Ἰδοὺ ἤγγικεν ἡ ὥρα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. Ἐγείρεσθε, ἄγωμεν, ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.» Δεικνύων, ὅτι οὐ χρείαν ἔχει τῆς παρ’ αὐτῶν ἐπικουρίας, ὅτε μέλλει παραδοθῆναι, φησὶν αὐτοῖς· Καθεύδετε τὸ λοιπόν· ἢ κατ’ εἰρωνείαν τοῦτό φησιν, ὡσανεὶ τοῦτο λέγων· Ἰδοὺ ἤγγικεν ὁ προδότης, καὶ εἰ ἀρέσκει ὑμῖν, καὶ παρέχει ὁ καιρός, καθεύδετε. Ἐγείρει οὖν αὐτοὺς ἀπὸ τοῦ τόπου ἐκείνου ἔνθα προσηύχετο, καὶ προσέρχεται τοῖς μέλλουσιν αὐτὸν συλλαβεῖν, καὶ προσυπαντᾷ αὐτοῖς, ὥς τι εὐφρόσυνον μέλλουσι δοῦναι αὐτῷ. Οὕτω καὶ ἐκεῖνα ἃ ηὔχετο, διὰ τὸ πιστώσασθαι τὴν οἰκονομίαν ηὔχετο, καὶ θέλων μὴ παθεῖν, ἵνα συντηρηθῶσιν οἱ Ἑβραῖοι ἐκ τῆς ἀπωλείας, ἣ ἔμελλε καταλήψεσθαι αὐτοὺς διὰ τὴν εἰς αὐτὸν ἁμαρτίαν. «Καὶ ἔτι αὐτοῦ λαλοῦντος, ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. Ὁ δὲ παραδιδοὺς αὐτόν, ἔδωκεν αὐτοῖς σημεῖον, λέγων· Ὃν ἂν φιλήσω, αὐτός ἐστι, κρατήσατε αὐτόν. Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ, εἶπε· Χαῖρε, Ῥαββί· καὶ κατεφίλησεν αὐτόν. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφ’ ᾧ πάρει; Τότε προσελθόντες, ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν.» Ὁρᾷς τὰ τῶν ἀρχιερέων σκεύη; Ξύλα καὶ μάχαιραι.