Μετὰ δὲ χρόνον πολύν, ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων, καὶ συναίρει μετ’ αὐτῶν λόγον.» Εἰπὼν ἄνω ὅτι Οὐκ οἴδατε τὴν ἡμέραν ὅτε ἥξει ὁ Κύριος, προστίθησι καὶ τὴν παραβολὴν ταύτην, δεικνύων ὅτι αἰφνιδίως ἐλεύσεται· ὡσανεὶ γὰρ ἄνθρωπος ἀποδημῶν, οὕτω δὴ καὶ ὁ κύριος ἐκάλεσε τοὺς ἰδίους δούλους, καὶ τάδε καὶ τάδε αὐτοῖς διέθετο. Ἀποδημεῖν οὖν λέγεται ὁ δι’ ἡμᾶς γενόμενος ἄνθρωπος Χριστός, ἢ καθὸ ἀνέβη εἰς οὐρανούς, ἢ καθὸ μακροθυμεῖ, καὶ οὐκ εὐθὺς ἀπαιτεῖ τὴν ἐργασίαν, ἀλλ’ ἀναμένει. Δοῦλοι δὲ αὐτοῦ, οἱ τὴν τοῦ λόγου διακονίαν πεπιστευμένοι, οἷον ἀρχιερεῖς, ἱερεῖς, διάκονοι, καὶ χαρίσματα πνευματικὰ λαβόντες, οἱ μὲν μείζονα, οἱ δὲ ἐλάττονα, ἕκαστος κατὰ τὴν ἰδίαν δύναμιν, τουτέστι, κατὰ τὸ μέτρον τῆς πίστεως καὶ τῆς καθάρσεως. Ἐν γὰρ τῷ ἀγγείῳ ᾧ δώσω ἐγὼ τῷ Θεῷ, ἐν ἐκείνῳ ἐπιβαλεῖ μοι τὴν δωρεὰν αὐτοῦ· εἰ μικρὸν δώσω, ὀλίγην, εἰ μέγα, πολλήν. Εὐθέως δὲ ὁ τὰ πέντε τάλαντα λαβών, ἀπελθὼν εἰργάσατο. Ὅρα τὴν ἐντρέχειαν αὐτοῦ, πῶς οὐδὲν ἠμέλησεν, ἀλλ’ εὐθέως εἰργάσατο, διπλασιάζων ὃ ἔλαβεν. Ὁ γὰρ μὴ μόνον ἑαυτὸν ὠφελῶν, εἴτε λόγον ἔχοι, εἴτε πλοῦτον, εἴτε δυναστείαν παρὰ βασιλεῦσιν, εἴτε ἄλλην οἱανοῦν δύναμιν ἢ τέχνην, ἀλλὰ καὶ ἑτέρους θέλων ὠφελεῖν, ὁ τοιοῦτος διπλασιάζει τὸ δοθὲν αὐτῷ.