Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τὰ εὐαγγέλια ἐξηγήσεις

Θεοφύλακτος Βουλγαρίας

Ερμηνεία εις το Κατά Ματθαίον: Το Πάθος, η Σταύρωση και η Ανάσταση του Κυρίου

Ο Μυστικός Δείπνος, η αγωνία στη Γεθσημανή, η σύλληψη, η δίκη, ο σταυρικός θάνατος του Κυρίου, η ταφή και η ένδοξη Ανάστασή Του με την ιεραποστολική εντολή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 6 από 28

ΚΕΦΑΛ. ΚϚʹ. Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ. Περὶ τοῦ πάσχα. Περὶ τοῦ μυστικοῦ δείπνου. Περὶ τῆς παραδόσεως τοῦ Χριστοῦ. Περὶ τῆς ἀρνήσεως τοῦ Πέτρου. «Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπε τοῖς μαθηταῖς αὐτοῦ· Οἴδατε, ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται. Καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.» Ἐπειδὴ βασιλείας ἐμνήσθη καὶ ἀνταποδόσεως, εὐκαίρως λοιπὸν καὶ περὶ τοῦ πάθους τοῦ οἰκείου διαλέγεται, μονονουχὶ τοῦτο λέγων, ὅτι Καὶ οἱ σταυρώσαντές με τοῦ πυρὸς ἀξιωθήσονται. «Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα, καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσι καὶ ἀποκτείνωσιν· ἔλεγον δέ· Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.» Τοῦ νόμου κελεύοντος ἕνα εἶναι ἀρχιερέα διὰ βίου, πολλοὺς ἐποίουν αὐτοὶ παρανόμως, ἀμείβοντες αὐτοὺς κατ’ ἐνιαυτόν· διὸ καὶ πρὸς τὸν τοῦ ἐνιαυτοῦ ἐκείνου ἀρχιερέα ἔρχονται βουλευσόμενοι περὶ φόνου, ὅθεν ἔδει μᾶλλον τοὺς φονευτὰς κολάζεσθαι· ἀρχιερεῖς δὲ λέγει τοὺς πεπληρωκότας ἤδη τὴν ἐνιαύσιον λειτουργίαν. Τὸν δὲ ἀνόσιον φόνον μέλλοντες πράξειν, οὐχὶ τὸν Θεόν, ἀλλὰ τὸν ὄχλον φοβοῦνται.

Ἐδεδίεσαν γὰρ μή πως, ἐν τῇ ἑορτῇ φονευσάντων αὐτόν, διεγερθῇ ὁ ὄχλος εἰς ἄμυναν, ἢ καὶ τοῦ προσάγειν τὰς νενομισμένας θυσίας ἀπόσχηται διὰ τὴν μιαιφονίαν αὐτῶν, καὶ ἀπολέσωσιν αὐτοὶ τὰ ἐκ τῶν θυσιῶν κέρδη· ἴσως δὲ καὶ τοῦτο ἐφοβοῦντο, μήποτε ἐν τῇ ἑορτῇ φονευθέντος, ἐπίσημος γένηται καὶ ἔνδοξος αὐτοῦ ὁ θάνατος· αὐτοὶ γὰρ ἠβούλοντο ἀφανίσαι τὸ μνημόσυνον αὐτοῦ.

Ἐκεῖνοι μὲν οὖν οὕτω πρὸ τῆς ἑορτῆς βουλευθέντες μετὰ τὴν ἑορτὴν τάχα φονεῦσαι· ὁ δέ, δεικνύς, ὅτι οὐχ ὅτε ἤθελον, ἀλλ’ ὅτε ἠθέλησεν αὐτός, πάσχει, συνεχώρησεν αὐτοῖς κατὰ τὸν καιρὸν τοῦ Πάσχα συλλαβεῖν· ἵνα ὅτε τὸ τυπικὸν Πάσχα ἐγίνετο, τότε καὶ τὸ ἀληθινὸν Πάσχα ἐκβαίη. Ἔστι δὲ καὶ τὴν μιαιφονίαν αὐτῶν καταμαθεῖν. Οἱ γὰρ μὴ βουλόμενοι ἐν τῇ ἑορτῇ φονεῦσαι αὐτόν, ὅτε εὗρον τὸν προδιδόντα, τότε φονεύουσι, καταφρονήσαντες καὶ τοῦ ὄχλου, μόνον ἵνα τὸ θέλημα αὐτῶν γένηται. «Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ, ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου.» Τινὲς τρεῖς λέγουσιν εἶναι τὰς ἀλειψάσας τὸν Κύριον γυναῖκας, ὧν καὶ οἱ τέσσαρες εὐαγγελισταὶ μέμνηνται· ἄλλοι δὲ δύο ταύτα φασί, μίαν τὴν παρὰ τῷ Ἰωάννῃ, ἥτις ἐστὶ Μαρία ἡ ἀδελφὴ τοῦ Λαζάρου, καὶ τὴν νῦν παρὰ τῷ Ματθαίῳ μνημονευομένην, ἥτις ἐστὶν ἡ αὐτὴ τῇ παρὰ τῷ Λουκᾷ καὶ τῷ Μάρκῳ. Τὸν δὲ Σίμωνα τοῦτον τὸν λεπρόν, φασί τινες καὶ πατέρα εἶναι τοῦ Λαζάρου, ὃν ἀπὸ τῆς λέπρας καθαρίσας, εἱστιᾶτο παρ’ αὐτῷ. Λέγεται δὲ ὅτι καὶ ὁ Κύριος εἰπὼν τοῖς μαθηταῖς, Ἀπέλθετε πρὸς τὸν δεῖνα, καὶ δείξει ὑμῖν ἀνώγεων ἐστρωμένον, πρὸς τοῦτον ἀποστέλλει αὐτούς· ἀμέλει καὶ ὑπεδέξατο, ὥς φασι, τὸν Κύριον, καὶ παρ’ αὐτῷ τὸ Πάσχα ἐτέλεσεν.

Ἡ γοῦν γυνὴ ἰδοῦσα τὸν λεπρὸν καθαρισθέντα, ἐθάῤῥησεν ὡς καὶ αὐτὴ τῆς ἀφέσεως τεύξεται, καὶ καθαρισθήσεται τὴν ψυχικὴν λέπραν· πίστιν δὲ πολλὴν ἐνεδείξατο, τὸ οὕτω τίμιον μύρον καταχέασα, καὶ ἀφειδήσασα τούτου· ἐπὶ τὴν κεφαλὴν δὲ τοῦτο καταχέει, τῷ κυριωτάτῳ μέρει τὴν τιμὴν προσάγουσα. Καὶ σὺ γοῦν εἰ λέπραν ἔχεις ψυχικὴν καὶ φαρισαϊκήν, τετυφωμένην ἤτοι ἀποκεκομμένην Θεοῦ, δέξει τὸν Ἰησοῦν εἰς τὴν οἰκίαν σου, καὶ μύρισον αὐτὸν τῷ μύρῳ τῶν ἀρετῶν· δύνασαι γὰρ καθάραντί σε τῆς λέπρας τῷ Ἰησοῦ σκευάσει μύρον, καὶ κατὰ τῆς κεφαλῆς αὐτοῦ καταχέαι.

Τίς δὲ ἡ κεφαλὴ τοῦ Χριστοῦ, ἢ ἢ θεότης αὐτοῦ, πρὸς ἣν ἡ εὐωδία τῶν ἀρετῶν προσφέρεται; «Κατευθυνθήτω γάρ, φησίν, ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, Κύριε.» Εὐωδίαν οὖν τὴν ἐκ τοῦ πολυσυνθέτου μύρου τῶν ἀρετῶν προσάγαγε τῇ θεότητι τοῦ Χριστοῦ· ἀλλὰ δὴ καὶ εἰ μὴ μόνον ἄνθρωπον ψιλὸν αὐτὸν δογματίζεις, ἀλλὰ καὶ Θεόν, τότε τὴν κεφαλὴν αὐτοῦ ἤτοι τὴν θεότητα εὐωδίασας, τουτέστιν, ἐθεολόγησας «Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ, ἠγανάκτησαν, λέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη; ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ, καὶ δοθῆναι πτωχοῖς.

Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Τί κόπους παρέχετε τῇ γυναικί; Ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ· πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.» Οἱ μαθηταὶ πολλὰ περὶ ἐλεημοσύνης ἀκούσαντες, καὶ πολὺν αὐτῆς ποιούμενοι λόγον, ἐμέμψαντο τὴν γυναῖκα, ὡς μᾶλλον τὸν ἔλεον ζητοῦντος τοῦ Θεοῦ, ἢ τὴν εἰς αὐτὸν τιμήν· ὁ δὲ ἐπιπλήττει τοῖς μαθηταῖς, διότι ἀκαίρως ἐμέμψαντο τὴν γυναῖκα. Δεῖ γὰρ μὴ τὰ ὑψηλὰ ἀπαιτεῖν παρὰ τῶν ἄρτι προσιόντων, καὶ μάλιστα παρὰ γυναίου ἀσθενοῦς, ἀλλὰ τὴν μετρίαν γοῦν αὐτῶν πίστιν δέχεσθαι.

Ὅταν γάρ τις προσφέρῃ τῷ Θεῷ δῶρον, μὴ ἀπόστρεφε αὐτόν, μηδὲ κατάκλα τὴν προθυμίαν αὐτοῦ, ἀπολύων αὐτὸν εἰς τὸ διαδοῦναι πτωχοῖς, ἀλλ’ ἄφες πληρῶσαι τὴν προσαγωγήν. Εἰ μέντοι βουλευόμενός τις συμβούλῳ σοι χρήσεται, πότερον δεῖ δοῦναι πτωχοῖς, ἢ προσαγαγεῖν τῷ Θεῷ, συμβούλευσον αὐτῷ δοῦναι πτωχοῖς· μεθ’ ὃ μέντοι προσαγάγοι, περιττόν ἐστιν ἀποστρέφειν αὐτόν· δεῖ γὰρ τὴν εἰς τὸν Θεὸν τιμὴν προκρίνειν πάντων ἀπλῶς, καὶ τῆς ἐλεημοσύνης αὐτῆς· μηδὲ γὰρ ἐπεὶ διὰ φιλανθρωπίαν ἀναδέχεται εἰς ἑαυτὸν ὁ Χριστὸς τὸν ἔλεον, νομίσῃς ὅτι δεῖ καταφρονεῖν τοῦ Θεοῦ, καὶ τὴν ἐλεημοσύνην μόνον ἐπιτηδεύειν· ἐπεὶ οὕτω γε καὶ ἱεροσυλεῖν δεῖ λοιπόν, καὶ ἐκ τῶν συληθέντων ἐλεημοσύνην ποιεῖν. Ἀλλ’ οὐκ ἔστι τοῦτο· ὅτι γὰρ οὐκ ἔστι ταυτὸν τὸ ἐλεεῖν πτωχοὺς καὶ τὸ τιμῆσαι τὸν Χριστὸν αὐτὸν ἐκεῖνον, καὶ θεραπεῦσαι, ἄκουε· «Τοὺς πτωχοὺς γάρ, φησί, πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.» Ὁρᾷς οὖν πῶς ἄλλο ἐστὶ τὸ τὸν Χριστὸν θεραπεύειν, καὶ ἄλλο τὸ πτωχοὺς ἐλεεῖν, εἰ καὶ διὰ φιλανθρωπίαν ὁ Χριστὸς εἰς ἑαυτὸν ἀναδέχεται τὰ εἰς τοὺς πένητας γινόμενα. «Βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησε. Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη, εἰς μνημόσυνον αὐτῆς.»

Διδάσκει ἡμᾶς, ὅτι κατά τινα θείαν κίνησιν ἐποίησε τοῦτο ἡ γυνή, προτυποῦσα τὸν θάνατον αὐτοῦ, καὶ τὴν τοῦ σώματος ταφήν· οὐ γὰρ ἂν ἠνέσχετο ὁ Κύριος μύρῳ καταχρίεσθαι, εἰ μὴ μυστήριόν τι ἐδήλου. Ὡς Θεὸς δὲ προεῖπε τὸ ἐσόμενον, ὅτι εἰς καύχημα αὐτῆς μέλλει λαλεῖσθαι πανταχοῦ ὃ ἐποίησεν ἔργον ἡ γυνή.

Ἴδε δὲ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, πῶς ἀμείβεται τὴν γυναῖκα μεγάλῃ χάριτι· ποιεῖ γὰρ αὐτὴν μνημονεύεσθαι διόλου, ἄχρις ἂν τὸ αὐτοῦ Εὐαγγέλιον διασώζηται. Πῶς δὲ εἰς τὸν ἐνταφιασμὸν αὐτοῦ συνεβάλλετο τὸ μύρον; Ἔθος ἦν τοῖς Ἰουδαίοις μετὰ μύρων ἐνταφιάζειν τὰ σώματα, ὡς καὶ οἱ Αἰγύπτιοι ἐποίουν, διὰ τὸ ἄσηπτα τηρεῖσθαι καὶ ἄνευ δυσωδίας.

Δείκνυσιν οὖν, φησίν, ἡ γυνὴ ἐκ τοῦ τὸ μύρον καταχέαι, ὅτι τὸ σῶμά μου ἐνταφιασθήσεται. Ταῦτα δὲ πάντα λέγει, δυσωπῶν καὶ ἐντρέπων τὸν Ἰούδαν, δι’ οὗ ἔμελλε ταφῇ παραδοθῆναι. Νόησον δὲ καὶ κατὰ ἀναγωγήν, λεπρὸν μὲν εἶναι τὸν ἐθνικὸν λαόν, γυναῖκα δὲ ἁμαρτωλὴν τὴν ἐξ ἐθνῶν συναγωγὴν καὶ Ἐκκλησίαν, ἥτις τὸ μύρον, τουτέστι τὴν πίστιν, εἰς τὴν τοῦ Χριστοῦ κεφαλήν, ἤτοι τὴν θεότητα, ἐξέχεε.

Πᾶς γὰρ ὁ πιστεύων Θεὸν εἶναι τὸν Χριστόν, μύρον καταχέει εἰς τὴν κεφαλὴν τοῦ Χριστοῦ· ὁ δὲ Ἰούδας ἐπιτιμήσας τῇ γυναικί, ὡς Ἰωάννης φησί, τύπον ἐπέχει τῶν Ἰουδαίων, τῶν ἔτι καὶ νῦν γογγυζόντων κατὰ τῆς Ἐκκλησίας. «Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπε· Τί θέλετέ μοι δοῦναι, κἀγὼ παραδώσω αὐτόν; Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια· καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ.» Ὅτε ἡ ἀλλοτρία γυνή, ἡ πόρνη, τοσαύτην ἐπεδείξατο τιμήν, τότε ὁ μαθητὴς ἀπέρχεται προδώσων αὐτόν. Οὐ γὰρ μάτην κεῖται τό, τότε πορευθείς, ἀλλ’ ἵνα δείξῃ τὴν ἀναίδειαν τοῦ Ἰούδα· ὁ Ἰσκαριώτης δὲ προστίθησιν, ἵνα γνωριμώτερον αὐτὸν ποιήσῃ. Ἦν γὰρ καὶ ἕτερος Ἰούδας, ὁ καὶ Λεββαῖος. Οὗτος μέντοι ὁ προδότης ἀπὸ κώμης τινὸς ἦν, ἥτις ἐκαλεῖτο Ἰσκάρα.

