιολογούμενος δὲ ὁ Κύριος πρὸς τὸν ἀνάξιον ἐκεῖνον, δείκνυσιν ἡμῖν δύο ταῦτα· ἓν μέν, ὅτι φιλάνθρωπός ἐστιν, ἕτερον δέ, ὅτι καὶ ἡμᾶς δεῖ μὴ καταγινώσκειν τινῶν, κἂν φανερῶς ἁμάρτωσιν, εἰ μὴ ἐλεγχθῶσιν οἱ ἁμαρτόντες. Λέγει οὖν ὁ Κύριος τοῖς διακόνοις, ἀγγέλοις τιμωρητικοῖς· «Δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας,» τουτέστι, τὰς πρακτικὰς τῆς ψυχῆς αὐτοῦ δυνάμεις. Ἐν τῷ αἰῶνι μὲν γὰρ τῷ ἐνεστῶτι, ἔστι πρᾶξαι καὶ ἐνεργῆσαί τι, ἐν δὲ τῷ μέλλοντι, δεσμοῦνται πᾶσαι αἱ πρακτικαὶ δυνάμεις τῆς ψυχῆς. Καὶ οὐκ ἔστι ποιῆσαί τι ἀγαθὸν εἰς ἀντισήκωσιν τῶν ἁμαρτιῶν· βρυγμὸς δὲ ὀδόντων, ἡ τότε γενησομένη ἀνονήτως μεταμέλεια· πολλοὶ δέ εἰσι κλητοί, πολλοὺς γὰρ καλεῖ ὁ Θεός, μᾶλλον δὲ πάντας· ὀλίγοι δὲ ἐκλεκτοί.

Ὀλίγοι καὶ οἱ σωζόμενοι καὶ ἄξιοι τοῦ ἐκλεγῆναι παρὰ Θεοῦ· ὥστε τοῦ μὲν Θεοῦ, τὸ καλεῖν, τὸ δὲ ἐκλεκτοὺς γενέσθαι ἢ μή, ἡμέτερόν ἐστι· δείκνυσι τοίνυν, ὅτι διὰ τοὺς Ἰουδαίους ἐλέχθη ἡ παραβολή, οἱ ἐκλήθησαν μέν, οὐκ ἐξελέγησαν δέ, ὡς μὴ ἀκούσαντες. «Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ· καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρωδιανῶν.» Ἐπιβουλὴ ἦν τὸ γινόμενον, διὰ τοῦτο καὶ ὁ Λουκᾶς ἐγκαθέτους τοὺς τοιούτους ὀνομάζει, ὡς ὑποπεμφθέντας ἐπὶ τὸ ἐπιβουλεῦσαι Χριστῷ· Ἡρωδιανοὶ δὲ ἦσαν, ἢ οἱ τοῦ Ἡρώδου στρατιῶται, ἢ οἱ νομίζοντες Ἡρώδην εἶναι τὸν Χριστόν· ἐπεὶ γὰρ ἐκλιπόντων τῶν ἀρχόντων Ἰούδα, ἐβασίλευσεν ὁ Ἡρώδης, ἐνόμισαν, ὅτι αὐτός ἐστιν ὁ Χριστός. Ἔρχονται τοίνυν οἱ Φαρισαῖοι μετὰ τούτων παγιδεύσοντες αὐτόν.

Ἄκουε δὲ πῶς ὁμιλοῦσιν αὐτῷ, λέγοντες· «Διδάσκαλε, οἴδαμεν, ὅτι ἀληθὴς εἴ, καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων. Εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; Ἔξεστιν δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ; Γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν, εἶπε· Τί με πειράζετε, ὑποκριταί;

Ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. Οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. Καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; Λέγουσιν αὐτῷ· Καίσαρος. Τότε λέγει αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.» Νομίζοντες μαλάξαι αὐτὸν καὶ χαυνῶσαι τοῖς ἐπαίνοις, κολακεύουσιν, ἵνα χαυνωθεὶς εἴπῃ, ὅτι οὐ δεῖ διδόναι τὸν φόρον, καὶ ἐκ τούτου κρατήσωσιν αὐτὸν ὡς στασιαστὴν καὶ ἀνασείοντα τὸν λαὸν κατὰ τοῦ Καίσαρος.

Διὰ τοῦτο καὶ τοὺς Ἡρωδιανοὺς ἐπάγονται, ὡς τοῦ βασιλέως ὄντας, ἵνα κατάσχωσιν αὐτὸν ὡς νεωτεριστήν. Οὐ λαμβάνεις δὲ πρόσωπον, φασί, τουτέστιν, οὐδὲν ἂν εἴποις πρὸς χάριν Πιλάτου ἢ Ἡρώδου· εἰπὲ οὖν ἡμῖν, ὀφείλομεν καὶ ἀνθρώποις ὑποτελεῖς εἶναι, καὶ φέρειν αὐτοῖς τὸ τέλος ὥσπερ καὶ τῷ Θεῷ τὸ δίδραχμον, ἢ μόνῳ τῷ Θεῷ τελέσωμεν; οὐχὶ δὲ καὶ τῷ Καίσαρι; Τοῦτο δὲ ἔλεγον, ὡς ἔφην, ἵνα, ἐὰν εἴπῃ, ὅτι οὐ δεῖ τελεῖν τῷ Καίσαρι, συλλάβωσιν αὐτὸν καὶ ἀποκτείνωσιν, ὡς τοὺς περὶ Θευδᾶν καὶ Ἰούδαν, τοὺς λέγοντας μὴ δεῖν θύειν ὑπὲρ τοῦ ὀνόματος τοῦ Καίσαρος· ὁ δὲ Ἰησοῦς διὰ τοῦ ἐντετυπῶσθαι τῷ νομίσματι τὸν Καίσαρα, πείθει αὐτοὺς ὡς δεῖ τῷ Καίσαρι ἀποδιδόναι τὰ ἑαυτοῦ, τουτέστι, τὰ ἔχοντα τὴν αὐτοῦ εἰκόνα· καὶ ἐν τοῖς σωματικοῖς καὶ τοῖς ἔξω ὑποτάττεσθαι τῷ βασιλεύοντι, ἐν δὲ τοῖς ἔσω καὶ πνευματικοῖς, τῷ Θεῷ. Δεῖ δὲ καὶ οὕτω νοεῖν, ὡς δεῖ ἕκαστον ἡμῶν τὰ τοῦ Καίσαρος, τουτέστι, τὰ τοῦ δαίμονος τοῦ τῶν κάτω κρατοῦντος, αὐτῷ ἐκείνῳ ἀποδιδόναι καὶ προσρίπτειν. Οἷον ἔχεις θυμὸν ἀπὸ τοῦ Καίσαρος, ῥίψον τοῦτον ἐπ’ αὐτόν, θυμώθητι κατ’ αὐτοῦ· οὕτω γὰρ δυνήσῃ καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ ἀποδοῦναι. Ἀλλὰ μὴν καὶ διττοὶ ὄντες ἡμεῖς, ἐκ ψυχῆς γὰρ καὶ σώματος συνιστάμεθα, τῷ μὲν σώματι ὡς Καίσαρι, ὀφείλομεν διατροφὰς καὶ σκεπάσματα. τῷ δὲ ἐν ἡμῖν θειοτέρῳ, τὰ ἁρμόδια. «

Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες· Διδάσκαλε, Μωσῆς εἶπεν·

Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. Ἦσαν δὲ παρ’ ἡμῖν ἑπτὰ ἀδελφοί, καὶ ὁ πρῶτος, γαμήσας ἐτελεύτησε· καὶ μὴ ἔχων σπέρμα, ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· ὁμοίως καὶ ὁ δεύτερος, καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά. Ὕστερον δὲ πάντων ἀπέθανε καὶ ἡ γυνή· ἐν τῇ οὖν ἀναστάσει, τίνος τῶν ἑπτὰ ἔσται γυνή; Πάντες γὰρ ἔσχον αὐτήν.» Ἐπιστομισθέντων τῶν Φαρισαίων σὺν τοῖς Ἡρωδιανοῖς, πάλιν οἱ Σαδδουκαῖοι πειράζουσιν.

Αἵρεσις δὲ ἦν τούτων τοιάδε· οὐκ ἐπίστευον οὔτε ἀνάστασιν, οὔτε πνεῦμα, οὔτε ἄγγελον, ἀπεναντίας τοῖς Φαρισαίοις διακείμενοι· πρᾶγμα οὖν συντιθέασι μὴ γενόμενον. Θὲς γὰρ ὅτι οἱ δύο ἔλαβον αὐτήν, καὶ ἀπέθανον, πῶς ἂν ὁ τρίτος οὐκ οἰωνίσατο καὶ ἀπείπατο τὸν γάμον, τοῖς πρὸ αὐτοῦ παιδευθείς;

Πλάττονται δ’ οὖν οἰόμενοι τὸν Χριστὸν εἰς ἀπορίαν ἐμβαλεῖν, ἵνα τὴν ἀνάστασιν διαβάλλωσιν· καὶ τὸν Μωσέα τῷ πλάσματι αὐτῶν συνήγορον παραλαμβάνουσιν. Ἑπτὰ δὲ εἶπον εἶναι τοὺς ἀδελφούς, ἵνα ἐπὶ πλέον κωμῳδήσωσι τὸ τῆς ἀναστάσεως μυστήριον· καὶ τίνος αὐτῶν, φασίν, ἔσται ἡ γυνή; Εἴποι οὖν ἄν τις· Ὦ μιαροὶ Σαδδουκαῖοι, τοῦ πρώτως γεγαμηκότος ἔσται ἡ γυνή, εἴγε συγχωρήσωμεν, ὅτι καὶ ἐν τῇ ἀναστάσει γάμος ἐστίν· οἱ γὰρ ἄλλοι, ὑποβολιμαῖοι, οὐχὶ νόμιμοι ἄνδρες. «Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφάς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. Ἐν γὰρ τῇ ἀναστάσει, οὔτε γαμοῦσιν, οὔτε ἐκγαμίζονται, ἀλλ’ ὡς ἄγγελοι Θεοῦ ἐν οὐρανῷ εἰσι.

Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν, οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ Θεός, Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. Καὶ ἀκούσαντες οἱ ὄχλοι, ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.» Δείκνυσιν ὁ Σωτήρ, ὅτι καὶ ἀνάστασις ἔσται, καὶ οὐ τοιαύτη σαρκικὴ ὡς πλανῶνται, ἀλλὰ θειοτέρα καὶ πνευματικωτέρα. Τί γάρ, φησί, πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ; Εἰ μὲν γὰρ τὰς Γραφὰς ἐγινώσκετε, ἠπίστασθε ἄν, ὅτι ὁ Θεὸς οὐκ ἔστι νεκρῶν Θεός, ἀλλὰ ζώντων· εἰ δὲ τὴν δύναμιν τοῦ Θεοῦ ᾔδειτε, ἐγινώσκετε ἄν, ὅτι τῷ Θεῷ πάντα δυνατά, ὥστε καὶ τοὺς ἀνθρώπους ὡς ἀγγέλους ποιῆσαι πολιτεύεσθαι. Ὅρα δὲ τὴν σοφίαν τοῦ Κυρίου· ἐκεῖνοι ἀπὸ τοῦ Μωσέως ἐσπούδαζον περιτρέψαι τὸ τῆς ἀναστάσεως δόγμα, καὶ οὗτος ἁπὸ τοῦ Μωσέως πάλιν πείθει αὐτούς. Ἐγὼ γάρ εἰμι, φησίν, ὁ Θεὸς Ἀβραάμ, καὶ Ἰσαάκ, καὶ Ἰακώβ· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὁ Θεὸς οὐκ ἔστι τῶν μὴ ὄντων Θεός, ἀλλὰ τῶν ὑφισταμένων καὶ ὄντων· οὐδὲ γὰρ εἶπεν· Ἐγὼ ἤμην, ἀλλ’, Εἰμί. Εἰ γὰρ καὶ ἐτελεύτησαν, ἀλλὰ τῇ ἐλπίδι τῆς ἀναστάσεως ζῶσιν.

Ἀλλ’ ἐρωτᾷς, Πῶς οὖν ἀλλαχοῦ φησιν, ὅτι καὶ νεκρῶν καὶ ζώντων κυριεύει; Μάθε τοίνυν ὅτι νεκροὺς ἐκεῖ λέγει τοὺς ἀποθανόντας μέν, μέλλοντας δὲ ζήσεσθαι. Ἐνταῦθα δὲ ὁ Κύριος πρὸς τὴν αἵρεσιν τῶν Σαδδουκαίων ἐνιστάμενος, δογματιζόντων μὴ εἶναι τὴν ψυχὴν ἀθάνατον, ἀλλὰ πάντη διαφθείρεσθαι, φησιν ὅτι οὐκ ἔστιν ὁ Θεὸς νεκρῶν, τουτέστι, τῶν ὡς ὑμῖν δοκεῖ διαφθειρομένων παντελῶς, ἀλλὰ τῶν ζώντων, τουτέστι τῶν ἀθάνατον ἐχόντων τὴν ψυχήν, καὶ ἀναστησομένων, εἰ καὶ νῦν νεκροί εἰσιν. «Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσε τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό, καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικός, πειράζων αὐτόν, καὶ λέγων· Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;

Ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου· αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή· δευτέρα δέ, ὁμοία αὐτῇ· Ἀγαπήσει, τὸν πλησίον σου ὡς σεαυτόν. Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς, ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.» Ἐξ ἀμέτρου φθόνου πρόσεισιν ὁ πειράζων· ἐπεὶ γὰρ εἶδον καταισχυνθέντας τοὺς Σαδδουκαίους, καὶ ἐπαινούμενον τὸν Κύριον ἐπὶ τῇ σοφίᾳ, προσίασι πειράζοντες, εἰ προστίθησί τι ἐντολῇ τῇ πρώτῃ, ὡς διορθούμενος τὸν νόμον, ἵνα εὕρωσι λαβὴν κατ’ αὐτοῦ.

Ὁ δὲ Κύριος δημοσιεύων αὐτῶν τὴν κακίαν, ὅτι οὐ διὰ τὸ μαθεῖν ἦλθον, ἀλλ’ ἀπὸ τοῦ μὴ ἔχειν ἀγάπην, διὰ τὸ φθονεῖν δὲ μᾶλλον καὶ ζηλοτυπεῖν, δείκνυσι τὴν ἀγάπην ὑπερέχουσαν τῶν ἐντολῶν. Καὶ διδάσκει, ὅτι οὐ μερικῶς δεῖ ἀγαπᾷν τὸν Θεόν, ἀλλ’ ὅλους ἑαυτοὺς διδόναι τῷ Θεῷ. Τρεῖς γὰρ ταύτας περὶ τὴν τοῦ ἀνθρώπου ψυχὴν κατανοοῦμεν διαφοράς, τὸ φυτικόν, τὸ ζωῶδες, τὸ λογικόν. Καθ’ ὃ μὲν γὰρ αὔξεται καὶ τρέφεται, καὶ τὸ ὅμοιον γεννᾷ, τοῖς φυτοῖς ὁμοιοῦται· καθ’ ὃ δὲ θυμοῦται καὶ ἐπιθυμεῖ, τοῖς ζώοις· καθ’ ὃ δὲ διανοεῖται, λογικὸς λέγεται.