Οἱ δὲ ἕστησαν τριάκοντα ἀργύρια, ἀντὶ τοῦ, συνεφώνησαν, ἀφώρισαν δοῦναι, οὐχ ὡς οἱ πολλοὶ νοοῦσιν, ἀντὶ τοῦ ἐζυγοστάτησαν. Ἐζήτει οὖν εὐκαιρίαν, μόνον αὐτὸν παραδοῦναι αὐτοῖς· ἐφοβοῦντο γὰρ τὸν ὄχλον, καὶ διὰ τοῦτο ἐμισθώσαντο τὸν Ἰούδαν, ἵνα καταμηνύσῃ αὐτοῖς ὅτε καταμόνας ἐστί. «Τῇ δὲ πρώτῃ τῶν ἀζύμων, προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντες αὐτῷ· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Ὁ δὲ εἶπεν· Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα, καὶ εἴπατε αὐτῷ· Ὁ διδάσκαλος λέγει·

Ὁ καιρός μου ἐγγύς ἐστι· πρὸς σὲ ποιῶ τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου. Καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ Πάσχα.» Πρώτην τῶν ἀζύμων, τὴν πρὸ τῶν ἀζύμων φησὶν ἡμέραν, οἷόν τι λέγω· τῇ Παρασκευῇ ἐσπέρας ἔμελλον ἐκεῖνοι φαγεῖν τὸ Πάσχα, καὶ αὕτη ἐκαλεῖτο τῶν ἀζύμων· ὁ γοῦν Κύριος πέμπει τοὺς μαθητὰς τῇ πέμπτῃ, ἣν ὀνομάζει ὁ εὐαγγελιστὴς πρώτην τῶν ἀζύμων, ὡς πρὸ τῆς Παρασκευῆς οὖσαν, καθ’ ἣν Παρασκευὴν τῇ ἑσπέρᾳ ἤσθιον τὰ ἄζυμα. Προσέρχονται τοίνυν οἱ μαθηταί, καὶ ἐρωτῶσι·

Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Οὐ γὰρ εἶχον οὔτε ἐκεῖνοι, οὔτε αὐτὸς ἴδιον οἶκον· ἀποστέλλει δὲ αὐτοὺς πρὸς ἄνθρωπον μὴ γινωσκόμενον μήτε γινώσκοντα, ὥσπερ καὶ ἐπὶ τῆς ὄνου ἐποίησε, δεικνύων αὐτοῖς, ὅτι δύναται καὶ ἀπὸ ψιλῶν ῥημάτων πεῖσαι καὶ τοὺς μηδόλως αὐτὸν γινώσκοντας, ὑποδέξασθαι αὐτόν. Ἤθελε γὰρ τὸ Πάσχα τελέσαι, ἵνα μὴ δόξῃ ἐναντίος εἶναι τῷ νόμῳ· καιρὸν δὲ αὐτοῦ ὀνομάζει τὴν σφαγήν, ὡς ἂν μάθωμεν ὅτι οὐκ ἀγνοῶν, οὐδὲ ἄκων σφαγιάζεται· προστίθησι δὲ τῷ, ὅτι Πρὸς σὲ ποιῶ τὸ Πάσχα, ἀντὶ τοῦ ἐν τῇ σῇ οἰκίᾳ, τὸ μετὰ τῶν μαθητῶν μου, ἵνα ἀρκοῦσα γένηται ἡ παρασκευή, ὡς πολλῶν μελλόντων φαγεῖν. «Ὀψίας δὲ γενομένης, ἀνέκειτο μετὰ τῶν δώδεκα, καὶ ἐσθιόντων αὐτῶν, εἶπεν· Ἀμὴν λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. Καὶ λυπούμενοι σφόδρα, ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν·

Μή τι ἐγώ εἰμι, Κύριε;» Ἐκ τούτου νομίζουσί τινες ὅτι τῷ ἐνιαυτῷ ἐκείνῳ οὐκ ἔφαγε τὸ Πάσχα ὁ Κύριος· λέγουσι γὰρ ὅτι ἱστάμενοι ἤσθιον τὸν ἀμνόν· ὁ δὲ Χριστὸς ἀνέκειτο, οὐκ ἄρα ἔφαγε τὸ Πάσχα. Φαμὲν οὖν ὅτι ἔφαγε πρῶτον τὸ Πάσχα ἱστάμενος· εἴτα ἀναπεσὼν παρέδωκε τὸ οἰκεῖον μυστήριον· πρῶτον γὰρ τὸ τυπικὸν τελέσας, οὕτω τὸ ἀληθινὸν ἐπετέλεσε· προαγγέλλει δὲ τὰ περὶ τὸν Ἰούδαν, ἵνα διορθώσηται αὐτόν, αἰδεσθέντα εἰ μή τι ἄλλο, τὴν γοῦν κοινὴν τράπεζαν, καὶ γνόντα ὅτι Θεὸν μέλλει προδιδόναι, τὸν τὰς καρδίας εἰδότα. Οἱ δὲ μαθηταὶ ἠγωνίων· εἰ γὰρ καὶ καθαρὸν εἶχον τὸ συνειδός, ὅμως πλέον ἐπίστευον τῷ Χριστῷ, ἢ ἑαυτοῖς, ὡς ἐκείνῳ κρεῖττον εἰδότι τὰς αὐτῶν καρδίας. «Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὁ ἐμβάψας μετ’ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα, οὗτός με παραδώσει. Ὁ μὲν Υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται. Καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. Ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτόν, εἶπε· Μήτι ἐγώ εἰμι, Ῥαββί; Λέγει αὐτῷ· Σὺ εἶπας.» Ἐλέγχει φανερῶς τὸν προδότην, ἐπειδὴ κρυφίως ἐλεγχόμενος οὐ διωρθοῦτο· διὰ τοῦτο οὖν φανεροῖ αὐτόν, λέγων· Ὁ ἐμβάψας μετ’ ἐμοῦ, ὡς ἂν κἂν οὕτω διορθωθῇ.

Ἀναιδὴς δὲ ὢν ὁ Ἰούδας, ἐνέβαπτεν ἐν τῷ αὐτοῦ τρυβλίῳ, ἤτοι πινακίῳ. Εἶτά φησιν· Ὁ μὲν Υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, τουτέστιν, εἰ καὶ προώριστο παθεῖν ἐπὶ σωτηρίᾳ τοῦ κόσμου ὁ Χριστός, ἀλλ’ οὐ δήπου διὰ τοῦτο τιμητέος ὁ Ἰούδας, ἀλλ’ οὐαὶ αὐτῷ· οὐ γὰρ ὡς συνεργῶν τῇ τοῦ Θεοῦ βουλῇ τοῦτο ἔπραξεν, ἀλλὰ τὴν οἰκείαν κακίαν ἐκθεραπεύων. Καὶ γὰρ εἰ ἀκριβῶς σκοπήσεις, οὐδὲ ἤθελεν ὁ Χριστὸς προηγουμένως σταυρωθῆναι.

Ἐμφαίνει δὲ τοῦτο καὶ διὰ τοῦ ἀπεύχεσθαι τὸ ποτήριον· ἐπεὶ δὲ ᾔδει πρὸ πάντων τῶν αἰώνων ὡς ἄλλως οὐ δυνατὸν σωθῆναι τοὺς ἀνθρώπους, διὰ τὴν κακίαν τοῦ ἐχθροῦ, θελητὸν γίνεται αὐτῷ τὸ προηγουμένως ἀθέλητον, Λέγων δὲ ὅτι καλὸν ἦν εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος, δείκνυσιν ὅτι ἡ ἀνυπαρξία κρείττων τῆς ἐν ἁμαρτίαις ὑπάρξεως.

Ὅρα δὲ καὶ τὴν λέξιν τοῦ Ὑπάγει. Ἐμφαίνει γὰρ ὡς ἀποδημία μᾶλλον, οὐ θάνατος ἔσται ἡ νέκρωσις αὐτοῦ. «Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον καὶ εὐχαριστήσας, ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς, καὶ εἶπε· Λάβετε, φάγετε· τοῦτο ἔστι τὸ σῶμά μου.» Διὰ τοῦτο προσέθηκε τό, ἐσθιόντων, ἵνα παραστήσῃ τὴν ἀπανθρωπίαν τοῦ Ἰούδα, ὅτι ἐν τραπέζῃ καὶ τῶν αὐτῶν βρωμάτων κοινωνίᾳ, ὅτε εἰ καὶ θηρίον ἦν, πραότερος ἂν ἐγεγόνει, τότε οὐδὲ ἐλεγχόμενος συνῆκεν, ἀλλὰ καὶ τοῦ σώματος αὐτοῦ γευόμενος, οὐ μεταμελεῖται. Τινὲς δέ φασιν ὅτι ἐξελθόντος τοῦ Ἰούδα, μετέδωκε τῶν μυστηρίων τοῖς ἄλλοις μαθηταῖς. Οὐκοῦν καὶ ἡμεῖς οὕτω ποιεῖν ὀφείλομεν, καὶ τοὺς πονηροὺς ἀπείργειν τῶν μυστηρίων.

Εὐχαριστεῖ δὲ μέλλων κλάσαι τὸν ἄρτον, ἅμα μὲν ἵνα καὶ ἡμᾶς παιδεύσῃ μετ’ εὐχαριστίας τὸν ἄρτον προσφέρεσθαι, ἅμα δὲ καὶ ἵνα δείξῃ ὅτι εὐχαρίστως τὴν κλάσιν τοῦ οἰκείου σώματος, ἤτοι τὴν νέκρωσιν δέχεται, καὶ οὐ δυσχεραίνει ὡς ἐπὶ ἀκουσίῳ τινί, καὶ ἵνα καὶ ἡμεῖς οὕτω δεχώμεθα εὐχαρίστως τὸ μαρτύριον. Εἰπὼν δέ, «Τοῦτο ἔστιν τὸ σῶμά μου,» δεικνύει ὅτι αὐτὸ τὸ σῶμα τοῦ Κυρίου ἐστὶν ὁ ἄρτος ὁ ἁγιαζόμενος ἐν τῷ θυσιαστηρίῳ, καὶ οὐχὶ ἀντίτυπον. Οὐ γὰρ εἶπε, Τοῦτό ἐστι ἀντίτυπον, ἀλλά, Τοῦτο ἔστι τὸ σῶμά μου· ἀῤῥήτῳ γὰρ ἐνεργείᾳ μεταποιεῖται, κἂν φαίνηται ἡμῖν ἄρτος· ἐπεὶ γὰρ ἀσθενεῖς ἐσμεν, καὶ οὐκ ἂν ἐδεξάμεθα κρέας ἐσθίειν ὠμόν, καὶ ἀνθρώπου σάρκα, διὰ τοῦτο ἄρτος μὲν ἡμῖν φαίνεται, σὰρξ δὲ τῷ ὄντι ἐστί. «Καὶ λαβὼν τὸ ποτήριον, καὶ εὐχαριστήσας, ἔδωκεν αὐτοῖς, λέγων· Πίετε ἐξ αὐτοῦ πάντες· Τοῦτο γὰρ ἔστι τὸ αἷμά μου, τὸ τῆς καινῆς Διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.» Ὥσπερ ἡ παλαιὰ Διαθήκη σφάγιον εἶχε καὶ αἷμα, οὕτω καὶ ἡ καινὴ αἷμα ἔχει καὶ σφαγήν. Περὶ πολλῶν δὲ εἶπεν ἐκχύνεσθαι, ἀντὶ τοῦ, περὶ πάντων.

Καὶ οἱ πάντες γὰρ πολλοί εἰσι. Τίνος δὲ ἕνεκεν ἄνω μὲν οὐκ εἶπε· Λάβετε, φάγετε πάντες, ἐνταῦθα δέ· Πίετε ἐξ αὐτοῦ πάντες; Οἱ μέν φασιν ὅτι διὰ τὸν Ἰούδαν τοῦτο εἶπεν· ὁ γὰρ Ἰούδας τὸν μὲν ἄρτον ἔλαβεν, οὐκ ἔφαγε δέ, ἀλλ’ ἔκρυψε, πρὸς τὸ δεῖξαι τοῖς Ἰουδαίοις ὅτι τὸν ἄρτον σῶμα ἑαυτοῦ καλεῖ ὁ Ἰησοῦς· τὸ δὲ πόμα καὶ ἄκων ἔπιε, μὴ δυνάμενος πάντως κρύψει αὐτό. Διὰ τοῦτο οὖν εἶπε· Πίετε πάντες.

Οἱ δὲ ἀναγωγικώτερόν φασιν ὅτι τὸ μὲν τὴν στερεὰν τροφὴν προσίεσθαι οὐ πάντων ἐστίν, ἀλλὰ τῶν τελειοτέρων· τὸ δὲ ποτίζεσθαι, πάντων· διὰ τοῦτο οὖν ἐνταῦθα ἔφη· Πίετε πάντες. Τὸ γὰρ τὰ ἁπλούστερα τῶν δογμάτων παραδέχεσθαι, πάντων. «Λέγω δὲ ὑμῖν, ὅτι οὐ μὴ πίω ἀπ’ ἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίνω μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου.» Γευσάμενος τοῦ ποτηρίου, ἀποτάττεται λοιπὸν τῷ σωματικῷ πόματι· καινὸν δέ τινα τρόπον γεύσεως ἐπαγγέλλεται ἐν τῇ βασιλείᾳ, τουτέστιν, ἐν τῇ ἀναστάσει. Ἀναστὰς γάρ, ἔφαγε καὶ ἔπιε καινόν τινα τρόπον· οὐ γὰρ ὡς χρῄζων τροφῆς σωματικῆς γεύσεως νόμοις, ἀλλὰ πιστούμενος τὴν ἀληθῆ τοῦ σώματος φύσιν· βασιλείαν δὲ εἰκότως τὴν ἑαυτοῦ ἀνάστασιν ὀνομάζει. Τότε γὰρ κατήργησε τὸν θάνατον, βασιλεὺς τῷ ὄντι φανείς· ἣ καὶ οὕτω νοήσαις· Καινὸν πόμα, ἡ ἀποκάλυψις τῶν μυστηρίων τοῦ Θεοῦ, ἃ τότε ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, τουτέστιν ἐν τῇ δευτέρᾳ παρουσίᾳ, ἀποκαλυφθήσεται, καινὰ ὄντα, τουτέστιν, οἷα οὐκ ἠκούσαμεν ἄλλοτε· πίνειν δὲ ἐκεῖνα λέγεται ὁ Χριστὸς μεθ’ ἡμῶν, διότι τὴν ἡμετέραν ὠφέλειαν τροφὴν καὶ πόσιν οἰκείαν ἡγεῖται. «Καὶ ὑμνήσαντες, ἐξῆλθον εἰς τὸ ὅρος τῶν Ἐλαιῶν.» Μεθ’ ὃ ἐδείπνησαν, ὕμνησαν, ἵνα μάθωμεν ὅτι καὶ ἡμᾶς οὕτω δεῖ ποιεῖν.

Εἰς δὲ τὸ ὅρος τῶν Ἐλαιῶν ἔρχεται, καὶ οὐκ εἰς ἄλλον τόπον, ἵνα μὴ δόξῃ φεύγειν· οὐ γὰρ εἰς ἄγνωστον τόπον ἀναχωρεῖ, ἀλλ’ εἰς γνώριμον τοῖς Ἰουδαίοις· ἅμα δὲ καὶ ὑποχωρεῖ τῆς μιαιφόνου πόλεως, ἐγκαταλείψας αὐτήν, ἵνα ἐπιδιωχθῇ, καὶ ἐλέγχῃ αὐτοὺς ὕστερον, ὅτι καὶ ὑποχωροῦντα ἐπεδίωκον. «Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ. Γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης. Μετὰ δὲ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.» Ὡς Θεὸς προλέγει τὰ ἐσόμενα· ἵνα δὲ μὴ σκανδαλισθῶσιν ὡς κατηγορούμενοι ὑπ’ αὐτοῦ, εἶπεν ὅτι γέγραπται· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα, τοῦτο αἰνιττόμενος ὅτι Ἐγὼ συνεῖχον ὑμᾶς, τὸ δὲ ἐμὲ ἀπελθεῖν ὑμᾶς σκορπίσει· πατάξαι δὲ λέγεται ὁ Πατὴρ τὸν Υἱόν, διότι γνώμῃ αὐτοῦ, ἤτοι παραχωρήσει, ἐσταύρωσαν οἱ Ἰουδαῖοι τὸν Κύριον· δυνάμενος γὰρ κωλύσαι, εἶτα μὴ κωλύσας, λέγεται πατάξαι διὰ τὴν παραχώρησιν. Εἶτα λύων αὐτῶν τὴν λύπην, εὐαγγελίζεται αὐτοῖς, ὅτι Ἐγερθήσομαι, καὶ προάξω, τουτέστι, προφθάσω εἰς τὴν Γαλιλαίαν ὑμᾶς, δεικνύων ἐντεῦθεν ὅτι τὴν μὲν Ἱερουσαλὴμ ἐγκαταλείψει, εἰς δὲ τὰ ἔθνη ἀπελεύσεται· τὴν γὰρ Γαλιλαίαν ἐθνικοὶ κατῴκουν. «Ἀποκριθεὶς δὲ ὁ Πέτρος, εἶπεν αὐτῷ· Εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι.

Ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτί, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.» Ὑπὸ πολλῆς αὐθαδείας ὁ Πέτρος μόνος ὑπισχνεῖται μὴ σκανδαλισθῆναι· διὸ εἴασεν αὐτὸν ὁ Χριστὸς πεσεῖν, ἵνα πείσῃ μὴ ἑαυτῷ θαῤῥεῖν, ἀλλὰ τῷ Θεῷ, καὶ πιστοτέρους ἡγεῖσθαι τοὺς τοῦ Χριστοῦ λόγους τῆς οἰκείας συνειδήσεως· ἐπεὶ καὶ ὑπεροψίας γέμει τὸ εἰπεῖν· «Εἰ πάντες σκανδαλισθήσονται·» δείκνυσι γὰρ αὐτὸν ἀλαζόνα, καὶ μὴ ἐπιγινώσκοντα τὴν οἰκείαν ἀσθένειαν. Προλέγει οὖν αὐτῷ ὁ Κύριος καὶ τὴν ὥραν, ὅτι ἐν ταύτῃ τῇ νυκτί, καὶ πρὶν ἢ ἀλέκτορα φωνῆσαι, καὶ τὸν ἀριθμὸν τῶν ἀρνήσεων, ὅτι ἐκ τρίτου ἀρνήσεται. «Λέγει αὐτῷ ὁ Πέτρος· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσωμαι. Ὁμοίως δὲ καὶ πάντες οἱ μαθηταὶ εἶπον. Τότε ἔρχεται μετ’ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανή, καὶ λέγει τοῖς μαθηταῖς· Καθίσατε αὐτοῦ, ἕως οὗ ἀπελθὼν προσεύξομαι ἐκεῖ.» Ὁ Πέτρος θέλων ἐνδείξασθαι ὅτι γνησίαν ἔχει διάθεσιν, ἀντιλέγει τῷ Σωτῆρι· ἀπαλλαγεὶς γὰρ τοῦ διὰ τὴν προδοσίαν φόβου, ἐκ πολλῆς ἀγάπης καὶ φιλοτιμίας ἤρξατο καὶ τῶν ἄλλων κατεξανίστασθαι, καὶ τῷ Χριστῷ ἀνθίστασθαι· ἀλλὰ καὶ οἱ λοιποὶ μαθηταὶ ἀπὸ ἀγνοίας ὑπισχνοῦντο πρὸ τῆς τῶν πειρασμῶν πείρας, ἃ οὐκ ἔμελλον τελειῶσαι.