Ὅρα οὖν ἐνταῦθα σημαινόμενα ταῦτα τὰ τρία· «Ἀγαπήσεις τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου·» τοῦτο τὸ ζωῶδες μέρος τοῦ ἀνθρώπου· «καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου·» τοῦτο, τὸ φυτικόν· ἔμψυχα γὰρ τὰ φυτά· «καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου·» τοῦτο τὸ λογικόν.

Ὥστε τὸ δεῖν ἀγαπᾷν τὸν Θεὸν ὁλοψύχως, τοῦτο ἔστι, τὸ διὰ πάντων τῶν τῆς ψυχῆς μερῶν καὶ δυνάμεων αὐτῷ προσέχειν. «Αὕτη πρώτη καὶ μεγάλη ἐντολή,» εἰς εὐσέβειαν ἡμᾶς γυμνάζουσα· «δευτέρα δὲ ὁμοία αὐτῇ,» εἰς τὰ πρὸς ἀνθρώπους δίκαια διεγείρουσα.

Δύο γάρ εἰσι τὰ εἰς ἀπώλειαν φέροντα, δόγματα πονηρά, καὶ βίος διεφθαρμένος. Ἵνα μὲν οὖν μὴ ἐμπέσωμεν εἰς δόγματα ἀσεβῆ, δεῖ ἀγαπᾷν τὸν Θεόν· ἵνα δὲ μὴ ἔχωμεν βίον διεφθαρμένον, δεῖ ἀγαπᾷν τὸν πλησίον· ὁ γὰρ ἀγαπῶν τὸν πλησίον, πάσας τὰς ἐντολὰς πληροῖ· καὶ ὁ πληρῶν τὰς ἐντολάς, ἀγαπᾷ τὸν Θεόν· ὥστε δι’ ἀλλήλων συγκροτοῦνται καὶ συνίστανται αἱ δύο αὗται ἐντολαί, καὶ περιέχουσι πάσας τὰς ἄλλας ἐντολάς. Τίς γὰρ ἀγαπῶν τὸν Θεὸν καὶ τὸν πλησίον, ἢ κλέψει, ἢ μνησικακήσει, ἢ μοιχεύσει, ἢ φονεύσει, ἢ πορνεύσει; Οὗτος δὲ ὁ Νομικὸς ἐξ ἀρχῆς μὲν πειράζων ἦλθεν, εἶτα ἀπὸ τῆς τοῦ Χριστοῦ ἀποκρίσεως βελτιωθεὶς ἐπῃνέθη, ὡς καὶ ὁ Μάρκος φησίν, ὅτι ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς, ἠσπάσατο αὐτόν, καὶ εἶπεν αὐτῷ· Οὐ μακρὰν εἶ τῆς βασιλείας τοῦ Θεοῦ. «Συνηγμένων δὲ τῶν Φαρισαίων, ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς, λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστι; Λέγουσιν αὐτῷ· Τοῦ Δαυΐδ.

Λέγει αὐτοῖς· Πῶς οὖν Δαυῒδ ἐν πνεύματι Κύριον αὐτὸν καλεῖ, λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Εἰ οὖν Δαυῒδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι; Καὶ οὐδεὶς ἠδύνατο ἀποκριθῆναι αὐτῷ λόγον, οὐδὲ ἐτόλμησέ τις ἀπ’ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκ ἔτι.» Ἐπειδὴ ψιλὸν ἄνθρωπον αὐτὸν ἐνόμιζον εἶναι, ἀνατρέπει αὐτῶν τὴν δόξαν, καὶ διδάσκει τὸ ἀληθὲς διὰ τῆς τοῦ Δαυῒδ προφητείας, ὅτι καὶ Κύριός ἐστι, τὴν θεότητα τὴν ἑαυτοῦ ἀνακηρύττων. Εἰπόντων γὰρ τῶν Φαρισαίων ὅτι Υἱός ἐστι τοῦ Δαυῒδ ὁ Χριστός, τουτέστιν, ἄνθρωπος ψιλός, φησί· Πῶς οὖν ὁ Δαυῒδ Κύριον αὐτὸν ὀνομάζει; καὶ οὐχ ἀπλῶς Κύριον, ἀλλ’ ἐν πνεύματι. τουτέστι διὰ τῆς τοῦ Πνεύματος χάριτος ἀποκαλυφθεὶς αὐτόν; Οὐκ ἀρνούμενος δὲ τὸ εἶναι υἱὸς Δαυῒδ ταῦτα λέγει, ἀλλὰ τοῦτο δεικνύων, ὅτι οὐκ ἔστι ψιλὸς ἄνθρωπος, ἐκ μόνου τοῦ Δαυϊδικοῦ σπέρματος καταγόμενος. Ταῦτα δὲ ἐρωτᾷ ὁ Κύριος, ὡς ἂν ἢ εἰπόντες, ὅτι, Οὐκ οἴδαμεν, ἐρωτήσωσι καὶ μάθωσιν, ἢ εἰπόντες τὸ ἀληθές, πιστεύσωσιν, ἢ μηδὲν ἔχοντες εἰπεῖν, καταισχυνθῶσι καὶ ἀναχωρήσωσι, μηκέτι τολμῶντες ἐρωτῆσαι αὐτόν.

ΚΕΦΑΛ. ΚΓʹ. Περὶ τοῦ ταλανισμοῦ τῶν Φαρισαίων. «Τότε ὁ Ἰησοῦς ἐλάλησε τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ, λέγων· Ἐπὶ τῆς Μωσέως καθέδρας ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν ὅσα ἂν εἴπωσιν ὑμῖν τηρεῖν, τηρεῖτε καὶ ποιεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Λέγουσι γὰρ καὶ οὐ ποιοῦσιν.» Ὅτε αὐτοὺς ἐπεστόμισε, καὶ ἔδειξεν ἀνίατα νοσοῦντας, τότε περὶ αὐτῶν λέγει· περὶ βίου δὲ καὶ πολιτείας διαλέγεται, διορθούμενος τοὺς ἀκούοντας, ἵνα μὴ καταφρονῶσι τῶν διδασκάλων, κἂν διεφθαρμένου βίου ὦσιν. Ἄμα δὲ δείκνυσιν ὅτι οὐδὲ τῷ νόμῳ ἐναντιοῦται, ἀλλὰ μᾶλλον θέλει τὰ τοῦ νόμου πράττεσθαι, κἂν οἱ ταῦτα διδάσκοντες ἀνάξιοι ὦσιν. Ὅσα γάρ, φησί, λέγουσιν οἱ διδάσκαλοι, τὸν Μωϋσῆν νομίζετε ταῦτα λέγειν, μᾶλλον δὲ τὸν Θεόν. Ἆρ’ οὖν πάντα ὅσα λέγουσι δεῖ ποιεῖν, κἂν κακὰ ὦσι; Λέγομεν οὖν πρῶτον μὲν ὅτι οὐδὲ τολμήσειέ ποτε ὁ διδάσκων προτρέψασθαί τινα εἰς κακόν.

Ἔπειτα εἰ καὶ δῶμεν τοῦτο, ὅτι ἔσται τις εἰς κακὸν βίον προτρεπόμενος, οὐκ ἀπὸ τῆς Μωσέως καθέδρας ὁ τοιοῦτος, οὐδ’ ἀπὸ τοῦ νόμου φθέγγεται. Ὁ δὲ Κύριος περὶ τῶν ἐν τῇ Μωσέως καθέδρᾳ καθημένων λέγει, τουτέστι, τῶν τὰ τοῦ νόμου διδασκόντων.

Δεῖ οὖν τῶν διδασκόντων τι ἀπὸ τοῦ θείου νόμου ἀκούειν, κἂν αὐτοὶ μὴ ποιῶσιν. «Δεσμεύουσι γὰρ φορτία βαρέα καὶ δυσβάστακτα, καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὥμους τῶν ἀνθρώπων, τῷ δὲ δακτύλῳ αὐτῶν οὐ θέλουσι κινῆσαι αὐτά· πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσι δὲ τὰ φυλακτήρια αὐτῶν, καὶ μεγαλύνουσι τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν.» Φορτία βαρέα ἐπετίθεσαν οἱ Φαρισαῖοι, ἀναγκάζοντες τοὺς ἀνθρώπους τὰς ἐντολὰς τοῦ νόμου ἐκπληροῦν, λεπτὰς οὔσας καὶ δυσφυλάκτους· ἢ καὶ πλείω τῶν ἐντολῶν τοῦ νόμου ἐβάρυνον, παραδόσεις τινὰς παραδιδόντες ἐπέκεινα τοῦ νόμου, αὐτοὶ δὲ τῷ δακτύλῳ αὐτῶν μὴ κινοῦντες, τουτέστι, μηδὲν αὐτοὶ ἐνεργοῦντες, μηδὲ πλησιάσαι τολμῶντες τοῖς τοιούτοις φορτίοις. Ὅταν γὰρ ὁ διδάσκων οὐ μόνον διδάσκει, ἀλλὰ καὶ πράττει, δοκεῖ συμβαστάζειν καὶ συνεργεῖν τοῖς διδασκομένοις· ὅταν δὲ ἐμὲ μὲν ἐπιφορτίζῃ, αὐτὸς δὲ μηδὲν πράττῃ, βαρύνει μᾶλλον ἐμέ· δεικνύων ἐξ ὧν αὐτὸς ἀμελεῖ, ὡς ἀδύνατόν ἐστι κατορθωθῆναι ἃ λέγει. Ἐγκαλεῖ τοίνυν ὁ Κύριος τοῖς Φαρισαίοις, ὡς μὴ θέλουσι συμβαστάζειν τὰ βάρη τῶν ἐντολῶν καὶ συμπράττειν. Οὐ μόνον δὲ οὐ ποιοῦσί τι ἀγαθόν, ἀλλὰ καὶ σχηματίζονται ὡς ποιοῦντες· καίτοι κἂν ἐποίουν, διὰ δὲ τὸ θεαθῆναι ἐποίουν, ὑφῃρεῖτο ἂν αὐτοῖς τὸ κέρδος· νῦν δὲ πόσης καταδίκης ἄξιοι, ὅταν οὔτε ποιῶσι, καὶ θέλωσι δοξάζεσθαι ὡς ποιοῦντες;

Τί δὲ ποιοῦσι; Πλατύνουσι τὰ φυλακτήρια αὐτῶν, καὶ μεγαλύνουσι τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν. Τοῦτο δὲ τοιοῦτον ἦν· ἐν τῷ νόμῳ ἔκειτο· Ἐφάψατε ἐπὶ τῆς χειρὸς ὑμῶν, καὶ ἔσται ἀσάλευτα πρὸ ὀφθαλμῶν ὑμῶν. Ἔγραφον οὖν ἐπὶ δύο διφερίων, τουτέστι χαρτίων, τὰς δέκα τοῦ νόμου ἐντολάς, καὶ ἐτίθεσαν τὸ μὲν ἓν ἐπὶ τοῦ μετώπου αὐτῶν, τὸ δὲ ἕτερον ἐκρέμων ἐπὶ τῆς δεξιᾶς· τὰ δὲ κράσπεδα ἐποίουν ἐπὶ τῶν ἄκρων τῶν ἱματίων, ὑακίνθινά τινα ἢ κόκκινα κλώσματα οἷον κροσσούς.

Καὶ τοῦτο δὲ ἐν τῷ νόμῳ εὖρον κείμενον, ἵνα ὁρῶντες αὐτά, μὴ ἐπιλανθάνωνται τῶν ἐντολῶν τοῦ Θεοῦ. Ὁ δὲ Θεὸς οὐ τοῦτο ἐβούλετο, ἀλλὰ τὸ μὲν ἔχειν ἐπὶ τῆς χειρὸς τὸ φυλακτήριον, ἐσήμαινε τὸ δεῖν ἐργάζεσθαι τὰς ἐντολάς· τὸ δὲ κόκκινα εἶναι τὰ κράσπεδα, ἐδήλου ὅτι δεῖ ἡμᾶς τῷ αἵματι τοῦ Χριστοῦ σημειοῦσθαι· ἐκεῖνοι δὲ ἐποίουν τά τε φυλακτήρια μεγάλα καὶ τὰ κράσπεδα, ἵνα δόξωσι νομοφύλακες εἶναι τοῖς ὀρῶσι ταῦτα. «Φιλοῦσι δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις, καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων Ῥαββί, Ῥαββί.» Βαβαί! οἷον λέγει;

Διότι γὰρ φιλοῦσι, διὰ τοῦτο κατακρίνονται. Εἰ δὲ ὁ μόνον φιλῶν τὴν πρωτοκλισίαν ψέγεται, ὁ καὶ πάντα πράττων ὑπὲρ ταύτης, τίνος ἄξιος; «Καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς·» ἔνθα μᾶλλον ὤφειλον καὶ τοὺς ἄλλους διδάσκειν ταπεινοφρονεῖν, ἐκεῖ αὐτοὶ ἐκεῖνοι διεφθείροντο. Πάντα γὰρ ἔπραττον ὑπὲρ δόξης· καὶ ταῦτα πράττοντες οὐκ ἐπῃσχύνοντο, ἀλλὰ μᾶλλον ἤθελον καλεῖσθαι, Ῥαββί, Ῥαββί, τουτέστι, διδάσκαλοι. «Ὑμεῖς δὲ μὴ κληθῆτε Ῥαββί, εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος, ὁ Χριστός· πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε. Καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς.

Μηδὲ κληθῆτε καθηγηταί· εἷς γάρ ἐστιν ὑμῶν ὁ καθηγητής, ὁ Χριστός. Ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος. Ὅστις δὲ ὑψώσει ἑαυτόν, ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτόν, ὑψωθήσεται.» Οὐ κωλύει ὁ Χριστὸς τὸ καλεῖσθαί τινα διδάσκαλον, ἀλλὰ τὸ ἐμπαθῶς θέλειν καλεῖσθαι, καὶ πάντα τρόπον σπουδάζειν εἰς τὸ κληθῆναι. Τὸ γὰρ διδασκαλικὸν ἀξίωμα μόνῳ πρόσεστι κυρίως Θεῷ. Πατέρα δὲ μὴ καλέσητε, λέγων, οὐ κωλύει τὴν πρὸς τοὺς γονεῖς τιμήν, ἐπεὶ θέλει ἡμᾶς τιμᾷν τοὺς γονεῖς, καὶ μάλιστα τοὺς πνευματικοὺς πατέρας, ἀλλὰ πρὸς τὸ τὸν ἀληθῆ Πατέρα ἐπιγινώσκειν, τουτέστι τὸν Θεόν, ἐνάγει· κυρίως γὰρ πατὴρ ὁ Θεός. Οἱ δὲ σωματικοί, οὐκ αἴτιοι τῆς γεννήσεως, ἀλλ’ ὑπουργοὶ καὶ συναίτιοι.

Δεικνύων δὲ τὸ κέρδος τῆς ταπεινοφροσύνης, φησὶν ὅτι, Ὁ μείζων ὑμῶν ὀφείλει εἶναι ὑμῶν διάκονος καὶ ἔσχατος. Ὃς γὰρ ὑψώσει ἑαυτὸν οἰηθεὶς εἶναί τι, ταπεινωθήσεται, ἐγκαταλειφθεὶς ὑπὸ τοῦ Θεοῦ. «Οὐαὶ δὲ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι, διὰ τοῦτο λήψεσθε περισσότερον κρῖμα.» Ὑποκριτὰς τούτους καλεῖ, ὡς ἐπαγγελλομένους εὐλάβειαν καὶ μηδὲν ποιοῦντας ἄξιον τῆς ἐπαγγελίας, ἀλλὰ προφάσει τοῦ προσεύχεσθαι μακρά, τουτέστιν ἐπὶ πολὺν καιρόν, κατεσθίοντας τὰ τῶν χηρῶν χρήματα. Τῷ ὄντι γὰρ ἐμπαῖκται ἦσαν, καταγελῶντες τῶν ἁπλουστέρων καὶ ἐκμυελίζοντες αὐτούς. «Διὸ καὶ περισσότερον λήψεσθε κρῖμα,» διότι ἅπαντα τὰ τῶν χηρῶν κατεσθίετε, αἷς ἕδει μᾶλλον ἐκχορηγεῖν, καὶ τὴν πενίαν αὐτῶν διορθοῦσθαι.

Καὶ ἄλλως δέ, περισσότερον ἔσται τὸ κατάκριμα, ὅτι διὰ προσχήματος ἀγαθοῦ ἔργου, τοῦ προσεύχεσθαι, πονηρόν τι κατεργάζονται, τὸ κατεσθίειν τὰ τῶν χηρῶν· πλείστης γὰρ κατακρίσεως ἄξιος ὁ διὰ προσχήματος ἀγαθοῦ δελεάζων εἰς τὸ κακόν. «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.» Οὐ μόνον, φησίν, ὑμεῖς ἄπιστοί ἐστε, καὶ τὸν βίον διεφθαρμένον ἔχετε, ἀλλὰ καὶ ἑτέρους διδάσκετε μὴ πιστεύειν ἐμοί, καὶ διὰ τοῦ βίου τοῦ ὑμετέρου καὶ τοῦ ὑποδείγματος διαφθείρετε.

Εἴωθε γὰρ ὁ λαὸς ὁμοιοῦσθαι τοῖς ἄρχουσι, καὶ μᾶλλον εἰ πρὸς τὸ κακὸν ῥέποντας ὁρᾷ τούτους. Πᾶς οὖν πονηρὸς διδάσκαλος καὶ ἅρχων ὁράτω τί κερδαίνει, ὅτι τὸ οὐαί, ὡς διὰ τοῦ οἰκείου βίου μὴ ἐῶν τινας προκόπτειν εἰς τὸ ἀγαθόν. «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηράν, ποιῆσαι ἕνα προσήλυτον· καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.» Οὐ μόνον. φησί, τοὺς Ἰουδαίους διαφθείρετε, ἀλλὰ καὶ τοὺς ἐξ εἰδωλολατρῶν προσελθόντας τῇ Ἰουδαϊκῇ θρησκείᾳ· τούτους γὰρ προσηλύτους ὠνόμαζον. Σπουδάζετε μὲν γὰρ ἐπιστρέψαι τινὰ πρὸς τὴν Ἰουδαϊκὴν ἀγωγὴν καὶ περιτομήν· ὅταν δὲ Ἰουδαΐσῃ, τότε ἀπόλλυται, διαφθειρόμενος ὑπὸ τῆς ὑμῶν κακίας· υἱὸς δὲ γεέννης, ὁ ἄξιος ταύτης, καὶ οἰκειότητά τινα πρὸς αὐτὴν ἔχων ὥστε καυθῆναι ὑπ’ αὐτῆς. «Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοί, οἱ λέγοντες· Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν· ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει. Μωροὶ καὶ τυφλοί, τί γὰρ μεῖζον ἐστίν, ὁ χρυσός, ἢ ὁ ναὸς ὁ ἁγιάζων τὸν χρυσόν; Καὶ ὃς ἐὰν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν· ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει. Μωροὶ καὶ τυφλοί, τί γὰρ μεῖζον, τὸ δῶρον, ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον;

Ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ, ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ, καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ, ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικοῦντι αὐτόν, καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ, ὀμνύει ἐν τῷ θρόνῳ τοῦ Θεοῦ, καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.» Τυφλοὺς αὐτοὺς ὀνομάζει, ὡς μὴ θέλοντας τὰ πρέποντα διδάσκειν, καὶ τὰ μὲν ἐλαχιστότερα τιμῶντας, τὰ δὲ τιμῆς ἄξια, δευτέρου λόγου ἀξιοῦντας. Καὶ γὰρ τὸν χρυσὸν τὸν ἐν τῷ ναῷ, καὶ τὰ Χερουβὶμ καὶ τὴν στάμνον τὴν χρυσῆν προετίμων αὐτοῦ ναοῦ. Διὸ καὶ τοὺς πολλοὺς ἐδίδασκον ὅτι οὐδέν ἐστι τὸ κατὰ τοῦ ναοῦ ὀμνύειν, ἀλλὰ τὸ εἰς τὸν χρυσὸν τὸν τῷ ναῷ περικείμενον, ὃς διὰ τοῦτο πάντως αἰδέσιμος ἦν, ὁ τῷ ναῷ περιέκειτο. Καὶ τὰ δῶρα δὲ τὰ ἐπὶ τοῦ θυσιαστηρίου τιθέμενα, τιμιώτερα ἔλεγον εἶναι αὐτοῦ τοῦ θυσιαστηρίου· ὥστε καὶ οὕτως ἐδογμάτιζον οἱ Φαρισαῖοι, ὅτι ἐάν τις ὤμοσε κατὰ τοῦ χρυσοῦ σκεύους, ἢ βιὸς ἢ προβάτου εἰς θυσίαν προσαχθέντος, εἴτα ἐπιώρκησε, κατεδικάζετο τὰ ἴσα ἀποτίσαι.

Τὸ γὰρ δῶρον τοῦ θυσιαστηρίου προετίμων διὰ τὰ ἐκ τῶν θυσιῶν κέρδη. Εἰ δὲ κατὰ τοῦ ναοῦ ὀμόσας ἐπιώρκησεν, ἐπεὶ οὐκ ἠδύνατο ὅμοιον τῷ ναῷ κτίσαι, διὰ τοῦτο ἀπελύετο· καὶ ἐδόκει λοιπὸν ἐλαφρότερος εἶναι ὁ ὅρκος ὁ εἰς τὸν ναόν, διὰ τὸ φιλοκερδὲς τῶν Φαρισαίων· ἐπὶ μὲν οὖν τῆς παλαιᾶς, οὐ συγχωρεῖ ὁ Χριστὸς μεῖζον εἶναι τὸ δῶρον τοῦ θυσιαστηρίου, ἐφ’ ἡμῶν δὲ τὸ θυσιαστήριον ὑπὸ τῶν δώρων ἁγιάζεται μᾶλλον· εἰς γὰρ τὸ Δεσποτικὸν σῶμα αὐτὸ ἐκεῖνο μεταβάλλονται θείᾳ χάριτι οἱ ἄρτοι· διὸ καὶ ἁγιάζεται ὑπὸ τούτων τὸ θυσιαστήριον. «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν. Ταῦτα ἔδει ποιῆσαι. κἀκεῖνα μὴ ἀφιέναι· ὁδηγοὶ τυφλοί, οἱ διυλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες.» Πάλιν ὀνειδίζει αὐτοὺς ὡς ἀνοήτους, διότι τῶν μειζόνων ἐντολῶν καταφρονοῦντες, ἐν τοῖς μικροῖς ἐζήτουν τὴν ἀκρίβειαν· οὐδὲ τὴν τοῦ κυμίνου δεκάτωσιν παρορῶντες, ἀλλὰ κἀκεῖνο ἀποδεκατοῦντες· καὶ εἴ τις αὐτοὺς κατεμέμψατο ὡς μικρολόγους, προέφερον ὅτι ὁ νόμος τοῦτο λέγει. Κρεῖττον δὲ ἦν καὶ θεαρεστότερον, εἰ τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν ἀπῄτουν παρὰ τοῦ λαοῦ. Τίς δέ ἐστιν ἡ κρίσις; Τὸ μηδὲν ἄδικον καὶ ἄλογον ποιεῖν. ἀλλὰ πάντα κεκριμένως καὶ μετὰ λόγου.

Αὐτίκα γὰρ τῇ κρίσει ἕπεται καὶ ὁ ἔλεος. Ὁ γὰρ κεκριμένως ποιῶν πάντα, οἶδε καὶ τίνας δεῖ ἐλεεῖν· τῷ δὲ ἐλέῳ ἕπεται ἡ πίστις. Ὁ γὰρ ἐλεῶν πιστεύει πάντως ὅτι οὐδὲν ἀπολέσει, ἀλλὰ πάντα λήψεται· ἄλλως τε, δεῖ ἐλεεῖν, ἀλλὰ καὶ πιστεύειν Θεῷ ἀληθινῷ. Πολλοὶ γὰρ τῶν Ἑλλήνων ἔλεον μὲν εἶχον, μὴ πιστεύοντες δὲ εἰς τὸν ζῶντα Θεόν, οὐκ εἶχον τῷ ἐλέῳ ἑπομένην τὴν πίστιν. Δεῖ οὖν ἕκαστον τῶν διδασκάλων ἀποδεκατοῦν ἀπὸ τοῦ λαοῦ αὐτοῦ, τουτέστιν, ἀπαιτεῖν ἀπὸ τῶν δέκα αἰσθήσεων, τῶν πέντε σωματικῶν καὶ τῶν πέντε ψυχικῶν, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν· τὸ δέ, Ταῦτα ἔδει ποιῆσαι, εἶπεν ὁ Κύριος, οὐ προτρεπόμενος ἐπὶ τὸ ἀποδεκατοῦν τὰ λάχανα, ἀλλ’ ἵνα μὴ δόξῃ ἀντινομοθετεῖν τέως τῷ Μωσεῖ.

Ὁδηγοὺς δὲ τυφλοὺς αὐτοὺς ὀνομάζει, διότι αὐχοῦντες διδάσκειν καὶ πάντα εἰδέναι, οὐδένα ὠφέλουν, ἀλλὰ καὶ μᾶλλον πάντας διέφθειρον, εἰς βόθρον ῥίπτοντες ἀπιστίας. Τὸν κώνωπα δὲ διυλίζοντας τούτους ὀνομάζει, ὡς τὰ μὲν μικρὰ ἁμαρτήματα παραφυλαττομένους, τὴν δὲ κάμηλον, ἤτοι τὰ μεγάλα, καταπίνοντας καὶ παρορῶντας. «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀδικίας.

Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶν καθαρόν.» Τὰς παραδόσεις τῶν πρεσβυτέρων κρατοῦντες, ἔπλυνον τὰ ποτήρια καὶ τὰς παροψίδας, τουτέστι, τοὺς πίνακας ἐν οἷς τὰ ὄψα τίθενται· ἐξ ἁρπαγῆς δὲ ἔπινον οἶνον, καὶ ἐδέσματα ἤσθιον, ἃ ἐμόλυνον μᾶλλον αὐτά. Μὴ κτήσῃ οὖν, φησίν, οἶνον ἐξ ἀδικίας, καὶ γίνεται λοιπὸν τὸ ἔσωθεν τοῦ ποτηρίου καθαρόν· ἢ οὐ περὶ ποτηρίων καὶ πινάκων λέγει, ἀλλὰ περὶ τῆς σωματικῆς καὶ ἔξω καταστάσεως, καὶ τῆς ἔσω καὶ πνευματικῆς. Σὺ μὲν γάρ, φησί, τὸ ἔξω τοῦ ποτηρίου, τουτέστι τὴν ἔξω σου κατάστασιν, σχηματίζεις εἰς τὸ σεμνοπρεπέστερον, τὸ δὲ ἔσω σου γέμει ῥύπου· ἁρπάζεις γὰρ καὶ ἀδικεῖς.

Δεῖ δὲ τὰ ἔσω πλύνειν, τουτέστι τὴν ψυχήν, ἵνα τῇ καθαρότητι τῆς ψυχῆς συνεκλάμψῃ καὶ ἡ ἔξωθεν σεμνοπρέπεια. «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν, καὶ πάσης ἀκαθαρσίας· οὕτω καὶ ὑμεῖς, ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοί ἐστε ὑποκρίσεως καὶ ἀνομίας.» Καὶ αὕτη ἡ παραβολὴ ὁμοίως νοεῖται τῇ προλαβούσῃ· ἐσπούδαζον γὰρ τὴν μὲν ἔξωθεν κατάστασιν σεμνοὶ φαίνεσθαι, ὥσπερ οἱ τάφοι οἱ κεκονιαμένοι, τουτέστι τῇ γύψῳ καὶ τῇ ἀσβέστῳ λελευκασμένοι· τὰ δὲ ἔσω πάσης ἀκαθαρσίας καὶ νεκρῶν καὶ σεσηπότων ἔργων ἦσαν πλήρεις. «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν, καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων, καὶ λέγετε· Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν.

Ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας.» Ταλανίζει αὐτοὺς οὐχ ὅτι οἰκοδομοῦσι τοὺς τάφους τῶν προφητῶν· τοῦτο γὰρ θεάρεστον· ἀλλ’ ὅτι προσποιούμενοι ταῦτα, καὶ δῆθεν καταγινώσκοντες τῶν πατέρων αὐτῶν, χείρονα ἐκείνων ἐποίουν, καὶ ὑπερηκόντισαν ἐκείνους τῇ κακίᾳ, ψευδόμενοι προφανῶς, ὅτι, Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἐφονεύομεν τοὺς προφήτας· αὐτοὶ γὰρ τὸν τῶν προφητῶν Δεσπότην ἐλύττων φονεῦσαι. Διὸ καί φησιν· «Καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν· ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης;» Οὐκ ἐπιτάττων αὐτούς, ἢ συνωθῶν πρὸς τὸ φονεῦσαι αὐτόν, λέγει τό, Πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν, ἀλλὰ τοιοῦτόν τι λέγει· Ἐπειδὴ ὄφεις ἐστὲ καὶ γεννήματα τοιούτων πατέρων, καὶ εἰς τοσαύτην κακίαν ἐξετραχηλίσθητε, ὥστε ἀνιάτως ἔχειν, συντομώτερον σπουδάσατε νικῆσαι τοὺς πατέρας ὑμῶν· τοῦτο δὲ ἔσται, ἐὰν ἐμὲ φονεύσητε· αὐτὸ γὰρ τὸ ἀκρότατον τῆς κακίας καταλήψεσθε, ἐὰν τὴν ἐλλείπουσαν τοῖς πατράσιν ὑμῶν μιαιφονίαν ἀναπληρώσητε· πῶς οὖν τοιοῦτοι ὄντες, φύγητε τὴν κόλασιν; «Διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας, καὶ σοφούς, καὶ γραμματεῖς· καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν, καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν.»