Ἀπέρχεται δὲ ἰδίᾳ προσευξόμενος. Σχολῆς γὰρ καὶ ἰδιασμοῦ δεῖται ἡ προσευχή. «Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου, ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν· τότε λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ’ ἐμοῦ· καὶ προελθὼν μικρόν, ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ, προσευχόμενος καὶ λέγων· Πάτερ μου, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο. Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ.» Οὐ πάντας παραλαμβάνει τοὺς μαθητάς, ἀλλὰ τοὺς τρεῖς οἷς ἔδειξε τὴν δόξαν ἐν τῷ Θαβώρ, ἵνα μὴ ἰδόντες αὐτὸν προσευχόμενον καὶ ἀδημονοῦντα, σκανδαλισθῶσιν· ὅμως δὲ καὶ τούτους ἀφίησι, καὶ ἀπελθὼν ἰδιαίτατα προσεύχεται· οἰκονομικῶς δὲ λυπεῖται καὶ ἀδημονεῖ, ὅπως πιστώσηται ὅτι ἀληθῶς ἄνθρωπος ἦν. Τῆς γὰρ ἀνθρωπίνης φύσεως τὸ δειλιᾷν θάνατον· διότι καὶ παρὰ φύσιν εἰσῆλθεν ὁ θάνατος, καὶ διὰ τοῦτο ἡ φύσις φεύγει τοῦτον· ἅμα δὲ ἵνα καὶ λάθῃ τὸν διάβολον, καὶ ἐπιπηδήσῃ αὐτῷ ὡς ψιλῷ ἀνθρώπῳ, ὥστε θανατῶσαι αὐτόν, καὶ οὕτω συντριβῇ. Ἄλλως τε, Εἰ ἐπεπήδησε τῷ θανάτῳ ὁ Κύριος, ἔδωκεν ἂν τοῖς Ἰουδαίοις ἀπολογίαν, ὡς οὐχ ἥμαρτον ἀποκτείναντες τὸν ἐπιπηδήσαντα τῷ πάθει.

Ἐκ τούτου δὲ μανθάνομεν καὶ αὐτοὶ μὴ ἐπιῤῥίπτειν ἑαυτοὺς εἰς πειρασμούς, ἀλλ’ εὔχεσθαι ῥυσθῆναι ἐκ τούτων· διὰ τοῦτο γὰρ καὶ οὐ πολὺ παρεξέρχεται διάστημα, ἀλλὰ πλησίον τῶν τριῶν μαθητῶν, ἵνα ἀκούοντες αὐτοῦ, μνήσωνται καὶ αὐτοὶ πειρασμοῖς περιπεσόντες, καὶ τὰ ὅμοια εὔξωνται· ποτήριον δὲ ὀνομάζει τὸ πάθος, ἢ διὰ τὸν ἐκ τούτου ὕπνον, ἢ διότι εὐφροσύνης αἴτιον καὶ σωτηρίας ἡμῖν ἐγένετο· θέλει δὲ παραβιβασθῆναι τὸ ποτήριον, ἢ ἵνα δείξῃ, ὅτι ὡς ἄνθρωπος φυσικοῖς νόμοις παραιτεῖται τὸν θάνατον, καθὰ προείρηται, ἢ διότι οὐκ ἤθελε τηλικοῦτον ἁμάρτημα ἁμαρτεῖν τοὺς Ἑβραίους, ὥστε δι’ αὐτὸ καθαίρεσιν γενέσθαι τοῦ ναοῦ καὶ ἀπώλειαν τοῦ λαοῦ. Πλὴν τὸ πατρικὸν θέλημα βούλεται γενέσθαι, ἵνα καὶ ἡμεῖς μάθωμεν, ὅτι εἰ καὶ ἡ φύσις ἀνθέλκει ἡμᾶς, δεῖ πείθεσθαι τῷ Θεῷ μᾶλλον, ἢ τὸ ἐκείνου θέλημα πληροῦν. «Καὶ ἔρχεται πρὸς τοὺς μαθητάς, καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ;

Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.» Ἐπειδὴ θρασὺς ἦν ὁ Πέτρος καὶ οἱ ἄλλοι μαθηταί, ἐλέγχει αὐτῶν τὴν ἀσθένειαν, ὡς προπετέστερα φθεγξαμένων, καὶ μάλιστα τῷ Πέτρῳ διαλέγεται.

Οὕτω μίαν ὥραν οὐκ ἰσχύσατε ἀγρυπνῆσαι μετ’ ἐμοῦ; καὶ πῶς τὰς ψυχὰς ὑμῶν ὑπὲρ ἐμοῦ θήσετε; Ἀλλὰ πάλιν ἐπειδὴ διὰ τοῦ ἐλέγχου ἔπληξε, θεραπεύει ἐν τῷ εἰπεῖν, ὅτι τὸ μὲν πνεῦμα πρόθυμον, ἀλλ’ ἡ τῆς σαρκὸς ἀντιπίπτει ἀσθένεια, τουτέστι, συγγνώμης ἀξιῶ ὑμᾶς, ὅτι οὐ διὰ καταφρόνησιν ἀπενυστάξατε, ἀλλὰ δι’ ἀσθένειαν· ὥστε λοιπὸν ἐπεὶ ἀσθενεῖς ἐστε, μὴ θρασύνεσθε, ἀλλὰ προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμὸν μηδόλως· ἄλλοι δὲ τό, Μὴ εἰσέλθητε εἰς πειρασμόν, νοοῦσιν ἀντὶ τοῦ, Μὴ νικηθῆτε ὑπὸ τοῦ πειρασμοῦ. Οὐ γὰρ δή, φασί, κελεύει ἡμᾶς ἀπειράστους εἶναι. Οἱ πειρασμοὶ γάρ εἰσιν οἱ στεφανοῦντες, ἀλλὰ τὸ μὴ καταποθῆναι ὑπὸ τοῦ πειρασμοῦ, καὶ εἰσελθεῖν εἰς τὴν κοιλίαν αὐτοῦ ὡς θηρίου τινός, τοῦτο κελεύει εὔχεσθαι· ὁ γὰρ ἡττηθεὶς ὑπὸ τοῦ πειρασμοῦ, εἰσῆλθεν εἰς αὐτόν, τουτέστι, κατεπόθη ὑπ’ αὐτοῦ. «Πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο, λέγων·

Πάτερ μου, εἰ οὐ δύναται τοῦτο τὸ ποτήριον παρελθεῖν ἀπ’ ἐμοῦ ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου· καὶ ἐλθὼν εὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. Καὶ ἀφεὶς αὐτούς, ἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου, τὸν αὐτὸν λόγον εἰπών.» Μάνθανε, ὦ ἄνθρωπε, συνεχῶς προσεύχεσθαι ἐν τοῖς πειρασμοῖς, ἀκούων, ὅτι καὶ ὁ Κύριος πολλάκις ηὔχετο. Εὑρὼν δὲ αὐτοὺς πάλιν καθεύδοντας, οὐ διήλεγξεν, ἵνα μὴ λυπήσῃ, ἀλλ’ ἀφίησι. Καὶ ἀπελθὼν προσηύξατο ἐκ τρίτου, βεβαιῶν τὸ ἀνθρώπινον· ἀληθείας γὰρ ἐνδεικτικὸς ὁ τρία ἀριθμὸς καὶ βεβαιώσεως. «Τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ, καὶ λέγει αὐτοῖς· Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε.

Ἰδοὺ ἤγγικεν ἡ ὥρα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. Ἐγείρεσθε, ἄγωμεν, ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.» Δεικνύων, ὅτι οὐ χρείαν ἔχει τῆς παρ’ αὐτῶν ἐπικουρίας, ὅτε μέλλει παραδοθῆναι, φησὶν αὐτοῖς· Καθεύδετε τὸ λοιπόν· ἢ κατ’ εἰρωνείαν τοῦτό φησιν, ὡσανεὶ τοῦτο λέγων· Ἰδοὺ ἤγγικεν ὁ προδότης, καὶ εἰ ἀρέσκει ὑμῖν, καὶ παρέχει ὁ καιρός, καθεύδετε. Ἐγείρει οὖν αὐτοὺς ἀπὸ τοῦ τόπου ἐκείνου ἔνθα προσηύχετο, καὶ προσέρχεται τοῖς μέλλουσιν αὐτὸν συλλαβεῖν, καὶ προσυπαντᾷ αὐτοῖς, ὥς τι εὐφρόσυνον μέλλουσι δοῦναι αὐτῷ. Οὕτω καὶ ἐκεῖνα ἃ ηὔχετο, διὰ τὸ πιστώσασθαι τὴν οἰκονομίαν ηὔχετο, καὶ θέλων μὴ παθεῖν, ἵνα συντηρηθῶσιν οἱ Ἑβραῖοι ἐκ τῆς ἀπωλείας, ἣ ἔμελλε καταλήψεσθαι αὐτοὺς διὰ τὴν εἰς αὐτὸν ἁμαρτίαν. «Καὶ ἔτι αὐτοῦ λαλοῦντος, ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. Ὁ δὲ παραδιδοὺς αὐτόν, ἔδωκεν αὐτοῖς σημεῖον, λέγων· Ὃν ἂν φιλήσω, αὐτός ἐστι, κρατήσατε αὐτόν. Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ, εἶπε· Χαῖρε, Ῥαββί· καὶ κατεφίλησεν αὐτόν. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφ’ ᾧ πάρει; Τότε προσελθόντες, ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν.» Ὁρᾷς τὰ τῶν ἀρχιερέων σκεύη; Ξύλα καὶ μάχαιραι.

Οὕτως ἤσαν εἰρηνικοί, καὶ τὸ πνεῦμα τῆς πραότητος ἔχοντες· τὸ δέ, εἷς τῶν δώδεκα, εἶπεν ὁ εὐαγγελιστής, θαυμάζων, ὅτι καίτοι ἐξειλεγμένος ὤν, καὶ μετὰ τῶν πρώτων ταττόμενος, ὅμως τῷ διαβόλῳ δέδωκεν ἑαυτόν. Ὥστε καὶ σὺ φοβοῦ, ἄνθρωπε, κἂν τῶν οἰκειοτάτων εἴης, μήποτε ἀποῤῥᾳθυμήσας ἐκπέσῃς. Σύσσημον δὲ δίδωσιν ὁ Ἰούδας, διότι καὶ νὺξ ἦν, καὶ οὐκ ἠδύναντο διαγνῶναι· ἄλλως τε καὶ οἱ ἐλθόντες συλλαβεῖν, οὐκ ἦσαν ἐκ τοῦ ὄχλου τοσοῦτοι, ὅσοι ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, οἳ οὐδ’ ὅλως τάχα ἐγνώριζον τὸν Ἰησοῦν.

Ἀλλ’ ὁ μαθητὴς γνωρίζει αὐτοῖς τὸν διδάσκαλον, ἐκ τοῦ καταφιλεῖν· εἰδὼς γὰρ τὴν φιλανθρωπίαν τοῦ Κυρίου, θρασύνεται καὶ φιλῆσαι. Ὁ δὲ ἀνέχεται ἄχρι καὶ τῆς τελευταίας ὥρας, σπουδάζων διὰ τῆς μακροθυμίας αὐτὸν κερδῆσαι. Ὅτε δὲ οὐδὲ οὕτως ἐσωφρονίσθη, τότε ποιεῖ αὐτοὺς πεσεῖν, ὡς ὁ Ἰωάννης φησίν, ἵνα κἂν διὰ τοῦ πεσεῖν, ἐπιγνῶσι τὴν αὐτοῦ δύναμιν· ὡς δὲ οὐδ’ οὕτως ἀπέστησαν τῆς θρασύτητος, τότε ἐκδίδωσιν ἑαυτόν· ἑταῖρον δὲ τὸν Ἰούδαν καλεῖ, κωμῳδῶν αὐτὸν καὶ διασύρων, ὡς δῆθεν ἑταίρου φίλημα δόντα· τὸ δέ, Ἐφ’ ᾧ πάρει, ἀντὶ τοῦ, ἐπὶ ποίῳ σκοπῷ πάρει ἐνταῦθα; Ἆρα ὡς φίλος; καὶ μὴν οὐκ ἕδει μετὰ μαχαιρῶν παρεῖναι. Ἀλλ’ ὡς ἐχθρός; καὶ πῶς καταφιλεῖς; Ἐλέγχει τοίνυν αὐτὸν ὡς δόλιον. «Καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα, ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως, ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀπόστρεψόν σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς. Πάντες γὰρ οἱ λαβόντες μάχαιραν, ἐν μαχαίρᾳ ἀποθανοῦνται· ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν Πατέρα μου, καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων; Πῶς οὖν πληρωθῶσιν αἱ Γραφαί, ὅτι οὕτω δεῖ γενέσθαι;» Πέτρος ἦν ὁ τὴν μάχαιραν σπασάμενος, καθὰ Ἰωάννης φησίν· εἷχε δὲ μάχαιραν, ὡς ἄρτι τὸ ἀρνίον θύσας, ὃ ἔφαγον. Μὴ ἐγκαλῶμεν δὲ τῷ Πέτρῳ.

Οὐ γὰρ ὑπὲρ ἑαυτοῦ, ἀλλ’ ὑπὲρ τοῦ διδασκάλου ζηλώσας, τοῦτο ἐποίησεν· ὁ δὲ Κύριος μεταρυθμίζων αὐτὸν εἰς εὐαγγελικὴν πολιτείαν, διδάσκει μὴ χρῆσθαι μαχαίρᾳ, κἂν τὸν Θεὸν δοκῇ τις ἐκδικεῖν. Τεμὼν δὲ τὸ ὠτίον ὁ Πέτρος, δείκνυσιν ὅτι ἀνηκοΐαν ἐνόσουν οἱ Ἰουδαῖοι· εἶτα καὶ τὸ τοῦ νόμου ῥητὸν τίθησιν, ὅτι ὁ φονεὺς ἀντιφονεύεται· ὁ γὰρ νόμος τοῦτό φησιν, ὅτι οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀποθανοῦνται. Αἰνίττεται δὲ ὅτι ὑπὸ τῆς τῶν Ῥωμαίων μαχαίρας ἀναιρεθήσονται οἱ κατ’ αὐτοῦ λαβόντες τὴν μάχαιραν Ἰουδαῖοι· οὐκ εἶπε δέ, ὅτι Δύναμαι παραστῆσαι δώδεκα λεγεῶνας ἀγγέλων, ἀλλά, παρακαλέσαι τὸν Πατέρα μου, οἰκονομικῶς τοῦτο λέγων ὡς ἄνθρωπος, διὰ τὴν αὐτῶν ἀσθένειαν. Πολλὰ γὰρ ἦν τότε ἐπιδείξας ἀνθρώπινα, τὸν ἱδρῶτα, τὴν δειλίαν, καὶ οὐκ ἂν ἔδοξε πιθανὰ λέγειν, ἂν ἔλεγεν ὅτι Δύναμαι αὐτὸς ἐγὼ παραστῆσαι ἀγγέλους. Ἀντὶ τῶν δώδεκα οὖν, φησί, μαθητῶν, παρέστησαν ἄν μοι δώδεκα τάγματα ἀγγέλων, εἰ ἤθελον. Λεγεὼν γάρ ἐστι τὸ μέγιστον τάγμα, ἑξακισχίλιοι ἱππεῖς. Δεῖ οὖν, φησί, ταῦτα πάντα γενέσθαι, ὅπως πληρωθῶσιν αἱ Γραφαὶ αἱ ταῦτα προαναφωνήσασαι. Οὐχ ὅτι δὲ προανεφώνησαν αἱ Γραφαί, διὰ τοῦτο οἱ Ἰουδαῖοι κακοί, ἀλλὰ διότι ἔμελλον ἀπὸ πονηρᾶς προαιρέσεως ταῦτα ποιῆσαι οἱ Ἰουδαῖοι, διὰ τοῦτο ἐν ταῖς Γραφαῖς ταῦτα ἐτέθησαν ὑπὸ τοῦ Πνεύματος. «Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις·

Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· καθ’ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐκ ἐκρατήσατέ με· τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ Γραφαὶ τῶν προφητῶν.» Δείκνυσι τὴν ἄλογον αὐτῶν ἐπιχείρησιν, καὶ ὅτι οὐ τῆς αὐτῶν ἰσχύος γέγονε τὸ συλλαβεῖν αὐτόν. Ὅτε γὰρ ἤμην, φησίν, ἐν τῷ ἱερῷ, ἠθέλετέ με συσχεῖν, καὶ διότι οὐ συνεχώρουν ὑμῖν, οὐκ ἠδυνήθητε, νῦν δὲ ἑκὼν προδίδωμι ἐμαυτόν· οἶδα γὰρ ὅτι ἀδύνατόν ἐστι διαψευσθῆναι τὰς Γραφάς, αἳ προεῖπον τὴν ὑμετέραν κακίαν. «Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτόν, ἔφυγον.