Ἐλέγχει αὐτούς, ψευδῶς εἰπόντας, ὅτι Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἐφονεύομεν τοὺς προφήτας. Ἰδοὺ γάρ, φησίν, ἐγὼ ἀποστέλλω προφήτας, καὶ σοφούς, καὶ γραμματεῖς, ἀλλ’ ὅμως ἀποκτενεῖτε αὐτούς.

Περὶ δὲ τῶν ἀποστόλων ταῦτα λέγει· τὸ γὰρ ἅγιον Πνεῦμα, καὶ διδασκαλίαις αὐτοὺς κοσμῆσαν, γραμματεῖς ἐποίησε, τουτέστι τοῦ λαοῦ διδασκάλους, καὶ προφήτας, καὶ σοφίας πάσης πεπληρωμένους. Ἀποστέλλω δέ, εἶπε, δεικνὺς τὸ τῆς θεότητος ἐξουσιαστικόν. «Ὅπως ἔλθῃ ἐφ’ ὑμᾶς πᾶν αἷμα δίκαιον, ἐκχυνόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου, ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.

Ἀμὴν λέγω ὑμῖν, ὅτι ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.» Ἐπὶ τοὺς τότε ὄντας Ἰουδαίους φησὶν ἥξειν πᾶν αἷμα ἀδίκως ἐκχυθέν· χεῖρον γὰρ τιμωρηθήσονται παρὰ τοὺς πατέρας αὐτῶν, οἱ μηδὲ μετὰ τοσαῦτα παραδείγματα σωφρονισθέντες· ὥσπερ καὶ ὁ Λάμεχ παρὰ τὸν Κάϊν πλέον ἐκολάσθη, καίτοι οὐκ ἀδελφὸν ἀνελών, διότι οὐκ ἐσωφρονίσθη τῷ κατὰ τὸν Κάϊν ὑποδείγματι. Ἥξει οὖν, φησίν, ἐφ’ ὑμᾶς πᾶν αἷμα, ἀπὸ Ἄβελ ἕως Ζαχαρίου. Εὐκαίρως δὲ ἐμνήσθη τοῦ Ἄβελ. Ὡς γὰρ ὁ Ἄβελ διὰ φθόνον ἀνῃρέθη, οὕτω καὶ ὁ Χριστὸς φθονηθείς. Ποίου δὲ Ζαχαρίου ἐνταῦθα μέμνηται; Οἱ μὲν τοῦ ἐν τοῖς δώδεκα προφήταις φασὶ συναριθμουμένου· οἱ δέ, τοῦ πατρὸς τοῦ Προδρόμου· λόγος γὰρ ἔχει παραδοθεὶς ἡμῖν, ὅτι τόπος τις ἦν ἐν τῷ ναῷ, ἐν ᾧ ἵσταντο αἱ παρθένοι. Ὁ τοίνυν Ζαχαρίας ἀρχιερεὺς ὤν, καὶ μετὰ τὸ τεκεῖν τὸν Χριστὸν τὴν Θεοτόκον ἔστησεν ἐν τῷ τόπῳ τῶν παρθένων· ἀγανακτήσαντες δὲ ἐπὶ τούτῳ οἱ Ἰουδαῖοι, ἀπέκτειναν αὐτόν, ὡς μετὰ τῶν παρθένων τάξαντα γυναῖκα γεννήσασαν· οὐδὲν δὲ θαυμαστόν, εἰ καὶ ὁ πατὴρ τοῦ Προδρόμου εἶχε πατέρα Βαραχίαν ὀνόματι, ὥσπερ καὶ ὁ ἐν τοῖς δώδεκα προφήταις Βαραχίου λέγεται υἱός· εἰκὸς γὰρ ὥσπερ τὰ τούτων ὀνόματα συνέδραμον, οὕτω καὶ τὰ τῶν πατέρων αὐτῶν. «

Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος· λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπ’ ἄρτι, ἕως ἂν εἴπητε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.» Διπλασιάζει τὸ ὄνομα τῆς Ἱερουσαλήμ, ἐλεῶν αὐτὴν καὶ ἀνακαλούμενος συμπαθῶς· ὥσπερ γὰρ πρός τινα φιλουμένην μὲν διακαῶς, καταφρονοῦσαν δὲ τοῦ φιλοῦντος, ἀπολογεῖται, μέλλων ἐπάγειν τὴν κόλασιν· αἰτιᾶται γὰρ αὐτὴν ὡς φονικήν, καὶ ὅτι πολλάκις θέλοντος αὐτοῦ ἐλεῆσαι ταύτην, αὐτὴ οὐκ ἠθέλησε, ἀλλὰ τῷ διασκορπίζοντι αὐτὴν πειθομένη διαβόλῳ, καὶ ἀπάγοντι ἀπὸ τῆς ἀληθείας, ἥτις ἑνοειδές τι χρῆμά ἐστι, τὸν συνάγοντα Κύριον οὐκ ἐδέχετο· οὐδὲν γὰρ οὕτω σκορπίζει ἀπὸ Θεοῦ, ὡς ἁμαρτία· ὥσπερ αὖ συνάγει πρὸς Θεὸν τὸ ἀγαθὸν συνειδός· τὴν φιλοστοργίαν δὲ ἐνδεικνύμενος, τὸ τῆς ὄρνιθος ὑπόδειγμα τέθεικε.

Διὸ ἐπεὶ οὐ θέλετε, ἀφίημι τὸν ναὸν ἔρημον. Ἐντεῦθεν δὲ μανθάνωμεν, ὅτι δι’ ἡμᾶς κατοικεῖ καὶ τοὺς ναοὺς ὁ Θεός· ὅταν δὲ ἡμεῖς ἀπεγνωσμένοι ὦμεν, τότε καὶ οἱ ναοὶ ἀφίενται. Οὐ μὴ οὖν με ἴδητε ἄχρι τῆς δευτέρας παρουσίας. Τότε γὰρ καὶ ἄκοντες αὐτὸν προσκυνήσουσι, καὶ ἐροῦσι τό· «Εὐλογημένος ὁ ἐρχόμενος.» Τὸ δὲ ἀπ’ ἄρτι, ἀντὶ τοῦ, μετὰ τὸ σταυρωθῆναι, νόησον, μὴ μέντοιγε τὴν ὥραν ἐκείνην καθ’ ἣν ταῦτα ἔλεγε. Εἶδον γὰρ αὐτὸν ἀφ’ οὗ ἐλάλησε ταῦτα πολλάκις· μετὰ μέντοι τὸ σταυρωθῆναι οὐκ εἶδον αὐτόν, οὐδὲ ἴδωσιν ἄχρις ἂν ἐνστῇ ἡ παρουσία αὐτοῦ.

ΚΕΦΑΛ. ΚΔʹ. Περὶ τῆς συντελείας, ἡμέρας καὶ ὥρας. «Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ, καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Βλέπετε ταῦτα πάντα; Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται.» Ἐξελθὼν ἀπὸ τοῦ ἱεροῦ, ἔδειξεν ὅτι ἀπὸ τῶν Ἰουδαίων μεταστήσεται. Καὶ καθὼς εἶπεν ὅτι Ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος, οὕτω δὴ καὶ ποιεῖ. Καὶ προλέγει τὴν κατάλυσιν τοῦ ναοῦ τοῖς μαθηταῖς· ἐπειδὴ γὰρ ἐκεῖνοι πρόσγεια φρονοῦντες, περὶ τὰ κάλλη τῶν οἰκοδομημάτων ἐπτόηντο, καὶ ὡσανεὶ ἐδείκνυον τῷ Χριστῷ· Ἴδε ποίου οἴκου κάλλη ἀφίης ἔρημα· ἀπάγει αὐτοὺς τοῦ μὴ προσηλῶσθαι τοῖς ἐπιγείοις, καὶ ἐπὶ τὴν ἄνω Ἱερουσαλὴμ παραπέμπει, Οὐ μὴ μείνῃ, λέγων, ὧδε λίθος ἐπὶ λίθον· τοῦτο δὲ εἶπε, τὴν παντελῆ ἀπώλειαν τῆς οἰκοδομῆς αἰνιττόμενος, καὶ ὑπερβολικὸν τὸν λόγον ποιούμενος. «Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὅρους τῶν Ἐλαιῶν, προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ κατ’ ἰδίαν, λέγοντες·

Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας, καὶ τῆς συντελείας τοῦ αἰῶνος;» Ἰδίᾳ προσέρχονται, ὡς περὶ μεγάλων μέλλοντες ἐρωτῆσαι. Περὶ δύο γὰρ ἐρωτῶσι πραγμάτων· Πότε ταῦτα ἔσται, τουτέστιν ἡ κατάλυσις τοῦ ναοῦ καὶ ἡ ἅλωσις τῆς Ἱερουσαλήμ, καὶ ἄλλο, Τί τὸ σημεῖον τῆς σῆς παρουσίας; «Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες· Ἐγώ εἰμι ὁ Χριστός· καὶ πολλοὺς πλανήσουσιν.» Πολλοί, φησίν, ἥξουσιν ἀνακηρύττοντες ἑαυτοὺς Χριστούς· καὶ γὰρ Δοσίθεος ὁ Σαμαρείτης ἔλεγεν ὅτι, Ἐγώ εἰμι ὁ ὑπὸ τοῦ Μωσέως προαγορευθεὶς προφήτης· καὶ Σίμων δὲ ὁ Σαμαρείτης μεγάλην τοῦ Θεοῦ δύναμιν ἑαυτὸν ὠνόμαζεν. «Μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε μὴ θροεῖσθε, δεῖ γὰρ τὰ πάντα γενέσθαι, ἀλλ’ οὔπω ἐστὶ τὸ τέλος· ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ λοιμοί, καὶ σεισμοὶ κατὰ τόπους· πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.» Πολέμους τοὺς ἐν Ἱεροσολύμοις λέγει τῶν Ῥωμαίων. Οὐ μόνον δὲ πολέμους λέγει γενήσεσθαι, ἀλλὰ καὶ λιμοὺς καὶ λοιμούς, δεικνύων, ὅτι θεήλατος ἔσται κατὰ τῶν Ἰουδαίων ἡ ὀργή. Τοὺς μὲν γὰρ πολέμους ἔχοι ἄν τις εἰπεῖν ἀπὸ τῆς τῶν ἀνθρώπων ἐπηρείας γινομένους· λιμοὺς δὲ καὶ λοιμούς, οὐδαμόθεν ἄλλοθεν ἢ ἀπὸ Θεοῦ πάντως.

Εἶτα ἵνα μὴ νομίσωσιν ὅτι πρὶν ἢ κηρύξωσι συντελεσθήσεται ὁ κόσμος, φησί· Μὴ θορυβεῖσθε. Οὔπω γὰρ ἡ συντέλεια· οὐδὲ γὰρ ἅμα τῇ κατασκαφῇ τῆς Ἱερουσαλὴμ καὶ ἡ κοινὴ συντέλεια ἔσται. Ἔθνος δὲ ἐπὶ ἔθνος, καὶ βασιλείαν ἐπὶ βασιλείαν ἐγερθήσεσθαι λέγει, διὰ τὰ ἐσόμενα τοῖς Ἰουδαίοις κακά, ἅπερ εἰσὶν ἀρχὴ ὠδίνων. Ὥσπερ γὰρ αἱ ὠδῖνες γίνονται τῇ τικτούσῃ, καὶ οὕτω τίκτει, οὕτω καὶ ὁ παρὼν αἰὼν μετὰ τὰς συγχύσεις καὶ τοὺς πολέμους ἀπογεννήσει τὰ μέλλοντα. «Τότε παραδώσουσιν ὑμᾶς εἰς θλίψιν, καὶ ἀποκτενοῦσιν ὑμᾶς· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου· καὶ τότε σκανδαλισθήσονται πολλοί, καὶ ἀλλήλους παραδώσουσι, καὶ μισήσουσιν ἀλλήλους· καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται, καὶ πλανήσουσι πολλούς· καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.

Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.» Προλέγει τὰ συμβησόμενα κακά, παραθαῤῥύνων διὰ τοῦ προλέγειν τοὺς μαθητάς. Τὸ γὰρ ἀπροσδόκητον εἴωθεν ἐκφοβεῖν καὶ ταράττειν. Προομαλίζει οὖν τὸν φόβον διὰ τοῦ προαγορεύειν τὰ μέλλοντα δεινά, τοὺς φθόνους, τὰς ἔχθρας, τοὺς σκανδαλισμούς, τοὺς ψευδοπροφήτας, οἳ πρόδρομοι τοῦ Ἀντιχρίστου εἰσίν, ἀποπλανῶντες τοὺς πολλούς, ὥστε πρὸς πᾶν εἶδος ἀνομίας ἐκτραχηλίζειν αὐτούς· διὰ δὲ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ἐκ τῆς πλάνης τοῦ Ἀντιχρίστου, ἐκθηριωθήσονται οἱ ἄνθρωποι, ὡς μηδὲ πρὸς τοὺς οἰκειοτάτους σώζειν ἰκμάδα τινὰ ἀγάπης, ἀλλὰ παραδίδοσθαι ὑπ’ ἀλλήλων· ὁ δὲ ἄχρι τέλους ὑπομείνας, καὶ καρτερικῶς φέρων, καὶ μὴ ἐνδοὺς πρὸς τὰ ἐπαγόμενα, σωθήσεται ὡς δόκιμος στρατιώτης ἀναφανείς. «Καὶ κηρυχθήσεται τοῦτο τὸ Εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ, εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι, καὶ τότε ἥξει τὸ τέλος.» Οὐκ ἐμποδισθήσεσθε εἰς τὸ κηρύττειν, θαῤῥεῖτε. Κηρυχθήσεται γὰρ τὸ Εὐαγγέλιον ἐν πᾶσι τοῖς ἔθνεσιν, εἰς μαρτύριον, τουτέστιν εἰς ἔλεγχον, εἰς κατηγορίαν τῶν μὴ πιστευσάντων, καὶ τότε ἥξει τὸ τέλος, οὐχὶ τοῦ κόσμου, ἀλλὰ τῆς Ἱερουσαλήμ· πρὸ γὰρ τοῦ ἁλῶναι τὴν Ἱερουσαλὴμ ἐκηρύχθη τὸ Εὐαγγέλιον, ὥσπερ καὶ ὁ Παῦλος λέγει· Τοῦ Εὐαγγελίου κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπ’ οὐρανόν.