Οἱ δέ, κρατήσαντες τὸν Ἰησοῦν, ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ Γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν· ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως· καὶ εἰσελθὼν ἔσω, ἐκάθητο μετὰ τῶν ὑπηρετῶν, ἰδεῖν τὸ τέλος.» Οἱ μὲν ἄλλοι μαθηταὶ ἔφυγον· ὁ δὲ Πέτρος θερμότερον διακείμενος περὶ τὸν διδάσκαλον, ἠκολούθει μακρόθεν. Εἰ δὲ καὶ ὁ Ἰωάννης ἠκολούθει, ἀλλ’ οὐχ ὡς μαθητής, ἀλλ’ ὡς γνώριμος τοῦ ἀρχιερέως. «Οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ, ὅπως αὐτὸν θανατώσωσι, καὶ οὐχ εὗρον. Καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὖρον.» Εἰς τὸν Καϊάφαν ἀπάγουσι τὸν Ἰησοῦν· ἐκεῖνος γὰρ ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου· ἔνθα καὶ οἱ λοιποὶ διενυκτέρευον, μὴ φαγόντες τότε τὸ Πάσχα, ἀλλ’ ἀναμείναντες, ἵνα ἀποκτείνωσι τὸν Κύριον, καὶ παραβάντες τὸν νόμον· ὁ μὲν γὰρ Κύριος κατὰ τὸν νενομισμένον καιρὸν ἔφαγεν, ἐκεῖνοι δέ, ἵνα μόνον ἀποκτείνωσι τὸν Κύριον, καταφρονοῦσι καὶ τοῦ νόμου. «Ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες, εἶπον· Οὗτος ἔφη· Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ, καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν.

Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; Ὁ δὲ Ἰησοῦς ἐσιώπα. Καὶ ἀποκριθεὶς ὁ ἀρχιερεύς, εἶπεν αὐτῷ· Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς, εἰ σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Σὺ εἶπας.» Ψευδομάρτυρες ὄντως ἦσαν οὗτοι· ὁ γὰρ Χριστὸς οὐκ εἶπεν, ὅτι Δύναμαι καταλῦσαι, ἀλλά, Λύσατε. Καὶ οὐκ εἶπε, τὸν ναὸν τοῦ Θεοῦ, ἀλλά, τὸν ναὸν τοῦτον, τουτέστι τὸ σῶμά μου· καὶ πάλιν οὐκ εἶπεν· Οἰκοδομήσω, ἀλλ’, Ἐγερῶ· ὥστε φανερῶς ψευδομάρτυρες οὗτοι, ἄλλα εἰπόντα τὸν Χριστόν, ἄλλα λέγοντες εἰπεῖν. Ὁ οὖν Ἰησοῦς παράνομον εἰδὼς τὸ κριτήριον αὐτῶν, ἐσιώπα· οὓς γὰρ σημεῖα οὐκ ἔπειθον, πῶς ἂν ἀπολογίαι ἔπεισαν;

Ὁ δὲ ἀρχιερεύς, βουλόμενος ῥίψαι αὐτὸν εἰς βλασφημίαν, ἐρωτᾷ· ἵνα ἐὰν μὲν εἴπῃ, ὅτι Ἐγώ εἰμι ὁ Υἱὸς τοῦ Θεοῦ, ὡς βλάσφημος κατακριθῇ, ἐὰν δὲ ἀρνήσηται, ἔχῃ αὐτὸν καθ’ ἑαυτοῦ μαρτυρήσαντα. Ἀλλ’ ὁ Κύριος ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, ἀποκρίνεται· Σὺ εἶπας, ἀντὶ τοῦ, Τὸ σὸν ὡμολόγησε στόμα, ὅτι ἐγώ εἰμι ὁ Υἱὸς τοῦ Θεοῦ. «Πλὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.» Ἐκ τῆς τοῦ Δανιὴλ προφητείας αὐτοῖς διαλέγεται. Ἐκεῖνος γάρ φησιν, ὅτι Εἶδον ὡς Υἱὸν ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν. Ἐπεὶ γὰρ ἐνόμιζον αὐτὸν πλάνον εἶναι, ἐν ταπεινῷ φαινόμενον σχήματι, φησίν, ὅτι Ὄψεσθέ με τότε μετὰ δυνάμεως ἐρχόμενον, καὶ συγκαθήμενον τῷ Πατρί· δύναμιν γὰρ ἐνταῦθα τὴν τοῦ Πατρὸς λέγει· καὶ οὐκ ἀπὸ γῆς, ἀλλ’ ἀπ’ οὐρανοῦ ἐρχόμενον. «Τότε ὁ ἀρχιερεὺς διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, λέγων ὅτι Ἐβλασφήμησε, τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ· τί ὑμῖν δοκεῖ; Οἱ δὲ ἀποκριθέντες εἶπον· Ἔνοχος θανάτου ἐστίν·» Ἔθος ἦν τοῖς Ἰουδαίοις, ὅταν τι ἀκαρτέρητον ἐπέλθοι, διαῤῥήσσειν τοὺς χιτῶνας· οὕτως οὖν καὶ ὁ Καϊάφας, ὡς ἐπὶ βλασφημίᾳ δήλῃ πρὸς ἀπάτην τοῦ ὄχλου τοῦτο ἐποίησεν, ἵνα δείξῃ αὐτοῖς ὅτι μεγάλως ἐβλασφήμησεν, εἶθ’ οὕτως ἀναγκάσῃ αὐτοὺς εἰπεῖν, ὅτι ἔνοχος θανάτου ἐστί.

Πλὴν κατάμαθε, ὅτι τὸ τὸν Καϊάφαν διαῤῥῆξαι τὰ ἱμάτια, σύμβολον ἦν τοῦ τὴν ἀρχιερωσύνην τῆς παλαιᾶς διαῤῥαγῆναι. «Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐκολάφισαν αὐτόν. Οἱ δὲ ἐῤῥάπισαν, λέγοντες· Προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε;» Ὅτε κατεκρίθη, τότε ἐνεδείξαντο εἰς αὐτὸν τὰ ἐπονείδιστα, καὶ ἐνέπαιζον αὐτῷ, περιβάλλοντες, ὡς ἕτερος εὐαγγελιστής φησιν, ἱματίῳ τὸ πρόσωπον αὐτοῦ· ἐπεὶ γὰρ ὡς προφήτην αὐτὸν εἶχον, διὰ τοῦτο ἐμπαίζουσιν οὕτως αὐτῷ· κολαφίζειν δέ ἐστι· τὸ διὰ τῶν χειρῶν πλήττειν, συγκαμπτομένων τῶν δακτύλων, καὶ ἵνα ἀφελέστερον εἴπω, διὰ τοῦ γρόνθου κονδυλίζειν. «Ὁ δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ, καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη, λέγουσα· Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου; Ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων, λέγων· Οὐκ οἶδα τί λέγεις. Ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη, καὶ λέγει τοῖς ἐκεῖ· Καὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου· καὶ πάλιν ἠρνήσατο μεθ’ ὅρκου, ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον· μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες, εἶπον τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἷ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. Τότε ἤρξατο καταναθεματίζειν καὶ ὀμνύειν, ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. Καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε· καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ, εἰρηκότος αὐτῷ, ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω, ἔκλαυσε πικρῶς.»

Ἀπείρῳ φόβῳ καταγωνισθεὶς ὁ Πέτρος, ἐπελάθετο τῶν ὑποσχέσεων, καὶ τῇ ἀνθρωπίνῃ ἀσθενείᾳ δουλεύει, οἷον ἀποτεθνηκὼς τῷ φόβῳ, καὶ μηδὲ εἰδὼς ὃ λέγει. Νόει δέ μοι καὶ κατὰ ἀναγωγήν, ὅτι ἐλέγχεται ὑπὸ τῆς παιδίσκης ὁ Πέτρος, τουτέστι, τῆς ἀνθρωπίνης ἀσθενείας, τῆς μικρᾶς καὶ δουλοπρεποῦς, ἄχρις οὗ ὁ ἀλέκτωρ φωνήσας, εἰς αἴσθησιν αὐτὸν ἤγαγεν· ἀλέκτωρ δέ ἐστιν ὁ λόγος, ὁ μὴ ἐῶν ἡμᾶς ῥᾳθυμεῖν καὶ καθεύδειν, ἀλλὰ λέγων, Γρηγορεῖτε, καί, Ἔγειραι, ὁ καθεύδων. Ὑπὸ τοῦ λόγου τοίνυν ὥσπερ ὑπό τινος ἀλέκτορος διυπνισθεὶς ὁ Πέτρος, ἐξελθὼν ἔξω τῆς αὐλῆς τοῦ ἀρχιερέως, τουτέστι, τῆς περιοχῆς τοῦ πεπωρωμένου νοῦ, καὶ ἐκβὰς ἀπὸ τῆς ἀναισθησίας, ἔκλαυσε πικρῶς. Ἕως μὲν γὰρ ἦν ἐν τῇ αὐλῇ τοῦ πεπωρωμένου νοός, οὐκ ἔκλαιεν· οὐ γὰρ ᾐσθάνετο· ὁπηνίκα δὲ ἐξῆλθεν, εἰς αἴσθησιν ἦλθεν.

ΚΕΦΑΛ. ΚΖʹ. Περὶ τοῦ ἡγεμόνος Πιλάτου. Περὶ τῆς Ἰούδα μεταμελείας. Περὶ τοῦ αἰκισμοῦ καὶ τιμωριῶν τοῦ Χριστοῦ, καὶ σταυρώσεως. Περὶ τῆς αἰτήσεως τοῦ σώματος τοῦ Κυρίου, καὶ τῶν φυλάκων τοῦ τάφου. «Πρωΐας δὲ γενομένης, συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ, ὥστε θανατῶσαι αὐτόν· καὶ δήσαντες αὐτὸν ἀπήγαγον, καὶ παρέδωκαν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι.» Ἴδε τὸν διάβολον πῶς ὅλους αὐτοὺς κατέσχεν ἐν τοιαύταις ἡμέραις πείσας φονεύειν, ἐν αἷς πολλῶν ἕδει θυσιῶν καὶ προσφορῶν, ὑπὲρ τῶν ἄλλων ἁμαρτιῶν, καὶ ἀγνείας καὶ καθάρσεως· οἱ δὲ καὶ δεσμοῦσι καὶ ἀπάγουσι πρὸς τὸν ἡγεμόνα Πιλάτον, ὃς ἀπὸ Πόντου μὲν ἦν, Ῥωμαίοις δὲ ὑποτελῶν, ἀπεστάλη ἡγεμὼν τῆς Ἰουδαίας. Παρέδωκαν δὲ τὸν Κύριον τῷ Πιλάτῳ, ὡς δῆθεν στασιώδη, καὶ κατὰ τοῦ βασιλέως μελετήσαντα. «Τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς αὐτόν, ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις, λέγων· Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον· οἱ δὲ εἶπον·

Τί πρὸς ἡμᾶς; οὐ ὄψει· καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ, ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγξατο.» Ἐν ὑστεροβουλίᾳ γίνεται ὁ Ἰούδας, καὶ μεταμέλεται μέν, οὐ καλῶς δέ· τὸ μὲν γὰρ ἑαυτοῦ καταγνῶναι, καλόν, τὸ δὲ ἀπάγξασθαι, δαιμονιῶδες· οὐ φέρων γὰρ τοὺς ἐς ὕστερον ὀνειδισμούς, ὑπεξάγει ἑαυτὸν τοῦ βίου, δέον δακρῦσαι καὶ ἐξιλεώσασθαι τὸν προδοθέντα.

Τινὲς δὲ λέγουσιν ὅτι ὁ Ἰούδας φιλάργυρος ὤν, ὑπελάμβανεν, ὅτι αὐτός τε κερδήσει τὰ ἀργύρια προδοὺς Χριστόν, καὶ ὁ Χριστὸς οὐκ ἀποκτανθήσεται, ἀλλὰ διαφύγῃ τοὺς Ἰουδαίους, ὡς πολλάκις διέφυγε· τότε δὲ ἰδὼν αὐτὸν κατακριθέντα, καὶ ἤδη καταδικασθέντα ἀποθανεῖν, μετεμελήθη, ὡς τοῦ πράγματος ἀποβάντος παρ’ ὅπερ ὑπελάμβανε. Διὸ καὶ ἀπήγξατο, ἵνα προλάβῃ τὸν Ἰησοῦν ἐν τῷ ᾅδῃ, καὶ ἱκετεύσας σωτηρίας τεύξηται. Πλὴν γίνωσκε ὅτι ἔθηκε μὲν τὸν τράχηλον αὐτοῦ εἰς τὴν ἀγχόνην, ἀπὸ δένδρου τινὸς κρεμάσας ἑαυτόν· τοῦ δὲ δένδρου κλιθέντος, ἐπέζησε, τοῦ Θεοῦ θέλοντος αὐτὸν ἢ εἰς μετάνοιαν συντηρῆσαι, ἣ εἰς παραδειγματισμὸν καὶ αἰσχύνην. Φασὶ γὰρ ὅτι νόσῳ ὑδερικῇ περιπέπτωκεν, ὥστε ἔνθα ἄμαξα ῥᾳδίως διέρχεται, αὐτὸν μὴ δύνασθαι διελθεῖν. Εἶτα πρηνὴς πεσὼν ἐλάκησεν, ἀντὶ τοῦ, διεῤῥάγη, ὡς ὁ Λουκᾶς φησιν ἐν ταῖς Πράξεσιν. «Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια, εἶπον·

Οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι. Συμβούλιον δὲ λαβόντες, ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις· διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος, Ἀγρὸς αἵματος, ἕως τῆς σήμερον. Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου, λέγοντος· Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως καθὰ συνέταξέ μοι Κύριος.» Κορβανᾶν ἔλεγον τὸν ἐν τῷ ἱερῷ θησαυρόν, εἰς ὃν ἔβαλλον τὰ προσφερόμενα τῷ Θεῷ δῶρα. Ὅρα δὲ πῶς ὁ Θεὸς ματαιοῖ αὐτούς, ὥστε φημίζεσθαι τὴν μιαιφόνον αὐτῶν γνώμην· Ἕως γὰρ τῆς σήμερον, φησίν, Ἀγρὸς αἵματος καλεῖται ὁ ἀγρὸς ἐκεῖνος, ὥστε πάντας ἀναμιμνήσκεσθαι ὅτι τὸν Κύριον ἐφόνευσαν.

Μάνθανε δὲ καὶ τοῦτο, ὅτι καὶ παρὰ τοῖς Ἰουδαίοις τοσοῦτον ἡ φιλοξενία ἐσπουδάζετο, ὥστε καὶ τοῖς ξένοις εἰς ταφὴν χωρίον τι ἀγορασθῆναι. Αἰσχυνώμεθα οὖν ἡμεῖς, οἱ τελειοτέρου μὲν βίου δοκοῦντες εἶναι, τοὺς δὲ ξένους παραβλεπόμενοι. Τὴν τιμὴν δὲ τοῦ τετιμημένου, φησίν, δηλονότι τοῦ Χριστοῦ· ἀτίμητος μὲν γὰρ ἦν, ἐτιμήθη δὲ ἀπὸ υἱῶν Ἰσραήλ, τουτέστι, τὴν τιμὴν αὐτοῦ ἔστησαν οἱ υἱοὶ Ἰσραήλ, συμφωνήσαντες τῷ Ἰούδᾳ δοῦναι τριάκοντα ἀργύρια. «Ὁ δὲ Ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος, καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμών, λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· Σὺ λέγεις. Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ τῶν πρεσβυτέρων, οὐδὲν ἀπεκρίνατο.

Τότε λέγει αὐτῷ ὁ Πιλάτος· Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσι; Καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα· ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.» Ὡς ἐπὶ δημοσίοις ἐγκλήμασι κατηγορούμενος ἀπάγεται πρὸς Πιλάτον, ὅθεν καὶ ἐρωτᾷ αὐτὸν εἰ ἐπεβάλετο ἀνταρσίᾳ, καὶ ἐπεχείρησε βασιλεῦσαι τῶν Ἰουδαίων.

Ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· Σὺ λέγεις· ἀπόκρισιν δοὺς αὐτῷ σοφωτάτην· οὔτε γὰρ εἶπεν, ὅτι Οὐκ εἰμί, οὔτε πάλιν, ὅτι Εἰμί. Ἀλλὰ μέσως πως ἔφη· Σὺ λέγεις. Τοῦτο γὰρ δύναται καὶ οὕτω νοηθῆναι, ὅτι Εἰμὶ καθὼς λέγεις· καὶ οὕτως, ὅτι Ἐγὼ μὲν τοῦτο οὐ λέγω, σὺ δὲ λέγεις· ἄλλο μέντοι οὐδὲν ἀπεκρίνατο· ᾔδει γὰρ τὸ κριτήριον μὴ κατὰ λόγον προβαῖνον. Ἐθαύμαζεν οὖν ὁ Πιλάτος τὸν Κύριον, ἅμα μὲν ὡς καταφρονοῦντα θανάτου, ἅμα δὲ πῶς λόγιος ὢν καὶ μυρία ἔχων προβαλέσθαι εἰς ἀπολογίαν, οὐδὲν ἀπεκρίνατο, ἀλλὰ τῶν ἐγκαλούντων ὑπερεώρα. Διδασκώμεθα δὲ καὶ ἡμεῖς ἐντεῦθεν ὅταν πρὸς δικαστήριον ἔχωμεν διεφθαρμένον, μηδὲν λέγειν, ἵνα μήτε θόρυβον πλείονα ἐγείρωμεν, μήτε κατακρίσεως πλείονος ὦμεν αἴτιοι τοῖς μὴ τῶν ἀπολογιῶν ἡμῶν ἀκούουσι. «Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον, ὃν ἤθελον· εἶχον δὲ τότε δέσμιον ἐπίσημον, λεγόμενον Βαραββᾶν. Συνηγμένων οὖν αὐτῶν, εἶπεν αὐτοῖς ὁ Πιλάτος· Τίνα θέλετε ἀπολύσω ὑμῖν, Βαραββᾶν, ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν; ᾜδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.» Ὁ Πιλάτος ἐσπούδαζεν ἀπολῦσαι τὸν Χριστόν, εἰ καὶ μαλακώτερον τοῦ δέοντος· ἔδει γὰρ ἐνστῆναι αὐτὸν ὑπὲρ τοῦ ἀληθοῦς. Πρῶτον μὲν οὖν ἠρώτησε τὸν Κύριον· Οὐκ ἀκούεις τί οὗτοί σου καταμαρτυροῦσιν;

Ἠρώτησε δὲ ἵνα, ἀπολογησαμένου τοῦ Χριστοῦ, σχοίη ἀφορμὴν πρὸς τὸ ἀπολῦσαι αὐτόν· ἐπεὶ δὲ οὐκ ἀπελογεῖτο ὁ Κύριος, γινώσκων πάντως, ὅτι κἂν ἀπολογήσηται, οὐκ ἀφεθήσεται, ἑτέραν ὁδὸν τρέπεται ὁ Πιλάτος, καὶ καταφεύγει λοιπὸν ἐπὶ τὸ ἔθος, μονονουχὶ τοῦτο λέγων· Εἰ μὴ ὡς ἀθῶον ἀφίετε τὸν Ἰησοῦν, κἂν ὡς κατάκριτον χαρίσασθε τοῦτον τῇ ἑορτῇ.

Ποῦ γὰρ ἂν ὑπέλαβεν ὁ Πιλάτος ὅτι ἀθῶον ὄντα τὸν Ἰησοῦν αἰτήσονται σταυρωθῆναι, καὶ τὸν ὑπαίτιον λῃστὴν ἀπολύσουσιν; Εἰδὼς οὖν ὅτι ὑπαίτιος οὐκ ἔστι, φθονεῖται δέ, τούτου ἕνεκεν ἐρωτᾷ αὐτούς· ὅθεν δείκνυται ὅτι μαλακώτερος ἦν· ἔδει γὰρ αὐτὸν προκινδυνεῦσαι τοῦ ἀγαθοῦ. Διὰ τοῦτο οὖν καὶ ἄξιος κατακρίσεως, ὡς τὴν ἀλήθειαν συγκαλύψας. Βαραββᾶς δὲ ἐρμηνεύεται, υἱὸς τοῦ πατρός· βὰρ γὰρ ὁ υἱός, ἀββᾶς δὲ ὁ πατήρ. Οἱ τοίνυν Ἰουδαῖοι, τὸν υἱὸν τοῦ πατρὸς αὐτῶν, τοῦ διαβόλου, ἐξῃτήσαντο, τὸν δὲ Ἰησοῦν ἐσταύρωσαν· καὶ μέχρι δὲ τοῦ νῦν, τῷ μὲν υἱῷ τοῦ πατρὸς αὐτῶν, τῷ Ἀντιχρίστῳ, προστίθενται, τὸν δὲ Χριστὸν παραιτοῦνται. «Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος, ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ, λέγουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ. Πολλὰ γὰρ ἔπαθον σήμερον κατ’ ὄναρ δι’ αὐτόν. Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. Ἀποκριθεὶς ὁ ἡγεμών, εἶπεν αὐτοῖς· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν;

Οἱ δὲ εἶπον· Βαραββᾶν. Λέγει αὐτοῖς ὁ Πιλάτος· Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν; Λέγουσιν αὐτῷ πάντες· Σταυρωθήτω. Ὁ δὲ ἡγεμὼν ἔφη· Τί γὰρ κακὸν ἐποίησεν; Οἱ δὲ περισσῶς ἔκραζον, λέγοντες· Σταυρωθήτω. Ἰδὼν δὲ ὁ Πιλάτος, ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου, λέγων· Ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου, ὑμεῖς ὄψεσθε.

Καὶ ἀποκριθεὶς πᾶς ὁ λαός, εἶπε· Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγγελώσας παρέδωκεν ἵνα σταυρωθῇ.» Ὢ τοῦ θαύματος! κρινόμενος ὑπὸ Πιλάτου, ἐξεφόβει τὴν τούτου γυναῖκα· οὐκ αὐτὸς δὲ ὁρᾷ τὸ ὄναρ, ἀλλ’ ἡ γυνή, ἢ διότι ἀνάξιος ἦν αὐτός, ἢ ὅτι οὐκ ἂν ἐπιστεύθη, ἀλλ’ ἔδοξε πρὸς χάριν λέγειν· τυχὸν δὲ καὶ ἐσιώπησεν ἄν, εἰ εἶδε τοῦτο, οἷα κριτὴς ὤν. Προνοίας δὲ ἔργον τὸ ὄναρ, οὐχ ἵνα ἀπολυθῇ ὁ Χριστὸς διὰ τοῦτο γενόμενον, ἀλλ’ ἵνα σωθῇ ἡ γυνή. Πῶς οὖν οὐκ ἀπέλυσεν; Ὅτι οὐκ ἦν ἀσφαλὲς αὐτῷ ἀφεῖναι αὐτόν, οἷα ἐπὶ τυραννίδι κατηγορούμενον· ἀλλ’ ἐχρῆν ἀποδείξεις ζητῆσαι, εἰ στρατιώτας κατέλεγεν, εἰ ὅπλα ἐχάλκευε· νῦν δὲ ὡς κοῦφος καὶ μαλακός, παρασύρεται. Διόπερ οὐδὲ ἀνέγκλητος· αἰτησαμένων γὰρ ἐκείνων τὸν ἐν κακίᾳ περιβόητον, δέδωκε· περὶ δὲ Χριστοῦ ἠρώτα· Τί οὖν ποιήσω Ἰησοῦν; κυρίους ποιῶν τῆς κρίσεως ἐκείνους· καίτοι ἡγεμὼν ὤν, ἠδύνατο αὐτὸν ἁρπάσαι, ὥσπερ τὸν Παῦλον ὁ χιλίαρχος. Οἱ δέ, Σταυρωθήτω, ἔλεγον, οὐ μόνον ἀποκτεῖναι αὐτὸν βουλόμενοι, ἀλλὰ καὶ πονηρᾷ αἰτίᾳ περιβαλεῖν· ὁ γὰρ σταυρὸς τοῖς πονηροῖς ἀπέκειτο τιμωρία.

Νίπτεται δέ, καθαρὸν δῆθεν ἑαυτὸν ἀποδεικνύων τοῦ μύσους, κακῶς φρονῶν· δίκαιον γὰρ ὀνομάζων τὸν Ἰησοῦν, ὅμως προδέδωκε τοῖς φονευταῖς οἱ δέ, ἐφ’ ἑαυτοὺς ἀναδέχονται τὴν ἐπὶ τῷ φόνῳ αὐτοῦ τιμωρίαν, ἣ καὶ κατέλαβεν αὐτούς, τῶν Ῥωμαίων ἀφανισάντων αὐτοὺς καὶ τὰ τέκνα αὐτῶν· ἀλλὰ καὶ οἱ μέχρι τοῦ νῦν Ἑβραῖοι, τέκνα ὄντες ἐκείνων τῶν φονευσάντων τὸν Κύριον, τὸ αἷμα αὐτοῦ ἔχουσιν ἐφ’ ἑαυτούς· διὰ γὰρ τὴν εἰς τὸν Κύριον ἀπιστίαν διώκονται παρὰ πάντων, καὶ οὐδεμία παῤῥησία τούτοις διωκομένοις δι’ αὐτὸ τοῦτο.

Ἐφραγγέλλωσε δὲ τὸν Ἰησοῦν, τουτέστιν, ἐμάστιξεν, ἢ αὐτοῖς χαριζόμενος, ἢ δεικνύων ὅτι κατεδίκασε καὶ αὐτὸς αὐτόν, καὶ οὐχὶ ἀθῶον ἄνθρωπον μέλλουσι σταυρῶσαι, ἀλλ’ ἠτιμωμένον. Ἐπληρώθη οὖν καὶ τό, «Τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας.» «Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον, συνήγαγον ἐπ’ αὐτὸν ὅλην τὴν σπεῖραν, καὶ ἐκδύσαντες αὐτόν, περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην, καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ. Καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ, ἐνέπαιζον αὐτῷ, λέγοντες· Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐμπτύσαντες εἰς αὐτόν, ἔλαβον τὸν κάλαμον, καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.» Ἐνταῦθα ἐπληροῦτο τὸ τοῦ Δαυΐδ· «Ὄνειδος ἄφρονι ἔδωκάς με.» Οἱ γὰρ στρατιῶται ἀνόητοι ὄντες, ἄξια ἑαυτῶν ἐποίουν· τὴν μὲν γὰρ χλαμύδα ἀντὶ πορφύρας ὡς βασιλέα ἐνέδυσαν· τὸν δὲ κάλαμον ἔδωκαν ἀντὶ σκήπτρου, τὸν δὲ στέφανον, ἀντὶ διαδήματος. Προσεκύνουν δὲ παίζοντες· τοῦτο γὰρ δηλοῖ τὸ γονυπετεῖν, τὸ προσκυνεῖν. Ὅρα δὲ πῶς πᾶσαν ἰδέαν ὕβρεως διεξῆλθον, τὸ μὲν πρόσωπον διὰ τῶν ἐμπτυσμάτων, τὴν δὲ κεφαλὴν διὰ τοῦ στεφάνου, τὴν δὲ χεῖρα διὰ τοῦ καλάμου, τὸ δὲ λοιπὸν σῶμα διὰ τῆς χλαμύδος, τὰ ὦτα διὰ τῶν χλευαστικῶν λόγων ὑβρίζοντες.

Πλὴν εἰ καὶ ἐκεῖνοι παικτικῶς ἐποίουν ἃ ἐποίουν, ὅμως σὺ νόει ταῦτα καὶ μυστικώτερον ὑπὸ τοῦ Ἰησοῦ τελεσθῆναι. Ἡ μὲν γὰρ χλαμὺς ἡ κοκκίνη, τὴν ἡμετέραν φύσιν ἐδήλου, ἣν αἱματώδη οὖσαν καὶ φονικήν, ἀνελάβετο, καὶ ἐνδυσάμενος ἡγίασεν. Ὁ δὲ στέφανος ὁ ἐξ ἀκανθῶν, αἱ ὑπὸ μεριμνῶν τοῦ βίου συμβᾶσαι ἁμαρτίαι, ἃς ἀναλίσκει τῇ οἰκείᾳ θεότητι ὁ Χριστός· τοῦτο γὰρ αἰνίττεται ἡ κεφαλὴ αὐτοῦ. Ὁ δὲ κάλαμος τῆς ἡμετέρας σαρκὸς τῆς σαθρᾶς καὶ ἀσθενοῦς ἐστὶ σύμβολον, ἣν ἀνέλαβεν ὁ Κύριος, καθὰ καὶ ὁ Δαυῒδ λέγει· «Δεξιὰ Κυρίου ὕψωσέ με.» Διὰ δὲ τῶν ὤτων δεξάμενος τὰς δυσφημίας, ἰάσατο τὸν διὰ τῶν ὤτων τῆς Εὔας ἐπεισελθόντα τοῦ ὄφεως ψιθυρισμόν. «Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι. Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον, ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.» Οἱ μὲν τρεῖς φασιν, ὅτι Σίμων ἐβάστασε τὸν σταυρὸν τοῦ Ἰησοῦ· ὁ δὲ Ἰωάννης, αὐτὸν τὸν Κύριόν φησι βαστάσαι.

Εἰκὸς οὖν ἀμφότερα γενέσθαι. Ἐξ ἀρχῆς μὲν γὰρ ὁ Ἰησοῦς ἐβάστασε τὸν σταυρόν, μηδενὸς θελήσαντος βαστάσαι. Ἐν δὲ τῇ ὁδῷ εὑρόντες Σίμωνα, ἐπέθηκαν τούτῳ τὸν σταυρόν. Σὺ δὲ καὶ τοῦτο μάνθανε, ὅτι Σίμων ἑρμηνεύεται ὑπακοή· ὁ οὖν ἔχων ὑπακοήν, ἐκεῖνος αἴρει τὸν σταυρὸν τοῦ Χριστοῦ· ἀλλὰ καὶ ἡ Κυρήνη τῆς Πενταπόλεως οὖσα, δηλοῖ τὰς πέντε αἰσθήσεις, ἀναγκαζομένας αἴρειν τὸν σταυρόν. «Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθά, ὅς ἐστι λεγόμενος Κρανίου τόπος, ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον, καὶ γευσάμενος, οὐκ ἤθελε πιεῖν· σταυρώσαντες δὲ αὐτόν, διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον· ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ προφήτου· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.

Καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ, καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων.» Κρανίου τόπος ἐλέγετο, διότι φασὶν οἱ ἐκ παραδόσεως Πατέρων παραλαβόντες, ὅτι ὁ Ἀδὰμ ἐκεῖ τέθαπται· ὥσπερ γὰρ πάντες ἐν τῷ Ἀδὰμ ἀπεθάνομεν, οὕτως ἐν τῷ Χριστῷ ζωοποιηθῆναι ἡμᾶς ἕδει.

Μὴ ταραχθῇς δὲ ἀκούων τῶν εὐαγγελιστῶν, τούτου μὲν λέγοντος ὄξος μετὰ χολῆς προσενεχθῆναι τῷ Κυρίῳ, τοῦ δὲ Μάρκου, ἐσμυρνισμένον οἶνον, τοῦ δὲ Ἰωάννου, ὄξος καὶ χολὴν μετὰ ὑσσώπου· πολλὰ γὰρ ἐγίνοντο παρὰ πολλῶν, οἷα ἀτάκτου πλήθους ὄντος, καὶ ἄλλου ἄλλο ποιοῦντος. Εἰκὸς οὖν τὸν μέν, οἶνον προσφέρειν· τὸν δὲ ὄξος μετὰ χολῆς. Πολλοὶ δὲ θανάτου ἦσαν τρόποι, ἀλλ’ ὅμως σταυρῷ θανατοῦται ὁ Χριστός, ἵνα καὶ τὸ ξύλον ἁγιάσῃ, δι’ οὗ κατηράθημεν, καὶ τὰ σύμπαντα εὐλογήσῃ· τά τε οὐράνια, ἃ δηλοῦται διὰ τοῦ ἀνωτάτου μέρους τοῦ σταυροῦ, καὶ τὰ ὑποχθόνια, ἃ δηλοῦται διὰ τοῦ ὑποποδίου, καὶ τὰ πέρατα τῆς γῆς, τό τε Ἀνατολικὸν καὶ τὸ Δυτικόν, ἃ δηλοῦται διὰ τῶν ἐκ πλαγίου μερῶν τοῦ σταυροῦ· ἀλλὰ καὶ ἵνα ἐκτείνας τὰς χεῖρας ἐναγκαλίσηται καὶ συνάξῃ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα.

Διαμερίζονται καὶ τὰ ἱμάτια αὐτοῦ οἱ στρατιῶται, ὡς εὐτελοῦς, καὶ μηδὲν ἄλλο ἔχοντος. Ὃν δὲ εἶπεν ἄλλος εὐαγγελιστὴς τίτλον, τοῦτον ὁ Ματθαῖός φησιν αἰτίαν· ἐπέγραψαν γὰρ τίνος ἕνεκεν ἐσταυρώθη, ὅτι ὡς βασιλεὺς τῶν Ἰουδαίων, καὶ ὡς νεωτεριστής.