Ὅτι γὰρ περὶ τοῦ τέλους τῶν Ἱεροσολύμων λέγει, δῆλον ἀπὸ τῶν ἑξῆς· φησὶ γάρ· «Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου, ἐστὼς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω.» Βδέλυγμα τῆς ἐρημώσεως τὴν στήλην λέγει τοῦ τὴν πόλιν κρατήσαντος, ἣν ἔστησεν ἐν τοῖς ἀδύτοις τοῦ ναοῦ· ἐρημώσεως μὲν οὖν, διότι ἐπορθήθη ἡ πόλις· βδέλυγμα δέ, διότι τὰς στήλας καὶ τὰς εἰκόνας τῶν ἀνθρώπων, βδελύγματα ὠνόμαζον οἱ Ἑβραῖοι, τὴν εἰδωλολατρίαν μισοῦντες. «Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν ἐπὶ τὰ ὄρη· ὁ ἐπὶ τοῦ δώματος, μὴ καταβαινέτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ, καὶ ὁ ἐν τῷ ἀγρῷ, μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ.» Τὴν τῶν συμφορῶν ἄφυκτον ὑπερβολὴν αἰνιττόμενος, φησίν, ὅτι χρὴ φεύγειν ἀνεπιστρόφως, μηδενὸς φροντίζοντας τῶν ἐν ταῖς οἰκίαις ὄντων, μήτε ἱματίων, μήτε ἀλλοίων σκευῶν· τινὲς δὲ βδέλυγμα τῆς ἐρημώσεως τὸν Ἀντίχριστον νοοῦντες, ὡς ἐπ’ ἐρημώσει τοῦ κόσμου καὶ καταστροφῇ τῶν ἐκκλησιῶν ἐσόμενον καὶ καθίσοντα ἐν τῷ ναῷ, νοοῦσι καὶ ταῦτα οὕτως, ὅτι ὁ ἐπὶ τοῦ δώματος, τουτέστιν ἐν τῷ ὕψει τῶν ἀρετῶν ὤν, μὴ καταβάτω ἀπὸ τοῦ ὕψους τῶν ἀρετῶν, ὥστε ἆραι τὰ τοῦ σώματος. Οἰκία γὰρ τῆς ψυχῆς, τὸ σῶμα. Δεῖ δὲ καὶ ἀπὸ τοῦ ἀγροῦ ἀναχωρεῖν, τουτέστι τῶν γηΐνων· ἀγρὸς γὰρ ὁ βίος, καὶ μηδὲ τὸ ἱμάτιον αἴρειν, τὴν παλαιὰν κακίαν ἣν ἐξεδυσάμεθα. «

Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.» Αἱ μὲν γὰρ ἔγκυοι οὐ δυνήσονται φεύγειν τῷ φορτίῳ τῆς γαστρὸς βαρυνόμεναι. Αἱ δὲ θηλάζουσαι, διὰ τὴν πρὸς τὰ τέκνα συμπάθειαν, μήτε ἐᾶσαι αὐτὰ δυνάμεναι, μήτε μὴν βαστάζειν, καὶ σὺν αὐτοῖς σωθῆναι, οὐκ ἐκφεύξονται τὴν τότε ὀργήν· ἢ καὶ τοῦτο αἰνίττεται ὁ Χριστός, τὴν τεκνοφαγίαν. Λέγει γὰρ ὁ Ἰώσηφος ὅτι λιμοῦ ὄντος διὰ τὴν πολιορκίαν, ὤπτησε γυνὴ τὸ τέκνον αὐτῆς καὶ ἔφαγε. «Προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν ἐν χειμῶνι, μηδὲ Σαββάτῳ.» Ἐν προσώπῳ τῶν ἀποστόλων πρὸς Ἰουδαίους ταῦτά φησιν· οἱ γὰρ ἀπόστολοι προέφθασαν ἐξελθόντες τῆς Ἱερουσαλήμ. Τοῖς Ἰουδαίοις οὖν λέγει εὔχεσθαι ἵνα μὴ γένηται ἡ φυγὴ αὐτῶν ἐν χειμῶνι, διὰ τὴν δυσκολίαν τοῦ καιροῦ μὴ δυναμένων ἀποδρᾶναι, μηδὲ ἐν Σαββάτῳ, τότε γὰρ ἀργοῦσι κατὰ τὸν νόμον, καὶ οὐκ ἂν ἐπιτολμήσαιεν τῇ φυγῇ. Σὺ δὲ καὶ οὕτω νόει, ὅτι δεῖ εὔχεσθαι ἵνα μὴ γένηται ἡ φυγὴ ἡμῶν ἐκ τοῦ βίου τούτου, τουτέστιν ἡ τελευτή, ἐν Σαββάτῳ, τῇ ἀργίᾳ τῶν καλῶν πράξεων, μηδὲ ἐν χειμῶνι, τῇ ἀκαρπίᾳ τῶν ἀγαθῶν, ἀλλ’ ἐν εὐδίᾳ ψυχῆς καὶ ἀταραξίᾳ. «Ἔσται γὰρ τότε θλίψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ’ ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδ’ οὐ μὴ γένηται· καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.»

Θλίψις ἀφόρητος τότε ἦν.

Ἐκελεύσθησαν γὰρ οἱ τῶν Ῥωμαίων στρατιῶται, μηδενὸς φείδεσθαι, ἀλλ’ ὁ Θεὸς διὰ τοὺς μέλλοντας πιστεύειν ἐξ αὐτῶν, ἢ καὶ πιστεύσαντας ἤδη, οὐκ ἀφῆκεν ἄρδην ἀναιρεθῆναι, ἀλλὰ καὶ τὰς θλίψεις καὶ τὸν πόλεμον ἐκολόβωσεν· εἰ γὰρ ἐκράτησεν ἐπὶ πλέον ὁ πόλεμος, πάντες ἂν οἱ ἔνδον ὑπὸ τοῦ λιμοῦ διεφθάρησαν.

Τινὲς δὲ περὶ τῶν τοῦ Ἀντιχρίστου ἡμερῶν νοοῦσι ταῦτα· οὐκ ἔστι δὲ περὶ τοῦ Ἀντιχρίστου ταῦτα, ἀλλὰ περὶ τῆς ἁλώσεως τῆς Ἱερουσαλήμ. Τὰ δὲ περὶ τοῦ Ἀντιχρίστου ἐντεῦθεν ἄρχεται· ἄκουε οὖν· «Τότε ἐάν τις ὑμῖν εἴπῃ, Ἰδοὺ ὧδε ὁ Χριστός, ἢ ὧδε, μὴ πιστεύσητε. Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται· καὶ δώσουσι σημεῖα μεγάλα καὶ τέρατα, ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.

Ἰδοὺ προείρηκα ὑμῖν.» Ἐπειδὴ δύο προσήνεγκαν ἐρωτήσεις οἱ μαθηταί, περὶ τῆς ἁλώσεως τῆς Ἱερουσαλήμ, καὶ τῆς παρουσίας τοῦ Κυρίου, εἰπὼν περὶ τῆς ἁλώσεως, ἐντεῦθεν ἄρχεται περὶ τῆς ἑαυτοῦ παρουσίας, καὶ τῆς συντελείας τοῦ κόσμου.

Τὸ δέ, τότε, οὐ τοῦτο ἐμφαίνει, ὅτι εὐθὺς μετὰ τὸ ἁλῶναι τὴν Ἱερουσαλήμ, ἐάν τις ὑμῖν εἴπῃ, καὶ τὰ ἑξῆς, ἀλλὰ τὸν καιρὸν ἐκεῖνον ἐμφαίνει καθ’ ὃν μέλλει γενήσεσθαι· ὥστε εἶναι τὸ λεγόμενον τοιόνδε· Τότε, τουτέστι, ὅταν μέλλῃ ὁ Ἀντίχριστος ἐλθεῖν, ἔσονται ψευδόχριστοι καὶ ψευδοπροφῆται πολλοί, ἐκ φαντασίας δαιμόνων διαπαίζοντες τοὺς τῶν ὁρώντων ὀφθαλμούς, πρὸς τὸ ἀπατῆσαί τινας· ὥστε ἢν μὴ νήφωσι, καὶ οἱ δίκαιοι ἀπατηθήσονται. Ἀλλ’ ὑμῖν ἰδοὺ προείρηκα· οὐκ ἔχετε πρόφασιν· δύνασθε γὰρ μὴ ἀπατηθῆναι. «Ἐὰν οὖν εἴπωσιν ὑμῖν, Ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστί, μὴ ἐξέλθητε· ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε.

Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου· ὅπου γὰρ ἐὰν ᾗ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.» Ἐὰν ἔλθωσι, φησίν, οἱ ἀπατεῶνες, λέγοντες ὅτι, Ἦλθεν ὁ Χριστός, ἀλλ’ ἐν τῇ ἐρήμῳ ἐστὶ κρυπτόμενος, ἢ ἐν οἰκίᾳ τινί, καὶ ἐν τοῖς ταμείοις καὶ ἐσωτέροις τόποις ταύτης, μὴ ἀπατηθῆτε· ἡ γὰρ τοῦ Χριστοῦ παρουσία οὐ δέεται τοῦ δείξοντος, ἀλλὰ καταφανὴς ἔσται πᾶσιν, ὥσπερ καὶ ἡ ἀστραπή. Καὶ γὰρ αὕτη καὶ αἰφνίδιός ἐστι, καὶ πᾶσι κατάδηλος· οὕτως οὖν κἀκείνη πᾶσι τοῖς ἐν τῷ κόσμῳ ἔκδηλος ἔσται· οὐ γὰρ ὥσπερ ἐν τῇ προτέρᾳ παρουσίᾳ ἀπὸ τόπου εἰς τόπον μετέβαινεν, οὕτω καὶ ἐν τῇ δευτέρᾳ, ἀλλ’ ἐν ῥιπῇ ὀφθαλμοῦ παρέσται.

Καὶ ὥσπερ ἐπὶ νεκρὸν σῶμα συνάγονται ὀξέως οἱ ἀετοί, οἱ γῦπες δηλαδή, οὕτω καὶ ἔνθα ἂν εἴη ὁ Χριστός, ἐλεύσονται πάντες οἱ ἅγιοι, οἱ τὰ ὑψηλὰ πετόμενοι, καὶ ἐν ταῖς νεφέλαις ἁρπαγησόμενοι ὡς ἀετοί· πτῶμα δὲ πάντως ὁ Χριστός, διὰ τὸ πεσεῖν ὑπὲρ ἡμῶν καὶ ἀποθανεῖν. Ὡς καὶ ὁ Συμεὼν λέγει· Οὗτος κεῖται εἰς πτῶσιν. «Εὐθέως δὲ μετὰ τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.» Μετὰ τὴν τοῦ Ἀντιχρίστου, φησίν, ἔλευσιν, ἥτις ταχὺ λυθήσεται· τοῦτο γὰρ διὰ τοῦ εὐθέως ἐδήλωσεν· ὁ ἥλιος σκοτισθήσεται, ἀντὶ τοῦ ἀμαυρωθήσεται, οὐκ ἀφανιζόμενος, ἀλλὰ νικώμενος τῷ τῆς τοῦ Χριστοῦ παρουσίας φωτί· ὥσπερ καὶ τὰ ἄστρα καὶ ἡ σελήνη· τίς γὰρ ἔτι χρεία τοιούτου αἰσθητοῦ φωτός, νυκτὸς οὐκ οὔσης, καὶ τοῦ Ἡλίου τῆς δικαιοσύνης ὀφθέντος;

Ἀλλὰ καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, τουτέστιν ἐκπλαγήσονται καὶ φρίξουσιν, ὁρῶσαι τὴν κτίσιν ἀλλοιουμένην, καὶ πάντας τοὺς ἁπὸ Ἀδὰμ μέχρι τότε ἀνθρώπους δώσειν μέλλοντας λόγον. «Καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, μετὰ δυνάμεως καὶ δόξης πολλῆς.» Ὁ σταυρὸς τότε ὀφθήσεται ἐν τῷ οὐρανῷ ὑπὲρ τὸν ἥλιον λάμπων, πρὸς ἔλεγχον τῶν Ἰουδαίων· ὥσπερ γάρ τι δικαίωμα μέγιστον ἔχων τὸν σταυρόν, ἔρχεται κατὰ τῶν Ἰουδαίων ὁ Κύριος· καθάπερ εἴ τις λίθῳ πληγεὶς ἐπεδείκνυτο τὸν λίθον. Σημεῖον δὲ λέγει τὸν σταυρόν, ὥσπερ τι τρόπαιον καὶ παράσημον βασιλικόν. Τότε τοίνυν κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς αἱ Ἰουδαϊκαί, θρηνοῦσαι τὴν ἑαυτῶν ἀπείθειαν· καὶ πάντες δὲ οἱ τὰ γήϊνα φρονοῦντες, εἰ καὶ Χριστιανοί εἰσι, κόψονται.

Φυλαὶ γὰρ τῆς γῆς λεχθεῖεν ἂν οἱ τοῖς γηΐνοις προσκείμενοι· εἰ δὲ καὶ μετὰ τοῦ σταυροῦ ἔρχεται ὁ Κύριος, ἀλλ’ οὖν καὶ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. «Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ’ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν.» Ἀποστελεῖ τοὺς ἀγγέλους ἐπισυνάξαι τοὺς ἁγίους, καὶ τοὺς ἐκ νεκρῶν ἀναστάντας, ὥστε ὑπαντῆσαι αὐτῷ ἐν νεφέλαις. Τιμᾷ οὖν αὐτοὺς καὶ τῇ δι’ ἀγγέλων κλήσει. Εἰ δὲ καὶ ὁ Παῦλος λέγει αὐτοὺς διὰ νεφελῶν ἁρπαγήσεσθαι, οὐκ ἐναντίον τοῦτο· συλλεγέντας γὰρ ὑπὸ τῶν ἀγγέλων, ἁρπάσουσιν αἱ νεφέλαι. Ἡ σάλπιγξ δέ, πρὸς πλείονα ἔκπληξιν. «Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν.

Ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλός, καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος. Οὕτω καὶ ὑμεῖς ὅταν ἴδητε πάντα ταῦτα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.» Ὅταν, φησί, ταῦτα πάντα γένηται, οὐ πολὺ ἔσται τὸ μέσον τῆς συντελείας καὶ τῆς ἐμῆς παρουσίας. Θέρος δὲ λέγει τὸν μέλλοντα αἰῶνα, καὶ γαλήνην ἀπὸ χειμῶνος. ἀλλὰ τοῖς δικαίοις· ὡς τοῖσγε ἁμαρτωλοῖς χειμὼν καὶ ταραχὴ μᾶλλόν ἐστιν· Ὥσπερ οὖν, φησί, τῆς συκῆς τοὺς κλάδους καὶ τὰ φύλλα ὁρῶντες, θέρος ἐλπίζετε· οὕτω καὶ τὰ σημεῖα ἐκεῖνα ἃ εἶπον ὁρῶντες, τὸν ἥλιον καὶ τὴν σελήνην ἀλλοιούμενα, τὴν ἐμὴν προσδέχεσθε παρουσίαν. «Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα ταῦτα γένηται· ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.» Γενεὰν ἐνταῦθα λέγει, οὐ τὴν τότε οὖσαν, ἀλλὰ τὴν τῶν πιστῶν· ὡσανεὶ τοῦτο λέγων· Οὐ μὴ παρέλθῃ ἡ γενεὰ τῶν πιστῶν, ἕως οὗ ταῦτα πάντα γένηται· μὴ γὰρ ἐπειδὴ ἀκούετε λιμοὺς καὶ λοιμούς, νομίσητε, ὅτι ἡ γενεὰ τῶν πιστῶν ὑπὸ τούτων τῶν κακῶν φθαρήσεται, ἀλλὰ παραμενεῖ, καὶ οὐδὲν αὐτῆς κρατήσει δεινόν. Τινὲς δὲ τό, ταῦτα πάντα, περὶ τῆς ἁλώσεως μόνης τῆς Ἱερουσαλὴμ ἐνόησαν, οὐχὶ καὶ περὶ τῆς δευτέρας παρουσίας· ὅθεν οὕτως ἑρμηνεύουσιν·

Οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, τουτέστιν, ὑμῶν τῶν ἀποστόλων ἡ γενεὰ ὄψεται τὰς τῆς Ἱερουσαλὴμ συμφοράς· βεβαιῶν δὲ τὰ ῥηθέντα, φησίν, ὅτι Εὐκολώτερόν ἐστιν ἀφανισθῆναι οὐρανὸν καὶ γῆν, τὰ πεπηγότα ταῦτα καὶ ἀκίνητα στοιχεῖα, ἢ τῶν ὑπ’ ἐμοῦ ῥηθέντων διαψευσθῆναί τι. «Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, εἰ μὴ ὁ Πατήρ μου μόνος.» Διδάσκει τοὺς μαθητὰς ἐνταῦθα, μὴ ζητεῖν μανθάνειν τὰ ὑπερβαίνοντα τὴν ἀνθρωπίνην γνῶσιν. Ἐν τῷ εἰπεῖν γὰρ οὔτε οἱ ἄγγελοι. ἐπέσχεν αὐτοὺς τοῦ νῦν μαθεῖν, ὅπερ καὶ οἱ ἄγγελοι ἀγνοοῦσιν· ἐν δὲ τῷ εἰπεῖν, ὅτι ὁ Πατήρ μου μόνος, ἐκώλυσεν αὐτοὺς καὶ τοῦ ζητῆσαι μαθεῖν τίς τὸ μετέπειτα· εἰ γὰρ εἶπεν, ὅτι Οἶδα μέν, οὐ θέλω δὲ ὑμῖν εἰπεῖν, ἐλυπήθησαν ἄν, ὡς δῆθεν καταφρονούμενοι ὑπ’ αὐτοῦ· νῦν δὲ ἐν τῷ εἰπεῖν, ὅτι Οὐδὲ ὁ Υἱὸς οἶδεν, εἰ μὴ ὁ Πατὴρ μόνος, κωλύει αὐτοὺς ζητεῖν· ὥσπερ καὶ πατέρες πολλάκις κατέχοντές τι ἐν ταῖς χερσίν, εἶτα ζητούμενοι τοῦτο ὑπὸ τῶν παίδων, καὶ μὴ θέλοντες δοῦναι, κρύπτουσιν αὐτό, λέγοντες· Οὐκ ἔχομεν ὃ ζητεῖτε, καὶ οὕτω παύονται τὰ παιδία κλαυθμυριζόμενα· οὕτω καὶ ὁ Κύριος, ἵνα παύσῃ τοὺς ἀποστόλους θέλοντας μαθεῖν περὶ τῆς ἡμέρας καὶ τῆς ὥρας, εἶπεν, ὅτι Οὐδὲ ἐγὼ οἶδα, εἰ μὴ ὁ Πατὴρ μόνος· ὅτι γὰρ γινώσκει καὶ αὐτὸς τὴν ὥραν καὶ τὴν ἡμέραν ἐκείνην, δῆλον μὲν καὶ ἐξ ἄλλων πολλῶν.

Πάντα γὰρ ὅσα ἔχει ὁ Πατήρ, τοῦ Υἱοῦ εἰσι· καὶ τὴν γνῶσιν δὲ ἔχει τῆς ἡμέρας, καὶ ὁ Υἱὸς ἄρα ἔχει ταύτην· ἐκδηλότερον δέ, ἐκ τοῦδε. Πῶς γὰρ ἐνδέχεται ἀγνοεῖν τὴν ἡμέραν τὸν Υἱόν, ᾧ τὰ πρὸ τῆς ἡμέρας οὕτως ἔγνωσται; ὁ γὰρ ἐπὶ τὰ πρόθυρα ἀγαγών, πρόδηλον, ὅτι καὶ τὴν θύραν ἠπίστατο· ἀλλὰ συμφερόντως οὐκ ἤνοιξε ταύτην· οὐ συμφέρει γὰρ ἡμῖν τὸ εἰδέναι πότε ἡ συντέλεια, ἵνα μὴ ῥᾳθυμήσωμεν. Ἡ γὰρ ἄγνοια διεγηγερμένους ἡμᾶς ποιεῖ. «Ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ὥσπερ γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ, τρώγοντες καὶ πίνοντες. γαμοῦντες καὶ ἐκγαμίζοντες. ἄχρις ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτόν, καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμός, καὶ ἦρεν ἅπαντας· οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου.» Πρὸς βεβαίωσιν τῶν ἀψευδῶν αὐτοῦ λόγων, κέχρηται τοῖς κατὰ τὸν Νῶε γενομένοις· ὥσπερ γὰρ τότε χλεύην ἡγοῦντό τινες τὴν τῆς κιβωτοῦ κατασκευήν, ἕως οὗ ἦλθε τὸ πάθος καὶ ἠφάνισε πάντας· οὕτω καὶ νῦν χλευάζουσί τινες τοὺς περὶ τῆς συντελείας λόγους· ἀλλ’ αἰφνιδίως, φησίν, ἐπελεύσεται ὁ ὄλεθρος· δείκνυσι δέ, ὅτι τοῦ Ἀντιχρίστου ἐλθόντος, ἡ ἡδονὴ κρατήσει τῶν ἀνθρώπων, καὶ εἰς γάμους καὶ τρυφὰς ἀποκλινοῦσιν ὑβριστικώτερον, ὥσπερ καὶ οἱ ἐπὶ Νῶε γίγαντες. «Τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ· ὁ εἷς παραλαμβάνεται, καὶ ὁ εἷς ἀφίεται.

Δύο ἀλήθουσαι ἐν τῷ μύλωνι· μία παραλαμβάνεται, καὶ μία ἀφίεται.» Τότε, φησίν, ἀμερίμνων ὄντων πάντων, καὶ ἐργαζομένων τὰ οἰκεῖα ἔργα, ὁ μὲν εἷς παραλαμβάνεται, τουτέστιν, ὁ δίκαιος, εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, ὁ δὲ εἷς, ὁ ἁμαρτωλὸς δηλονότι, ἀφίεται κάτω.

Ἀλλὰ κἂν δοῦλοί τινες ὦσι καὶ ἀλήθωσι, καὶ ἐν τούτοις οἱ μὲν παραλαμβάνονται, ὅσοι ἄξιοι· οἱ δὲ ἀφίενται, ὅσοι ἀνάξιοι· ὥστε μανθάνομεν καὶ ἐντεῦθεν, ὅτι καὶ δοῦλοι καὶ θήλειαι οὐκ ἐμποδίζονται πρὸς ἀρετήν. «Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. Ἐκεῖνο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἄν, καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. Διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.» Ἀγρυπνεῖν ἐπιτάττει καὶ ἑτοιμάζεσθαι, ἤτοι ἔχειν τὰ τῆς ἀρετῆς ἔργα προτεθησαυρισμένα, ἵνα ἐπειδὰν ἔλθῃ ὁ Κύριος, ἀπαιτῶν τι ὧν θέλει, ἔχωμεν διδόναι. Ὅρα δὲ πῶς οὐκ εἶπεν, ὅτι Οὐκ οἶδα ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ἀλλ’, Οὐκ οἴδατε· κλέπτην δὲ τὴν συντέλειαν ὀνομάζει, καὶ τὸν ἑκάστου θάνατον· αἰνίττεται δὲ ἐντεῦθεν, ὅτι καὶ νυκτὸς ἔσται ἡ παρουσία αὐτοῦ. Ὥσπερ οὖν ὁ κλέπτης ἀφανῶς ἔρχεται, οὕτω καὶ ἡ ἐμὴ παρουσία, ὥστε μὴ ῥᾳθυμεῖτε, ἀλλὰ νήφετε. Εἰ γὰρ ᾔδειμεν τὴν τελευτὴν ἡμῶν πότε ἔσται, ἐκείνην ἂν μόνην τὴν ἡμέραν ἐσπουδάζομεν εὐαρεστεῖν τῷ Θεῷ· νῦν δὲ ἀγνοοῦντες, νήφομεν ἀεὶ πρὸς τὰ τῆς ἀρετῆς ἔργα. «Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ, τοῦ διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ;

Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὐρήσει ποιοῦντα οὕτως. Ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.» Διαπορεῖ ὁ Κύριος τίς ἔσται ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ, ἵνα δείξῃ ὅτι σπάνιος καὶ δυσεύρετος ὁ τοιοῦτος. Δύο δὲ ἀπαιτεῖται πᾶς οἰκονόμος, πίστιν καὶ φρόνησιν· εἴτε γὰρ πιστὸς μέν ἐστι καὶ οὐδὲν κλέπτει, φρόνιμος δὲ οὐχ ὑπάρχει, ἀλλὰ μάτην ἀπόλλυσι τὰ χρήματα, εἴτε φρόνιμος δῆθεν ὤν, κλέπτει αὐτός, οὐδὲν ὄφελος. Ὁ τοίνυν εὑρεθησόμενος τότε πιστὸς καὶ φρόνιμος, ἐκεῖνος καὶ τῶν τελειοτέρων ἐπιτεύξεται, λέγω δὴ τῆς βασιλείας τῶν οὐρανῶν. Πάντων γὰρ τῶν ὑπαρχόντων τῷ Θεῷ κληρονόμοι ἔσονται οἱ ἅγιοι. Πιστὸς δὲ δοῦλος καὶ φρόνιμος, καὶ πᾶς διδάσκαλος ὁ ἐν καιρῷ διδοὺς τὴν τροφὴν ἑκάστῳ τῶν ὑπ’ αὐτοῦ διδασκομένων, οἷος ὁ Παῦλος, νῦν μὲν γάλα ποτίζων, νῦν δὲ σοφίαν λαλῶν, πιστός τε διάκονος ὤν, ὁ πρότερον βλάσφημος, καὶ φρόνιμος, ὡς μὴ ἀγνοῶν τὰ νοήματα τοῦ ἐχθροῦ· ἀλλὰ καὶ πᾶς ὁ ὁτιοῦν παρὰ Θεοῦ λαβών, εἴτε χρήματα, εἴτε δυναστείαν, εἴτε ἀρχήν, ὀφείλει καὶ πιστῶς καὶ φρονίμως διοικεῖν ταῦτα, ὡς λόγον δώσων. «

Ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει ὁ κύριός μου ἐλθεῖν, καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων, ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.» Εἰπὼν πῶς τιμηθήσεται ὁ πιστὸς δοῦλος, νῦν λέγει πῶς κολασθήσεται ὁ πονηρός.

Ἐὰν γάρ τις οἰκονομίαν τινὸς χαρίσματος πιστευθείς, καταφρονῇ τοῦ ἐκεῖθεν δικαστηρίου, καὶ λέγῃ ὅτι, Χρονίζει ὁ κύριός μου, τουτέστιν, οὐ παρὰ πόδας καὶ εὐθέως τὴν τιμωρίαν ἐπιτίθησι, καὶ τὴν ἀνεξικακίαν τοῦ Θεοῦ ἀφορμὴν πονηρίας ποιῆται, καὶ τύπτῃ τοὺς συνδούλους αὐτοῦ, φημὶ δὴ σκανδαλίζῃ, καὶ τύπτῃ τὴν συνείδησιν αὐτῶν· οἱ γὰρ ἀρχόμενοι, βλέποντες τοὺς ἄρχοντας κακῶς χρωμένους τοῖς δοθεῖσι, πλήσσονται σκανδαλιζόμενοι, καὶ βλάπτονται· ὁ τοιοῦτος οὖν διχοτομηθήσεται, τουτέστι γυμνωθήσεται τοῦ προσόντος αὐτῷ χαρίσματος, καὶ τότε φανήσεται οἷος ἦν, καὶ βληθήσεται εἰς τὸ σκότος· πρώην μὲν γὰρ διὰ τοῦ προσχήματος ἠπάτα, οἷοι πολλοὶ τῶν ἀρχιερέων, ἅγιοι δοκοῦντες διὰ τὸ ἀξίωμα· τότε δὲ ἀρθήσεται ἀπ’ αὐτῶν ἡ χάρις. Καὶ ὡς ὑποκριταὶ κολασθήσονται, ἄλλο ὄντες καὶ ἄλλο φαινόμενοι.

ΚΕΦΑΛ. ΚΕʹ. Περὶ τῶν δέκα παρθένων. Περὶ τῶν τὰ τάλαντα λαθόντων. Περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ. «Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν. ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί· αἵτινες μωραί, λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν.

Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον.» Ἐπὶ τοῦ προσώπου τῶν παρθένων σχηματίζει τὴν περὶ ἐλεημοσύνης παραβολήν, ἵνα ἐπειδὴ μέγα πρᾶγμά ἐστι, μὴ τοῦτο μόνον κατορθῶν τις, ἀμελῇ τῶν ἄλλων· ἀλλὰ μάνθανε ὡς τῆς ἐλεημοσύνης χωρίς, κἂν παρθενίαν ἔχῃς, μετὰ πορνῶν ἐκβληθήσῃ.