Ἐκεῖνοι μὲν οὖν τό, Βασιλεύς, ἐπέγραψαν ἐπὶ διαβολῇ. Πλὴν ἡ μαρτυρία αὕτη πιστή, ὡς παρὰ τῶν ἐχθρῶν εἰσαχθεῖσα. Βασιλεὺς γάρ ἐστιν ὁ Κύριος ἐπ’ αὐτὸ τοῦτο ἐλθών, ἵνα σώσῃ τοὺς Ἰουδαίους· ἐπεὶ δὲ οἱ σαρκικοὶ Ἰουδαῖοι οὐκ ἠθέλησαν βασιλεῦσαι αὐτὸν ἐπ’ αὐτούς, βασιλεὺς γίνεται τῶν πνευματικῶν Ἰουδαίων, τουτέστι, τῶν ἐξομολογουμένων·

Ἰουδαῖος γὰρ ἐξομολογούμενος λέγεται. «Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν, καὶ εἷς ἐξ εὐωνύμων· οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες· Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ Υἱὸς εἷ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων καὶ Φαρισαίων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι; Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν ἐπ’ αὐτῷ. Πέποιθεν ἐπὶ τὸν Θεόν, ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν· εἶπε γὰρ ὅτι, Θεοῦ εἰμι Υἱός. Τὸ δ’ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ, ὠνείδιζον αὐτῷ.» Πρὸς διαβολὴν τοῦ Χριστοῦ συσταυροῦσιν αὐτῷ δύο λῃστάς, ἵνα καὶ αὐτὸς τοιοῦτος νομισθῇ παράνομος ὡς ἐκεῖνοι. Τύπος δὲ ἦσαν οὗτοι τῶν δύο λαῶν, τοῦ τε Ἰουδαϊκοῦ καὶ τοῦ ἐθνικοῦ· ἀμφότεροι γὰρ παράνομοι, καὶ ὀνειδίζοντες τὸν Χριστόν· ὥσπερ καὶ οὗτοι πρότερον οἱ λῃσταὶ ὠνείδιζον ἀμφότεροι· ὕστερον δὲ ὁ εἷς ἐπιγνοὺς αὐτόν, ὡμολόγησε βασιλέα· διὸ καὶ ἔλεγε· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου· οὕτως οὖν καὶ ὁ ἐθνικὸς λαὸς ὡμολόγησε τὸν Χριστόν. Ὁ δὲ ἕτερος λῃστής, ὁ Ἰουδαϊκὸς λαός, ἐβλασφήμει· ὁ διάβολος δὲ ὑπέβαλε τοὺς λέγοντας· «Εἰ Υἱὸς εἷ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.»

ἵνα ἐρεθισθεὶς καταβῇ, καὶ ἀνατραπῇ ἡ πάντων διὰ τοῦ σταυροῦ σωτηρία. Διὸ ὁ Χριστός, καὶ Υἱός ἐστι τοῦ Θεοῦ καὶ οὐκ ἐπείσθη τῷ ἐχθρῷ, ἵνα καὶ σὺ μανθάνῃς ὅτι οὐ δεῖ πείθεσθαι τοῖς τοῦ διαβόλου τεχνάσμασιν, ἀλλὰ τὸ καλὸν πράττειν, κἂν οἱ ἄνθρωποι πονηρὰν ὑπόληψιν μέλλωσιν ἔχειν. «Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐννάτης· περὶ δὲ τὴν ἐννάτην ὥραν, ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων·

Ἠλί, Ἠλί, λαμὰ σαβαχθανί, τουτέστι· Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; Τινὲς δὲ τῶν ἐκεῖ ἐστώτων ἀκούσαντες, ἔλεγον, ὅτι Ἠλίαν φωνεῖ οὗτος· καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν, καὶ λαβὼν σπόγγον, πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ, ἐπότιζεν αὐτόν. Οἱ δὲ λοιποὶ ἔλεγον· Ἄφες, ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν.» Τὸ γενόμενον σκότος, οὐκ ἦν κατὰ φυσικὴν ἀκολουθίαν, οἷον ἀπὸ ἐκλείψεως ἠλίου φυσικῶς γενομένης· οὐδέποτε γὰρ τεσσαρεσκαιδεκαταίας οὔσης τῆς σελήνης, ἔκλειψις γίνεται ἡλίου, ἀλλ’ ὅταν ἡ λεγομένη γέννα εἴη, τότε αἱ φυσικαὶ τοῦ ἡλίου ἐκλείψεις γίνονται. Ἐν δὲ τῇ σταυρώσει, τεσσαρεσκαιδεκαταία ἦν ἡ σελήνη πάντως· τὸ γὰρ Πάσχα τῶν Ἑβραίων τότε ἐτελεῖτο· ὥστε ὑπὲρ φύσιν τὸ πάθος· κοσμικὸν δὲ ἦν τὸ σκότος, οὐ μερικόν, ὥσπερ ἐν Αἰγύπτῳ, ἵνα δειχθῇ ὅτι πενθεῖ ἡ κτίσις ἐπὶ τῷ πάθει τοῦ Κτίστου, καὶ ὅτι ἀπὸ τῶν Ἰουδαίων ἀπέστη τὸ φῶς. Οἱ αἰτοῦντες δὲ ἐξ οὐρανοῦ σημεῖον ἰδεῖν Ἰουδαῖοι, νῦν βλεπέτωσαν τὸν ἥλιον σκοτιζόμενον. Ἕκτῃ δὲ ἡμέρᾳ τοῦ ἀνθρώπου πλασθέντος, καὶ ἕκτῃ ὥρᾳ φαγόντος ἀπὸ τοῦ ξύλου (αὕτη γὰρ τῆς βρώσεως ἡ ὥρα) ὁ Κύριος ἀναπλάττων τὸν ἄνθρωπον, καὶ τὸ σφάλμα ἰώμενος, ἕκτῃ ἡμέρᾳ καὶ ἕκτῃ ὥρᾳ τῷ ξύλῳ προσπήγνυται.

Ἑβραΐδι δὲ διαλέκτῳ λέγει τὸ προφητικόν, ἵνα δείξῃ ὅτι οὐ μάχεται τῇ Παλαιᾷ Γραφῇ. Τὸ δέ, «Ἵνα τί με ἐγκατέλιπες;» εἶπεν, ὡς ἂν δείξῃ ὅτι ἄνθρωπος ἀληθῶς ἐγένετο, καὶ οὐ κατὰ φαντασίαν· καὶ γὰρ ὁ ἄνθρωπος φυσικὴν ὄρεξιν ἔχει τῆς ζωῆς, φιλόζωος ὤν. Ὥσπερ οὖν ἠγωνίασε καὶ ἠδημόνησε πρὸ τοῦ σταυροῦ, δεικνύων τὴν ἐκ φύσεως προσοῦσαν ἡμῖν δειλίαν, οὕτω καὶ νῦν φησιν· «Ἵνα τί με ἐγκατέλιπες;» ἐμφαίνων τὴν φυσικὴν φιλοζωΐαν ἡμῶν. Καὶ γὰρ ὄντως ἄνθρωπος ἦν, καὶ ἡμῖν τὰ πάντα ὅμοιος, χωρὶς ἁμαρτίας. Τινὲς δὲ οὕτω τοῦτο ἐνόησαν, ὅτι τὸ τῶν Ἰουδαίων πρόσωπον ἀναλαμβάνων ὁ Σωτήρ, φησίν· Ἵνα τί ἐγκατέλιπες τὸν Ἰουδαϊκὸν λαόν, ὦ Πάτερ, ἵνα τηλικαύτην ἁμαρτίαν ποιήσῃ, καὶ ἀπωλείᾳ παραδοθῇ; Ὡς γὰρ ἐξ Ἰουδαίων γενόμενος ὁ Χριστός, τὸ «Ἐγκατέλιπές με,» φησίν, ἀντὶ τοῦ, Τὴν ἐμὴν συγγένειαν, τὸν ἐμὸν λαόν, ἵνα τί ἀφῆκας, ὥστε τοιοῦτον κακὸν καθ’ ἑαυτοῦ ποιῆσαι; Μὴ νοήσαντες δὲ τὴν φωνὴν οἱ τοῦ ὄχλου ἄγροικοι ὄντες καὶ ἀμαθεῖς τῶν προφητικῶν, ἐνόμιζον ὅτι Ἠλίαν φωνεῖ· οὐ γὰρ πάντες οἱ Ἰουδαῖοι τὰ προφητικὰ ἐγίνωσκον, ὥσπερ ἴσως οὐδὲ νῦν οἱ Χριστιανοὶ πάντες τὰ τῶν Εὐαγγελίων. Ὄξος δὲ ἐπότιζον αὐτόν, ἵνα ἀποθάνῃ τάχιον πρὶν ἐλθεῖν τὸν Ἠλίαν βοηθήσοντα αὐτῷ. Ὅθεν οἱ λοιποὶ λέγουσιν· «Ἄφες, ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν,» τουτέστι, Μὴ ποιήσῃς αὐτὸν ἀποθανεῖν, ὡς ἂν γνῶμεν εἰ βοηθήσει αὐτῷ Ἠλίας. «

Ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ, ἀφῆκε τὸ πνεῦμα· καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο, ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, καὶ τὰ μνημεῖα ἀνεῴχθησαν, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ, εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν, καὶ ἐνεφανίσθησαν πολλοῖς.» Κράζει μεγάλῃ φωνῇ ὁ Ἰησοῦς, ἵνα γνῶμεν ὅτι ὅπερ ἔλεγεν, ὅτι «Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου,» ἀληθὲς ἦν.

Κατ’ ἐξουσίαν γὰρ ἀφίησι τὴν ψυχήν. Τίς δὲ ἦν ἡ φωνή; «Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου.» Οὐ γὰρ βεβιασμένως, ἀλλ’ ἑκοντὶ ἀφῆκε τὸ πνεῦμα. Τοῦτο γὰρ σημαίνει τό, Παρατίθημι· ἐμφαίνει δὲ καὶ τὸ μέλλειν αὐτὴν πάλιν ἀπολήψεσθαι· τοιοῦτον γὰρ ἡ παραθήκη, πάλιν ἀποδιδομένη.

Χάρις δὲ τῷ Κυρίῳ, ὅτι ἐκείνου ἀποθανόντος, καὶ τοῦ πνεύματος αὐτοῦ εἰς χεῖρας τοῦ Πατρὸς παρατεθέντος, ἔκτοτε καὶ αἱ τῶν ἁγίων ψυχαὶ εἰς χεῖρας τοῦ Θεοῦ τίθενται, ἀλλ’ οὐχ ὡς πρότερον ἐν τοῖς τοῦ ᾅδου μυχοῖς. Ὥστε ἁγιασμὸς ἡμῶν γέγονεν ὁ θάνατος τοῦ Χριστοῦ· διὸ καὶ μεγάλῃ φωνῇ προσκαλεῖται τὸν θάνατον, μὴ τολμῶντα προσελθεῖν, εἰ μὴ κληθείη. Τὸ δὲ καταπέτασμα τοῦ ναοῦ, ὀθόνη τις ἦν μέσον κρεμαμένη τοῦ ναοῦ, καὶ ἀποτειχίζουσα τὰ ἔσω πρὸς τὰ ἔξω, οἷόν τι μεσότοιχον.

Σχίζεται τοίνυν τοῦτο, δεικνύντος τοῦ Θεοῦ, ὅτι ὁ ναὸς ὁ ἄβατος, ὁ ἀθέατος, οὗ τὰ ἐσώτατα ἀπετείχιζε τὸ καταπέτασμα, οὕτω χυδαιωθήσεται καὶ βεβηλωθήσεται, ὥστε πᾶσιν εἶναι βατὸς καὶ θεατός. Τινὲς δὲ καὶ ἄλλας αἰτίας λέγουσιν· Ἐσήμαινε γάρ, φασί, τὸ καταπέτασμα σχιζόμενον, τὴν τοῦ γράμματος τοῦ νομικοῦ περιαίρεσιν, καὶ ὅτι ἀποκαλυφθήσεται πάντα τὰ νομικά, ἃ πρότερον τῷ γράμματι οἱονεί τινι καταπετάσματι συνεκρύπτοντο, καὶ τὰ πρὶν ἀσαφῆ καὶ αἰνιγματώδη, φανερωθήσεται νῦν εἰς τὸν Χριστὸν ἐκβάντα. Ἔστι δὲ καὶ τοῦτο εἰπεῖν, ὅτι ἔθος ἦν τοῖς Ἰουδαίοις ἐπὶ ταῖς κατὰ Θεοῦ βλασφημίαις, περιῤῥήγνυσθαι τοὺς χιτῶνας. Καὶ νῦν οὖν ὁ θεῖος ναὸς ὥσπερ δυσχεραίνων ἐπὶ τῷ τοῦ Θεοῦ θανάτῳ, περιεῤῥήξατο τὴν ἑαυτοῦ ἐσθῆτα, τὸ καταπέτασμα.

Καὶ ἄλλα δ’ ἂν ἔχοι τις εἰπεῖν, ἀλλ’ αὐτάρκη ταῦτα. Τὰ δὲ στοιχεῖα ἐσείσθησαν, ἅμα μὲν καὶ Δημιουργὸν ἐμφαίνοντα εἶναι τὸν πάσχοντα, ἅμα δὲ καὶ δηλοῦντα ὡς μετακινηθήσεται τὰ πράγματα· τὸν γὰρ σεισμὸν ἡ Γραφὴ ἐπὶ τῆς τῶν πραγμάτων μεταθέσεως τάττει. Ἐγένετο οὖν ἡ μετάθεσις τῆς τοῦ Θεοῦ ἐπισκοπῆς, ἀπὸ τῶν Ἰουδαίων ἐπὶ τὰ ἔθνη· καὶ αἱ πέτραι, ἤτοι αἱ λίθινοι καρδίαι τῶν ἐθνικῶν, ἐσχίσθησαν, καὶ ὑπεδέξαντο τὸν τῆς ἀληθείας σπόρον, καὶ οἱ νενεκρωμένοι ταῖς ἁμαρτίαις ἐξανέστησαν, καὶ ἦλθον εἰς τὴν ἁγίαν πόλιν, τὴν ἄνω Ἱερουσαλήμ, καὶ ἐνεφανίσθησαν τοῖς πολλοῖς, τοῖς διὰ τῆς πλατείας ὁδοῦ ὁδεύουσιν· ἐμφανισθέντες δὲ αὐτοῖς, ἀρχέτυπον αὐτοῖς ἐγένοντο ἀγαθοῦ βίου καὶ ἐπιστροφῆς. Ὁ γὰρ ἰδὼν τὸν πρώην νενεκρωμένον ὑπὸ τῶν παθῶν, ἐπιστραφέντα καὶ ἀνελθόντα εἰς τὴν ἁγίαν ἐν οὐρανοῖς πόλιν, μιμεῖται αὐτὸν πάντως, καὶ ἐπιστρέφει καὶ αὐτός. Ταῦτα μὲν οὖν περιεργότερον ἐνοήθη· σὺ δὲ γίνωσκε ὅτι ἡ τῶν νεκρῶν ἔγερσις, ἡ ἐν τῷ σταυρῷ τοῦ Κυρίου γενομένη, ἐδήλου καὶ τῶν ἐν τῷ ᾅδῃ ψυχῶν τὴν ἐλευθερίαν. Ὤφθησαν δὲ πολλοῖς οἱ ἀναστάντες τότε, ἵνα μὴ δόξῃ φάντασμα εἶναι τὸ γενόμενον· ἀνέστησαν δὲ οὗτοι, χάριν τοῦ σημείου πρόδηλον δὲ ὅτι πάλιν τεθνήκασι. Τινὲς δὲ λέγουσιν ὅτι μετὰ τὸ ἀναστῆναι τὸν Χριστόν, ἀνέστησαν καὶ οὗτοι, καὶ οὐκ ἔτι ἀπέθανον, τοῦτο δὲ οὐκ οἶδα εἰ δεῖ παραδέχεσθαι. «

Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ’ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα, ἐφοβήθησαν σφόδρα, λέγοντες· Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος. Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαί, ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ, ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσῆ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.» Ὁ μὲν ἐθνικὸς ἑκατόνταρχος, ἀπὸ τῶν σημείων πιστεύει σὺν τοῖς περὶ αὐτόν· οἱ δὲ προφητῶν κατακούσαντες καὶ νόμου Ἰουδαῖοι, ἄπιστοι μένουσι· τοσοῦτόν ἐστιν ἡ πονηρία κακόν· καὶ ἐμαρτύρησε δὲ ὁ ἑκατόνταρχος οὗτος ὑπὲρ Χριστοῦ ὕστερον. Γυναῖκες δὲ θεωροῦσαι τὰ γενόμενα, αἱ μάλιστα πάντων συμπαθέστεραι, καὶ τὸ γένος τὸ κατακριθέν, ἀπολαύει πρῶτον τῆς τῶν ἀγαθῶν θεωρίας· καὶ οἱ μὲν μαθηταὶ φεύγουσιν, αἱ δὲ γυναῖκες καρτεροῦσι. Μαρίαν δὲ Ἰακώβου καὶ Ἰωσῆ μητέρα, τὴν Θεοτόκον λέγει ὁ γὰρ Ἰάκωβος καὶ Ἰωσῆς τοῦ Ἰωσὴφ ἦσαν παῖδες ἀπὸ τῆς προτέρας αὐτοῦ γυναικός. Ἐπεὶ οὖν ἡ Θεοτόκος γυνὴ ἐλέγετο τοῦ Ἰωσήφ, εἰκότως καὶ τῶν παίδων αὐτοῦ μήτηρ ἤτοι μητρυιὰ ἐλέγετο· ἡ δὲ μήτηρ τῶν υἱῶν Ζεβεδαίου, Σαλώμη ἐκαλεῖτο· φασὶ δὲ καὶ ταύτην θυγατέρα εἶναι τοῦ Ἰωσήφ. «Ὀψίας δὲ γενομένης, ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἀριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθήτευσε τῷ Ἰησοῦ. Οὗτος προσελθὼν τῷ Πιλάτῳ, ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.

Τότε ὁ Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι τὸ σῶμα· καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσήφ, ἐνετύλιξεν αὐτὸ σινδόνι καθαρᾷ, καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ, ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ. Καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου, ἀπῆλθεν· ἦν δὲ ἐκεῖ Μαρία ἡ Μαγδαληνή, καὶ ἡ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου.» Ἐκρύπτετο μὲν πάλαι ὁ Ἰωσήφ, νῦν δὲ μέγα πρᾶγμα τολμᾷ, τιθεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τοῦ διδασκαλικοῦ σώματος, καὶ τοσαύτην ἔχθραν πρὸς πάντας Ἰουδαίους ἀναδεξάμενος. Ὡς μεγάλην δὲ δωρεάν, δίδωσιν αὐτῷ τὸ σῶμα ὁ Πιλᾶτος.

Ὡς γὰρ στασιαστοῦ θανατωθέντος τοῦ Χριστοῦ, εἰκότως τὸ σῶμα αὐτοῦ ἔμελλεν ἄταφον ῥιφῆναι· ἀλλ’ ὁ Ἰωσὴφ πλούσιος ὤν, εἰκὸς ὅτι καὶ ἔδωκεν ἂν τῷ Πιλάτῳ χρυσίον. Καὶ λαβὼν τιμᾷ αὐτό, καταθεὶς ἐν μνημείῳ καινῷ. ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη· τοῦτο δὲ οἰκονομίας Θεοῦ ἦν, ἵνα μή, ἀναστάντος τοῦ Κυρίου, ἔχοι τις εἰπεῖν ὅτι ἄλλος πρότερον ταφεὶς ἐκεῖ νεκρὸς ἀνέστη. Διὰ τοῦτο οὖν καινὸν τὸ μνημεῖον. Ἡ Μαρία δὲ ἡ Μαγδαληνή, καὶ ἡ ἄλλη Μαρία, τουτέστιν, ἡ Θεοτόκος, ἣν ἀνωτέρω ἐκάλεσεν Ἰωσῆ καὶ Ἰακώβου μητέρα, αὗται αἱ δύο κάθηνται ἀπέναντι τοῦ τάφου προσεδρεύουσαι, ὥστε, εἰ παύσαιτο ἡ μανία, ἀπελθεῖν καὶ περιχυθῆναι τῷ σώματι, καὶ μυρίσαι αὐτό. Περὶ τῶν τοιούτων γυναικῶν ἔλεγεν Ἡσαΐας· Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε· οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν. Φανερῶς γὰρ περὶ τοῦ Ἰουδαϊκοῦ λαοῦ τοῦ σταυρώσαντος τὸν Κύριον, λέγει ὅτι οὐκ ἔχουσι σύνεσιν. Προσκαλεῖται οὖν ταύτας καταλεῖψαι μὲν τὸν ἀσύνετον λαόν, προσελθεῖν δὲ τοῖς ἀποστόλοις, καὶ εὐαγγελίσασθαι αὐτοῖς τὴν ἀνάστασιν. «Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν Παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον, λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.

Κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ νυκτός, κλέψωσιν αὐτόν, καὶ εἴπωσι τῷ λαῷ, Ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. Ἔφη αὐτοῖς ὁ Πιλᾶτος· Ἔχετε κουστωδίαν, ὑπάγετε, ἀσφαλίσασθε ὡς οἴδατε. Οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον, σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.» Οὐκ ὀνομάζει τὸ Σάββατον, Σάββατον, διότι οὐδὲ Σάββατον ἦν, ὅσον ἐπὶ τῇ κακίᾳ τῶν Ἰουδαίων· τοῦ γὰρ νόμου διαγορεύοντος τῇ ἡμέρᾳ τοῦ Σαββάτου μηδένα κινεῖσθαι ἐκ τοῦ τόπου αὐτοῦ, οἱ παράνομοι Ἰουδαῖοι πρὸς τὸν ἀλλόφυλον Πιλᾶτον συνάγονται, ἀντὶ τῆς νενομισμένης συνάξεως. Ἀλλ’ ἐκεῖνοι μὲν ὑπὸ τῆς ἑαυτῶν κινοῦνται πονηρίας εἰς τὸ προσελθεῖν τῷ Πιλάτῳ, καὶ ἀσφαλίσασθαι τὸν τάφον· Θεοῦ δὲ οἰκονομία τοῦτο, ἵνα ἡ ἀνάστασις γένοιτο ὑπὸ μάρτυσι τοῖς ἐχθροῖς, καὶ ἐσφραγισμένου τοῦ τάφου καὶ φυλαττομένου· ἄξιον δὲ ζητῆσαι πόθεν οἱ Ἰουδαῖοι μαθόντες εἶπον ὅτι τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται· οὐ γὰρ δήπου ὁ Κύριος εἶπε τοῦτο σαφῶς καὶ γυμνῶς.

Ἔστιν οὖν εἰπεῖν ὅτι ἀπὸ τοῦ παραδείγματος τοῦ Ἰωνᾶ τοῦτο ἔγνωσαν· εἶπε γὰρ ὁ Χριστός, ὅτι «Ὥσπερ Ἰωνᾶς ἦν τρεῖς ἡμέρας ἐν τῇ κοιλίᾳ τοῦ κήτους, οὕτω καὶ ἐγὼ ἐν τῇ κοιλίᾳ τῆς γῆς·» ἢ καὶ ἀπὸ τοῦ· «Λύσατε τὸν ναὸν τοῦτον·» πρότερον μὲν γὰρ μὴ νοήσαντες τοῦτο, ἀλλὰ νομίσαντες, ὅτι περὶ τοῦ ναοῦ λέγει τοῦ Ἰουδαϊκοῦ, κατεμαρτύρησαν αὐτοῦ· νῦν δὲ γνόντες, ὅτι ναὸν ἔλεγε τὸ σῶμα τὸ ἴδιον, φοβοῦνται, καὶ πλάνον αὐτὸν ἀποκαλοῦσι, μηδὲ μετὰ θάνατον τὴν κακίαν λύσαντες. Κουστωδία δὲ λέγεται παρὰ Ῥωμαίοις ἡ φυλακή· τοὺς οὖν ἐπὶ τῷ φυλάττειν τεταγμένους στρατιώτας, κουστωδίαν ὀνομάζει.

ΚΕΦΑΛ. ΚΗʹ. Περὶ τῆς τοῦ Κυρίου ἀναστάσεως. Περὶ τῶν φυλάκων τοῦ τάφου, μαρτύρων τῆς ἀναστάσεως. Περὶ τῆς ἐμφανίσεως τοῦ Χριστοῦ τοῖς ἀπο- Περὶ τῆς ἐμφανίσεως τοῦ Χριστοῦ τοῖς ἀποστόλοις καὶ γυναιξὶν ἐν Γαλιλαίᾳ. «Ὀψὲ δὲ Σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία, θεωρῆσαι τὸν τάφον. Καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ, προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας, καὶ ἐκάθητο ἐπάνω αὐτοῦ· ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπή, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών. Ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες, καὶ ἐγένοντο ὡσεὶ νεκροί. Ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπε ταῖς γυναιξί· Μὴ φοβεῖσθε ὑμεῖς. Οἶδα γάρ, ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστιν ὧδε· ἠγέρθη γάρ, καθὼς εἶπε. Δεῦτε, εἴδετε τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος· καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ, ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν. Ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν. Καὶ ἐξελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης, ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ.» Τὸ ὀψὲ Σαββάτων, ἴσον ἐστὶ τῷ παρὰ τῷ Λουκᾷ εἰρημένῳ, ὄρθρου βαθέος, καὶ τῷ παρὰ τῷ Μάρκῳ, λίαν πρωῒ ἀνατείλαντος τοῦ ἡλίου.

Ἥλιον γὰρ ἐνταῦθα νοεῖν ὀφείλομεν τὰς ὀρθρινὰς τοῦ ἡλίου αὐγάς· ἀφ’ οὗ γὰρ ἡ ὀγδόη ὥρα τῆς νυκτὸς ἐπιλάβηται, ἔκτοτε ἡ ἀρχὴ τῆς μελλούσης ἡμέρας, καὶ ἡ πρωΐα δοκεῖ ἐπιλαβέσθαι. Τότε τοίνυν, ὀψὲ μὲν ἦν Σαββάτου, ἀρχὴ δὲ τῆς Κυριακῆς, ἣν μίαν τῶν Σαββάτων ὀνομάζει. Σάββατα μὲν γὰρ ἔλεγον τὰς ἡμέρας τῆς ἑβδομάδος. Μίαν δέ, τὴν πρώτην, ὥστε εἶναι τὴν Κυριακήν, μίαν τῶν Σαββάτων, τουτέστι, πρώτην τῶν ἡμερῶν τῆς ἑβδομάδος· πρὸς γὰρ τὴν πρώτην εὐθὺς καὶ ἡ δευτέρα λέγεται, εἶτα ἡ τρίτη, καὶ ἑξῆς αἱ λοιπαί. Ἀνέστη τοίνυν ὁ Κύριος, ἔτι τοῦ λίθου ἐπικειμένου τῷ τάφῳ· μετὰ δὲ τὸ ἀναστῆναι τὸν Κύριον, καὶ ὁ ἄγγελος ἔρχεται, ἵνα ἀποκυλίσας τὸν λίθον, δώῃ πάροδον ταῖς γυναιξὶν εἰς τὸν τάφον. Σεισμὸς δὲ γίνεται, ἵνα ἀφυπνισθῶσιν οἱ φύλακες, καὶ μάθωσι τὸ καινὸν τοῦ γενομένου. Ἀνέστη οὖν τριήμερος ὁ Κύριος. Πῶς δὲ ἀριθμοῦνται αἱ τρεῖς ἡμέραι; Ἕκτῃ ὥρᾳ τῆς Παρασκευῆς ἐσταυρώθη· ἀπὸ ταύτης ἕως ἐννάτης, σκότος· τοῦτο νύκτα μοι νόησον. Πάλιν ἀπὸ τῆς ἐννάτης, φῶς, τοῦτο ἡμέρα· ἰδοὺ ἡμερονύκτιον. Πάλιν ἡ νὺξ τῆς Παρασκευῆς καὶ τοῦ Σαββάτου ἡ ἡμέρα, δεύτερον ἡμερονύκτιον· ἡ νὺξ πάλιν τοῦ Σαββάτου καὶ ὁ τῆς Κυριακῆς ὄρθρος, κατὰ τὸν Ματθαῖον, λέγοντα· «Τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων·» ἀπὸ γὰρ τοῦ ὄρθρου καὶ ἡ ἡμέρα ὅλη ἀριθμεῖται· ἰδοὺ τρίτον ἡμερονύκτιον.

Καὶ ἄλλως δὲ δύνασαι ἀριθμῆσαι τὰς τρεῖς ἡμέρας· Τῇ Παρασκευῇ παρέδωκε τὸ πνεῦμα, μία αὕτη ἡμέρα· τῷ Σαββάτῳ ἦν ἐν τῷ τάφῳ, δευτέρα αὕτη ἡμέρα· τῇ δὲ νυκτὶ τῆς Κυριακῆς ἀνέστη, ἀπὸ μέρους οὖν ἀριθμεῖται καὶ ἡ Κυριακὴ εἰς ἄλλην ἡμέραν· ὥστε ἰδοὺ τρεῖς ἡμέραι· καὶ γὰρ καὶ ἐπὶ τῶν κεκοιμημένων, ἐὰν ἀποθάνῃ τις περὶ δεκάτην ὥραν τῆς ἡμέρας, καὶ ἕτερος περὶ πρώτην ὥραν τῆς αὐτῆς ἡμέρας, ἀμφότεροι ἐν τῇ αὐτῇ ἡμέρᾳ λέγονται τεθνάναι. Ἔχω σοι καὶ ἄλλην αἰτίαν εἰπεῖν εἰς τοῦτο, πῶς τρεῖς ἡμέραι καὶ τρεῖς νύκτες ἀριθμηθήσονται.

Πρόσεχε οὖν· Τῇ πέμπτῃ ἑσπέρας ἐποίησε τὸ δεῖπνον ὁ Κύριος, καὶ τοῖς μαθηταῖς ἔλεγε· «Λάβετε, φάγετε τὸ σῶμά μου·» ὥστε ἐπεὶ ἐξουσίαν εἶχεν ἀφ’ ἑαυτοῦ θεῖναι τὴν ψυχὴν αὐτοῦ, δῆλον ὅτι ἔκτοτε ἀπέσφαξεν ἑαυτόν, ἀφ’ οὗ διεδίδου τοῖς οἰκείοις μαθηταῖς τὸ σῶμα· οὐδεὶς γὰρ ἐσθίει τι, ἐὰν μὴ πρότερον ἐσφαγμένον εἴη. Ἀρίθμησον οὖν· Τῇ ἑσπέρᾳ διεδίδου τὸ οἰκεῖον σῶμα· ἡ νὺξ ἐκείνη, καὶ ἡ ἡμέρα τῆς Παρασκευῆς ἄχρι τῆς ἕκτης ὥρας, ἰδοὺ ἓν ἡμερονύκτιον· πάλιν τὸ ἀπὸ τῆς ἕκτης ὥρας σκότος ἕως τῆς ἐννάτης, καὶ τὸ ἀπὸ τῆς ἐννάτης φῶς ἕως τῆς ἑσπέρας, ἰδοὺ δεύτερον ἡμερονύκτιον· ἡ νὺξ πάλιν ἡ μετὰ τὴν Παρασκευήν, καὶ ἡ ἡμέρα τοῦ Σαββάτου, ἰδοὺ τρίτον ἡμερονύκτιον. Σαββάτῳ δὲ ὀψὲ ἀνέστη· τρία ταῦτα ὁλόκληρα ἡμερονύκτια. Τὸν δὲ ἄγγελον ὁ μὲν Ματθαῖος ἔφη καθῆσθαι ἐν τῷ λίθῳ· ὁ δὲ Μάρκος ἀποκυλίσαντα τὸν λίθον, ἔνδον τοῦ μνημείου καθῆσθαι, ἐν τοῖς δεξιοῖς· ἆρ’ οὖν ἐναντιοφωνοῦσιν;

Οὐχί· ἀλλ’ εἰκός ἐστι φανῆναι πρῶτον τὸν ἄγγελον καθήμενον ἐν τῷ λίθῳ, εἶτα εἰσελθουσῶν τῶν γυναικῶν, προάγειν τὸν ἄγγελον, καὶ πάλιν φανῆναι ἑντὸς τοῦ μνημείου καθήμενον ἐν τοῖς δεξιοῖς. Εἶπε δὲ πρὸς τὰς γυναῖκας· Μὴ φοβεῖσθε ὑμεῖς, τουτέστιν, Οἱ μὲν φύλακες ἄξιοί εἰσι φοβεῖσθαι· ὑμεῖς δὲ αἱ τοῦ Κυρίου μαθήτριαι, μὴ φοβεῖσθε. Μεθ’ ὃ δὲ ἀπαλλάττει αὐτὰς τοῦ δέους, εὐαγγελίζεται αὐταῖς τὴν ἀνάστασιν.

Ἔδει γὰρ πρότερον ἐκβαλεῖν τὸ δέος, εἶτα εὐαγγελίσασθαι. Οὐκ αἰσχύνεται δὲ ἐσταυρωμένον ὀνομάζων τὸν Κύριον. Τῷ γὰρ σταυρῷ ὥσπερ τροπαίῳ τινὶ ἐγκαυχᾶται, πάντα τὰ ἀγαθὰ προεξενηκότι ἡμῖν. «Ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ, καὶ ἰδοὺ ὁ Ἰησοῦς ἀπήντησεν αὐταῖς, λέγων·

Χαίρετε. Αἱ δέ, προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας, καὶ προσεκύνησαν αὐτῷ. Τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε. Ὑπάγετε, ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.» Προσφωνεῖ ταῖς γυναιξὶ τό, Χαίρετε.

Ἐπεὶ γὰρ τὸ γυναικεῖον γένος λυπεῖσθαι κατεκρίθη, ὁ Κύριος διὰ τῆς ἀναστάσεως αὐτοῦ τὴν χαρὰν προεξένησε τῷ γυναικείῳ γένει, καὶ εὐλόγησεν αὐτάς. Διὸ ἐκεῖναι ἀπὸ τῆς πολλῆς περὶ αὐτὸν αἰδοῦς καὶ τιμῆς, τοὺς πόδας αὐτοῦ κρατοῦσι, δι’ εὐλάβειαν μὴ τολμῶσαι ἄλλου μέρους τοῦ σώματος ἅψασθαι, εἰ μὴ τῶν ἐσχάτων μερῶν τοῦ σώματος αὐτοῦ. Τινὲς δέ φασιν ὅτι ἐξεπίτηδες ἐδράξαντο τῶν ποδῶν αὐτοῦ, ὡς ἂν μάθωσιν εἰ ἀληθῶς ἀνέστη καὶ μὴ κατὰ φαντασίαν, μηδὲ πνεῦμά ἐστιν. Ὑπενόουν γὰρ ὅτι πνεῦμά ἐστι. Τότε μὲν οὖν αἱ δύο αὗται Μαρίαι ἥψαντο τῶν ποδῶν αὐτοῦ. Κατὰ δὲ τὸν Ἰωάννην, ἡ Μαγδαληνὴ Μαρία ἐπιχειρεῖ μὲν ἅψασθαι, οὐ συγχωρεῖται δέ, διότι ἤθελεν ἀεὶ συνεῖναι αὐτῷ ὥσπερ καὶ πρότερον.