Εἰκότως δὲ ὁ ἀσυμπαθὴς καὶ ἀνελεήμων ἐκβάλλεται, κἂν παρθένος εἴη· ὁ μὲν γὰρ πόρνος πάθους ἡττήθη τυραννικοῦ τε καὶ φυσικοῦ· ὁ δὲ ἀνελεήμων χρημάτων. Ὅσῳ οὖν ὁ ἀνταγωνιστὴς ἀσθενέστερος τοσούτῳ ἀσυγχώρητος ὁ νικηθεὶς ὑπὸ τοῦ τῆς φιλοχρηματίας πάθους· καὶ μωρὸς δὲ ὁ τοιοῦτος δι’ αὐτὸ τοῦτο, τὸ νικῆσαι μὲν φυσικὴν πύρωσιν, ἡττηθῆναι δὲ τοῦ μικροῦ πάθους τῶν χρημάτων· νυσταγμὸς δέ, ὁ θάνατος. Χρονισμὸς δὲ τοῦ νυμφίου, τὸ μὴ συντόμως γίνεσθαι τὴν δευτέραν παρουσίαν. «Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν, αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον·

Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι· Μήποτε οὐκ ἀρκέσῃ ὑμῖν καὶ ἡμῖν. Πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα· ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.» Μεσούσης τῆς νυκτὸς λέγει κραυγὴν γενέσθαι, ἵνα δείξῃ ὅτι ἀνέλπιστος ἔρχεται ὁ Κύριος, ὥσπερ μεσονυκτίου πάντες ἤδη καθεύδομεν βαθεῖ ὕπνῳ. Ἀλλὰ μετὰ κραυγῆς ἔρχεται· σάλπιγξ γὰρ ἠχήσει ἐν τῇ δευτέρᾳ παρουσίᾳ· λαμπάδες δέ, καὶ αἱ ψυχαὶ ἡμῶν, καὶ ὁ νοῦς ἑκάστου λαμπάς ἐστιν· ἥτις τότε ἀνάπτεται, ὅτε ἔχει τὸ τῶν ἀρετῶν ἔλαιον καὶ τὴν ἐλεημοσύνην· μωραὶ δὲ ὄντως εἰσὶν αἱ παρθένοι καὶ κατὰ τοῦτο, καθὸ τότε ἐζήτουν τὸ ἔλαιον, ὅτε οὐκ ἔτι καιρὸς πραγματείας. Αἱ δὲ φρόνιμοί φασι· Μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν. Ἡ γὰρ ἀρετὴ τοῦ πλησίον μου μόλις ἀρκέσει ἐκείνῳ πρὸς ἀπολογίαν, μήτι γε καὶ ἐμοί· ἕκαστος γὰρ ἐκ τῶν ἔργων αὐτοῦ δικαιωθήσεται, οὐχὶ τῶν τοῦ πλησίον.

Ἀλλ’ αἱ μωραὶ πρὸς τοὺς πωλοῦντας ἀπέρχονται, τουτέστι, πρὸς τοὺς πένητας. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Μεταμέλονται αἱ μωραὶ διότι μὴ ἐποίησαν ἐλεημοσύνην, καὶ νῦν πρῶτον γινώσκουσιν ὅτι ἀπὸ τῶν πενήτων ἔδει ἡμᾶς τὸ ἔλαιον ἔχειν. Τοῦτο οὖν ἔστιν ὃ λέγει, ὅτι ἀπῆλθον πρὸς τοὺς πωλοῦντας ἀγοράσαι ἔλαιον, τουτέστιν, ἀπῆλθον τῇ διανοίᾳ πρὸς τοὺς πένητας, καὶ ἐνελογίσαντο οἷον ἀγαθὸν ἡ ἐλεημοσύνη, ἀλλὰ γὰρ ἐκλείσθη αὐταῖς ἡ θύρα· μεταμελείας γὰρ καὶ ἐργασίας καιρὸς οὐκ ἔστι μετὰ τὴν ἐνθένδε ἀποβίωσιν. Ὁ γοῦν Κύριος λέγει αὐταῖς· Οὐκ οἶδα ὑμᾶς. Ὁ γὰρ φιλάνθρωπος καὶ ἐλεήμων οὐκ οἶδε τὰς ἀνελεήμονας. Πῶς γὰρ τὰς ἀλλοτρίας αὐτοῦ καὶ ἀνομοίας; Γίνωσκε δὲ ὅτι καὶ πᾶσα ψυχὴ λαμπάδα καὶ φωτισμὸν ἐκ Θεοῦ ἔσχε, καὶ πᾶσαι ἐγείρονται εἰς συνάντησιν τοῦ Κυρίου· πᾶσαι γὰρ ἐπιθυμοῦσι τοῦ συναντῆσαι καὶ συναφθῆναι Θεῷ· ἀλλὰ τοῦ Θεοῦ δόντος φωτισμὸν καὶ λαμπάδα, αἱ μὲν φρόνιμοι διὰ τῆς ἀγαθοεργίας ἐπιβάλλουσιν ἔλαιον· αἱ δὲ μωραὶ ἐῶσαι τὰς λαμπάδας ἀνελαίους, ἀποκλείονται, μὴ ἔχουσαι ἀγαθὰ ἔργα δι’ ὧν ἀνάψει τὸ ἐν αὐταῖς φῶς· ἐὰν γὰρ μὴ τὰ καλὰ ἐργαζώμεθα, ἐσβέσαμεν τὸ ἐν ἡμῖν φῶς τοῦ Θεοῦ. «Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν, ἐκάλεσε τοὺς ἰδίους δούλους, καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐθέως.

Πορευθεὶς δὲ ὁ τὰ πέντε τάλαντα λαβών, εἰργάσατο ἐν αὐτοῖς, καὶ ἐποίησεν ἄλλα πέντε τάλαντα· ὡσαύτως καὶ ὁ τὰ δύο, ἐκέρδησε καὶ αὐτὸς ἄλλα δύο· ὁ δὲ τὸ ἓν λαβών, ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇ, καὶ ἀπέκρυψε τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.

Μετὰ δὲ χρόνον πολύν, ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων, καὶ συναίρει μετ’ αὐτῶν λόγον.» Εἰπὼν ἄνω ὅτι Οὐκ οἴδατε τὴν ἡμέραν ὅτε ἥξει ὁ Κύριος, προστίθησι καὶ τὴν παραβολὴν ταύτην, δεικνύων ὅτι αἰφνιδίως ἐλεύσεται· ὡσανεὶ γὰρ ἄνθρωπος ἀποδημῶν, οὕτω δὴ καὶ ὁ κύριος ἐκάλεσε τοὺς ἰδίους δούλους, καὶ τάδε καὶ τάδε αὐτοῖς διέθετο. Ἀποδημεῖν οὖν λέγεται ὁ δι’ ἡμᾶς γενόμενος ἄνθρωπος Χριστός, ἢ καθὸ ἀνέβη εἰς οὐρανούς, ἢ καθὸ μακροθυμεῖ, καὶ οὐκ εὐθὺς ἀπαιτεῖ τὴν ἐργασίαν, ἀλλ’ ἀναμένει. Δοῦλοι δὲ αὐτοῦ, οἱ τὴν τοῦ λόγου διακονίαν πεπιστευμένοι, οἷον ἀρχιερεῖς, ἱερεῖς, διάκονοι, καὶ χαρίσματα πνευματικὰ λαβόντες, οἱ μὲν μείζονα, οἱ δὲ ἐλάττονα, ἕκαστος κατὰ τὴν ἰδίαν δύναμιν, τουτέστι, κατὰ τὸ μέτρον τῆς πίστεως καὶ τῆς καθάρσεως. Ἐν γὰρ τῷ ἀγγείῳ ᾧ δώσω ἐγὼ τῷ Θεῷ, ἐν ἐκείνῳ ἐπιβαλεῖ μοι τὴν δωρεὰν αὐτοῦ· εἰ μικρὸν δώσω, ὀλίγην, εἰ μέγα, πολλήν. Εὐθέως δὲ ὁ τὰ πέντε τάλαντα λαβών, ἀπελθὼν εἰργάσατο. Ὅρα τὴν ἐντρέχειαν αὐτοῦ, πῶς οὐδὲν ἠμέλησεν, ἀλλ’ εὐθέως εἰργάσατο, διπλασιάζων ὃ ἔλαβεν. Ὁ γὰρ μὴ μόνον ἑαυτὸν ὠφελῶν, εἴτε λόγον ἔχοι, εἴτε πλοῦτον, εἴτε δυναστείαν παρὰ βασιλεῦσιν, εἴτε ἄλλην οἱανοῦν δύναμιν ἢ τέχνην, ἀλλὰ καὶ ἑτέρους θέλων ὠφελεῖν, ὁ τοιοῦτος διπλασιάζει τὸ δοθὲν αὐτῷ.

Ὁ δὲ χώσας τὸ τάλαντον, ἐστὶν ὁ τῆς ἰδίας μόνον ὠφελείας φροντίζων, καὶ μὴ καὶ τῆς τῶν ἄλλων, ὃς καὶ κατακρίνεται. Ἀλλὰ καὶ ἐὰν εὐφυῆ ἴδῃς καὶ ἐπιτήδειον ἄνθρωπον, τῇ εὐφυΐᾳ εἰς πραγματείας καὶ δολιότητας καὶ γήϊνα πράγματα καταχρησάμενον, τὸν τοιοῦτον εἰπὲ κατορύξαι τὸ τάλαντον εἰς τὴν γῆν, τουτέστιν, εἰς τὰ τῆς γῆς πράγματα· μετὰ δὲ χρόνον πολὺν ἔρχεται ὁ δοὺς τὸ ἀργύριον, ἢ τὰ λόγια αὐτοῦ· ἀργύριον γὰρ πεπυρωμένον, τὰ τοῦ Θεοῦ λόγια, ἢ ἁπλῶς πᾶν ὁτιοῦν χάρισμα, λαμπρὸν καὶ ἔνδοξον ποιοῦν τὸν ἔχοντα, ἀργύριον λεχθείη.

Καὶ συναίρει λόγον ἀπαιτῶν καὶ λογοπραγῶν τοὺς λαβόντας. «Καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα, λέγων· Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ’ αὐτοῖς. Ἔφη αὐτῷ ὁ Κύριος αὐτοῦ·

Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα λαβών, εἶπε· Κύριε, δύο τάλαντά μοι παρέδωκας, ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ’ αὐτοῖς. Ἔφη αὐτῷ ὁ Κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφώς, εἶπε· Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας, καὶ φοβηθείς, ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. Ἀποκριθεὶς δὲ ὁ Κύριος αὐτοῦ, εἶπεν αὐτῷ·

Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα, καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα· ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ· ἄρατε οὖν ἀπ’ αὐτοῦ τὸ τάλαντον, καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα. Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται, καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὁ ἔχει, ἀρθήσεται ἀπ’ αὐτοῦ· καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλλετε εἰς τὸ σκότος τὸ ἐξώτερον, ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.» Οἱ μὲν ἐπεργασάμενοι τοῖς δοθεῖσιν, ἐπαινοῦνται ὑπὸ τοῦ δεσπότου ὁμοίως ἀμφότεροι. Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἑκάτερος αὐτῶν ἀκούων· ἀγαθὸν δὲ ἐνταῦθα πάντως τὸν φιλάνθρωπον, τὸν ἄφθονον νοοῦμεν, ὃς τὴν οἰκείαν ἀγαθότητα καὶ τοῖς πλησίον ἐφαπλοῖ· ἐπὶ ὀλίγα δὲ πιστοὶ φανέντες, ἐπὶ πολλῶν καθίστανται.

Καὶ γὰρ εἰ καὶ ἐνταῦθα χαρισμάτων ἀξιούμεθα, ὅμως οὐδέν εἰσι ταῦτα πρὸς τὰ μέλλοντα ἀγαθά. Χαρὰ δὲ τοῦ Κυρίου, ἡ ἄληκτος εὐφροσύνη, ἣν ἔχει ὁ Θεός, εὐφραινόμενος ἐπὶ τοῖς ἔργοις αὐτοῦ, ὡς ὁ Δαυῒδ λέγει. Τοιαύτην οὖν εὐφροσύνην εὐφραίνονται καὶ οἱ ἅγιοι ἐπὶ τοῖς ἔργοις αὐτῶν· ὥσπερ οὖν οἱ ἁμαρτωλοὶ λυποῦνται ἐπὶ τοῖς οἰκείοις ἔργοις, καὶ μεταμέλονται· καὶ τὸν Κύριον δὲ πλοῦτον ἔχοντες οἱ ἅγιοι, χαίρουσιν ἐπ’ αὐτῷ. Ὅρα δὲ ὅτι καὶ ὁ τὰ πέντε τάλαντα λαβών, καὶ ὁ τὰ δύο, τῶν αὐτῶν ἀγαθῶν ἀξιοῦνται. Ὅταν γάρ τις, καὶ ὀλίγα λαβών, ὅμως τὴν δοθεῖσαν αὐτῷ χάριν, κἂν μικρὰ εἴη, καλῶς οἰκονομήσῃ, ἴσην τιμὴν ἀπολήψεται τῷ μεγάλων ἀξιωθέντι καὶ κατορθώσαντι. Ἕκαστος γὰρ καθ’ ὃ ἔλαβε, κατὰ τοῦτο καὶ ἄκρος δοκεῖ, ἐὰν κατορθώσῃ.