Ἢ μᾶλλον διὰ τοῦτο οὐ συγχωρεῖται ἅψασθαι τοῦ Ἰησοῦ κατὰ τὸν Ἰωάννην, ὡς περίεργος. Ἐπεὶ γάρ, ὥς φησιν ὁ Ματθαῖος, ἥψατο αὐτοῦ τῶν ποδῶν, τίς ἦν ἔτι χρεία πάλιν ἅψασθαι; Ὥστε ὡς περιττὴν οὖσαν λοιπὸν αὐτὴν ἀπωθεῖται. «Πορευομένων δὲ αὐτῶν, ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα· καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων, συμβούλιόν τε λαβόντες, ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις, λέγοντες· Εἴπατε ὅτι, Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες, ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων· καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν αὐτόν, καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν. Οἱ δέ, λαβόντες τὰ ἀργύρια, ἐποίησαν ὡς ἐδιδάχθησαν· καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον.» Οἱ μὲν ἀπὸ τῆς κουστωδίας ἀπήγγειλαν πάντα· ὅτι σεισμὸς ἐγένετο, ὅτι ὁ λίθος ἤρθη αὐτομάτως, ὅτι αὐτοὶ φοβηθέντες ἐγένοντο ὠσεὶ νεκροί. Οἱ δὲ Ἰουδαῖοι οὔτε τὰ ἐπὶ τῷ πάθει γενόμενα θαύματα, οὔτε τὰ ἐπὶ τῷ τάφῳ μαρτυρούμενα παρὰ τῶν στρατιωτῶν δυσωπηθέντες, τῷ ἰδίῳ πάθει τῇ φιλαργυρίᾳ ὑπονοθεύουσι τοὺς στρατιώτας, παραπείθοντες αὐτοὺς τὸ πάντων ἀσεβέστερον φθέγξασθαι καὶ ἀνοητότερον, ὅτι ἐκλάπη. Πῶς γὰρ ἂν ἔκλεψαν, ὦ ἀνόητοι, οἱ μαθηταί, οἱ διὰ τὸν φόβον ἀποκλεισθέντες καὶ μὴ τολμῶντες ὅλως ἐξελθεῖν;

Πῶς δ’ ἂν εἰ ἔκλεψαν, ἀπέθνησκον ὕστερον δι’ αὐτόν, κηρύττοντες ὅτι ἀνέστη, καὶ ὑπὲρ τοῦ ψεύδους κατακοπτόμενοι; «Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς· καὶ ἰδόντες αὐτόν, προσεκύνησαν αὐτῷ· οἱ δὲ ἐδίστασαν.

Καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς, λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν, καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Κατὰ τὸν Ἰωάννην πρῶτον ὤφθη τοῖς μαθηταῖς ὁ Ἰησοῦς κατ’ αὐτὴν τὴν ἡμέραν τῆς ἀναστάσεως, τῶν θυρῶν κεκλεισμένων· εἶτα μεθ’ ἡμέρας ὀκτώ, ὅτε καὶ ὁ Θωμᾶς ἐπίστευσεν· εἶτα ἐπειδὴ ἔμελλον εἰς Γαλιλαίαν ἀπαντῆσαι, οὔπω δὲ πάντες ὁμοῦ συνήχθησαν, ἀλλά τινες αὐτῶν ἡλίευον ἐπὶ τῆς Τιβεριάδος, ἐφάνη τότε τοῖς ἁλιεύουσι μόνοις, ἑπτὰ οὖσι. Νῦν οὖν ὅ φησιν ὁ Ματθαῖος, ὕστερον ἐγένετο, τῶν παρὰ τῷ Ἰωάννῃ πρότερον γενομένων· πολλάκις γὰρ ἐφάνη αὐτοῖς, δι’ ἡμερῶν τεσσαράκοντα ἐφιστάμενος καὶ πάλιν ἀφιστάμενος, οὐ πάντοτε καὶ διόλου αὐτοῖς συμπαρών. Οἱ οὖν ἕνδεκα μαθηταὶ οἱ κορυφαῖοι, σὺν τοῖς λοιποῖς πάντως ἅπασι τοῖς ἀκολουθοῦσι, τῷ Χριστῷ προσεκύνησαν· οἱ δὲ ἐδίστασαν· ἀντὶ τοῦ, τινὲς δὲ ἐδίστασαν.

Εἰκὸς οὖν οὕτω νοηθῆναι· Οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, καὶ προσεκύνησαν αὐτῷ οἱ ἕνδεκα. Οἱ δέ, ἀντὶ τοῦ, τινὲς δέ, τυχὸν ἐκ τῶν ἑβδομήκοντα, ἐδίστασαν περὶ τοῦ Χριστοῦ. Ὕστερον μέντοι ἐβεβαιώθησαν καὶ αὐτοί. Τινὲς δὲ οὕτω νοοῦσιν, ὅτι ὁ μὲν Ματθαῖος παρῆκεν εἰπεῖν τίνες ἦσαν οἱ διστάσαντες· ὃ δὲ παρῆκεν οὗτος, εἶπεν ὁ Ἰωάννης, ὅτι Θωμᾶς ἦν ὁ διστάσας· τυχὸν δὲ καὶ πάντες ἐδίστασαν· ὅπερ ὁ Λουκᾶς λέγει. Ὀφείλεις οὖν οὕτω νοῆσαι, ὅτι εἰς μὲν τὴν Γαλιλαίαν ἐλθόντες, προσεκύνησαν αὐτῷ· οὗτοι δὲ οἱ προσκυνήσαντες ἐν τῇ Γαλιλαίᾳ, ἐδίστασαν πρότερον ἐν τῇ Ἱερουσαλήμ, ὡς ὁ Λουκᾶς φησιν. Ἐλάλησεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, ὅτι «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.» Τοῦτο δὲ τοιοῦτόν ἐστιν· Εἶχον μὲν ὡς Θεὸς καὶ Δημιουργὸς τὴν ἐξουσίαν πάντων, «Τὰ σύμπαντα γὰρ δοῦλα σά,» πρὸς τὸν Θεόν φησιν ὁ Δαυΐδ· ἀλλὰ τὴν ἑκούσιον ὑποταγὴν οὐκ εἶχον. Νῦν οὖν μέλλω καὶ ταύτην ἕξειν· ὑποταγήσονται γάρ μοι τὰ πάντα· ἐπεὶ διὰ τοῦ σταυροῦ ἐνίκησα τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου. Διττὴ γάρ ἐστιν ἡ ὑποταγή· ἡ μὲν ἀκούσιος, καθὸ πάντες δοῦλοι τοῦ Θεοῦ ἐσμεν καὶ ἄκοντες, ὥσπερ καὶ οἱ δαίμονες· ἡ δὲ ἑκούσιος, καθὸ Παῦλος δοῦλος ἦν Χριστοῦ.

Πρότερον μὲν οὖν τὴν ἀκούσιον μόνην ὑποταγὴν ἐχόντων πάντων, ἐξ ἡμισείας, ὥσπερ εἶχεν ὁ Σωτὴρ τὴν πάντων ἐξουσίαν· μετὰ δὲ τὸν σταυρόν, τῆς θεογνωσίας ἐφαπλωθείσης πᾶσι, καὶ τὴν ἑκούσιον ὑποταγὴν ὑποταγέντων πάντων, εἰκότως φησὶν ὁ Χριστός, ὅτι Νῦν ἔλαβον πᾶσαν τὴν ἐξουσίαν· πρότερον μὲν γὰρ μερικῶς προσῆν μοι ἡ ἐξουσία, ὡς ἀκουσίως μόνον δουλευόντων μοι, καθὸ ποιητής εἰμι· νῦν δὲ καὶ μετὰ ἐπιγνώσεως δουλευόντων μοι τῶν ἀνθρώπων, πᾶσα καὶ ὁλόκληρος ἡ ἐξουσία ἐδόθη μοι. Παρὰ τίνος δὲ ἐδόθη αὐτῷ; Ἢ πάντως παρ’ ἑαυτοῦ καὶ τῆς οἰκείας ταπεινώσεως· εἰ μὴ γὰρ ἐταπεινώθη καὶ συνεπλάκη τῷ ἀντιπάλῳ διὰ τοῦ σταυροῦ, οὐκ ἂν ἔσωσεν ἡμᾶς· ὥστε τὸ «Ἐδόθη μοι ἐξουσία,» οὕτω νόει· Ἐκ τῶν οἰκείων μου ἀγώνων καὶ παλαισμάτων ἔσωσα τοὺς ἀνθρώπους, καὶ περιεγένοντό μοι λοιπὸν κλῆρος καὶ περιούσιος λαός. Ἐπὶ γῆς μὲν οὖν ἔχει τὴν ἐξουσίαν ὁ Κύριος, καθὸ πᾶσα ἡ γῆ ἐπέγνω αὐτόν· ἐν οὐρανῷ δέ, διότι ὁ μισθὸς τῶν πιστευόντων αὐτῷ καὶ τὸ πολίτευμα, ἐν οὐρανοῖς ὑπάρχει· καὶ γὰρ καὶ ἄλλως, ἐπεὶ ἡ ἀνθρωπίνη φύσις ἡ πρώην κατάκριτος, συνημμένη τῷ Θεῷ Λόγῳ καθ’ ὑπόστασιν, ἐν οὐρανῷ κάθηται ὑπ’ ἀγγέλων προσκυνουμένη· εἰκότως φησίν, ὅτι «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ·» καὶ γὰρ ἡ ἀνθρωπίνη φύσις ἡ πρώην δουλεύουσα, νῦν ἐν Χριστῷ ἄρχει πάντων.

Συνελόντι οὖν φᾶναι, οὕτω νόει τό, «Ἐδόθη μοι πᾶσα ἐξουσία·» εἰ μὲν ὡς ἀπὸ τοῦ Θεοῦ Λόγου λεγόμενον ἐκλάβοις, ὅτι «Ἐδόθη μοι ἡ πᾶσα ἐξουσία,» καθὸ καὶ ἄκοντες καὶ ἑκόντες νῦν ἐπιγινώσκουσί με Θεόν, οἱ πρώην κατὰ τὸν τῆς ἀκουσίου ὑποταγῆς τρόπον δουλεύοντές μοι· εἰ δὲ ὡς ἀπὸ τῆς ἀνθρωπίνης φύσεως λεγόμενον, οὕτω νόει, ὅτι Ἐγὼ ἡ πρώην κατάκριτος φύσις, κατὰ δὲ τὴν πρὸς τὸν Υἱὸν τοῦ Θεοῦ ἀσύγχυτον ἕνωσιν Θεὸς οὖσα, ἔλαβον τὴν ἐξουσίαν κατὰ πάντων, ὥστε προσκυνεῖσθαι ὑπ’ ἀγγέλων ἐν οὐρανῷ, καὶ ἐπὶ γῆς δοξάζεσθαι ὑπὸ τῶν περάτων πάντων. Ἀποστέλλει οὖν τοὺς μαθητὰς οὐκ ἔτι πρὸς τοὺς Ἰουδαίους μόνους, ἀλλ’ ἐπεὶ πάντων ἔλαβε τὴν ἐξουσίαν, πᾶσαν τὴν ἀνθρωπίνην φύσιν ἁγιάσας ἐν ἑαυτῷ, εἰκότως πρὸς πάντα τὰ ἔθνη πέμπει, ἐντειλάμενος βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Αἰσχυνέσθωσαν οὖν Ἄρειος καὶ Σαβέλλιος· Ἄρειος μέν, καθ’ ὃ οὐκ εἶπεν ὁ Χριστὸς εἰς τὰ ὀνόματα βαπτίζειν, ἀλλ’ εἰς τὸ ὄνομα· ὄνομα δὲ τῶν τριῶν ἕν, ἡ Θεότης· εἷς οὖν Θεὸς τὰ τρία.

Σαβέλλιος δέ, καθ’ ὃ καὶ τῶν τριῶν προσώπων ἐμνήσθη ὁ Κύριος, οὐχ ἑνὸς προσώπου, ὡς ἐκεῖνος ἐμφλυάρει, τὰ τρία ὀνόματα ἔχοντος, καὶ ποτὲ μὲν καλουμένου Πατρός, ποτὲ δὲ Υἱοῦ, ποτὲ δὲ Πνεύματος· ἀλλὰ τριῶν μᾶλλον προσώπων ἓν ὄνομα ἐχόντων, τὸ Θεός. Εἶτα ἐπεὶ οὐκ ἀρκεῖ τὸ βαπτισθῆναι μόνον, ἀλλὰ δεῖ καὶ ἐργάζεσθαι τὸ ἀγαθὸν μετὰ τὸ βάπτισμα, φησί· Διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν, οὐκ ἓν ἣ δύο, ἀλλὰ πάντα τὰ ἐντάλματά μου. Φρίξωμεν οὖν, ἀδελφοί, ἐννοοῦντες ὅτι ἐὰν ἓν λείπῃ ἡμῖν, οὔκ ἐσμεν τέλειοι δοῦλοι τοῦ Χριστοῦ. Πάντα γὰρ ἀπαιτούμεθα φυλάττειν.

Ὅρα δὲ τὴν τοῦ Κυρίου διάλεξιν, πῶς ἀμφότερα τὰ κεφάλαια τοῦ Χριστιανισμοῦ περιέχει, θεολογίαν καὶ πρακτικὴν ἀρετήν· εἰπὼν μὲν γάρ, ὅτι δεῖ βαπτίζειν εἰς τὸ ὄνομα τῆς Τριάδος, τὴν θεολογίαν ἡμῖν παρέδωκεν· εἰπὼν δὲ διδάσκειν καὶ τὸ τὰς ἐντολὰς τηρεῖν, τὴν πρακτικὴν ἀρετὴν ἡμῖν εἰσηγήσατο. Παραθαῤῥύνων δὲ αὐτούς, ἐπειδὴ ἀπέστελλεν εἰς ἔθνη καὶ εἰς σφαγὰς καὶ κινδύνους, φησὶν ὅτι, Μὴ φοβεῖσθε· ἐγὼ γὰρ ἕσομαι μεθ’ ὑμῶν ἄχρι τῆς συντελείας τοῦ αἰῶνος. Ὅρα δὲ καὶ τοῦτο, πῶς ἐμνήσθη τῆς συντελείας, ἵνα διαναστήσῃ αὐτοὺς μᾶλλον καταφρονεῖν τῶν δεινῶν. Μὴ δυσχεράνητε γάρ, φησί· συντέλειαν ἕξουσι πάντα, εἴτε ἀλγεινὰ εἶεν κοσμικά, εἴτε ἀγαθά, ὥστε μήτε τοῖς ἀλγεινοῖς ὑποπέσητε· παρέρχονται γάρ· μήτε τοῖς ἀγαθοῖς ἀπατηθῆτε, συντελοῦνται γάρ. Οὐ μόνοις δὲ τοῖς ἀποστόλοις τοῦτο ὑπέσχετο, τὸ συνεῖναι αὐτοῖς, ἀλλὰ καὶ πᾶσιν ἁπλῶς τοῖς αὐτοῦ μαθηταῖς. Οὐ γὰρ δήπου οἱ ἀπόστολοι ἄχρι τῆς συντελείας ἔμελλον ζῇν. Καὶ ἡμῖν οὖν καὶ τοῖς μεθ’ ἡμᾶς ὑπισχνεῖται τοῦτο, οὐκ ἄχρι δὲ τῆς συντελείας παρών, μετὰ τὴν συντέλειαν ἀπέσται, ἄπαγε. Ἔκτοτε γὰρ μᾶλλον συνέσται καθαρώτερον καὶ τρανότερον· τὸ γάρ, Ἕως, οὐ τὸ μετὰ ταῦτα ἀναιρεῖ, ἔνθα ἂν εὑρεθῇ κείμενον ἐν τῇ Γραφῆ.

Εὐχαριστήσαντες οὖν τῷ Κυρίῳ τῷ ἐνταῦθα συνόντι ἡμῖν, καὶ πᾶν ἀγαθὸν χορηγοῦντι, καὶ πάλιν συνεσομένῳ τελεώτερον μετὰ τὴν συντέλειαν, συντελέσωμεν ἐνταῦθα τὴν ἐξήγησιν· αὐτῷ γὰρ πρέπει πᾶσα εὐχαριστία, καὶ δόξα, καὶ τιμὴ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν. Τέλος τῆς εἰς τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον ἑρμηνείας Θεοφυλάκτου.