Ἀλλ’ οἱ μὲν εὐγνώμονες δοῦλοι, τοιοῦτοι· ὁ δὲ πονηρὸς καὶ ὀκνηρὸς ἄλλως ἀπολογεῖται, καὶ ἑαυτοῦ ἀξίως. Σκληρὸν γὰρ ὀνομάζει τὸν δεσπότην, ὥσπερ καὶ νῦν πολλοὶ τῶν διδασκόντων λέγουσι· Σκληρόν ἐστι τὸ ζητεῖν παρὰ ἀνθρώπων ὑπακοὴν οἷς οὐκ ἐνεποίησεν ὁ Θεὸς τὸ ὑπήκοον, οὐδὲ ἐνέσπειρεν αὐτοῖς τὸ εὐπειθές· τοῦτο γὰρ αἰνίττεται διὰ τοῦ εἰπεῖν·

Θερίζεις ὅπου οὐκ ἔσπειρας, τουτέστιν, ᾧτινι οὐκ ἐνέσπειρας τὸ εὐπειθές, ἀπαιτεῖς παρ’ ἐκείνου τὸ εὐπειθές. Λέγων δὲ σκληρὸν τὸν δεσπότην ὁ δοῦλος, ἑαυτὸν κατακρίνει. Ἐπεὶ γὰρ σκληρὸς ἦν, ὤφειλε μᾶλλον ἐπιμελεῖσθαι, ὡς σκληρὸν καὶ ἀπηνῆ ἔχων δεσπότην. Εἰ γὰρ τὰ ἑτέρων ἀπαιτεῖ, μᾶλλον τὰ ἑαυτοῦ ἀπαιτήσει· ὥστε ἕδει καὶ σὲ πλεονάσαι ὃ ἔλαβες, καὶ ποιῆσαι μαθητάς, ἀφ’ ὧν ἀπῄτησεν ἂν τὸ ὀφειλόμενον. Τραπεζίτας γὰρ τοὺς μαθητὰς ὀνομάζει, ὡς δοκιμάζοντας ἢ ἀποδοκιμάζοντας τὸν λόγον· τόκον δὲ ἀπαιτεῖ παρὰ τῶν μαθητῶν τὴν τῶν ἔργων ἐπίδειξιν. Ὁ γὰρ μαθητής, λαμβάνων παρὰ τοῦ διδασκάλου τὸν λόγον, ἔχει μὲν καὶ αὐτόν, καὶ ἀποδίδωσιν αὐτὸν ὁλόκληρον· προσδίδωσι δὲ καὶ τόκον τὴν ἐργασίαν τοῦ ἀγαθοῦ. Αἴρεται οὖν ἀπὸ τοῦ πονηροῦ καὶ ὀκνηροῦ δούλου τὸ χάρισμα. Ὁ γὰρ λαβὼν χάρισμά τι εἰς τὸ ὠφελῆσαι ἄλλους, καὶ μὴ κεχρημένος τούτῳ, καὶ αὐτὸ ἀπόλλυσιν· ὁ δὲ πλείονα σπουδὴν ποιησάμενος, πλείονα ἐπισπᾶται καὶ τὴν δωρεάν. Τῷ γὰρ ἔχοντι σπουδὴν δοθήσεται πλείων ἡ χάρις, καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος σπουδὴν καὶ τὸ χάρισμα ὃ δοκεῖ ἔχειν, ἀρθήσεται· ὁ γὰρ μὴ σπουδὴν ἔχων, μηδὲ ἐπεργασάμενος οἷς ἔλαβεν, οὐκ ἔχει τὸ χάρισμα, ἀλλὰ δοκεῖ ἔχειν· ἠμαύρωσε γὰρ τοῦτο διὰ τῆς ἀμελείας. «

Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.» Ἐπειδὴ ἡ πρώτη παρουσία τοῦ Κυρίου ἐν ἀτιμίᾳ γέγονε καὶ ὕβρει, φησὶ τό, Ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ. Ἐν γὰρ τῇ δευτέρᾳ μετὰ δόξης ἐλεύσεται, ἀγγέλων δορυφορούντων αὐτόν. Πρῶτον δὲ ἀφορίζει τοὺς ἁγίους ἀπὸ τῶν ἁμαρτωλῶν, ἀπαλλάσσων αὐτοὺς ἀγωνίας, καὶ ἵστησι, καὶ τότε φωνεῖ πρὸς αὐτούς. Πρόβατα μὲν οὖν καλεῖ τοὺς ἁγίους, διὰ τὸ ἥμερον, καὶ ὅτι καρπὸν ἡμῖν διδόασι καὶ ὠφέλειαν ὡς τὰ πρόβατα, καὶ ἔριον χορηγοῦντες ἤτοι σκέπην θείαν καὶ πνευματικήν, καὶ γάλα, τουτέστι τροφὴν προσήκουσαν· ἐρίφους δέ, τοὺς ἁμαρτωλούς· κατὰ κρημνῶν γὰρ βαδίζουσι, καὶ ἄτακτοί εἰσι καὶ ἄκαρποι ὡς οἱ ἔριφοι. «Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ·

Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· γυμνός, καὶ περιεβάλετέ με· ἠσθένησα, καὶ ἐπεσκέψασθέ με· ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με. Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι, λέγοντες·

Κύριε, πότε σε εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν; ἢ διψῶντα, καὶ ἐποτίσαμεν; Πότε δέ σε εἴδομεν ξένον, καὶ συνηγάγομεν; ἢ γυμνόν, καὶ περιεβάλομεν; Πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ, καὶ ἤλθομεν πρὸς σέ; Καὶ ἀποκριθεὶς ὁ βασιλεύς, ἐρεῖ αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.» Οὐ πρότερον τιμᾷ ἢ κολάζει, πρὶν ἢ δικάσηται. Φιλάνθρωπος γάρ ἐστι, καὶ ἡμᾶς δὲ τοῦτ’ αὐτὸ παιδεύει, μὴ πρότερον κολάζειν πρὶν ἂν ἐξετάσωμεν.

Οὕτω γὰρ ἀναπολόγητοι μᾶλλον ἔσονται οἱ μετὰ δικαστήριον κολασθέντες. Εὐλογημένους δὲ καλεῖ τοὺς ἁγίους, ὡς ὑπὸ τοῦ Πατρὸς ἀποδεχθέντας· κληρονόμους δὲ αὐτοὺς ποιεῖται τῆς βασιλείας, ἵνα δείξῃ ὅτι κοινωνοὺς αὐτοὺς ποιεῖ ὁ Θεὸς τῆς ἑαυτοῦ δόξης, ὡς υἱοὺς αὐτοῦ. Οὐ γὰρ εἶπε, Λάβετε, ἀλλά, Κληρονομήσατε, οἱονεί τινα πατρῷαν περιουσίαν.

Ἀδελφοὺς δὲ ἐλαχίστους καλεῖ, ἢ τοὺς αὐτοῦ μαθητάς, ἢ πάντας ἁπλῶς τοὺς πένητας. Πᾶς γὰρ πένης, ἀδελφός ἐστι τοῦ Χριστοῦ κατ’ αὐτὸ τοῦτο, ἐπεὶ καὶ ὁ Χριστὸς ἐν πενίᾳ διήγαγεν. Ὅρα δὲ καὶ τὴν τοῦ Θεοῦ δικαιοσύνην, πῶς ἀνακηρύττει τοὺς ἁγίους.

Ὅρα καὶ τὴν ἐκείνων εὐγνωμοσύνην, πῶς δι’ ἐπιείκειαν ἀρνοῦνται τὸ θρέψαι· ἀλλ’ ὁ Κύριος τὰ εἰς τοὺς πένητας γενόμενα εἰς ἑαυτὸν ἀναδέχεται. «Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπείνασα γάρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· γυμνός, καὶ οὐ περιεβάλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με. Τότε ἀποκριθήσονται καὶ αὐτοί, λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα, ἢ διψῶντα, ἢ ξένον, ἢ γυμνόν, ἢ ἀσθενῆ, ἢ ἐν φυλακῇ, καὶ οὐ διηκονήσαμέν σοι; Τότε ἀποκριθήσεται αὐτοῖς, λέγων· Ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἐνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.» Τοὺς ἐξ εὐωνύμων εἰς τὸ πῦρ ἐκπέμπει, ὃ ἡτοίμασται τῷ διαβόλῳ. Ἐπεὶ γὰρ ἀσυμπαθεῖς εἰσιν οἱ δαίμονες, καὶ ἀπηνῶς διάκεινται καὶ ἐχθρωδῶς πρὸς ἡμᾶς, εἰκότως τῆς αὐτῆς τιμωρίας ἀξιοῦνται οἱ τῆς αὐτῆς γνώμης ὄντες, οἳ καὶ ἐκ τῶν ἰδίων αὐτῶν ἔργων ἐπικατάρατοι ἐγένοντο. Ὅρα δὲ ὅτι οὐχ ἡτοίμασεν ὁ Θεὸς τὸ πῦρ τοῖς ἀνθρώποις, οὐδὲ τὴν κόλασιν ἐποίησε δι’ ἡμᾶς, ἀλλὰ διὰ τὸν διάβολον, ἐγὼ δὲ ποιῶ ἑμαυτὸν τῇ κολάσει ὑπόδικον.

Φρίξον δέ, ἄνθρωπε, ἐννοήσας ἐντεῦθεν ὅτι ἰδοὺ οὗτοι οὔτε ὡς πόρνοι, οὔτε ὡς ἅρπαγες, οὔτε ὡς ἄλλο τι πλημμελήσαντες κακόν, κολάζονται, ἀλλ’ ὡς μὴ ποιήσαντες ἀγαθόν. Τῷ ὄντι γὰρ ἐὰν καλῶς σκοπήσῃς, ἅρπαξ ἐστὶν ὁ πολλὰ ἔχων καὶ μὴ ἐλεῶν, κἂν μηδὲν ἀδικήσῃ προδήλως. Ὅσα γὰρ ἔχει περισσότερα τοῦ δέοντος, ἥρπασε πάντως ἀπὸ τῶν χρῃζόντων μέν, μὴ λαμβανόντων δὲ ἐξ αὐτοῦ.

Εἰ γὰρ εἰς κοινὸν ταῦτα κατέθηκεν, ἦσαν ἂν κἀκεῖνοι ἀνενδεεῖς· νῦν δὲ ἐπεὶ ἀπέκλεισε ταῦτα, καὶ ἰδιοποιήσατο, διὰ τοῦτο πένονται ἐκεῖνοι· ὥστε ὁ ἀνελεήμων ἅρπαξ ἐστί, τοσούτους ἀδικῶν ὅσους εὐεργετεῖν ἠδύνατο, καὶ οὐκ εὐηργέτησεν, ὅθεν ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον καὶ μηδέποτε λήγουσαν· οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. Ὥσπερ γὰρ οἱ ἅγιοι ἄπαυστον ἔχουσι χαράν, οὕτω καὶ οἱ ἄδικοι ἄπαυστον κόλασιν, κἂν Ὠριγένης φλυαρῇ λέγων ὅτι ἐστὶ κολάσεως τέλος, καὶ οὐκ ἀεὶ τιμωρηθήσονται οἱ ἁμαρτωλοί, ἀλλ’ ἔσται, ὅτε εἰς τὸν τῶν δικαίων τόπον ἐλεύσονται, διὰ τῆς κολάσεως καθαρθέντες.

Ἐλέγχεται γὰρ ἐντεῦθεν φανερῶς, τοῦτο μέν, ἐν οἷς λέγει ὁ Κύριος· κόλασιν αἰώνιον, τουτέστιν οὐδέποτε λήγουσαν, τοῦτο δέ, ἐν οἷς προβάτοις μὲν παρεικάζει τοὺς δικαίους, ἐρίφοις δὲ τοὺς ἁμαρτωλούς. Ὥσπερ γὰρ ἔριφος οὐκ ἄν ποτε γένοιτο πρόβατον, οὕτως οὐδὲ ὁ ἁμαρτωλὸς καθαρθήσεταί ποτε, καὶ δίκαιος γενήσεται· σκότος δὲ ἐξώτερον, τὸ ποῤῥώτερον τοῦ φωτὸς τοῦ θείου, καὶ διὰ τοῦτο καὶ χαλεπωτέραν ποιοῦν τὴν κόλασιν. Ἔστι δὲ καὶ αἰτίαν τήνδε εἰπεῖν εἰς τοῦτο, ὁ ἁμαρτωλὸς καὶ ἐνταῦθα μὲν σκότος ἔχει, ἐκπεσὼν τοῦ τῆς δικαιοσύνης Ἠλίου, ἀλλ’ ἐπεὶ ἐλπίς ἐστι μεταβολῆς, διὰ τοῦτο οὐκ ἔστι τὸ σκότος τοῦτο ἐξώτερον· μεθὸ μέντοι ἀποθάνοι, καὶ ἐπισταίη ἡ τῶν πεπραγμένων ἐξέτασις, διαδέχεται αὐτὸν καὶ ἐξώτερον· οὐκ ἔτι γὰρ ἐλπίς ἐστι μεταβολῆς, ἀλλὰ παντελῆ στέρησιν τῶν τοῦ Θεοῦ ἀγαθῶν ὑφίσταται. Ἐν ὅσῳ γὰρ ἐνταῦθά ἐστι, κἂν μετρίως ἀπολαύῃ τῶν τοῦ Θεοῦ ἀγαθῶν, τῶν αἰσθητῶν τῆς κτίσεως λέγω, καὶ δοκεῖ δοῦλος εἶναι ὁπωσοῦν τοῦ Θεοῦ, ἐν τῷ οἴκῳ αὐτοῦ τῇ κτίσει ταύτῃ διάγων, καὶ ὑπ’ αὐτοῦ τρεφόμενος καὶ διεξαγόμενος· τότε δὲ παντάπασιν ἀποκόπτεται τοῦ Θεοῦ, οὐδενὸς μετέχων τῶν αὐτοῦ ἀγαθῶν. Τοῦτο ἔστι τὸ σκότος, συγκριτικῶς λεγόμενον ἐξώτερον, ὡς πρὸς τὸ ἐνταῦθα. Ὅπερ οὐκ ἔστιν ἐξώτερον, ὡς μὴ παντελῶς ἀποκοπτομένου ἐντεῦθεν ἤδη τοῦ ἀμαρτωλοῦ.

Ἀλλὰ σὺ φεῦγε τὸ ἄσπλαγχνον, καὶ τὴν ἐλεημοσύνην ἐργάζου καὶ αἰσθητῶς μέν, πλὴν ἀλλὰ καὶ πνευματικῶς. Θρέψον γὰρ τὸν Χριστὸν πεινῶντα τὴν ἡμετέραν σωτηρίαν· ἀλλὰ καὶ τὸν πεινῶντα διδασκαλίας ἐὰν θρέψῃς καὶ ποτίσῃς, ἔθρεψας Χριστὸν καὶ ἐπότισας. Ὁ γὰρ ἐν τῷ Χριστιανῷ Χριστὸς καὶ ἡ πίστις τρέφεται καὶ αὔξεται διὰ τῆς διδασκαλίας.

Ἀλλὰ κἂν ἴδῃς τινά, ξένον γινόμενον τῆς ἄνω πατρίδος, συνεισάγαγε, τουτέστι, σὺν τῷ καὶ αὐτὸς εἰσέρχεσθαι εἰς οὐρανούς, εἰσάγαγε κἀκεῖνον, μὴ ἄλλοις κηρύσσων, αὐτὸς δὲ ἀδόκιμος ὤν· κἄν τις τὸ τῆς ἀφθαρσίας ἱμάτιον ἀποβάλῃ, ὃ διὰ τοῦ βαπτίσματος ἔσχε, καὶ γυμνωθείη, ἔνδυσον αὐτόν, καὶ τὸν ἀσθενοῦντα τῇ πίστει, ὡς ὁ Παῦλός φησι, προσλαβοῦ· καὶ τὸν καθειργμένον ἐν τῇ φυλακῇ, τῷ σώματι τούτῳ τῷ σκοτεινῷ, ἐπίσκεψαι, ὥσπερ τι φέγγος αὐτῷ τὴν νουθεσίαν δωρούμενος. Ταῦτα πάντα τὰ ἒξ εἴδη τῆς ἀγάπης ἐπιτέλει μὲν καὶ σωματικῶς, πλὴν ἀλλὰ καὶ ψυχικῶς· διπλῶν γὰρ ὄντων ἡμῶν, ἐκ ψυχῆς καὶ σώματος, δύνανται ταῦτα διπλῶς κατορθωθῆναι.